Κύκλωψ
Author namesEuripide · Euripides · Ευριπιδης
- Scientific editors
- Gilbert Murray
- Edition reference
- Euripidis Fabulae · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 1
Σιληνός
1Ὦ Βρόμιε, διὰ σὲ μυρίους ἔχω πόνους
2νῦν χὥτ’ ἐν ἥβῃ τοὐμὸν εὐσθένει δέμας·
3πρῶτον μέν, ἡνίκ’ ἐμμανὴς Ἥρας ὕπο
4Νύμφας ὀρείας ἐκλιπὼν ᾤχου τροφούς·
5ἔπειτά γ’ ἀμφὶ γηγενῆ μάχην δορὸς
6ἐνδέξιος σῷ ποδὶ παρασπιστὴς γεγὼς
7Ἐγκέλαδον ἰτέαν εἰς μέσην θενὼν δορὶ
8ἔκτεινα—φέρ’ ἴδω, τοῦτ’ ἰδὼν ὄναρ λέγω;
9οὐ μὰ Δί’, ἐπεὶ καὶ σκῦλ’ ἔδειξα βακχίῳ.
10καὶ νῦν ἐκείνων μείζον’ ἐξαντλῶ πόνον.
11ἐπεὶ γὰρ Ἥρα σοι γένος Τυρσηνικὸν
12λῃστῶν ἐπῶρσεν, ὡς ὁδηθείης μακράν,
13ἐγὼ πυθόμενος σὺν τέκνοισι ναυστολῶ
14σέθεν κατὰ ζήτησιν. ἐν πρύμνῃ δ’ ἄκρᾳ
15αὐτὸς λαβὼν ηὔθυνον ἀμφῆρες δόρυ,
16παῖδες δ’ ἐρετμοῖς ἥμενοι γλαυκὴν ἅλα
17ῥοθίοισι λευκαίνοντες ἐζήτουν σ’, ἄναξ.
18ἤδη δὲ Μαλέας πλησίον πεπλευκότας
19ἀπηλιώτης ἄνεμος ἐμπνεύσας δορὶ
20ἐξέβαλεν ἡμᾶς τήνδ’ ἐς Αἰτναίαν πέτραν,
21ἵν’ οἱ μονῶπες ποντίου παῖδες θεοῦ
22Kύκλωπες οἰκοῦσ’ ἄντρ’ ἔρημ’ ἀνδροκτόνοι.
23τούτων ἑνὸς ληφθέντες ἐσμὲν ἐν δόμοις
24δοῦλοι· καλοῦσι δ’ αὐτὸν ᾧ λατρεύομεν
25Πολύφημον· ἀντὶ δ’ εὐίων βακχευμάτων
26ποίμνας Κύκλωπος ἀνοσίου ποιμαίνομεν.
27παῖδες μὲν οὖν μοι κλιτύων ἐν ἐσχάτοις
28νέμουσι μῆλα νέα νέοι πεφυκότες,
29ἐγὼ δὲ πληροῦν πίστρα καὶ σαίρειν στέγας
30μένων τέταγμαι τάσδε, τῷδε δυσσεβεῖ
31Κύκλωπι δείπνων ἀνοσίων διάκονος.
32καὶ νῦν, τὰ προσταχθέντ’, ἀναγκαίως ἔχει
33σαίρειν σιδηρᾷ τῇδέ μ’ ἁρπάγῃ δόμους,
34ὡς τόν τ’ ἀπόντα δεσπότην Κύκλωπ’ ἐμὸν
35καθαροῖσιν ἄντροις μῆλά τ’ ἐσδεχώμεθα.
36ἤδη δὲ παῖδας προσνέμοντας εἰσορῶ
37ποίμνας. τί ταῦτα; μῶν κρότος σικινίδων
38ὁμοῖος ὑμῖν νῦν τε χὥτε βακχίῳ
39κῶμοι συνασπίζοντες Ἀλθαίας δόμους
40προσῇτ’ ἀοιδαῖς βαρβίτων σαυλούμενοι;
Choral 2
Strophe 1
Χορός
41παῖ γενναίων μὲν πατέρων
42γενναίων τ’ ἐκ τοκάδων,
43πᾷ δή μοι νίσῃ σκοπέλους;
44οὐ τᾷδ’ ὑπήνεμος αὔρα
45καὶ ποιηρὰ βοτάνα;
46δινᾶέν θ’ ὕδωρ ποταμῶν
47ἐν πίστραις κεῖται πέλας ἄν-
48τρων; οὔ σοι βλαχαὶ τεκέων;
Mesode 2
Χορός
49—ψύττ’· οὐ τᾷδ’ οὔ; οὐ τᾷδε νεμῇ
50κλιτὺν δροσεράν;
51ὠή, ῥίψω πέτρον τάχα σου
52—ὕπαγ’ ὦ ὕπαγ’ ὦ κεράστα—
53μηλοβότα στασιωρὸν
54Κύκλωπος ἀγροβάτα.
Antistrophe 3
Χορός
55σπαργῶντας μαστοὺς χάλασον·
56δέξαι θηλαῖσι σπορὰς
57ἃς λείπεις ἀρνῶν θαλάμοις.
58ποθοῦσί σ’ ἁμερόκοιτοι
59βλαχαὶ σμικρῶν τεκέων.
60εἰς αὐλὰν πότ’ ἀμφιβαλεῖς
61ποιηροὺς λείπουσα νομοὺς
62Αἰτναίων εἴσω σκοπέλων;
Mesode 4
Χορός
62a—νύττ’· οὐ τᾷδ’ οὔ; οὐ τᾷδε νεμῇ
62bκλιτὺν δροσεράν;
62cὠή, ῥίψω πέτρον τάχα σου
62d—ὕπαγ’ ὦ ὕπαγ’ ὦ κεράστα—
62eμηλοβότα στασιωρὸν
62fΚύκλωπος ἀγροβάτα.
Epode 5
Χορός
63οὐ τάδε Βρόμιος, οὐ τάδε χοροὶ
64Βάκχαι τε θυρσοφόροι,
65οὐ τυμπάνων ἀλαλαγμοὶ
66κρήναις παρ’ ὑδροχύτοις,
67οὐκ οἴνου χλωραὶ σταγόνες·
68οὐδ’ ἐν Νύσᾳ μετὰ Νυμφᾶν
69ἴακχον ἴακχον ᾠδὰν
70μέλπω πρὸς τὰν Ἀφροδίταν,
71ἃν θηρεύων πετόμαν
72Βάκχαις σὺν λευκόποσιν
73ὦ φίλος·
74ὦ φίλε Βακχεῖε, ποῖ οἰοπολεῖς;
75ποῖ ξανθὰν χαίταν σείεις;
76ἐγὼ δ’ ὁ σὸς πρόπολος
77θητεύω Κύκλωπι
78τῷ μονοδέρκτᾳ δοῦλος ἀλαίνων
80σὺν τᾷδε τράγου χλαίνᾳ μελέᾳ
81σᾶς χωρὶς φιλίας.
Episode 3
Σιληνός
82σιγήσατ’, ὦ τέκν’, ἄντρα δ’ ἐς πετρηρεφῆ
83ποίμνας ἀθροῖσαι προσπόλους κελεύσατε.
Χορός
84χωρεῖτ’· ἀτὰρ δὴ τίνα, πάτερ, σπουδὴν ἔχεις;
Σιληνός
85ὁρῶ πρὸς ἀκταῖς ναὸς Ἑλλάδος σκάφος
86κώπης τ’ ἄνακτας σὺν στρατηλάτῃ τινὶ
87στείχοντας ἐς τόδ’ ἄντρον· ἀμφὶ δ’ αὐχέσι
88τεύχη φέρονται κενά, βορᾶς κεχρημένοι,
89κρωσσούς θ’ ὑδρηλούς. ὦ ταλαίπωροι ξένοι,
90τίνες ποτ’ εἰσίν; οὐκ ἴσασι δεσπότην
91Πολύφημον οἷός ἐστιν, ἄξενον στέγην
92τήνδ’ ἐμβεβῶτες καὶ Κυκλωπίαν γνάθον
93τὴν ἀνδροβρῶτα δυστυχῶς ἀφιγμένοι.
94ἀλλ’ ἥσυχοι γίγνεσθ’, ἵν’ ἐκπυθώμεθα
95πόθεν πάρεισι Σικελὸν Αἰτναῖον πάγον.
Ὀδυσσεύς
96ξένοι, φράσαιτ’ ἂν νᾶμα ποτάμιον πόθεν
97δίψης ἄκος λάβοιμεν, εἴ τέ τις θέλει
98βορὰν ὁδῆσαι ναυτίλοις κεχρημένοις;
99--τί χρῆμα; Βρομίου πόλιν ἔοιγμεν ἐσβαλεῖν·
100Σατύρων πρὸς ἄντροις τόνδ’ ὅμιλον εἰσορῶ.
101χαίρειν προσεῖπα πρῶτα τὸν γεραίτατον.
Σιληνός
102χαῖρ’, ὦ ξέν’, ὅστις δ’ εἶ φράσον πάτραν τε σήν.
Ὀδυσσεύς
103Ἴθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ.
Σιληνός
104οἶδ’ ἄνδρα, κρόταλον δριμύ, Σισύφου γένος.
Ὀδυσσεύς
105ἐκεῖνος οὗτός εἰμι· λοιδόρει δὲ μή·
Σιληνός
106πόθεν Σικελίαν τήνδε ναυστολῶν πάρει;
Ὀδυσσεύς
107ἐξ Ἰλίου γε κἀπὸ Τρωικῶν πόνων.
Σιληνός
108πῶς; πορθμὸν οὐκ ᾔδησθα πατρῴας χθονός;
Ὀδυσσεύς
109ἀνέμων θύελλαι δεῦρό μ’ ἥρπασαν βίᾳ.
Σιληνός
110παπαῖ· τὸν αὐτὸν δαίμον’ ἐξαντλεῖς ἐμοί.
Ὀδυσσεύς
111ἦ καὶ σὺ δεῦρο πρὸς βίαν ἀπεστάλης;
Σιληνός
112λῃστὰς διώκων οἳ Βρόμιον ἀνήρπασαν.
Ὀδυσσεύς
113τίς δ’ ἥδε χώρα καὶ τίνες ναίουσί νιν;
Σιληνός
114Αἰτναῖος ὄχθος Σικελίας ὑπέρτατος.
Ὀδυσσεύς
115τείχη δὲ ποῦ ’στι καὶ πόλεως πυργώματα;
Σιληνός
116οὐκ εἴσ’· ἔρημοι πρῶνες ἀνθρώπων, ξένε.
Ὀδυσσεύς
117τίνες δ’ ἔχουσι γαῖαν; ἦ θηρῶν γένος;
Σιληνός
118Κύκλωπες, ἄντρ’ ἔχοντες, οὐ στέγας δόμων.
Ὀδυσσεύς
119τίνος κλύοντες; ἢ δεδήμευται κράτος;
Σιληνός
120νομάδες· ἀκούει δ’ οὐδὲν οὐδεὶς οὐδενός.
Ὀδυσσεύς
121σπείρουσι δ’—ἢ τῷ ζῶσι;—Δήμητρος στάχυν;
Σιληνός
122γάλακτι καὶ τυροῖσι καὶ μήλων βορᾷ.
Ὀδυσσεύς
123Βρομίου δὲ πῶμ’ ἔχουσιν, ἀμπέλου ῥοαῖς;
Σιληνός
124ἥκιστα· τοιγὰρ ἄχορον οἰκοῦσι χθόνα.
Ὀδυσσεύς
125φιλόξενοι δὲ χὥσιοι περὶ ξένους;
Σιληνός
126γλυκύτατά φασι τὰ κρέα τοὺς ξένους φορεῖν.
Ὀδυσσεύς
127τί φῄς; βορᾷ χαίρουσιν ἀνθρωποκτόνῳ;
Σιληνός
128οὐδεὶς μολὼν δεῦρ’ ὅστις οὐ κατεσφάγη.
Ὀδυσσεύς
129αὐτὸς δὲ Κύκλωψ ποῦ ’στιν; ἦ δόμων ἔσω;
Σιληνός
130φροῦδος πρὸς Αἴτνῃ θῆρας ἰχνεύων κυσίν.
Ὀδυσσεύς
131οἶσθ’ οὖν ὃ δρᾶσον, ὡς ἀπαίρωμεν χθονός;
Σιληνός
132οὐκ οἶδ’, Ὀδυσσεῦ· πᾶν δέ σοι δρῴημεν ἄν.
Ὀδυσσεύς
133ὅδησον ἡμῖν σῖτον, οὗ σπανίζομεν.
Σιληνός
134οὐκ ἔστιν, ὥσπερ εἶπον, ἄλλο πλὴν κρέας.
Ὀδυσσεύς
135ἀλλ’ ἡδὺ λιμοῦ καὶ τόδε σχετήριον.
Σιληνός
136καὶ τυρὸς ὀπίας ἔστι καὶ βοὸς γάλα.
Ὀδυσσεύς
137ἐκφέρετε· φῶς γὰρ ἐμπολήμασιν πρέπει.
Σιληνός
138σὺ δ’ ἀντιδώσεις, εἰπέ μοι, χρυσὸν πόσον;
Ὀδυσσεύς
139οὐ χρυσόν, ἀλλὰ πῶμα Διονύσου φέρω.
Σιληνός
140ὦ φίλτατ’ εἰπών, οὗ σπανίζομεν πάλαι.
Ὀδυσσεύς
141καὶ μὴν Μάρων μοι πῶμ’ ἔδωκε, παῖς θεοῦ.
Σιληνός
142ὃν ἐξέθρεψα ταῖσδ’ ἐγώ ποτ’ ἀγκάλαις;
Ὀδυσσεύς
143ὁ Βακχίου παῖς, ὡς σαφέστερον μάθῃς.
Σιληνός
144ἐν σέλμασιν νεώς ἐστιν, ἢ φέρεις σύ νιν;
Ὀδυσσεύς
145ὅδ’ ἁσκὸς ὃς κεύθει νιν· ὡς ὁρᾷς, γέρον.
Σιληνός
146οὗτος μὲν οὐδ’ ἂν τὴν γνάθον πλήσειέ μου.
Ὀδυσσεύς
147ναί·
147aδὶς γὰρ τόσον πῶμ’ ὅσον ἂν ἐξ ἀσκοῦ ῥυῇ.
Σιληνός
148καλήν γε κρήνην εἶπας ἡδεῖάν τ’ ἐμοί.
Ὀδυσσεύς
149βούλῃ σε γεύσω πρῶτον ἄκρατον μέθυ;
Σιληνός
150δίκαιον· ἦ γὰρ γεῦμα τὴν ὠνὴν καλεῖ.
Ὀδυσσεύς
151καὶ μὴν ἐφέλκω καὶ ποτῆρ’ ἀσκοῦ μέτα.
Σιληνός
152φέρ’ ἐκπάταξον, ὡς ἀναμνησθῶ πιών.
Ὀδυσσεύς
153ἰδού.
Σιληνός
153bπαπαιάξ, ὡς καλὴν ὀσμὴν ἔχει.
Ὀδυσσεύς
154εἶδες γὰρ αὐτήν;
Σιληνός
154bοὐ μὰ Δί’, ἀλλ’ ὀσφραίνομαι.
Ὀδυσσεύς
155γεῦσαί νυν, ὡς ἂν μὴ λόγῳ ’’παινῇς μόνον.
Σιληνός
156βαβαί· χορεῦσαι παρακαλεῖ μ’ ὁ Βάκχιος.
157ἆ ἆ ἆ.
Ὀδυσσεύς
158μῶν τὸν λάρυγγα διεκάναξέ σου καλῶς;
Σιληνός
159ὥστ’ εἰς ἄκρους γε τοὺς ὄνυχας ἀφίκετο.
Ὀδυσσεύς
160πρὸς τῷδε μέντοι καὶ νόμισμα δώσομεν.
Σιληνός
161χάλα τὸν ἀσκὸν μόνον· ἔα τὸ χρυσίον.
Ὀδυσσεύς
162ἐκφέρετέ νυν τυρεύματ’ ἢ μήλων τόκον.
Σιληνός
163δράσω τάδ’, ὀλίγον φροντίσας γε δεσποτῶν.
164ὡς ἐκπιεῖν γ’ ἂν κύλικα μαινοίμην μίαν,
165πάντων Κυκλώπων ἀντιδοὺς βοσκήματα,
166ῥῖψαι τ’ ἐς ἅλμην Λευκάδος πέτρας ἄπο,
167ἅπαξ μεθυσθεὶς καταβαλών τε τὰς ὀφρῦς.
168ὡς ὅς γε πίνων μὴ γέγηθε μαίνεται·
169ἵν’ ἔστι τουτί τ’ ὀρθὸν ἐξανιστάναι
170μαστοῦ τε δραγμὸς καὶ παρεσκευασμένου
171ψαῦσαι χεροῖν λειμῶνος, ὀρχηστύς θ’ ἅμα
172κακῶν τε λῆστις. εἶτ’ ἐγὼ οὐ κυνήσομαι
173τοιόνδε πῶμα, τὴν Κύκλωπος ἀμαθίαν
174κλαίειν κελεύων καὶ τὸν ὀφθαλμὸν μέσον;
Χορός
175ἄκου’, Ὀδυσσεῦ· διαλαλήσωμέν τί σοι.
Ὀδυσσεύς
176καὶ μὴν φίλοι γε προσφέρεσθε πρὸς φίλον.
Χορός
177ἐλάβετε Τροίαν τὴν Ἑλένην τε χειρίαν;
Ὀδυσσεύς
178καὶ πάντα γ’ οἶκον Πριαμιδῶν ἐπέρσαμεν.
Χορός
179οὔκουν, ἐπειδὴ τὴν νεᾶνιν εἵλετε,
180ἅπαντες αὐτὴν διεκροτήσατ’ ἐν μέρει,
181ἐπεί γε πολλοῖς ἥδεται γαμουμένη;
182τὴν προδότιν, ἣ τοὺς θυλάκους τοὺς ποικίλους
183περὶ τοῖν σκελοῖν ἰδοῦσα καὶ τὸν χρύσεον
184κλῳὸν φοροῦντα περὶ μέσον τὸν αὐχένα
185ἐξεπτοήθη, Μενέλεων, ἀνθρώπιον
186λῷστον, λιποῦσα. μηδαμοῦ γένος ποτὲ
187φῦναι γυναικῶν ὤφελ’ — εἰ μὴ ’μοὶ μόνῳ.
Σιληνός
188ἰδοὺ τάδ’ ὑμῖν ποιμένων βοσκήματα,
189ἄναξ Ὀδυσσεῦ, μηκάδων ἀρνῶν τροφαί,
190πηκτοῦ γάλακτός τ’ οὐ σπάνια τυρεύματα.
191φέρεσθε· χωρεῖθ’ ὡς τάχιστ’ ἄντρων ἄπο,
192βότρυος ἐμοὶ πῶμ’ ἀντιδόντες εὐίου.
193—οἴμοι· Κύκλωψ ὅδ’ ἔρχεται· τί δράσομεν;
Ὀδυσσεύς
194ἀπολώλαμεν γάρ, ὦ γέρον· ποῖ χρὴ φυγεῖν;
Σιληνός
195ἔσω πέτρας τῆσδ’, οὗπερ ἂν λάθοιτέ γε.
Ὀδυσσεύς
196δεινὸν τόδ’ εἶπας, ἀρκύων μολεῖν ἔσω.
Σιληνός
197οὐ δεινόν· εἰσὶ καταφυγαὶ πολλαὶ πέτρας.
Ὀδυσσεύς
198οὐ δῆτ’· ἐπεί τἂν μεγάλα γ’ ἡ Τροία στένοι,
199εἰ φευξόμεσθ’ ἕν’ ἄνδρα, μυρίον δ’ ὄχλον
200Φρυγῶν ὑπέστην πολλάκις σὺν ἀσπίδι.
201ἀλλ’, εἰ θανεῖν δεῖ, κατθανούμεθ’ εὐγενῶς,
202ἢ ζῶντες αἶνον τὸν πάρος συσσώσομεν.
Κύκλωψ
203ἄνεχε· πάρεχε· τί τάδε· τίς ἡ ῥᾳθυμία;
204τί βακχιάζετ’; οὐχὶ Διόνυσος τάδε,
205οὐ κρόταλα χαλκοῦ τυμπάνων τ’ ἀράγματα.
206πῶς μοι κατ’ ἄντρα νεόγονα βλαστήματα;
207ἦ πρός γε μαστοῖς εἰσι χὑπὸ μητέρων
208πλευρὰς τρέχουσι, σχοινίνοις τ’ ἐν τεύχεσιν
209πλήρωμα τυρῶν ἐστιν ἐξημελγμένον;
210τί φατε; τί λέγετε; τάχα τις ὑμῶν τῷ ξύλῳ
211δάκρυα μεθήσει· βλέπετ’ ἄνω καὶ μὴ κάτω.
Χορός
212ἰδού, πρὸς αὐτὸν τὸν Δί’ ἀνακεκύφαμεν,
213καὶ τἄστρα καὶ τὸν Ὠρίωνα δέρκομαι.
Κύκλωψ
214ἄριστόν ἐστιν εὖ παρεσκευασμένον;
Χορός
215πάρεστιν. ὁ φάρυγξ εὐτρεπὴς ἔστω μόνον.
Κύκλωψ
216ἦ καὶ γάλακτός εἰσι κρατῆρες πλέῳ;
Χορός
217ὥστ’ ἐκπιεῖν γέ σ’, ἢν θέλῃς, ὅλον πίθον.
Κύκλωψ
218μήλειον ἢ βόειον ἢ μεμιγμένον;
Χορός
219ὧν ἂν θέλῃς σύ, μὴ ’μὲ καταπίῃς μόνον.
Κύκλωψ
220ἥκιστ’· ἐπεί μ’ ἂν ἐν μέσῃ τῇ γαστέρι
221πηδῶντες ἀπολέσαιτ’ ἂν ὑπὸ τῶν σχημάτων.
222ἔα· τίν’ ὄχλον τόνδ’ ὁρῶ πρὸς αὐλίοις;
223λῃσταί τινες κατέσχον ἢ κλῶπες χθόνα;
224ὁρῶ γέ τοι τούσδ’ ἄρνας ἐξ ἄντρων ἐμῶν
225στρεπταῖς λύγοισι σῶμα συμπεπλεγμένους,
226τεύχη τε τυρῶν συμμιγῆ, γέροντά τε
227πληγαῖς πρόσωπον φαλακρὸν ἐξῳδηκότα.
Σιληνός
228ὤμοι, πυρέσσω συγκεκομμένος τάλας.
Κύκλωψ
229ὑπὸ τοῦ; τίς ἐς σὸν κρᾶτ’ ἐπύκτευσεν, γέρον;
Σιληνός
230ὑπὸ τῶνδε, Κύκλωψ, ὅτι τὰ σ’ οὐκ εἴων φέρειν.
Κύκλωψ
231οὐκ ᾖσαν ὄντα θεόν με καὶ θεῶν ἄπο;
Σιληνός
232ἔλεγον ἐγὼ τάδ’· οἳ δ’ ἐφόρουν τὰ χρήματα·
233καὶ τόν γε τυρὸν οὐκ ἐῶντος ἤσθιον
234τούς τ’ ἄρνας ἐξεφοροῦντο· δήσαντες δὲ σὲ
235κλῳῷ τριπήχει, κᾆτα τὸν ὀφθαλμὸν μέσον
236τὰ σπλάγχν’ ἔφασκον ἐξαμήσεσθαι βίᾳ,
237μάστιγί τ’ εὖ τὸ νῶτον ἀποθλίψειν σέθεν,
238κἄπειτα συνδήσαντες ἐς θἁδώλια
239τῆς νηὸς ἐμβαλόντες ἀποδώσειν τινὶ
240πέτρους μοχλεύειν, ἢ ’ς μυλῶνα καταβαλεῖν.
Κύκλωψ
241ἄληθες; οὔκουν κοπίδας ὡς τάχιστ’ ἰὼν
242θήξεις μαχαίρας καὶ μέγαν φάκελον ξύλων
243ἐπιθεὶς ἀνάψεις; ὡς σφαγέντες αὐτίκα
244πλήσουσι νηδὺν τὴν ἐμὴν ἀπ’ ἄνθρακος
245θερμὴν ἔδοντος δαῖτα τῷ κρεανόμῳ,
246τὰ δ’ ἐκ λέβητος ἑφθὰ καὶ τετηκότα.
247ὡς ἔκπλεώς γε δαιτός εἰμ’ ὀρεσκόου·
248ἅλις λεόντων ἐστί μοι θοινωμένῳ
249ἐλάφων τε, χρόνιος δ’ εἴμ’ ἀπ’ ἀνθρώπων βορᾶς.
Σιληνός
250τὰ καινά γ’ ἐκ τῶν ἠθάδων, ὦ δέσποτα,
251ἡδίον’ ἐστίν. οὐ γὰρ αὖ νεωστί γε
252ἄλλοι πρὸς ἄντρα σοι ἐσαφίκοντο ξένοι.
Ὀδυσσεύς
253Κύκλωψ, ἄκουσον ἐν μέρει καὶ τῶν ξένων.
254ἡμεῖς βορᾶς χρῄζοντες ἐμπολὴν λαβεῖν
255σῶν ἆσσον ἄντρων ἤλθομεν νεὼς ἄπο.
256τοὺς δ’ ἄρνας ἡμῖν οὗτος ἀντ’ οἴνου σκύφου
257ἀπημπόλα τε κἀδίδου πιεῖν λαβὼν
258ἑκὼν ἑκοῦσι, κοὐδὲν ἦν τούτων βίᾳ.
259ἀλλ’ οὗτος ὑγιὲς οὐδὲν ὧν φησιν λέγει,
260ἐπεὶ κατελήφθη σοῦ λάθρᾳ πωλῶν τὰ σά.
Σιληνός
261ἐγώ; κακῶς γὰρ ἐξόλοι’.
Ὀδυσσεύς
261bεἰ ψεύδομαι.
Σιληνός
262μὰ τὸν Ποσειδῶ τὸν τεκόντα σ’, ὦ Κύκλωψ,
263μὰ τὸν μέγαν Τρίτωνα καὶ τὸν Νηρέα,
264μὰ τὴν Καλυψὼ τάς τε Νηρέως κόρας,
265τά θ’ ἱερὰ κύματ’ ἰχθύων τε πᾶν γένος,
266ἀπώμοσ’, ὦ κάλλιστον ὦ Κυκλώπιον,
267ὦ δεσποτίσκε, μὴ τὰ σ’ ἐξοδᾶν ἐγὼ
268ξένοισι χρήματ’. ἢ κακῶς οὗτοι κακοὶ
269οἱ παῖδες ἀπόλοινθ’, οὓς μάλιστ’ ἐγὼ φιλῶ.
Χορός
270αὐτὸς ἔχ’. ἔγωγε τοῖς ξένοις τὰ χρήματα
271περνάντα σ’ εἶδον· εἰ δ’ ἐγὼ ψευδῆ λέγω,
272ἀπόλοιθ’ ὁ πατήρ μου· τοὺς ξένους δὲ μὴ ἀδίκει.
Κύκλωψ
273ψεύδεσθ’· ἔγωγε τῷδε τοῦ Ῥαδαμάνθυος
274μᾶλλον πέποιθα καὶ δικαιότερον λέγω.
275θέλω δ’ ἐρέσθαι· πόθεν ἐπλεύσατ’, ὦ ξένοι;
276ποδαποί; τίς ὑμᾶς ἐξεπαίδευσεν πόλις;
Ὀδυσσεύς
277Ἰθακήσιοι μὲν τὸ γένος, Ἰλίου δ’ ἄπο,
278πέρσαντες ἄστυ, πνεύμασιν θαλασσίοις
279σὴν γαῖαν ἐξωσθέντες ἥκομεν, Κύκλωψ.
Κύκλωψ
280ἦ τῆς κακίστης οἳ μετήλθεθ’ ἁρπαγὰς
281Ἑλένης Σκαμάνδρου γείτον’ Ἰλίου πόλιν;
Ὀδυσσεύς
282οὗτοι, πόνον τὸν δεινὸν ἐξηντληκότες.
Κύκλωψ
283αἰσχρὸν στράτευμά γ’, οἵτινες μιᾶς χάριν
284γυναικὸς ἐξεπλεύσατ’ ἐς γαῖαν Φρυγῶν.
Ὀδυσσεύς
285θεοῦ τὸ πρᾶγμα· μηδέν’ αἰτιῶ βροτῶν.
286ἡμεῖς δέ σ’, ὦ θεοῦ ποντίου γενναῖε παῖ,
287ἱκετεύομέν τε καὶ λέγομεν ἐλευθέρως·
288μὴ τλῇς πρὸς ἄντρα σοι ἐσαφιγμένους φίλους
289κτανεῖν βοράν τε δυσσεβῆ θέσθαι γνάθοις·
290οἳ τὸν σόν, ὦναξ, πατέρ’ ἔχειν νεῶν ἕδρας
291ἐρρυσάμεσθα γῆς ἐν Ἑλλάδος μυχοῖς.
292ἱερεύς τ’ ἄθραυστος Ταινάρου μένει λιμὴν
293Μαλέας τ’ ἄκροι κευθμῶνες ἥ τε Σουνίου
294δίας Ἀθάνας σῶς ὑπάργυρος πέτρα
295Γεραίστιοί τε καταφυγαί· τὰ θ’ Ἑλλάδος
296δύσφρον’ ὀνείδη Φρυξὶν οὐκ ἐδώκαμεν·
297ὧν καὶ σὺ κοινοῖ· γῆς γὰρ Ἑλλάδος μυχοὺς
298οἰκεῖς ὑπ’ Αἴτνῃ, τῇ πυριστάκτῳ πέτρᾳ.
299νόμος δὲ θνητοῖς, εἰ λόγους ἀποστρέφῃ,
300ἱκέτας δέχεσθαι ποντίους ἐφθαρμένους
301ξένιά τε δοῦναι καὶ πέπλοις ἐπαρκέσαι,
302οὐκ ἀμφὶ βουπόροισι πηχθέντας μέλη
303ὀβελοῖσι νηδὺν καὶ γνάθον πλῆσαι σέθεν.
304ἅλις δὲ Πριάμου γαῖ’ ἐχήρωσ’ Ἑλλάδα,
305πολλῶν νεκρῶν πιοῦσα δοριπετῆ φόνον,
306ἀλόχους τ’ ἀνάνδρους γραῦς τ’ ἄπαιδας ὤλεσεν
307πολιούς τε πατέρας. εἰ δὲ τοὺς λελειμμένους
308σὺ συμπυρώσας δαῖτ’ ἀναλώσεις πικράν,
309ποῖ τρέψεταί τις; ἀλλ’ ἐμοὶ πιθοῦ, Κύκλωψ·
310πάρες τὸ μάργον σῆς γνάθου, τὸ δ’ εὐσεβὲς
311τῆς δυσσεβείας ἀνθελοῦ· πολλοῖσι γὰρ
312κέρδη πονηρὰ ζημίαν ἠμείψατο.
Σιληνός
313παραινέσαι σοι βούλομαι· τῶν γὰρ κρεῶν
314μηδὲν λίπῃς τοῦδ’, ἤν τε τὴν γλῶσσαν δάκῃς,
315κομψὸς γενήσῃ καὶ λαλίστατος, Κύκλωψ.
Κύκλωψ
316ὁ πλοῦτος, ἀνθρωπίσκε, τοῖς σοφοῖς θεός,
317τὰ δ’ ἄλλα κόμποι καὶ λόγων εὐμορφίαι.
318ἄκρας δ’ ἐναλίας ἃς καθίδρυται πατὴρ
319χαίρειν κελεύω· τί τάδε προυστήσω λόγῳ;
320Ζηνὸς δ’ ἐγὼ κεραυνὸν οὐ φρίσσω, ξένε,
321οὐδ’ οἶδ’ ὅ τι Ζεύς ἐστ’ ἐμοῦ κρείσσων θεός.
322οὔ μοι μέλει τὸ λοιπόν· ὡς δ’ οὔ μοι μέλει,
323ἄκουσον. ὅταν ἄνωθεν ὄμβρον ἐκχέῃ,
324ἐν τῇδε πέτρᾳ στέγν’ ἔχων σκηνώματα,
325ἢ μόσχον ὀπτὸν ἤ τι θήρειον δάκος
326δαινύμενος, εὖ τέγγων τε γαστέρ’ ὑπτίαν,
327ἐπεκπιὼν γάλακτος ἀμφορέα, πέπλον
328κρούω, Διὸς βρονταῖσιν εἰς ἔριν κτυπῶν.
329ὅταν δὲ βορέας χιόνα Θρῄκιος χέῃ,
330δοραῖσι θηρῶν σῶμα περιβαλὼν ἐμὸν
331καὶ πῦρ ἀναίθων—χιόνος οὐδέν μοι μέλει.
332ἡ γῆ δ’ ἀνάγκῃ, κἂν θέλῃ κἂν μὴ θέλῃ,
333τίκτουσα ποίαν τἀμὰ πιαίνει βοτά.
334ἁγὼ οὔτινι θύω πλὴν ἐμοί, θεοῖσι δ’ οὔ,
335καὶ τῇ μεγίστῃ, γαστρὶ τῇδε, δαιμόνων.
336ὡς τοὐμπιεῖν γε κὰμφαγεῖν τοὐφ’ ἡμέραν
337Ζεὺς οὗτος ἀνθρώποισι τοῖσι σώφροσιν,
338λυπεῖν δὲ μηδὲν αὑτόν. οἳ δὲ τοὺς νόμους
339ἔθεντο ποικίλλοντες ἀνθρώπων βίον,
340κλαίειν ἄνωγα· τὴν δ’ ἐμὴν ψυχὴν ἐγὼ
341οὐ παύσομαι δρῶν εὖ—κατεσθίων τε σέ.
342ξένιά τε λήψῃ τοιάδ’, ὡς ἄμεμπτος ὦ,
343πῦρ καὶ πατρῷον τόνδε λέβητά γ’, ὃς ζέσας
344σὴν σάρκα διαφόρητον ἀμφέξει καλῶς.
345ἀλλ’ ἕρπετ’ εἴσω, τῷ κατ’ αὔλιον θεῷ
346ἵν’ ἀμφὶ βωμὸν στάντες εὐωχῆτέ με.
Ὀδυσσεύς
347αἰαῖ, πόνους μὲν Τρωικοὺς ὑπεξέδυν
348θαλασσίους τε, νῦν δ’ ἐς ἀνδρὸς ἀνοσίου
349γνώμην κατέσχον ἀλίμενόν τε καρδίαν.
350ὦ Παλλάς, ὦ δέσποινα Διογενὲς θεά,
351νῦν νῦν ἄρηξον· κρείσσονας γὰρ Ἰλίου
352πόνους ἀφῖγμαι κἀπὶ κινδύνου βάθρα.
353σύ τ’, ὦ φαεννῶν ἀστέρων οἰκῶν ἕδρας
354Ζεῦ ξένι’, ὅρα τάδ’· εἰ γὰρ αὐτὰ μὴ βλέπεις,
355ἄλλως νομίζῃ Ζεὺς τὸ μηδὲν ὢν θεός.
Choral 4
Strophe 1
Χορός
356Εὐρείας φάρυγγος, ὦ Κύκλωψ,
357ἀναστόμου τὸ χεῖλος· ὡς ἕτοιμά σοι
358ἑφθὰ καὶ ὀπτὰ καὶ ἀνθρακιᾶς ἄπο
359χναύειν, βρύκειν,
359aκρεοκοπεῖν μέλη ξένων,
360δασυμάλλῳ ἐν αἰγίδι κλινομένῳ.
Mesode 2
Χορός
361Μή μοι μὴ προσδίδου·
362μόνος μόνῳ γέμιζε πορθμίδος σκάφος.
363χαιρέτω μὲν αὖλις ἅδε,
364χαιρέτω δὲ θυμάτων
365ἀποβώμιος ἃν ἔχει θυσίαν
366Κύκλωψ Αἰτναῖος ξενικῶν
367κρεῶν κεχαρμένος βορᾷ.
Antistrophe 3
Χορός
369Νηλής, ὦ τλᾶμον, ὅστις δωμάτων
370ἐφεστίους ξενικοὺς ἱκτῆρας ἐκθύει δόμων,
373ἑφθά τε δαινύμενος, μυσαροῖσί τ’ ὀδοῦσιν
372κόπτων βρύκων
374ἀνθρώπων θέρμ’ ἀπ’ ἀνθράκων κρέα,
Mesode 4
Χορός
374bΜή μοι μὴ προσδίδου·
374cμόνος μόνῳ γέμιζε πορθμίδος σκάφος.
374dχαιρέτω μὲν αὖλις ἅδε,
374eχαιρέτω δὲ θυμάτων
374fἀποβώμιος ἃν ἔχει θυσίαν
374gΚύκλωψ Αἰτναῖος ξενικῶν
374hκρεῶν κεχαρμένος βορᾷ.
Episode 5
Ὀδυσσεύς
375ὦ Ζεῦ, τί λέξω, δείν’ ἰδὼν ἄντρων ἔσω
376κοὐ πιστά, μύθοις εἰκότ’, οὐδ’ ἔργοις βροτῶν;
Χορός
377τί δ’ ἔστ’, Ὀδυσσεῦ; μῶν τεθοίναται σέθεν
378φίλους ἑταίρους ἀνοσιώτατος Κύκλωψ;
Ὀδυσσεύς
379δισσούς γ’ ἀθρήσας κἀπιβαστάσας χεροῖν,
380οἳ σαρκὸς εἶχον εὐτραφέστατον πάχος.
Χορός
381πῶς, ὦ ταλαίπωρ’, ἦτε πάσχοντες τάδε;
Ὀδυσσεύς
382ἐπεὶ πετραίαν τήνδ’ ἐσήλθομεν χθόνα,
383ἀνέκαυσε μὲν πῦρ πρῶτον, ὑψηλῆς δρυὸς
384κορμοὺς πλατείας ἐσχάρας βαλὼν ἔπι,
385τρισσῶν ἁμαξῶν ὡς ἀγώγιμον βάρος.
386ἔπειτα φύλλων ἐλατίνων χαμαιπετῆ
387ἔστρωσεν εὐνὴν πλησίον πυρὸς φλογί.
388κρατῆρα δ’ ἐξέπλησεν ὡς δεκάμφορον,
389μόσχους ἀμέλξας, λευκὸν ἐσχέας γάλα.
390σκύφος τε κισσοῦ παρέθετ’ εἰς εὖρος τριῶν
391πήχεων, βάθος δὲ τεσσάρων ἐφαίνετο.
392καὶ χάλκεον λέβητ’ ἐπέζεσεν πυρί,
393ὀβελούς τ’, ἄκρους μὲν ἐγκεκαυμένους πυρί,
394ξεστοὺς δὲ δρεπάνῳ τἄλλα, παλιούρου κλάδων,
395Αἰτναῖά τε σφαγεῖα πελέκεων γνάθοις.
396ὡς δ’ ἦν ἕτοιμα πάντα τῷ θεοστυγεῖ
397Ἅιδου μαγείρῳ, φῶτε συμμάρψας δύο
398ἔσφαζ’ ἑταίρων τῶν ἐμῶν, ῥυθμῷ θ’ ἐνὶ
399τὸν μὲν λέβητος ἐς κύτος χαλκήλατον,
400τὸν δ’ αὖ, τένοντος ἁρπάσας ἄκρου ποδός,
401παίων πρὸς ὀξὺν στόνυχα πετραίου λίθου,
402ἐγκέφαλον ἐξέρρανε, καὶ καθαρπάσας
403λάβρῳ μαχαίρᾳ σάρκας ἐξώπτα πυρί
404τὰ δ’ ἐς λέβητ’ ἐφῆκεν ἕψεσθαι μέλη
405ἐγὼ δ’ ὁ τλήμων δάκρυ’ ἀπ’ ὀφθαλμῶν χέων
406ἐχριμπτόμην Κύκλωπι κἀδιακόνουν·
407ἅλλοι δ’ ὅπως ὄρνιθες ἐν μυχοῖς πέτρας
408πτήξαντες εἶχον, αἷμα δ’ οὐκ ἐνῆν χροΐ.
409ἐπεὶ δ’ ἑταίρων τῶν ἐμῶν πλησθεὶς βορᾶς
410ἀνέπεσε, φάρυγος αἰθέρ’ ἐξιεὶς βαρύν,
411ἐσῆλθέ μοί τι θεῖον· ἐμπλήσας σκύφος
412Μάρωνος αὐτῷ τοῦδε προσφέρω πιεῖν,
413λέγων τάδ’· Ὦ τοῦ ποντίου θεοῦ Κύκλωψ,
414σκέψαι τόδ’ οἷον Ἑλλὰς ἀμπέλων ἄπο
415θεῖον κομίζει πῶμα, Διονύσου γάνος.
416ὃ δ’ ἔκπλεως ὢν τῆς ἀναισχύντου βορᾶς
417ἐδέξατ’ ἔσπασέν τ’ ἄμυστιν ἑλκύσας
418κἀπῄνεσ’ ἄρας χεῖρα· Φίλτατε ξένων,
419καλὸν τὸ πῶμα δαιτὶ πρὸς καλῇ δίδως.
420ἡσθέντα δ’ αὐτὸν ὡς ἐπῃσθόμην ἐγώ,
421ἄλλην ἔδωκα κύλικα, γιγνώσκων ὅτι
422τρώσει νιν οἷνος καὶ δίκην δώσει τάχα.
423καὶ δὴ πρὸς ᾠδὰς εἷρπ’. ἐγὼ δ’ ἐπεγχέων
424ἄλλην ἐπ’ ἄλλῃ σπλάγχν’ ἐθέρμαινον ποτῷ.
425ᾄδεῖ δὲ παρὰ κλαίουσι συνναύταις ἐμοῖς
426ἄμουσ’, ἐπηχεῖ δ’ ἄντρον. ἐξελθὼν δ’ ἐγὼ
427σιγῇ. σὲ σῶσαι κἄμ’, ἐὰν βούλῃ, θέλω.
428ἀλλ’ εἴπατ’ εἴτε χρῄζετ’ εἴτ’ οὐ χρῄζετε
429φεύγειν ἄμεικτον ἄνδρα καὶ τὰ Βακχίου
430ναίειν μέλαθρα Δαναΐδων νυμφῶν μέτα.
431ὁ μὲν γὰρ ἔνδον σὸς πατὴρ τάδ’ ᾔνεσεν.
432ἀλλ’ ἀσθενὴς γὰρ κἀποκερδαίνων ποτοῦ,
433ὥσπερ πρὸς ἰξῷ τῇ κύλικι λελημμένος
434πτέρυγας ἀλύει· σὺ δέ—νεανίας γὰρ εἶ—
435σώθητι μετ’ ἐμοῦ καὶ τὸν ἀρχαῖον φίλον
436Διόνυσον ἀνάλαβ’, οὐ Κύκλωπι προσφερῆ.
Χορός
437ὦ φίλτατ’, εἰ γὰρ τήνδ’ ἴδοιμεν ἡμέραν,
438Κύκλωπος ἐκφυγόντες ἀνόσιον κάρα.
439ὡς διὰ μακροῦ γε τὸν σίφωνα τὸν φίλον
440χηρεύομεν. —τὸν δ’ οὐκ ἔχομεν κατ’ αὗ φαγεῖν.
Ὀδυσσεύς
441ἄκουε δή νυν ἣν ἔχω τιμωρίαν
442θηρὸς πανούργου σῆς τε δουλείας φυγήν.
Χορός
443λέγ’, ὡς Ἀσιάδος οὐκ ἂν ἥδιον ψόφον
444κιθάρας κλύοιμεν ἢ Κύκλωπ’ ὀλωλότα.
Ὀδυσσεύς
445ἐπὶ κῶμον ἕρπειν πρὸς κασιγνήτους θέλει
446Κύκλωπας ἡσθεὶς τῷδε Βακχίου ποτῷ.
Χορός
447ξυνῆκ’· ἔρημον ξυλλαβὼν δρυμοῖσί νιν
448σφάξαι μενοινᾷς, ἢ πετρῶν ὦσαι κάτω.
Ὀδυσσεύς
449οὐδὲν τοιοῦτον· δόλιος ἡ ’πιθυμία.
Χορός
450πῶς δαί; σοφόν τοί σ’ ὄντ’ ἀκούομεν πάλαι.
Ὀδυσσεύς
451κώμου μὲν αὐτὸν τοῦδ’ ἀπαλλάξαι, λέγων
452ὡς οὐ Κύκλωψι πῶμα χρὴ δοῦναι τόδε,
453μόνον δ’ ἔχοντα βίοτον ἡδέως ἄγειν.
454ὅταν δ’ ὑπνώσσῃ Βακχίου νικώμενος
455ἀκρεμὼν ἐλαίας ἔστιν ἐν δόμοισί τις,
456ὃν φασγάνῳ ’γὼ τῷδ’ ἀποξύνας ἄκρον,
457ἐς πῦρ καθήσω· κᾆθ’, ὅταν κεκαυμένον
458ἴδω νιν, ἄρας θερμὸν ἐς μέσην βαλῶ
459Κύκλωπος ὄψιν, ὄμμα τ’ ἐκτήξω πυρί.
460ναυπηγίαν δ’ ὡσεί τις ἁρμόζων ἀνὴρ
461διπλοῖν χαλινοῖν τρύπανον κωπηλατεῖ,
462οὕτω κυκλώσω δαλὸν ἐν φαεσφόρῳ
463Κύκλωπος ὄψει καὶ συναυανῶ κόρας.
Χορός
464ἰοὺ ἰού,
465γέγηθα, μαινόμεσθα τοῖς εὑρήμασιν.
Ὀδυσσεύς
466κἄπειτα καὶ σὲ καὶ φίλους γέροντά τε
467νεὼς μελαίνης κοῖλον ἐμβήσας σκάφος
468διπλαῖσι κώπαις τῆσδ’ ἀποστελῶ χθονός.
Χορός
469ἔστ’ οὖν ὅπως ἂν ὡσπερεὶ σπονδῆς θεοῦ
470κἀγὼ λαβοίμην τοῦ τυφλοῦντος ὄμματα
471δαλοῦ; φόνου γὰρ τοῦδε κοινωνεῖν θέλω.
Ὀδυσσεύς
472δεῖ γοῦν· μέγας γὰρ δαλός· οὗ ξυλληπτέον.
Χορός
473ὡς κἂν ἁμαξῶν ἑκατὸν ἀραίμην βάρος,
474εἰ τοῦ Κύκλωπος τοῦ κακῶς ὀλουμένου
475ὀφθαλμὸν ὥσπερ σφηκιὰν ἐκθύψομεν.
Ὀδυσσεύς
476σιγᾶτε νῦν· δόλον γὰρ ἐξεπίστασαι·
477χὥταν κελεύω, τοῖσιν ἀρχιτέκτοσι
478πείθεσθ’. ἐγὼ γὰρ ἄνδρας ἀπολιπὼν φίλους
479τοὺς ἔνδον ὄντας οὐ μόνος σωθήσομαι.
480καίτοι φύγοιμ’ ἄν, κἀκβέβηκ’ ἄντρου μυχῶν·
481ἀλλ’ οὐ δίκαιον ἀπολιπόντ’ ἐμοὺς φίλους,
482ξὺν οἷσπερ ἦλθον δεῦρο, σωθῆναι μόνον.
Choral 6
Anapests 1
Χορός
483ἄγε, τίς πρῶτος, τίς δ’ ἐπὶ πρώτῳ
484ταχθεὶς δαλοῦ κώπην ὀχμάσας
485Κύκλωπος ἔσω βλεφάρων ὤσας
486λαμπρὰν ὄψιν διακναίσει;
(ᾠδὴ ἔνδοθεν)
487σίγα σίγα. καὶ δὴ μεθύων
488ἄχαριν κέλαδον μουσιζόμενος
490σκαιὸς ἀπῳδὸς καὶ κλαυσόμενος
491χωρεῖ πετρίνων ἔξω μελάθρων
492φέρε νιν κώμοις παιδεύσωμεν
493τὸν ἀπαίδευτον·
494πάντως μέλλει τυφλὸς εἶναι.
Strophe 1
Ημιχ. Χορός
495μάκαρ ὅστις εὐιάζει
496βοτρύων φίλαισι πηγαῖς
497ἐπὶ κῶμον ἐκπετασθείς,
498φίλον ἄνδρ’ ὑπαγκαλίζων
499ἐπὶ δεμνίοις τε ξανθὸν
500χλιδανῆς ἔχων ἑταίρας
501μυρόχριστος λιπαρὸν βό-
502στρυχον, αὐδᾷ δέ· Θύραν τίς οἴξει μοι;
Strophe 2
Κύκλωψ
503παπαπᾶ· πλέως μὲν οἴνου,
504γάνυμαι δὲ δαιτὸς ἥβῃ,
505σκάφος ὁλκὰς ὣς γεμισθεὶς
506ποτὶ σέλμα γαστρὸς ἄκρας.
507ὑπάγει μ’ ὁ χόρτος εὔφρων
508ἐπὶ κῶμον ἦρος ὥραις
509ἐπὶ Κύκλωπας ἀδελφούς.
510φέρε μοι, ξεῖνε, φέρ’, ἀσκὸν ἔνδος μοι.
Strophe 3
Χορός
511καλὸν ὄμμασιν δεδορκὼς
512Καλὸς ἐκπερᾷ μελάθρων.
513—παπαπᾶ· φιλεῖ τις ἡμᾶς.–-
514λύχνα δ’ ἀμμένον δαΐα σὸν
515χρόα χὡς τέρεινα νύμφα
516δροσερῶν ἔσωθεν ἄντρων.
517στεφάνων δ’ οὐ μία χροιὰ
518περὶ σὸν κρᾶτα τάχ’ ἐξομιλήσει.
Episode 7
Ὀδυσσεύς
519Κύκλωψ, ἄκουσον· ὡς ἐγὼ τοῦ Βακχίου
520τούτου τρίβων εἴμ’, ὃν πιεῖν ἔδωκά σοι.
Κύκλωψ
521ὁ Βάκχιος δὲ τίς θεὸς νομίζεται;
Ὀδυσσεύς
522μέγιστος ἀνθρώποισιν ἐς τέρψιν βίου.
Κύκλωψ
523ἐρυγγάνω γοῦν αὐτὸν ἡδέως ἐγώ.
Ὀδυσσεύς
524τοιόσδ’ ὁ δαίμων· οὐδένα βλάπτει βροτῶν.
Κύκλωψ
525θεὸς δ’ ἐν ἀσκῷ πῶς γέγηθ’ οἴκους ἔχων;
Ὀδυσσεύς
526ὅπου τιθῇ τις, ἐνθάδ’ ἐστὶν εὐπετής.
Κύκλωψ
527οὐ τοὺς θεοὺς χρὴ σῶμ’ ἔχειν ἐν δέρμασιν.
Ὀδυσσεύς
528τί δ’, εἴ σε τέρπει γ’; ἢ τὸ δέρμα σοι πικρόν;
Κύκλωψ
529μισῶ τὸν ἀσκόν· τὸ δὲ ποτὸν φιλῶ τόδε.
Ὀδυσσεύς
530μένων νυν αὐτοῦ πῖνε κεὐθύμει, Κύκλωψ.
Κύκλωψ
531οὐ χρή μ’ ἀδελφοῖς τοῦδε προσδοῦναι ποτοῦ;
Ὀδυσσεύς
532ἔχων γὰρ αὐτὸς τιμιώτερος φανῇ.
Κύκλωψ
533διδοὺς δὲ τοῖς φίλοισι χρησιμώτερος.
Ὀδυσσεύς
534πυγμὰς ὁ κῶμος λοίδορόν τ’ ἔριν φιλεῖ.
Κύκλωψ
535μεθύω μέν, ἔμπας δ’ οὔτις ἂν ψαύσειέ μου.
Ὀδυσσεύς
536ὦ τᾶν, πεπωκότ’ ἐν δόμοισι χρὴ μένειν.
Κύκλωψ
537ἠλίθιος ὅστις μὴ πιὼν κῶμον φιλεῖ.
Ὀδυσσεύς
538ὃς δ’ ἂν μεθυσθείς γ’ ἐν δόμοις μείνῃ, σοφός.
Κύκλωψ
539τί δρῶμεν, ὦ Σιληνέ; σοὶ μένειν δοκεῖ;
Σιληνός
540δοκεῖ. τί γὰρ δεῖ συμποτῶν ἄλλων, Κύκλωψ;
Κύκλωψ
541καὶ μὴν λαχνῶδές τ’ οὖδας ἀνθηρᾶς χλόης . . . .
Σιληνός
542καὶ πρός γε θάλπος ἡλίου πίνειν καλόν.
543κλίθητί νύν μοι πλευρὰ θεὶς ἐπὶ χθονός.
Κύκλωψ
544ἰδού.
545τί δῆτα τὸν κρατῆρ’ ὄπισθέ μου τίθης;
Σιληνός
546ὡς μὴ παριών τις καταβάλῃ.
Κύκλωψ
546bπίνειν μὲν οὖν
547κλέπτων σὺ βούλῃ· κάτθες αὐτὸν ἐς μέσον.
548σὺ δ’, ὦ ξέν’, εἰπὲ τοὔνομ’ ὅ τι σε χρὴ καλεῖν.
Ὀδυσσεύς
549Οὖτιν· χάριν δὲ τίνα λαβών σ’ ἐπαινέσω;
Κύκλωψ
550πάντων σ’ ἑταίρων ὕστερον θοινάσομαι.
Σιληνός
551καλόν γε τὸ γέρας τῷ ξένῳ δίδως, Κύκλωψ.
Κύκλωψ
552οὗτος, τί δρᾷς; τὸν οἶνον ἐκπίνεις λάθρᾳ;
Σιληνός
553οὔκ, ἀλλ’ ἔμ’ οὗτος ἔκυσεν, ὅτι καλὸν βλέπω.
Κύκλωψ
554κλαύσῃ, φιλῶν τὸν οἶνον οὐ φιλοῦντά σε.
Σιληνός
555ναὶ μὰ Δί’, ἐπεί μού φησ’ ἐρᾶν ὄντος καλοῦ.
Κύκλωψ
556ἔγχει, πλέων δὲ τὸν σκύφον. δίδου μόνον.
Σιληνός
557πῶς οὖν κέκραται; φέρε διασκεψώμεθα.
Κύκλωψ
558ἀπολεῖς· δὸς οὕτως.
Σιληνός
558bναὶ μὰ Δί’ οὐ πρὶν ἄν γέ σε
559στέφανον ἴδω λαβόντα γεύσωμαί τ’ ἔτι . . .
Κύκλωψ
560ὦ οἰνοχόος ἄδικος.
Σιληνός
560bοὐ μὰ Δί’, ἀλλ’ ὦ οἶνος γλυκύς.
561ἀπομυκτέον δέ σοί ἐστιν ὡς λήψῃ πιεῖν.
Κύκλωψ
562ἰδού, καθαρὸν τὸ χεῖλος αἱ τρίχες τέ μου.
Σιληνός
563θές νυν τὸν ἀγκῶν’ εὐρύθμως, κᾆτ’ ἔκπιε,
564ὥσπερ μ’ ὁρᾷς πίνοντα—χὥσπερ οὐκ ἐμέ.
Κύκλωψ
565ἆ ἆ, τί δράσεις;
Σιληνός
565bἡδέως ἠμύστισα.
Κύκλωψ
566λάβ’, ὦ ξέν’, αὐτὸς οἰνοχόος τέ μοι γενοῦ.
Ὀδυσσεύς
567γιγνώσκεται γοῦν ἡ ἄμπελος τἠμῇ χερί.
Κύκλωψ
568φέρ’ ἔγχεόν νυν.
Ὀδυσσεύς
568bἐγχέω, σίγα μόνον.
Κύκλωψ
569χαλεπὸν τόδ’ εἶπας, ὅστις ἂν πίνῃ πολύν.
Ὀδυσσεύς
570ἰδοὺ λαβὼν ἔκπιθι καὶ μηδὲν λίπῃς.
571συνεκθανεῖν δὲ σπῶντα χρὴ τῷ πώματι.
Κύκλωψ
572παπαῖ, σοφόν γε τὸ ξύλον τῆς ἀμπέλου.
Ὀδυσσεύς
573κἂν μὲν σπάσῃς γε δαιτὶ πρὸς πολλῇ πολύν,
574τέγξας ἄδιψον νηδύν, εἰς ὕπνον βαλεῖ,
575ἢν δ’ ἐλλίπῃς τι, ξηρανεῖ σ’ ὁ Βάκχιος.
Κύκλωψ
576ἰοὺ ἰού,
577ὡς ἐξένευσα μόγις· ἄκρατος ἡ χάρις.
578ὁ δ’ οὐρανός μοι συμμεμιγμένος δοκεῖ
579τῇ γῇ φέρεσθαι, τοῦ Διός τε τὸν θρόνον
580λεύσσω, τὸ πᾶν τε δαιμόνων ἁγνὸν σέβας.
581—οὐκ ἂν φιλήσαιμ’·—αἱ Χάριτες πειρῶσί με.—
582ἅλις Γανυμήδην τόνδ’ ἔχων ἀναπαύσομαι.
583κάλλιστα, νὴ τὰς Χάριτας. —ἥδομαι δέ πως
584τοῖς παιδικοῖσι μᾶλλον ἢ τοῖς θήλεσιν.
Σιληνός
585ἐγὼ γὰρ ὁ Διός εἰμι Γανυμήδης, Κύκλωψ;
Κύκλωψ
586ναὶ μὰ Δί’, ὃν ἁρπάζω γ’ ἐγὼ ’κ τοῦ Δαρδάνου.
Σιληνός
587ἀπόλωλα, παῖδες· σχέτλια πείσομαι κακά.
Κύκλωψ
588μέμφῃ τὸν ἐραστὴν κἀντρυφᾷς πεπωκότι;
Σιληνός
589οἴμοι· πικρότατον οἶνον ὄψομαι τάχα.
Ὀδυσσεύς
590ἄγε δή, Διονύσου παῖδες, εὐγενῆ τέκνα,
591ἔνδον μὲν ἁνήρ· τῷ δ’ ὕπνῳ παρειμένος
592τάχ’ ἐξ ἀναιδοῦς φάρυγος ὠθήσει κρέα.
593δαλὸς δ’ ἔσωθεν αὐλίων ὠθεῖ καπνὸν
594παρευτρέπισται· κοὐδὲν ἄλλο πλὴν πυροῦν
595Κύκλωπος ὄψιν· ἀλλ’ ὅπως ἀνὴρ ἔσῃ.
Χορός
596πέτρας τὸ λῆμα κἀδάμαντος ἕξομεν.
597χώρει δ’ ἐς οἴκους, πρίν τι τὸν πατέρα παθεῖν
598ἀπάλαμνον· ὥς σοι τἀνθάδ’ ἐστὶν εὐτρεπῆ.
Ὀδυσσεύς
599Ἥφαιστ’, ἄναξ Αἰτναῖε, γείτονος κακοῦ
600λαμπρὸν πυρώσας ὄμμ’ ἀπαλλάχθηθ’ ἅπαξ,
601σύ τ’, ὦ μελαίνης Νυκτὸς ἐκπαίδευμ’, Ὕπνε,
602ἄκρατος ἐλθὲ θηρὶ τῷ θεοστυγεῖ,
603καὶ μὴ ’πὶ καλλίστοισι Τρωικοῖς πόνοις
604αὐτόν τε ναύτας τ’ ἀπολέσητ’ Ὀδυσσέα
605ὑπ’ ἀνδρός, ᾧ θεῶν οὐδὲν ἢ βροτῶν μέλει.
606ἢ τὴν τύχην μὲν δαίμον’ ἡγεῖσθαι χρεών,
607τὰ δαιμόνων δὲ τῆς τύχης ἐλάσσονα.
Lyric 1
Χορός
608λήψεται τὸν τράχηλον
609ἐντόνως ὁ καρκίνος
610τοῦ ξενοδαιτυμόνος· πυρὶ γὰρ τάχα
611φωσφόρους ὀλεῖ κόρας.
612ἤδη
613δαλὸς ἠνθρακωμένος
615κρύπτεται ἐς σποδιάν, δρυὸς ἄσπετον
616ἔρνος· ἀλλ’ ἴτω Μάρων·
616aπρασσέτω·
617μαινομένου ’ξελέτω βλέφαρον Κύ-
618κλωπος, ὡς πίῃ κακῶς.
619κἀγὼ
620τὸν φιλοκισσοφόρον Βρόμιον πο-
621θεινὸν εἰσιδεῖν θέλω,
622Κύκλω-
622aπος λιπὼν ἐρημίαν·
623ἆρ’ ἐς τοσόνδ’ ἀφίξομαι;
Ὀδυσσεύς
624σιγᾶτε πρὸς θεῶν, θῆρες, ἡσυχάζετε,
625συνθέντες ἄρθρα στόματος· οὐδὲ πνεῖν ἐῶ,
626οὐ σκαρδαμύσσειν οὐδὲ χρέμπτεσθαί τινα,
627ὡς μὴ ’ξεγερθῇ τὸ κακόν, ἔστ’ ἂν ὄμματος
628ὄψις Κύκλωπος ἐξαμιλληθῇ πυρί.
Χορός
629σιγῶμεν ἐγκάψαντες αἰθέρα γνάθοις.
Ὀδυσσεύς
630ἄγε νυν ὅπως ἅψεσθε τοῦ δαλοῦ χεροῖν
631ἔσω μολόντες· διάπυρος δ’ ἐστὶν καλῶς.
Χορός
632οὐκοῦν σὺ τάξεις οὕστινας πρώτους χρεὼν
633καυτὸν μοχλὸν λαβόντας ἐκκάειν τὸ φῶς
634Κύκλωπος, ὡς ἂν τῆς τύχης κοινώμεθα;
Χορός α
635ἡμεῖς μέν ἐσμεν μακροτέρω πρὸ τῶν θυρῶν
636ἑστῶτες ὠθεῖν ἐς τὸν ὀφθαλμὸν τὸ πῦρ.
Χορός β
637ἡμεῖς δὲ χωλοί γ’ ἀρτίως γεγενήμεθα.
Χορός γ
638ταὐτὸν πεπόνθατ’ ἆρ’ ἐμοί· τοὺς γὰρ πόδας
639ἑστῶτες ἐσπάσθημεν οὐκ οἶδ’ ἐξ ὅτου.
Ὀδυσσεύς
640ἑστῶτες ἐσπάσθητε;
Χορός δ
640bκαὶ τά γ’ ὄμματα
641μέστ’ ἐστὶν ἡμῖν κόνεος ἢ τέφρας ποθέν.
Ὀδυσσεύς
642ἄνδρες πονηροὶ κοὐδὲν οἵδε σύμμαχοι.
Χορός
643ὁτιὴ τὸ νῶτον τὴν ῥάχιν τ’ οἰκτίρομεν
644καὶ τοὺς ὀδόντας ἐκβαλεῖν οὐ βούλομαι
645τυπτόμενος, αὕτη γίγνεται πονηρία;
646ἀλλ’ οἶδ’ ἐπῳδὴν Ὀρφέως ἀγαθὴν πάνυ,
647ὡς αὐτόματον τὸν δαλὸν ἐς τὸ κρανίον
648στείχονθ’ ὑφάπτειν τὸν μονῶπα παῖδα γῆς.
Ὀδυσσεύς
649πάλαι μὲν ᾔδη σ’ ὄντα τοιοῦτον φύσει,
650νῦν δ’ οἶδ’ ἄμεινον. τοῖσι δ’ οἰκείοις φίλοις
651χρῆσθαί μ’ ἀνάγκη. χειρὶ δ’ εἰ μηδὲν σθένεις,
652ἀλλ’ οὖν ἐπεγκέλευέ γ’, ὡς εὐψυχίαν
653φίλων κελευσμοῖς τοῖσι σοῖς κτησώμεθα.
Χορός
654δράσω τάδ’. ἐν τῷ Καρὶ κινδυνεύσομεν.
655κελευσμάτων δ’ ἕκατι τυφέσθω Κύκλωψ.
Lyric 2
Χορός
656ἰὼ ἰώ· γενναιότατ’ ὠ-
657θεῖτε σπεύδετ’. ἐκκαίετε τὰν ὀφρὺν
658θηρὸς τοῦ ξενοδαίτα
659τυφέτω, καιέτω
660τὸν Αἴτνας μηλονόμον.
661τόρνευ’, ἕλκε, μή σ’ ἐξοδυνηθεὶς
662δράσῃ τι μάταιον.
Κύκλωψ
663ὤμοι, κατηνθρακώμεθ’ ὀφθαλμοῦ σέλας.
Χορός
664καλός γ’ ὁ παιάν· μέλπε μοι τόνδ’, ὦ Κύκλωψ.
Κύκλωψ
665ὤμοι μάλ’, ὡς ὑβρίσμεθ’, ὡς ὀλώλαμεν.
666ἀλλ’ οὔτι μὴ φύγητε τῆσδ’ ἔξω πέτρας
667χαίροντες, οὐδὲν ὄντες· ἐν πύλαισι γὰρ
668σταθεὶς φάραγγος τάσδ’ ἐναρμόσω χέρας.
Χορός
669τί χρῆμ’ ἀυτεῖς, ὦ Κύκλωψ;
Κύκλωψ
669bἀπωλόμην.
Χορός
670αἰσχρός γε φαίνῃ.
Κύκλωψ
670bκἀπὶ τοῖσδέ γ’ ἄθλιος.
Χορός
671μεθύων κατέπεσες ἐς μέσους τοὺς ἄνθρακας;
Κύκλωψ
672Οὖτίς μ’ ἀπώλεσ’.
Χορός
672bοὐκ ἄρ’ οὐδεὶς ἠδίκει.
Κύκλωψ
673Οὖτίς με τυφλοῖ βλέφαρον.
Χορός
673bοὐκ ἄρ’ εἶ τυφλός.
Κύκλωψ
674ὡς δὴ σύ—
Χορός
674bκαὶ πῶς σ’ οὔτις ἂν θείη τυφλόν;
Κύκλωψ
675σκώπτεις. ὁ δ’ Οὖτις ποῦ ’στιν;
Χορός
675bοὐδαμοῦ, Κύκλωψ.
Κύκλωψ
676ὁ ξένος, ἵν’ ὀρθῶς ἐκμάθῃς, μ’ ἀπώλεσεν,
677ὁ μιαρός, ὅς μοι δοὺς τὸ πῶμα κατέκλυσεν.
Χορός
678δεινὸς γὰρ οἷνος καὶ παλαίεσθαι βαρύς.
Κύκλωψ
679πρὸς θεῶν, πεφεύγασ’ ἢ μένουσ’ ἔσω δόμων;
Χορός
680οὗτοι σιωπῇ τὴν πέτραν ἐπήλυγα
681λαβόντες ἑστήκασι.
Κύκλωψ
681bποτέρας τῆς χερός;
Χορός
682ἐν δεξιᾷ σου.
Κύκλωψ
682bποῦ;
Χορός
682cπρὸς αὐτῇ τῇ πέτρᾳ.
683ἔχεις;
Κύκλωψ
683bκακόν γε πρὸς κακῷ· τὸ κρανίον
684παίσας κατέαγα.
Χορός
684bκαί σε διαφεύγουσί γε.
Κύκλωψ
685οὐ τῇδ’· ἐπεὶ τῇδ’ εἶπας;
Χορός
685bοὔ· ταύτῃ λέγω.
Κύκλωψ
686πῇ γάρ;
Χορός
686bπεριάγου, κεῖσε, πρὸς τἀριστερά.
Κύκλωψ
687οἴμοι γελῶμαι· κερτομεῖτέ μ’ ἐν κακοῖς.
Χορός
688ἀλλ’ οὐκέτ’, ἀλλὰ πρόσθεν οὗτός ἐστί σου.
Κύκλωψ
689ὦ παγκάκιστε, ποῦ ποτ’ εἶ;
Ὀδυσσεύς
689bτηλοῦ σέθεν
690φυλακαῖσι φρουρῶ σῶμ’ Ὀδυσσέως τόδε.
Κύκλωψ
691πῶς εἶπας; ὄνομα μεταβαλὼν καινὸν λέγεις.
Ὀδυσσεύς
692ὅπερ γ’ ὁ φύσας ὠνόμαζ’ Ὀδυσσέα.
693δώσειν δ’ ἔμελλες ἀνοσίου δαιτὸς δίκας·
694κακῶς γὰρ ἂν Τροίαν γε διεπυρωσάμην
695εἰ μή σ’ ἑταίρων φόνον ἐτιμωρησάμην.
Κύκλωψ
696αἰαῖ· παλαιὸς χρησμὸς ἐκπεραίνεται.
697τυφλὴν γὰρ ὄψιν ἐκ σέθεν σχήσειν μ’ ἔφη
698Τροίας ἀφορμηθέντος. ἀλλὰ καὶ σέ τοι
699δίκας ὑφέξειν ἀντὶ τῶνδ’ ἐθέσπισεν,
700πολὺν θαλάσσῃ χρόνον ἐναιωρούμενον.
Ὀδυσσεύς
701κλαίειν σ’ ἄνωγα· καὶ δέδραχ’ ὅπερ λέγεις.
702ἐγὼ δ’ ἐπ’ ἀκτὰς εἶμι καὶ νεὼς σκάφος
703ἥσω ’πὶ πόντον Σικελὸν ἔς τ’ ἐμὴν πάτραν.
Κύκλωψ
704οὐ δῆτ’, ἐπεί σε τῆσδ’ ἀπορρήξας πέτρας
705αὐτοῖσι συνναύταισι συντρίψω βαλών.
706ἄνω δ’ ἐπ’ ὄχθον εἶμι, καίπερ ὢν τυφλός,
707δι’ ἀμφιτρῆτος τῆσδε προσβαίνων ποδί.
Χορός
708ἡμεῖς δὲ συνναῦταί γε τοῦδ’ Ὀδυσσέως
709ὄντες τὸ λοιπὸν Βακχίῳ δουλεύσομεν.