The Greek Library Author

Apollonius of Rhodes

Argonautica

Author namesApollonios de Rhodes · Apollonius de Rhodes · Apollonius Rhodius · Apollonios Rhodios · Απολλωνιος Ροδιος

Scientific editors
George W. Mooney
Edition reference
Argonautica · London · Longmans, Green · 1912
CTS identifier
urn:cts:greekLit:tlg0001.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 1

1ἀρχόμενος σέο, Φοῖβε, παλαιγενέων κλέα φωτῶν

2μνήσομαι, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας

3Κυανέας βασιλῆος ἐφημοσύνῃ Πελίαο

4χρύσειον μετὰ κῶας ἐύζυγον ἤλασαν Ἀργώ.

5τοίην γὰρ Πελίης φάτιν ἔκλυεν, ὥς μιν ὀπίσσω

6μοῖρα μένει στυγερή, τοῦδʼ ἀνέρος, ὅντινʼ ἴδοιτο

7δημόθεν οἰοπέδιλον, ὑπʼ ἐννεσίῃσι δαμῆναι.

8δηρὸν δʼ οὐ μετέπειτα τεὴν κατὰ βάξιν Ἰήσων

9χειμερίοιο ῥέεθρα κιὼν διὰ ποσσὶν Ἀναύρου

10ἄλλο μὲν ἐξεσάωσεν ὑπʼ ἰλύος, ἄλλο δʼ ἔνερθεν

11κάλλιπεν αὖθι πέδιλον ἐνισχόμενον προχοῇσιν.

12ἵκετο δʼ ἐς Πελίην αὐτοσχεδὸν ἀντιβολήσων

13εἰλαπίνης, ἣν πατρὶ Ποσειδάωνι καὶ ἄλλοις

14ῥέζε θεοῖς, Ἥρης δὲ Πελασγίδος οὐκ ἀλέγιζεν.

15αἶψα δὲ τόνγʼ ἐσιδὼν ἐφράσσατο, καί οἱ ἄεθλον

16ἔντυε ναυτιλίης πολυκηδέος, ὄφρʼ ἐνὶ πόντῳ

17ἠὲ καὶ ἀλλοδαποῖσι μετʼ ἀνδράσι νόστον ὀλέσσῃ.

18νῆα μὲν οὖν οἱ πρόσθεν ἐπικλείουσιν ἀοιδοὶ

19Ἄργον Ἀθηναίης καμέειν ὑποθημοσύνῃσιν.

20νῦν δʼ ἂν ἐγὼ γενεήν τε καὶ οὔνομα μυθησαίμην

21ἡρώων, δολιχῆς τε πόρους ἁλός, ὅσσα τʼ ἔρεξαν

22πλαζόμενοι· Μοῦσαι δʼ ὑποφήτορες εἶεν ἀοιδῆς.

23πρῶτά νυν Ὀρφῆος μνησώμεθα, τόν ῥά ποτʼ αὐτὴ

24Καλλιόπη Θρήικι φατίζεται εὐνηθεῖσα

25Οἰάγρῳ σκοπιῆς Πιμπληίδος ἄγχι τεκέσθαι

26αὐτὰρ τόνγʼ ἐνέπουσιν ἀτειρέας οὔρεσι πέτρας

27θέλξαι ἀοιδάων ἐνοπῇ ποταμῶν τε ῥέεθρα.

28φηγοὶ δʼ ἀγριάδες, κείνης ἔτι σήματα μολπῆς,

29ἀκτῆς Θρηικίης Ζώνης ἔπι τηλεθόωσαι

30ἑξείης στιχόωσιν ἐπήτριμοι, ἃς ὅγʼ ἐπιπρὸ

31θελγομένας φόρμιγγι κατήγαγε Πιερίηθεν.

32Ὀρφέα μὲν δὴ τοῖον ἑῶν ἐπαρωγὸν ἀέθλων

33Αἰσονίδης Χείρωνος ἐφημοσύνῃσι πιθήσας

34δέξατο, Πιερίῃ Βιστωνίδι κοιρανέοντα.

35ἤλυθε δʼ Ἀστερίων αὐτοσχεδόν, ὅν ῥα Κομήτης

36γείνατο δινήεντος ἐφʼ ὕδασιν Ἀπιδανοῖο,

37Πειρεσιὰς ὄρεος Φυλληίου ἀγχόθι ναίων,

38ἔνθα μὲν Ἀπιδανός τε μέγας καὶ δῖος Ἐνιπεὺς

39ἄμφω συμφορέονται, ἀπόπροθεν εἰς ἓν ἰόντες.

40Λάρισαν δʼ ἐπὶ τοῖσι λιπὼν Πολύφημος ἵκανεν

41Εἰλατίδης, ὃς πρὶν μὲν ἐρισθενέων Λαπιθάων,

42ὁππότε Κενταύροις Λαπίθαι ἐπὶ θωρήσσοντο,

43ὁπλότερος πολέμιζε· τότʼ αὖ βαρύθεσκέ οἱ ἤδη

44γυῖα, μένεν δʼ ἔτι θυμὸς ἀρήιος, ὡς τὸ πάρος περ.

45οὐδὲ μὲν Ἴφικλος Φυλάκῃ ἔνι δηρὸν ἔλειπτο,

46μήτρως Αἰσονίδαο· κασιγνήτην γὰρ ὄπυιεν

47Αἴσων Ἀλκιμέδην Φυλακηίδα· τῆς μιν ἀνώγει

48πηοσύνη καὶ κῆδος ἐνικρινθῆναι ὁμίλῳ.

49οὐδὲ Φεραῖς Ἄδμητος ἐυρρήνεσσιν ἀνάσσων

50μίμνεν ὑπὸ σκοπιὴν ὄρεος Χαλκωδονίοιο.

51οὐδʼ Ἀλόπῃ μίμνον πολυλήιοι Ἑρμείαο

52υἱέες εὖ δεδαῶτε δόλους, Ἔρυτος καὶ Ἐχίων,

53τοῖσι δʼ ἐπὶ τρίτατος γνωτὸς κίε νισσομένοισιν

54Αἰθαλίδης· καὶ τὸν μὲν ἐπʼ Ἀμφρυσσοῖο ῥοῇσιν

55Μυρμιδόνος κούρη Φθιὰς τέκεν Εὐπολέμεια·

56τὼ δʼ αὖτʼ ἐκγεγάτην Μενετηίδος Ἀντιανείρης.

57ἤλυθε δʼ ἀφνειὴν προλιπὼν Γυρτῶνα Κόρωνος

58Καινεΐδης, ἐσθλὸς μέν, ἑοῦ δʼ οὐ πατρὸς ἀμείνων.

59Καινέα γὰρ ζῶόν περ ἔτι κλείουσιν ἀοιδοὶ

60Κενταύροισιν ὀλέσθαι, ὅτε σφέας οἶος ἀπʼ ἄλλων

61ἤλασʼ ἀριστήων· οἱ δʼ ἔμπαλιν ὁρμηθέντες

62οὔτε μιν ἐγκλῖναι προτέρω σθένον, οὔτε δαΐξαι·

63ἀλλʼ ἄρρηκτος ἄκαμπτος ἐδύσετο νειόθι γαίης,

64θεινόμενος στιβαρῇσι καταΐγδην ἐλάτῃσιν.

65ἤλυθε δʼ αὖ Μόψος Τιταρήσιος, ὃν περὶ πάντων

66Λητοΐδης ἐδίδαξε θεοπροπίας οἰωνῶν·

67ἠδὲ καὶ Εὐρυδάμας Κτιμένου πάις· ἄγχι δὲ λίμνης

68Ξυνιάδος Κτιμένην Δολοπηίδα ναιετάασκεν.

69καὶ μὴν Ἄκτωρ υἷα Μενοίτιον ἐξ Ὀπόεντος

70ὦρσεν, ἀριστήεσσι σὺν ἀνδράσιν ὄφρα νέοιτο.

71εἵπετο δʼ Εὐρυτίων τε καὶ ἀλκήεις Ἐρυβώτης,

72υἷες ὁ μὲν Τελέοντος, ὁ δʼ Ἴρου Ἀκτορίδαο·

73ἤτοι ὁ μὲν Τελέοντος ἐυκλειὴς Ἐρυβώτης,

74Ἴρου δʼ Εὐρυτίων. σὺν καὶ τρίτος ἦεν Ὀιλεύς,

75ἔξοχος ἠνορέην καὶ ἐπαΐξαι μετόπισθεν

76εὖ δεδαὼς δῄοισιν, ὅτε κλίνωσι φάλαγγας.

77αὐτὰρ ἀπʼ Εὐβοίης Κάνθος κίε, τόν ῥα Κάνηθος

78πέμπεν Ἀβαντιάδης λελιημένον· οὐ μὲν ἔμελλεν

79νοστήσειν Κήρινθον ὑπότροπος. αισα γὰρ ἦεν

80αὐτὸν ὁμῶς Μόψον τε δαήμονα μαντοσυνάων

81πλαγχθέντας Λιβύης ἐνὶ πείρασι δῃωθῆναι,

82ὡς οὐκ ἀνθρώποισι κακὸν μήκιστον ἐπαυρεῖν,

83ὁππότε κἀκείνους Λιβύῃ ἔνι ταρχύσαντο,

84τόσσον ἑκὰς Κόλχων, ὅσσον τέ περ ἠελίοιο

85μεσσηγὺς δύσιές τε καὶ ἀντολαὶ εἰσορόωνται.

86τῷ δʼ ἄρʼ ἐπὶ Κλυτίος τε καὶ Ἴφιτος ἠγερέθοντο,

87Οἰχαλίης ἐπίουροι, ἀπηνέος Εὐρύτου υἷες,

88Εὐρύτου, ᾧ πόρε τόξον Ἑκηβόλος· οὐδʼ ἀπόνητο

89δωτίνης· αὐτῷ γὰρ ἑκὼν ἐρίδηνε δοτῆρι.

90τοῖσι δʼ ἐπʼ Αἰακίδαι μετεκίαθον· οὐ μὲν ἅμʼ ἄμφω,

91οὐδʼ ὁμόθεν· νόσφιν γὰρ ἀλευάμενοι κατένασθεν

92Αἰγίνης, ὅτε Φῶκον ἀδελφεὸν ἐξενάριξαν

93ἀφραδίῃ. Τελαμὼν μὲν ἐν Ἀτθίδι νάσσατο νήσῳ·

94Πηλεὺς δὲ Φθίῃ ἐνὶ δώματα ναῖε λιασθείς.

95τοῖς δʼ ἐπὶ Κεκροπίηθεν ἀρήιος ἤλυθε Βούτης,

96παῖς ἀγαθοῦ Τελέοντος, ἐυμμελίης τε Φάληρος.

97Ἄλκων μιν προέηκε πατὴρ ἑός· οὐ μὲν ἔτʼ ἄλλους

98γήραος υἷας ἔχεν βιότοιό τε κηδεμονῆας.

99ἀλλά ἑ τηλύγετόν περ ὁμῶς καὶ μοῦνον ἐόντα

100πέμπεν, ἵνα θρασέεσσι μεταπρέποι ἡρώεσσιν.

101Θησέα δʼ, ὃς περὶ πάντας Ἐρεχθεΐδας ἐκέκαστο,

102Ταιναρίην ἀίδηλος ὑπὸ χθόνα δεσμὸς ἔρυκεν,

103Πειρίθῳ ἑσπόμενον κοινὴν ὁδόν· ἦ τέ κεν ἄμφω

104ῥηίτερον καμάτοιο τέλος πάντεσσιν ἔθεντο.

105Τῖφυς δʼ Ἁγνιάδης Σιφαέα κάλλιπε δῆμον

106Θεσπιέων, ἐσθλὸς μὲν ὀρινόμενον προδαῆναι

107κῦμʼ ἁλὸς εὐρείης, ἐσθλὸς δʼ ἀνέμοιο θυέλλας

108καὶ πλόον ἠελίῳ τε καὶ ἀστέρι τεκμήρασθαι.

109αὐτή μιν Τριτωνὶς ἀριστήων ἐς ὅμιλον

110ὦρσεν Ἀθηναίη, μετὰ δʼ ἤλυθεν ἐλδομένοισιν.

111αὐτὴ γὰρ καὶ νῆα θοὴν κάμε· σὺν δέ οἱ Ἄργος

112τεῦξεν Ἀρεστορίδης κείνης ὑποθημοσύνῃσιν.

113τῶ καὶ πασάων προφερεστάτη ἔπλετο νηῶν,

114ὅσσαι ὑπʼ εἰρεσίῃσιν ἐπειρήσαντο θαλάσσης.

115Φλίας δʼ αὖτʼ ἐπὶ τοῖσιν Ἀραιθυρέηθεν ἵκανεν,

116ἔνθʼ ἀφνειὸς ἔναιε Διωνύσοιο ἕκητι,

117πατρὸς ἑοῦ, πηγῇσιν ἐφέστιος Ἀσωποῖο.

118Ἀργόθεν αὖ Ταλαὸς καὶ Ἀρήιος, υἷε Βίαντος,

119ἤλυθον ἴφθιμός τε Λεώδοκος, οὓς τέκε Πηρὼ

120Νηληίς· τῆς δʼ ἀμφὶ δύην ἐμόγησε βαρεῖαν

121Αἰολίδης σταθμοῖσιν ἐν Ἰφίκλοιο Μελάμπους.

122οὐδὲ μὲν οὐδὲ βίην κρατερόφρονος Ἡρακλῆος

123πευθόμεθʼ Αἰσονίδαο λιλαιομένου ἀθερίξαι.

124ἀλλʼ ἐπεὶ ἄιε βάξιν ἀγειρομένων ἡρώων,

125νεῖον ἀπʼ Ἀρκαδίης Λυρκήιον Ἄργος ἀμείψας

126τὴν ὁδόν, ᾗ ζωὸν φέρε κάπριον, ὅς ῥʼ ἐνὶ βήσσῃς

127φέρβετο Λαμπείης, Ἐρυμάνθιον ἂμ μέγα τῖφος,

128τὸν μὲν ἐνὶ πρώτῃσι Μυκηναίων ἀγορῇσιν

129δεσμοῖς ἰλλόμενον μεγάλων ἀπεθήκατο νώτων·

130αὐτὸς δʼ ᾗ ἰότητι παρὲκ νόον Εὐρυσθῆος

131ὡρμήθη· σὺν καί οἱ Ὕλας κίεν, ἐσθλὸς ὀπάων,

132πρωθήβης, ἰῶν τε φορεὺς φύλακός τε βιοῖο.

133τῷ δʼ ἐπὶ δὴ θείοιο κίεν Δαναοῖο γενέθλη,

134Ναύπλιος. ἦ γὰρ ἔην Κλυτονήου Ναυβολίδαο·

135Ναύβολος αὖ Λέρνου· Λέρνον γε μὲν ἴδμεν ἐόντα

136Προίτου Ναυπλιάδαο· Ποσειδάωνι δὲ κούρη.

137πρίν ποτʼ Ἀμυμώνη Δαναῒς τέκεν εὐνηθεῖσα

138Ναύπλιον, ὃς περὶ πάντας ἐκαίνυτο ναυτιλίῃσιν.

139Ἴδμων δʼ ὑστάτιος μετεκίαθεν, ὅσσοι ἔναιον

140Ἄργος, ἐπεὶ δεδαὼς τὸν ἑὸν μόρον οἰωνοῖσιν

141ἤιε, μή οἱ δῆμος ἐυκλείης ἀγάσαιτο.

142οὐ μὲν ὅγʼ ἦεν Ἄβαντος ἐτήτυμον, ἀλλά μιν αὐτὸς

143γείνατο κυδαλίμοις ἐναρίθμιον Αἰολίδῃσιν

144Λητοΐδης· αὐτὸς δὲ θεοπροπίας ἐδίδαξεν

145οἰωνούς τʼ ἀλέγειν ἠδʼ ἔμπυρα σήματʼ ἰδέσθαι.

146καὶ μὴν Αἰτωλὶς κρατερὸν Πολυδεύκεα Λήδη

147Κάστορά τʼ ὠκυπόδων ὦρσεν δεδαημένον ἵππων

148Σπάρτηθεν· τοὺς δʼ ἥγε δόμοις ἔνι Τυνδαρέοιο

149τηλυγέτους ὠδῖνι μιῇ τέκεν· οὐδʼ ἀπίθησεν

150νισσομένοις· Ζηνὸς γὰρ ἐπάξια μήδετο λέκτρων.

151οἵ τʼ Ἀφαρητιάδαι Λυγκεὺς καὶ ὑπέρβιος Ἴδας

152Ἀρήνηθεν ἔβαν, μεγάλῃ περιθαρσέες ἀλκῇ

153ἀμφότεροι· Λυγκεὺς δὲ καὶ ὀξυτάτοις ἐκέκαστο

154ὄμμασιν, εἰ ἐτεόν γε πέλει κλέος, ἀνέρα κεῖνον

155ῥηιδίως καὶ νέρθε κατὰ χθονὸς αὐγάζεσθαι.

156σὺν δὲ Περικλύμενος Νηλήιος ὦρτο νέεσθαι,

157πρεσβύτατος παίδων, ὅσσοι Πύλῳ ἐξεγένοντο

158Νηλῆος θείοιο· Ποσειδάων δέ οἱ ἀλκὴν

159δῶκεν ἀπειρεσίην ἠδʼ ὅττι κεν ἀρήσαιτο

160μαρνάμενος, τὸ πέλεσθαι ἐνὶ ξυνοχῇ πολέμοιο.

161καὶ μὴν Ἀμφιδάμας Κηφεύς τʼ ἴσαν Ἀρκαδίηθεν,

162οἳ Τεγέην καὶ κλῆρον Ἀφειδάντειον ἔναιον,

163υἷε δύω Ἀλεοῦ· τρίτατός γε μὲν ἕσπετʼ ἰοῦσιν

164Ἀγκαῖος, τὸν μέν ῥα πατὴρ Λυκόοργος ἔπεμπεν,

165τῶν ἄμφω γνωτὸς προγενέστερος. ἀλλʼ ὁ μὲν ἤδη

166γηράσκοντʼ Ἀλεὸν λίπετʼ ἂμ πόλιν ὄφρα κομίζοι,

167παῖδα δʼ ἑὸν σφετέροισι κασιγνήτοισιν ὄπασσεν.

168βῆ δʼ ὅγε Μαιναλίης ἄρκτου δέρος, ἀμφίτομόν τε

169δεξιτερῇ πάλλων πέλεκυν μέγαν. ἔντεα γάρ οἱ

170πατροπάτωρ Ἀλεὸς μυχάτῃ ἐνέκρυψε καλιῇ,

171αἴ κέν πως ἔτι καὶ τὸν ἐρητύσειε νέεσθαι.

172βῆ δὲ καὶ Αὐγείης, ὃν δὴ φάτις Ἠελίοιο

173ἔμμεναι· Ἠλείοισι δʼ ὅγʼ ἀνδράσιν ἐμβασίλευεν,

174ὄλβῳ κυδιόων· μέγα δʼ ἵετο Κολχίδα γαῖαν

175αὐτόν τʼ Αἰήτην ἰδέειν σημάντορα Κόλχων.

176Ἀστέριος δὲ καὶ Ἀμφίων Ὑπερασίου υἷες

177Πελλήνης ἀφίκανον Ἀχαιίδος, ἥν ποτε Πέλλης

178πατροπάτωρ ἐπόλισσεν ἐπʼ ὀφρύσιν Αἰγιαλοῖο.

179Ταίναρον αὖτʼ ἐπὶ τοῖσι λιπὼν Εὔφημος ἵκανεν,

180τόν ῥα Ποσειδάωνι ποδωκηέστατον ἄλλων

181Εὐρώπη Υιτυοῖο μεγασθενέος τέκε κούρη.

182κεῖνος ἀνὴρ καὶ πόντου ἐπὶ γλαυκοῖο θέεσκεν

183οἴδματος, οὐδὲ θοοὺς βάπτεν πόδας, ἀλλʼ ὅσον ἄκροις

184ἴχνεσι τεγγόμενος διερῇ πεφόρητο κελεύθῳ.

185καὶ δʼ ἄλλω δύο παῖδε Ποσειδάωνος ἵκοντο·

186ἤτοι ὁ μὲν πτολίεθρον ἀγαυοῦ Μιλήτοιο

187νοσφισθεὶς Ἐργῖνος, ὁ δʼ Ἰμβρασίης ἕδος Ἥρης,

188παρθενίην, Ἀγκαῖος ὑπέρβιος· ἴστορε δʼ ἄμφω

189ἠμὲν ναυτιλίης ἠδʼ ἄρεος εὐχετόωντο.

190Οἰνεΐδης δʼ ἐπὶ τοῖσιν ἀφορμηθεὶς Καλυδῶνος

191ἀλκήεις Μελέαγρος ἀνήλυθε, Λαοκόων τε,

192Λαοκόων Οἰνῆος ἀδελφεός, οὐ μὲν ἰῆς γε

193μητέρος· ἀλλά ἑ θῆσσα γυνὴ τέκε· τὸν μὲν ἄρʼ Οἰνεὺς

194ἤδη γηραλέον κοσμήτορα παιδὸς ἴαλλεν·

195ὧδʼ ἔτι κουρίζων περιθαρσέα δῦνεν ὅμιλον

196ἡρώων. τοῦ δʼ οὔτινʼ ὑπέρτερον ἄλλον ὀίω,

197νόσφιν γʼ Ἡρακλῆος, ἐπελθέμεν, εἴ κʼ ἔτι μοῦνον

198αὖθι μένων λυκάβαντα μετετράφη Αἰτωλοῖσιν.

199καὶ μήν οἱ μήτρως αὐτὴν ὁδόν, εὖ μὲν ἄκοντι,

200εὖ δὲ καὶ ἐν σταδίῃ δεδαημένος ἀντιφέρεσθαι,

201Θεστιάδης Ἴφικλος ἐφωμάρτησε κιόντι.

202σὺν δὲ Παλαιμόνιος Λέρνου πάις Ὠλενίοιο,

203Λέρνου ἐπίκλησιν, γενεήν γε μὲν Ἡφαίστοιο·

204τούνεκʼ ἔην πόδα σιφλός· ἀτὰρ δέμας οὔ κέ τις ἔτλη

205ἠνορέην τʼ ὀνόσασθαι, ὃ καὶ μεταρίθμιος ἦεν

206πᾶσιν ἀριστήεσσιν, Ἰήσονι κῦδος ἀέξων.

207ἐκ δʼ ἄρα Φωκήων κίεν Ἴφιτος Ὀρνυτίδαο

208Ναυβόλου ἐκγεγαώς· ξεῖνος δέ οἱ ἔσκε πάροιθεν,

209ἦμος ἔβη Πυθώδε θεοπροπίας ἐρεείνων

210ναυτιλίης· τόθι γάρ μιν ἑοῖς ὑπέδεκτο δόμοισιν.

211Ζήτης αὖ Κάλαΐς τε Βορήιοι υἷες ἵκοντο,

212οὕς ποτʼ Ἐρεχθηὶς Βορέῃ τέκεν Ὠρείθυια

213ἐσχατιῇ Θρῄκης δυσχειμέρου· ἔνθʼ ἄρα τήνγε

214Θρηίκιος Βορέης ἀνερέψατο Κεκροπίηθεν

215Ἰλισσοῦ προπάροιθε χορῷ ἔνι δινεύουσαν.

216καί μιν ἄγων ἕκαθεν, Σαρπηδονίην ὅθι πέτρην

217κλείουσιν, ποταμοῖο παρὰ ῥόον Ἐργίνοιο,

218λυγαίοις ἐδάμασσε περὶ νεφέεσσι καλύψας.

219τὼ μὲν ἐπʼ ἀκροτάτοισι ποδῶν ἑκάτερθεν ἐρεμνὰς

220σεῖον ἀειρομένω πτέρυγας, μέγα θάμβος ἰδέσθαι,

221χρυσείαις φολίδεσσι διαυγέας· ἀμφὶ δὲ νώτοις

222κράατος ἐξ ὑπάτοιο καὶ αὐχένος ἔνθα καὶ ἔνθα

223κυάνεαι δονέοντο μετὰ πνοιῇσιν ἔθειραι.

224οὐδὲ μὲν οὐδʼ αὐτοῖο πάις μενέαινεν Ἄκαστος

225ἰφθίμου Πελίαο δόμοις ἔνι πατρὸς ἑῆος

226μιμνάζειν, Ἄργος τε θεᾶς ὑποεργὸς Ἀθήνης·

227ἀλλʼ ἄρα καὶ τὼ μέλλον ἐνικρινθῆναι ὁμίλῳ.

228τόσσοι ἄρʼ Αἰσονίδῃ συμμήστορες ἠγερέθοντο.

229τοὺς μὲν ἀριστῆας Μινύας περιναιετάοντες

230κίκλησκον μάλα πάντας, ἐπεὶ Μινύαο θυγατρῶν

231οἱ πλεῖστοι καὶ ἄριστοι ἀφʼ αἵματος εὐχετόωντο

232ἔμμεναι· ὧς δὲ καὶ αὐτὸν Ἰήσονα γείνατο μήτηρ

233Ἀλκιμέδη, Κλυμένης Μινυηίδος ἐκγεγαυῖα.

234αὐτὰρ ἐπεὶ δμώεσσιν ἐπαρτέα πάντʼ ἐτέτυκτο,

235ὅσσα περ ἐντύνονται ἐπαρτέες ἔνδοθι νῆες,

236εὖτʼ ἂν ἄγῃ χρέος ἄνδρας ὑπεὶρ ἅλα ναυτίλλεσθαι,

237δὴ τότʼ ἴσαν μετὰ νῆα διʼ ἄστεος, ἔνθα περ ἀκταὶ

238κλείονται Παγασαὶ Μαγνήτιδες· ἀμφὶ δὲ λαῶν

239πληθὺς σπερχομένων ἄμυδις θέεν· οἱ δὲ φαεινοὶ

240ἀστέρες ὣς νεφέεσσι μετέπρεπον· ὧδε δʼ ἕκαστος

241ἔννεπεν εἰσορόων σὺν τεύχεσιν ἀίσσοντας·

242Ζεῦ ἄνα, τίς Πελίαο νόος; πόθι τόσσον ὅμιλον

243ἡρώων γαίης Παναχαιίδος ἔκτοθι βάλλει;

244αὐτῆμάρ κε δόμους ὀλοῷ πυρὶ δῃώσειαν

245Αἰήτεω, ὅτε μή σφιν ἑκὼν δέρος ἐγγυαλίξῃ.

246ἀλλʼ οὐ φυκτὰ κέλευθα, πόνος δʼ ἄπρηκτος ἰοῦσιν.

247ὧς φάσαν ἔνθα καὶ ἔνθα κατὰ πτόλιν· αἱ δὲ γυναῖκες

248πολλὰ μάλʼ ἀθανάτοισιν ἐς αἰθέρα χεῖρας ἄειρον,

249εὐχόμεναι νόστοιο τέλος θυμηδὲς ὀπάσσαι.

250ἄλλη δʼ εἰς ἑτέρην ὀλοφύρετο δακρυχέουσα·

251δειλὴ Ἀλκιμέδη, καὶ σοὶ κακὸν ὀφέ περ ἔμπης

252ἤλυθεν, οὐδʼ ἐτέλεσσας ἐπʼ ἀγλαΐῃ βιότοιο.

253Αἴσων αὖ μέγα δή τι δυσάμμορος. ἦ τέ οἱ ἦεν

254βέλτερον, εἰ τὸ πάροιθεν ἐνὶ κτερέεσσιν ἐλυσθεὶς

255νειόθι γαίης κεῖτο, κακῶν ἔτι νῆις ἀέθλων.

256ὡς ὄφελεν καὶ Φρίξον, ὅτʼ ὤλετο παρθένος Ἕλλη,

257κῦμα μέλαν κριῷ ἅμʼ ἐπικλύσαι· ἀλλὰ καὶ αὐδὴν

258ἀνδρομέην προέηκε κακὸν τέρας, ὥς κεν ἀνίας

259Ἀλκιμέδῃ μετόπισθε καὶ ἄλγεα μυρία θείη.

260αἱ μὲν ἄρʼ ὧς ἀγόρευον ἐπὶ προμολῇσι κιόντων.

261ἤδη δὲ δμῶές τε πολεῖς δμωαί τʼ ἀγέροντο·

262μήτηρ δʼ ἀμφʼ αὐτὸν βεβολημένη. ὀξὺ δʼ ἑκάστην

263δῦνεν ἄχος· σὺν δέ σφι πατὴρ ὀλοῷ ὑπὸ γήραι

264ἐντυπὰς ἐν λεχέεσσι καλυψάμενος γοάασκεν.

265αὐτὰρ ὁ τῶν μὲν ἔπειτα κατεπρήυνεν ἀνίας

266θαρσύνων, δμώεσσι δʼ ἀρήια τεύχεʼ ἀείρειν

267πέφραδεν· οἱ δέ τε σῖγα κατηφέες ἠείροντο.

268μήτηρ δʼ ὡς τὰ πρῶτʼ ἐπεχεύατο πήχεε παιδί,

269ὧς ἔχετο κλαίουσʼ ἀδινώτερον, ἠύτε κούρη

270οἰόθεν ἀσπασίως πολιὴν τροφὸν ἀμφιπεσοῦσα

271μύρεται, ᾗ οὐκ εἰσὶν ἔτʼ ἄλλοι κηδεμονῆες,

272ἀλλʼ ὑπὸ μητρυιῇ βίοτον βαρὺν ἡγηλάζει·

273καί ἑ νέον πολέεσσιν ὀνείδεσιν ἐστυφέλιξεν,

274τῇ δέ τʼ ὀδυρομένῃ δέδεται κέαρ ἔνδοθεν ἄτῃ,

275οὐδʼ ἔχει ἐκφλύξαι τόσσον γόον, ὅσσον ὀρεχθεῖ·

276ὧς ἀδινὸν κλαίεσκεν ἑὸν παῖδʼ ἀγκὰς ἔχουσα

277Ἀλκιμέδη, καὶ τοῖον ἔπος φάτο κηδοσύνῃσιν·

278αἴθʼ ὄφελον κεῖνʼ ἦμαρ, ὅτʼ ἐξειπόντος ἄκουσα

279δειλὴ ἐγὼ Πελίαο κακὴν βασιλῆος ἐφετμήν,

280αὐτίκʼ ἀπὸ ψυχὴν μεθέμεν, κηδέων τε λαθέσθαι,

281ὄφρʼ αὐτός με τεῇσι φίλαις ταρχύσαο χερσίν,

282τέκνον ἐμόν· τὸ γὰρ οἶον ἔην ἔτι λοιπὸν ἐέλδωρ

283ἐκ σέθεν, ἄλλα δὲ πάντα πάλαι θρεπτήρια πέσσω.

284νῦν γε μὲν ἡ τὸ πάροιθεν Ἀχαιιάδεσσιν ἀγητὴ

285δμωὶς ὅπως κενεοῖσι λελείψομαι ἐν μεγάροισιν,

286σεῖο πόθῳ μινύθουσα δυσάμμορος, ᾧ ἔπι πολλὴν

287ἀγλαΐην καὶ κῦδος ἔχον πάρος, ᾧ ἔπι μούνῳ

288μίτρην πρῶτον ἔλυσα καὶ ὕστατον. ἔξοχα γάρ μοι

289Εἰλείθυια θεὰ πολέος ἐμέγηρε τόκοιο.

290ᾤ μοι ἐμῆς ἄτης· τὸ μὲν οὐδʼ ὅσον, οὐδʼ ἐν ὀνείρῳ

291ὠισάμην, εἰ Φρίξος ἐμοὶ κακὸν ἔσσετʼ ἀλύξας.

292ὧς ἥγε στενάχουσα κινύρετο· ταὶ δὲ γυναῖκες

293ἀμφίπολοι γοάασκον ἐπισταδόν· αὐτὰρ ὁ τήνγε

294μειλιχίοις ἐπέεσσι παρηγορέων προσέειπεν·

295μή μοι λευγαλέας ἐνιβάλλεο, μῆτερ, ἀνίας

296ὧδε λίην, ἐπεὶ οὐ μὲν ἐρητύσεις κακότητος

297δάκρυσιν, ἀλλʼ ἔτι κεν καὶ ἐπʼ ἄλγεσιν ἄλγος ἄροιο.

298πήματα γάρ τʼ ἀίδηλα θεοὶ θνητοῖσι ϝέμουσιν,

299τῶν μοῖραν κατὰ θυμὸν ἀνιάζουσά περ ἔμπης

300τλῆθι φέρειν· θάρσει δὲ συνημοσύνῃσιν Ἀθήνης,

301ἠδὲ θεοπροπίοισιν, ἐπεὶ μάλα δεξιὰ Φοῖβος

302ἔχρη, ἀτὰρ μετέπειτά γʼ ἀριστήων ἐπαρωγῇ.

303ἀλλὰ σὺ μὲν νῦν αὖθι μετʼ ἀμφιπόλοισιν ἕκηλος

304μίμνε δόμοις, μηδʼ ὄρνις ἀεικελίη πέλε νηί·

305κεῖσε δʼ ὁμαρτήσουσιν ἔται δμῶές τε κιόντι.

306ἦ, καὶ ὁ μὲν προτέρωσε δόμων ἐξῶρτο νέεσθαι.

307οἷος δʼ ἐκ νηοῖο θυώδεος εἶσιν Ἀπόλλων

308δῆλον ἀνʼ ἠγαθέην, ἠὲ Κλάρον, ἢ ὅγε Πυθώ,

309ἢ Αυκίην εὐρεῖαν, ἐπὶ Ξάνθοιο ῥοῇσιν,

310τοῖος ἀνὰ πληθὺν δήμου κίεν· ὦρτο δʼ ἀυτὴ

311κεκλομένων ἄμυδις. τῷ δὲ ξύμβλητο γεραιὴ

312Ἰφιὰς Ἀρτέμιδος πολιηόχου ἀρήτειρα,

313καί μιν δεξιτερῆς χειρὸς κύσεν, οὐδέ τι φάσθαι

314ἔμπης ἱεμένη δύνατο, προθέοντος ὁμίλου·

315ἀλλʼ ἡ μὲν λίπετʼ αὖθι παρακλιδόν, οἷα γεραιὴ

316ὁπλοτέρων, ὁ δὲ πολλὸν ἀποπλαγχθεὶς ἐλιάσθη.

317αὐτὰρ ἐπεί ῥα πόληος ἐυδμήτους λίπʼ ἀγυιάς,

318ἀκτὴν δʼ ἵκανεν Παγασηίδα, τῇ μιν ἑταῖροι

319δειδέχατʼ, Ἀργῴῃ ἄμυδις παρὰ νηὶ μένοντες.

320στῆ δʼ ἄρʼ ἐπὶ προμολῇς· οἱ δʼ ἀντίοι ἠγερέθοντο.

321ἐς δʼ ἐνόησαν Ἄκαστον ὁμῶς Ἄργον τε πόληος

322νόσφι καταβλώσκοντας, ἐθάμβησαν δʼ ἐσιδόντες

323πασσυδίῃ Πελίαο παρὲκ νόον ἰθύοντας.

324δέρμα δʼ ὁ μὲν ταύροιο ποδηνεκὲς ἀμφέχετʼ ὤμους

325Ἄργος Ἀρεστορίδης λάχνῃ μέλαν· αὐτὰρ ὁ καλὴν

326δίπλακα, τήν οἱ ὄπασσε κασιγνήτη Πελόπεια.

327ἀλλʼ ἔμπης τὼ μέν τε διεξερέεσθαι ἕκαστα

328ἔσχετο· τοὺς δʼ ἀγορήνδε συνεδριάασθαι ἄνωγεν.

329αὐτοῦ δʼ ἰλλομένοις ἐπὶ λαίφεσιν, ἠδὲ καὶ ἱστῷ

330κεκλιμένῳ μάλα πάντες ἐπισχερὼ ἑδριόωντο.

331τοῖσιν δʼ Αἴσονος υἱὸς ἐυφρονέων μετέειπεν·

332ἄλλα μὲν ὅσσα τε νηὶ ἐφοπλίσσασθαι ἔοικεν

333—πάντα γὰρ εὖ κατὰ κόσμον—ἐπαρτέα κεῖται ἰοῦσιν.

334τῶ οὐκ ἂν δηναιὸν ἐχοίμεθα τοῖο ἕκητι

335ναυτιλίης, ὅτε μοῦνον ἐπιπνεύσουσιν ἀῆται.

336ἀλλά, φίλοι,—ξυνὸς γὰρ ἐς Ἑλλάδα νόστος ὀπίσσω,

337ξυναὶ δʼ ἄμμι πέλονται ἐς Αἰήταο κέλευθοι—

338τούνεκα νῦν τὸν ἄριστον ἀφειδήσαντες ἕλεσθε

339ὄρχαμον ἡμείων, ᾧ κεν τὰ ἕκαστα μέλοιτο,

340νείκεα συνθεσίας τε μετὰ ξείνοισι βαλέσθαι.

341ὧς φάτο· πάπτηναν δὲ νέοι θρασὺν Ἡρακλῆα

342ἥμενον ἐν μέσσοισι· μιῇ δέ ἑ πάντες ἀυτῇ

343σημαίνειν ἐπέτελλον· ὁ δʼ αὐτόθεν, ἔνθα περ ἧστο,

344δεξιτερὴν ἀνὰ χεῖρα τανύσσατο φώνησέν τε·

345μήτις ἐμοὶ τόδε κῦδος ὀπαζέτω. οὐ γὰρ ἔγωγε

346πείσομαι· ὥστε καὶ ἄλλον ἀναστήσεσθαι ἐρύξω.

347αὐτός, ὅτις ξυνάγειρε, καὶ ἀρχεύοι ὁμάδοιο.

348ἦ ῥα μέγα φρονέων, ἐπὶ δʼ ᾔνεον, ὡς ἐκέλευεν

349Ἡρακλέης· ἀνὰ δʼ αὐτὸς ἀρήιος ὤρνυτʼ Ἰήσων

350γηθόσυνος, καὶ τοῖα λιλαιομένοις ἀγόρευεν·

351εἰ μὲν δή μοι κῦδος ἐπιτρωπᾶτε μέλεσθαι,

352μηκέτʼ ἔπειθʼ, ὡς καὶ πρίν, ἐρητύοιτο κέλευθα.

353νῦν γε μὲν ἤδη Φοῖβον ἀρεσσάμενοι θυέεσσιν

354δαῖτʼ ἐντυνώμεσθα παρασχεδόν. ὄφρα δʼ ἴωσιν

355δμῶες ἐμοὶ σταθμῶν σημάντορες, οἷσι μέμηλεν

356δεῦρο βόας ἀγέληθεν ἐὺ κρίναντας ἐλάσσαι,

357τόφρα κε νῆʼ ἐρύσαιμεν ἔσω ἁλός, ὅπλα δὲ πάντα

358ἐνθέμενοι πεπάλαχθε κατὰ κληῖδας ἐρετμά.

359τείως δʼ αὖ καὶ βωμὸν ἐπάκτιον Ἐμβασίοιο

360θείομεν Ἀπόλλωνος, ὅ μοι χρείων ὑπέδεκτο

361σημανέειν δείξειν τε πόρους ἁλός, εἴ κε θυηλαῖς

362οὗ ἕθεν ἐξάρχωμαι ἀεθλεύων βασιλῆι.

363η ῥα, καὶ εἰς ἔργον πρῶτος τράπεθʼ· οἱ δʼ ἐπανέσταν

364πειθόμενοι· ἀπὸ δʼ εἵματʼ ἐπήτριμα νηήσαντο

365λείῳ ἐπὶ πλαταμῶνι, τὸν οὐκ ἐπέβαλλε θάλασσα

366κύμασι, χειμερίη δὲ πάλαι ἀποέκλυσεν ἅλμη.

367νῆα δʼ ἐπικρατέως Ἄργου ὑποθημοσύνῃσιν

368ἔζωσαν πάμπρωτον ἐυστρεφεῖ ἔνδοθεν ὅπλῳ

369τεινάμενοι ἑκάτερθεν, ἵνʼ εὖ ἀραροίατο γόμφοις

370δούρατα καὶ ῥοθίοιο βίην ἔχοι ἀντιόωσαν.

371σκάπτον δʼ αἶψα κατʼ εὖρος ὅσον περιβάλλετο χῶρον,

372ἠδὲ κατὰ πρῴραν εἴσω ἁλὸς ὁσσάτιόν περ

373ἑλκομένη χείρεσσιν ἐπιδραμέεσθαι ἔμελλεν.

374αἰεὶ δὲ προτέρω χθαμαλώτερον ἐξελάχαινον

375στείρης, ἐν δʼ ὁλκῷ ξεστὰς στορέσαντο φάλαγγας·

376τὴν δὲ κατάντη κλῖναν ἐπὶ πρώτῃσι φάλαγξιν,

377ὥς κεν ὀλισθαίνουσα διʼ αὐτάων φορέοιτο.

378ὕψι δʼ ἄρʼ ἔνθα καὶ ἔνθα μεταστρέψαντες ἐρετμὰ

379πήχυιον προύχοντα περὶ σκαλμοῖσιν ἔδησαν.

380τῶν δʼ ἐναμοιβαδὶς αὐτοὶ ἐνέσταθεν ἀμφοτέρωθεν,

381στέρνα θʼ ὁμοῦ καὶ χεῖρας ἐπήλασαν. ἐν δʼ ἄρα Τῖφυς

382βήσαθʼ, ἵνʼ ὀτρύνειε νέους κατὰ καιρὸν ἐρύσσαι·

383κεκλόμενος δʼ ἤυσε μάλα μέγα· τοὶ δὲ παρᾶσσον

384ᾧ κράτεϊ βρίσαντες ἰῇ στυφέλιξαν ἐρωῇ

385νειόθεν ἐξ ἕδρης, ἐπὶ δʼ ἐρρώσαντο πόδεσσιν

386προπροβιαζόμενοι· ἡ δʼ ἕσπετο Πηλιὰς Ἀργὼ

387ῥίμφα μάλʼ· οἱ δʼ ἑκάτερθεν ἐπίαχον ἀίσσοντες.

388αἱ δʼ ἄρʼ ὑπὸ τρόπιδι στιβαρῇ στενάχοντο φάλαγγες

389τριβόμεναι περὶ δέ σφιν ἀιδνὴ κήκιε λιγνὺς

390βριθοσύνῃ, κατόλισθε δʼ ἔσω ἁλός· οἱ δέ μιν αὖθι

391ἂψ ἀνασειράζοντες ἔχον προτέρωσε κιοῦσαν.

392σκαλμοῖς δʼ ἀμφὶς ἐρετμὰ κατήρτυον· ἐν δέ οἱ ἱστὸν

393λαίφεά τʼ εὐποίητα καὶ ἁρμαλιὴν ἐβάλοντο.

394αὐτὰρ ἐπεὶ τὰ ἕκαστα περιφραδέως ἀλέγυναν,

395κληῖδας μὲν πρῶτα πάλῳ διεμοιρήσαντο,

396ἄνδρʼ ἐντυναμένω δοιὼ μίαν· ἐκ δʼ ἄρα μέσσην

397ᾕρεον Ἡρακλῆι καὶ ἡρώων ἄτερ ἄλλων

398Ἀγκαίῳ, Τεγέης ὅς ῥα πτολίεθρον ἔναιεν.

399τοῖς μέσσην οἴοισιν ἀπὸ κληῖδα λίποντο

400αὔτως, οὔτι πάλῳ· ἐπὶ δʼ ἔτρεπον αἰνήσαντες

401Τῖφυν ἐυστείρης οἰήια νηὸς ἔρυσθαι.

402ἔνθεν δʼ αὖ λάιγγας ἁλὸς σχεδὸν ὀχλίζοντες

403νήεον αὐτόθι βωμὸν ἐπάκτιον Ἀπόλλωνος,

404Ἀκτίου Ἐμβασίοιό τʼ ἐπώνυμον· ὦκα δέ τοίγε

405φιτροὺς ἀζαλέης στόρεσαν καθύπερθεν ἐλαίης.

406τείως δʼ αὖτʼ ἀγέληθεν ἐπιπροέηκαν ἄγοντες

407βουκόλοι Αἰσονίδαο δύω βόε. τοὺς δʼ ἐρύσαντο

408κουρότεροι ἑτάρων βωμοῦ σχεδόν. οἱ δʼ ἄρʼ ἔπειτα

409χέρνιβά τʼ οὐλοχύτας τε παρέσχεθον. αὐτὰρ Ἰήσων

410εὔχετο κεκλόμενος πατρώιον Ἀπόλλωνα·

411κλῦθι ἄναξ, Παγασάς τε πόλιν τʼ Αἰσωνίδα ναίων,

412ἡμετέροιο τοκῆος ἐπώνυμον, ὅς μοι ὑπέστης

413Πυθοῖ χρειομένῳ ἄνυσιν καὶ πείραθʼ ὁδοῖο

414σημανέειν, αὐτὸς γὰρ ἐπαίτιος ἔπλευ ἀέθλων·

415αὐτὸς νῦν ἄγε νῆα σὺν ἀρτεμέεσσιν ἑταίροις

416κεῖσέ τε καὶ παλίνορσον ἐς Ἑλλάδα. σοὶ δʼ ἂν ὀπίσσω

417τόσσων, ὅσσοι κεν νοστήσομεν, ἀγλαὰ ταύρων

418ἱρὰ πάλιν βωμῷ ἐπιθήσομεν· ἄλλα δὲ Πυθοῖ,

419ἄλλα δʼ ἐς Ὀρτυγίην ἀπερείσια δῶρα κομίσσω.

420νῦν δʼ ἴθι, καὶ τήνδʼ ἧμιν, Ἑκηβόλε, δέξο θυηλήν,

421ἥν τοι τῆσδʼ ἐπίβαθρα χάριν προτεθείμεθα νηὸς

422πρωτίστην· λύσαιμι δʼ, ἄναξ, ἐπʼ ἀπήμονι μοίρῃ

423πείσματα σὴν διὰ μῆτιν· ἐπιπνεύσειε δʼ ἀήτης

424μείλιχος, ᾧ κʼ ἐπὶ πόντον ἐλευσόμεθʼ εὐδιόωντες.

425ἦ, καὶ ἅμʼ εὐχωλῇ προχύτας βάλε. τὼ δʼ ἐπὶ βουσὶν

426ζωσάσθην, Ἀγκαῖος ὑπέρβιος, Ἡρακλέης τε.

427ἤτοι ὁ μὲν ῥοπάλῳ μέσσον κάρη ἀμφὶ μέτωπα

428πλῆξεν, ὁ δʼ ἀθρόος αὖθι πεσὼν ἐνερείσατο γαίῃ·

429Ἀγκαῖος δʼ ἑτέροιο κατὰ πλατὺν αὐχένα κόψας

430χαλκείῳ πελέκει κρατεροὺς διέκερσε τένοντας·

431ἤριπε δʼ ἀμφοτέροισι περιρρηδὴς κεράεσσιν.

432τοὺς δʼ ἔταροι σφάξαν τε θοῶς, δεῖράν τε βοείας,

433κόπτον, δαίτρευόν τε, καὶ ἱερὰ μῆρʼ ἐτάμοντο,

434κὰδ δʼ ἄμυδις τάγε πάντα καλύψαντες πύκα δημῷ

435καῖον ἐπὶ σχίζῃσιν· ὁ δʼ ἀκρήτους χέε λοιβὰς

436Αἰσονίδης, γήθει δὲ σέλας θηεύμενος Ἴδμων

437πάντοσε λαμπόμενον θυέων ἄπο τοῖό τε λιγνὺν

438πορφυρέαις ἑλίκεσσιν ἐναίσιμον ἀίσσουσαν·

439αἶψα δʼ ἀπηλεγέως νόον ἔκφατο Λητοΐδαο·

440ὑμῖν μὲν δὴ μοῖρα θεῶν χρειώ τε περῆσαι

441ἐνθάδε κῶας ἄγοντας· ἀπειρέσιοι δʼ ἐνὶ μέσσῳ

442κεῖσέ τε δεῦρό τʼ ἔασιν ἀνερχομένοισιν ἄεθλοι.

443αὐτὰρ ἐμοὶ θανέειν στυγερῇ ὑπὸ δαίμονος αἴσῃ

444τηλόθι που πέπρωται ἐπʼ Ἀσίδος ἠπείροιο.

445ὧδε κακοῖς δεδαὼς ἔτι καὶ πάρος οἰωνοῖσιν

446πότμον ἐμὸν πάτρης ἐξήιον, ὄφρʼ ἐπιβαίην

447νηός, ἐυκλείη δὲ δόμοις ἐπιβάντι λίπηται.

448ὧς ἄρʼ ἔφη· κοῦροι δὲ θεοπροπίης ἀίοντες

449νόστῳ μὲν γήθησαν, ἄχος δʼ ἕλεν Ἴδμονος αἴσῃ.

450ἦμος δʼ ἠέλιος σταθερὸν παραμείβεται ἦμαρ,

451αἱ δὲ νέον σκοπέλοισιν ὑποσκιόωνται ἄρουραι,

452δειελινὸν κλίνοντος ὑπὸ ζόφον ἠελίοιο,

453τῆμος ἄρʼ ἤδη πάντες ἐπὶ ψαμάθοισι βαθεῖαν

454φυλλάδα χευάμενοι πολιοῦ πρόπαρ αἰγιαλοῖο

455κέκλινθʼ ἑξείης· παρὰ δέ σφισι μυρίʼ ἔκειτο

456εἴδατα, καὶ μέθυ λαρόν, ἀφυσσαμένων προχόῃσιν

457οἰνοχόων· μετέπειτα δʼ ἀμοιβαδὶς ἀλλήλοισιν

458μυθεῦνθʼ, οἷά τε πολλὰ νέοι παρὰ δαιτὶ καὶ οἴνῳ

459τερπνῶς ἑψιόωνται, ὅτʼ ἄατος ὕβρις ἀπείη.

460ἔνθʼ αὖτʼ Αἰσονίδης μὲν ἀμήχανος εἰν ἑοῖ αὐτῷ

461πορφύρεσκεν ἕκαστα κατηφιόωντι ἐοικώς.

462τὸν δʼ ἄρʼ ὑποφρασθεὶς μεγάλῃ ὀπὶ νείκεσεν Ἴδας·

463Αἰσονίδη, τίνα τήνδε μετὰ φρεσὶ μῆτιν ἑλίσσεις;

464αὔδα ἐνὶ μέσσοισι τεὸν νόον. ἦέ σε δαμνᾷ

465τάρβος ἐπιπλόμενον, τό τʼ ἀνάλκιδας ἄνδρας ἀτύζει;

466ἴστω νῦν δόρυ θοῦρον, ὅτῳ περιώσιον ἄλλων

467κῦδος ἐνὶ πτολέμοισιν ἀείρομαι, οὐδέ μʼ ὀφέλλει

468Ζεὺς τόσον, ὁσσάτιόν περ ἐμὸν δόρυ, μή νύ τι πῆμα

469λοίγιον ἔσσεσθαι, μηδʼ ἀκράαντον ἄεθλον

470Ἴδεω ἑσπομένοιο, καὶ εἰ θεὸς ἀντιόῳτο.

471τοῖόν μʼ Ἀρήνηθεν ἀοσσητῆρα κομίζεις.

472ἦ, καὶ ἐπισχόμενος πλεῖον δέπας ἀμφοτέρῃσιν

473πῖνε χαλίκρητον λαρὸν μέθυ· δεύετο δʼ οἴνῳ

474χείλεα, κυάνεαί τε γενειάδες· οἱ δʼ ὁμάδησαν

475πάντες ὁμῶς, Ἴδμων δὲ καὶ ἀμφαδίην ἀγόρευσεν·

476δαιμόνιε, φρονέεις ὀλοφώια καὶ πάρος αὐτῷ.

477ἦέ τοι εἰς ἄτην ζωρὸν μέθυ θαρσαλέον κῆρ

478οἰδάνει ἐν στήθεσσι, θεοὺς δʼ ἀνέηκεν ἀτίζειν;

479ἄλλοι μῦθοι ἔασι παρήγοροι, οἷσί περ ἀνὴρ

480θαρσύνοι ἕταρον· σὺ δʼ ἀτάσθαλα πάμπαν ἔειπας,

481τοῖα φάτις καὶ τοὺς πρὶν ἐπιφλύειν μακάρεσσιν

482υἷας Ἀλωιάδας, οἷς οὐδʼ ὅσον ἰσοφαρίζεις

483ἠνορέην· ἔμπης δὲ θοοῖς ἐδάμησαν ὀιστοῖς

484ἄμφω Λητοΐδαο, καὶ ἴφθιμοί περ ἐόντες.

485ὧς ἔφατʼ· ἐκ δʼ ἐγέλασσεν ἄδην Ἀφαρήιος Ἴδας

486καί μιν ἐπιλλίζων ἠμείβετο κερτομίοισιν·

487ἄγρει νυν τόδε σῇσι θεοπροπίῃσιν ἐνίσπες,

488εἰ καὶ ἐμοὶ τοιόνδε θεοὶ τελέουσιν ὄλεθρον,

489οἷον Ἀλωιάδῃσι πατὴρ τεὸς ἐγγυάλιξεν.

490φράζεο δʼ ὅππως χεῖρας ἐμὰς σόος ἐξαλέοιο,

491χρειὼ θεσπίζων μεταμώνιον εἴ κεν ἁλῴης.

492Χώετʼ ἐνιπτάζων· προτέρω δέ κε νεῖκος ἐτύχθη,

493εἰ μὴ δηριόωντας ὁμοκλήσαντες ἑταῖροι

494αὐτός τʼ Αἰσονίδης κατερήτυεν· ἂν δὲ καὶ Ὀρφεὺς

495λαιῇ ἀνασχόμενος κίθαριν πείραζεν ἀοιδῆς.

496ἤειδεν δʼ ὡς γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα,

497τὸ πρὶν ἐπʼ ἀλλήλοισι μιῇ συναρηρότα μορφῇ,

498νείκεος ἐξ ὀλοοῖο διέκριθεν ἀμφὶς ἕκαστα·

499ἠδʼ ὡς ἔμπεδον αἰὲν ἐν αἰθέρι τέκμαρ ἔχουσιν

500ἄστρα σεληναίη τε καὶ ἠελίοιο κέλευθοι·

501οὔρεά θʼ ὡς ἀνέτειλε, καὶ ὡς ποταμοὶ κελάδοντες

502αὐτῇσιν νύμφῃσι καὶ ἑρπετὰ πάντʼ ἐγένοντο.

503ἤειδεν δʼ ὡς πρῶτον Ὀφίων Εὐρυνόμη τε

504Ὠκεανὶς νιφόεντος ἔχον κράτος Οὐλύμποιο·

505ὥς τε βίῃ καὶ χερσὶν ὁ μὲν Κρόνῳ εἴκαθε τιμῆς,

506ἡ δὲ Ῥέῃ, ἔπεσον δʼ ἐνὶ κύμασιν Ὠκεανοῖο·

507οἱ δὲ τέως μακάρεσσι θεοῖς Τιτῆσιν ἄνασσον,

508ὄφρα Ζεὺς ἔτι κοῦρος, ἔτι φρεσὶ νήπια εἰδώς,

509Δικταῖον ναίεσκεν ὑπὸ σπέος· οἱ δέ μιν οὔπω

510γηγενέες Κύκλωπες ἐκαρτύναντο κεραυνῷ,

511βροντῇ τε στεροπῇ τε· τὰ γὰρ Διὶ κῦδος ὀπάζει.

512ἦ, καὶ ὁ μὲν φόρμιγγα σὺν ἀμβροσίῃ σχέθεν αὐδῇ.

513τοὶ δʼ ἄμοτον λήξαντος ἔτι προύχοντο κάρηνα

514πάντες ὁμῶς ὀρθοῖσιν ἐπʼ οὔασιν ἠρεμέοντες

515κηληθμῷ· τοῖόν σφιν ἐνέλλιπε θέλκτρον ἀοιδῆς.

516οὐδʼ ἐπὶ δὴν μετέπειτα κερασσάμενοι Διὶ λοιβάς,

517ἣ θέμις, ἑστηῶτες ἐπὶ γλώσσῃσι χέοντο

518αἰθομέναις, ὕπνου δὲ διὰ κνέφας ἐμνώοντο.

519αὐτὰρ ὅτʼ αἰγλήεσσα φαεινοῖς ὄμμασιν Ἠὼς

520Πηλίου αἰπεινὰς ἴδεν ἄκριας, ἐκ δʼ ἀνέμοιο

521εὔδιοι ἐκλύζοντο τινασσομένης ἁλὸς ἄκραι,

522δὴ τότʼ ἀνέγρετο Τῖφυς· ἄφαρ δʼ ὀρόθυνεν ἑταίρους

523βαινέμεναί τʼ ἐπὶ νῆα καὶ ἀρτύνασθαι ἐρετμά.

524σμερδαλέον δὲ λιμὴν Παγασήιος ἠδὲ καὶ αὐτὴ

525Πηλιὰς ἴαχεν Ἀργὼ ἐπισπέρχουσα νέεσθαι.

526ἐν γάρ οἱ δόρυ θεῖον ἐλήλατο, τό ῥʼ ἀνὰ μέσσην

527στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ.

528οἱ δʼ ἀνὰ σέλματα βάντες ἐπισχερὼ ἀλλήλοισιν,

529ὡς ἐδάσαντο πάροιθεν ἐρεσσέμεν ᾧ ἐνὶ χώρῳ,

530εὐκόσμως σφετέροισι παρʼ ἔντεσιν ἑδριόωντο.

531μέσσῳ δʼ Ἀγκαῖος μέγα τε σθένος Ἡρακλῆος

532ἵζανον· ἄγχι δέ οἱ ῥόπαλον θέτο, καί οἱ ἔνερθεν

533ποσσὶν ὑπεκλύσθη νηὸς τρόπις.· εἵλκετο δʼ ἤδη

534πείσματα, καὶ μέθυ λεῖβον ὕπερθʼ ἁλός. αὐτὰρ Ἰήσων

535δακρυόεις γαίης ἀπὸ πατρίδος ὄμματʼ ἔνεικεν.

536οἱ δʼ, ὥστʼ ἠίθεοι Φοίβῳ χορὸν ἢ ἐνὶ Πυθοῖ

537ᾔ που ἐν Ὀρτυγίῃ, ἢ ἐφʼ ὕδασιν Ἰσμηνοῖο

538στησάμενοι, φόρμιγγος ὑπαὶ περὶ βωμὸν ὁμαρτῇ

539ἐμμελέως κραιπνοῖσι πέδον ῥήσσωσι πόδεσσιν·

540ὧς οἱ ὑπʼ Ὀρφῆος κιθάρῃ πέπληγον ἐρετμοῖς

541πόντου λάβρον ὕδωρ, ἐπὶ δὲ ῥόθια κλύζοντο·

542ἀφρῷ δʼ ἔνθα καὶ ἔνθα κελαινὴ κήκιεν ἅλμη

543δεινὸν μορμύρουσα ἐρισθενέων μένει ἀνδρῶν.

544στράπτε δʼ ὑπʼ ἠελίῳ φλογὶ εἴκελα νηὸς ἰούσης

545τεύχεα· μακραὶ δʼ αἰὲν ἐλευκαίνοντο κέλευθοι,

546ἀτραπὸς ὣς χλοεροῖο διειδομένη πεδίοιο.

547πάντες δʼ οὐρανόθεν λεῦσσον θεοὶ ἤματι κείνῳ

548νῆα καὶ ἡμιθέων ἀνδρῶν μένος, οἳ τότʼ ἄριστοι

549πόντον ἐπιπλώεσκον· ἐπʼ ἀκροτάτῃσι δὲ νύμφαι

550Πηλιάδες κορυφῇσιν ἐθάμβεον εἰσορόωσαι

551ἔργον Ἀθηναίης Ἰτωνίδος, ἠδὲ καὶ αὐτοὺς

552ἥρωας χείρεσσιν ἐπικραδάοντας ἐρετμά.

553αὐτὰρ ὅγʼ ἐξ ὑπάτου ὄρεος κίεν ἄγχι θαλάσσης

554χείρων Φιλλυρίδης, πολιῇ δʼ ἐπὶ κύματος ἀγῇ

555τέγγε πόδας, καὶ πολλὰ βαρείῃ χειρὶ κελεύων,

556νόστον ἐπευφήμησεν ἀκηδέα νισσομένοισιν.

557σὺν καί οἱ παράκοιτις ἐπωλένιον φορέουσα

558Πηλεΐδην Ἀχιλῆα, φίλῳ δειδίσκετο πατρί.

559οἱ δʼ ὅτε δὴ λιμένος περιηγέα κάλλιπον ἀκτὴν

560φραδμοσύνῃ μήτι τε δαΐφρονος Ἁγνιάδαο

561Τίφυος, ὅς ῥʼ ἐνὶ χερσὶν ἐύξοα τεχνηέντως

562πηδάλιʼ ἀμφιέπεσκʼ, ὄφρʼ ἔμπεδον ἐξιθύνοι,

563δή ῥα τότε μέγαν ἱστὸν ἐνεστήσαντο μεσόδμῃ,

564δῆσαν δὲ προτόνοισι, τανυσσάμενοι ἑκάτερθεν,

565κὰδ δʼ αὐτοῦ λίνα χεῦαν, ἐπʼ ἠλακάτην ἐρύσαντες.

566ἐν δὲ λιγὺς πέσεν οὖρος· ἐπʼ ἰκριόφιν δὲ κάλωας

567ξεστῇσιν περόνῃσι διακριδὸν ἀμφιβαλόντες

568Τισαίην εὔκηλοι ὑπὲρ δολιχὴν θέον ἄκρην.

569τοῖσι δὲ φορμίζων εὐθήμονι μέλπεν ἀοιδῇ

570Οἰάγροιο πάις νηοσσόον εὐπατέρειαν

571Ἄρτεμιν, ἣ κείνας σκοπιὰς ἁλὸς ἀμφιέπεσκεν

572ῥυομένη καὶ γαῖαν Ἰωλκίδα· τοὶ δὲ βαθείης

573ἰχθύες ἀίσσοντες ὕπερθʼ ἁλός, ἄμμιγα παύροις

574ἄπλετοι, ὑγρὰ κέλευθα διασκαίροντες ἕποντο.

575ὡς δʼ ὁπότʼ ἀγραύλοιο κατʼ ἴχνια σημαντῆρος

576μυρία μῆλʼ ἐφέπονται ἄδην κεκορημένα ποίης

577εἰς αὖλιν, ὁ δέ τʼ εἶσι πάρος σύριγ γι λιγείῃ

578καλὰ μελιζόμενος νόμιον μέλος, ὧς ἄρα τοίγε

579ὡμάρτευν· τὴν δʼ αἰὲν ἐπασσύτερος φέρεν οὖρος.

580αὐτίκα δʼ ἠερίη πολυλήιος αἶα Πελασγῶν

581δύετο, Πηλιάδας δὲ παρεξήμειβον ἐρίπνας

582αἰὲν ἐπιπροθέοντες· ἔδυνε δὲ Σηπιὰς ἄκρη,

583φαίνετο δʼ εἰναλίη Σκίαθος, φαίνοντο δʼ ἄπωθεν

584Πειρεσιαὶ Μάγνησά θʼ ὑπεύδιος ἠπείροιο

585ἀκτὴ καὶ τύμβος Δολοπήιος· ἔνθʼ ἄρα τοίγε

586ἑσπέριοι ἀνέμοιο παλιμπνοίῃσιν ἔκελσαν,

587καί μιν κυδαίνοντες ὑπὸ κνέφας ἔντομα μήλων

588κεῖαν, ὀρινομένης ἁλὸς οἴδματι· διπλόα δʼ ἀκταῖς

589ἤματʼ ἐλινύεσκον· ἀτὰρ τριτάτῳ προέηκαν

590νῆα, τανυσσάμενοι περιώσιον ὑψόθι λαῖφος.

591τὴν δʼ ἀκτὴν Ἀφέτας Ἀργοῦς ἔτι κικλήσκουσιν.

592ἔνθεν δὲ προτέρωσε παρεξέθεον Μελίβοιαν.

593ἀκτήν τʼ αἰγιαλόν τε δυσήνεμον εἰσορόωντες.

594ἠῶθεν δʼ Ὁμόλην αὐτοσχεδὸν εἰσορόωντες

595πόντῳ κεκλιμένην παρεμέτρεον· οὐδʼ ἔτι δηρὸν

596μέλλον ὑπὲκ ποταμοῖο βαλεῖν Ἀμύροιο ῥέεθρα.

597κεῖθεν δʼ Εὐρυμενάς τε πολυκλύστους τε φάραγγας

598Ὄσσης Οὐλύμποιό τʼ ἐσέδρακον· αὐτὰρ ἔπειτα

599κλίτεα Παλλήναια, Καναστραίην ὑπὲρ ἄκρην,

600ἤνυσαν ἐννύχιοι πνοιῇ ἀνέμοιο θέοντες.

601ἦρι δὲ νισσομένοισιν Ἄθω ἀνέτελλε κολώνη

602Θρηικίη, ἣ τόσσον ἀπόπροθι Λῆμνον ἐοῦσαν,

603ὅσσον ἐς ἔνδιόν κεν ἐύστολος ὁλκὰς ἀνύσσαι,

604ἀκροτάτῃ κορυφῇ σκιάει, καὶ ἐσάχρι Μυρίνης.

605τοῖσιν δʼ αὐτῆμαρ μὲν ἄεν καὶ ἐπι κνέφας οὖρος

606πάγχυ μάλʼ ἀκραής, τετάνυστο δὲ λαίφεα νηός.

607αὐτὰρ ἅμʼ ἠελίοιο βολαῖς ἀνέμοιο λιπόντος

608εἰρεσίῃ κραναὴν Σιντηίδα Λῆμνον ἵκοντο.

609ἔνθʼ ἄμυδις πᾶς δῆμος ὑπερβασίῃσι γυναικῶν

610νηλειῶς δέδμητο παροιχομένῳ λυκάβαντι.

611δὴ γὰρ κουριδίας μὲν ἀπηνήναντο γυναῖκας

612ἀνέρες ἐχθήραντες, ἔχον δʼ ἐπὶ ληιάδεσσιν

613τρηχὺν ἔρον, ἃς αὐτοὶ ἀγίνεον ἀντιπέρηθεν

614Θρηικίην δῃοῦντες· ἐπεὶ χόλος αἰνὸς ὄπαζεν

615Κύπιδος, οὕνεκά μιν γεράων ἐπὶ δηρὸν ἄτισσαν.

616ὦ μέλεαι, ζήλοιό τʼ ἐπισμυγερῶς ἀκόρητοι.

617οὐκ οἶον σὺν τῇσιν ἑοὺς ἔρραισαν ἀκοίτας

618ἀμφʼ εὐνῇ, πᾶν δʼ ἄρσεν ὁμοῦ γένος, ὥς κεν ὀπίσσω

619μήτινα λευγαλέοιο φόνου τίσειαν ἀμοιβήν.

620οἴη δʼ ἐκ πασέων γεραροῦ περιφείσατο πατρὸς

621Ὑψιπύλεια Θόαντος, ὃ δὴ κατὰ δῆμον ἄνασσεν·

622λάρνακι δʼ ἐν κοίλῃ μιν ὕπερθʼ ἁλὸς ἧκε φέρεσθαι,

623αἴ κε φύγῃ. καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο

624πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθύστερον αὐδηθεῖσαν

625νῆσον, ἐπακτῆρες, Σικίνου ἄπο, τόν ῥα Θόαντι

626νηιὰς Οἰνοίη νύμφη τέκεν εὐνηθεῖσα.

627τῇσι δὲ βουκόλιαί τε βοῶν χάλκειά τε δύνειν

628τεύχεα, πυροφόρους τε διατμήξασθαι ἀροὔρας

629ῥηίτερον πάσῃσιν Ἀθηναίης πέλεν ἔργων,

630οἷς αἰεὶ τὸ πάροιθεν ὁμίλεον. ἀλλὰ γὰρ ἔμπης

631ἦ θαμὰ δὴ πάπταινον ἐπὶ πλατὺν ὄμμασι πόντον

632δείματι λευγαλέῳ, ὁπότε Θρήικες ἴασιν.

633τῶ καὶ ὅτʼ ἐγγύθι νήσου ἐρεσσομένην ἴδον Ἀργώ,

634αὐτίκα πασσυδίῃ πυλέων ἔκτοσθε Μυρίνης

635δήια τεύχεα δῦσαι ἐς αἰγιαλὸν προχέοντο,

636Θυιάσιν ὠμοβόροις ἴκελαι· φὰν γάρ που ἱκάνειν

637Θρήικας· ἡ δʼ ἅμα τῇσι Θοαντιὰς Ὑψιπύλεια

638δῦνʼ ἐνὶ τεύχεσι πατρός. ἀμηχανίῃ δʼ ἐχέοντο

639ἄφθογγοι· τοῖόν σφιν ἐπὶ δέος ᾐωρεῖτο.

640τείως δʼ αὖτʼ ἐκ νηὸς ἀριστῆες προέηκαν

641Αἰθαλίδην κήρυκα θοόν, τῷπέρ τε μέλεσθαι

642ἀγγελίας καὶ σκῆπτρον ἐπέτρεπον Ἑρμείαο,

643σφωιτέροιο τοκῆος, ὅ οἱ μνῆστιν πόρε πάντων

644ἄφθιτον· οὐδʼ ἔτι νῦν περ ἀποιχομένου Ἀχέροντος

645δίνας ἀπροφάτους ψυχὴν ἐπιδέδρομε λήθη·

646ἀλλʼ ἥγʼ ἔμπεδον αἰὲν ἀμειβομένη μεμόρηται,

647ἄλλοθʼ ὑποχθονίοις ἐναρίθμιος, ἄλλοτʼ ἐς αὐγὰς

648ἠελίου ζωοῖσι μετʼ ἀνδράσιν. ἀλλὰ τί μύθους

649Αἰθαλίδεω χρειώ με διηνεκέως ἀγορεύειν;

650ὅς ῥα τόθʼ Ὑψιπύλην μειλίξατο δέχθαι ἰόντας

651ἤματος ἀνομένοιο διὰ κνέφας· οὐδὲ μὲν ἠοῖ

652πείσματα νηὸς ἔλυσαν ἐπὶ πνοιῇ βορέαο.

653Λημνιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἷζον ἰοῦσαι

654εἰς ἀγορήν· αὐτὴ γὰρ ἐπέφραδεν Ὑψιπύλεια.

655καί ῥʼ ὅτε δὴ μάλα πᾶσαι ὁμιλαδὸν ἠγερέθοντο,

656αὐτίκʼ ἄρʼ ἥγʼ ἐνὶ τῇσιν ἐποτρύνουσʼ ἀγόρευεν·

657Ὦφιλαι, εἰ δʼ ἄγε δὴ μενοεικέα δῶρα πόρωμεν

658ἀνδράσιν, οἷά τʼ ἔοικεν ἄγειν ἐπὶ νηὸς ἔχοντας,

659ἤια, καὶ μέθυ λαρόν, ἵνʼ ἔμπεδον ἔκτοθι πύργων

660μίμνοιεν, μηδʼ ἄμμε κατὰ χρειὼ μεθέποντες

661ἀτρεκέως γνώωσι, κακὴ δʼ ἐπὶ πολλὸν ἵκηται

662βάξις· ἐπεὶ μέγα ἔργον ἐρέξαμεν, οὐδέ τι πάμπαν

663θυμηδὲς καὶ τοῖσι τόγʼ ἔσσεται, εἴ κε δαεῖεν.

664ἡμετέρη μὲν νῦν τοίη παρενήνοθε μῆτις·

665ὑμέων δʼ εἴ τις ἄρειον ἔπος μητίσεται ἄλλη,

666ἐγρέσθω· τοῦ γάρ τε καὶ εἵνεκα δεῦρʼ ἐκάλεσσα.

667ὧς ἄρʼ ἔφη, καὶ θῶκον ἐφίζανε πατρὸς ἑοῖο

668λάινον· αὐτὰρ ἔπειτα φίλη τροφὸς ὦρτο Πολυξώ,

669γήραϊ δὴ ῥικνοῖσιν ἐπισκάζουσα πόδεσσιν,

670βάκτρῳ ἐρειδομένη, περὶ δὲ μενέαινʼ ἀγορεῦσαι.

671τῇ καὶ παρθενικαὶ πίσυρες σχεδὸν ἑδριόωντο

672ἀδμῆτες λευκῇσιν ἐπιχνοαούσῃ ἐθείραις.

673στῆ δʼ ἄρʼ ἐνὶ μέσσῃ ἀγορῇ, ἀνὰ δʼ ἔσχεθε δειρὴν

674ἦκα μόλις κυφοῖο μεταφρένου, ὧδέ τʼ ἔειπεν·

675δῶρα μέν, ὡς αὐτῇ περ ἐφανδάνει Ὑψιπυλείῃ,

676πέμπωμεν ξείνοισιν, ἐπεὶ καὶ ἄρειον ὀπάσσαι.

677ὔμμι γε μὴν τίς μῆτις ἐπαύρεσθαι βιότοιο,

678αἴ κεν ἐπιβρίσῃ Θρήιξ στρατός, ἠέ τις ἄλλος

679δυσμενέων, ἅ τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται;

680ὡς καὶ νῦν ὅδʼ ὅμιλος ἀνωίστως ἐφικάνει.

681εἰ δὲ τὸ μὲν μακάρων τις ἀποτρέποι, ἄλλα δʼ ὀπίσσω

682μυρία δηιοτῆτος ὑπέρτερα πήματα μίμνει,

683εὖτʼ ἂν δὴ γεραραὶ μὲν ἀποφθινύθωσι γυναῖκες,

684κουρότεραι δʼ ἄγονοι στυγερὸν ποτὶ γῆρας ἵκησθε.

685πῶς τῆμος βώσεσθε δυσάμμοροι; ἦε βαθείαις

686αὐτόματοι βόες ὔμμιν ἐνιζευχθέντες ἀρούραις

687γειοτόμον νειοῖο διειρύσσουσιν ἄροτρον,

688καὶ πρόκα τελλομένου ἔτεος στάχυν ἀμήσονται;

689ἦ μὲν ἐγών, εἰ καί με τὰ νῦν ἔτι πεφρίκασιν

690κῆρες, ἐπερχόμενόν που ὀίομαι εἰς ἔτος ἤδη

691γαῖαν ἐφέσσεσθαι, κτερέων ἀπὸ μοῖραν ἑλοῦσαν

692αὔτως, ἣ θέμις ἐστί, πάρος κακότητα πελάσσαι.

693ὁπλοτέρῃσι δὲ πάγχυ τάδε φράζεσθαι ἄνωγα.

694νῦν γὰρ δὴ παρὰ ποσσὶν ἐπήβολός ἐστʼ ἀλεωρή,

695εἴ κεν ἐπιτρέψητε δόμους καὶ ληίδα πᾶσαν

696ὑμετέρην ξείνοισι καὶ ἀγλαὸν ἄστυ μέλεσθαι.

697ὧς ἔφατʼ· ἐν δʼ ἀγορὴ πλῆτο θρόου. εὔαδε γάρ σφιν

698μῦθος. ἀτὰρ μετὰ τήνγε παρασχεδὸν αὖτις ἀνῶρτο

699Ὑψιπύλη, καὶ τοῖον ὑποβλήδην ἔπος ηὔδα·

700εἰ μὲν δὴ πάσῃσιν ἐφανδάνει ἥδε μενοινή,

701ἤδη κεν μετὰ νῆα καὶ ἄγγελον ὀτρύναιμι.

702ἦ ῥα, καὶ Ἰφινόην μετεφώνεεν ἆσσον ἐοῦσαν·

703ὄρσο μοι, Ἰφινόη, τοῦδʼ ἀνέρος ἀντιόωσα,

704ἡμέτερόνδε μολεῖν, ὅστις στόλου ἡγεμονεύει,

705ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπω·

706καὶ δʼ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κʼ ἐθέλωσιν,

707κέκλεο θαρσαλέως ἐπιβαινέμεν εὐμενέοντας.

708ἦ, καὶ ἔλυσʼ ἀγορήν, μετὰ δʼ εἰς ἑὸν ὦρτο νέεσθαι.

709ὧς δὲ καὶ Ἰφινόη Μινύας ἵκεθʼ· οἱ δʼ ἐρέεινον,

710χρεῖος ὅ τι φρονέουσα μετήλυθεν. ὦκα δὲ τούσγε

711πασσυδίῃ μύθοισι προσέννεπεν ἐξερέοντας·

712κούρη τοί μʼ ἐφέηκε Θοαντιὰς ἐνθάδʼ ἰοῦσαν,

713Ὑψιπύλη, καλέειν νηὸς πρόμον, ὅστις ὄρωρεν,

714ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπῃ·

715καὶ δʼ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κʼ ἐθέλητε,

716κέκλεται αὐτίκα νῦν ἐπιβαινέμεν εὐμενέοντας.

717ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἐναίσιμος ἥνδανε μῦθος.

718Υψιπύλην δʼ εἴσαντο καταφθιμένοιο Θόαντος

719τηλυγέτην γεγαυῖαν ἀνασσέμεν· ὦκα δὲ τόνγε

720πέμπον ἴμεν, καὶ δʼ αὐτοὶ ἐπεντύνοντο νέεσθαι.

721αὐτὰρ ὅγʼ ἀμφʼ ὤμοισι θεᾶς Τριτωνίδος ἔργον,

722δίπλακα πορφυρέην περονήσατο, τήν οἱ ὄπασσεν

723Παλλάς, ὅτε πρῶτον δρυόχους ἐπεβάλλετο νηὸς

724Ἀργοῦς, καὶ κανόνεσσι δάε ζυγὰ μετρήσασθαι.

725τῆς μὲν ῥηίτερόν κεν ἐς ἠέλιον ἀνιόντα

726ὄσσε βάλοις, ἢ κεῖνο μεταβλέψειας ἔρευθος.

727δὴ γάρ τοι μέσση μὲν ἐρευθήεσσʼ ἐτέτυκτο,

728ἄκρα δὲ πορφυρέη πάντῃ πέλεν· ἐν δʼ ἄρʼ ἑκάστῳ

729τέρματι δαίδαλα πολλὰ διακριδὸν εὖ ἐπέπαστο.

730ἐν μὲν ἔσαν Κύκλωπες ἐπʼ ἀφθίτῳ ἥμενοι ἔργῳ,

731Ζηνὶ κεραυνὸν ἄνακτι πονεύμενοι· ὃς τόσον ἤδη

732παμφαίνων ἐτέτυκτο, μιῆς δʼ ἔτι δεύετο μοῦνον

733ἀκτῖνος, τὴν οἵδε σιδηρείῃς ἐλάασκον

734σφύρῃσιν, μαλεροῖο πυρὸς ζείουσαν ἀυτμήν.

735ἐν δʼ ἔσαν Ἀντιόπης Ἀσωπίδος υἱέε δοιώ,

736Ἀμφίων καὶ Ζῆθος· ἀπύργωτος δʼ ἔτι Θήβη

737κεῖτο πέλας, τῆς οἵγε νέον βάλλοντο δομαίους

738ἱέμενοι. Ζῆθος μὲν ἐπωμαδὸν ἠέρταζεν

739οὔρεος ἠλιβάτοιο κάρη, μογέοντι ἐοικώς·

740Ἀμφίων δʼ ἐπί οἱ χρυσέῃ φόρμιγγι λιγαίνων

741ἤιε, δὶς τόσση δὲ μετʼ ἴχνια νίσσετο πέτρη

742ἑξείης δʼ ἤσκητο βαθυπλόκαμος Κυθέρεια

743Ἄρεος ὀχμάζουσα θοὸν σάκος· ἐκ δέ οἱ ὤμου

744πῆχυν ἔπι σκαιὸν ξυνοχὴ κεχάλαστο χιτῶνος

745νέρθεν ὑπὲκ μαζοῖο· τὸ δʼ ἀντίον ἀτρεκὲς αὔτως

746χαλκείῃ δείκηλον ἐν ἀσπίδι φαίνετʼ ἰδέσθαι.

747ἐν δὲ βοῶν ἔσκεν λάσιος νομός· ἀμφὶ δὲ βουσὶν

748Τηλεβόαι μάρναντο καὶ υἱέες Ἠλεκτρύωνος·

749οἱ μὲν ἀμυνόμενοι, ἀτὰρ οἵγʼ ἐθέλοντες ἀμέρσαι,

750ληισταὶ Τάφιοι· τῶν δʼ αἵματι δεύετο λειμὼν

751ἑρσήεις, πολέες δʼ ὀλίγους βιόωντο νομῆας.

752ἐν δὲ δύω δίφροι πεπονήατο δηριόωντες.

753καὶ τὸν μὲν προπάροιθε Πέλοψ ἴθυνε, τινάσσων

754ἡνία, σὺν δέ οἱ ἔσκε παραιβάτις Ἱπποδάμεια·

755τὸν δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλασεν ἵππους,

756σὺν τῷ δʼ Οἰνόμαος προτενὲς δόρυ χειρὶ μεμαρπὼς

757ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο

758πῖπτεν, ἐπεσσύμενος Πελοπήια νῶτα δαΐξαι.

759ἐν καὶ Ἀπόλλων Φοῖβος ὀιστεύων ἐτέτυκτο,

760βούπαις οὔπω πολλός, ἑὴν ἐρύοντα καλύπτρης

761μητέρα θαρσαλέως Τιτυὸν μέγαν, ὅν ῥʼ ἔτεκέν γε

762δῖʼ Ἐλάρη, θρέψεν δὲ καὶ ἂψ ἐλοχεύσατο Γαῖα.

763ἐν καὶ Φρίξος ἔην Μινυήιος ὡς ἐτεόν περ

764εἰσαΐων κριοῦ, ὁ δʼ ἄρʼ ἐξενέποντι ἐοικώς.

765κείνους κʼ εἰσορόων ἀκέοις, ψεύδοιό τε θυμόν,

766ἐλπόμενος πυκινήν τινʼ ἀπὸ σφείων ἐσακοῦσαι

767βάξιν, ὃ καὶ δηρόν περ ἐπʼ ἐλπίδι θηήσαιο.

768τοῖʼ ἄρα δῶρα θεᾶς Τριτωνίδος ἦεν Ἀθήνης.

769δεξιτερῇ δʼ ἕλεν ἔγχος ἑκηβόλον, ὅ ῥʼ Ἀταλάντη

770Μαινάλῳ ἔν ποτέ οἱ ξεινήιον ἐγγυάλιξεν,

771πρόφρων ἀντομένη· περὶ γὰρ μενέαινεν ἕπεσθαι

772τὴν ὁδόν· ἀλλὰ γὰρ αὐτὸς ἑκὼν ἀπερήτυε κούρην,

773δεῖσεν δʼ ἀργαλέας ἔριδας φιλότητος ἕκητι.

774βῆ δʼ ἴμεναι προτὶ ἄστυ, φαεινῷ ἀστέρι ἶσος,

775ὅν ῥά τε νηγατέῃσιν ἐεργόμεναι καλύβῃσιν

776νύμφαι θηήσαντο δόμων ὕπερ ἀντέλλοντα,

777καί σφισι κυανέοιο διʼ ἠέρος ὄμματα θέλγει

778καλὸν ἐρευθόμενος, γάνυται δέ τε ἠιθέοιο

779παρθένος ἱμείρουσα μετʼ ἀλλοδαποῖσιν ἐόντος

780ἀνδράσιν, ᾧ καί μιν μνηστὴν κομέουσι τοκῆες·

781τῷ ἴκελος πρὸ πόληος ἀνὰ στίβον ἤιεν ἥρως.

782καί ῥʼ ὅτε δὴ πυλέων τε καὶ ἄστεος ἐντὸς ἔβησαν,

783δημότεραι μὲν ὄπισθεν ἐπεκλονέοντο γυναῖκες,

784γηθόσυναι ξείνῳ· ὁ δʼ ἐπὶ χθονὸς ὄμματʼ ἐρείσας

785νίσσετʼ ἀπηλεγέως, ὄφρʼ ἀγλαὰ δώμαθʼ ἵκανεν

786Ὑψιπύλης· ἄνεσαν δὲ πύλας προφανέντι θεράπναι

787δικλίδας, εὐτύκτοισιν ἀρηρεμένας σανίδεσσιν.

788ἔνθα μιν Ἰφινόη κλισμῷ ἔνι παμφανόωντι

789ἐσσυμένως καλῆς διὰ παστάδος εἷσεν ἄγουσα

790ἀντία δεσποίνης· ἡ δʼ ἐγκλιδὸν ὄσσε βαλοῦσα

791παρθενικὰς ἐρύθηνε παρηίδας· ἔμπα δὲ τόνγε

792αἰδομένη μύθοισι προσέννεπεν αἱμυλίοισιν·

793ξεῖνε, τίη μίμνοντες ἐπὶ χρόνον ἔκτοθι πύργων

794ἧσθʼ αὔτως; ἐπεὶ οὐ μὲν ὑπʼ ἀνδράσι ναίεται ἄστυ,

795ἀλλὰ Θρηικίης ἐπινάστιοι ἠπείροιο

796πυροφόρους ἀρόωσι γύας. κακότητα δὲ πᾶσαν

797ἐξερέω νημερτές, ἵνʼ εὖ γνοίητε καὶ αὐτοί.

798εὖτε Θόας ἀστοῖσι πατὴρ ἐμὸς ἐμβασίλευεν,

799τηνίκα Θρηικίην, οἵ τʼ ἀντία ναιετάουσιν,

800δήμου ἀπορνύμενοι λαοὶ πέρθεσκον ἐπαύλους

801ἐκ νηῶν, αὐτῇσι δʼ ἀπείρονα ληίδα κούραις

802δεῦρʼ ἄγον· οὐλομένης δὲ θεᾶς πορσύνετο μῆτις

803Κύπριδος, ἥ τέ σφιν…

804δὴ γὰρ…

805ᾗ…

The complete text is available when the reading interface loads.