The Greek Library Author

Theocritus

Εἰδύλλια

Author namesThéocrite · Theocrite · Theocritus · Theokritos · Θεοκριτος

Scientific editors
Roger James Cholmeley
Edition reference
The Idylls of Theocritus · London · George Bell and Sons, Ltd. · 1901-1919
CTS identifier
urn:cts:greekLit:tlg0005.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Θύρσις ἢ ᾠδή

Θύρσις

1Ἁδύ τι τὸ ψιθύρισμα καὶ ἁ πίτυς αἰπόλε τήνα,

2ἃ ποτὶ ταῖς παγαῖσι μελίσδεται, ἁδὺ δὲ καὶ τὺ

3συρίσδες· μετὰ Πᾶνα τὸ δεύτερον ἆθλον ἀποισῇ.

4αἴκα τῆνος ἕλῃ κεραὸν τράγον, αἶγα τὺ λαψῇ.

5αἴκα δʼ αἶγα λάβῃ τῆνος γέρας, ἐς τὲ καταρρεῖ

6ἁ χίμαρος· χιμάρῳ δὲ καλὸν κρέας, ἕστέ κʼ ἀμέλξῃς.

Αἴπολος

7Ἅδιον ὦ ποιμὴν τὸ τεὸν μέλος ἢ τὸ καταχὲς

8τῆνʼ ἀπὸ τᾶς πέτρας καταλείβεται ὑψόθεν ὕδωρ.

9αἴκα ταὶ Μοῖσαι τὰν οἰίδα δῶρον ἄγωνται,

10ἄρνα τὺ σακίταν λαψῇ γέρας· αἰ δέ κʼ ἀρέσκῃ

11τήναις ἄρνα λαβεῖν, τὺ δὲ τὰν ὄιν ὕστερον ἀξῇ.

Θύρσις

12λῇς ποτὶ τᾶν Νυμφᾶν, λῇς αἰπόλε τεῖδε καθίξας,

13ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι,

14συρίσδεν; τὰς δʼ αἶγας ἐγὼν ἐν τῷδε νομευσῶ.

Αἴπολος

15οὐ θέμις ὦ ποιμὴν τὸ μεσαμβρινόν, οὐ θέμις ἄμμιν

16συρίσδεν. τὸν Πᾶνα δεδοίκαμες· ἦ γὰρ ἀπʼ ἄγρας

17τανίκα κεκμακὼς ἀμπαύεται· ἔστι δὲ πικρός,

18καί οἱ ἀεὶ δριμεῖα χολὰ ποτὶ ῥινὶ κάθηται.

19ἀλλὰ τὺ γὰρ δὴ Θύρσι τὰ Δάφνιδος ἄλγεʼ ἀείδες

20καὶ τᾶς βουκολικᾶς ἐπὶ τὸ πλέον ἵκεο μοίσας,

21δεῦρʼ ὑπὸ τὰν πτελέαν ἑσδώμεθα, τῶ τε Πριήπω

22καὶ τᾶν Κραναιᾶν κατεναντίον, ᾇπερ ὁ θῶκος

23τῆνος ὁ ποιμενικὸς καὶ ταὶ δρύες. αἰ δέ κʼ ἀείσῃς

24ὡς ὅκα τὸν Λιβύαθε ποτὶ Χρόμιν ᾆσας ἐρίσδων,

25αἶγα δέ τοι δωσῶ διδυματόκον ἐς τρὶς ἀμέλξαι,

26ἃ δύʼ ἔχοισʼ ἐρίφως ποταμέλγεται ἐς δύο πέλλας,

27καὶ βαθὺ κισσύβιον κεκλυσμένον ἁδέι κηρῷ,

28ἀμφῶες, νεοτευχές, ἔτι γλυφάνοιο ποτόσδον.

29τῶ περὶ μὲν χείλη μαρύεται ὑψόθι κισσός,

30κισσὸς ἑλιχρύσῳ κεκονιμένος· ἁ δὲ κατʼ αὐτὸν

31καρπῷ ἕλιξ εἱλεῖται ἀγαλλομένα κροκόεντι.

32ἔντοσθεν δὲ γυνά, τί θεῶν δαίδαλμα τέτυκται,

33ἀσκητὰ πέπλῳ τε καὶ ἄμπυκι. πὰρ δέ οἱ ἄνδρες

34καλὸν ἐθειράζοντες ἀμοιβαδὶς ἄλλοθεν ἄλλος

35νεικείουσʼ ἐπέεσσι. τὰ δʼ οὐ φρενὸς ἅπτεται αὐτᾶς·

36ἀλλʼ ὁκὰ μὲν τῆνον ποτιδέρκεται ἄνδρα γελᾶσα,

37ἄλλοκα δʼ αὖ ποτὶ τὸν ῥιπτεῖ νόον. οἱ δʼ ὑπʼ ἔρωτος

38δηθὰ κυλοιδιόωντες ἐτώσια μοχθίζοντι.

39τοῖς δὲ μετὰ γριπεύς τε γέρων πέτρα τε τέτυκται

40λεπράς, ἐφʼ ᾇ σπεύδων μέγα δίκτυον ἐς βόλον ἕλκει

41ὁ πρέσβυς, κάμνοντι τὸ καρτερὸν ἀνδρὶ ἐοικώς.

42φαίης κεν γυίων νιν ὅσον σθένος ἐλλοπιεύειν·

43ὧδέ οἱ ᾠδήκαντι κατʼ αὐχένα πάντοθεν ἶνες

44καὶ πολιῷ περ ἐόντι, τὸ δὲ σθένος ἄξιον ἅβας.

45τυτθὸν δʼ ὅσσον ἄπωθεν ἁλιτρύτοιο γέροντος

46πυρναίαις σταφυλαῖσι καλὸν βέβριθεν ἀλωά,

47τὰν ὀλίγος τις κῶρος ἐφʼ αἱμασιαῖσι φυλάσσει

48ἥμενος· ἀμφὶ δέ νιν δύʼ ἀλώπεκες ἁ μὲν ἀνʼ ὄρχως

49φοιτῇ σινομένα τὰν τρώξιμον, ἁ δʼ ἐπὶ πήρᾳ

50πάντα δόλον κεύθοισα τὸ παιδίον οὐ πρὶν ἀνησεῖν

51φατὶ πρὶν ἢ ἀκράτιστον ἐπὶ ξηροῖσι καθίξῃ.

52αὐτὰρ ὅγʼ ἀνθερίκοισι καλὰν πλέκει ἀκριδοθήραν

53σχοίνῳ ἐφαρμόσδων· μέλεται δέ οἱ οὔτέ τι πήρας

54οὔτε φυτῶν τοσσῆνον, ὅσον περὶ πλέγματι γαθεῖ.

55παντᾷ δʼ ἀμφὶ δέπας περιπέπταται ὑγρὸς ἄκανθος·

56αἰολικόν τι θέαμα, τέρας κέ τυ θυμὸν ἀτύξαι.

57τῶ μὲν ἐγὼ πορθμεῖ Καλυδωνίῳ αἶγά τʼ ἔδωκα

58ὦνον καὶ τυρόεντα μέγαν λευκοῖο γάλακτος·

59οὐδέ τί πω ποτὶ χεῖλος ἐμὸν θίγεν, ἀλλʼ ἔτι κεῖται

60ἄχραντον. τῷ καί τυ μάλα πρόφρων ἀρεσαίμαν,

61αἴκά μοι τὺ φίλος τὸν ἐφίμερον ὕμνον ἀείσῃς.

62κοὔτί τυ κερτομέω. πόταγʼ ὦγαθέ· τὰν γὰρ ἀοιδὰν

63οὔτί πᾳ εἰς Ἀίδαν γε τὸν ἐκλελάθοντα φυλαξεῖς.

Θύρσις

64Ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.

65Θύρσις ὅδʼ ὡξ Αἴτνας, καὶ Θύρσιδος ἁδέα φωνά.

66πᾷ ποκʼ ἄρʼ ἦσθʼ, ὅκα Δάφνις ἐτάκετο, πᾷ ποκα Νύμφαι;

67ἢ κατὰ Πηνειῶ καλὰ τέμπεα; ἢ κατὰ Πίνδω;

68οὐ γὰρ δὴ ποταμοῖο μέγαν ῥόον εἴχετʼ Ἀνάπω,

69οὐδʼ Αἴτνας σκοπιάν, οὐδʼ Ἄκιδος ἱερὸν ὕδωρ.

70ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.

71τῆνον μὰν θῶες, τῆνον λύκοι ὠρύσαντο,

72τῆνον χὡκ δρυμοῖο λέων ἔκλαυσε θανόντα.

73ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.

74πολλαί οἱ πὰρ ποσσὶ βόες, πολλοὶ δέ τε ταῦροι,

75πολλαὶ δʼ αὖ δαμάλαι καὶ πόρτιες ὠδύραντο.

76ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.

77ἦνθʼ Ἑρμῆς πράτιστος ἀπʼ ὤρεος, εἶπε δέ· Δάφνι,

78τίς τυ κατατρύχει; τίνος ὦγαθὲ τόσσον ἐρᾶσαι;

79ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.

80ἦνθον τοὶ βοῦται, τοὶ ποιμένες, ᾡπόλοι ἦνθον·

81πάντες ἀνηρώτευν, τί πάθοι κακόν. ἦνθʼ ὁ Πρίηπος

82κἤφα· Δάφνι τάλαν, τί τὺ τάκεαι, ἁ δέ τε κώρα

83πάσας ἀνὰ κράνας, πάντʼ ἄλσεα ποσσὶ φορεῖται—

84ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς—

85ζάτεισʼ; ἆ δύσερώς τις ἄγαν καὶ ἀμήχανος ἐσσί.

86βούτας μὰν ἐλέγευ, νῦν δʼ αἰπόλῳ ἀνδρὶ ἔοικας.

87ᾡπόλος ὅκκʼ ἐσορῇ τὰς μηκάδας οἷα βατεῦνται,

88τάκεται ὀφθαλμώς, ὅτι οὐ τράγος αὐτὸς ἔγεντο.

89ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.

90καὶ τὺ δʼ ἐπεί κʼ ἐσορῇς τὰς παρθένος οἶα γελᾶντι,

91τάκεαι ὀφθαλμώς, ὅτι οὐ μετὰ ταῖσι χορεύεις.

92τὼς δʼ οὐδὲν ποτελέξαθʼ ὁ βουκόλος, ἀλλὰ τὸν αὐτῶ

93ἄνυε πικρὸν ἔρωτα, καὶ ἐς τέλος ἄνυε μοίρας·

94ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.

95ἦνθέ γε μὰν ἁδεῖα καὶ ἁ Κύπρις γελάοισα,

96λάθρια μὲν γελάοισα, βαρὺν δʼ ἀνὰ θυμὸν ἔχοισα,

97κεἶπε· τύ θην τὸν Ἔρωτα κατεύχεο Δάφνι λυγιξεῖν·

98ἦ ῥʼ οὐκ αὐτὸς Ἔρωτος ὑπʼ ἀργαλέω ἐλυγίχθης;

99ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.

100τὰν δʼ ἄρα χὡ Δάφνις ποταμείβετο· Κύπρι βαρεῖα,

101Κύπρι νεμεσσατά, Κύπρι θνατοῖσιν ἀπεχθής·

102ἤδη γὰρ φράσδῃ πάνθʼ ἅλιον ἄμμι δεδύκειν·

103Δάφνις κἠν Ἀίδα κακὸν ἔσσεται ἄλγος Ἔρωτι.

104ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.

105ὧ λέγεται τὰν Κύπριν ὁ βουκόλος—ἕρπε ποτʼ Ἴδαν,

106ἕρπε ποτʼ Ἀγχίσην. τηνεῖ δρύες, ἔνθα κύπειρος·

108ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.

109ὡραῖος χὥδωνις, ἐπεὶ καὶ μᾶλα νομεύει.

110καὶ πτῶκας βάλλει καὶ θηρία πάντα διώκει.

111ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.

112αὖθις ὅπως στασῇ Διομήδεος ἆσσον ἰοῖσα,

113καὶ λέγε· τὸν βούταν νικῶ Δάφνιν, ἀλλὰ μάχευ μοι.

114ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.

115ὦ λύκοι, ὦ θῶες, ὦ ἀνʼ ὤρεα φωλάδες ἄρκτοι,

116χαίρεθʼ. ὁ βουκόλος ὔμμιν ἐγὼ Δάφνις οὐκέτʼ ἀνʼ ὕλαν,

117οὐκέτʼ ἀνὰ δρυμώς, οὐκ ἄλσεα. χαῖρʼ Ἀρέθοισα,

118καὶ ποταμοί, τοὶ χεῖτε καλὸν κατὰ Θύμβριδος ὕδωρ.

119ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.

120Δάφνις ἐγὼν ὅδε τῆνος ὁ τὰς βόας ὧδε νομεύων,

121Δάφνις ὁ τὼς ταύρως καὶ πόρτιας ὧδε ποτίσδων.

122ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.

123ὦ Πὰν Πάν, εἴτʼ ἐσσὶ κατʼ ὤρεα μακρὰ Λυκαίω,

124εἴτε τύ γʼ ἀμφιπολεῖς μέγα Μαίναλον, ἔνθʼ ἐπὶ νᾶσον

125τὰν Σικελάν, Ἑλίκας δὲ λίπʼ ἠρίον αἰπύ τε σᾶμα

126τῆνο Λυκαονίδαο, τὸ καὶ μακάρεσσιν ἀγητόν.

127λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.

128ἔνθʼ ὦναξ καὶ τάνδε φέρευ πακτοῖο μελίπνουν

129ἐκ κηρῶ σύριγγα καλάν, περὶ χεῖλος ἑλικτάν.

130ἦ γὰρ ἐγὼν ὑπʼ ἔρωτος ἐς Ἅιδαν ἕλκομαι ἤδη.

131λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.

132νῦν δʼ ἴα μὲν φορέοιτε βάτοι, φορέοιτε δʼ ἄκανθαι,

133ἁ δὲ καλὰ νάρκισσος ἐπʼ ἀρκεύθοισι κομάσαι·

134πάντα δʼ ἔναλλα γένοιτο, καὶ ἁ πίτυς ὄχνας ἐνείκαι.

135Δάφνις ἐπεὶ θνάσκει· καὶ τὼς κύνας ὥλαφος ἕλκοι,

136κἠξ ὀρέων τοὶ σκῶπες ἀηδόσι γαρύσαιντο.

137λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.

138χὡ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο· τὸν δʼ Ἀφροδίτα

139ἤθελʼ ἀνορθῶσαι· τά γε μὰν λίνα πάντα λελοίπει

140ἐκ Μοιρᾶν, χὡ Δάφνις ἔβα ῥόον. ἔκλυσε δίνα

141τὸν Μοίσαις φίλον ἄνδρα, τὸν οὐ Νύμφαισιν ἀπεχθῆ.

142λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.

143καὶ τὺ δίδου τὰν αἶγα τό τε σκύφος, ὥς κεν ἀμέλξας

144σπείσω ταῖς Μοίσαις. ὦ χαίρετε πολλάκι Μοῖσαι,

145χαίρετʼ· ἐγὼ δʼ ὔμμιν καὶ ἐς ὕστερον ἅδιον ᾀσῶ.

Αἴπολος

146πλῆρές τοι μέλιτος τὸ καλὸν στόμα Θύρσι γένοιτο,

147πλῆρές τοι σχαδόνων, καὶ ἀπʼ Αἰγίλω ἰσχάδα τρώγοις

148ἁδεῖαν, τέττιγος ἐπεὶ τύγα φέρτερον ᾄδεις.

149ἠνίδε τοι τὸ δέπας· θᾶσαι φίλος, ὡς καλὸν ὄσδει·

150Ὡρᾶν πεπλύσθαί νιν ἐπὶ κράναισι δοκησεῖς.

151ὧδʼ ἴθι Κισσαίθα, τὺ δʼ ἄμελγέ νιν. αἱ δὲ χίμαιραι,

152οὐ μὴ σκιρτασεῖτε, μὴ ὁ τράγος ὔμμιν ἀναστῇ.

Φαρμακεύτριαι

1πᾷ μοι ταὶ δάφναι; φέρε Θεστυλί· πᾷ δὲ τὰ φίλτρα;

2στέψον τὰν κελέβαν φοινικέῳ οἰὸς ἀώτῳ,

3ὡς τὸν ἐμὸν βαρὺν εὖντα φίλον καταθύσομαι ἄνδρα,

4ὅς μοι δωδεκαταῖος ἀφʼ ὧ τάλας οὐδέποθʼ ἵκει,

5οὐδʼ ἔγνω πότερον τεθνάκαμες ἢ ζοοὶ εἰμές.

6οὐδὲ θύρας ἄραξεν ἀνάρσιος. ἦ ῥά οἱ ἀλλᾷ

7ᾤχετʼ ἔχων ὅ τʼ Ἔρως ταχινὰς φρένας ἅ τʼ Ἀφροδίτα;

8βασεῦμαι ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν

9αὔριον, ὥς νιν ἴδω, καὶ μέμψομαι οἷά με ποιεῖ.

10νῦν δέ νιν ἐκ θυέων καταθύσομαι. ἀλλὰ Σελάνα,

11φαῖνε καλόν· τὶν γὰρ ποταείσομαι ἅσυχα, δαῖμον,

12τᾷ χθονίᾳ θʼ Ἑκάτα, τὰν καὶ σκύλακες τρομέοντι

13ἐρχομέναν νεκύων ἀνά τʼ ἠρία καὶ μέλαν αἷμα.

14χαῖρʼ Ἑκάτα δασπλῆτι, καὶ ἐς τέλος ἄμμιν ὀπάδει.

15φάρμακα ταῦτʼ ἔρδοισα χερείονα μήτέ τι Κίρκης

16μήτέ τι Μηδείας μήτε ξανθᾶς Περιμήδας.

17Ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

18ἄλφιτά τοι πρᾶτον πυρὶ τάκεται· ἀλλʼ ἐπίπασσε

19Θεστυλί. δειλαία, πᾷ τὰς φρένας ἐκπεπότασαι;

20ἦ ῥά γε τρισμυσαρὰ καὶ τὶν ἐπίχαρμα τέτυγμαι;

21πάσσʼ ἅμα καὶ λέγε ταῦτα· τὰ Δέλφιδος ὀστία πάσσω.

22ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

23Δέλφις ἔμʼ ἀνίασεν· ἐγὼ δʼ ἐπὶ Δέλφιδι δάφναν

24αἴθω· χὡς αὕτα λακεῖ μέγα καππυρίσασα

25κἠξαπίνας ἅφθη, κοὐδὲ σποδὸν εἴδομες αὐτᾶς,

26οὕτω τοι καὶ Δέλφις ἐνὶ φλογὶ σάρκʼ ἀμαθύνοι.

27ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

28ὡς τοῦτον τὸν κηρὸν ἐγὼ σὺν δαίμονι τάκω,

29ὣς τάκοιθʼ ὑπʼ ἔρωτος ὁ Μύνδιος αὐτίκα Δέλφις.

30χὡς δινεῖθʼ ὅδε ῥόμβος ὁ χάλκεος ἐξ Ἀφροδίτας,

31ὣς τῆνος δινοῖτο ποθʼ ἁμετέραισι θύραισιν.

32ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

33νῦν θυσῶ τὰ πίτυρα. τὺ δʼ Ἄρτεμι καὶ τὸν ἐν Ἅιδα

34κινήσαις ἀδάμαντα καὶ εἴ τί περ ἀσφαλὲς ἄλλο.

35Θεστυλί, ταὶ κύνες ἄμμιν ἀνὰ πτόλιν ὠρύονται.

36ἁ θεὸς ἐν τριόδοισι· τὸ χαλκίον ὡς τάχος ἄχει.

37ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

38ἠνίδε σιγῇ μὲν πόντος, σιγῶντι δʼ ἀῆται·

39ἁ δʼ ἐμὰ οὐ σιγῇ στέρνων ἔντοσθεν ἀνία,

40ἀλλʼ ἐπὶ τήνῳ πᾶσα καταίθομαι, ὅς με τάλαιναν

41ἀντὶ γυναικὸς ἔθηκε κακὰν καὶ ἀπάρθενον ἦμεν.

42ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

43ἐς τρὶς ἀποσπένδω καὶ τρὶς τάδε πότνια φωνέω·

44εἴτε γυνὰ τήνῳ παρακέκλιται εἴτε καὶ ἀνήρ,

45τόσσον ἔχοι λάθας, ὅσσόν ποκα Θησέα φαντὶ

46ἐν Δίᾳ λασθῆμεν ἐυπλοκάμω Ἀριάδνας.

47ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

48ἱππομανὲς φυτόν ἐστι παρʼ Ἀρκάσι· τῷ δʼ ἐπὶ πᾶσαι

49καὶ πῶλοι μαίνονται ἀνʼ ὤρεα καὶ θοαὶ ἵπποι.

50ὣς καὶ Δέλφιν ἴδοιμι, καὶ ἐς τόδε δῶμα περάσαι

51μαινομένῳ ἴκελος λιπαρᾶς ἔκτοσθε παλαίστρας.

52ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

53τοῦτʼ ἀπὸ τᾶς χλαίνας τὸ κράσπεδον ὤλεσε Δέλφις,

54ὡγὼ νῦν τίλλοισα κατʼ ἀγρίῳ ἐν πυρὶ βάλλω.

55αἰαῖ Ἔρως ἀνιηρέ, τί μευ μέλαν ἐκ χροὸς αἷμα

56ἐμφὺς ὡς λιμνᾶτις ἅπαν ἐκ βδέλλα πέπωκας;

57ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

58σαύραν τοι τρίψασα ποτὸν κακὸν αὔριον οἰσῶ.

59Θεστυλί, νῦν δὲ λαβοῖσα τὺ τὰ θρόνα ταῦθʼ ὑπόμαξον

60τᾶς τήνω φλιᾶς καθʼ ὑπέρτερον, ἇς ἔτι καὶ νύξ,

62καὶ λέγʼ ἐπιφθύζοισα· τὰ Δέλφιδος ὀστία μάσσω.

63ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

64νῦν δὴ μώνα ἐοῖσα πόθεν τὸν ἔρωτα δακρύσω;

65ἐκ τίνος ἄρξωμαι; τίς μοι κακὸν ἄγαγε τοῦτο;

66ἦνθʼ ἁ τῶὐβούλοιο κανηφόρος ἄμμιν Ἀναξὼ

67ἄλσος ἐς Ἀρτέμιδος, τᾷ δὴ τόκα πολλὰ μὲν ἄλλα

68θηρία πομπεύεσκε περισταδόν, ἐν δὲ λέαινα.

69φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.

70καί μʼ ἁ Θευχαρίδα Θρᾷσσα τροφὸς ἁ μακαρῖτις

71ἀγχίθυρος ναίοισα κατεύξατο καὶ λιτάνευσε

72τὰν πομπὰν θάσασθαι· ἐγὼ δέ οἱ ἁ μεγάλοιτος

73ὡμάρτευν βύσσοιο καλὸν σύροισα χιτῶνα,

74κἀμφιστειλαμένα τὰν ξυστίδα τὰν Κλεαρίστας.

75φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.

76ἤδη δʼ εὖσα μέσον κατʼ ἀμαξιτόν, ᾇ τὰ Λύκωνος,

77εἶδον ὁμοῦ Δέλφιν τε καὶ Εὐδάμιππον ἰόντας.

78τοῖς δʼ ἦν ξανθοτέρα μὲν ἑλιχρύσοιο γενειάς,

79στήθεα δὲ στίλβοντα πολὺ πλέον ἢ τὺ Σελάνα,

80ὡς ἀπὸ γυμνασίοιο καλὸν πόνον ἄρτι λιπόντων.

81φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.

82χὡς ἴδον, ὡς ἐμάνην, ὥς μευ πέρι θυμὸς ἰάφθη

83δειλαίας· τὸ δὲ κάλλος ἐτάκετο, κοὔτέ τι πομπᾶς

84τήνας ἐφρασάμαν, οὐδʼ ὡς πάλιν οἴκαδʼ ἀπῆνθον

85ἔγνων· ἀλλά μέ τις καπυρὰ νόσος ἐξεσάλαξε,

86κείμαν δʼ ἐν κλιντῆρι δέκʼ ἄματα καὶ δέκα νύκτας.

87φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.

88καί μευ χρὼς μὲν ὁμοῖος ἐγίνετο πολλάκι θάψῳ,

89ἔρρευν δʼ ἐκ κεφαλᾶς πᾶσαι τρίχες, αὐτὰ δὲ λοιπὰ

90ὀστίʼ ἔτʼ ἦς καὶ δέρμα. καὶ ἐς τίνος οὐκ ἐπέρασα

91ἢ ποίας ἔλιπον γραίας δόμον, ἅτις ἐπᾷδεν;

92ἀλλʼ ἦς οὐδὲν ἐλαφρόν· ὁ δέ χρόνος ἄνυτο φεύγων.

93φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.

94χοὕτω τᾷ δούλᾳ τὸν ἀλαθέα μῦθον ἔλεξα·

95εἰ δʼ ἄγε Θεστυλί μοι χαλεπᾶς νόσω εὑρέ τι μῆχος.

96πᾶσαν ἔχει με τάλαιναν ὁ Μύνδιος· ἀλλὰ μολοῖσα

97τήρησον ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν·

98τηνεῖ γὰρ φοιτῇ, τηνεῖ δέ οἱ ἁδὺ καθῆσθαι.

99φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.

100κἠπεί κά νιν ἐόντα μάθῃς μόνον, ἅσυχα νεῦσον,

101κεἴφʼ ὅτι Σιμαίθα τυ καλεῖ, καὶ ὑφαγέο τᾷδε.

102ὣς ἐφάμαν· ἁ δʼ ἦνθε καὶ ἄγαγε τὸν λιπαρόχρων

103εἰς ἐμὰ δώματα Δέλφιν· ἐγὼ δέ νιν ὡς ἐνόησα

104ἄρτι θύρας ὑπὲρ οὐδὸν ἀμειβόμενον ποδὶ κούφῳ—

105φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα—

106πᾶσα μὲν ἐψύχθην χιόνος πλέον, ἐν δὲ μετώπῳ

107ἱδρώς μευ κοχύδεσκεν ἴσον νοτίαισιν ἐέρσαις,

108οὐδέ τι φωνᾶσαι δυνάμαν, οὐδʼ ὅσσον ἐν ὕπνῳ

109κνυζεῦνται φωνεῦντα φίλαν ποτὶ ματέρα τέκνα·

110ἀλλʼ ἐπάγην δαγῦδι καλὸν χρόα πάντοθεν ἴσα.

111φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.

112καί μʼ ἐσιδὼν ὥστοργος, ἐπὶ χθονὸς ὄμματα πήξας

113ἕξετʼ ἐπὶ κλιντῆρι καὶ ἑζόμενος φάτο μῦθον·

114ἦ ῥά με Σιμαίθα τόσον ἔφθασας, ὅσσον ἐγώ θην

115πρᾶν ποκα τὸν χαρίεντα τρέχων ἔφθασσα Φιλῖνον,

116ἐς τὸ τεὸν καλέσασα τόδε στέγος ἤ με παρῆμεν.

117φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.

118ἦνθον γάρ κεν ἐγώ, ναὶ τὸν γλυκὺν ἦνθον Ἔρωτα,

119ἢ τρίτος ἠὲ τέταρτος ἐὼν φίλος αὐτίκα νυκτός,

120μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων,

121κρατὶ δʼ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος,

122πάντοθε πορφυρέαισι περὶ ζώστραισιν ἑλικτάν.

123φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.

124καί μʼ εἰ μέν κʼ ἐδέχεσθε, τάδʼ ἦς φίλα· καὶ γὰρ ἐλαφρὸς

125καὶ καλὸς πάντεσσι μετʼ ἠιθέοισι καλεῦμαι·

126εὗδόν τʼ, εἴ κε μόνον τὸ καλὸν στόμα τεῦς ἐφίλασα·

127εἰ δʼ ἀλλᾷ μʼ ὠθεῖτε καὶ ἁ θύρα εἴχετο μοχλῷ,

128πάντως καὶ πελέκεις καὶ λαμπάδες ἦνθον ἐφʼ ὑμέας.

129φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.

130νῦν δὲ χάριν μὲν ἔφαν τᾷ Κύπριδι πρᾶτον ὀφείλειν,

131καὶ μετὰ τὰν Κύπριν τύ με δευτέρα ἐκ πυρὸς εἵλευ

132ὦ γύναι ἐσκαλέσασα τεὸν ποτὶ τοῦτο μέλαθρον

133αὔτως ἡμίφλεκτον· Ἔρως δʼ ἄρα καὶ Λιπαραίω

134πολλάκις Ἡφαίστοιο σέλας φλογερώτερον αἴθει.

135φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.

136σὺν δὲ κακαῖς μανίαις καὶ παρθένον ἐκ θαλάμοιο

137καὶ νύμφαν ἐφόβησʼ ἔτι δέμνια θερμὰ λιποῖσαν

138ἀνέρος. ὣς ὁ μὲν εἶπεν· ἐγὼ δέ οἱ ἁ ταχυπειθὴς

139χειρὸς ἐφαψαμένα μαλακῶν ἔκλινʼ ἐπὶ λέκτρων.

140καὶ ταχὺ χρὼς ἐπὶ χρωτὶ πεπαίνετο, καὶ τὰ πρόσωπα

141θερμότερʼ ἦς ἢ πρόσθε, καὶ ἐψιθυρίσδομες ἁδύ·

142χὥς κά τοι μὴ μακρὰ φίλα θρυλέοιμι Σελάνα,

143ἐπράχθη τὰ μέγιστα, καὶ ἐς πόθον ἤνθομες ἄμφω.

144κοὔτέ τι τῆνος ἐμὶν ἐπεμέμψατο μέσφα τό γʼ ἐχθές,

145οὔτʼ ἐγὼ αὖ τήνῳ. ἀλλʼ ἦνθέ μοι ἅ τε Φιλίστας

146μάτηρ τᾶς ἀλαᾶς αὐλητρίδος ἅ τε Μελιξοῦς

147σάμερον, ἁνίκα πέρ τε ποτʼ ὠρανὸν ἔτρεχον ἵπποι

148Ἀῶ τὰν ῥοδόπαχυν ἀπʼ Ὠκεανοῖο φέροισαι.

149κεἶπέ μοι ἄλλά τε πολλὰ καὶ ὡς ἄρα Δέλφις ἐρᾶται,

150κεἴτέ νιν αὖτε γυναικὸς ἔχει πόθος εἴτε καὶ ἀνδρός,

151οὐκ ἔφατʼ ἀτρεκὲς ἴδμεν, ἀτὰρ τόσον· αἰὲν Ἔρωτος

152ἀκράτω ἐπεχεῖτο καὶ ἐς τέλος ᾤχετο φεύγων,

153καὶ φάτο οἱ στεφάνοισι τὰ δώματα τῆνα πυκάσδειν.

154ταῦτά μοι ἁ ξείνα μυθήσατο· ἔστι δʼ ἀλαθής·

155ἦ γάρ μοι καὶ τρὶς καὶ τετράκις ἄλλοκʼ ἐφοίτη,

156καὶ παρʼ ἐμὶν ἐτίθει τὰν Δωρίδα πολλάκις ὄλπαν·

157νῦν δέ τε δωδεκαταῖος ἀφʼ ὧτέ νιν οὐδὲ ποτεῖδον.

158ἦ ῥʼ οὐκ ἄλλό τι τερπνὸν ἔχει, ἁμῶν δὲ λέλασται;

159νῦν μὲν τοῖς φίλτροις καταθύσομαι· αἰ δʼ ἔτι κἠμὲ

160λυπῇ, τὰν Ἀίδαο πύλαν ναὶ Μοίρας ἀραξεῖ.

161τοῖά οἱ ἐν κίστᾳ κακὰ φάρμακα φαμὶ φυλάσσειν,

162Ἀσσυρίω δέσποινα παρὰ ξείνοιο μαθοῖσα.

163ἀλλὰ τὺ μὲν χαίροισα ποτʼ Ὠκεανὸν τρέπε πώλους,

164πότνιʼ· ἐγὼ δʼ οἰσῶ τὸν ἐμὸν πόνον ὥσπερ ὑπέσταν.

165χαῖρε Σελαναία λιπαρόχροε, χαίρετε δʼ ἄλλοι

166ἀστέρες, εὐκήλοιο κατʼ ἄντυγα Νυκτὸς ὀπαδοί.

Κῶμος

1Κωμάσδω ποτὶ τὰν Ἀμαρυλλίδα, ταὶ δέ μοι αἶγες

2βόσκονται κατʼ ὄρος, καὶ ὁ Τίτυρος αὐτὰς ἐλαύνει.

3Τίτυρʼ ἐμὶν τὸ καλὸν πεφιλαμένε, βόσκε τὰς αἶγας,

4καὶ ποτὶ τὰν κράναν ἄγε Τίτυρε, καὶ τὸν ἐνόρχαν

5τὸν Λιβυκὸν κνάκωνα φυλάσσεο, μή τι κορύψῃ.

6Ὦ χαρίεσσʼ Ἀμαρυλλί, τί μʼ οὐκέτι τοῦτο κατʼ ἄντρον

7παρκύπτοισα καλεῖς τὸν ἐρωτύλον; ἦ ῥά με μισεῖς;

8ἦ ῥά γέ τοι σιμὸς καταφαίνομαι ἐγγύθεν ἦμεν,

9νύμφα, καὶ προγένειος; ἀπάγξασθαί με ποησεῖς.

10ἠνίδε τοι δέκα μᾶλα φέρω· τηνῶθε καθεῖλον,

11ὧ μʼ ἐκέλευ καθελεῖν τύ· καὶ αὔριον ἄλλά τοι οἰσῶ.

12θᾶσαι μὰν θυμαλγὲς ἐμὸν ἄχος· αἴθε γενοίμαν

13ἁ βομβεῦσα μέλισσα καὶ ἐς τεὸν ἄντρον ἱκοίμαν

14τὸν κισσὸν διαδὺς καὶ τὰν πτέριν, ᾇ τὺ πυκάσδῃ.

15νῦν ἔγνων τὸν Ἔρωτα· βαρὺς θεός· ἦ ῥα λεαίνας

16μαζὸν ἐθήλαζε, δρυμῷ τέ νιν ἔτρεφε μάτηρ,

17ὅς με κατασμύχων καὶ ἐς ὀστίον ἄχρις ἰάπτει.

18ὦ τὸ καλὸν ποθορεῦσα, τὸ πᾶν λίθος· ὦ κυάνοφρυ

19νύμφα, πρόσπτυξαί με τὸν αἰπόλον, ὥς τυ φιλάσω.

20ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις.

21τὸν στέφανον τῖλαί με κατʼ αὐτίκα λεπτὰ ποησεῖς,

22τόν τοι ἐγὼν Ἀμαρυλλὶ φίλα κισσοῖο φυλάσσω

23ἀμπλέξας καλύκεσσι καὶ εὐόδμοισι σελίνοις.—

24Ὤμοι ἐγώ, τί πάθω; τί ὁ δύσσοος; οὐχ ὑπακούεις;—

25τὰν βαίταν ἀποδὺς ἐς κύματα τηνῶ ἁλεῦμαι,

26ὧπερ τὼς θύννως σκοπιάζεται Ὄλπις ὁ γριπεύς·

27καἴκα δἠποθάνω, τό γε μὰν τεὸν ἁδὺ τέτυκται.

28ἔγνων πρᾶν, ὅκα μευ μεμναμένω, εἰ φιλέεις με,

29οὐδὲ τὸ τηλέφιλον ποτεμάξατο, τὸ πλατάγημα,

30ἀλλʼ αὔτως ἁπαλῷ ποτὶ πάχεος ἐξεμαράνθη.

31εἶπε καὶ ἀγροιῶτις ἀλαθέα κοσκινόμαντις,

32ἁ πρᾶν ποιολογεῦσα Παραιβάτις, οὕνεκʼ ἐγὼ μὲν

33τὶν ὅλος ἔγκειμαι, τὺ δέ μευ λόγον οὐδένα ποιῇ.

34ἦ μάν τοι λευκὰν διδυματόκον αἶγα φυλάσσω,

35τάν με καὶ ἁ Μέρμνωνος ἐριθακὶς ἁ μελανόχρως

36αἰτεῖ, καὶ δωσῶ οἱ, ἐπεὶ τύ μοι ἐνδιαθρύπτῃ.

37Ἅλλεται ὀφθαλμός μευ ὁ δεξιός· ἦ ῥά γʼ ἰδησῶ

38αὐτάν; ᾀσεῦμαι ποτὶ τὰν πίτυν ὧδʼ ἀποκλινθείς,

39καί κέ μʼ ἴσως ποτίδοι, ἐπεὶ οὐκ ἀδαμαντίνα ἐστίν.

40Ἱππομένης ὅκα δὴ τὰν παρθένον ἤθελε γᾶμαι,

41μᾶλʼ ἐν χερσὶν ἑλὼν δρόμον ἄνυεν· ἁ δʼ Ἀταλάντα

42ὡς ἴδεν, ὡς ἐμάνη, ὡς ἐς βαθὺν ἅλατʼ ἔρωτα.

43τὰν ἀγέλαν χὡ μάντις ἀπʼ Ὄθρυος ἆγε Μελάμπους

44ἐς Πύλον· ἁ δὲ Βίαντος ἐν ἀγκοίναισιν ἐκλίνθη,

45μάτηρ ἁ χαρίεσσα περίφρονος Ἀλφεσιβοίης.

46τὰν δὲ καλὰν Κυθέρειαν ἐν ὤρεσι μᾶλα νομεύων

47οὐχ οὑτῶς ὥδωνις ἐπὶ πλέον ἄγαγε λύσσας,

48ὥστʼ οὐδὲ φθίμενόν νιν ἄτερ μαζοῖο τίθητι;

49ζαλωτὸς μὲν ἐμὶν ὁ τὸν ἄτροπον ὕπνον ἰαύων

50Ἐνδυμίων, ζαλῶ δὲ φίλα γύναι Ἰασίωνα,

51ὃς τοσσῆνʼ ἐκύρησεν, ὅσʼ οὐ πευσεῖσθε βέβαλοι.

52Ἀλγέω τὰν κεφαλάν, τὶν δʼ οὐ μέλει. οὐκέτʼ ἀείδω,

53κεισεῦμαι δὲ πεσών, καὶ τοὶ λύκοι ὧδέ μʼ ἔδονται.

54ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο.

νομεῖς Βάττος καὶ Κορύδων

Βάττος

1εἰπέ μοι ὦ Κορύδων, τίνος αἱ βόες; ἦ ῥα Φιλώνδα;

Κορύδων

2οὔκ, ἀλλʼ Αἴγωνος· βόσκειν δέ μοι αὐτὰς ἔδωκεν.

Βάττος

3ἦ πᾴ ψε κρύβδαν τὰ ποθέσπερα πάσας ἀμέλγεις;

Κορύδων

4ἀλλʼ ὁ γέρων ὑφίητι τὰ μοσχία κἠμὲ φυλάσσει.

Βάττος

5αὐτὸς δʼ ἐς τίνʼ ἄφαντος ὁ βουκόλος ᾤχετο χώραν;

Κορύδων

6οὐκ ἄκουσας; ἄγων νιν ἐπʼ Ἀλφεὸν ᾤχετο Μίλων.

Βάττος

7καὶ πόκα τῆνος ἔλαιον ἐν ὀφθαλμοῖσιν ὀπώπει;

Κορύδων

8φαντί νιν Ἡρακλῆι βίην καὶ κάρτος ἐρίσδειν.

Βάττος

9κἤμʼ ἔφαθʼ ἁ μάτηρ Πολυδεύκεος εἶμεν ἀμείνω.

Κορύδων

10κᾤχετʼ ἔχων σκαπάναν τε καὶ εἴκατι τουτόθε μᾶλα.

Βάττος

11πείσαι τοι Μίλων καὶ τὼς λύκος αὐτίκα λυσσῆν.

Κορύδων

12ταὶ δαμάλαι δʼ αὐτὸν μυκώμεναι αἵδε ποθεῦντι.

Βάττος

13δειλαῖαί γʼ αὗται· τὸν βουκόλον ὡς κακὸν εὗρον.

Κορύδων

14ἦ μὰν δειλαῖαί γε, καὶ οὐκέτι λῶντι νέμεσθαι.

Βάττος

15τήνας μὲν δή τοι τᾶς πόρτιος αὐτὰ λέλειπται

16τὠστία. μὴ πρῶκας σιτίζεται ὥσπερ ὁ τέττιξ;

Κορύδων

17οὐ Δᾶν, ἀλλʼ ὁκὰ μέν νιν ἐπʼ Αἰσάροιο νομεύω

18καὶ μαλακῶ χόρτοιο καλὰν κώμυθα δίδωμι,

19ἄλλοκα δὲ σκαίρει τὸ βαθύσκιον ἀμφὶ Λάτυμνον.

Βάττος

20λεπτὸς μὰν χὡ ταῦρος ὁ πυρρίχος. εἴθε λάχοιεν

21τοὶ τῶ Λαμπριάδα, τοὶ δαμόται, ὅκκα θύωντι

22τᾷ Ἥρᾳ, τοιόνδε· κακοχράσμων γὰρ ὁ δᾶμος.

Κορύδων

23καὶ μὰν ἐς Στομάλιμνον ἐλαύνεται ἔς τε τὰ Φύσκω,

24καὶ ποτὶ τὸν Νήαιθον, ὅπᾳ καλὰ πάντα φύοντι,

25αἰγίπυρος καὶ κνύζα καὶ εὐώδης μελίτεια.

Βάττος

26φεῦ φεῦ βασεῦνται καὶ ταὶ βόες ὦ τάλαν Αἴγων

27εἰς Ἀίδαν, ὅκα καὶ τὺ κακᾶς ἠράσσαο νίκας,

28χἁ σῦριγξ εὐρῶτι παλύνεται, ἅν ποκʼ ἐπάξα.

Κορύδων

29οὐ τήνα γʼ, οὐ Νύμφας, ἐπεὶ ποτὶ Πῖσαν ἀφέρπων

30δῶρον ἐμοί νιν ἔλειπεν· ἐγὼ δέ τις εἰμὶ μελικτάς,

31κεὖ μὲν τὰ Γλαύκας ἀγκρούομαι, εὖ δὲ τὰ Πύρρω.

32αἰνέω τάν τε Κρότωνα—καλὰ πόλις, ἅ τε Ζάκυνθος—

33καὶ τὸ ποταῷον, τὸ Λακίνιον ᾇπερ ὁ πύκτας

34Αἴγων ὀγδώκοντα μόνος κατεδαίσατο μάζας.

35τηνεῖ καὶ τὸν ταῦρον ἀπʼ ὤρεος ἆγε πιάξας

36τᾶς ὁπλᾶς κἤδωκʼ Ἀμαρυλλίδι, ταὶ δὲ γυναῖκες

37μακρὸν ἀνάυσαν, χὡ βουκόλος ἐξεγέλασσεν.

Βάττος

38ὦ χαρίεσσʼ Ἀμαρυλλί, μόνας σέθεν οὐδὲ θανοίσας

39λασεύμεσθʼ· ὅσον αἶγες ἐμὶν φίλαι, ὅσσον ἀπέσβης.

40αἰαῖ τῶ σκληρῶ μάλα δαίμονος, ὅς με λελόγχει.

Κορύδων

41θαρσεῖν χρὴ φίλε Βάττε· τάχʼ αὔριον ἔσσετʼ ἄμεινον.

42ἐλπίδες ἐν ζωοῖσιν, ἀνέλπιστοι δὲ θανόντες.

43χὡ Ζεὺς ἄλλοκα μὲν πέλει αἴθριος, ἄλλοκα δʼ ὕει.

Βάττος

44θαρσέω. βάλλε κάτωθε τὰ μοσχία· τᾶς γὰρ ἐλαίας

45τὸν θαλλὸν τρώγοντι τὰ δύσσοα. σίτθʼ ὁ λέπαργος.

Κορύδων

46σίτθʼ ἁ Κυμαίθα ποτὶ τὸν λόφον. οὐκ ἐσακούεις;

47ἡξῶ ναὶ τὸν Πᾶνα κακὸν τέλος αὐτίκα δωσῶν,

48εἰ μὴ ἄπει τουτῶθεν. ἴδʼ αὖ πάλιν ἅδε ποθέρπει.

49εἴθʼ ἦν μοι ῥοικὸν τὸ λαγωβόλον, ὥς τυ πάταξα.

Βάττος

50θᾶσαί μʼ ὦ Κορύδων πὸτ τῶ Διός· ἁ γὰρ ἄκανθα

51ἀρμοῖ μʼ ὧδʼ ἐπάταξʼ ὑπὸ τὸ σφυρόν. ὡς δὲ βαθεῖαι

52τἀτρακτυλλίδες ἐντί. κακῶς ἁ πόρτις ὄλοιτο·

53ἐς ταύταν ἐτύπην χασμεύμενος. ἦ ῥά γε λεύσσεις;

Κορύδων

54ναὶ ναί, τοῖς ὀνύχεσσιν ἔχω τέ νιν· ἅδε καὶ αὐτά.

Βάττος

55ὁσσίχον ἐστὶ τὸ τύμμα καὶ ἁλίκον ἄνδρα δαμάζει.

Κορύδων

56εἰς ὄρος ὅκχʼ ἕρπῃς, μὴ νήλιπος ἔρχεο Βάττε.

57ἐν γὰρ ὄρει ῥάμνοί τε καὶ ἀσπάλαθοι κομέονται.

Βάττος

58εἴπʼ ἄγε μʼ ὦ Κορύδων, τὸ γερόντιον ἦ ῥα διώκει,

59τήναν τὰν κυάνοφρυν ἐρωτίδα, τᾶς ποκʼ ἐκνίσθη;

Κορύδων

60ἀκμάν γʼ ὦ δειλαῖε· πρόαν γε μὲν αὐτὸς ἐπενθὼν

61καὶ ποτὶ τᾷ μάνδρᾳ κατελάμβανον ἆμος ἐνήργει.

Βάττος

62εὖ γʼ ὤνθρωπε φιλοῖφα. τό τοι γένος ἢ Σατυρίσκοις

63ἐγγύθεν ἢ Πάνεσσι κακοκνάμοισιν ἐρίσδεις.

Βουκολιασταὶ Κομάτας καὶ Λάκων

Κομάτας

1αἶγες ἐμαί, τῆνον τὸν ποιμένα τόνδε Σιβύρτα

2φεύγετε τὸν Λάκωνα· τό μευ νάκος ἐχθὲς ἔκλεψεν.

Λάκων

3οὐκ ἀπὸ τᾶς κράνας; σίττʼ ἀμνίδες. οὐκ ἐσορῆτε

4τόν μευ τὰν σύριγγα πρόαν κλέψαντα Κομάταν;

Κομάτας

5τὰν ποίαν σύριγγα; τὺ γάρ ποκα δῶλε Σιβύρτα

6ἐκτάσα σύριγγα; τί δʼ οὐκέτι σὺν Κορύδωνι

7ἀρκεῖ τοι καλάμας αὐλὸν ποππύσδεν ἔχοντι;

Λάκων

8τάν μοι ἔδωκε Λύκων ὦλεύθερε. τὶν δὲ τὸ ποῖον

9Λάκων ἀγκλέψας πόκʼ ἔβα νάκος; εἰπὲ Κομάτα·

10οὐδὲ γὰρ Εὐμάρᾳ τῷ δεσπότᾳ ἦς τι ἐνεύδειν.

Κομάτας

11τὸ Κροκύλος μοι ἔδωκε, τὸ ποικίλον, ἁνίκʼ ἔθυσε

12ταῖς Νύμφαις τὰν αἶγα· τὺ δʼ ὦ κακὲ καὶ τόκʼ ἐτάκευ

13βασκαίνων, καὶ νῦν με τὰ λοίσθια γυμνὸν ἔθηκας.

Λάκων

14οὐκ αὐτὸν τὸν Πᾶνα τὸν ἄκτιον, οὐ τέ γε Λάκων

15τὰν βαίταν ἀπέδυσʼ ὁ Καλαιθίδος, ἢ κατὰ τήνας

16τᾶς πέτρας ὤνθρωπε μανεὶς ἐς Κρᾶθιν ἁλοίμαν.

Κομάτας

17οὐ μὰν οὐκ αὐτὰς τὰς λιμνάδας ὦγαθὲ Νύμφας,

18αἵτέ μοι ἵλαοί τε καὶ εὐμενέες τελέθοιεν,

19οὔ τευ τὰν σύριγγα λαθὼν ἔκλεψε Κομάτας.

Λάκων

20αἴ τοι πιστεύσαιμι, τὰ Δάφνιδος ἄλγεʼ ἀροίμαν.

21ἀλλʼ ὦν αἴκα λῇς ἔριφον θέμεν—ἔστι μὲν οὐδὲν

22ἱερόν—ἀλλά γε τοι διαείσομαι, ἕστέ κʼ ἀπείπῃς.

Κομάτας

23ὗς ποτʼ Ἀθαναίαν ἔριν ἤρισεν. ἠνίδε κεῖται

24ὥριφος· ἀλλά γε καὶ τὺ τὸν εὔβοτον ἀμνὸν ἔρισδε.

Λάκων

25καὶ πῶς ὦ κίναδος τὺ τάδʼ ἔσσεται ἐξ ἴσω ἁμίν;

26τίς τρίχας ἀντʼ ἐρίων ἐποκίξατο; τίς δὲ παρεύσας

27αἰγὸς πρατοτόκοιο κακὰν κύνα δήλετʼ ἀμέλγειν;

Κομάτας

28ὅστις νικασεῖν τὸν πλατίον ὡς τὺ πεποίθεις,

29σφὰξ βομβέων τέττιγος ἐναντίον. ἀλλὰ γὰρ οὔ τοι

30ὥριφος ἰσοπαλής, τυῖδʼ ὁ τράγος οὗτος. ἔρισδε.

Λάκων

31μὴ σπεῦδʼ· οὐ γάρ τοι πυρὶ θάλπεαι. ἅδιον ᾀσῇ

32τεῖδʼ ὑπὸ τὰν κότινον καὶ τἄλσεα ταῦτα καθίξας.

33ψυχρὸν ὕδωρ τουτεῖ καταλείβεται· ὧδε πεφύκει

34ποία χἁ στιβὰς ἅδε, καὶ ἀκρίδες ὧδε λαλεῦντι.

Κομάτας

35ἀλλʼ οὔ τι σπεύδω· μέγα δʼ ἄχθομαι, εἰ τύ με τολμῇς

36ὄμμασι τοῖς ὀρθοῖσι ποτιβλέπεν, ὅν ποκʼ ἐόντα

37παῖδʼ ἔτʼ ἐγὼν ἐδίδασκον. ἴδʼ ἁ χάρις ἐς τί ποθʼ ἕρπει.

38θρέψαι καὶ λυκιδεῖς, θρέψαι κύνας, ὥς τυ φάγωντι.

Λάκων

39καὶ πόκʼ ἐγὼ παρὰ τεῦς τι μαθὼν καλὸν ἢ καὶ ἀκούσας

40μέμναμʼ; ὦ φθονερὸν τὺ καὶ ἀπρεπὲς ἀνδρίον αὔτως.

41_43……

44ἀλλὰ γὰρ ἕρφʼ ὦδʼ, ἕρπε, καὶ ὕστατα βουκολιαξῇ.

Κομάτας

45οὐχ ἑρψῶ τηνεῖ· τουτεῖ δρύες, ὧδε κύπειρος,

46ὧδε καλὸν βομβεῦντι ποτὶ σμήνεσσι μέλισσαι·

47ἔνθʼ ὕδατος ψυχρῶ κρᾶναι δύο· ταὶ δʼ ἐπὶ δένδρει

48ὄρνιχες λαλαγεῦντι· καὶ ἁ σκιὰ οὐδὲν ὁμοία

49τᾷ παρὰ τίν· βάλλει δὲ καὶ ἁ πίτυς ὑψόθε κώνοις.

Λάκων

50ἦ μὰν ἀρνακίδας τε καὶ εἴρια τεῖδε πατησεῖς,

51αἴκʼ ἔνθῃς, ὕπνω μαλακώτερα· ταὶ δὲ τραγεῖαι

52ταὶ παρὰ τὶν ὄσδοντι κακώτερον ἢ τύ περ ὄσδεις.

53στασῶ δὲ κρατῆρα μέγαν λευκοῖο γάλακτος

54ταῖς Νύμφαις, στασῶ δὲ καὶ ἁδέος ἄλλον ἐλαίω.

Κομάτας

55αἰ δέ κε καὶ τὺ μόλῃς, ἁπαλὰν πτέριν ὧδε πατησεῖς

56καὶ γλάχωνʼ ἀνθεῦσαν· ὑπεσσεῖται δὲ χιμαιρᾶν

57δέρματα τῶν παρὰ τὶν μαλακώτερα τετράκις ἀρνῶν.

58στασῶ δʼ ὀκτὼ μὲν γαυλὼς τῷ Πανὶ γάλακτος,

59ὀκτὼ δὲ σκαφίδας μέλιτος πλέα κηρίʼ ἐχοίσας.

Λάκων

60αὐτόθε μοι ποτέρισδε καὶ αὐτόθε βουκολιάσδευ·

61τὰν σαυτῶ πατέων ἔχε τὰς δρύας. ἀλλὰ τίς ἄμμε

62τίς κρινεῖ; αἴθʼ ἔνθοι πόθʼ ὁ βουκόλος ὧδʼ ὁ Λυκώπας.

Κομάτας

63οὐδὲν ἐγὼ τήνω ποτιδεύομαι· ἀλλὰ τὸν ἄνδρα,

64αἰ λῇς, τὸν δρυτόμον βωστρήσομες, ὃς τὰς ἐρείκας

65τήνας τὰς παρὰ τὶν ξυλοχίζεται· ἔστι δὲ Μόρσων.

Λάκων

66βωστρέωμες.

Κομάτας

66bτὺ κάλει νιν.

Λάκων

66cἴθʼ ὦ ξένε μικκὸν ἄκουσον

67τεῖδʼ ἐνθών· ἄμμες γὰρ ἐρίσδομες, ὅστις ἀρείων

68βουκολιαστάς ἐστι. τὺ δʼ ὦ φίλε μήτʼ ἐμὲ Μόρσων

69ἐν χάριτι κρίνῃς, μήτʼ ὦν τύγα τοῦτον ὀνάσῃς.

Κομάτας

70ναὶ ποτὶ τᾶν Νυμφᾶν Μόρσων φίλε μήτε Κομάτᾳ

71τὸ πλέον ἰθύνῃς, μήτʼ ὦν τύγα τῷδε χαρίξῃ.

72ἅδέ τοι ἁ ποίμνα τῶ Θουρίω ἐστὶ Σιβύρτα,

73Εὐμάρα δὲ τὰς αἶγας ὁρῇς φίλε τῶ Συβαρίτα.

Λάκων

74μή τύ τις ἠρώτη πὸτ τῶ Διός, αἴτε Σιβύρτα

75αἴτʼ ἐμόν ἐστι κάκιστε τὸ ποίμνιον; ὡς λάλος ἐσσί.

Κομάτας

76βέντισθʼ οὗτος, ἐγὼ μὲν ἀλαθέα πάντʼ ἀγορεύω

77κοὐδὲν καυχέομαι· τὺ δʼ ἄγαν φιλοκέρτομος ἐσσί.

Λάκων

78εἶα λέγʼ εἴ τι λέγεις, καὶ τὸν ξένον ἐς πόλιν αὖθις

79ζῶντʼ ἄφες· ὦ Παιάν, ἦ στωμύλος ἦσθα Κομάτα.

Κομάτας

80ταὶ Μοῖσαί με φιλεῦντι πολὺ πλέον ἢ τὸν ἀοιδὸν

81Δάφνιν· ἐγὼ δʼ αὐταῖς χιμάρως δύο πρᾶν ποκʼ ἔθυσα.

Λάκων

82καὶ γὰρ ἔμʼ ὡπόλλων φιλέει μέγα, καὶ καλὸν αὐτῷ

83κριὸν ἐγὼ βόσκω. τὰ δὲ Κάρνεα καὶ δὴ ἐφέρπει.

Κομάτας

84πλὰν δύο τὰς λοιπὰς διδυματόκος αἶγας ἀμέλγω,

85καί μʼ ἁ παῖς ποθορεῦσα τάλαν λέγει αὐτὸς ἀμέλγεις;

Λάκων

86φεῦ φεῦ Λάκων τοι ταλάρως σχεδὸν εἴκατι πληροῖ

87τυρῶ καὶ τὸν ἄναβον ἐν ἄνθεσι παῖδα μολύνει.

Κομάτας

88βάλλει καὶ μάλοισι τὸν αἰπόλον ἁ Κλεαρίστα

89τὰς αἶγας παρελᾶντα καὶ ἁδύ τι ποππυλιάσδει.

Λάκων

90κἠμὲ γὰρ ὁ Κρατίδας τὸν ποιμένα λεῖος ὑπαντῶν

91ἐκμαίνει· λιπαρὰ δὲ παρʼ αὐχένα σείετʼ ἔθειρα.

Κομάτας

92ἀλλʼ οὐ σύμβλητʼ ἐστὶ κυνόσβατος οὐδʼ ἀνεμώνα

93πρὸς ῥόδα, τῶν ἄνδηρα παρʼ αἱμασιαῖσι πεφύκει.

Λάκων

94οὐδὲ γὰρ οὐδʼ ἀκύλοις ὁμομαλίδες· αἱ μὲν ἔχοντι

95λυπρὸν ἀπὸ πρίνοιο λεπύριον, αἱ δὲ μελιχραί.

Κομάτας

96κἠγὼ μὲν δωσῶ τᾷ παρθένῳ αὐτίκα φάσσαν

97ἐκ τᾶς ἀρκεύθω καθελών· τηνεῖ γὰρ ἐφίσδει.

Λάκων

98ἀλλʼ ἐγὼ ἐς χλαῖναν μαλακὸν πόκον, ὁππόκα πέξω

99τὰν οἶν τὰν πέλλαν, Κρατίδᾳ δωρήσομαι αὐτός.

Κομάτας

100σίττʼ ἀπὸ τᾶς κοτίνω ταὶ μηκάδες· ὧδε νέμεσθε,

101ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι.

Λάκων

102οὐκ ἀπὸ τᾶς δρυὸς οὗτος ὁ Κώναρος ἅ τε Κιναίθα;

103τουτεῖ βοσκησεῖσθε ποτʼ ἀντολάς, ὡς ὁ Φάλαρος.

Κομάτας

104ἔστι δέ μοι γαυλὸς κυπαρίσσινος, ἔστι δὲ κρατήρ,

105ἔργον Πραξιτέλευς· τᾷ παιδὶ δὲ ταῦτα φυλάσσω.

Λάκων

106χἁμῖν ἐστι κύων φιλοποίμνιος, ὃς λύκος ἄγχει,

107ὃν τῷ παιδὶ δίδωμι τὰ θηρία πάντα διώκειν.

Κομάτας

108ἀκρίδες, αἳ τὸν φραγμὸν ὑπερπαδῆτε τὸν ἁμόν,

109μή μευ λωβασεῖσθε τὰς ἀμπέλος· ἐντὶ γὰρ ἇβαι.

Λάκων

110τοὶ τέττιγες, ὁρῆτε τὸν αἰπόλον ὡς ἐρεθίζω·

111οὑτῶς χὑμές θην ἐρεθίζετε τὼς καλαμευτάς.

Κομάτας

112μισέω τὰς δασυκέρκος ἀλώπεκας, αἳ τὰ Μίκωνος

113αἰεὶ φοιτῶσαι τὰ ποθέσπερα ῥαγίζοντι.

Λάκων

114καὶ γὰρ ἐγὼ μισέω τὼς κανθάρος, οἳ τὰ Φιλώνδα

115σῦκα κατατρώγοντες ὑπανέμιοι φορέονται.

Κομάτας

116ἦ οὐ μέμνᾳ, ὅκʼ ἐγώ τυ κατήλασα, καὶ τὺ σεσαρὼς

117εὖ ποτεκιγκλίζευ καὶ τᾶς δρυὸς εἴχεο τήνας;

Λάκων

118τοῦτο μὲν οὐ μέμναμʼ· ὅκα μάν ποκα τεῖδέ τυ δήσας

119Εὐμάρας ἐκάθηρε καλῶς μάλα, τοῦτό γʼ ἴσαμι.

Κομάτας

120ἦ δή τις Μόρσων πικραίνεται· ἢ οὐχὶ παρῄσθευ;

121σκίλλας ἰὼν γραίας ἀπὸ σάματος αὐτίκα τίλλειν.

Λάκων

122κἠγὼ μὰν κνίζω Μόρσων τινά· καὶ τὺ δὲ λεύσσεις.

123ἐνθὼν τὰν κυκλάμινον ὄρυσσέ νυν ἐς τὸν Ἄλεντα.

Κομάτας

124Ἱμέρα ἀνθʼ ὕδατος ῥείτω γάλα, καὶ τὺ δὲ Κράθι

125οἴνῳ πορφύροις, τὰ δέ τʼ οἴσυα καρπὸν ἐνείκαι.

Λάκων

126ῥείτω χἁ Συβαρῖτις ἐμὶν μέλι, καὶ τὸ πότορθρον

127ἁ παῖς ἀνθʼ ὕδατος τᾷ κάλπιδι κηρία βάψαι.

Κομάτας

128ταὶ μὲν ἐμαὶ κύτισόν τε καὶ αἴγιλον αἶγες ἔδοντι,

129καὶ σχῖνον πατέοντι καὶ ἐν κομάροισι κέχυνται.

Λάκων

130ταῖσι δʼ ἐμαῖς ὀίεσσι πάρεστι μὲν ἁ μελίτεια

131φέρβεσθαι, πολλὸς δὲ καὶ ὡς ῥόδα κίσθος ἐπανθεῖ.

Κομάτας

132οὐκ ἔραμʼ Ἀλκίππας, ὅτι με πρᾶν οὐκ ἐφίλασε

133τῶν ὤτων καθελοῖσʼ, ὅκά οἱ τὰν φάσσαν ἔδωκα.

Λάκων

134ἀλλʼ ἐγὼ Εὐμήδευς ἔραμαι μέγα· καὶ γὰρ ὅκʼ αὐτῷ

135τὰν σύριγγʼ ὤρεξα, καλόν τί με κάρτʼ ἐφίλασεν.

Κομάτας

136οὐ θεμιτὸν Λάκων ποτʼ ἀηδόνα κίσσας ἐρίσδειν,

137οὐδʼ ἔποπας κύκνοισι· τὺ δʼ ὦ τάλαν ἐσσὶ φιλεχθής.

Μόρσων

138παύσασθαι κέλομαι τὸν ποιμένα. τὶν δὲ Κομάτα

139δωρεῖται Μόρσων τὰν ἀμνίδα· καὶ τὺ δὲ θύσας

140ταῖς Νύμφαις Μόρσωνι καλὸν κρέας αὐτίκα πέμψον.

Κομάτας

141πεμψῶ ναὶ τὸν Πᾶνα. φριμάσσεο πᾶσα τραγίσκων

142νῦν ἀγέλα· κἠγὼ γὰρ ἴδʼ ὡς μέγα τοῦτο καχαξῶ

143κὰτ τῶ Λάκωνος τῶ ποιμένος, ὅττι πόκʼ ἤδη

144ἀνυσάμαν τὰν ἀμνόν· ἐς ὠρανὸν ὔμμιν ἁλεῦμαι.

145αἶγες ἐμαὶ θαρσεῖτε κερούτιδες· αὔριον ὔμμε

146πάσας ἐγὼ λουσῶ Συβαρίτιδος ἔνδοθι λίμνας.

147οὗτος ὁ Λευκίτας ὁ κορυπτίλος, εἴ τινʼ ὀχευσεῖς

148τᾶν αἰγῶν, φλασσῶ τυ πρὶν ἤ γʼ ἐμὲ καλλιερῆσαι

149ταῖς Νύμφαις τὰν ἀμνόν. ὁ δʼ αὖ πάλιν. ἀλλὰ γενοίμαν,

150αἰ μή τυ φλάσσαιμι, Μελάνθιος ἀντὶ Κομάτα.

Βουκολιασταὶ Δάφνις καὶ Δαμοίτας

1Δαμοίτας χὡ Δάφνις ὁ βουκόλος εἰς ἕνα χῶρον

2τὰν ἀγέλαν πόκʼ Ἄρατε συνάγαγον· ἦς δʼ ὁ μὲν αὐτῶν

3πυρρός, ὁ δʼ ἡμιγένειος· ἐπὶ κράναν δέ τινʼ ἄμφω

4ἑζόμενοι θέρεος μέσῳ ἄματι τοιάδʼ ἄειδον.

5πρᾶτος δʼ ἄρξατο Δάφνις, ἐπεὶ καὶ πρᾶτος ἔρισδε.

6βάλλει τοι Πολύφαμε τὸ ποίμνιον ἁ Γαλάτεια

7μάλοισιν, δυσέρωτα τὸν αἰπόλον ἄνδρα καλεῦσα·

8καὶ τύ νιν οὐ ποθόρησθα τάλαν τάλαν, ἀλλὰ κάθησαι

9ἁδέα συρίσδων. πάλιν ἅδʼ ἴδε τὰν κύνα βάλλει,

10ἅ τοι τᾶν ὀίων ἕπεται σκοπός· ἁ δὲ βαΰσδει

11εἰς ἅλα δερκομένα, τὰ δέ νιν καλὰ κύματα φαίνει

12ἅσυχα καχλάζοντα ἐπʼ αἰγιαλοῖο θέοισαν.

13φράζεο μὴ τᾶς παιδὸς ἐπὶ κνάμαισιν ὀρούσῃ

14ἐξ ἁλὸς ἐρχομένας, κατὰ δὲ χρόα καλὸν ἀμύξῃ.

15ἁ δὲ καὶ αὐτόθε τοι διαθρύπτεται, ὡς ἀπʼ ἀκάνθας

16ταὶ καπυραὶ χαῖται, τὸ καλὸν θέρος ἁνίκα φρύγει·

17καὶ φεύγει φιλέοντα καὶ οὐ φιλέοντα διώκει,

18καὶ τὸν ἀπὸ γραμμᾶς κινεῖ λίθον· ἦ γὰρ ἔρωτι

19πολλάκις ὦ Πολύφαμε τὰ μὴ καλὰ καλὰ πέφανται.

20τῷ δʼ ἐπὶ Δαμοίτας ἀνεβάλλετο καὶ τάδʼ ἄειδεν.

21εἶδον ναὶ τὸν Πᾶνα, τὸ ποίμνιον ἁνίκʼ ἔβαλλε,

22κοὔ μʼ ἔλαθʼ, οὔ, τὸν ἐμὸν ἕνα τὸν γλυκύν, ᾧπερ ὅρημι

23ἐς τέλος· αὐτὰρ ὁ μάντις ὁ Τήλεμος ἔχθρʼ ἀγορεύων

24ἐχθρὰ φέροι ποτὶ οἶκον, ὅπως τεκέεσσι φυλάσσοι.

25ἀλλὰ καὶ αὐτὸς ἐγὼ κνίζων πάλιν οὐ ποθόρημι,

26ἀλλʼ ἄλλαν τινὰ φαμὶ γυναῖκʼ ἔχεν· ἁ δʼ ἀίοισα

27ζαλοῖ μʼ ὦ Παιὰν καὶ τάκεται, ἐκ δὲ θαλάσσας

28οἰστρεῖ παπταίνοισα ποτʼ ἄντρά τε καὶ ποτὶ ποίμνας.

29σίξα δʼ ὑλακτεῖν νιν καὶ τᾷ κυνί· καὶ γὰρ ὅκʼ ἤρων

30αὐτᾶς, ἐκνυζεῖτο ποτʼ ἰσχία ῥύγχος ἔχοισα.

31ταῦτα δʼ ἴσως ἐσορεῦσα ποεῦντά με πολλάκι πεμψεῖ

32ἄγγελον. αὐτὰρ ἐγὼ κλᾳξῶ θύρας, ἕστέ κʼ ὀμόσσῃ

33αὐτά μοι στορεσεῖν καλὰ δέμνια τᾶσδʼ ἐπὶ νάσω.

34καὶ γάρ θην οὐδʼ εἶδος ἔχω κακόν, ὥς με λέγοντι.

35ἦ γὰρ πρᾶν ἐς πόντον ἐσέβλεπον, ἦς δὲ γαλάνα,

36καὶ καλὰ μὲν τὰ γένεια, καλὰ δέ μευ ἁ μία κώρα,

37ὡς παρʼ ἐμὶν κέκριται, κατεφαίνετο, τῶν δέ τʼ ὀδόντων

38λευκοτέραν αὐγὰν Παρίας ὑπέφαινε λίθοιο.

39ὡς μὴ βασκανθῶ δέ, τρὶς εἰς ἐμὸν ἔπτυσα κόλπον·

40ταῦτα γὰρ ἁ γραία με Κοτυταρὶς ἐξεδίδαξε.

41ἃ πρᾶν ἀμάντεσσι παρʼ Ἱπποκίωνι ποταύλει.

42τόσσʼ εἰπὼν τὸν Δάφνιν ὁ Δαμοίτας ἐφίλησε,

43χὡ μὲν τῷ σύριγγʼ, ὁ δὲ τῷ καλὸν αὐλὸν ἔδωκεν.

44αὔλει Δαμοίτας, σύρισδε δὲ Δάφνις ὁ βούτας,

45ὠρχεῦντʼ ἐν μαλακᾷ ταὶ πόρτιες αὐτίκα ποίᾳ.

46νίκη μὰν οὐδάλλος, ἀνήσσατοι δʼ ἐγένοντο.

θαλύσια

1Ἦς χρόνος ἁνίκʼ ἐγώ τε καὶ Εὔκριτος ἐς τὸν Ἅλεντα

2εἵρπομες ἐκ πόλιος, σὺν καὶ τρίτος ἁμὶν Ἀμύντας·

3τᾷ Δηοῖ γὰρ ἔτευχε θαλύσια καὶ Φρασίδαμος

4κἀντιγένης, δύο τέκνα Λυκωπέος, εἴ τί περ ἐσθλὸν

5χᾳῶν τῶν ἐπάνωθεν, ἀπὸ Κλυτίας τε καὶ αὐτῶ

6Χάλκωνος, Βούριναν ὃς ἐκ ποδὸς ἄνυσε κράναν

7εὖ ἐνερεισάμενος πέτρᾳ γόνυ· ταὶ δὲ παρʼ αὐτὰν

8αἴγειροι πτελέαι τε ἐύσκιον ἄλσος ὕφαινον,

9χλωροῖσιν πετάλοισι κατηρεφέες κομόωσαι.

10κοὔπω τὰν μεσάταν ὁδὸν ἄνυμες, οὐδὲ τὸ σᾶμα

11ἁμὶν τὸ Βρασίλα κατεφαίνετο, καὶ τὸν ὁδίταν

12ἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕρομες ἄνδρα,

13οὔνομα μὲν Λυκίδαν, ἦς δʼ αἰπόλος, οὐδέ κέ τίς νιν

14ἠγνοίησεν ἰδών, ἐπεὶ αἰπόλῳ ἔξοχʼ ἐῴκει.

15ἐκ μὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιο

16κνακὸν δέρμʼ ὤμοισι νέας ταμίσοιο ποτόσδον,

17ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλος

18ζωστῆρι πλακερῷ, ῥοικὰν δʼ ἔχεν ἀγριελαίω

19δεξιτερᾷ κορύναν. καί μʼ ἀτρέμας εἶπε σεσαρὼς

20ὄμματι μειδιόωντι, γέλως δέ οἱ εἴχετο χείλευς·

21Σιμιχίδα, πᾷ δὴ τὸ μεσαμέριον πόδας ἕλκεις,

22ἁνίκα δὴ καὶ σαῦρος ἐν αἱμασιαῖσι καθεύδει,

23οὐδʼ ἐπιτυμβίδιαι κορυδαλλίδες ἠλαίνοντι;

24ἦ μετὰ δαῖτα κλητὸς ἐπείγεαι; ἤ τινος ἀστῶν

25λανὸν ἔπι θρώσκεις; ὥς τοι ποσὶ νισσομένοιο

26πᾶσα λίθος πταίοισα ποτʼ ἀρβυλίδεσσιν ἀείδει.

27τὸν δʼ ἐγὼ ἀμείφθην· Λυκίδα φίλε, φαντί τυ πάντες

28συριγκτὰν ἔμεναι μέγʼ ὑπείροχον ἔν τε νομεῦσιν

29ἔν τʼ ἀμητήρεσσι. τὸ δὴ μάλα θυμὸν ἰαίνει

30ἁμέτερον· καί τοι κατʼ ἐμὸν νόον ἰσοφαρίζειν

31ἔλπομαι. ἁ δʼ ὁδὸς ἅδε θαλυσιάς· ἦ γὰρ ἑταῖροι

32ἀνέρες εὐπέπλῳ Δαμάτερι δαῖτα τελεῦντι

33ὄλβω ἀπαρχόμενοι· μάλα γάρ σφισι πίονι μέτρῳ

34ἁ δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν.

35ἀλλʼ ἄγε δή—ξυνὰ γὰρ ὁδός, ξυνὰ δὲ καὶ ἀώς—

36βουκολιασδώμεσθα· τάχʼ ὥτερος ἄλλον ὀνασεῖ.

37καὶ γὰρ ἐγὼ Μοισᾶν καπυρὸν στόμα, κἠμὲ λέγοντι

38πάντες ἀοιδὸν ἄριστον· ἐγὼ δέ τις οὐ ταχυπειθής,

39οὐ Δᾶν· οὐ γάρ πω κατʼ ἐμὸν νόον οὔτε τὸν ἐσθλὸν

40Σικελίδαν νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλητᾶν

41ἀείδων, βάτραχος δὲ ποτʼ ἀκρίδας ὥς τις ἐρίσδω.

42ὣς ἐφάμαν ἐπίταδες· ὁ δʼ αἰπόλος ἁδὺ γελάσσας,

43τάν τοι" ἔφα "κορύναν δωρύττομαι, οὕνεκεν ἐσσὶ

44πᾶν ἐπʼ ἀλαθείᾳ πεπλασμένον ἐκ Διὸς ἔρνος.

45ὥς μοι καὶ τέκτων μέγʼ ἀπέχθεται, ὅστις ἐρευνῇ

46ἶσον ὄρευς κορυφᾷ τελέσαι δόμον εὐρυμέδοντος,

47καὶ Μοισᾶν ὄρνιχες, ὅσοι ποτὶ Χῖον ἀοιδὸν

48ἀντία κοκκύζοντες ἐτώσια μοχθίζοντι.

49ἀλλʼ ἄγε βουκολικᾶς ταχέως ἀρχώμεθʼ ἀοιδᾶς,

50Σιμιχίδα· κἠγὼ μέν—ὅρη φίλος, εἴ τοι ἀρέσκει

51τοῦθʼ ὅ τι πρᾶν ἐν ὄρει τὸ μελύδριον ἐξεπόνασα.

Λυκίδας

52ἔσσεται Ἀγεάνακτι καλὸς πλόος ἐς Μυτιλήναν,

53χὥταν ἐφʼ ἑσπερίοις ἐρίφοις νότος ὑγρὰ διώκῃ

54κύματα, χὡρίων ὅτʼ ἐπʼ ὠκεανῷ πόδας ἴσχῃ,

55αἴκεν τὸν Λυκίδαν ὀπτεύμενον ἐξ Ἀφροδίτας

56ῥύσηται· θερμὸς γὰρ ἔρως αὐτῶ με καταίθει.

57χἁλκυόνες στορεσεῦντι τὰ κύματα τάν τε θάλασσαν

58τόν τε νότον τόν τʼ εὖρον, ὃς ἔσχατα φυκία κινεῖ·

59ἁλκυόνες, γλαυκαῖς Νηρηίσι ταί τε μάλιστα

60ὀρνίχων ἐφίλαθεν, ὅσαις τέ περ ἐξ ἁλὸς ἄγρα.

61Ἀγεάνακτι πλόον διζημένῳ ἐς Μυτιλήναν

62ὥρια πάντα γένοιτο, καὶ εὔπλοξν ὅρμον ἵκοιτο.

63κἠγὼ τῆνο κατʼ ἆμαρ ἀνήτινον ἢ ῥοδόεντα

64ἢ καὶ λευκοΐων στέφανον περὶ κρατὶ φυλάσσων

65τὸν Πτελεατικὸν οἶνον ἀπὸ κρατῆρος ἀφυξῶ

66πὰρ πυρὶ κεκλιμένος, κύαμον δέ τις ἐν πυρὶ φρυξεῖ.

67χἁ στιβὰς ἐσσεῖται πεπυκασμένα ἕστʼ ἐπὶ πᾶχυν

68κνύζᾳ τʼ ἀσφοδέλῳ τε πολυγνάμπτῳ τε σελίνῳ.

69καὶ πίομαι μαλακῶς μεμνημένος Ἀγεάνακτος

70αὐταῖσιν κυλίκεσσι καὶ ἐς τρύγα χεῖλος ἐρείδων.

71αὐλησεῦντι δέ μοι δύο ποιμένες, εἷς μὲν Ἀχαρνεύς,

72εἷς δὲ Λυκωπίτας· ὁ δὲ Τίτυρος ἐγγύθεν ᾀσεῖ,

73ὥς ποκα τᾶς Ξενέας ἠράσσατο Δάφνις ὁ βούτας,

74χὡς ὄρος ἀμφʼ ἐπονεῖτο, καὶ ὡς δρύες αὐτὸν ἐθρήνευν,

75Ἱμέρα αἵτε φύοντι παρʼ ὄχθῃσιν ποταμοῖο,

76εὖτε χιὼν ὥς τις κατετάκετο μακρὸν ὑφʼ Αἷμον

77ἢ Ἄθω ἢ Ῥοδόπαν ἢ Καύκασον ἐσχατόωντα.

78ᾀσεῖ δʼ ὥς ποκʼ ἔδεκτο τὸν αἰπόλον εὐρέα λάρναξ

79ζωὸν ἐόντα κακαῖσιν ἀτασθαλίαισιν ἄνακτος,

80ὥς τέ νιν αἱ σιμαὶ λειμωνόθε φέρβον ἰοῖσαι

81κέδρον ἐς ἁδεῖαν μαλακοῖς ἄνθεσσι μέλισσαι,

82οὕνεκά οἱ γλυκὺ Μοῖσα κατὰ στόματος χέε νέκταρ.

83ὦ μακαριστὲ Κομάτα, τύ θην τάδε τερπνὰ πεπόνθεις,

84καὶ τὺ κατεκλᾴσθης ἐς λάρνακα, καὶ τὺ μελισσᾶν

85κηρία φερβόμενος ἔτος ὥριον ἐξεπόνασας.

86αἴθʼ ἐπʼ ἐμεῦ ζωοῖς ἐναρίθμιος ὤφελες εἶμεν,

87ὥς τοι ἐγὼν ἐνόμευον ἀνʼ ὤρεα τὰς καλὰς αἶγας

88φωνᾶς εἰσαΐων, τὺ δʼ ὑπὸ δρυσὶν ἢ ὑπὸ πεύκαις

89ἁδὺ μελισδόμενος κατεκέκλισο θεῖε Κομάτα.

90χὡ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο· τὸν δὲ μετʼ αὖθις

91κἠγὼ τοῖʼ ἐφάμαν· Λυκίδα φίλε, πολλὰ μὲν ἄλλα

92νύμφαι κἠμὲ δίδαξαν ἀνʼ ὤρεα βουκολέοντα

93ἐσθλά, τά που καὶ Ζηνὸς ἐπὶ θρόνον ἄγαγε φάμα·

94ἀλλὰ τόγʼ ἐκ πάντων μέγʼ ὑπείροχον, ᾧ τυ γεραίρειν

95ἀρξεῦμʼ· ἀλλʼ ὑπάκουσον, ἐπεὶ φίλος ἔπλεο Μοίσαις.

Σιμιχίδας

96Σιμιχίδᾳ μὲν Ἔρωτες ἐπέπταρον· ἦ γὰρ ὁ δειλὸς

97τόσσον ἐρᾷ Μυρτοῦς, ὅσον εἴαρος αἶγες ἐρᾶντι.

98ὥρατος δʼ ὁ τὰ πάντα φιλαίτατος ἀνέρι τήνῳ

99παιδὸς ὑπὸ σπλάγχνοισιν ἔχει πόθον. οἶδεν Ἄριστις,

100ἐσθλὸς ἀνήρ, μέγʼ ἄριστος, ὃν οὐδέ κεν αὐτὸς ἀείδειν

101Φοῖβος σὺν φόρμιγγι παρὰ τριπόδεσσι μεγαίροι,

102ὡς ἐκ παιδὸς Ἄρατος ὑπʼ ὀστέον αἴθετʼ ἔρωτι.

103τόν μοι Πάν, Ὁμόλας ἐρατὸν πέδον ὅστε λέλογχας,

104ἄκλητον κείνοιο φίλας ἐς χεῖρας ἐρείσαις,

105εἴτʼ ἐστʼ ἆρα Φιλῖνος ὁ μαλθακὸς εἴτέ τις ἄλλος.

106κἢν μὲν ταῦτʼ ἔρδῃς ὦ Πὰν φίλε, μή τί τυ παῖδες

107Ἀρκαδικοὶ σκίλλαισιν ὑπὸ πλευράς τε καὶ ὤμους

108τανίκα μαστίσδοιεν, ὅτε κρέα τυτθὰ παρείη·

109εἰ δʼ ἄλλως νεύσαις, κατὰ μὲν χρόα πάντʼ ὀνύχεσσι

110δακνόμενος κνάσαιο καὶ ἐν κνίδαισι καθεύδοις,

111εἴης δʼ Ἠδωνῶν μὲν ἐν ὤρεσι χείματι μέσσῳ

112Ἕβρον πὰρ ποταμὸν τετραμμένος ἐγγύθεν ἄρκτω,

113ἐν δὲ θέρει πυμάτοισι παρʼ Αἰθιόπεσσι νομεύοις

114πέτρᾳ ὕπο Βλεμύων, ὅθεν οὐκέτι Νεῖλος ὁρατός.

115ὔμμες δʼ Ὑετίδος καὶ Βυβλίδος ἁδὺ λιπόντες

116νᾶμα καὶ Οἰκεῦντα, ξανθᾶς ἕδος αἰπὺ Διώνας,

117ὦ μάλοισιν Ἔρωτες ἐρευθομένοισιν ὁμοῖοι,

118βάλλετέ μοι τόξοισι τὸν ἱμερόεντα Φιλῖνον,

119βάλλετʼ, ἐπεὶ τὸν ξεῖνον ὁ δύσμορος οὐκ ἐλεεῖ μευ.

120καὶ δὴ μὰν ἀπίοιο πεπαίτερος, αἱ δὲ γυναῖκες

121

The complete text is available when the reading interface loads.