Ἄλκηστις
Author namesEuripide · Euripides · Ευριπιδης
- Scientific editors
- Gilbert Murray
- Edition reference
- Euripidis Fabulae · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg002.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 1
Ἀπόλλων
1Ὦ δώματ’ Ἀδμήτειʼ, ἐν οἷς ἔτλην ἐγὼ
2θῆσσαν τράπεζαν αἰνέσαι θεός περ ὤν.
3Ζεὺς γὰρ κατακτὰς παῖδα τὸν ἐμὸν αἴτιος
4Ἀσκληπιόν, στέρνοισιν ἐμβαλὼν φλόγα·
5οὗ δὴ χολωθεὶς τέκτονας Δίου πυρὸς
6κτείνω Κύκλωπας· καί με θητεύειν πατὴρ
7θνητῷ παρ’ ἀνδρὶ τῶνδ’ ἄποιν’ ἠνάγκασεν.
8ἐλθὼν δὲ γαῖαν τήνδ’ ἐβουφόρβουν ξένῳ,
9καὶ τόνδ’ ἔσῳζον οἶκον ἐς τόδ’ ἡμέρας.
10ὁσίου γὰρ ἀνδρὸς ὅσιος ὢν ἐτύγχανον
11παιδὸς Φέρητος, ὃν θανεῖν ἐρρυσάμην,
12Μοίρας δολώσας· ᾔνεσαν δέ μοι θεαὶ
13Ἄδμητον ᾅδην τὸν παραυτίκ’ ἐκφυγεῖν,
14ἄλλον διαλλάξαντα τοῖς κάτω νεκρόν.
15πάντας δ’ ἐλέγξας καὶ διεξελθὼν φίλους,
16πατέρα γεραιάν θ’ ἥ σφ’ ἔτικτε μητέρα,
17οὐχ ηὗρε πλὴν γυναικὸς ὅστις ἤθελε
18θανὼν πρὸ κείνου μηκέτ’ εἰσορᾶν φάος·
19ἣ νῦν κατ’ οἴκους ἐν χεροῖν βαστάζεται
20ψυχορραγοῦσα· τῇδε γάρ σφ’ ἐν ἡμέρᾳ
21θανεῖν πέπρωται καὶ μεταστῆναι βίου.
22ἐγὼ δέ, μὴ μίασμά μ’ ἐν δόμοις κίχῃ,
23λείπω μελάθρων τῶνδε φιλτάτην στέγην.
24ἤδη δὲ τόνδε Θάνατον εἰσορῶ πέλας,
25ἱερῆ θανόντων, ὅς νιν εἰς Ἅιδου δόμους
26μέλλει κατάξειν· συμμέτρως δ’ ἀφίκετο,
27φρουρῶν τόδ’ ἦμαρ ᾧ θανεῖν αὐτὴν χρεών.
Anapests 1
Θάνατος
28ἆ ἆ·
29τί σὺ πρὸς μελάθροις; τί σὺ τῇδε πολεῖς,
30Φοῖβʼ; ἀδικεῖς αὖ τιμὰς ἐνέρων
31ἀφοριζόμενος καὶ καταπαύων;
32οὐκ ἤρκεσέ σοι μόρον Ἀδμήτου
33διακωλῦσαι, Μοίρας δολίῳ
34σφήλαντι τέχνῃ; νῦν δ’ ἐπὶ τῇδ’ αὖ
35χέρα τοξήρη φρουρεῖς ὁπλίσας,
36ἣ τόδ’ ὑπέστη πόσιν ἐκλύσασ’
37αὐτὴ προθανεῖν Πελίου παῖς.
Ἀπόλλων
38θάρσει· δίκην τοι καὶ λόγους κεδνοὺς ἔχω.
Θάνατος
39τί δῆτα τόξων ἔργον, εἰ δίκην ἔχεις;
Ἀπόλλων
40σύνηθες αἰεὶ ταῦτα βαστάζειν ἐμοί.
Θάνατος
41καὶ τοῖσδέ γ’ οἴκοις ἐκδίκως προσωφελεῖν.
Ἀπόλλων
42φίλου γὰρ ἀνδρὸς συμφοραῖς βαρύνομαι.
Θάνατος
43καὶ νοσφιεῖς με τοῦδε δευτέρου νεκροῦ;
Ἀπόλλων
44ἀλλ’ οὐδ’ ἐκεῖνον πρὸς βίαν σ’ ἀφειλόμην.
Θάνατος
45πῶς οὖν ὑπὲρ γῆς ἐστι κοὐ κάτω χθονός;
Ἀπόλλων
46δάμαρτ’ ἀμείψας, ἣν σὺ νῦν ἥκεις μέτα.
Θάνατος
47κἀπάξομαί γε νερτέρων ὑπὸ χθόνα.
Ἀπόλλων
48λαβὼν ἴθʼ· οὐ γὰρ οἶδ’ ἂν εἰ πείσαιμί σε.
Θάνατος
49κτείνειν γ’ ὃν ἂν χρῇ; τοῦτο γὰρ τετάγμεθα.
Ἀπόλλων
50οὔκ, ἀλλὰ τοῖς μέλλουσι θάνατον ἐμβαλεῖν.
Θάνατος
51ἔχω λόγον δὴ καὶ προθυμίαν σέθεν.
Ἀπόλλων
52ἔστ’ οὖν ὅπως Ἄλκηστις ἐς γῆρας μόλοι;
Θάνατος
53οὐκ ἔστι· τιμαῖς κἀμὲ τέρπεσθαι δόκει.
Ἀπόλλων
54οὔτοι πλέον γ’ ἂν ἢ μίαν ψυχὴν λάβοις.
Θάνατος
55νέων φθινόντων μεῖζον ἄρνυμαι γέρας.
Ἀπόλλων
56κἂν γραῦς ὄληται, πλουσίως ταφήσεται.
Θάνατος
57πρὸς τῶν ἐχόντων, Φοῖβε, τὸν νόμον τίθης.
Ἀπόλλων
58πῶς εἶπας; ἀλλ’ ἦ καὶ σοφὸς λέληθας ὤν;
Θάνατος
59ὠνοῖντ’ ἂν οἷς πάρεστι γηραιοὺς θανεῖν.
Ἀπόλλων
60οὔκουν δοκεῖ σοι τήνδε μοι δοῦναι χάριν;
Θάνατος
61οὐ δῆτʼ· ἐπίστασαι δὲ τοὺς ἐμοὺς τρόπους.
Ἀπόλλων
62ἐχθρούς γε θνητοῖς καὶ θεοῖς στυγουμένους.
Θάνατος
63οὐκ ἂν δύναιο πάντ’ ἔχειν ἃ μή σε δεῖ.
Ἀπόλλων
64ἦ μὴν σὺ παύσῃ καίπερ ὠμὸς ὢν ἄγαν·
65τοῖος Φέρητος εἶσι πρὸς δόμους ἀνήρ,
66Εὐρυσθέως πέμψαντος ἵππειον μέτα
67ὄχημα Θρῄκης ἐκ τόπων δυσχειμέρων,
68ὃς δὴ ξενωθεὶς τοῖσδ’ ἐν Ἀδμήτου δόμοις
69βίᾳ γυναῖκα τήνδε σ’ ἐξαιρήσεται.
70κοὔθ’ ἡ παρ’ ἡμῶν σοι γενήσεται χάρις
71δράσεις θ’ ὁμοίως ταῦτʼ, ἀπεχθήσῃ τ’ ἐμοί.
Θάνατος
72πόλλ’ ἂν σὺ λέξας οὐδὲν ἂν πλέον λάβοις·
73ἡ δ’ οὖν γυνὴ κάτεισιν εἰς Ἅιδου δόμους.
74στείχω δ’ ἐπ’ αὐτήν, ὡς κατάρξωμαι ξίφει·
75ἱερὸς γὰρ οὗτος τῶν κατὰ χθονὸς θεῶν
76ὅτου τόδ’ ἔγχος κρατὸς ἁγνίσῃ τρίχα.
Choral 2
Anapests 1
Χορός
77—τί ποθ’ ἡσυχία πρόσθεν μελάθρων;
78—τί σεσίγηται δόμος Ἀδμήτου;
79—ἀλλ’ οὐδὲ φίλων πέλας οὐδείς,
80ὅστις ἂν εἴποι πότερον φθιμένην
81βασίλεαν πενθεῖν χρή μʼ, ἢ ζῶσ’ ἔτι
82φῶς τόδε λεύσσει Πελίου παῖς
83Ἄλκηστις, ἐμοὶ πᾶσί τ’ ἀρίστη
84δόξασα γυνὴ
85πόσιν εἰς αὑτῆς γεγενῆσθαι.
Strophe 1
Χορός
86—κλύει τις ἢ στεναγμὸν ἢ
87χειρῶν κτύπον κατὰ στέγας
88ἢ γόον ὡς πεπραγμένων;
89—οὐ μὰν οὐδέ τις ἀμφιπόλων στα-
90τίζεται ἀμφὶ πύλας. εἰ
91γὰρ μετακύμιος ἄτας,
92ὦ Παιάν, φανείης.
Anapests 3
Χορός
93—οὔ τἂν φθιμένης γ’ ἐσιώπων.
94—νέκυς ἤδη.
94a—οὐ δὴ φροῦδός γ’ ἐξ οἴκων.
95—πόθεν; οὐκ αὐχῶ. τί σε θαρσύνει;
96—πῶς ἂν ἔρημον τάφον Ἄδμητος
97κεδνῆς ἂν ἔπραξε γυναικός;
Antistrophe 1
Χορός
98—πυλῶν πάροιθε δ’ οὐχ ὁρῶ
99πηγαῖον ὡς νομίζεται
100χέρνιβ’ ἐπὶ φθιτῶν πύλαις.
101—χαίτα τ’ οὔτις ἐπὶ προθύροις το-
102μαῖος, ἃ δὴ νεκύων πέν-
103θει πίτνει· οὐ νεολαία
104δουπεῖ χεὶρ γυναικῶν.
Anapests 5
Χορός
105—καὶ μὴν τόδε κύριον ἦμαρ . . .
106—τί τόδ’ αὐδᾷς;
107—ᾧ χρή σφε μολεῖν κατὰ γαίας.
108—ἔθιγες ψυχᾶς, ἔθιγες δὲ φρενῶν.
109—χρὴ τῶν ἀγαθῶν διακναιομένων
110πενθεῖν ὅστις
111χρηστὸς ἀπ’ ἀρχῆς νενόμισται.
Strophe 2
Χορός
112—ἀλλ’ οὐδὲ ναυκληρίαν
113ἔσθ’ ὅποι τις αἴας
114στείλας, ἢ Λυκίαν
115εἴτ’ ἐπὶ τὰς ἀνύδρους
116Ἀμμωνιάδας ἕδρας,
117δυστάνου παραλύσαι
118ψυχάν· μόρος γὰρ ἀπότομος
119πλάθει· θεῶν δ’ ἐπ’ ἐσχάραις
120οὐκ ἔχω ἐπὶ τίνα
121μηλοθύταν πορευθῶ.
Antistrophe 2
Χορός
122—μόνος δ’ ἄν, εἰ φῶς τόδ’ ἦν
123ὄμμασιν δεδορκὼς
124Φοίβου παῖς, προλιποῦσ’
125ἦλθεν ἕδρας σκοτίους
126Ἅιδα τε πύλας·
127δμαθέντας γὰρ ἀνίστη,
128πρὶν αὐτὸν εἷλε διόβολον
129πλῆκτρον πυρὸς κεραυνίου.
130νῦν δὲ τίν’ ἔτι βίου
131ἐλπίδα προσδέχωμαι;
Lyric 8
Χορός
132—πάντα γὰρ ἤδη τετέλεσται βασιλεῦσι,
133πάντων δὲ θεῶν ἐπὶ βωμοῖς
134αἱμόρραντοι θυσίαι πλήρεις·
135οὐδ’ ἔστι κακῶν ἄκος οὐδέν.
Episode 3
Χορός
136ἀλλ’ ἥδ’ ὀπαδῶν ἐκ δόμων τις ἔρχεται
137δακρυρροοῦσα, τίνα τύχην ἀκούσομαι;
138πενθεῖν μέν, εἴ τι δεσπόταισι τυγχάνει,
139συγγνωστόν· εἰ δ’ ἔτ’ ἐστὶν ἔμψυχος γυνὴ
140εἴτ’ οὖν ὄλωλεν εἰδέναι βουλοίμεθ’ ἄν.
Θεράπαινα
141καὶ ζῶσαν εἰπεῖν καὶ θανοῦσαν ἔστι σοι.
Χορός
142καὶ πῶς ἂν αὑτὸς κατθάνοι τε καὶ βλέποι;
Θεράπαινα
143ἤδη προνωπής ἐστι καὶ ψυχορραγεῖ.
Χορός
144ὦ τλῆμον, οἵας οἷος ὢν ἁμαρτάνεις.
Θεράπαινα
145οὔπω τόδ’ οἶδε δεσπότης, πρὶν ἂν πάθῃ.
Χορός
146ἐλπὶς μὲν οὐκέτ’ ἐστὶ σῴζεσθαι βίον;
Θεράπαινα
147πεπρωμένη γὰρ ἡμέρα βιάζεται.
Χορός
148οὔκουν ἐπ’ αὐτῇ πράσσεται τὰ πρόσφορα;
Θεράπαινα
149κόσμος γ’ ἕτοιμος, ᾧ σφε συνθάψει πόσις.
Χορός
150ἴστω νυν εὐκλεής γε κατθανουμένη
151γυνή τ’ ἀρίστη τῶν ὑφ’ ἡλίῳ, μακρῷ.
Θεράπαινα
152πῶς δ’ οὐκ ἀρίστη; τίς δ’ ἐναντιώσεται;
153τί χρὴ γενέσθαι τὴν ὑπερβεβλημένην
154γυναῖκα; πῶς δ’ ἂν μᾶλλον ἐνδείξαιτό τις
155πόσιν προτιμῶσ’ ἢ θέλουσ’ ὑπερθανεῖν;
156καὶ ταῦτα μὲν δὴ πᾶσ’ ἐπίσταται πόλις·
157ἃ δ’ ἐν δόμοις ἔδρασε θαυμάσῃ κλύων.
158ἐπεὶ γὰρ ᾔσθεθ’ ἡμέραν τὴν κυρίαν
159ἥκουσαν, ὕδασι ποταμίοις λευκὸν χρόα
160ἐλούσατʼ, ἐκ δ’ ἑλοῦσα κεδρίνων δόμων
161ἐσθῆτα κόσμον τ’ εὐπρεπῶς ἠσκήσατο,
162καὶ στᾶσα πρόσθεν Ἑστίας κατηύξατο·
163Δέσποινʼ, ἐγὼ γὰρ ἔρχομαι κατὰ χθονός,
164πανύστατόν σε προσπίτνουσ’ αἰτήσομαι,
165τέκν’ ὀρφανεῦσαι τἀμά· καὶ τῷ μὲν φίλην
166σύζευξον ἄλοχον, τῇ δὲ γενναῖον πόσιν.
167μηδ’ ὥσπερ αὐτῶν ἡ τεκοῦσ’ ἀπόλλυμαι
168θανεῖν ἀώρους παῖδας, ἀλλ’ εὐδαίμονας
169ἐν γῇ πατρῴᾳ τερπνὸν ἐκπλῆσαι βίον.
170πάντας δὲ βωμούς, οἳ κατ’ Ἀδμήτου δόμους,
171προσῆλθε κἀξέστεψε καὶ προσηύξατο,
172πτόρθων ἀποσχίζουσα μυρσίνης φόβην,
173ἄκλαυτος ἀστένακτος, οὐδὲ τοὐπιὸν
174κακὸν μεθίστη χρωτὸς εὐειδῆ φύσιν.
175κἄπειτα θάλαμον ἐσπεσοῦσα καὶ λέχος,
176ἐνταῦθα δὴ ʼδάκρυσε καὶ λέγει τάδε·
177Ὦ λέκτρον, ἔνθα παρθένει’ ἔλυσ’ ἐγὼ
178κορεύματ’ ἐκ τοῦδ’ ἀνδρός, οὗ θνῄσκω πέρι,
179χαῖρʼ· οὐ γὰρ ἐχθαίρω σʼ· ἀπώλεσας δ’ ἐμὲ
180μόνην· προδοῦναι γάρ σ’ ὀκνοῦσα καὶ πόσιν
181θνῄσκω. σὲ δ’ ἄλλη τις γυνὴ κεκτήσεται,
182σώφρων μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ’ ἴσως.
183κυνεῖ δὲ προσπίτνουσα, πᾶν δὲ δέμνιον
184ὀφθαλμοτέγκτῳ δεύεται πλημμυρίδι.
185ἐπεὶ δὲ πολλῶν δακρύων εἶχεν κόρον,
186στείχει προνωπὴς ἐκπεσοῦσα δεμνίων,
187καὶ πολλὰ θαλάμων ἐξιοῦσ’ ἐπεστράφη
188κἄρριψεν αὑτὴν αὖθις ἐς κοίτην πάλιν.
189παῖδες δὲ πέπλων μητρὸς ἐξηρτημένοι
190ἔκλαιον· ἣ δὲ λαμβάνουσ’ ἐς ἀγκάλας
191ἠσπάζετ’ ἄλλοτ’ ἄλλον, ὡς θανουμένη.
192πάντες δ’ ἔκλαιον οἰκέται κατὰ στέγας
193δέσποιναν οἰκτίροντες. ἣ δὲ δεξιὰν
194προύτειν’ ἑκάστῳ, κοὔτις ἦν οὕτω κακὸς
195ὃν οὐ προσεῖπε καὶ προσερρήθη πάλιν.
196τοιαῦτ’ ἐν οἴκοις ἐστὶν Ἀδμήτου κακά.
197καὶ κατθανών τἂν ὤλετʼ, ἐκφυγών δ’ ἔχει
198τοσοῦτον ἄλγος, οὗ ποτ’—οὐ λελήσεται.
Χορός
199ἦ που στενάζει τοισίδ’ Ἄδμητος κακοῖς,
200ἐσθλῆς γυναικὸς εἰ στερηθῆναί σφε χρή;
Θεράπαινα
201κλαίει γ’ ἄκοιτιν ἐν χεροῖν φίλην ἔχων,
202καὶ μὴ προδοῦναι λίσσεται, τἀμήχανα
203ζητῶν· φθίνει γὰρ καὶ μαραίνεται νόσῳ.
204παρειμένη δέ, χειρὸς ἄθλιον βάρος
205ὅμως δὲ καίπερ σμικρὸν ἐμπνέουσ’ ἔτι
206βλέψαι πρὸς αὐγὰς βούλεται τὰς ἡλίου
207ὡς οὔποτ’ αὖθις, ἀλλὰ νῦν πανύστατον.
208ἀκτῖνα κύκλον θ’ ἡλίου προσόψεται.
209ἀλλ’ εἶμι καὶ σὴν ἀγγελῶ παρουσίαν·
210οὐ γάρ τι πάντες εὖ φρονοῦσι κοιράνοις,
211ὥστ’ ἐν κακοῖσιν εὐμενεῖς παρεστάναι·
212σὺ δ’ εἶ παλαιὸς δεσπόταις ἐμοῖς φίλος.
Choral 4
Strophe 1
Χορός
213— ἰὼ Ζεῦ, τίς ἂν πῶς πᾷ πόρος κακῶν
214γένοιτο καὶ λύσις τύχας
214aἃ πάρεστι κοιράνοις;
215—αἰαῖ· εἶσί τις; ἢ τέμω τρίχα,
216καὶ μέλανα στολμὸν πέπλων
217ἀμφιβαλώμεθ’ ἤδη;
218—δῆλα μέν, φίλοι, δῆλά γʼ, ἀλλ’ ὅμως
219θεοῖσιν εὐχώμεσθα· θεῶν
219aγὰρ δύναμις μεγίστα.
220—ὦναξ Παιάν,
221ἔξευρε μηχανάν τιν’ Ἀδμήτῳ κακῶν.
222—πόριζε δὴ πόριζε· καὶ πάρος γὰρ
223τοῦδ’ ἐφεῦρες, καὶ νῦν
224λυτήριος ἐκ θανάτου γενοῦ,
225φόνιον δ’ ἀπόπαυσον Ἅιδαν.
Antistrophe 1
Χορός
226— παπαῖ
226aὦ παῖ Φέρητος, οἷ’ ἔπρα-
227ξας δάμαρτος σᾶς στερείς.
228—αἰαῖ· ἄξια καὶ σφαγᾶς τάδε,
229καὶ πλέον ἢ βρόχῳ δέρην
230οὐρανίῳ πελάσσαι;
231τὰν γὰρ οὐ φίλαν ἀλλὰ φιλτάταν
232γυναῖκα κατθανοῦσαν ἐν
233ἄματι τῷδ’ ἐπόψῃ.
234—ἰδοὺ ἰδού,
234aἥδ’ ἐκ δόμων δὴ καὶ πόσις πορεύεται.
235—βόασον ὦ, στέναξον, ὦ Φεραία
235aχθών, τὰν ἀρίσταν
236γυναῖκα μαραινομέναν νόσῳ
237κατὰ γᾶς χθόνιον παρ’ Ἅιδαν.
Anapests 3
Χορός
238οὔποτε φήσω γάμον εὐφραίνειν
239πλέον ἢ λυπεῖν, τοῖς τε πάροιθεν
240τεκμαιρόμενος καὶ τάσδε τύχας
241λεύσσων βασιλέως, ὅστις ἀρίστης
242ἀπλακὼν ἀλόχου τῆσδ’ ἀβίωτον
243τὸν ἔπειτα χρόνον βιοτεύσει.
Strophe 1
Ἄλκηστις
244Ἅλιε καὶ φάος ἁμέρας,
245οὐράνιαί τε δῖναι νεφέλας δρομαίου.
Ἄδμητος
246ὁρᾷ σὲ κἀμέ, δύο κακῶς πεπραγότας,
247οὐδὲν θεοὺς δράσαντας ἀνθ’ ὅτου θανῇ.
Antistrophe 1
Ἄλκηστις
248γαῖά τε καὶ μελάθρων στέγαι
249νυμφίδιοί τε κοῖται πατρίας Ἰωλκοῦ.
Ἄδμητος
250ἔπαιρε σαυτήν, ὦ τάλαινα, μὴ προδῷς·
251λίσσου δὲ τοὺς κρατοῦντας οἰκτῖραι θεούς.
Strophe 2
Ἄλκηστις
252ὁρῶ δίκωπον ὁρῶ σκάφος ἐν λίμνᾳ·
253νεκύων δὲ πορθμεὺς
254ἔχων χέρ’ ἐπὶ κοντῷ Χάρων
255μ’ ἤδη καλεῖ· Τί μέλλεις;
256ἐπείγου· σὺ κατείργεις. τάδε τοί με
256aσπερχόμενος ταχύνει.
Ἄδμητος
257οἴμοι, πικράν γε τήνδε μοι ναυκληρίαν
258ἔλεξας. ὦ δύσδαιμον, οἷα πάσχομεν.
Antistrophe 2
Ἄλκηστις
259ἄγει μ’ ἄγει τις· ἄγει μέ τις—οὐχ ὁρᾷς;—
260νεκύων ἐς αὐλάν,
261ὑπ’ ὀφρύσι κυαναυγέσι
262βλέπων πτερωτός—αἵδας.
263μέθες με· τί ῥέξεις; ἄφες.—οἵαν ὅδον ἁ δει-
263aλαιότατα προβαίνω.
Ἄδμητος
264οἰκτρὰν φίλοισιν, ἐκ δὲ τῶν μάλιστ’ ἐμοὶ
265καὶ παισίν, οἷς δὴ πένθος ἐν κοινῷ τόδε.
Epode 8
Ἄλκηστις
266μέθετε μέθετέ μ’ ἤδη.
267κλίνατʼ, οὐ σθένω ποσίν·
268πλησίον Ἅιδας.
269σκοτία δ’ ἐπ’ ὄσσοισι νὺξ ἐφέρπει.
270τέκνα, τέκνʼ, οὐκέτι δὴ
271οὐκέτι μάτηρ σφῷν ἔστιν.
272χαίροντες, ὦ τέκνα, τόδε φάος ὁρῷτον.
Anapests 9
Ἄδμητος
273οἴμοι· τόδ’ ἔπος λυπρὸν ἀκούω
274καὶ παντὸς ἐμοὶ θανάτου μεῖζον.
275μὴ πρός σε θεῶν τλῇς με προδοῦναι,
276μὴ πρὸς παίδων οὓς ὀρφανιεῖς,
277ἀλλ’ ἄνα, τόλμα·
277aσοῦ γὰρ φθιμένης οὐκέτ’ ἂν εἴην·
278ἐν σοὶ δ’ ἐσμὲν καὶ ζῆν καὶ μή·
279σὴν γὰρ φιλίαν σεβόμεσθα.
Episode 5
Ἄλκηστις
280Ἄδμηθʼ, ὁρᾷς γὰρ τἀμὰ πράγμαθ’ ὡς ἔχει,
281λέξαι θέλω σοι πρὶν θανεῖν ἃ βούλομαι.
282ἐγώ σε πρεσβεύουσα κἀντὶ τῆς ἐμῆς
283ψυχῆς καταστήσασα φῶς τόδ’ εἰσορᾶν,
284θνῄσκω, παρόν μοι μὴ θανεῖν, ὑπὲρ σέθεν,
285ἀλλ’ ἄνδρα τε σχεῖν Θεσσαλῶν ὃν ἤθελον,
286καὶ δῶμα ναίειν ὄλβιον τυραννίδι.
287οὐκ ἠθέλησα ζῆν ἀποσπασθεῖσά σου
288σὺν παισὶν ὀρφανοῖσιν, οὐδ’ ἐφεισάμην
289ἥβης, ἔχουσ’ ἐν οἷς ἐτερπόμην ἐγώ.
290καίτοι σ’ ὁ φύσας χἠ τεκοῦσα προύδοσαν,
291καλῶς μὲν αὐτοῖς κατθανεῖν ἧκον βίου,
292καλῶς δὲ σῶσαι παῖδα κεὐκλεῶς θανεῖν.
293μόνος γὰρ αὐτοῖς ἦσθα, κοὔτις ἐλπὶς ἦν
294σοῦ κατθανόντος ἄλλα φιτύσειν τέκνα.
295κἀγώ τ’ ἂν ἔζων καὶ σὺ τὸν λοιπὸν χρόνον,
296κοὐκ ἂν μονωθεὶς σῆς δάμαρτος ἔστενες
297καὶ παῖδας ὠρφάνευες. ἀλλὰ ταῦτα μὲν
298θεῶν τις ἐξέπραξεν ὥσθ’ οὕτως ἔχειν.
299εἶεν· σὺ νῦν μοι τῶνδ’ ἀπόμνησαι χάριν·
300αἰτήσομαι γάρ σ’—ἀξίαν μὲν οὔποτε·
301ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον—
302δίκαια δʼ, ὡς φήσεις σύ· τούσδε γὰρ φιλεῖς
303οὐχ ἧσσον ἢ ʼγὼ παῖδας, εἴπερ εὖ φρονεῖς·
304τούτους ἀνάσχου δεσπότας ἐμῶν δόμων,
305καὶ μὴ ʼπιγήμῃς τοῖσδε μητρυιὰν τέκνοις,
306ἥτις κακίων οὖσ’ ἐμοῦ γυνὴ φθόνῳ
307τοῖς σοῖσι κἀμοῖς παισὶ χεῖρα προσβαλεῖ.
308μὴ δῆτα δράσῃς ταῦτά γʼ, αἰτοῦμαί σ’ ἐγώ.
309ἐχθρὰ γὰρ ἡ ʼπιοῦσα μητρυιὰ τέκνοις
310τοῖς πρόσθʼ, ἐχίδνης οὐδὲν ἠπιωτέρα.
311καὶ παῖς μὲν ἄρσην πατέρ’ ἔχει πύργον μέγαν,
312ὃν καὶ προσεῖπε καὶ προσερρήθη πάλιν.
313σὺ δʼ, ὦ τέκνον μοι, πῶς κορευθήσῃ καλῶς;
314ποίας τυχοῦσα συζύγου τῷ σῷ πατρί;
315μή σοί τιν’ αἰσχρὰν προσβαλοῦσα κληδόνα
316ἥβης ἐν ἀκμῇ σοὺς διαφθείρῃ γάμους.
317οὐ γάρ σε μήτηρ οὔτε νυμφεύσει ποτὲ
318οὔτ’ ἐν τόκοισι σοῖσι θαρσυνεῖ, τέκνον,
319παροῦσʼ, ἵν’ οὐδὲν μητρὸς εὐμενέστερον.
320δεῖ γὰρ θανεῖν με· καὶ τόδ’ οὐκ ἐς αὔριον
321οὐδ’ ἐς τρίτην μοι μηνὸς ἔρχεται κακόν,
322ἀλλ’ αὐτίκ’ ἐν τοῖς οὐκέτ’ οὖσι λέξομαι.
323χαίροντες εὐφραίνοισθε· καὶ σοὶ μέν, πόσι,
324γυναῖκ’ ἀρίστην ἔστι κομπάσαι λαβεῖν,
325ὑμῖν δέ, παῖδες, μητρὸς ἐκπεφυκέναι.
Χορός
326θάρσει· πρὸ τούτου γὰρ λέγειν οὐχ ἅζομαι·
327δράσει τάδʼ, εἴπερ μὴ φρενῶν ἁμαρτάνει.
Ἄδμητος
328ἔσται τάδ’ ἔσται, μὴ τρέσῃς· ἐπεὶ σ’ ἐγὼ
329καὶ ζῶσαν εἶχον καὶ θανοῦσ’ ἐμὴ γυνὴ
330μόνη κεκλήσῃ, κοὔτις ἀντὶ σοῦ ποτε
331τόνδ’ ἄνδρα νύμφη Θεσσαλὶς προσφθέγξεται.
332οὐκ ἔστιν οὕτως οὔτε πατρὸς εὐγενοῦς
333οὔτ’ εἶδος ἄλλως ἐκπρεπεστάτη γυνή.
334ἅλις δὲ παίδων· τῶνδ’ ὄνησιν εὔχομαι
335θεοῖς γενέσθαι· σοῦ γὰρ οὐκ ὠνήμεθα.
336οἴσω δὲ πένθος οὐκ ἐτήσιον τὸ σόν,
337ἀλλ’ ἔστ’ ἂν αἰὼν οὑμὸς ἀντέχῃ, γύναι,
338στυγῶν μὲν ἥ μ’ ἔτικτεν, ἐχθαίρων δ’ ἐμὸν
339πατέρα· λόγῳ γὰρ ἦσαν οὐκ ἔργῳ φίλοι.
340σὺ δ’ ἀντιδοῦσα τῆς ἐμῆς τὰ φίλτατα
341ψυχῆς ἔσωσας. ἆρά μοι στένειν πάρα
342τοιᾶσδ’ ἁμαρτάνοντι συζύγου σέθεν;
343παύσω δὲ κώμους συμποτῶν θ’ ὁμιλίας
344στεφάνους τε μοῦσάν θ’ ἣ κατεῖχ’ ἐμοὺς δόμους.
345οὐ γάρ ποτ’ οὔτ’ ἂν βαρβίτου θίγοιμ’ ἔτι
346οὔτ’ ἂν φρέν’ ἐξαίροιμι πρὸς Λίβυν λακεῖν
347αὐλόν· σὺ γάρ μου τέρψιν ἐξείλου βίου.
348σοφῇ δὲ χειρὶ τεκτόνων δέμας τὸ σὸν
349εἰκασθὲν ἐν λέκτροισιν ἐκταθήσεται,
350ᾧ προσπεσοῦμαι καὶ περιπτύσσων χέρας
351ὄνομα καλῶν σὸν τὴν φίλην ἐν ἀγκάλαις
352δόξω γυναῖκα καίπερ οὐκ ἔχων ἔχειν·
353ψυχρὰν μέν, οἶμαι, τέρψιν, ἀλλ’ ὅμως βάρος
354ψυχῆς ἀπαντλοίην ἄν. ἐν δ’ ὀνείρασι
355φοιτῶσά μ’ εὐφραίνοις ἄν· ἡδὺ γὰρ φίλους
356κἀν νυκτὶ λεύσσειν, ὅντιν’ ἂν παρῇ χρόνον.
357εἰ δ’ Ὀρφέως μοι γλῶσσα καὶ μέλος παρῆν,
358ὥστ’ ἢ κόρην Δήμητρος ἢ κείνης πόσιν
359ὕμνοισι κηλήσαντά σ’ ἐξ Ἅιδου λαβεῖν,
360κατῆλθον ἄν, καί μ’ οὔθ’ ὁ Πλούτωνος κύων
361οὔθ’ οὑπὶ κώπῃ ψυχοπομπὸς ἂν Χάρων
362ἔσχον, πρὶν ἐς φῶς σὸν καταστῆσαι βίον.
363ἀλλ’ οὖν ἐκεῖσε προσδόκα μʼ, ὅταν θάνω,
364καὶ δῶμ’ ἑτοίμαζʼ, ὡς συνοικήσουσά μοι.
365ἐν ταῖσιν αὐταῖς γάρ μ’ ἐπισκήψω κέδροις
366σοὶ τούσδε θεῖναι πλευρά τ’ ἐκτεῖναι πέλας
367πλευροῖσι τοῖς σοῖς· μηδὲ γὰρ θανών ποτε
368σοῦ χωρὶς εἴην τῆς μόνης πιστῆς ἐμοί.
Χορός
369καὶ μὴν ἐγώ σοι πένθος ὡς φίλος φίλῳ
370λυπρὸν συνοίσω τῆσδε· καὶ γὰρ ἀξία.
Ἄλκηστις
371ὦ παῖδες, αὐτοὶ δὴ τάδ’ εἰσηκούσατε
372πατρὸς λέγοντος μὴ γαμεῖν ἄλλην ποτὲ
373γυναῖκ’ ἐφ’ ὑμῖν μηδ’ ἀτιμάσειν ἐμέ.
Ἄδμητος
374καὶ νῦν γέ φημι, καὶ τελευτήσω τάδε.
Ἄλκηστις
375ἐπὶ τοῖσδε παῖδας χειρὸς ἐξ ἐμῆς δέχου.
Ἄδμητος
376δέχομαι, φίλον γε δῶρον ἐκ φίλης χερός.
Ἄλκηστις
377σὺ νῦν γενοῦ τοῖσδ’ ἀντ’ ἐμοῦ μήτηρ τέκνοις.
Ἄδμητος
378πολλή μ’ ἀνάγκη, σοῦ γ’ ἀπεστερημένοις.
Ἄλκηστις
379ὦ τέκνʼ, ὅτε ζῆν χρῆν μʼ, ἀπέρχομαι κάτω.
Ἄδμητος
380οἴμοι, τί δράσω δῆτα σοῦ μονούμενος;
Ἄλκηστις
381χρόνος μαλάξει σʼ· οὐδέν ἐσθ’ ὁ κατθανών.
Ἄδμητος
382ἄγου με σὺν σοί, πρὸς θεῶν, ἄγου κάτω.
Ἄλκηστις
383ἀρκοῦμεν ἡμεῖς οἱ προθνῄσκοντες σέθεν.
Ἄδμητος
384ὦ δαῖμον, οἵας συζύγου μ’ ἀποστερεῖς.
Ἄλκηστις
385καὶ μὴν σκοτεινὸν ὄμμα μου βαρύνεται.
Ἄδμητος
386ἀπωλόμην ἄρ’, εἴ με δὴ λείψεις, γύναι.
Ἄλκηστις
387ὡς οὐκέτ’ οὖσαν οὐδὲν ἂν λέγοις ἐμέ.
Ἄδμητος
388ὄρθου πρόσωπον, μὴ λίπῃς παῖδας σέθεν.
Ἄλκηστις
389οὐ δῆθ’ ἑκοῦσά γʼ, ἀλλὰ χαίρετʼ, ὦ τέκνα.
Ἄδμητος
390βλέψον πρὸς αὐτοὺς βλέψον.
Ἄλκηστις
390bοὐδέν εἰμ’ ἔτι.
Ἄδμητος
391τί δρᾷς; προλείπεις;
Ἄλκηστις
391bχαῖρʼ.
Ἄδμητος
391cἀπωλόμην τάλας.
Χορός
392βέβηκεν, οὐκέτ’ ἔστιν Ἀδμήτου γυνή.
Strophe 1
Παῖς
393ἰώ μοι τύχας. μαῖα δὴ κάτω
394βέβακεν, οὐκέτ’ ἔστιν, ὦ
395πάτερ, ὑφ’ ἁλίῳ.
396προλιποῦσα δ’ ἀμὸν
397βίον ὠρφάνισσε τλάμων.
398ἴδε γὰρ ἴδε βλέφαρον καὶ παρατόνους χέρας.
400ὑπάκουσον ἄκουσον, ὦ μᾶτερ, ἀντιάζω.
401ἐγώ σ’ ἐγώ, μᾶτερ,
402καλοῦμαί σ’ ὁ σὸς ποτὶ σοῖσι πίτ-
403στόμασιν νεοσσός.
Ἄδμητος
404τὴν οὐ κλύουσαν οὐδ’ ὁρῶσαν· ὥστ’ ἐγὼ
405καὶ σφὼ βαρείᾳ συμφορᾷ πεπλήγμεθα.
Antistrophe 1
Παῖς
406νέος ἐγώ, πάτερ, λείπομαι φίλας
407μονόστολός τε ματρός· ὦ
408σχέτλια δὴ παθὼν
409ἐγὼ ἐργὰ . .,
410σύ τέ μοι σύγκασι κούρα
411συνέτλας· ὦ πάτερ,
412ἀνόνατ’ ἀνόνατ’ ἐνύμφευσας, οὐδὲ γήρως
413ἔβας τέλος σὺν τᾷδʼ·
414ἔφθιτο γὰρ πάρος· οἰχομένας δὲ σοῦ,
415μᾶτερ, ὄλωλεν οἶκος.
Χορός
416Ἄδμητʼ, ἀνάγκη τάσδε συμφορὰς φέρειν·
417οὐ γάρ τι πρῶτος οὐδὲ λοίσθιος βροτῶν
418γυναικὸς ἐσθλῆς ἤμπλακες· γίγνωσκε δὲ
419ὡς πᾶσιν ἡμῖν κατθανεῖν ὀφείλεται.
Ἄδμητος
420ἐπίσταμαί γε, κοὐκ ἄφνω κακὸν τόδε
421προσέπτατʼ· εἰδὼς δ’ αὔτ’ ἐτειρόμην πάλαι.
422ἀλλʼ, ἐκφορὰν γὰρ τοῦδε θήσομαι νεκροῦ,
423πάρεστε καὶ μένοντες ἀντηχήσατε
424παιᾶνα τῷ κάτωθεν ἀσπόνδῳ θεῷ.
425πᾶσιν δὲ Θεσσαλοῖσιν ὧν ἐγὼ κρατῶ
426πένθους γυναικὸς τῆσδε κοινοῦσθαι λέγω
427κουρᾷ ξυρήκει καὶ μελαμπέπλῳ στολῇ·
428τέθριππά θ’ οἳ ζεύγνυσθε καὶ μονάμπυκας
429πώλους, σιδήρῳ τέμνετ’ αὐχένων φόβην.
430αὐλῶν δὲ μὴ κατ’ ἄστυ, μὴ λύρας κτύπος
431ἔστω σελήνας δώδεκ’ ἐκπληρουμένας·
432οὐ γάρ τιν’ ἄλλον φίλτερον θάψω νεκρὸν
433τοῦδ’ οὐδ’ ἀμείνον’ εἰς ἔμʼ· ἀξία δέ μοι
434τιμῆς, ἐπεὶ τέθνηκεν ἀντ’ ἐμοῦ μόνη.
Choral 6
Strophe 1
Χορός
435ὦ Πελίου θύγατερ,
436χαίρουσά μοι εἰν Ἀίδαο δόμοις
437τὸν ἀνάλιον οἶκον οἰκετεύοις.
438ἴστω δ’ Ἀίδας ὁ μελαγχαίτας θεὸς ὅς τ’ ἐπὶ κώπᾳ
440πηδαλίῳ τε γέρων
441νεκροπομπὸς ἵζει,
442πολὺ δὴ πολὺ δὴ γυναῖκ’ ἀρίσταν
443λίμναν Ἀχεροντίαν πορεύ-
444σας ἐλάτᾳ δικώπῳ.
Antistrophe 1
Χορός
445πολλά σε μουσοπόλοι
446μέλψουσι καθ’ ἑπτάτονόν τ’ ὀρείαν
447χέλυν ἔν τ’ ἀλύροις κλέοντες ὕμνοις,
448Σπάρτᾳ κύκλος ἁνίκα Καρνείου περινίσσεται ὥρας
450μηνός, ἀειρομένας
451παννύχου σελάνας,
452λιπαραῖσί τ’ ἐν ὀλβίαις Ἀθάναις.
453τοίαν ἔλιπες θανοῦσα μολ-
454πὰν μελέων ἀοιδοῖς.
Strophe 2
Χορός
455εἴθ’ ἐπ’ ἐμοὶ μὲν εἴη,
456δυναίμαν δέ σε πέμψαι
457φάος ἐξ Ἀίδα τεράμνων
458καὶ Κωκυτοῖο ῥεέθρων
459ποταμίᾳ νερτέρᾳ τε κώπᾳ.
460σὺ γὰρ ὤ, μόνα, ὦ φίλα γυναικῶν,
461σὺ τὸν αὑτᾶς
462ἔτλας πόσιν ἀντὶ σᾶς ἀμεῖψαι
462aψυχᾶς ἐξ Ἅιδα. κούφα σοι
463χθὼν ἐπάνωθε πέσοι, γύναι. εἰ δέ τι
464καινὸν ἕλοιτο πόσις λέχος, ἦ μάλ’ ἂν ἔμοιγ’ ἂν εἴη
465στυγηθεὶς τέκνοις τε τοῖς σοῖς.
Antistrophe 2
Χορός
466ματέρος οὐ θελούσας
467πρὸ παιδὸς χθονὶ κρύψαι
468δέμας, οὐδὲ πατρὸς γεραιοῦ,
469ὃν ἔτεκον δʼ, οὐκ ἔτλαν ῥύεσθαι,
470σχετλίω, πολιὰν ἔχοντε χαίταν.
470aσὺ δ’ ἐν ἥβᾳ
471νέᾳ προθανοῦσα φωτὸς οἴχῃ.
472τοιαύτας εἴη μοι κῦρσαι
473συνδυάδος φιλίας ἀλόχου· τοῦτο γὰρ
474ἐν βιότῳ σπάνιον μέρος· ἦ γὰρ ἂν ἔμοιγ’ ἄλυπος
475δι’ αἰῶνος ἂν ξυνείη.
Episode 7
Ἡρακλῆς
476ξένοι, Φεραίας τῆσδε κωμῆται χθονός,
477Ἄδμητον ἐν δόμοισιν ἆρα κιγχάνω;
Χορός
478ἔστ’ ἐν δόμοισι παῖς Φέρητος, Ἡράκλεις.
479ἀλλ’ εἰπὲ χρεία τίς σε Θεσσαλῶν χθόνα
480πέμπει, Φεραῖον ἄστυ προσβῆναι τόδε.
Ἡρακλῆς
481Τιρυνθίῳ πράσσω τιν’ Εὐρυσθεῖ πόνον.
Χορός
482καὶ ποῖ πορεύῃ; τῷ προσέζευξαι πλάνῳ;
Ἡρακλῆς
483Θρῃκὸς τέτρωρον ἅρμα Διομήδους μέτα.
Χορός
484πῶς οὖν δυνήσῃ; μῶν ἄπειρος εἶ ξένου;
Ἡρακλῆς
485ἄπειρος· οὔπω Βιστόνων ἦλθον χθόνα.
Χορός
486οὐκ ἔστιν ἵππων δεσπόσαι σ’ ἄνευ μάχης.
Ἡρακλῆς
487ἀλλ’ οὐδ’ ἀπειπεῖν μὴν πόνους οἷόν τ’ ἐμοί.
Χορός
488κτανὼν ἄρ’ ἥξεις ἢ θανὼν αὐτοῦ μενεῖς.
Ἡρακλῆς
489οὐ τόνδ’ ἀγῶνα πρῶτον ἂν δράμοιμ’ ἐγώ.
Χορός
490τί δ’ ἂν κρατήσας δεσπότην πλέον λάβοις;
Ἡρακλῆς
491πώλους ἀπάξω κοιράνῳ Τιρυνθίῳ.
Χορός
492οὐκ εὐμαρὲς χαλινὸν ἐμβαλεῖν γνάθοις.
Ἡρακλῆς
493εἰ μή γε πῦρ πνέουσι μυκτήρων ἄπο.
Χορός
494ἀλλ’ ἄνδρας ἀρταμοῦσι λαιψηραῖς γνάθοις.
Ἡρακλῆς
495θηρῶν ὀρείων χόρτον, οὐχ ἵππων, λέγεις.
Χορός
496φάτνας ἴδοις ἂν αἵμασιν πεφυρμένας.
Ἡρακλῆς
497τίνος δ’ ὁ θρέψας παῖς πατρὸς κομπάζεται;
Χορός
498Ἄρεος, ζαχρύσου Θρῃκίας πέλτης ἄναξ.
Ἡρακλῆς
499καὶ τόνδε τοὐμοῦ δαίμονος πόνον λέγεις·
500σκληρὸς γὰρ αἰεὶ καὶ πρὸς αἶπος ἔρχεται·
501εἰ χρή με παισὶν οἷς Ἄρης ἐγείνατο
502μάχην συνάψαι, πρῶτα μὲν Λυκάονι,
503αὖθις δὲ Κύκνῳ, τόνδε δ’ ἔρχομαι τρίτον
504ἀγῶνα πώλοις δεσπότῃ τε συμβαλῶν.
505ἀλλ’ οὔτις ἔστιν ὃς τὸν Ἀλκμήνης γόνον
506τρέσαντα χεῖρα πολεμίαν ποτ’ ὄψεται.
Χορός
507καὶ μὴν ὅδ’ αὐτὸς τῆσδε κοίρανος χθονὸς
508Ἄδμητος ἔξω δωμάτων πορεύεται.
Ἄδμητος
509χαῖρʼ, ὦ Διὸς παῖ Περσέως τ’ ἀφ’ αἵματος.
Ἡρακλῆς
510Ἄδμητε, καὶ σὺ χαῖρε, Θεσσαλῶν ἄναξ.
Ἄδμητος
511θέλοιμ’ ἄν· εὔνουν δ’ ὄντα σ’ ἐξεπίσταμαι.
Ἡρακλῆς
512τί χρῆμα κουρᾷ τῇδε πενθίμῳ πρέπεις;
Ἄδμητος
513θάπτειν τιν’ ἐν τῇδ’ ἡμέρᾳ μέλλω νεκρόν.
Ἡρακλῆς
514ἀπ’ οὖν τέκνων σῶν πημονὴν εἴργοι θεός.
Ἄδμητος
515ζῶσιν κατ’ οἴκους παῖδες οὓς ἔφυσ’ ἐγώ.
Ἡρακλῆς
516πατήρ γε μὴν ὡραῖος, εἴπερ οἴχεται.
Ἄδμητος
517κἀκεῖνος ἔστι χἡ τεκοῦσά μʼ, Ἡράκλεις.
Ἡρακλῆς
518οὐ μὴν γυνή γ’ ὄλωλεν Ἄλκηστις σέθεν;
Ἄδμητος
519διπλοῦς ἐπ’ αὐτῇ μῦθος ἔστι μοι λέγειν.
Ἡρακλῆς
520πότερα θανούσης εἶπας ἢ ζώσης ἔτι;
Ἄδμητος
521ἔστιν τε κοὐκέτ’ ἔστιν, ἀλγύνει δ’ ἐμέ.
Ἡρακλῆς
522οὐδέν τι μᾶλλον οἶδʼ· ἄσημα γὰρ λέγεις.
Ἄδμητος
523οὐκ οἶσθα μοίρας ἧς τυχεῖν αὐτὴν χρεών;
Ἡρακλῆς
524οἶδʼ, ἀντὶ σοῦ γε κατθανεῖν ὑφειμένην.
Ἄδμητος
525πῶς οὖν ἔτ’ ἔστιν, εἴπερ ᾔνεσεν τάδε;
Ἡρακλῆς
526ἆ, μὴ πρόκλαι’ ἄκοιτιν, ἐς τότ’ ἀμβαλοῦ.
Ἄδμητος
527τέθνηχ’ ὁ μέλλων, κοὐκέτ’ ἔσθ’ ὁ κατθανών.
Ἡρακλῆς
528χωρὶς τό τ’ εἶναι καὶ τὸ μὴ νομίζεται.
Ἄδμητος
529σὺ τῇδε κρίνεις, Ἡράκλεις, κείνῃ δ’ ἐγώ.
Ἡρακλῆς
530τί δῆτα κλαίεις; τίς φίλων ὁ κατθανών;
Ἄδμητος
531γυνή· γυναικὸς ἀρτίως μεμνήμεθα.
Ἡρακλῆς
532ὀθνεῖος ἢ σοὶ συγγενὴς γεγῶσά τις;
Ἄδμητος
533ὀθνεῖος, ἄλλως δ’ ἦν ἀναγκαία δόμοις.
Ἡρακλῆς
534πῶς οὖν ἐν οἴκοις σοῖσιν ὤλεσεν βίον;
Ἄδμητος
535πατρὸς θανόντος ἐνθάδ’ ὠρφανεύετο.
Ἡρακλῆς
536φεῦ.
536aεἴθ’ ηὕρομέν σʼ, Ἄδμητε, μὴ λυπούμενον.
Ἄδμητος
537ὡς δὴ τί δράσων τόνδ’ ὑπορράπτεις λόγον;
Ἡρακλῆς
538ξένων πρὸς ἄλλων ἑστίαν πορεύσομαι.
Ἄδμητος
539οὐκ ἔστιν, ὦναξ· μὴ τοσόνδ’ ἔλθοι κακόν.
Ἡρακλῆς
540λυπουμένοις ὀχληρός, εἰ μόλοι, ξένος.
Ἄδμητος
541τεθνᾶσιν οἱ θανόντες· ἀλλ’ ἴθ’ ἐς δόμους.
Ἡρακλῆς
542αἰσχρὸν παρὰ κλαίουσι θοινᾶσθαι ξένους.
Ἄδμητος
543χωρὶς ξενῶνές εἰσιν οἷ σ’ ἐσάξομεν.
Ἡρακλῆς
544μέθες με, καί σοι μυρίαν ἕξω χάριν.
Ἄδμητος
545οὐκ ἔστιν ἄλλου σ’ ἀνδρὸς ἑστίαν μολεῖν.
546ἡγοῦ σὺ τῷδε δωμάτων ἐξωπίους
547ξενῶνας οἴξας, τοῖς τ’ ἐφεστῶσιν φράσον
548σίτων παρεῖναι πλῆθος· εὖ δὲ κλῄσατε
549θύρας μεσαύλους· οὐ πρέπει θοινωμένους
550κλύειν στεναγμῶν οὐδὲ λυπεῖσθαι ξένους.
Χορός
551τί δρᾷς; τοιαύτης συμφορᾶς προκειμένης,
552Ἄδμητε, τολμᾷς ξενοδοκεῖν; τί μῶρος εἶ;
Ἄδμητος
553ἀλλ’ εἰ δόμων σφε καὶ πόλεως ἀπήλασα
554ξένον μολόντα, μᾶλλον ἄν μ’ ἐπῄνεσας;
555οὐ δῆτʼ, ἐπεί μοι συμφορὰ μὲν οὐδὲν ἂν
556μείων ἐγίγνετʼ, ἀξενώτερος δ’ ἐγώ.
557καὶ πρὸς κακοῖσιν ἄλλο τοῦτ’ ἂν ἦν κακόν,
558δόμους καλεῖσθαι τοὺς ἐμοὺς ἐχθροξένους.
559αὐτὸς δ’ ἀρίστου τοῦδε τυγχάνω ξένου,
560ὅταν ποτ’ Ἄργους διψίαν ἔλθω χθόνα.
Χορός
561πῶς οὖν ἔκρυπτες τὸν παρόντα δαίμονα,
562φίλου μολόντος ἀνδρός, ὡς αὐτὸς λέγεις;
Ἄδμητος
563οὐκ ἄν ποτ’ ἠθέλησεν εἰσελθεῖν δόμους,
564εἰ τῶν ἐμῶν τι πημάτων ἐγνώρισε.
565καὶ τῷ μέν, οἶμαι, δρῶν τάδ’ οὐ φρονεῖν δοκῶ,
566οὐδ’ αἰνέσει με· τἀμὰ δ’ οὐκ ἐπίσταται
567μέλαθρ’ ἀπωθεῖν οὐδ’ ἀτιμάζειν ξένους.
Choral 8
Strophe 1
Χορός
568ὦ πολύξεινος καὶ ἐλεύθερος ἀνδρὸς ἀεί ποτ’ οἶκος,
570σέ τοι καὶ ὁ Πύθιος εὐλύρας Ἀπόλλων
571ἠξίωσε ναίειν,
572ἔτλα δὲ σοῖσι μηλονόμας
573ἐν δόμοις γενέσθαι,
575δοχμιᾶν διὰ κλιτύων
576βοσκήμασι σοῖσι συρίζων
577ποιμνίτας ὑμεναίους.
Antistrophe 1
Χορός
578σὺν δ’ ἐποιμαίνοντο χαρᾷ μελέων βαλιαί τε λύγκες,
580ἔβα δὲ λιποῦσ’ Ὄθρυος νάπαν λεόντων
581ἁ δαφοινὸς ἴλα·
582χόρευσε δ’ ἀμφὶ σὰν κιθάραν,
583Φοῖβε, ποικιλόθριξ
585νεβρὸς ὑψικόμων πέραν
586βαίνουσ’ ἐλατᾶν σφυρῷ κούφῳ,
587χαίρουσ’ εὔφρονι μολπᾷ.
Strophe 2
Χορός
588τοιγὰρ πολυμηλοτάταν
589ἑστίαν οἰκεῖς παρὰ καλλίναον
590Βοιβίαν λίμναν. ἀρότοις δὲ γυᾶν
591καὶ πεδίων δαπέδοις ὅρον ἀμφὶ μὲν
592ἀελίου κνεφαίαν
593ἱππόστασιν αἰθέρα τὰν Μολοσσῶν τίθεται,
595πόντιον δ’ Αἰγαίων’ ἐπ’ ἀκτὰν
596ἀλίμενον Πηλίου κρατύνει.
Antistrophe 2
Χορός
597καὶ νῦν δόμον ἀμπετάσας
598δέξατο ξεῖνον νοτερῷ βλεφάρῳ,
599τᾶς φίλας κλαίων ἀλόχου νέκυν ἐν
600δώμασιν ἀρτιθανῆ· τὸ γὰρ εὐγενὲς
601ἐκφέρεται πρὸς αἰδῶ.
602ἐν τοῖς ἀγαθοῖσι δὲ πάντ’ ἔνεστιν σοφίας. ἄγαμαι·
603πρὸς δ’ ἐμᾷ ψυχᾷ θάρσος ἧσται
605θεοσεβῆ φῶτα κεδνὰ πράξειν.
Episode 9
Ἄδμητος
606ἀνδρῶν Φεραίων εὐμενὴς παρουσία,
607νέκυν μὲν ἤδη πάντ’ ἔχοντα πρόσπολοι
608φέρουσιν ἄρδην πρὸς τάφον τε καὶ πυράν·
609ὑμεῖς δὲ τὴν θανοῦσαν, ὡς νομίζεται,
610προσείπατ’ ἐξιοῦσαν ὑστάτην ὁδόν.
Χορός
611καὶ μὴν ὁρῶ σὸν πατέρα γηραιῷ ποδὶ
612στείχοντʼ, ὀπαδούς τ’ ἐν χεροῖν δάμαρτι σῇ
613κόσμον φέροντας, νερτέρων ἀγάλματα.
Φέρης
614ἥκω κακοῖσι σοῖσι συγκάμνων, τέκνον·
615ἐσθλῆς γάρ, οὐδεὶς ἀντερεῖ, καὶ σώφρονος
616γυναικὸς ἡμάρτηκας. ἀλλὰ ταῦτα μὲν
617φέρειν ἀνάγκη καίπερ ὄντα δύσφορα.
618δέχου δὲ κόσμον τόνδε, καὶ κατὰ χθονὸς
619ἴτω. τὸ ταύτης σῶμα τιμᾶσθαι χρεών,
620ἥτις γε τῆς σῆς προύθανε ψυχῆς, τέκνον,
621καί μ’ οὐκ ἄπαιδ’ ἔθηκεν οὐδ’ εἴασε σοῦ
622στερέντα γήρᾳ πενθίμῳ καταφθίνειν,
623πάσαις δ’ ἔθηκεν εὐκλεέστερον βίον
624γυναιξίν, ἔργον τλᾶσα γενναῖον τόδε.
625ὦ τόνδε μὲν σώσασʼ, ἀναστήσασα δὲ
626ἡμᾶς πίτνοντας, χαῖρε, κἀν Ἅιδου δόμοις
627εὖ σοι γένοιτο. φημὶ τοιούτους γάμους
628λύειν βροτοῖσιν, ἢ γαμεῖν οὐκ ἄξιον.
Ἄδμητος
629οὔτ’ ἦλθες ἐς τόνδ’ ἐξ ἐμοῦ κληθεὶς τάφον,
630οὔτ’ ἐν φίλοισι σὴν παρουσίαν λέγω.
631κόσμον δὲ τὸν σὸν οὔποθ’ ἥδ’ ἐνδύσεται.
632οὐ γάρ τι τῶν σῶν ἐνδεὴς ταφήσεται.
633τότε ξυναλγεῖν χρῆν σ’ ὅτ’ ὠλλύμην ἐγώ.
634σὺ δ’ ἐκποδὼν στὰς καὶ παρεὶς ἄλλῳ θανεῖν
635νέῳ γέρων ὤν, τόνδ’ ἀποιμώξῃ νεκρόν;
636οὐκ ἦσθ’ ἄρ’ ὀρθῶς τοῦδε σώματος πατήρ;
637οὐδ’ ἡ τεκεῖν φάσκουσα καὶ κεκλημένη
638μήτηρ μ’ ἔτικτε; δουλίου δ’ ἀφ’ αἵματος
639μαστῷ γυναικὸς σῆς ὑπεβλήθην λάθρᾳ;
640ἔδειξας εἰς ἔλεγχον ἐξελθὼν ὃς εἶ,
641καί μ’ οὐ νομίζω παῖδα σὸν πεφυκέναι.
642ἦ τἄρα πάντων διαπρέπεις ἀψυχίᾳ,
643ὃς τηλικόσδ’ ὢν κἀπὶ τέρμ’ ἥκων βίου
644οὐκ ἠθέλησας οὐδ’ ἐτόλμησας θανεῖν
645τοῦ σοῦ πρὸ παιδός, ἀλλὰ τήνδ’ εἰάσατε
646γυναῖκ’ ὀθνείαν, ἣν ἐγὼ καὶ μητέρα
647πατέρα τέ γ’ ἐνδίκως ἂν ἡγοίμην μόνην.
648καίτοι καλόν γ’ ἂν τόνδ’ ἀγῶν’ ἠγωνίσω,
649τοῦ σοῦ πρὸ παιδὸς κατθανών, βραχὺς δέ σοι
650πάντως ὁ λοιπὸς ἦν βιώσιμος χρόνος.
651κἀγώ τ’ ἂν ἔζων χἥδε τὸν λοιπὸν χρόνον,
652κοὐκ ἂν μονωθεὶς ἔστενον κακοῖς ἐμοῖς.
653καὶ μὴν ὅσ’ ἄνδρα χρὴ παθεῖν εὐδαίμονα
654πέπονθας· ἥβησας μὲν ἐν τυραννίδι,
655παῖς δ’ ἦν ἐγώ σοι τῶνδε διάδοχος δόμων,
656ὥστ’ οὐκ ἄτεκνος κατθανὼν ἄλλοις δόμον
657λείψειν ἔμελλες ὀρφανὸν διαρπάσαι.
658οὐ μὴν ἐρεῖς γέ μ’ ὡς ἀτιμάζοντα σὸν
659γῆρας θανεῖν προύδωκας, ὅστις αἰδόφρων
660πρὸς σ’ ἦ μάλιστα· κἀντὶ τῶνδέ μοι χάριν
661τοιάνδε καὶ σὺ χἡ τεκοῦσ’ ἠλλαξάτην.
662τοιγὰρ φυτεύων παῖδας οὐκέτ’ ἂν φθάνοις,
663οἳ γηροβοσκήσουσι καὶ θανόντα σε
664περιστελοῦσι καὶ προθήσονται νεκρόν.
665οὐ γάρ σ’ ἔγωγε τῇδ’ ἐμῇ θάψω χερί·
666τέθνηκα γὰρ δὴ τοὐπὶ σέ· εἰ δ’ ἄλλου τυχὼν
667σωτῆρος αὐγὰς εἰσορῶ, κείνου λέγω
668καὶ παῖδά μ’ εἶναι καὶ φίλον γηροτρόφον.
669μάτην ἄρ’ οἱ γέροντες εὔχονται θανεῖν,
670γῆρας ψέγοντες καὶ μακρὸν χρόνον βίου·
671ἢν δ’ ἐγγὺς ἔλθῃ θάνατος, οὐδεὶς βούλεται
672θνῄσκειν, τὸ γῆρας δ’ οὐκέτ’ ἔστ’ αὐτοῖς βαρύ.
Χορός
673παύσασθʼ· ἅλις γὰρ ἡ παροῦσα συμφορά·
674ὦ παῖ, πατρὸς δὲ μὴ παροξύνῃς φρένας.
Φέρης
675ὦ παῖ, τίν’ αὐχεῖς, πότερα Λυδὸν ἢ Φρύγα
676κακοῖς ἐλαύνειν ἀργυρώνητον σέθεν;
677οὐκ οἶσθα Θεσσαλόν με κἀπὸ Θεσσαλοῦ
678πατρὸς γεγῶτα γνησίως ἐλεύθερον;
679ἄγαν ὑβρίζεις, καὶ νεανίας λόγους
680ῥίπτων ἐς ἡμᾶς οὐ βαλὼν οὕτως ἄπει.
681ἐγὼ δέ σ’ οἴκων δεσπότην ἐγεινάμην
682κἄθρεψʼ, ὀφείλω δ’ οὐχ ὑπερθνῄσκειν σέθεν·
683οὐ γὰρ πατρῷον τόνδ’ ἐδεξάμην νόμον,
684παίδων προθνῄσκειν πατέρας, οὐδ’ Ἑλληνικόν.
685σαυτῷ γὰρ εἴτε δυστυχὴς εἴτ’ εὐτυχὴς
686ἔφυς· ἃ δ’ ἡμῶν χρῆν σε τυγχάνειν, ἔχεις.
687πολλῶν μὲν ἄρχεις, πολυπλέθρους δέ σοι γύας
688λείψω· πατρὸς γὰρ ταὔτ’ ἐδεξάμην πάρα.
689τί δῆτά σ’ ἠδίκηκα; τοῦ σ’ ἀποστερῶ;
690μὴ θνῇσχ’ ὑπὲρ τοῦδ’ ἀνδρός, οὐδ’ ἐγὼ πρὸ σοῦ.
691χαίρεις ὁρῶν φῶς· πατέρα δ’ οὐ χαίρειν δοκεῖς;
692ἦ μὴν πολύν γε τὸν κάτω λογίζομαι
693χρόνον, τὸ δὲ ζῆν μικρόν, ἀλλ’ ὅμως γλυκύ.
694σὺ γοῦν ἀναιδῶς διεμάχου τὸ μὴ θανεῖν,
695καὶ ζῇς παρελθὼν τὴν πεπρωμένην τύχην,
696ταύτην κατακτάς· εἶτ’ ἐμὴν ἀψυχίαν
697λέγεις, γυναικός, ὦ κάκισθʼ, ἡσσημένος,
698ἣ τοῦ καλοῦ σοῦ προύθανεν νεανίου;
699σοφῶς δ’ ἐφηῦρες ὥστε μὴ θανεῖν ποτε,
700εἰ τὴν παροῦσαν κατθανεῖν πείσεις ἀεὶ
701γυναῖχ’ ὑπὲρ σοῦ· κᾆτ’ ὀνειδίζεις φίλοις
702τοῖς μὴ θέλουσι δρᾶν τάδʼ, αὐτὸς ὢν κακός;
703σίγα· νόμιζε δʼ, εἰ σὺ τὴν σαυτοῦ φιλεῖς
704ψυχήν, φιλεῖν ἅπαντας· εἰ δ’ ἡμᾶς κακῶς
705ἐρεῖς, ἀκούσῃ πολλὰ κοὐ ψευδῆ κακά.
Χορός
706πλείω λέλεκται νῦν τε καὶ τὰ πρὶν κακά·
707παῦσαι δέ, πρέσβυ, παῖδα σὸν κακορροθῶν.
Ἄδμητος
708λέγʼ, ὡς ἐμοῦ λέξαντος· εἰ δ’ ἀλγεῖς κλύων
709τἀληθές, οὐ χρῆν σ’ εἰς ἔμ’ ἐξαμαρτάνειν.
Φέρης
710σοῦ δ’ ἂν προθνῄσκων μᾶλλον ἐξημάρτανον.
Ἄδμητος
711ταὐτὸν γὰρ ἡβῶντ’ ἄνδρα καὶ πρέσβυν θανεῖν;
Φέρης
712ψυχῇ μιᾷ ζῆν, οὐ δυοῖν, ὀφείλομεν.
Ἄδμητος
713καὶ μὴν Διός γε μείζονα ζῴης χρόνον.
Φέρης
714ἀρᾷ γονεῦσιν οὐδὲν ἔκδικον παθών;
Ἄδμητος
715μακροῦ βίου γὰρ ᾐσθόμην ἐρῶντά σε.
Φέρης
716ἀλλ’ οὐ σὺ νεκρὸν ἀντὶ σοῦ τόνδ’ ἐκφέρεις;
Ἄδμητος
717σημεῖα τῆς σῆς, ὦ κάκιστʼ, ἀψυχίας.
Φέρης
718οὔτοι πρὸς ἡμῶν γ’ ὤλετʼ· οὐκ ἐρεῖς τόδε.
Ἄδμητος
719φεῦ· εἴθ’ ἀνδρὸς ἔλθοις τοῦδέ γ’ ἐς χρείαν ποτέ.
Φέρης
720μνήστευε πολλάς, ὡς θάνωσι πλείονες.
Ἄδμητος
721σοὶ τοῦτ’ ὄνειδος· οὐ γὰρ ἤθελες θανεῖν.
Φέρης
722φίλον τὸ φέγγος τοῦτο τοῦ θεοῦ, φίλον.
Ἄδμητος
723κακὸν τὸ λῆμα κοὐκ ἐν ἀνδράσιν τὸ σόν.
Φέρης
724οὐκ ἐγγελᾷς γέροντα βαστάζων νεκρόν.
Ἄδμητος
725θανῇ γε μέντοι δυσκλεής, ὅταν θάνῃς.
Φέρης
726κακῶς ἀκούειν οὐ μέλει θανόντι μοι.
Ἄδμητος
727φεῦ φεῦ· τὸ γῆρας ὡς ἀναιδείας πλέων.
Φέρης
728ἥδ’ οὐκ ἀναιδής· τήνδ’ ἐφηῦρες ἄφρονα.
Ἄδμητος
729ἄπελθε κἀμὲ τόνδ’ ἔα θάψαι νεκρόν.
Φέρης
730ἄπειμι· θάψεις δ’ αὐτὸς ὢν αὐτῆς φονεύς,
731δίκας δὲ δώσεις σοῖσι κηδεσταῖς ἔτι.
732ἦ τἄρ’ Ἄκαστος οὐκέτ’ ἔστ’ ἐν ἀνδράσιν,
733εἰ μή σ’ ἀδελφῆς αἷμα τιμωρήσεται.
Ἄδμητος
734ἔρρων νυν, αὐτὸς χἡ ξυνοικήσασά σοι,
735ἄπαιδε παιδὸς ὄντος, ὥσπερ ἄξιοι,
736γηράσκετʼ· οὐ γὰρ τῷδ’ ἔτ’ ἐς ταὐτὸν στέγος
737νεῖσθʼ· εἰ δ’ ἀπειπεῖν χρῆν με κηρύκων ὕπο
738τὴν σὴν πατρῴαν ἑστίαν, ἀπεῖπον ἄν.
739ἡμεῖς δέ—τοὐν ποσὶν γὰρ οἰστέον κακόν—
740ὡς ἂν ἐν πυρᾷ θῶμεν νεκρόν.
Anapests 1
Χορός
741ἰὼ ἰώ. σχετλία τόλμης,
742ὦ γενναία καὶ μέγ’ ἀρίστη,
743χαῖρε· πρόφρων σὲ χθόνιός θ’ Ἑρμῆς
744Ἅιδης τε δέχοιτʼ. εἰ δέ τι κἀκεῖ
745πλέον ἔστ’ ἀγαθοῖς, τούτων μετέχουσ’
746Ἅιδου νύμφῃ παρεδρεύοις.
Θεράπων
747πολλοὺς μὲν ἤδη κἀπὸ παντοίας χθονὸς
748ξένους μολόντας οἶδ’ ἐς Ἀδμήτου δόμους,
749οἷς δεῖπνα προύθηκʼ· ἀλλὰ τοῦδ’ οὔπω ξένου
750κακίον’ ἐς τήνδ’ ἑστίαν ἐδεξάμην.
751ὃς πρῶτα μὲν πενθοῦντα δεσπότην ὁρῶν
752ἐσῆλθε κἀτόλμησ’ ἀμείψασθαι πύλας.
753ἔπειτα δ’ οὔτι σωφρόνως ἐδέξατο
754τὰ προστυχόντα ξένια, συμφορὰν μαθών,
755ἀλλʼ, εἴ τι μὴ φέροιμεν, ὤτρυνεν φέρειν.
756ποτῆρα δ’ ἐν χείρεσσι κίσσινον λαβὼν
757πίνει μελαίνης μητρὸς εὔζωρον μέθυ,
758ἕως ἐθέρμην’ αὐτὸν ἀμφιβᾶσα φλὸξ
759οἴνου· στέφει δὲ κρᾶτα μυρσίνης κλάδοις
760ἄμουσ’ ὑλακτῶν· δισσὰ δ’ ἦν μέλη κλύειν·
761ὃ μὲν γὰρ ᾖδε, τῶν ἐν Ἀδμήτου κακῶν
762οὐδὲν προτιμῶν, οἰκέται δ’ ἐκλαίομεν
763δέσποιναν· ὄμμα δ’ οὐκ ἐδείκνυμεν ξένῳ
764τέγγοντες· Ἄδμητος γὰρ ὧδ’ ἐφίετο.
765καὶ νῦν ἐγὼ μὲν ἐν δόμοισιν ἑστιῶ
766ξένον, πανοῦργον κλῶπα καὶ λῃστήν τινα,
767ἣ δ’ ἐκ δόμων βέβηκεν, οὐδ’ ἐφεσπόμην
768οὐδ’ ἐξέτεινα χεῖρʼ, ἀποιμώζων ἐμὴν
769δέσποιναν, ἣ ’μοὶ πᾶσί τ’ οἰκέταισιν ἦν
770μήτηρ· κακῶν γὰρ μυρίων ἐρρύετο,
771ὀργὰς μαλάσσουσ’ ἀνδρός. ἆρα τὸν ξένον
772στυγῶ δικαίως, ἐν κακοῖς ἀφιγμένον;
Ἡρακλῆς
773οὗτος, τί σεμνὸν καὶ πεφροντικὸς βλέπεις;
774οὐ χρὴ σκυθρωπὸν τοῖς ξένοις τὸν πρόσπολον
775εἶναι, δέχεσθαι δ’ εὐπροσηγόρῳ φρενί.
776σὺ δ’ ἄνδρ’ ἑταῖρον δεσπότου παρόνθ’ ὁρῶν,
777στυγνῷ προσώπῳ καὶ συνωφρυωμένῳ
778δέχῃ, θυραίου πήματος σπουδὴν ἔχων.
779δεῦρ’ ἔλθʼ, ὅπως ἂν καὶ σοφώτερος γένῃ.
780τὰ θνητὰ πράγματ’ οἶδας ἣν ἔχει φύσιν;
781οἶμαι μὲν οὔ· πόθεν γάρ; ἀλλ’ ἄκουέ μου.
782βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται,
783κοὐκ ἔστι θνητῶν ὅστις ἐξεπίσταται
784τὴν αὔριον μέλλουσαν εἰ βιώσεται·
785τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται,
786κἄστ’ οὐ διδακτὸν οὐδ’ ἁλίσκεται τέχνῃ.
787ταῦτ’ οὖν ἀκούσας καὶ μαθὼν ἐμοῦ πάρα,
788εὔφραινε σαυτόν, πῖνε, τὸν καθ’ ἡμέραν
789βίον λογίζου σόν, τὰ δ’ ἄλλα τῆς τύχης.
790τίμα δὲ καὶ τὴν πλεῖστον ἡδίστην θεῶν
791Κύπριν βροτοῖσιν· εὐμενὴς γὰρ ἡ θεός.
792τὰ δ’ ἄλλ’ ἔασον ταῦτα καὶ πιθοῦ λόγοις
793ἐμοῖσιν—εἴπερ ὀρθά σοι δοκῶ λέγειν;
794οἶμαι μέν. οὔκουν τὴν ἄγαν λύπην ἀφεὶς
795πίῃ μεθ’ ἡμῶν τάσδ’ ὑπερβαλὼν τύχας,
796στεφάνοις πυκασθείς; καὶ σάφ’ οἶδ’ ὁθούνεκα
797τοῦ νῦν σκυθρωποῦ καὶ ξυνεστῶτος φρενῶν
798μεθορμιεῖ σε πίτυλος ἐμπεσὼν σκύφου.
799ὄντας δὲ θνητοὺς θνητὰ καὶ φρονεῖν χρεών·
800ὡς τοῖς γε σεμνοῖς καὶ συνωφρυωμένοις
801ἅπασίν ἐστιν, ὥς γ’ ἐμοὶ χρῆσθαι κριτῇ,
802οὐ βίος ἀληθῶς ὁ βίος, ἀλλὰ συμφορά.
Θεράπων
803ἐπιστάμεσθα ταῦτα· νῦν δὲ πράσσομεν
804οὐχ οἷα κώμου καὶ γέλωτος ἄξια.
Ἡρακλῆς
805γυνὴ θυραῖος ἡ θανοῦσα· μὴ λίαν
806πένθει· δόμων γὰρ ζῶσι τῶνδε δεσπόται.
Θεράπων
807τί ζῶσιν; οὐ κάτοισθα τἀν δόμοις κακά;
Ἡρακλῆς
808εἰ μή τι σός με δεσπότης ἐψεύσατο.
Θεράπων
809ἄγαν ἐκεῖνός ἐστ’ ἄγαν φιλόξενος.
Ἡρακλῆς
810οὐ χρῆν μ’ ὀθνείου γ’ οὕνεκ’ εὖ πάσχειν νεκροῦ;
Θεράπων
811ἦ κάρτα μέντοι καὶ λίαν θυραῖος ἦν.
Ἡρακλῆς
812μῶν ξυμφοράν τιν’ οὖσαν οὐκ ἔφραζέ μοι;
Θεράπων
813χαίρων ἴθʼ· ἡμῖν δεσποτῶν μέλει κακά.
Ἡρακλῆς
814ὅδ’ οὐ θυραίων πημάτων ἄρχει λόγος.
Θεράπων
815οὐ γάρ τι κωμάζοντ’ ἂν ἠχθόμην σ’ ὁρῶν.
Ἡρακλῆς
816ἀλλ’ ἦ πέπονθα δείν’ ὑπὸ ξένων ἐμῶν;
Θεράπων
817οὐκ ἦλθες ἐν δέοντι δέξασθαι δόμοις.
818πένθος γὰρ ἡμῖν ἐστι· καὶ στολμοὺς βλέπεις
819μελαμπέπλους κουράν τε.
Ἡρακλῆς
819bτίς δ’ ὁ κατθανών;
820μῶν ἢ τέκνων τι φροῦδον ἢ γέρων πατήρ;
Θεράπων
821γυνὴ μὲν οὖν ὄλωλεν Ἀδμήτου, ξένε.
Ἡρακλῆς
822τί φῄς; ἔπειτα δῆτά μ’ ἐξενίζετε;
Θεράπων
823ᾐδεῖτο γάρ σε τῶνδ’ ἀπώσασθαι δόμων.
Ἡρακλῆς
824ὦ σχέτλιʼ, οἵας ἤμπλακες ξυναόρου.
Θεράπων
825ἀπωλόμεσθα πάντες, οὐ κείνη μόνη.
Ἡρακλῆς
826ἀλλ’ ᾐσθόμην μὲν ὄμμ’ ἰδὼν δακρυρροοῦν
827κουράν τε καὶ πρόσωπον· ἀλλ’ ἔπειθέ με
828λέγων θυραῖον κῆδος ἐς τάφον φέρειν.
829βίᾳ δὲ θυμοῦ τάσδ’ ὑπερβαλὼν πύλας
830ἔπινον ἀνδρὸς ἐν φιλοξένου δόμοις,
831πράσσοντος οὕτω. κᾆτ’ ἐκώμαζον κάρα
832στεφάνοις πυκασθείς; ἀλλὰ σοῦ τὸ μὴ φράσαι,
833κακοῦ τοσούτου δώμασιν προκειμένου.
834ποῦ καί σφε θάπτει; ποῦ νιν εὑρήσω μολών;
Θεράπων
835ὀρθὴν παρ’ οἶμον, ἣ ’πὶ Λάρισαν φέρει,
836τύμβον κατόψῃ ξεστὸν ἐκ προαστίου.
Ἡρακλῆς
837ὦ πολλὰ τλᾶσα καρδία καὶ χεὶρ ἐμή,
838νῦν δεῖξον οἷον παῖδά σ’ ἡ Τιρυνθία
839Ἠλεκτρύωνος γείνατ’ Ἀλκμήνη Διί.
840δεῖ γάρ με σῶσαι τὴν θανοῦσαν ἀρτίως
841γυναῖκα κἀς τόνδ’ αὖθις ἱδρῦσαι δόμον
842Ἄλκηστιν, Ἀδμήτῳ θ’ ὑπουργῆσαι χάριν.
843ἐλθὼν δ’ ἄνακτα τὸν μελάμπεπλον νεκρῶν
844Θάνατον φυλάξω, καί νιν εὑρήσειν δοκῶ
845πίνοντα τύμβου πλησίον προσφαγμάτων.
846κἄνπερ λοχαίας αὐτὸν ἐξ ἕδρας συθεὶς
847μάρψω, κύκλον δὲ περιβάλω χεροῖν ἐμαῖν,
848οὐκ ἔστιν ὅστις αὐτὸν ἐξαιρήσεται
849μογοῦντα πλευρά, πρὶν γυναῖκ’ ἐμοὶ μεθῇ.
850ἢν δ’ οὖν ἁμάρτω τῆσδ’ ἄγρας, καὶ μὴ μόλῃ
851πρὸς αἱματηρὸν πέλανον, εἶμι τῶν κάτω
852Κόρης Ἄνακτός τ’ εἰς ἀνηλίους δόμους
853αἰτήσομαί τε· καὶ πέποιθ’ ἄξειν ἄνω
854Ἄλκηστιν, ὥστε χερσὶν ἐνθεῖναι ξένου,
855ὅς μ’ ἐς δόμους ἐδέξατ’ οὐδ’ ἀπήλασε,
856καίπερ βαρείᾳ συμφορᾷ πεπληγμένος,
857ἔκρυπτε δ’ ὢν γενναῖος, αἰδεσθεὶς ἐμέ.
858τίς τοῦδε μᾶλλον Θεσσαλῶν φιλόξενος,
859τίς Ἑλλάδ’ οἰκῶν; τοιγὰρ οὐκ ἐρεῖ κακὸν
860εὐεργετῆσαι φῶτα γενναῖος γεγώς.
Choral 10
Anapests 1
Ἄδμητος
861ἰώ, στυγναὶ
861aπρόσοδοι, στυγναὶ δ’ ὄψεις χήρων
862μελάθρων. ἰώ μοί μοι. αἶ αἶ.
863ποῖ βῶ; ποῖ στῶ; τί λέγω; τί δὲ μή;
864πῶς ἂν ὀλοίμαν;
865ἦ βαρυδαίμονα μήτηρ μ’ ἔτεκεν.
866ζηλῶ φθιμένους, κείνων ἔραμαι,
867κεῖν’ ἐπιθυμῶ δώματα ναίειν.
868οὔτε γὰρ αὐγὰς χαίρω προσορῶν
869οὔτ’ ἐπὶ γαίας πόδα πεζεύων·
870τοῖον ὅμηρόν μ’ ἀποσυλήσας
871Ἅιδῃ Θάνατος παρέδωκεν.
Strophe 1
Χορός
872—πρόβα, πρόβα· βᾶθι κεῦθος οἴκων.
Ἄδμητος
872bαἰαῖ.
Χορός
873—πέπονθας ἄξι’ αἰαγμάτων.
Ἄδμητος
873bἒ ἔ.
Χορός
874—δι’ ὀδύνας ἔβας, σάφ’ οἶδα . . .
Ἄδμητος
874bφεῦ φεῦ.
Χορός
875—τὰν νέρθε δ’ οὐδὲν ὠφελεῖς.
Ἄδμητος
875bἰώ μοί μοι.
Χορός
876—τὸ μήποτ’ εἰσιδεῖν φιλίας ἀλόχου
877πρόσωπόν ἄντα λυπρόν.
Anapests 3
Ἄδμητος
878ἔμνησας ὅ μου φρένας ἥλκωσεν·
879τί γὰρ ἀνδρὶ κακὸν μεῖζον ἁμαρτεῖν
880πιστῆς ἀλόχου; μή ποτε γήμας
881ὤφελον οἰκεῖν μετὰ τῆσδε δόμους.
882ζηλῶ δ’ ἀγάμους ἀτέκνους τε βροτῶν·
883μία γὰρ ψυχή, τῆς ὑπεραλγεῖν
884μέτριον ἄχθος·
885παίδων δὲ νόσους καὶ νυμφιδίους
886εὐνὰς θανάτοις κεραϊζομένας
887οὐ τλητὸν ὁρᾶν, ἐξὸν ἀτέκνους
888ἀγάμους τ’ εἶναι διὰ παντός.
Antistrophe 1
Χορός
889—τύχα τύχα δυσπάλαιστος ἥκει·
Ἄδμητος
889bαἰαῖ.
Χορός
890—πέρας δέ γ’ οὐδὲν ἀλγέων τίθης.
Ἄδμητος
890bἒ ἔ.
Χορός
891—βαρέα μὲν φέρειν, ὅμως δὲ . . .
Ἄδμητος
891bφεῦ φεῦ.
Χορός
892—τλᾶθʼ· οὐ σὺ πρῶτος ὤλεσας . . .
Ἄδμητος
892bἰώ μοί μοι.
Χορός
893—γυναῖκα· συμφορὰ δ’ ἑτέρους ἑτέρα
894πιέζει φανεῖσα θνατῶν.
Anapests 5
Ἄδμητος
895ὦ μακρὰ πένθη λῦπαί τε φίλων
896τῶν ὑπὸ γαῖαν.
897τί μ’ ἐκώλυσας ῥῖψαι τύμβου
898τάφρον ἐς κοίλην καὶ μετ’ ἐκείνης
899τῆς μέγ’ ἀρίστης κεῖσθαι φθίμενον;
900δύο δ’ ἀντὶ μιᾶς Ἅιδης ψυχὰς
901τὰς πιστοτάτας σὺν ἂν ἔσχεν, ὁμοῦ
902χθονίαν λίμνην διαβάντε.
Strophe 2
Χορός
903ἐμοί τις ἦν
904ἐν γένει, ᾧ κόρος ἀξιόθρηνος
905ὤλετ’ ἐν δόμοισιν
906μονόπαις· ἀλλ’ ἔμπας
907ἔφερε κακὸν ἅλις, ἄτεκνος ὤν,
908πολιὰς ἐπὶ χαίτας
909ἤδη προπετὴς ὢν
910βιότου τε πόρσω.
Anapests 7
Ἄδμητος
912ὦ σχῆμα δόμων, πῶς εἰσέλθω;
913πῶς δ’ οἰκήσω μεταπίπτοντος
914δαίμονος; οἴμοι. πολὺ γὰρ τὸ μέσον·
915τότε μὲν πεύκαις σὺν Πηλιάσιν
916σύν θ’ ὑμεναίοις ἔστειχον ἔσω,
917φιλίας ἀλόχου χέρα βαστάζων,
918πολυάχητος δ’ εἵπετο κῶμος,
919τήν τε θανοῦσαν κἄμ’ ὀλβίζων,
920ὡς εὐπατρίδαι καὶ ἀπ’ ἀμφοτέρων
921ὄντες ἀρίστων σύζυγες εἶμεν·
922νῦν δ’ ὑμεναίων γόος ἀντίπαλος
923λευκῶν τε πέπλων μέλανες στολμοὶ
924πέμπουσί μ’ ἔσω
925λέκτρων κοίτας ἐς ἐρήμους.
Antistrophe 2
Χορός
926παρ’ εὐτυχῆ
927σοὶ πότμον ἦλθεν ἀπειροκάκῳ τόδ’
928ἄλγος· ἀλλ’ ἔσωσας
929βίοτον καὶ ψυχάν.
930ἔθανε δάμαρ, ἔλιπε φιλίαν·
931τί νέον τόδε; πολλοῖς
932ἤδη παρέλυσεν
933θάνατος δάμαρτας.
Ἄδμητος
935φίλοι, γυναικὸς δαίμον’ εὐτυχέστερον
936τοὐμοῦ νομίζω, καίπερ οὐ δοκοῦνθ’ ὅμως·
937τῆς μὲν γὰρ οὐδὲν ἄλγος ἅψεταί ποτε,
938πολλῶν δὲ μόχθων εὐκλεὴς ἐπαύσατο.
939ἐγὼ δʼ, ὃν οὐ χρῆν ζῆν, παρεὶς τὸ μόρσιμον
940λυπρὸν διάξω βίοτον· ἄρτι μανθάνω.
941πῶς γὰρ δόμων τῶνδ’ εἰσόδους ἀνέξομαι;
942τίν’ ἂν προσειπών, τοῦ δὲ προσρηθεὶς ὕπο,
943τερπνῆς τύχοιμ’ ἂν ἐξόδου; ποῖ τρέψομαι;
944ἡ μὲν γὰρ ἔνδον ἐξελᾷ μ’ ἐρημία,
945γυναικὸς εὐνὰς εὖτ’ ἂν εἰσίδω κενὰς
946θρόνους τ’ ἐν οἷσιν ἷζε, καὶ κατὰ στέγας
947αὐχμηρὸν οὖδας, τέκνα δ’ ἀμφὶ γούνασι
948πίπτοντα κλαίῃ μητέρʼ, οἳ δὲ δεσπότιν
949στένωσιν οἵαν ἐκ δόμων ἀπώλεσαν.
950τὰ μὲν κατ’ οἴκους τοιάδʼ· ἔξωθεν δέ με
951γάμοι τ’ ἐλῶσι Θεσσαλῶν καὶ ξύλλογοι
952γυναικοπληθεῖς· οὐ γὰρ ἐξανέξομαι
953λεύσσων δάμαρτος τῆς ἐμῆς ὁμήλικας.
954ἐρεῖ δέ μ’ ὅστις ἐχθρὸς ὢν κυρεῖ τάδε·
955Ἰδοῦ τὸν αἰσχρῶς ζῶνθʼ, ὃς οὐκ ἔτλη θανεῖν,
956ἀλλ’ ἣν ἔγημεν ἀντιδοὺς ἀψυχίᾳ
957πέφευγεν Ἅιδην· εἶτ’ ἀνὴρ εἶναι δοκεῖ;
958στυγεῖ δὲ τοὺς τεκόντας, αὐτὸς οὐ θέλων
959θανεῖν. τοιάνδε πρὸς κακοῖσι κληδόνα
960ἕξω. τί μοι ζῆν δῆτα κέρδιον, φίλοι,
961κακῶς κλύοντι καὶ κακῶς πεπραγότι;
Strophe 1
Χορός
962ἐγὼ καὶ διὰ μούσας
963καὶ μετάρσιος ᾖξα, καὶ
964πλείστων ἁψάμενος λόγων
965κρε…
The complete text is available when the reading interface loads.