The Greek Library Author

Theocritus

Ἐπιγράμματα

Author namesThéocrite · Theocrite · Theocritus · Theokritos · Θεοκριτος

Scientific editors
Roger James Cholmeley
Edition reference
The Idylls of Theocritus · London · George Bell and Sons, Ltd. · 1901-1919
CTS identifier
urn:cts:greekLit:tlg0005.tlg002.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

A. Pal. vi. 336

1τὰ ῥόδα τὰ δροσόεντα καὶ ἁ κατάπυκνος ἐκείνα

2ἕρπυλλος κεῖται ταῖς Ἑλικωνιάσι,

3ταὶ δὲ μελάμφυλλοι δάφναι τὶν Πύθιε Παιάν,

4δελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάισε.

5βωμὸν δʼ αἱμαξεῖ κεραὸς τράγος οὗτος ὁ μαλός,

6τερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα.

A. Pal. vi. 177

1Δάφνις ὁ λευκόχρως, ὁ καλᾷ σύριγγι μελίσδων

2βουκολικοὺς ὕμνους, ἄνθετο Πανὶ τάδε,

3τοὺς τρητοὺς δόνακας, τὸ λαγωβόλον, ὀξὺν ἄκοντα,

4νεβρίδα, τὰν πήραν, ᾇ ποκʼ ἐμαλοφόρει.

A. Pal. ix. 338

1εὕδεις φυλλοστρῶτι πέδῳ Δάφνι σῶμα κεκμακὸς

2ἀμπαύων· στάλικες δʼ ἀρτιπαγεῖς ἀνʼ ὄρη.

3ἀγρεύει δέ τυ Πὰν καὶ ὁ τὸν κροκόεντα Πρίηπος

4κισσὸν ἐφʼ ἱμερτῷ κρατὶ καθαπτόμενος,

5ἄντρον ἔσω στείχοντες ὁμόρροθοι. ἀλλὰ τὺ φεῦγε,

6φεῦγε μεθεὶς ὕπνου κῶμα καταγρόμενον.

A. Pal. ix. 437

1τήναν τὰν λαύραν τάς τε δρύας αἰπόλε κάμψας

2σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον,

3τρισκελὲς αὐτόφλοιον ἀνούατον, ἀλλὰ φάλητι

4παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν.

5σακός οἱ ἱερὸς περιδέδρομεν, ἀέναον δὲ

6ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει

7δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ.

8ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι

9ἄμπελος, εἰαρινοὶ δὲ λιγυφθόγγοισιν ἀοιδαῖς

10κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη.

11ξουθαὶ δʼ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσι

12μέλπουσαι στόμασιν τὰν μελίγαρυν ὄπα.

13ἕζεο δὴ τηνεῖ καὶ τῷ χαρίεντι Πριήπῳ

14εὔχεʼ ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους,

15κεὐθὺς ἐπιρρέξειν χίμαρον καλόν. ἢν δʼ ἀνανεύσῃ,

16τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι·

17ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω

18σακίταν. ἀίοι δʼ εὐμενέως ὁ θεός.

A. Pal. ix. 433

1λῇς ποτὶ τᾶν Νυμφᾶν διδύμοις αὐλοῖσιν ἀεῖσαι

2ἁδύ τί μοι; κἠγὼ πακτίδʼ ἀειράμενος

3ἀρξεῦμαί τι κρέκειν, ὁ δὲ βουκόλος ἄμμιγα θελξεῖ

4Δάφνις, κηροδέτῳ πνεύματι μελπόμενος.

5ἐγγὺς δὲ στάντες λασίας δρυὸς ἄντρου ὄπισθεν

6Πᾶνα τὸν αἰγιβάταν ὀρφανίσωμες ὕπνου.

A. Pal. ix. 432

1Ἆ δειλαῖε τὺ Θύρσι, τί τὸ πλέον, εἰ καταταξεῖς

2δάκρυσι διγλήνους ὦπας ὀδυρόμενος;

3οἴχεται ἁ χίμαρος, τὸ καλὸν τέκος, οἴχετʼ ἐς Ἅιδαν·

4τραχὺς γὰρ χαλαῖς ἀμφεπίαξε λύκος.

5αἱ δὲ κύνες κλαγγεῦντι· τί τὸ πλέον, ἁνίκα τήνας

6ὀστίον οὐδὲ τέφρα λείπεται οἰχομένας;

A. Pal. vii. 659

1νήπιον υἱὸν ἔλειπες, ἐν ἁλικίᾳ δὲ καὶ αὐτός,

2Εὐρύμεδον τύμβου τοῦδε θανὼν ἔτυχες.

3σοὶ μὲν ἕδρα θείοισι μετʼ ἀνδράσι· τὸν δὲ πολῖται

4τιμασεῦντι, πατρὸς μνώμενοι ὡς ἀγαθοῦ.

A. Pal. vi. 337

1Ἦλθε καὶ ἐς Μίλητον ὁ τοῦ Παιήονος υἱός,

2ἰητῆρι νόσων ἀνδρὶ συνοισόμενος

3Νικίᾳ, ὅς μιν ἐπʼ ἦμαρ ἀεὶ θυέεσσιν ἱκνεῖται,

4καὶ τόδʼ ἀπʼ εὐώδους γλύψατʼ ἄγαλμα κέδρου,

5Ἠετίωνι χάριν γλαφυρᾶς χερὸς ἄκρον ὑποστὰς

6μισθόν· ὁ δʼ εἰς ἔργον πᾶσαν ἀφῆκε τέχνην.

A. Pal. vii. 660

1ξεῖνε, Συρακόσιός τοι ἀνὴρ τόδʼ ἐφίεται Ὄρθων·

2χειμερίας μεθύων μηδαμὰ νυκτὸς ἴοις.

3καὶ γὰρ ἐγὼ τοιοῦτον ἔχω πότμον· ἀντὶ δὲ πολλᾶς

4πατρίδος ὀθνείαν κεῖμαι ἐφεσσάμενος.

A. Pal. vi. 338

1Ὑμῖν τοῦτο θεαὶ κεχαρισμένον ἐννέα πάσαις

2τὤγαλμα Ξενοκλῆς θῆκε τὸ μαρμάρινον,

3μουσικός· οὐχ ἑτέρως τις ἐρεῖ. σοφίῃ δʼ ἐπὶ τῇδε

4αἶνον ἔχων Μουσέων οὐκ ἐπιλανθάνεται.

A. Pal. vii. 661

1Εὐσθένεος τὸ μνῆμα· φυσιγνώμων ὁ σοφιστής,

2δεινὸς ἀπʼ ὀφθαλμοῦ καὶ τὸ νόημα μαθεῖν.

3εὖ μιν ἔθαψαν ἑταῖροι ἐπὶ ξείνης ξένον ὄντα·

4χὑμνοθέτης αὐτοῖς δαιμονίως φίλος ἦν.

5πάντων ὧν ἐπέοικεν ἔχειν τεθνεὼς ὁ σοφιστὴς

6καίπερ ἄκικυς ἐὼν εἶχʼ ἄρα κηδεμόνας.

A. Pal. vi. 339

1Δημομέλης ὁ χορηγός, ὁ τὸν τρίποδʼ ὦ Διόνυσε

2καὶ σὲ τὸν ἥδιστον θεῶν μακάρων ἀναθείς,

3μέτριος ἦν ἐν πᾶσι, χορῷ δʼ ἐκτήσατο νίκην

4ἀνδρῶν, καὶ τὸ καλὸν καὶ τὸ προσῆκον ὁρῶν.

A. Pal. vi. 340

1Ἡ Κύπρις οὐ πάνδημος. ἱλάσκεο τὴν θεὸν εἰπὼν

2οὐρανίην, ἁγνῆς ἄνθεμα Χρυσογόνης

3οἴκῳ ἐν Ἀμφικλέους, ᾧ καὶ τέκνα καὶ βίον εἶχε

4ξυνόν. ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦν

5ἐκ σέθεν ἀρχομένοις ὦ πότνια· κηδόμενοι γὰρ

6ἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί.

A. Pal. ix. 435

1Ἀστοῖς καὶ ξείνοισιν ἴσον νέμει ἥδε τράπεζα·

2θεὶς ἀνελοῦ ψήφου πρὸς λόγον ἐρχομένης.

3ἄλλός τις πρόφασιν λεγέτω· τὰ δʼ ὀθνεῖα Κάικος

4χρήματα καὶ νυκτὸς βουλομένοις ἀριθμεῖ.

A. Pal. vii. 658

1γνώσομαι, εἴ τι νέμεις ἀγαθοῖς πλέον, ἢ καὶ ὁ δειλὸς

2ἐκ σέθεν ὡσαύτως ἶσον ὁδοιπόρʼ ἔχει.

3χαιρέτω οὗτος ὁ τύμβος" ἐρεῖς "ἐπεὶ Εὐρυμέδοντος

4κεῖται τῆς ἱερῆς κοῦφος ὑπὲρ κεφαλῆς.

A. Pal. vii. 662

1Ἡ παῖς ᾤχετʼ ἄωρος ἐν ἑβδόμῳ ἥδʼ ἐνιαυτῷ

2εἰς Ἀίδην πολλοῖς ἡλικίης προτέρη,

3δειλαίη, ποθέουσα τὸν εἰκοσάμηνον ἀδελφόν,

4νήπιον ἀστόργου γευσάμενον θανάτου.

5αἰαῖ ἐλεινὰ παθοῦσα Περιστερί, ὡς ἐν ἑτοίμῳ

6ἀνθρώποις δαίμων θῆκε τὰ λυγρότατα.

A. Pal. ix. 599

1θᾶσαι τὸν ἀνδριάντα τοῦτον ὦ ξένε

2σπουδᾷ, καὶ λέγʼ ἐπὴν ἐς οἶκον ἔνθῃς·

3Ἀνακρέοντος εἰκόνʼ εἶδον ἐν Τέῳ

4τῶν πρόσθʼ εἴ τι περισσὸν ᾠδοποιοῦ.

5προσθεὶς δὲ χὥτι τοῖς νέοισιν ἅδετο,

6ἐρεῖς ἀτρεκέως ὅλον τὸν ἄνδρα.

A. Pal. ix. 600

1Ἅ τε φωνὰ Δώριος χὡνὴρ ὁ τὰν κωμῳδίαν

2εὑρὼν Ἐπίχαρμος.

3ὦ Βάκχε, χάλκεόν νιν ἀντʼ ἀλαθινοῦ

4̔́τὶν ὧδʼ ἀνέθηκαν

5τοὶ Συρακόσσαις ἐνίδρυνται πεδωρισταὶ πόλει,

6οἷʼ ἀνδρὶ πολίτᾳ·

7σωρὸν γὰρ εἶχε ῥημάτων μεμναμένοις

8̔́τελεῖν ἐπίχειρα.

9πολλὰ γὰρ πὸτ τὰν ζόαν τοῖς πᾶσιν εἶπε χρήσιμα.

10μεγάλα χάρις αὐτῷ.

A. Pal. xiii. 3

1Ὁ μουσοποιὸς ἐνθάδʼ Ἱππῶναξ κεῖται.

2εἰ μὲν πονηρός, μὴ ποτέρχευ τῷ τύμβῳ·

3εἰ δʼ ἐσσὶ κρήγυός τε καὶ παρὰ χρηστῶν,

4θαρσέων καθίζευ, κἢν θέλῃς ἀπόβριξον.

A. Pal. vii. 663

1Ὁ μικκὸς τόδʼ ἔτευξε τᾷ Θραΐσσᾳ

2Μήδειος τὸ μνᾶμʼ ἐπὶ τᾷ ὁδῷ κἠπέγραψε Κλείτας.

3ἑξεῖ τὰν χάριν ἁ γυνὰ ἀντὶ τήνων,

4ὧν τὸν κοῦρον ἔθρεψε. τί μάν; ἔτι χρησίμα καλεῖται.

A. Pal. vii. 664

1Ἀρχίλοχον καὶ στᾶθι καὶ εἴσιδε τὸν πάλαι ποιητὰν

2τὸν τῶν ἰάμβων, οὗ τὸ μυρίον κλέος

3διῆλθε κἠπὶ νύκτα καὶ πρὸς ἀῶ.

4ἦ ῥά νιν αἱ Μοῖσαι καὶ ὁ Δάλιος ἠγάπευν Ἀπόλλων,

5ὡς ἐμμελής τʼ ἔγεντο κἠπιδέξιος

6ἔπεά τε ποιεῖν πρὸς λύραν τʼ ἀείδειν.

A. Pal. ix. 598

1τὸν τοῦ Ζανὸς ὅδʼ ὗμιν υἱὸν ὡνὴρ

2τὸν λεοντομάχαν, τὸν ὀξύχειρα,

3πρᾶτος τῶν ἐπάνωθε μουσοποιῶν

4Πείσανδρος συνέγραψεν ὡκ Καμίρου

5χὥσους ἐξεπόνασεν εἶπʼ ἀέθλους.

6τοῦτον δʼ αὐτὸν ὁ δᾶμος, ὡς σάφʼ εἰδῇς,

7ἔστασʼ ἐνθάδε χάλκεον ποιήσας

8πολλοῖς μησὶν ὄπισθε κἠνιαυτοῖς.

ἐκ τῆς Βερενίκης Athenaeus vii. 284.

1Καἴ τις ἀνὴρ αἰτεῖται ἐπαγροσύνην τε καὶ ὄλβον,

2ἐξ ἁλὸς ᾧ ζωή, τὰ δὲ δίκτυα κείνῳ ἄροτρα,

3σφάζων ἀκρόνυχος ταύτῃ θεῷ ἱερὸν ἰχθύν,

4ὃν λεῦκον καλέουσιν, ὁ γὰρ φιερώτατος ἄλλων,

5καί κε λίνα στήσαιτο καὶ ἐξερύσαιτο θαλάσσης

6ἔμπλεα.

Μεγάρα

1μῆτερ ἐμή, τίφθʼ ὧδε φίλον κατὰ θυμὸν ἰάπτεις

2ἐκπάγλως ἀχέουσα, τὸ πρὶν δέ τοι οὐκέτʼ ἔρευθος

3σώζετʼ ἐπὶ ῥεθέεσσι; τί μοι τόσον ἠνίησαι;

4ἦ ῥʼ ὅτι ἄλγεα πάσχει ἀπείριτα φαίδιμος υἱὸς

5ἀνδρὸς ὑπʼ οὐτιδανοῖο, λέων ὡσείθʼ ὑπὸ νεβροῦ;

6ὤμοι ἐγώ, τί νυ δή με θεοὶ τόσον ἠτίμησαν

7ἀθάνατοι; τί νύ μʼ ὧδε κακῇ γονέες τέκον αἴσῃ;

8δύσμορος, ἥτʼ ἐπεὶ ἀνδρὸς ἀμύμονος ἐς λέχος ἦλθον,

9τὸν μὲν ἐγὼ τίεσκον ἴσον φαέεσσιν ἐμοῖσιν

10ἠδʼ ἔτι νῦν σέβομαί τε καὶ αἰδέομαι κατὰ θυμόν·

11τοῦ δʼ οὔτις γένετʼ ἄλλος ἀποτμότερος ζωόντων,

12οὐδὲ τόσων σφετέρῃσιν ἐγεύσατο φροντίσι κηδέων.

13σχέτλιος, ὃς τόξοισιν, ἅ οἱ πόρεν αὐτὸς Ἀπόλλων

14ἠέ τινος Κηρῶν ἢ Ἐριννύος αἰνὰ βέλεμνα,

15παῖδας ἑοὺς κατέπεφνε καὶ ἐκ φίλον εἵλετο θυμὸν

16μαινόμενος κατὰ οἶκον, ὁ δʼ ἔμπλεος ἔσκε φόνοιο.

17τοὺς μὲν ἐγὼ δύστηνος ἐμοῖς ἴδον ὀφθαλμοῖσι

18βαλλομένους ὑπὸ πατρί· τὸ δʼ οὐδʼ ὄναρ ἤλυθεν ἄλλῳ·

19οὐδέ σφιν δυνάμην ἀδινὸν καλέουσιν ἀρῆξαι

20μητέρʼ ἑήν, ἐπεὶ ἐγγὺς ἀνίκητον κακὸν ἦεν.

21ὡς δʼ ὄρνις ὀδύρηται ἐπὶ σφετέροισι νεοσσοῖς

22ὀλλυμένοις, οὕστʼ αἰνὸς ὄφις ἔτι νηπιάχοντας

23θάμνοις ἐν πυκινοῖσι κατεσθίει· ἡ δὲ κατʼ αὐτοὺς

24πωτᾶται κλάζουσα μάλα λιγὺ πότνια μήτηρ,

25οὐδʼ ἄρʼ ἔχει τέκνοισιν ἐπαρκέσαι· ἦ ῥά οἱ αὐτῇ

26ἆσσον ἴμεν μέγα τάρβος ἀμειλίκτοιο πελώρου·

27ὣς ἐγὼ αἰνοτόκεια φίλον γόνον αἰάζουσα

28μαινομένοισι πόδεσσι δόμον κάτα πολλὸν ἐφοίτων.

29ὥς γʼ ὄφελον μετὰ παισὶν ἅμα θνήσκουσα καὶ αὐτὴ

30κεῖσθαι φαρμακόεντα διʼ ἥπατος ἰὸν ἔχουσα,

30aἢ καὶ σοῖς ἀγανοῖσιν ὑπαὶ βελέεσσι δαμῆναι

31Ἄρτεμι θηλυτέρῃσι μέγα κρείουσα γυναιξί.

32τῷ χʼ ἡμᾶς κλαύσαντε φίλῃς ἐπὶ χερσὶ τοκῆες

33πολλοῖς σὺν κτερέεσσι πυρῆς ἐπέβησαν ὁμοίης,

34καί κεν ἕνα χρύσειον ἐς ὀστέα κρωσσὸν ἁπάντων

35λέξαντες κατέθαψαν, ὅθι πρῶτον γενόμεσθα.

36νῦν δʼ οἱ μὲν Θήβην ἱπποτρόφον ἐνναίουσιν

37Ἀονίου πεδίοιο βαθεῖαν βῶλον ἀροῦντες·

38αὐτὰρ ἐγὼ Τίρυνθα κατὰ κραναὴν πόλιν Ἥρης

39πολλοῖσιν δύστηνος ἰάπτομαι ἄλγεσιν ἦτορ

40αἰεὶ ὁμῶς· δακρύων δὲ πάρεστί μοι οὐδʼ ἴʼ ἐρωή.

41ἀλλὰ πόσιν μὲν ὁρῶ παῦρον χρόνον ὀφθαλμοῖσιν

42οἴκῳ ἐν ἡμετέρῳ· πολέων δὲ οἱ ἔργον ἑτοῖμον

43μόχθων, τοὺς ἐπὶ γαῖαν ἀλώμενος ἠδὲ θάλασσαν

44μοχθίζει πέτρης ὅγʼ ἔχων νόον ἠὲ σιδήρου

45καρτερὸν ἐν στήθεσσι· σὺ δʼ ἠύτε λείβεται ὕδωρ,

46νύκτας τε κλαίουσα καὶ ἐκ Διὸς ἤμαθʼ ὁπόσσα.

47ἄλλος μὰν οὐκ ἄν τις ἐυφρήναι με παραστὰς

48κηδεμόνων· οὐ γάρ σφε δόμων κατὰ τεῖχος ἐέργει.

49καὶ λίην πάντες γε πέρην πιτυώδεος Ἰσθμοῦ

50ναίουσʼ, οὐδέ μοί ἐστι πρὸς ὅντινά κε βλέψασα

51οἷα γυνὴ πανάποτμος ἀναψύξαιμι φίλον κῆρ,

52νόσφι γε δὴ Πύρρης συνομαίμονος· ἡ δὲ καὶ αὐτὴ

53ἀμφὶ πόσει σφετέρῳ πλέον ἄχνυται Ἰφικλῆι,

54σῷ υἱεῖ· πάντων γὰρ ὀϊζυρώτατα τέκνα

55γείνασθαί σε θεῷ τε καὶ ἀνέρι θνητῷ ἔολπα.

56ὣς ἄρʼ ἔφη· τὰ δέ οἱ θαλερώτερα δάκρυα μήλων

57κόλπον ἐς ἱμερόεντα κατὰ βλεφάρων ἐχέοντο,

58μνησαμένῃ τέκνων τε καὶ ὧν μετέπειτα τοκήων.

59ὡς δʼ αὔτως δακρύοισι παρήια λεύκʼ ἐδίαινεν

60Ἀλκμήνη· βαρὺ δʼ ἥγε καὶ ἐκ θυμοῦ στενάχουσα

61μύθοισιν πυκινοῖσι φίλην νυὸν ὧδε μετηύδα·

62δαιμονίη παίδων, τί νύ τοι φρεσὶν ἔμπεσε τοῦτο

63πευκαλίμῃς; πῶς ἄμμʼ ἐθέλεις ὀροθυνέμεν ἄμφω

64κήδεʼ ἄλαστα λέγουσα; τὰ δʼ οὐ νῦν πρῶτα κέκλαυται.

65ἢ οὐχ ἅλις, οἷς ἐχόμεσθα τὸ δεύτατον αἰεὶ ἐπʼ ἦμαρ

66γινομένοις; μάλα μέν γε φιλοθρηνής κέ τις εἴη,

67ὅστις ἀριθμήσειεν………

67a……ἐφʼ ἡμετέροις ἀχέεσσι

68θάρσει. οὐ τοιῆσδʼ ἐκυρήσαμεν ἐκ θεοῦ αἴσης.

69καὶ δʼ αὐτὴν ὁρόω δε, φίλον τέκος, ἀτρύτοισιν

70ἄλγεσι μοχθίζουσαν. ἐπιγνώμων δέ τοί εἰμι

71ἀσχαλάαν, ὅτε δή γε καὶ εὐφροσύνης κόρος ἐστί.

72καί σε μάλʼ ἐκπάγλως ὀλοφύρομαι ἠδʼ ἐλεαίρω,

73οὕνεκεν ἡμετέροιο λυγροῦ μετὰ δαίμονος ἔσχες,

74ὅσθʼ ἡμῖν ἐφύπερθε κάρης βαρὺς αἰωρεῖται.

75ἴστω γὰρ Κούρη τε καὶ εὐέανος Δημήτηρ,

76ἅς κε μέγα βλαφθείς τις ἑκὼν ἐπίορκον ὀμόσσῃ

77δυσμενέων, μηδέν δε χερειότερον φρεσὶν ᾗσι

78στέργειν ἢ εἴ πέρ μοι ὑπὲκ νηδυίοφιν ἦλθες

79καί μοι τηλυγέτη ἐνὶ δώμασι παρθένος ἦσθα.

80οὐδʼ αὐτήν γέ νυ πάμπαν ἔολπά δε τοῦτό γε λήθειν.

81τῷ μηδʼ ἐξείπῃς πότʼ, ἐμὸν θάλος, ὥς σευ ἀκηδέω,

82μηδʼ εἴ κʼ ἠυκόμου Νιόβης πυκινώτερα κλαίω.

83οὐδὲν γὰρ νεμεσητὸν ὑπὲρ τέκνου γοάασθαι

84μητέρι δυσπαθέοντος· ἐπεὶ δέκα μῆνας ἔκαμνον

85πρὶν ἤπερ τʼ ἰδέειν μιν, ἐμῷ ὑπὸ ἥπατʼ ἔχουσα,

86καί με πυλάρταο σχεδὸν ἤγαγεν Αἰδωνῆος·

87ὧδέ ἑ δυστοκέουσα κακὰς ὠδῖνας ἀνέτλην.

88νῦν δέ μοι οἴχεται υἱὸς ἐπʼ ἀλλοτρίης νέον ἆθλον

89ἐκτελέων· οὐδʼ οἶδα δυσάμμορος, εἴτε μιν αὐτὸν

90ἐνθάδε νοστήσανθʼ ὑποδέξομαι, εἴτε καὶ οὐκί.

91πρὸς δʼ ἔτι μʼ ἐπτοίησε διὰ γλυκὺν αἰνὸς ὄνειρος

92ὕπνον· δειμαίνω δὲ παλίγκοτον ὄψιν ἰδοῦσα

93ἐκπάγλως, μή μοί τι τέκνοις ἀποθύμιον ἔρδοι.

94εἴσατο γάρ μοι ἔχων μακέλην εὐεργέα χερσὶ

95παῖς ἐμὸς ἀμφοτέρῃσι, βίη Ἡρακληείη·

96τῇ μεγάλην ἐλάχαινε δεδεγμένος ὡς ἐπὶ μισθῷ

97τάφρον τηλεθάοντος ἐπʼ ἐσχατιῇ τινος ἀγροῦ,

98γυμνὸς ἄτερ χλαίνης τε καὶ εὐμίτροιο χιτῶνος.

99αὐτὰρ ἐπειδὴ παντὸς ἀφίκετο πρὸς τέλος ἔργου

100καρτερὸν οἰνοφόροιο πονεύμενος ἕρκος ἀλωῆς,

101ἤτοι ὁ λίστρον ἔμελλεν ἐπὶ προύχοντος ἐρείσας

102ἀνδήρου καταδῦναι ἃ καὶ πάρος εἵματα ἕστο·

103ἐξαπίνης δʼ ἀνέλαμψεν ὑπὲρ καπέτοιο βαθείης

104πῦρ ἄμοτον, περὶ δʼ αὐτὸν ἀθέσφατος εἱλεῖτο φλόξ.

105αὐτὰρ ὅγʼ αἰὲν ὄπισθε θοοῖς ἀνεχάζετο ποσσίν,

106ἐκφυγέειν μεμαὼς ὀλοὸν μένος Ἡφαίστοιο·

107αἰεὶ δὲ προπάροιθεν ἑοῦ χροὸς ἠύτε γέρρον

108νώμασκεν μακέλην· περὶ δʼ ὄμμασιν ἔνθα καὶ ἔνθα

109πάπταινεν, μὴ δή μιν ἐπιφλέξῃ δήιον πῦρ.

110τῷ μὲν ἀοσσῆσαι λελιημένος, ὥς μοι ἔικτο,

111Ἰφικλέης μεγάθυμος ἐπʼ οὔδεϊ κάππεσʼ ὀλισθὼν

112πρὶν ἐλθεῖν, οὐδʼ ὀρθὸς ἀναστῆναι δύνατʼ αὖτις,

113ἀλλʼ ἀστεμφὲς ἔκειτο, γέρων ὡσείτʼ ἀμενηνός,

114ὅντε καὶ οὐκ ἐθέλοντα βιήσατο γῆρας ἀτερπὲς

115καππεσέειν, κεῖται δʼ ὅγʼ ἐπὶ χθονὸς ἔμπεδον αὐτοῦ

116εἰς ὅ κε τις χειρός μιν ἀνειρύσσῃ παριόντων

117αἰδεσθεὶς ὄπιδα τρομερὴν πολιοῖο γενείου.

118ὣς ἐν γῇ λελίαστο σακεσπάλος Ἰφικλείης.

119αὐτὰρ ἐγὼ κλαίεσκον ἀμηχανέοντας ὁρῶσα

120παῖδας ἐμούς, μέχρι δή μοι ἀπέσσυτο νήδυμος ὕπνος

121ὀφθαλμῶν, ἠὼς δὲ παραυτίκα φαινόλις ἦλθε.

122τοῖα, φίλη, μοι ὄνειρα διὰ φρένας ἐπτοίησαν

123παννυχίῃ· τὰ δὲ πάντα πρὸς Εὐρυσθῆα τρέποιτο

124οἴκου ἀφʼ ἡμετέροιο, γένοιτο δὲ μάντις ἐκείνῳ

125θυμὸς ἐμός, μηδʼ ἄλλο παρὲκ τελέσειέ τι δαίμων.