Epigrammata
- Authority group
- Diogenes Laertius (catalogue association; authorship remains anonymous)
- Edition reference
- Epigrammata (App. Anth.), AG: 7.57, 85, 87–88, 91–92, 95–98, 101–102, 104–116, 118, 121–124, 126–127, 129–130, 133, 620, 706, 744.
- CTS identifier
urn:cts:greekLit:tlg0004.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
7
115
Ἀλλ' ἔθανες φθισικός, τάχ' ἐρεῖ τις ἴσως. —„Τί δὲ τοῦτο;
πάντως εἰς ἀίδην δεῖ τιν' ὁδηγὸν ἔχειν.“
116
{〈ΤΟΥ ΑΥΤΟΥ〉}
Διόγενες, ἄγε λέγε, τίς ἔλαβέ σε μόρος
ἐς Ἄϊδος; —”Ἔλαβέ με κυνὸς ἄγριον ὀδάξ.”
118
{〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉}
Τὸν Κιτιέα Ζήνωνα θανεῖν λόγος, ὡς ὑπὸ γήρως
πολλὰ καμὼν ἐλύθη μένων ἄσιτος·
〈οἱ δ', ὅτι προσκόψας ποτ' ἔφη χερὶ γῆν ἀλοήσας·
„Ἔρχομαι αὐτόματος. τί δὴ καλεῖς με;“〉
121
{〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉}
Οὐ μόνος ἐμψύχων ἄπεχες χέρας, ἀλλὰ καὶ ἡμεῖς.
τίς γάρ, ὃς ἐμψύχων ἥψατο, Πυθαγόρη;
ἀλλ' ὅταν ἑψηθῇ τι καὶ ὀπτηθῇ καὶ ἁλισθῇ,
δὴ τότε καὶ ψυχὴν μὴ ἔχον ἐσθίομεν.
122
{〈ΤΟΥ ΑΥΤΟΥ〉}
Αἰαῖ, Πυθαγόρης τί τόσον κυάμους ἐσεβάσθη
καὶ θάνε φοιτηταῖς ἄμμιγα τοῖς ἰδίοις;
χωρίον ἦν κυάμων· ἵνα μὴ τούτους δὲ πατήσῃ,
ἐξ Ἀκραγαντίνων κάτθαν' ἐνὶ τριόδῳ.
123
{〈ΤΟΥ ΑΥΤΟΥ〉}
Καὶ σύ ποτ', Ἐμπεδόκλεις, διερῇ φλογὶ σῶμα καθήρας
πῦρ ἀπὸ κρητήρων ἔκπιες ἀθάνατον·
οὐκ ἐρέω δ', ὅτι σαυτὸν ἑκὼν βάλες ἐς ῥόον Αἴτνης,
ἀλλὰ λαθεῖν ἐθέλων ἔμπεσες οὐκ ἐθέλων.
124
{〈ΤΟΥ ΑΥΤΟΥ〉}
Ναὶ μὴν Ἐμπεδοκλῆα θανεῖν λόγος, ὥς ποτ' ἀμάξης
ἔκπεσε καὶ μηρὸν κλάσσατο δεξιτερόν.
εἰ δὲ πυρὸς κρητῆρας ἐσήλατο καὶ πίε τὸ ζῆν,
πῶς ἂν ἔτ' ἐν Μεγάροις δείκνυτο τοῦδε τάφος;
126
{〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉}
Τὴν ὑπόνοιαν πᾶσι μάλιστα λέγω θεραπεύειν·
εἰ γὰρ καὶ μὴ δρᾷς, ἀλλὰ δοκεῖς, ἀτυχεῖς.
οὕτω καὶ Φιλόλαον ἀνεῖλε Κρότων ποτὲ πάτρη,
ὥς μιν ἔδοξε θέλειν δῶμα τύραννον ἔχειν.
127
{〈ΤΟΥ ΑΥΤΟΥ〉}
Πολλάκις Ἡράκλειτον ἐθαύμασα, πῶς ποτε τὸ ζῆν
ὧδε διαντλήσας δύσμορος εἶτ' ἔθανεν·
σῶμα γὰρ ἀρδεύουσα κακὴ νόσος ὕδατι φέγγος
ἔσβεσεν ἐκ βλεφάρων καὶ σκότον ἠγάγετο.
129
{〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉}
Ἤθελες, ὦ Ζήνων, (καλὸν ἤθελες) ἄνδρα τύραννον
κτείνας ἐκλῦσαι δουλοσύνης Ἐλέαν.
ἀλλ' ἐδάμης· δὴ γάρ σε λαβὼν ὁ τύραννος ἐν ὅλμῳ
κόψε. τί τοῦτο λέγω; σῶμα γάρ, οὐχὶ δὲ σέ.
130
{〈ΤΟΥ ΑΥΤΟΥ〉}
Καὶ σέο, Πρωταγόρη, φάτιν ἔκλυον, ὡς ἄρ' Ἀθηνῶν
ἔκ ποτ' ἰὼν καθ' ὁδὸν πρέσβυς ἐὼν ἔθανες·
εἵλετο γάρ σε φυγεῖν Κέκροπος πόλις· ἀλλὰ σὺ μέν που
Παλλάδος ἄστυ φύγες, Πλουτέα δ' οὐκ ἔφυγες.
133
{〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉}
Πτίσσετε, Νικοκρέων, ἔτι καὶ μάλα, θύλακός ἐστι·
πτίσσετ', Ἀνάξαρχος δ' ἐν Διός ἐστι πάλαι·
καὶ σὲ διαστείλασα γνάφοις ὀλίγον τάδε λέξει
ῥήματα Φερσεφόνη· ”Ἔρρε, μυλωθρὲ κακέ.”
620
{ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ}
Μήποτε λυπήσῃ σε τὸ μή σε τυχεῖν τινος, ἀλλὰ
τέρπεο πᾶσιν ὁμῶς, οἷσι δίδωσι θεός·
καὶ γὰρ ἀθυμήσας ὁ σοφὸς Περίανδρος ἀπέσβη,
οὕνεκεν οὐκ ἔτυχεν πρήξιος, ἧς ἔθελεν.
706
{ΔΙΟΓΕΝΟΥΣ}
Ἰλιγγίασε Βάκχον ἐκπιὼν χανδὸν
Χρύσιππος, οὐδ' ἐφείσατο
οὐ τῆς στοᾶς, οὐχ ἧς πάτρας, οὐ τῆς ψυχῆς,
ἀλλ' ἦλθε δῶμ' ἐς Ἀίδεω.
744
{〈ΔΙΟΓΕΝΟΥΣ〉}
Ἐν Μέμφει λόγος ἐστὶ προμαθεῖν τὴν ἰδίην
Εὔδοξόν ποτε μοῖραν παρὰ τοῦ καλλίκερω
ταύρου· κοὐδὲν ἔλεξεν. βοῒ γὰρ πόθεν λόγος;
φύσις οὐκ ἔδωκε μόσχῳ λάλον Ἄπιδι στόμα.
παρὰ δ' αὐτὸν λέχριος στὰς ἐλιχμήσατο στολὴν
προφανῶς τοῦτο διδάσκων· „Ἀποδύσῃ βιοτὴν
ὅσον οὔπω.“ διὸ καί οἱ ταχέως ἦλθε μόρος
δεκάκις πέντε τε καὶ τρεῖς ἐσιδόντι Πλειάδας.