The Greek Library Author

Euripides

Ἡρακλεῖδαι

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg004.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 1

Ἰόλαος

1Πάλαι ποτʼ ἐστὶ τοῦτʼ ἐμοὶ δεδογμένον·

2ὁ μὲν δίκαιος τοῖς πέλας πέφυκʼ ἀνήρ,

3ὃ δʼ ἐς τὸ κέρδος λῆμʼ ἔχων ἀνειμένον

4πόλει τʼ ἄχρηστος καὶ συναλλάσσειν βαρύς,

5αὑτῷ δʼ ἄριστος· οἶδα δʼ οὐ λόγῳ μαθών.

6ἐγὼ γὰρ αἰδοῖ καὶ τὸ συγγενὲς σέβων,

7ἐξὸν κατʼ Ἄργος ἡσύχως ναίειν, πόνων

8πλείστων μετέσχον εἷς ἀνὴρ Ἡρακλέει,

9ὅτʼ ἦν μεθʼ ἡμῶν· νῦν δʼ, ἐπεὶ κατʼ οὐρανὸν

10ναίει, τὰ κείνου τέκνʼ ἔχων ὑπὸ πτεροῖς

11σῴζω τάδʼ αὐτὸς δεόμενος σωτηρίας.

12ἐπεὶ γὰρ αὐτῶν γῆς ἀπηλλάχθη πατήρ,

13πρῶτον μὲν ἡμᾶς ἤθελʼ Εὐρυσθεὺς κτανεῖν·

14ἀλλʼ ἐξέδραμεν· καὶ πόλις μὲν οἴχεται,

15ψυχὴ δʼ ἐσώθη. φεύγομεν δʼ ἀλώμενοι

16ἄλλην ἀπʼ ἄλλης ἐξορίζοντες πόλιν.

17πρὸς τοῖς γὰρ ἄλλοις καὶ τόδʼ Εὐρυσθεὺς κακοῖς

18ὕβρισμʼ ἐς ἡμᾶς ἠξίωσεν ὑβρίσαι·

19πέμπων ὅπου γῆς πυνθάνοιθʼ ἱδρυμένους

20κήρυκας ἐξαιτεῖ τε κἀξείργει χθονός,

21πόλιν προτείνων Ἄργος οὐ σμικρὸν φίλην

22ἐχθράν τε θέσθαι, χαὑτὸν εὐτυχοῦνθʼ ἅμα.

23οἳ δʼ ἀσθενῆ μὲν τἀπ’ ἐμοῦ δεδορκότες,

24σμικροὺς δὲ τούσδε καὶ πατρὸς τητωμένους,

25τοὺς κρείσσονας σέβοντες ἐξείργουσι γῆς.

26ἐγὼ δὲ σὺν φεύγουσι συμφεύγω τέκνοις

27καὶ σὺν κακῶς πράσσουσι συμπράσσω κακῶς,

28ὀκνῶν προδοῦναι, μή τις ὧδ’ εἴπῃ βροτῶν·

29Ἴδεσθ’, ἐπειδὴ παισὶν οὐκ ἔστιν πατήρ,

30Ἰόλαος οὐκ ἤμυνε συγγενὴς γεγώς.

31πάσης δὲ χώρας Ἑλλάδος τητώμενοι,

32Μαραθῶνα καὶ σύγκληρον ἐλθόντες χθόνα

33ἱκέται καθεζόμεσθα βώμιοι θεῶν,

34προσωφελῆσαι· πεδία γὰρ τῆσδε χθονὸς

35δισσοὺς κατοικεῖν Θησέως παῖδας λόγος,

36κλήρῳ λαχόντας ἐκ γένους Πανδίονος,

37τοῖσδʼ ἐγγὺς ὄντας· ὧν ἕκατι τέρμονας

38κλεινῶν Ἀθηνῶν τόνδʼ ἀφικόμεσθʼ ὅρον.

39δυοῖν γερόντοιν δὲ στρατηγεῖται φυγή·

40ἐγὼ μὲν ἀμφὶ τοῖσδε καλχαίνων τέκνοις,

41ἣ δʼ αὖ τὸ θῆλυ παιδὸς Ἀλκμήνη γένος

42ἔσωθε ναοῦ τοῦδʼ ὑπηγκαλισμένη

43σῴζει· νέας γὰρ παρθένους αἰδούμεθα

44ὄχλῳ πελάζειν κἀπιβωμιοστατεῖν.

45Ὕλλος δʼ ἀδελφοί θʼ οἷσι πρεσβεύει γένος

46ζητοῦσʼ ὅπου γῆς πύργον οἰκιούμεθα,

47ἢν τῆσδʼ ἀπωθώμεσθα πρὸς βίαν χθονός.

48ὦ τέκνα τέκνα, δεῦρο, λαμβάνεσθʼ ἐμῶν

49πέπλων· ὁρῶ κήρυκα τόνδʼ Εὐρυσθέως

50στείχοντʼ ἐφʼ ἡμᾶς, οὗ διωκόμεσθʼ ὕπο

51πάσης ἀλῆται γῆς ἀπεστερημένοι.

52ὦ μῖσος, εἴθʼ ὄλοιο χὡ πέμψας σ’ ἀνήρ·

53ὡς πολλὰ δὴ καὶ τῶνδε γενναίῳ πατρὶ

54ἐκ τοῦδε ταὐτοῦ στόματος ἤγγειλας κακά.

Κῆρυξ

55ἦ που καθῆσθαι τήνδʼ ἕδραν καλὴν δοκεῖς

56πόλιν τʼ ἀφῖχθαι σύμμαχον, κακῶς φρονῶν·

57οὐ γάρ τις ἔστιν ὃς πάροιθʼ αἱρήσεται

58τὴν σὴν ἀχρεῖον δύναμιν ἀντʼ Εὐρυσθέως.

59χώρει· τί μοχθεῖς ταῦτʼ; ἀνίστασθαί σε χρὴ

60ἐς Ἄργος, οὗ σε λεύσιμος μένει δίκη.

Ἰόλαος

61οὐ δῆτʼ, ἐπεί μοι βωμὸς ἀρκέσει θεοῦ,

62ἐλευθέρα τε γαῖʼ ἐν ᾗ βεβήκαμεν.

Κῆρυξ

63βούλῃ πόνον μοι τῇδε προσθεῖναι χερί;

Ἰόλαος

64οὔτοι βίᾳ γέ μʼ οὐδὲ τούσδʼ ἄξεις λαβών.

Κῆρυξ

65γνώσῃ σύ· μάντις δʼ ἦσθʼ ἄρʼ οὐ καλὸς τάδε.

Ἰόλαος

66οὐκ ἂν γένοιτο τοῦτʼ ἐμοῦ ζῶντός ποτε.

Κῆρυξ

67ἄπαιρʼ· ἐγὼ δὲ τούσδε, κἂν σὺ μὴ θέλῃς,

68ἄξω νομίζων, οὗπέρ εἰσʼ, Εὐρυσθέως.

Ἰόλαος

69ὦ τὰς Ἀθήνας δαρὸν οἰκοῦντες χρόνον,

70ἀμύνεθʼ· ἱκέται δʼ ὄντες ἀγοραίου Διὸς

71βιαζόμεσθα καὶ στέφη μιαίνεται —

72πόλει τʼ ὄνειδος καὶ θεῶν ἀτιμία.

Choral 2

Χορός

73— ἔα ἔα· τίς ἡ βοὴ βωμοῦ πέλας

74ἕστηκε; ποίαν συμφορὰν δείξει τάχα;

Strophe 1

Χορός

75— ἴδετε τὸν γέροντʼ ἀμαλὸν ἐπὶ πέδῳ

76χύμενον· ὦ τάλας.

77— πρὸς τοῦ ποτʼ ἐν γῇ πτῶμα δύστηνον πίτνεις;

Ἰόλαος

78ὅδʼ, ὦ ξένοι, με σοὺς ἀτιμάζων θεοὺς

79ἕλκει βιαίως Ζηνὸς ἐκ προβωμίων.

Χορός

80σὺ δʼ ἐκ τίνος γῆς, ὦ γέρον, τετράπτολιν

81ξύνοικον ἦλθες λαόν; ἢ πέρα-

82θεν ἁλίῳ πλάτᾳ

83κατέχετʼ ἐκλιπόντες Εὐβοῖδʼ ἀκτάν;

Ἰόλαος

84οὐ νησιώτην, ὦ ξένοι, τρίβω βίον,

85ἀλλʼ ἐκ Μυκηνῶν σὴν ἀφίγμεθα χθόνα.

Χορός

86ὄνομα τί σε, γέρον,

87Μυκηναῖος ὠνόμαζεν λεώς;

Ἰόλαος

88τὸν Ἡράκλειον ἴστε που παραστάτην

89Ἰόλαον· οὐ γὰρ σῶμʼ ἀκήρυκτον τόδε.

Χορός

90οἶδʼ εἰσακούσας καὶ πρίν· ἀλλὰ τοῦ ποτὲ

91ἐν χερὶ σᾷ κομίζεις κόρους

92νεοτρεφεῖς; φράσον.

Ἰόλαος

93Ἡρακλέους οἵδʼ εἰσὶ παῖδες, ὦ ξένοι,

94ἱκέται σέθεν τε καὶ πόλεως ἀφιγμένοι.

Antistrophe 1

Χορός

95τί χρέος; ἢ λόγων πόλεος, ἔνεπέ μοι,

96μελόμενοι τυχεῖν;

Ἰόλαος

97μήτʼ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν

98τῶν σῶν ἀποσπασθέντες εἰς Ἄργος μολεῖν.

Κῆρυξ

99ἀλλʼ οὔτι τοῖς σοῖς δεσπόταις τάδʼ ἀρκέσει,

100οἳ σοῦ κρατοῦντες ἐνθάδʼ εὑρίσκουσί σε.

Χορός

101εἰκὸς θεῶν ἱκτῆρας αἰδεῖσθαι, ξένε,

102καὶ μὴ βιαίῳ χερὶ δαιμόνων

103ἀπολείπειν σʼ ἕδη·

104πότνια γὰρ Δίκα τάδʼ οὐ πείσεται.

Κῆρυξ

105ἔκπεμπέ νυν γῆς τούσδε τοὺς Εὐρυσθέως,

106κοὐδὲν βιαίῳ τῇδε χρήσομαι χερί.

Χορός

107ἄθεον ἱκεσίαν

108μεθεῖναι πόλει ξένων προστροπάν.

Κῆρυξ

109καλὸν δέ γʼ ἔξω πραγμάτων ἔχειν πόδα,

110εὐβουλίας τυχόντα τῆς ἀμείνονος.

Episode 3

Χορός

111οὐκοῦν τυράννῳ τῆσδε γῆς φράσαντά σε

112χρῆν ταῦτα τολμᾶν, ἀλλὰ μὴ βίᾳ ξένους

113θεῶν ἀφέλκειν, γῆν σέβοντʼ ἐλευθέραν.

Κῆρυξ

114τίς δʼ ἐστὶ χώρας τῆσδε καὶ πόλεως ἄναξ;

Χορός

115ἐσθλοῦ πατρὸς παῖς Δημοφῶν ὁ Θησέως.

Κῆρυξ

116πρὸς τοῦτον ἁγὼν ἆρα τοῦδε τοῦ λόγου

117μάλιστʼ ἂν εἴη· τἄλλα δʼ εἴρηται μάτην.

Χορός

118καὶ μὴν ὅδʼ αὐτὸς ἔρχεται σπουδὴν ἔχων

119Ἀκάμας τʼ ἀδελφός, τῶνδʼ ἐπήκοοι λόγων.

Δημοφῶν

120ἐπείπερ ἔφθης πρέσβυς ὢν νεωτέρους

121βοηδρομήσας τήνδʼ ἐπʼ ἐσχάραν Διός,

122λέξον, τίς ὄχλον τόνδʼ ἀθροίζεται τύχη;

Χορός

123ἱκέται κάθηνται παῖδες οἵδʼ Ἡρακλέους

124βωμὸν καταστέψαντες, ὡς ὁρᾷς, ἄναξ,

125πατρός τε πιστὸς Ἰόλεως παραστάτης.

Δημοφῶν

126τί δῆτʼ ἰυγμῶν ἥδʼ ἐδεῖτο συμφορά;

Χορός

127βίᾳ νιν οὗτος τῆσδʼ ἀπʼ ἐσχάρας ἄγειν

128ζητῶν βοὴν ἔστησε κἄσφηλεν γόνυ

129γέροντος, ὥστε μʼ ἐκβαλεῖν οἴκτῳ δάκρυ.

Δημοφῶν

130καὶ μὴν στολήν γʼ Ἕλληνα καὶ ῥυθμὸν πέπλων

131ἔχει, τὰ δʼ ἔργα βαρβάρου χερὸς τάδε.

132σὸν δὴ τὸ φράζειν ἐστί, μὴ μέλλειν τ’, ἐμοὶ

133ποίας ἀφῖξαι δεῦρο γῆς ὅρους λιπών;

Κῆρυξ

134Ἀργεῖός εἰμι· τοῦτο γὰρ θέλεις μαθεῖν·

135ἐφʼ οἷσι δʼ ἥκω καὶ παρʼ οὗ λέγειν θέλω.

136πέμπει Μυκηνῶν δεῦρό μʼ Εὐρυσθεὺς ἄναξ

137ἄξοντα τούσδε· πολλὰ δʼ ἦλθον, ὦ ξένε,

138δίκαιʼ ὁμαρτῇ δρᾶν τε καὶ λέγειν ἔχων.

139Ἀργεῖος ὢν γὰρ αὐτὸς Ἀργείους ἄγω

140ἐκ τῆς ἐμαυτοῦ τούσδε δραπέτας ἔχων,

141νόμοισι τοῖς ἐκεῖθεν ἐψηφισμένους

142θανεῖν· δίκαιοι δʼ ἐσμὲν οἰκοῦντες πόλιν

143αὐτοὶ καθʼ αὑτῶν κυρίους κραίνειν δίκας.

144πολλῶν δὲ κἄλλων ἑστίας ἀφιγμένοι

145ἐν τοῖσιν αὐτοῖς τοισίδʼ ἕσταμεν λόγοις,

146κοὐδεὶς ἐτόλμησʼ ἴδια προσθέσθαι κακά.

147ἀλλʼ ἤ τινʼ ἐς σὲ μωρίαν ἐσκεμμένοι

148δεῦρʼ ἦλθον ἢ κίνδυνον ἐξ ἀμηχάνων

149ῥίπτοντες, εἴτʼ οὖν εἴτε μὴ γενήσεται·

150οὐ γὰρ φρενήρη γʼ ὄντα σʼ ἐλπίζουσί που

151μόνον τοσαύτης ἣν ἐπῆλθον Ἑλλάδος

152τὰς τῶνδʼ ἀβούλους συμφορὰς κατοικτιεῖν.

153φέρʼ ἀντίθες γάρ· τούσδε τʼ ἐς γαῖαν παρεὶς

154ἡμᾶς τʼ ἐάσας ἐξάγειν, τί κερδανεῖς;

155τὰ μὲν παρʼ ἡμῶν τοιάδʼ ἔστι σοι λαβεῖν,

156Ἄργους τοσήνδε χεῖρα τήν τʼ Εὐρυσθέως

157ἰσχὺν ἅπασαν τῇδε προσθέσθαι πόλει.

158ἢν δʼ ἐς λόγους τε καὶ τὰ τῶνδʼ οἰκτίσματα

159βλέψας πεπανθῇς, ἐς πάλην καθίσταται

160δορὸς τὸ πρᾶγμα· μὴ γὰρ ὡς μεθήσομεν

161δόξῃς ἀγῶνα τόνδʼ ἄτερ χαλυβδικοῦ.

162τί δῆτα φήσεις, ποῖα πεδίʼ ἀφαιρεθείς,

163τί ῥυσιασθείς, πόλεμον Ἀργείοις ἔχειν;

164ποίοις δʼ ἀμύνων συμμάχοις, τίνος δʼ ὕπερ

165θάψεις νεκροὺς πεσόντας; ἦ κακὸν λόγον

166κτήσῃ πρὸς ἀστῶν, εἰ γέροντος οὕνεκα,

167τύμβου, τὸ μηδὲν ὄντος, ὡς εἰπεῖν ἔπος,

168παίδων τε τῶνδʼ, ἐς ἄντλον ἐμβήσῃ πόδα.

169ἐρεῖς τὸ λῷστον ἐλπίδʼ εὑρήσειν μόνον.

170καὶ τοῦτο πολλῷ τοῦ παρόντος ἐνδεές·

171κακῶς γὰρ Ἀργείοισιν οἵδ’ ὡπλισμένοις

172μάχοιντʼ ἂν ἡβήσαντες, εἴ τι τοῦτό σε

173ψυχὴν ἐπαίρει· χοὑν μέσῳ πολὺς χρόνος

174ἐν ᾧ διεργασθεῖτʼ ἄν. ἀλλʼ ἐμοὶ πιθοῦ·

175δοὺς μηδέν, ἀλλὰ τἄμ’ ἐῶν ἄγειν ἐμὲ

176κτῆσαι Μυκήνας, μηδʼ ὅπερ φιλεῖτε δρᾶν

177πάθῃς σὺ τοῦτο, τοὺς ἀμείνονας παρὸν

178φίλους ἑλέσθαι, τοὺς κακίονας λάβῃς.

Χορός

179τίς ἂν δίκην κρίνειεν ἢ γνοίη λόγον,

180πρὶν ἂν παρʼ ἀμφοῖν μῦθον ἐκμάθῃ σαφῶς;

Ἰόλαος

181ἄναξ — ὑπάρχει μὲν τόδʼ ἐν τῇ σῇ χθονί —

182εἰπεῖν ἀκοῦσαί τʼ ἐν μέρει πάρεστί μοι,

183κοὐδείς μʼ ἀπώσει πρόσθεν, ὥσπερ ἄλλοθεν.

184ἡμῖν δὲ καὶ τῷδʼ οὐδέν ἐστιν ἐν μέρει·

185ἐπεὶ γὰρ Ἄργους οὐ μέτεσθʼ ἡμῖν ἔτι,

186ψήφῳ δοκῆσαν, ἀλλὰ φεύγομεν πάτραν,

187πῶς ἂν δικαίως ὡς Μυκηναίους ἄγοι

188ὧδʼ ὄντας ἡμᾶς, οὓς ἀπήλασαν χθονός;

189ξένοι γάρ ἐσμεν. ἢ τὸν Ἑλλήνων ὅρον

190φεύγειν δικαιοῦθʼ ὅστις ἂν τἄργος φύγῃ;

191οὔκουν Ἀθήνας γʼ· οὐ γὰρ Ἀργείων φόβῳ

192τοὺς Ἡρακλείους παῖδας ἐξελῶσι γῆς.

193οὐ γάρ τι Τραχίς ἐστιν οὐδʼ Ἀχαιικὸν

194πόλισμʼ, ὅθεν σὺ τούσδε, τῇ δίκῃ μὲν οὔ,

195τὸ δʼ Ἄργος ὀγκῶν, οἷάπερ καὶ νῦν λέγεις,

196ἤλαυνες ἱκέτας βωμίους καθημένους.

197εἰ γὰρ τόδʼ ἔσται καὶ λόγους κρινοῦσι σούς,

198οὐκ οἶδʼ Ἀθήνας τάσδʼ ἐλευθέρας ἔτι.

199ἀλλʼ οἶδʼ ἐγὼ τὸ τῶνδε λῆμα καὶ φύσιν·

200θνῄσκειν θελήσουσʼ· ἡ γὰρ αἰσχύνη πάρος

201τοῦ ζῆν παρʼ ἐσθλοῖς ἀνδράσιν νομίζεται.

202πόλιν μὲν ἀρκεῖ· καὶ γὰρ οὖν ἐπίφθονον

203λίαν ἐπαινεῖν ἐστι, πολλάκις δὲ δὴ

204καὐτὸς βαρυνθεὶς οἶδʼ ἄγαν αἰνούμενος.

205σοὶ δʼ ὡς ἀνάγκη τούσδε βούλομαι φράσαι

206σῴζειν, ἐπείπερ τῆσδε προστατεῖς χθονός.

207Πιτθεὺς μέν ἐστι Πέλοπος, ἐκ δὲ Πιτθέως

208Αἴθρα, πατὴρ δʼ ἐκ τῆσδε γεννᾶται σέθεν

209Θησεύς. πάλιν δὲ τῶνδʼ ἄνειμί σοι γένος.

210Ἡρακλέης ἦν Ζηνὸς Ἀλκμήνης τε παῖς,

211κείνη δὲ Πέλοπος θυγατρός. αὐτανεψίων

212πατὴρ ἂν εἴη σός τε χὡ τούτων γεγώς.

213γένους μὲν ἥκεις ὧδε τοῖσδε, Δημοφῶν·

214ἃ δʼ ἐκτὸς ἤδη τοῦ προσήκοντός σε δεῖ

215τεῖσαι λέγω σοι παισί· φημὶ γάρ ποτε

216σύμπλους γενέσθαι τῶνδʼ ὑπασπίζων πατρὶ

217ζωστῆρα Θησεῖ τὸν πολυκτόνον μέτα·

218Ἅιδου τʼ ἐρυμνῶν ἐξανήγαγεν μυχῶν

219πατέρα σόν· Ἑλλὰς πᾶσα τοῦτο μαρτυρεῖ.

220ὧν ἀντιδοῦναί σʼ οἵδʼ ἀπαιτοῦσιν χάριν,

221μήτʼ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν

222τῶν σῶν ἀποσπασθέντες ἐκπεσεῖν χθονός.

223σοὶ γὰρ τόδʼ αἰσχρὸν χωρίς, ἔν τε πόλει κακόν,

224ἱκέτας ἀλήτας συγγενεῖς, οἴμοι, κακῶς —

225βλέψον πρὸς αὐτοὺς βλέψον· — ἕλκεσθαι βίᾳ.

226ἀλλʼ ἄντομαί σε καὶ καταστέφω χεροῖν,

227καὶ πρὸς γενείου, μηδαμῶς ἀτιμάσῃς

228τοὺς Ἡρακλείους παῖδας ἐς χέρας λαβών·

229γενοῦ δὲ τοῖσδε συγγενής, γενοῦ φίλος

230πατὴρ ἀδελφὸς δεσπότης· ἅπαντα γὰρ

231ταῦτʼ ἐστὶ κρείσσω πλὴν ὑπʼ Ἀργείοις πεσεῖν.

Χορός

232ᾤκτιρʼ ἀκούσας τούσδε συμφορᾶς, ἄναξ.

233τὴν δʼ εὐγένειαν τῆς τύχης νικωμένην

234νῦν δὴ μάλιστʼ ἐσεῖδον· οἵδε γὰρ πατρὸς

235ἐσθλοῦ γεγῶτες δυστυχοῦσʼ ἀναξίως.

Δημοφῶν

236τρισσαί μʼ ἀναγκάζουσι συμφορᾶς ὁδοί,

237Ἰόλαε, τοὺς σοὺς μὴ παρώσασθαι ξένους·

238τὸ μὲν μέγιστον Ζεὺς ἐφʼ οὗ σὺ βώμιος

239θακεῖς νεοσσῶν τήνδʼ ἔχων πανήγυριν·

240τὸ συγγενές τε καὶ τὸ προυφείλειν καλῶς

241πράσσειν παρʼ ἡμῶν τούσδε πατρῴαν χάριν·

242τό τʼ αἰσχρόν, οὗπερ δεῖ μάλιστα φροντίσαι·

243εἰ γὰρ παρήσω τόνδε συλᾶσθαι βίᾳ

244ξένου πρὸς ἀνδρὸς βωμόν, οὐκ ἐλευθέραν

245οἰκεῖν δοκήσω γαῖαν, Ἀργείων δʼ ὄκνῳ

246ἱκέτας προδοῦναι· καὶ τάδʼ ἀγχόνης πέλας.

247ἀλλʼ ὤφελες μὲν εὐτυχέστερος μολεῖν,

248ὅμως δὲ καὶ νῦν μὴ τρέσῃς ὅπως σέ τις

249σὺν παισὶ βωμοῦ τοῦδʼ ἀποσπάσει βίᾳ.

250σὺ δʼ Ἄργος ἐλθὼν ταῦτά τʼ Εὐρυσθεῖ φράσον,

251πρὸς τοῖσδέ τʼ, εἴ τι τοισίδʼ ἐγκαλεῖ ξένοις,

252δίκης κυρήσειν· τούσδε δʼ οὐκ ἄξεις ποτέ.

Κῆρυξ

253οὐκ ἢν δίκαιον ᾖ τι καὶ νικῶ λόγῳ;

Δημοφῶν

254καὶ πῶς δίκαιον τὸν ἱκέτην ἄγειν βίᾳ;

Κῆρυξ

255οὐκ οὖν ἐμοὶ τόδʼ αἰσχρόν, ἀλλʼ οὐ σοὶ βλάβος;

Δημοφῶν

256ἐμοί γʼ, ἐάν σοι τούσδʼ ἐφέλκεσθαι μεθῶ.

Κῆρυξ

257σὺ δʼ ἐξόριζε, κᾆτʼ ἐκεῖθεν ἄξομεν.

Δημοφῶν

258σκαιὸς πέφυκας τοῦ θεοῦ πλείω φρονῶν.

Κῆρυξ

259δεῦρʼ, ὡς ἔοικε, τοῖς κακοῖσι φευκτέον.

Δημοφῶν

260ἅπασι κοινὸν ῥῦμα δαιμόνων ἕδρα.

Κῆρυξ

261ταῦτʼ οὐ δοκήσει τοῖς Μυκηναίοις ἴσως.

Δημοφῶν

262οὐκ οὖν ἐγὼ τῶν ἐνθάδʼ εἰμὶ κύριος;

Κῆρυξ

263βλάπτων γʼ ἐκείνους μηδέν, ἢν σὺ σωφρονῇς.

Δημοφῶν

264βλάπτεσθʼ, ἐμοῦ γε μὴ μιαίνοντος θεούς.

Κῆρυξ

265οὐ βούλομαί σε πόλεμον Ἀργείοις ἔχειν.

Δημοφῶν

266κἀγὼ τοιοῦτος· τῶνδε δʼ οὐ μεθήσομαι.

Κῆρυξ

267ἄξω γε μέντοι τοὺς ἐμοὺς ἐγὼ λαβών.

Δημοφῶν

268οὐκ ἆρ’ ἐς Ἄργος ῥᾳδίως ἄπει πάλιν.

Κῆρυξ

269πειρώμενος δὴ τοῦτό γʼ αὐτίκʼ εἴσομαι.

Δημοφῶν

270κλαίων ἄρʼ ἅψῃ τῶνδε κοὐκ ἐς ἀμβολάς.

Χορός

271μὴ πρὸς θεῶν κήρυκα τολμήσῃς θενεῖν.

Δημοφῶν

272εἰ μή γʼ ὁ κῆρυξ σωφρονεῖν μαθήσεται.

Χορός

273ἄπελθε· καὶ σὺ τοῦδε μὴ θίγῃς, ἄναξ.

Κῆρυξ

274στείχω· μιᾶς γὰρ χειρὸς ἀσθενὴς μάχη.

275ἥξω δὲ πολλὴν Ἄρεος Ἀργείου λαβὼν

276πάγχαλκον αἰχμὴν δεῦρο. μυρίοι δέ με

277μένουσιν ἀσπιστῆρες Εὐρυσθεύς τʼ ἄναξ

278αὐτὸς στρατηγῶν· Ἀλκάθου δʼ ἐπʼ ἐσχάτοις

279καραδοκῶν τἀνθένδε τέρμασιν μένει.

280λαμπρὸς δʼ ἀκούσας σὴν ὕβριν φανήσεται

281σοὶ καὶ πολίταις γῇ τε τῇδε καὶ φυτοῖς·

282μάτην γὰρ ἥβην ὧδέ γʼ ἂν κεκτῄμεθα

283πολλὴν ἐν Ἄργει, μή σε τιμωρούμενοι.

Δημοφῶν

284φθείρου· τὸ σὸν γὰρ Ἄργος οὐ δέδοικʼ ἐγώ.

285ἐνθένδε δʼ οὐκ ἔμελλες αἰσχύνας ἐμὲ

286ἄξειν βίᾳ τούσδʼ· οὐ γὰρ Ἀργείων πόλει

287ὑπήκοον τήνδʼ ἀλλʼ ἐλευθέραν ἔχω.

Anapests 1

Χορός

288ὥρα προνοεῖν, πρὶν ὅροις πελάσαι

289στρατὸν Ἀργείων·

290μάλα δʼ ὀξὺς Ἄρης ὁ Μυκηναίων,

291ἐπὶ τοῖσι δὲ δὴ μᾶλλον ἔτʼ ἢ πρίν.

292πᾶσι γὰρ οὗτος κήρυξι νόμος,

293δὶς τόσα πυργοῦν τῶν γιγνομένων

294πόσα νιν λέξειν βασιλεῦσι δοκεῖς,

295ὡς δείνʼ ἔπαθεν καὶ παρὰ μικρὸν

296ψυχὴν ἦλθεν διακναῖσαι;

Ἰόλαος

297οὐκ ἔστι τοῦδε παισὶ κάλλιον γέρας,

298ἢ πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναι

299γαμεῖν τʼ ἀπʼ ἐσθλῶν· ὃς δὲ νικηθεὶς πόθῳ

300κακοῖς ἐκοινώνησεν, οὐκ ἐπαινέσω,

301τέκνοις ὄνειδος οὕνεχʼ ἡδονῆς λιπεῖν.

302τὸ δυστυχὲς γὰρ ηὑγένει’ ἀμύνεται

303τῆς δυσγενείας μᾶλλον· ἡμεῖς γὰρ κακῶν

304ἐς τοὔσχατον πεσόντες ηὕρομεν φίλους

305καὶ ξυγγενεῖς τούσδʼ, οἳ τοσῆσδʼ οἰκουμένης

306Ἑλληνίδος γῆς τῶνδε προύστησαν μόνοι.

307δότ’, ὦ τέκνʼ, αὐτοῖς χεῖρα δεξιάν, δότε·

308ὑμεῖς τε παισί, καὶ πέλας προσέλθετε.

309ὦ παῖδες, ἐς μὲν πεῖραν ἤλθομεν φίλων·

310ἢν δʼ οὖν ποθʼ ὑμῖν νόστος ἐς πάτραν φανῇ

311καὶ δώματʼ οἰκήσητε καὶ τιμὰς πατρός

312σωτῆρας αἰεὶ καὶ φίλους νομίζετε,

313καὶ μήποτʼ ἐς γῆν ἐχθρὸν αἴρεσθαι δόρυ

314μέμνησθέ μοι τήνδʼ, ἀλλὰ φιλτάτην πόλιν

315πασῶν νομίζετʼ. ἄξιοι δʼ ὑμῖν σέβειν

316οἳ γῆν τοσήνδε καὶ Πελασγικὸν λεὼν

317ἡμῶν ἀπηλλάξαντο πολεμίους ἔχειν,

318πτωχοὺς ἀλήτας εἰσορῶντες· ἀλλʼ ὅμως

319οὐκ ἐξέδωκαν οὐδʼ ἀπήλασαν χθονός.

320ἐγὼ δὲ καὶ ζῶν καὶ θανών, ὅταν θάνω,

321πολλῷ σʼ ἐπαίνῳ Θησέως, ὦ τᾶν, πέλας

322ὑψηλὸν ἀρῶ καὶ λέγων τάδʼ εὐφρανῶ

323ὡς εὖ τʼ ἐδέξω καὶ τέκνοισιν ἤρκεσας

324τοῖς Ἡρακλείοις, εὐγενὴς δʼ ἀνʼ Ἑλλάδα

325σῴζεις πατρῴαν δόξαν, ἐξ ἐσθλῶν δὲ φὺς

326οὐδὲν κακίων τυγχάνεις γεγὼς πατρός,

327παύρων μετʼ ἄλλων· ἕνα γὰρ ἐν πολλοῖς ἴσως

328εὕροις ἂν ὅστις ἐστὶ μὴ χείρων πατρός.

Χορός

329ἀεί ποθʼ ἥδε γαῖα τοῖς ἀμηχάνοις

330σὺν τῷ δικαίῳ βούλεται προσωφελεῖν.

331τοιγὰρ πόνους δὴ μυρίους ὑπὲρ φίλων

332ἤνεγκε, καὶ νῦν τόνδʼ ἀγῶνʼ ὁρῶ πέλας.

Δημοφῶν

333σοί τʼ εὖ λέλεκται, καὶ τὰ τῶνδʼ αὐχῶ, γέρον,

334τοιαῦτʼ ἔσεσθαι· μνημονεύσεται χάρις.

335κἀγὼ μὲν ἀστῶν σύλλογον ποήσομαι,

336τάξω δʼ, ὅπως ἂν τὸν Μυκηναίων στρατὸν

337πολλῇ δέχωμαι χειρί· πρῶτα μὲν σκοποὺς

338πέμψω πρὸς αὐτόν, μὴ λάθῃ με προσπεσών·

339ταχὺς γὰρ Ἄργει πᾶς ἀνὴρ βοηδρόμος·

340μάντεις δʼ ἀθροίσας θύσομαι. σὺ δʼ ἐς δόμους

341σὺν παισὶ χώρει, Ζηνὸς ἐσχάραν λιπών.

342εἰσὶν γὰρ οἵ σου, κἂν ἐγὼ θυραῖος ὦ,

343μέριμναν ἕξουσʼ. ἀλλʼ ἴθʼ ἐς δόμους, γέρον.

Ἰόλαος

344οὐκ ἂν λίποιμι βωμόν· ἑζώμεσθα δὴ

345ἱκέται μένοντες ἐνθάδʼ εὖ πρᾶξαι πόλιν·

346ὅταν δʼ ἀγῶνος τοῦδʼ ἀπαλλαχθῇς καλῶς,

347ἴμεν πρὸς οἴκους. θεοῖσι δʼ οὐ κακίοσιν

348χρώμεσθα συμμάχοισιν Ἀργείων, ἄναξ·

349τῶν μὲν γὰρ Ἥρα προστατεῖ, Διὸς δάμαρ,

350ἡμῶν δʼ Ἀθηνᾶ. φημὶ δʼ εἰς εὐπραξίαν

351καὶ τοῦθʼ ὑπάρχειν, θεῶν ἀμεινόνων τυχεῖν·

352νικωμένη γὰρ Παλλὰς οὐκ ἀνέξεται.

Choral 4

Strophe 1

Χορός

353Εἰ σὺ μέγʼ αὐχεῖς, ἕτεροι

354σοῦ πλέον οὐ μέλονται,

355ὦ ξεῖν’ Ἀργόθεν ἐλθών,

356μεγαληγορίαισι δʼ ἐμὰς

357φρένας οὐ φοβήσεις.

358μήπω ταῖς μεγάλαισιν οὕ-

359τω καὶ καλλιχόροις Ἀθή-

360ναις εἴη· σὺ δʼ ἄφρων, ὅ τʼ Ἄρ-

361γει Σθενέλου τύραννος.

Antistrophe 1

Χορός

362ὃς πόλιν ἐλθὼν ἑτέραν

363οὐδὲν ἐλάσσονʼ Ἄργους,

364θεῶν ἱκτῆρας ἀλάτας

365καὶ ἐμᾶς χθονὸς ἀντομένους

366ξένος ὢν βιαίως

367ἕλκεις, οὐ βασιλεῦσιν εἴ-

368ξας, οὐκ ἄλλο δίκαιον εἰ-

369πών· ποῦ ταῦτα καλῶς ἂν εἴ-

370η παρά γʼ εὖ φρονοῦσιν;

Epode 3

Χορός

371Εἰρήνα μὲν ἐμοί γʼ ἀρέ-

372σκει· σὺ δʼ, ὦ κακόφρων ἄναξ,

373λέγω, εἰ πόλιν ἥξεις,

374οὐχ οὕτως ἃ δοκεῖς κυρή-

375σεις· οὐ σοὶ μόνῳ ἔγχος οὐδʼ

376ἰτέα κατάχαλκός ἐστιν.

377ἀλλʼ οὐ, πολέμων ἐραστάς,

378μή μοι δορὶ συνταράξεις

379τὰν εὖ χαρίτων ἔχουσαν

380πόλιν, ἀλλʼ ἀνάσχου.

Episode 5

Ἰόλαος

381ὦ παῖ, τί μοι σύννοιαν ὄμμασιν φέρων

382ἥκεις; νέον τι πολεμίων λέξεις πέρι;

383μέλλουσιν ἢ πάρεισιν ἢ τί πυνθάνῃ;

384οὐ γάρ τι μὴ ψεύσῃς γε κήρυκος λόγους·

385ὁ γὰρ στρατηγὸς εὐτυχὴς τὰ πρὸς θεῶν

386εἶσιν, σάφʼ οἶδα, καὶ μάλʼ οὐ σμικρὸν φρονῶν,

387ἐς τὰς Ἀθήνας. ἀλλὰ τῶν φρονημάτων

388ὁ Ζεὺς κολαστὴς τῶν ἄγαν ὑπερφρόνων.

Δημοφῶν

389ἥκει στράτευμʼ Ἀργεῖον Εὐρυσθεύς τʼ ἄναξ·

390ἐγώ νιν αὐτὸς εἶδον. ἄνδρα γὰρ χρεών,

391ὅστις στρατηγεῖν φησʼ ἐπίστασθαι καλῶς,

392οὐκ ἀγγέλοισι τοὺς ἐναντίους ὁρᾶν.

393πεδία μὲν οὖν γῆς ἐς τάδʼ οὐκ ἐφῆκέ πω

394στρατόν, λεπαίαν δʼ ὀφρύην καθήμενος

395σκοπεῖ — δόκησιν δὴ τόδʼ ἂν λέγοιμί σοι —

396ποίᾳ προσάξει στρατόπεδον τὰ νῦν δορὸς

397ἐν ἀσφαλεῖ τε τῆσδʼ ἱδρύσεται χθονός.

398καὶ τἀμὰ μέντοι πάντʼ ἄραρʼ ἤδη καλῶς·

399πόλις τʼ ἐν ὅπλοις, σφάγιά θʼ ἡτοιμασμένα

400ἕστηκεν οἷς χρὴ ταῦτα τέμνεσθαι θεῶν,

402τροπαῖά τʼ ἐχθρῶν καὶ πόλει σωτήρια,

401θυηπολεῖται δʼ ἄστυ μάντεων ὕπο.

403χρησμῶν δʼ ἀοιδοὺς πάντας εἰς ἓν ἁλίσας

404ἤλεγξα καὶ βέβηλα καὶ κεκρυμμένα

405λόγια παλαιά, τῇδε γῇ σωτήρια.

406καὶ τῶν μὲν ἄλλων διάφορʼ ἐστὶ θεσφάτοις

407πόλλʼ· ἓν δὲ πᾶσι γνῶμα ταὐτὸν ἐμπρέπει·

408σφάξαι κελεύουσίν με παρθένον Κόρῃ

409Δήμητρος, ἥτις ἐστὶ πατρὸς εὐγενοῦς.

410ἐγὼ δʼ ἔχω μέν, ὡς ὁρᾷς, προθυμίαν

411τοσήνδʼ ἐς ὑμᾶς· παῖδα δʼ οὔτʼ ἐμὴν κτενῶ

412οὔτʼ ἄλλον ἀστῶν τῶν ἐμῶν ἀναγκάσω

413ἄκονθʼ· ἑκὼν δὲ τίς κακῶς οὕτω φρονεῖ,

414ὅστις τὰ φίλτατʼ ἐκ χερῶν δώσει τέκνα;

415καὶ νῦν πικρὰς ἂν συστάσεις ἂν εἰσίδοις,

416τῶν μὲν λεγόντων ὡς δίκαιον ἦν ξένοις

417ἱκέταις ἀρήγειν, τῶν δὲ μωρίαν ἐμὴν

418κατηγορούντων· εἰ δὲ δὴ δράσω τόδε,

419οἰκεῖος ἤδη πόλεμος ἐξαρτύεται.

420ταῦτʼ οὖν ὅρα σὺ καὶ συνεξεύρισχʼ ὅπως

421αὐτοί τε σωθήσεσθε καὶ πέδον τόδε,

422κἀγὼ πολίταις μὴ διαβληθήσομαι.

423οὐ γὰρ τυραννίδʼ ὥστε βαρβάρων ἔχω·

424ἀλλʼ, ἢν δίκαια δρῶ, δίκαια πείσομαι.

Χορός

425ἀλλʼ ἦ πρόθυμον οὖσαν οὐκ ἐᾷ θεὸς

426ξένοις ἀρήγειν τήνδε χρῄζουσιν πόλιν;

Ἰόλαος

427ὦ τέκνʼ, ἔοιγμεν ναυτίλοισιν, οἵτινες

428χειμῶνος ἐκφυγόντες ἄγριον μένος

429ἐς χεῖρα γῇ συνῆψαν, εἶτα χερσόθεν

430πνοιαῖσιν ἠλάθησαν ἐς πόντον πάλιν.

431οὕτω δὲ χἡμεῖς τῆσδʼ ἀπωθούμεσθα γῆς

432ἤδη πρὸς ἀκταῖς ὄντες ὡς σεσῳσμένοι.

433οἴμοι· τί δῆτʼ ἔτερψας ὦ τάλαινά με

434ἐλπὶς τότʼ, οὐ μέλλουσα διατελεῖν χάριν;

435συγγνωστὰ γάρ τοι καὶ τὰ τοῦδʼ, εἰ μὴ θέλει

436κτείνειν πολιτῶν παῖδας· αἰνέσαι δʼ ἔχω

437καὶ τἀνθάδ’· εἰ θεοῖσι δὴ δοκεῖ τάδε

438πράσσειν ἔμʼ, οὔτοι σή γʼ ἀπόλλυται χάρις.

439ὦ παῖδες, ὑμῖν δʼ οὐκ ἔχω τί χρήσομαι.

440ποῖ τρεψόμεσθα; τίς γὰρ ἄστεπτος θεῶν;

441ποῖον δὲ γαίας ἕρκος οὐκ ἀφίγμεθα;

442ὀλούμεθʼ, ὦ τέκνʼ· ἐκδοθησόμεσθα δή.

443κἀμοῦ μὲν οὐδὲν εἴ με χρὴ θανεῖν μέλει,

444πλὴν εἴ τι τέρψω τοὺς ἐμοὺς ἐχθροὺς θανών·

445ὑμᾶς δὲ κλαίω καὶ κατοικτίρω, τέκνα,

446καὶ τὴν γεραιὰν μητέρʼ Ἀλκμήνην πατρός.

447ὦ δυστάλαινα τοῦ μακροῦ βίου σέθεν,

448τλήμων δὲ κἀγὼ πολλὰ μοχθήσας μάτην.

449χρῆν χρῆν ἄρʼ ἡμᾶς ἀνδρὸς εἰς ἐχθροῦ χέρας

450πεσόντας αἰσχρῶς καὶ κακῶς λιπεῖν βίον.

451ἀλλʼ οἶσθ’ ὅ μοι σύμπραξον; οὐχ ἅπασα γὰρ

452πέφευγεν ἐλπὶς τῶνδέ μοι σωτηρίας·

453ἔμʼ ἔκδος Ἀργείοισιν ἀντὶ τῶνδʼ, ἄναξ,

454καὶ μήτε κινδύνευε, σωθήτω τέ μοι

455τέκνʼ· οὐ φιλεῖν δεῖ τὴν ἐμὴν ψυχήν· ἴτω.

456μάλιστα δʼ Εὐρυσθεύς με βούλοιτʼ ἂν λαβὼν

457τὸν Ἡράκλειον σύμμαχον καθυβρίσαι·

458σκαιὸς γὰρ ἁνήρ. τοῖς σοφοῖς δʼ εὐκτὸν σοφῷ

459ἔχθραν συνάπτειν, μὴ ἀμαθεῖ φρονήματι·

460πολλῆς γὰρ αἰδοῦς καὶ δίκης τις ἂν τύχοι.

Χορός

461ὦ πρέσβυ, μή νυν τήνδʼ ἐπαιτιῶ πόλιν·

462τάχʼ ἂν γὰρ ἡμῖν ψευδὲς ἀλλʼ ὅμως κακὸν

463γένοιτʼ ὄνειδος ὡς ξένους προυδώκαμεν.

Δημοφῶν

464γενναῖα μὲν τάδʼ εἶπας, ἀλλʼ ἀμήχανα.

465οὐ σοῦ χατίζων δεῦρʼ ἄναξ στρατηλατεῖ·

466τί γὰρ γέροντος ἀνδρὸς Εὐρυσθεῖ πλέον

467θανόντος; ἀλλὰ τούσδε βούλεται κτανεῖν.

468δεινὸν γὰρ ἐχθροῖς βλαστάνοντες εὐγενεῖς,

469νεανίαι τε καὶ πατρὸς μεμνημένοι

470λύμας· ἃ κεῖνον πάντα προσκοπεῖν χρεών.

471ἀλλʼ, εἴ τινʼ ἄλλην οἶσθα καιριωτέραν

472βουλήν, ἑτοίμαζʼ, ὡς ἔγωγʼ ἀμήχανος

473χρησμῶν ἀκούσας εἰμὶ καὶ φόβου πλέως.

Μακαρία

474ξένοι, θράσος μοι μηδὲν ἐξόδοις ἐμαῖς

475προσθῆτε· πρῶτον γὰρ τόδʼ ἐξαιτήσομαι·

476γυναικὶ γὰρ σιγή τε καὶ τὸ σωφρονεῖν

477κάλλιστον, εἴσω θʼ ἥσυχον μένειν δόμων.

478τῶν σῶν δʼ ἀκούσασʼ, Ἰόλεως, στεναγμάτων

479ἐξῆλθον, οὐ ταχθεῖσα πρεσβεύειν γένους.

480ἀλλʼ, εἰμὶ γάρ πως πρόσφορος, μέλει δέ μοι

481μάλιστ’ ἀδελφῶν, τῶνδε κἀμαυτῆς πέρι

482θέλω πυθέσθαι, μὴ ’πὶ τοῖς πάλαι κακοῖς

483προσκείμενόν τι πῆμα σὴν δάκνει φρένα.

Ἰόλαος

484ὦ παῖ, μάλιστα σʼ οὐ νεωστὶ δὴ τέκνων

485τῶν Ἡρακλείων ἐνδίκως αἰνεῖν ἔχω.

486ἡμῖν δὲ δόξας εὖ προχωρῆσαι δρόμος

487πάλιν μεθέστηκʼ αὖθις ἐς τἀμήχανον·

488χρησμῶν γὰρ ᾠδούς φησι σημαίνειν ὅδε,

489οὐ ταῦρον οὐδὲ μόσχον, ἀλλὰ παρθένον

490σφάξαι Κόρῃ Δήμητρος ἥτις εὐγενής,

491εἰ χρὴ μὲν ἡμᾶς, χρὴ δὲ τήνδʼ εἶναι πόλιν.

492ταῦτʼ οὖν ἀμηχανοῦμεν· οὔτε γὰρ τέκνα

493σφάξειν ὅδʼ αὑτοῦ φησιν οὔτʼ ἄλλου τινός.

494κἀμοὶ λέγει μὲν οὐ σαφῶς, λέγει δέ πως,

495εἰ μή τι τούτων ἐξαμηχανήσομεν,

496ἡμᾶς μὲν ἄλλην γαῖαν εὑρίσκειν τινά,

497αὐτὸς δὲ σῶσαι τήνδε βούλεται χθόνα.

Μακαρία

498ἐν τῷδε κἀχόμεσθα σωθῆναι λόγῳ;

Ἰόλαος

499ἐν τῷδε, τἄλλα γʼ εὐτυχῶς πεπραγότες.

Μακαρία

500μή νυν τρέσῃς ἔτʼ ἐχθρὸν Ἀργεῖον δόρυ·

501ἐγὼ γὰρ αὐτὴ πρὶν κελευσθῆναι, γέρον,

502θνῄσκειν ἑτοίμη καὶ παρίστασθαι σφαγῇ.

503τί φήσομεν γάρ, εἰ πόλις μὲν ἀξιοῖ

504κίνδυνον ἡμῶν οὕνεκʼ αἴρεσθαι μέγαν,

505αὐτοὶ δὲ προστιθέντες ἄλλοισιν πόνους,

506παρόν σφε σῷσαι, φευξόμεσθα μὴ θανεῖν;

507οὐ δῆτʼ, ἐπεί τοι καὶ γέλωτος ἄξια,

508στένειν μὲν ἱκέτας δαιμόνων καθημένους,

509πατρὸς δʼ ἐκείνου φύντας οὗ πεφύκαμεν

510κακοὺς ὁρᾶσθαι· ποῦ τάδʼ ἐν χρηστοῖς πρέπει;

511κάλλιον, οἶμαι, τῆσδʼ — ἃ μὴ τύχοι ποτέ —

512πόλεως ἁλούσης, χεῖρας εἰς ἐχθρῶν πεσεῖν,

513κἄπειτα τινὰ πατρὸς οὖσαν εὐγενοῦς

514παθοῦσαν Ἅιδην μηδὲν ἧσσον εἰσιδεῖν.

515ἀλλʼ ἐκπεσοῦσα τῆσδʼ ἀλητεύσω χθονός;

516κοὐκ αἰσχυνοῦμαι δῆτ’, ἐὰν δή τις λέγῃ·

517Τί δεῦρʼ ἀφίκεσθʼ ἱκεσίοισι σὺν κλάδοις

518αὐτοὶ φιλοψυχοῦντες; ἔξιτε χθονός·

519κακοὺς γὰρ ἡμεῖς οὐ προσωφελήσομεν.

520ἀλλʼ οὐδὲ μέντοι, τῶνδε μὲν τεθνηκότων,

521αὐτὴ δὲ σωθεῖσʼ, ἐλπίδʼ εὖ πράξειν ἔχω·

522— πολλοὶ γὰρ ἤδη τῇδε προύδοσαν φίλους. —

523τίς γὰρ κόρην ἔρημον ἢ δάμαρτʼ ἔχειν,

524ἢ παιδοποιεῖν ἐξ ἐμοῦ βουλήσεται;

525οὐκ οὖν θανεῖν ἄμεινον ἢ τούτων τυχεῖν

526ἀναξίαν; ἄλλῃ δὲ κἂν πρέποι τινὶ

527μᾶλλον τάδʼ, ἥτις μὴ ’πίσημος ὡς ἐγώ.

528ἡγεῖσθʼ ὅπου δεῖ σῶμα κατθανεῖν τόδε

529καὶ στεμματοῦτε καὶ κατάρχεσθʼ, εἰ δοκεῖ·

530νικᾶτε δʼ ἐχθρούς· ἥδε γὰρ ψυχὴ πάρα

531ἑκοῦσα κοὐκ ἄκουσα· κἀξαγγέλλομαι

532θνῄσκειν ἀδελφῶν τῶνδε κἀμαυτῆς ὕπερ.

533εὕρημα γάρ τοι μὴ φιλοψυχοῦσʼ ἐγὼ

534κάλλιστον ηὕρηκ’, εὐκλεῶς λιπεῖν βίον.

Χορός

535φεῦ φεῦ, τί λέξω παρθένου μέγαν λόγον

536κλύων, ἀδελφῶν ἣ πάρος θέλει θανεῖν;

537τούτων τίς ἂν λέξειε γενναίους λόγους

538μᾶλλον, τίς ἂν δράσειεν ἀνθρώπων ἔτι;

Ἰόλαος

539ὦ τέκνον, οὐκ ἔστʼ ἄλλοθεν τὸ σὸν κάρα,

540ἀλλʼ ἐξ ἐκείνου σπέρμα τῆς θείας φρενὸς

541πέφυκας Ἡράκλειος· οὐδʼ αἰσχύνομαι

542τοῖς σοῖς λόγοισι, τῇ τύχῃ δʼ ἀλγύνομαι.

543ἀλλʼ ᾗ γένοιτʼ ἂν ἐνδικωτέρως φράσω·

544πάσας ἀδελφὰς τῆσδε δεῦρο χρὴ καλεῖν,

545κᾆθʼ ἡ λαχοῦσα θνῃσκέτω γένους ὕπερ·

546σὲ δʼ οὐ δίκαιον κατθανεῖν ἄνευ πάλου.

Μακαρία

547οὐκ ἂν θάνοιμι τῇ τύχῃ λαχοῦσʼ ἐγώ·

548χάρις γὰρ οὐ πρόσεστι· μὴ λέξῃς, γέρον.

549ἀλλʼ, εἰ μὲν ἐνδέχεσθε καὶ βούλεσθέ μοι

550χρῆσθαι προθύμως, τὴν ἐμὴν ψυχὴν ἐγὼ

551δίδωμʼ ἑκοῦσα τοῖσδʼ, ἀναγκασθεῖσα δʼ οὔ.

Ἰόλαος

552φεῦ·

553ὅδʼ αὖ λόγος σοι τοῦ πρὶν εὐγενέστερος·

554κἀκεῖνος ἦν ἄριστος· ἀλλʼ ὑπερφέρεις

555τόλμῃ τε τόλμαν καὶ λόγῳ χρηστῷ λόγον.

556οὐ μὴν κελεύω γʼ οὐδʼ ἀπεννέπω, τέκνον,

557θνῄσκειν σʼ· ἀδελφοὺς δʼ ὠφελεῖς θανοῦσα σούς.

Μακαρία

558σοφῶς κελεύεις· μὴ τρέσῃς μιάσματος

559τοὐμοῦ μετασχεῖν, ἀλλʼ ἐλευθέρως θάνω.

560ἕπου δέ, πρέσβυ· σῇ γὰρ ἐνθανεῖν χερὶ

561θέλω· πέπλοις δὲ σῶμʼ ἐμὸν κρύψον παρών·

562ἐπεὶ σφαγῆς γε πρὸς τὸ δεινὸν εἶμʼ ἐγώ,

563εἴπερ πέφυκα πατρὸς οὗπερ εὔχομαι.

Ἰόλαος

564οὐκ ἂν δυναίμην σῷ παρεστάναι μόρῳ.

Μακαρία

565σὺ δʼ ἀλλὰ τοῦδε χρῇζε, μή μʼ ἐν ἀρσένων,

566ἀλλʼ ἐν γυναικῶν, χερσὶν ἐκπνεῦσαι βίον.

Δημοφῶν

567ἔσται τάδʼ, ὦ τάλαινα παρθένων, ἐπεὶ

568κἀμοὶ τόδʼ αἰσχρόν, μή σε κοσμεῖσθαι καλῶς,

569πολλῶν ἕκατι, τῆς τε σῆς εὐψυχίας

570καὶ τοῦ δικαίου· τλημονεστάτην δὲ σὲ

571πασῶν γυναικῶν εἶδον ὀφθαλμοῖς ἐγώ.

572ἀλλʼ, εἴ τι βούλῃ, τούσδε τὸν γέροντά τε

573χώρει προσειποῦσʼ ὑστάτοις προσφθέγμασιν.

Μακαρία

574ὦ χαῖρε, πρέσβυ, χαῖρε καὶ δίδασκέ μοι

575τοιούσδε τούσδε παῖδας, ἐς τὸ πᾶν σοφούς,

576ὥσπερ σύ, μηδὲν μᾶλλον· ἀρκέσουσι γάρ.

577πειρῶ δὲ σῶσαι μὴ θανεῖν, πρόθυμος ὤν·

578σοὶ παῖδές ἐσμεν, σαῖν χεροῖν τεθράμμεθα.

579ὁρᾷς δὲ κἀμὲ τὴν ἐμὴν ὥραν γάμου

580διδοῦσαν ἀντὶ τῶνδε κατθανουμένην.

581ὑμεῖς τʼ, ἀδελφῶν ἡ παροῦσʼ ὁμιλία,

582εὐδαιμονοῖτε, καὶ γένοιθʼ ὑμῖν ὅσων

583ἡμὴ πάροιθε καρδία σφαγήσεται.

584καὶ τὸν γέροντα τήν τʼ ἔσω γραῖαν δόμων

585τιμᾶτε πατρὸς μητέρʼ Ἀλκμήνην ἐμοῦ

586ξένους τε τούσδε. κἂν ἀπαλλαγὴ πόνων

587καὶ νόστος ὑμῖν εὑρεθῇ ποτʼ ἐκ θεῶν,

588μέμνησθε τὴν σώτειραν ὡς θάψαι χρεών.

589κάλλιστά τοι δίκαιον· οὐ γὰρ ἐνδεὴς

590ὑμῖν παρέστην, ἀλλὰ προύθανον γένους.

591τάδʼ ἀντὶ παίδων ἐστί μοι κειμήλια

592καὶ παρθενείας, εἴ τι δὴ κάτω χθονός·

593εἴη γε μέντοι μηδέν. εἰ γὰρ ἕξομεν

594κἀκεῖ μερίμνας οἱ θανούμενοι βροτῶν,

595οὐκ οἶδ’ ὅποι τις τρέψεται· τὸ γὰρ θανεῖν

596κακῶν μέγιστον φάρμακον νομίζεται.

Ἰόλαος

597ἀλλʼ, ὦ μέγιστον ἐκπρέπουσʼ εὐψυχίᾳ

598πασῶν γυναικῶν, ἴσθι, τιμιωτάτη

599καὶ ζῶσʼ ὑφʼ ἡμῶν καὶ θανοῦσʼ ἔσῃ πολύ·

600καὶ χαῖρε· δυσφημεῖν γὰρ ἅζομαι θεάν,

601ᾗ σὸν κατῆρκται σῶμα, Δήμητρος κόρην.

602ὦ παῖδες, οἰχόμεσθα· λύεται μέλη

603λύπῃ· λάβεσθε κεἰς ἕδραν μʼ ἐρείσατε

604αὐτοῦ πέπλοισι τοῖσδε κρύψαντες, τέκνα.

605ὡς οὔτε τούτοις ἥδόμαι πεπραγμένοις,

606χρησμοῦ τε μὴ κρανθέντος οὐ βιώσιμον·

607μείζων γὰρ ἄτη· συμφορὰ δὲ καὶ τάδε.

Choral 6

Strophe 1

Χορός

608οὔτινά φημι θεῶν ἄτερ ὄλβιον, οὐ βαρύποτμον,

609ἄνδρα γενέσθαι·

610οὐδὲ τὸν αὐτὸν ἀεὶ βεβάναι δόμον

611εὐτυχίᾳ· παρὰ δʼ ἄλλαν ἄλλα

612μοῖρα διώκει.

613τὸν μὲν ἀφʼ ὑψηλῶν βραχὺν ᾤκισε,

614τὸν δʼ ἀλέταν εὐδαίμονα τεύχει.

615μόρσιμα δʼ οὔτι φυγεῖν θέμις, οὐ σοφί-

616ᾳ τις ἀπώσεται, ἀλλὰ μάταν ὁ πρό-

617θυμος ἀεὶ πόνον ἕξει.

Antistrophe 1

Χορός

618ἀλλὰ σὺ μὴ προπίτνων τὰ θεῶν φέρε, μηδʼ ὑπεράλγει

620φροντίδα λύπᾳ·

621εὐδόκιμον γὰρ ἔχει θανάτου μέρος

622ἁ μελέα πρό τʼ ἀδελφῶν καὶ γᾶς·

623οὐδʼ ἀκλεής νιν

624δόξα πρὸς ἀνθρώπων ὑποδέξεται·

625ἁ δʼ ἀρετὰ βαίνει διὰ μόχθων.

626ἄξια μὲν πατρός, ἄξια δʼ εὐγενί-

627ας τάδε γίγνεται· εἰ δὲ σέβεις θανά-

628τους ἀγαθῶν, μετέχω σοι.

Episode 7

Θεράπων

630ὦ τέκνα, χαίρετʼ· Ἰόλεως δὲ ποῦ γέρων;

631μήτηρ τε πατρὸς τῆσδʼ ἕδρας ἀποστατεῖ;

Ἰόλαος

632πάρεσμεν, οἵα δή γʼ ἐμοῦ παρουσία.

Θεράπων

633τί χρῆμα κεῖσαι καὶ κατηφὲς ὄμμʼ ἔχεις;

Ἰόλαος

634φροντίς τις ἦλθʼ οἰκεῖος, ᾗ συνειχόμην.

Θεράπων

635ἔπαιρέ νυν σεαυτόν, ὄρθωσον κάρα.

Ἰόλαος

636γέροντές ἐσμεν κοὐδαμῶς ἐρρώμεθα.

Θεράπων

637ἥκω γε μέντοι χάρμα σοι φέρων μέγα.

Ἰόλαος

638τίς δʼ εἶ σύ; ποῦ σοι συντυχὼν ἀμνημονῶ;

Θεράπων

639Ὕλλου πενέστης· οὔ με γιγνώσκεις ὁρῶν;

Ἰόλαος

640ὦ φίλταθʼ, ἥκεις ἆρα σωτὴρ νῷν βλάβης;

Θεράπων

641μάλιστα· καὶ πρός γʼ εὐτυχεῖς τὰ νῦν τάδε.

Ἰόλαος

642ὦ μῆτερ ἐσθλοῦ παιδός, Ἀλκμήνην λέγω,

643ἔξελθʼ, ἄκουσον τοῦδε φιλτάτους λόγους.

644πάλαι γὰρ ὠδίνουσα τῶν ἀφιγμένων

645ψυχὴν ἐτήκου νόστος εἰ γενήσεται.

Ἀλκμήνη

646τί χρῆμʼ ἀϋτῆς πᾶν τόδʼ ἐπλήσθη στέγος

647Ἰόλαε; μῶν τίς σʼ αὖ βιάζεται παρὼν

648κῆρυξ ἀπʼ Ἄργους; ἀσθενὴς μὲν ἥ γʼ ἐμὴ

649ῥώμη, τοσόνδε δʼ εἰδέναι σʼ ἐχρῆν, ξένε,

650οὐκ ἔστʼ ἄγειν σε τούσδʼ ἐμοῦ ζώσης ποτέ.

651ἦ τἄρ’ ἐκείνου μὴ νομιζοίμην ἐγὼ

652μήτηρ ἔτʼ· εἰ δὲ τῶνδε προσθίξῃ χερί,

653δυοῖν γερόντοιν οὐ καλῶς ἀγωνιῇ.

Ἰόλαος

654θάρσει, γεραιά, μὴ τρέσῃς· οὐκ Ἀργόθεν

655κῆρυξ ἀφῖκται πολεμίους λόγους ἔχων.

Ἀλκμήνη

656τί γὰρ βοὴν ἔστησας ἄγγελον φόβου;

Ἰόλαος

657σέ, πρόσθε ναοῦ τοῦδʼ ὅπως βαίης πέλας.

Ἀλκμήνη

658οὐκ ἴσμεν ἡμεῖς ταῦτα· τίς γάρ ἐσθʼ ὅδε;

Ἰόλαος

659ἥκοντα παῖδα παιδὸς ἀγγέλλει σέθεν.

Ἀλκμήνη

660ὦ χαῖρε καὶ σὺ τοῖσδε τοῖς ἀγγέλμασιν.

661ἀτὰρ τί χώρᾳ τῇδε προσβαλὼν πόδα

662ποῦ νῦν ἄπεστι; τίς νιν εἶργε συμφορὰ

663σὺν σοὶ φανέντα δεῦρʼ ἐμὴν τέρψαι φρένα;

Θεράπων

664στρατὸν καθίζει τάσσεταί θʼ ὃν ἦλθʼ ἔχων.

Ἀλκμήνη

665τοῦδʼ οὐκέθʼ ἡμῖν τοῦ λόγου μέτεστι δή.

Ἰόλαος

666μέτεστιν· ἡμῶν δʼ ἔργον ἱστορεῖν τάδε.

Θεράπων

667τί δῆτα βούλῃ τῶν πεπραγμένων μαθεῖν;

Ἰόλαος

668πόσον τι πλῆθος συμμάχων πάρεστʼ ἔχων;

Θεράπων

669πολλούς· ἀριθμὸν δʼ ἄλλον οὐκ ἔχω φράσαι.

Ἰόλαος

670ἴσασιν, οἶμαι, ταῦτʼ· Ἀθηναίων πρόμοι;

Θεράπων

671ἴσασι· καὶ δὴ λαιὸν ἕστηκεν κέρας.

Ἰόλαος

672ἤδη γὰρ ὡς ἐς ἔργον ὥπλισται στρατός;

Θεράπων

673καὶ δὴ παρῆκται σφάγια τάξεων ἑκάς.

Ἰόλαος

674πόσον τι δʼ ἔστʼ ἄπωθεν Ἀργεῖον δόρυ;

Θεράπων

675ὥστʼ ἐξορᾶσθαι τὸν στρατηγὸν ἐμφανῶς.

Ἰόλαος

676τί δρῶντα; μῶν τάσσοντα πολεμίων στίχας;

Θεράπων

677ᾐκάζομεν ταῦτʼ· οὐ γὰρ ἐξηκούομεν.

678ἀλλʼ εἶμ’· ἐρήμους δεσπότας τοὐμὸν μέρος

679οὐκ ἂν θέλοιμι πολεμίοισι συμβαλεῖν.

Ἰόλαος

680κἄγωγε σὺν σοί· ταὐτὰ γὰρ φροντίζομεν,

681φίλοις παρόντες, ὡς ἔοιγμεν, ὠφελεῖν.

Θεράπων

682ἥκιστα πρὸς σοῦ μῶρον ἦν εἰπεῖν ἔπος.

Ἰόλαος

683καὶ μὴ μετασχεῖν γʼ ἀλκίμου μάχης φίλοις.

Θεράπων

684οὐκ ἔστʼ ἐν ὄψει τραῦμα μὴ δρώσης χερός.

Ἰόλαος

685τί δʼ; οὐ σθένοιμι κἂν ἐγὼ δι’ ἀσπίδος;

Θεράπων

686σθένοις ἄν, ἀλλὰ πρόσθεν αὐτὸς ἂν πέσοις.

Ἰόλαος

687οὐδεὶς ἔμʼ ἐχθρῶν προσβλέπων ἀνέξεται.

Θεράπων

688οὐκ ἔστιν, ὦ τᾶν, ἥ ποτʼ ἦν ῥώμη σέθεν.

Ἰόλαος

689ἀλλʼ οὖν μαχοῦνται γʼ ἀριθμὸν οὐκ ἐλάσσοσι.

Θεράπων

690σμικρὸν τὸ σὸν σήκωμα προστίθης φίλοις.

Ἰόλαος

691μή τοί μʼ ἔρυκε δρᾶν παρεσκευασμένον.

Θεράπων

692δρᾶν μὲν σύ γʼ οὐχ οἷός τε, βούλεσθαι δʼ ἴσως.

Ἰόλαος

693ὡς μὴ μενοῦντα τἄλλα σοι λέγειν πάρα.

Θεράπων

694πῶς οὖν ὁπλίταις τευχέων ἄτερ φανῇ;

Ἰόλαος

695ἔστʼ ἐν δόμοισιν ἔνδον αἰχμάλωθʼ ὅπλα,

696τοῖς δʼ οὖσι χρησόμεσθα· κἀποδώσομεν

697ζῶντες, θανόντας δʼ οὐκ ἀπαιτήσει θεός.

698ἀλλʼ εἴσιθʼ εἴσω κἀπὸ πασσάλων ἑλὼν

699ἔνεγχ’ ὁπλίτην κόσμον ὡς τάχιστά μοι.

700αἰσχρὸν γὰρ οἰκούρημα γίγνεται τόδε,

701τοὺς μὲν μάχεσθαι, τοὺς δὲ δειλίᾳ μένειν.

Anapests 1

Χορός

702λῆμα μὲν οὔπω στόρνυσι χρόνος

703τὸ σόν, ἀλλʼ ἡβᾷ, σῶμα δὲ φροῦδον.

704τί πονεῖς ἄλλως ἃ σὲ μὲν βλάψει,

705σμικρὰ δʼ ὀνήσει πόλιν ἡμετέραν;

706χρὴ γνωσιμαχεῖν τὴν ἡλικίαν,

707τὰ δʼ ἀμήχανʼ ἐᾶν· οὐκ ἔστιν ὅπως

708ἥβην κτήσῃ πάλιν αὖθις.

Ἀλκμήνη

709τί χρῆμα μέλλεις σῶν φρενῶν οὐκ ἔνδον ὢν

710λιπεῖν μʼ ἔρημον σὺν τέκνοις ἐμοῖς;

Ἰόλαος

711ἀνδρῶν γὰρ ἀλκή· σοὶ δὲ χρῆν τούτων μέλειν.

Ἀλκμήνη

712τί δʼ; ἢν θάνῃς σύ, πῶς ἐγὼ σωθήσομαι;

Ἰόλαος

713παιδὸς μελήσει παισὶ τοῖς λελειμμένοις.

Ἀλκμήνη

714ἢν δʼ οὖν, ὃ μὴ γένοιτο, χρήσωνται τύχῃ;

Ἰόλαος

715οἵδ’ οὐ προδώσουσίν σε, μὴ τρέσῃς, ξένοι.

Ἀλκμήνη

716τοσόνδε γάρ τοι θάρσος, οὐδὲν ἄλλʼ ἔχω.

Ἰόλαος

717καὶ Ζηνὶ τῶν σῶν, οἶδʼ ἐγώ, μέλει πόνων.

Ἀλκμήνη

718φεῦ·

718aΖεὺς ἐξ ἐμοῦ μὲν οὐκ ἀκούσεται κακῶς·

719εἰ δʼ ἐστὶν ὅσιος αὐτὸς οἶδεν εἰς ἐμέ.

Θεράπων

720ὅπλων μὲν ἤδη τήνδʼ ὁρᾷς παντευχίαν,

721φθάνοις δʼ ἂν οὐκ ἂν τοῖσδε συγκρύπτων δέμας·

722ὡς ἐγγὺς ἁγών, καὶ μάλιστʼ Ἄρης στυγεῖ

723μέλλοντας· εἰ δὲ τευχέων φοβῇ βάρος,

724νῦν μὲν πορεύου γυμνός, ἐν δὲ τάξεσιν

725κόσμῳ πυκάζου τῷδʼ· ἐγὼ δʼ οἴσω τέως.

Ἰόλαος

726καλῶς ἔλεξας· ἀλλʼ ἐμοὶ πρόχειρʼ ἔχων

727τεύχη κόμιζε, χειρὶ δʼ ἔνθες ὀξύην,

728λαιόν τʼ ἔπαιρε πῆχυν, εὐθύνων πόδα.

Θεράπων

729ἦ παιδαγωγεῖν γὰρ τὸν ὁπλίτην χρεών;

Ἰόλαος

730ὄρνιθος οὕνεκʼ ἀσφαλῶς πορευτέον.

Θεράπων

731εἴθʼ ἦσθα δυνατὸς δρᾶν ὅσον πρόθυμος εἶ.

Ἰόλαος

732ἔπειγε· λειφθεὶς δεινὰ πείσομαι μάχης.

Θεράπων

733σύ τοι βραδύνεις, οὐκ ἐγὼ δοκῶ τι δρᾶν.

Ἰόλαος

734οὔκουν ὁρᾷς μου κῶλον ὡς ἐπείγεται;

Θεράπων

735ὁρῶ δοκοῦντα μᾶλλον ἢ σπεύδοντά σε.

Ἰόλαος

736οὐ ταῦτα λέξεις, ἡνίκʼ ἂν λεύσσῃς μʼ ἐκεῖ.

Θεράπων

737τί δρῶντα; βουλοίμην δʼ ἂν εὐτυχοῦντά γε.

Ἰόλαος

738διʼ ἀσπίδος θείνοντα πολεμίων τινά.

Θεράπων

739εἰ δή ποθʼ ἥξομέν γε· τοῦτο γὰρ φόβος.

Ἰόλαος

740φεῦ·

740aεἴθʼ, ὦ βραχίων, οἷον ἡβήσαντά σε

741μεμνήμεθʼ ἡμεῖς, ἡνίκα ξὺν Ἡρακλεῖ

742Σπάρτην ἐπόρθεις, σύμμαχος γένοιό μοι

743τοιοῦτος· οἵαν ἂν τροπὴν Εὐρυσθέως

744θείμην· ἐπεί τοι καὶ κακὸς μένειν δόρυ.

745ἔστιν δʼ ἐν ὄλβῳ καὶ τόδʼ οὐκ ὀρθῶς ἔχον,

746εὐψυχίας δόκησις· οἰόμεσθα γὰρ

747τὸν εὐτυχοῦντα πάντʼ ἐπίστασθαι καλῶς.

Choral 8

Strophe 1

Χορός

748Γᾶ καὶ παννύχιος σελά-

749να καὶ λαμπρόταται θεοῦ

750φαεσίμβροτοι αὐγαί,

751ἀγγελίαν μοι ἐνέγκαιτʼ·

752ἰαχήσατε δʼ οὐρανῷ

753καὶ παρὰ θρόνον ἀρχέταν

754γλαυκᾶς ἐν Ἀθάνας.

755μέλλω τᾶς πατριώτιδος

756γᾶς, μέλλω καὶ ὑπὲρ δόμων

757ἱκέτας ὑποδεχθεὶς

758κίνδυνον πολιῷ τεμεῖν σιδάρῳ.

Antistrophe 1

Χορός

759δεινὸν μὲν πόλιν ὡς Μυκή-

760νας εὐδαίμονα καὶ δορὸς

761πολυαίνετον ἀλκᾷ

762μῆνιν ἐμᾷ χθονὶ κεύθειν·

763κακὸν δʼ, ὦ πόλις, εἰ ξένους

764ἱκτῆρας παραδώσομεν

765κελεύμασιν Ἄργους.

766Ζεύς μοι σύμμαχος, οὐ φοβοῦ-

767μαι, Ζεύς μοι χάριν ἐνδίκως

768ἔχει· οὔποτε θνατῶν

769ἥσσους δαίμονες ἔκ γʼ ἐμοῦ φανοῦνται.

Strophe 2

Χορός

770ἀλλʼ, ὦ πότνια — σὸν γὰρ οὖ-

771δας γᾶς, σὸν καὶ πόλις, ἇς σὺ μά-

772τηρ δέσποινά τε καὶ φύλαξ —

773πόρευσον ἄλλᾳ τὸν οὐ δικαίως

774τᾷδʼ ἐπάγοντα δορυσσοῦν

775στρατὸν Ἀργόθεν· οὐ γὰρ ἐμᾷ γʼ ἀρετᾷ

776δίκαιός εἰμʼ ἐκπεσεῖν μελάθρων.

Antistrophe 2

Χορός

777ἐπεί σοι πολύθυτος ἀεὶ

778τιμὰ κραίνεται, οὐδὲ λά-

779θει μηνῶν φθινὰς ἁμέρα,

780νέων τʼ ἀοιδαὶ χορῶν τε μολπαί.

781ἀνεμόεντι δʼ ἐπʼ ὄχθῳ

782ὀλολύγματα παννυχίοις ὑπὸ παρ-

783θένων ἰαχεῖ ποδῶν κρότοισιν.

Episode 9

Θεράπων

784δέσποινα, μύθους σοί τε συντομωτάτους

785κλύειν ἐμοί τε τῷδε καλλίστους φέρω.

786νικῶμεν ἐχθροὺς καὶ τροπαῖʼ ἱδρύεται

787παντευχίαν ἔχοντα πολεμίων σέθεν.

Ἀλκμήνη

788ὦ φίλταθʼ, ἥδε σʼ ἡμέρα διήλασεν

789ἐλευθερῶσαι τοῖσδε τοῖς ἀγγέλμασιν.

790μιᾶς δʼ ἔμʼ οὔπω συμφορᾶς ἐλευθεροῖς·

791φόβος γὰρ εἴ μοι ζῶσιν οὓς ἐγὼ θέλω.

Θεράπων

792ζῶσιν μέγιστόν γʼ εὐκλεεῖς κατὰ στρατόν.

Ἀλκμήνη

793ὁ μὲν γέρων οὐκ ἔστιν Ἰόλεως ὅδε;

Θεράπων

794μάλιστα, πράξας δʼ ἐκ θεῶν κάλλιστα δή.

Ἀλκμήνη

795τί δʼ ἔστι; μῶν τι κεδνὸν ἠγωνίζετο;

Θεράπων

796νέος μεθέστηκʼ ἐκ γέροντος αὖθις αὖ.

Ἀλκμήνη

797θαυμάστʼ ἔλεξας· ἀλλά σʼ εὐτυχῆ φίλων

798μάχης ἀγῶνα πρῶτον ἀγγεῖλαι θέλω.

Θεράπων

799εἷς μου λόγος σοι πάντα σημανεῖ τάδε.

800ἐπεὶ γὰρ ἀλλήλοισιν ὁπλίτην στρατὸν

801κατὰ στόμʼ ἐκτείνοντες ἀντετάξαμεν,

802ἐκβὰς τεθρίππων Ὕλλος ἁρμάτων πόδα

803ἔστη μέσοισιν ἐν μεταιχμίοις δορός.

804κἄπειτ’ ἔλεξεν· Ὦ στρατήγʼ ὃς Ἀργόθεν

805ἥκεις, τί τήνδε γαῖαν οὐκ εἰάσαμεν

806καὶ τὰς Μυκήνας οὐδὲν ἐργάσῃ κακὸν

807ἀνδρὸς στερήσας· ἀλλʼ ἐμοὶ μόνος μόνῳ

808μάχην συνάψας, ἢ κτανὼν ἄγου λαβὼν

809τοὺς Ἡρακλείους παῖδας ἢ θανὼν ἐμοὶ

810τιμὰς πατρῴους καὶ δόμους ἔχειν ἄφες.

811στρατὸς δʼ ἐπῄνεσ’, ἔς τʼ ἀπαλλαγὰς πόνων

812καλῶς λελέχθαι μῦθον ἔς τʼ εὐψυχίαν.

813ὃ δʼ οὔτε τοὺς κλύοντας αἰδεσθεὶς λόγων

814οὔτʼ αὐτὸς αὑτοῦ δειλίαν στρατηγὸς ὢν

815ἐλθεῖν ἐτόλμησʼ ἐγγὺς ἀλκίμου δορός,

816ἀλλʼ ἦν κάκιστος· εἶτα τοιοῦτος γεγὼς

817τοὺς Ἡρακλείους ἦλθε δουλώσων γόνους.

818Ὕλλος μὲν οὖν ἀπῴχετ’ ἐς τάξιν πάλιν·

819μάντεις δʼ, ἐπειδὴ μονομάχου διʼ ἀσπίδος

820διαλλαγὰς ἔγνωσαν οὐ τελουμένας,

821ἔσφαζον, οὐκ ἔμελλον, ἀλλʼ ἀφίεσαν

822λαιμῶν βροτείων εὐθὺς οὔριον φόνον.

823οἳ δʼ ἅρματʼ εἰσέβαινον, οἳ δʼ ὑπʼ ἀσπίδων

824πλευροῖς ἔκρυπτον πλεύρʼ· Ἀθηναίων δʼ ἄναξ

825στρατῷ παρήγγελλ’ οἷα χρὴ τὸν εὐγενῆ·

826Ὦ ξυμπολῖται, τῇ τε βοσκούσῃ χθονὶ

827καὶ τῇ τεκούσῃ νῦν τινʼ ἀρκέσαι χρεών.

828ὃ δʼ αὖ τό τʼ Ἄργος μὴ καταισχῦναι θέλειν

829καὶ τὰς Μυκήνας συμμάχους ἐλίσσετο.

830ἐπεὶ δʼ ἐσήμηνʼ ὄρθιον Τυρσηνικῇ

831σάλπιγγι καὶ συνῆψαν ἀλλήλοις μάχην,

832πόσον τινʼ αὐχεῖς πάταγον ἀσπίδων βρέμειν,

833πόσον τινὰ στεναγμὸν οἰμωγήν θʼ ὁμοῦ;

834τὰ πρῶτα μέν νυν πίτυλος Ἀργείου δορὸς

835ἐρρήξαθʼ ἡμᾶς· εἶτʼ ἐχώρησαν πάλιν.

836τὸ δεύτερον δὲ ποὺς ἐπαλλαχθεὶς ποδί,

837ἀνὴρ δʼ ἐπʼ ἀνδρὶ στάς, ἐκαρτέρει μάχη·

838πολλοὶ δʼ ἔπιπτον. ἦν δὲ τοῦ κελεύματος·

839Ὦ τὰς Ἀθήνας — Ὦ τὸν Ἀργείων γύην

840σπείροντες — οὐκ ἀρήξετʼ αἰσχύνην πόλει;

841μόλις δὲ πάντα δρῶντες οὐκ ἄτερ πόνων

842ἐτρεψάμεσθʼ Ἀργεῖον ἐς φυγὴν δόρυ.

843κἀνταῦθʼ ὁ πρέσβυς Ὕλλον ἐξορμώμενον

844ἰδών, ὀρέξας ἱκέτευσε δεξιὰν

845Ἰόλαος ἐμβῆσαί νιν ἵππειον δίφρον.

846λαβὼν δὲ χερσὶν ἡνίας Εὐρυσθέως

847πώλοις ἐπεῖχε. τἀπὸ τοῦδʼ ἤδη κλύων

848λέγοιμʼ ἂν ἄλλων, δεῦρο δʼ αὐτὸς εἰσιδών.

849Παλληνίδος γὰρ σεμνὸν ἐκπερῶν πάγον

850δίας Ἀθάνας, ἅρμʼ ἰδὼν Εὐρυσθέως,

851ἠράσαθʼ Ἥβῃ Ζηνί θʼ, ἡμέραν μίαν

852νέος γενέσθαι κἀποτείσασθαι δίκην

853ἐχθρούς. κλύειν δὴ θαύματος πάρεστί σοι.

854δισσὼ γὰρ ἀστέρʼ ἱππικοῖς ἐπὶ ζυγοῖς

855σταθέντʼ ἔκρυψαν ἅρμα λυγαίῳ νέφει·

856σὸν δὴ λέγουσι παῖδά γʼ οἱ σοφώτεροι

857Ἥβην θʼ· ὃ δʼ ὄρφνης ἐκ δυσαιθρίου νέων

858βραχιόνων ἔδειξεν ἡβητὴν τύπον.

859αἱρεῖ δʼ ὁ κλεινὸς Ἰόλεως Εὐρυσθέως

860τέτρωρον ἅρμα πρὸς πέτραις Σκιρωνίσιν,

861δεσμοῖς τε δήσας χεῖρας ἀκροθίνιον

862κάλλιστον ἥκει τὸν στρατηλάτην ἄγων

863τὸν ὄλβιον πάροιθε. τῇ δὲ νῦν τύχῃ

864βροτοῖς ἅπασι λαμπρὰ κηρύσσει μαθεῖν,

865τὸν εὐτυχεῖν δοκοῦντα μὴ ζηλοῦν, πρὶν ἂν

866θανόντʼ ἴδῃ τις· ὡς ἐφήμεροι τύχαι.

Χορός

867ὦ Ζεῦ τροπαῖε, νῦν ἐμοὶ δεινοῦ φόβου

868ἐλεύθερον πάρεστιν ἦμαρ εἰσιδεῖν.

Ἀλκμήνη

869ὦ Ζεῦ, χρόνῳ μὲν τἄμ’ ἐπεσκέψω κακά,

870χάριν δʼ ὅμως σοι τῶν πεπραγμένων ἔχω·

871καὶ παῖδα τὸν ἐμὸν πρόσθεν οὐ δοκοῦσʼ ἐγὼ

872θεοῖς ὁμιλεῖν νῦν ἐπίσταμαι σαφῶς.

873ὦ τέκνα, νῦν δὴ νῦν ἐλεύθεροι πόνων,

874ἐλεύθεροι δὲ τοῦ κακῶς ὀλουμένου

875Εὐρυσθέως ἔσεσθε καὶ πόλιν πατρὸς

876ὄψεσθε, κλήρους δʼ ἐμβατεύσετε χθονὸς

877καὶ θεοῖς πατρῴοις θύσεθʼ, ὧν ἀπειργμένοι

878ξένοι πλανήτην εἴχετʼ ἄθλιον βίον.

879ἀτὰρ τί κεύθων Ἰόλεως σοφόν ποτε

880Εὐρυσθέως ἐφείσαθʼ ὥστε μὴ κτανεῖν;

881λέξον· παρʼ ἡμῖν μὲν γὰρ οὐ σοφὸν τόδε,

882ἐχθροὺς λαβόντα μὴ ἀποτείσασθαι δίκην.

Θεράπων

883τὸ σὸν προτιμῶν, ὥς νιν ὀφθαλμοῖς ἴδοις

884κρατοῦντα καὶ σῇ δεσποτούμενον χερί.

885οὐ μὴν ἑκόντα γʼ αὐτόν, ἀλλὰ πρὸς βίαν

886ἔζευξʼ ἀνάγκῃ· καὶ γὰρ οὐκ ἐβούλετο

887ζῶν ἐς σὸν ἐλθεῖν ὄμμα καὶ δοῦναι δίκην.

888ἀλλʼ, ὦ γεραιά, χαῖρε καὶ μέμνησό μοι

889ὃ πρῶτον εἶπας, ἡνίκʼ ἠρχόμην λόγου,

890ἐλευθερώσειν μʼ· ἐν δὲ τοῖς τοιοῖσδε χρὴ

891ἀψευδὲς εἶναι τοῖσι γενναίοις στόμα.

Choral 10

Strophe 1

Χορός

892Ἐμοὶ χορὸς μὲν ἡδύς, εἰ λίγεια λω-

893τοῦ χάρις ενι δαι·

894εἴη δʼ εὔχαρις Ἀφροδί-

895τα· τερπνὸν δέ τι καὶ φίλων ἆρʼ

896εὐτυχίαν ἰδέσθαι

897τῶν πάρος οὐ δοκούντων.

898πολλὰ γὰρ

899τίκτει Μοῖρα τελεσσιδώ-

900τειρʼ Αἰών τε Χρόνου παῖς.

Antistrophe 1

Χορός

901ἔχεις ὁδόν τινʼ, ὦ πόλις, δίκαιον — οὐ

902χρή ποτε τοῦδʼ ἀφέσθαι, —

903τιμᾶν θεούς· ὁ δὲ μή σε φά-

904σκων ἐγγὺς μανιῶν ἐλαύνει,

905δεικνυμένων ἐλέγχων

906τῶνδʼ· ἐπίσημα γάρ τοι

907θεὸς παραγ-

908γέλλει, τῶν ἀδίκων παραι-

909ρῶν φρονήματος αἰεί.

Strophe 2

Χορός

910ἔστιν ἐν οὐρανῷ βεβα-

911κὼς τεὸς γόνος, ὦ γεραι-

912ά· φεύγει λόγον ὡς τὸν Ἅι-

913δα δόμον κατέβα, πυρὸς

914δεινᾷ φλογὶ σῶμα δαισθείς·

915Ἥβας τʼ ἐρατὸν χροΐζει

916λέχος χρυσέαν κατʼ αὐλάν.

917ὦ Ὑμέναιε, δισσοὺς παῖ-

918δας Διὸς ἠξίωσας.

Antistrophe 2

Χορός

919συμφέρεται τὰ πολλὰ πολ-

920λοῖς· καὶ γὰρ πατρὶ τῶνδʼ Ἀθά-

921ναν λέγουσʼ ἐπίκουρον εἶ-

922ναι, καὶ τούσδε θεᾶς πόλις

923καὶ λαὸς ἔσωσε κείνας·

924ἔσχεν δʼ ὕβριν ἀνδρὸς ᾧ θυ-

925μὸς ἦν πρὸ δίκας βίαιος.

926μήποτʼ ἐμοὶ φρόνημα ψυ-

927χά τʼ ἀκόρεστος εἴη.

Episode 11

Θεράπων

928δέσποινʼ, ὁρᾷς μέν, ἀλλʼ ὅμως εἰρήσεται,

929Εὐρυσθέα σοι τόνδʼ ἄγοντες ἥκομεν,

930ἄελπτον ὄψιν, τῷδέ τʼ οὐχ ἧσσον τύχην·

931οὐ γάρ ποτʼ ηὔχει χεῖρας ἵξεσθαι σέθεν,

932ὅτʼ ἐκ Μυκηνῶν πολυπόνῳ σὺν ἀσπίδι

933ἔστειχε μείζω τῆς δίκης φρονῶν, πόλιν

934πέρσων Ἀθηνᾶς. ἀλλὰ τὴν ἐναντίαν

935δαίμων ἔθηκε, καὶ μετέστησεν τύχην.

936Ὕλλος μὲν οὖν ὅ τʼ ἐσθλὸς Ἰόλεως βρέτας

937Διὸς τροπαίου καλλίνικον ἵστασαν·

938ἐμοὶ δὲ πρὸς σὲ τόνδʼ ἐπιστέλλουσʼ ἄγειν,

939τέρψαι θέλοντες σὴν φρένʼ· ἐκ γὰρ…

940

The complete text is available when the reading interface loads.