Ἀνδρομάχη
Author namesEuripide · Euripides · Ευριπιδης
- Scientific editors
- Gilbert Murray
- Edition reference
- Euripidis Fabulae · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg006.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 1
Ἀνδρομάχη
1Ἀσιάτιδος γῆς σχῆμα, Θηβαία πόλι,
2ὅθεν ποθ’ ἕδνων σὺν πολυχρύσῳ χλιδῇ
3Πριάμου τύραννον ἑστίαν ἀφικόμην
4δάμαρ δοθεῖσα παιδοποιὸς Ἕκτορι,
5ζηλωτὸς ἔν γε τῷ πρὶν Ἀνδρομάχη χρόνῳ,
6νῦν δ’, εἴ τις ἄλλη, δυστυχεστάτη γυνή·
7ἐμοῦ πέφυκεν ἢ γενήσεταί ποτε
8ἥτις πόσιν μὲν Ἕκτορ’ ἐξ Ἀχιλλέως
9θανόντ’ ἐσεῖδον, παῖδά θ’ ὃν τίκτω πόσει
10ῥιφθέντα πύργων Ἀστυάνακτ’ ἀπ’ ὀρθίων,
11ἐπεὶ τὸ Τροίας εἷλον Ἕλληνες πέδον·
12αὐτὴ δὲ δούλη τῶν ἐλευθερωτάτων
13οἴκων νομισθεῖσ’ Ἑλλάδ’ εἰσαφικόμην
14τῷ νησιώτῃ Νεοπτολέμῳ δορὸς γέρας
15δοθεῖσα λείας Τρωικῆς ἐξαίρετον.
16Φθίας δὲ τῆσδε καὶ πόλεως Φαρσαλίας
17σύγχορτα ναίω πεδί’, ἵν’ ἡ θαλασσία
18Πηλεῖ ξυνῴκει χωρὶς ἀνθρώπων Θέτις
19φεύγουσ’ ὅμιλον· Θεσσαλὸς δέ νιν λεὼς
20Θετίδειον αὐδᾷ θεᾶς χάριν νυμφευμάτων.
21ἔνθ’ οἶκον ἔσχε τόνδε παῖς Ἀχιλλέως,
22Πηλέα δ’ ἀνάσσειν γῆς ἐᾷ Φαρσαλίας,
23ζῶντος γέροντος σκῆπτρον οὐ θέλων λαβεῖν.
24κἀγὼ δόμοις τοῖσδ’ ἄρσεν’ ἐντίκτω κόρον,
25πλαθεῖσ’ Ἀχιλλέως παιδί, δεσπότῃ γ’ ἐμῷ.
26καὶ πρὶν μὲν ἐν κακοῖσι κειμένην ὅμως
27ἐλπίς μ’ ἀεὶ προσῆγε σωθέντος τέκνου
28ἀλκήν τιν’ εὑρεῖν κἀπικούρησιν κακῶν·
29ἐπεὶ δὲ τὴν Λάκαιναν Ἑρμιόνην γαμεῖ
30τοὐμὸν παρώσας δεσπότης δοῦλον λέχος,
31κακοῖς πρὸς αὐτῆς σχετλίοις ἐλαύνομαι.
32λέγει γὰρ ὥς νιν φαρμάκοις κεκρυμμένοις
33τίθημ’ ἄπαιδα καὶ πόσει μισουμένην,
34αὐτὴ δὲ ναίειν οἶκον ἀντ’ αὐτῆς θέλω
35τόνδ’, ἐκβαλοῦσα λέκτρα τἀκείνης βίᾳ·
36ἁγὼ τὸ πρῶτον οὐχ ἑκοῦσ’ ἐδεξάμην,
37νῦν δ’ ἐκλέλοιπα· Ζεὺς τάδ’ εἰδείη μέγας,
38ὡς οὐχ ἑκοῦσα τῷδ’ ἐκοινώθην λέχει.
39ἀλλ’ οὔ σφε πείθω, βούλεται δέ με κτανεῖν,
40πατήρ τε θυγατρὶ Μενέλεως συνδρᾷ τάδε.
41καὶ νῦν κατ’ οἴκους ἔστ’, ἀπὸ Σπάρτης μολὼν
42ἐπ’ αὐτὸ τοῦτο· δειματουμένη δ’ ἐγὼ
43δόμων πάροικον Θέτιδος εἰς ἀνάκτορον
44θάσσω τόδ’ ἐλθοῦσ’, ἤν με κωλύσῃ θανεῖν.
45Πηλεύς τε γάρ νιν ἔκγονοί τε Πηλέως
46σέβουσιν, ἑρμήνευμα Νηρῇδος γάμων.
47ὃς δ’ ἔστι παῖς μοι μόνος, ὑπεκπέμπω λάθρᾳ
48ἄλλους ἐς οἴκους, μὴ θάνῃ φοβουμένη.
49ὁ γὰρ φυτεύσας αὐτὸν οὔτ’ ἐμοὶ πάρα
50προσωφελῆσαι, παιδί τ’ οὐδέν ἐστ’, ἀπὼν
51Δελφῶν κατ’ αἶαν, ἔνθα Λοξίᾳ δίκην
52δίδωσι μανίας, ᾗ ποτ’ εἰς Πυθὼ μολὼν
53ᾔτησε Φοῖβον πατρὸς οὗ κτείνει δίκην,
54εἴ πως τὰ πρόσθε σφάλματ’ ἐξαιτούμενος
55θεὸν παράσχοιτ’ εἰς τὸ λοιπὸν εὐμενῆ.
Θεράπαινα
56δέσποιν’—ἐγώ τοι τοὔνομ’ οὐ φεύγω τόδε
57καλεῖν σ’, ἐπείπερ καὶ κατ’ οἶκον ἠξίουν
58τὸν σόν, τὸ Τροίας ἡνίκ’ ᾠκοῦμεν πέδον,
59εὔνους δὲ καὶ σοὶ ζῶντί τ’ ἦ τῷ σῷ πόσει,
60καὶ νῦν φέρουσά σοι νέους ἥκω λόγους,
61φόβῳ μέν, εἴ τις δεσποτῶν αἰσθήσεται,
62οἴκτῳ δὲ τῷ σῷ· δεινὰ γὰρ βουλεύεται
63Μενέλαος εἰς σὲ παῖς θ’, ἅ σοι φυλακτέα.
Ἀνδρομάχη
64ὦ φιλτάτη σύνδουλε—σύνδουλος γὰρ εἶ
65τῇ πρόσθ’ ἀνάσσῃ τῇδε, νῦν δὲ δυστυχεῖ—
66τί δρῶσι; ποίας μηχανὰς πλέκουσιν αὖ,
67κτεῖναι θέλοντες τὴν παναθλίαν ἐμέ;
θεράπαινα
68τὸν παῖδά σου μέλλουσιν, ὦ δύστηνε σύ,
69κτείνειν, ὃν ἔξω δωμάτων ὑπεξέθου.
Ἀνδρομάχη
70οἴμοι· πέπυσται τὸν ἐμὸν ἔκθετον γόνον;
71πόθεν ποτ’; ὦ δύστηνος, ὡς ἀπωλόμην.
Θεράπαινα
72οὐκ οἶδ’, ἐκείνων δ’ ᾐσθόμην ἐγὼ τάδε·
73φροῦδος δ’ ἐπ’ αὐτὸν Μενέλεως δόμων ἄπο.
Ἀνδρομάχη
74ἀπωλόμην ἄρ’. ὦ τέκνον, κτενοῦσί σε
75δισσοὶ λαβόντες γῦπες· ὁ δὲ κεκλημένος
76πατὴρ ἔτ’ ἐν Δελφοῖσι τυγχάνει μένων.
Θεράπαινα
77δοκῶ γὰρ οὐκ ἂν ὧδέ σ’ ἂν πράσσειν κακῶς
78κείνου παρόντος· νῦν δ’ ἔρημος εἶ φίλων.
Ἀνδρομάχη
79οὐδ’ ἀμφὶ Πηλέως ἦλθεν, ὡς ἥξοι, φάτις;
Θεράπαινα
80γέρων ἐκεῖνος ὥστε σ’ ὠφελεῖν παρών.
Ἀνδρομάχη
81καὶ μὴν ἔπεμψ’ ἐπ’ αὐτὸν οὐχ ἅπαξ μόνον.
Θεράπαινα
82μῶν οὖν δοκεῖς σου φροντίσαι τιν’ ἀγγέλων;
Ἀνδρομάχη
83πόθεν; θέλεις οὖν ἄγγελος σύ μοι μολεῖν;
Θεράπαινα
84τί δῆτα φήσω χρόνιος οὖσ’ ἐκ δωμάτων;
Ἀνδρομάχη
85πολλὰς ἂν εὕροις μηχανάς· γυνὴ γὰρ εἶ.
Θεράπαινα
86κίνδυνος· Ἑρμιόνη γὰρ οὐ σμικρὸν φύλαξ.
Ἀνδρομάχη
87ὁρᾷς; ἀπαυδᾷς ἐν κακοῖς φίλοισι σοῖς.
Θεράπαινα
88οὐ δῆτα· μηδὲν τοῦτ’ ὀνειδίσῃς ἐμοί.
89ἀλλ’ εἶμ’, ἐπεί τοι κοὐ περίβλεπτος βίος
90δούλης γυναικός, ἤν τι καὶ πάθω κακόν.
Ἀνδρομάχη
91χώρει νυν· ἡμεῖς δ’, οἷσπερ ἐγκείμεσθ’ ἀεὶ
92θρήνοισι καὶ γόοισι καὶ δακρύμασι,
93πρὸς αἰθέρ’ ἐκτενοῦμεν· ἐμπέφυκε γὰρ
94γυναιξὶ τέρψις τῶν παρεστώτων κακῶν
95ἀνὰ στόμ’ ἀεὶ καὶ διὰ γλώσσης ἔχειν.
96πάρεστι δ’ οὐχ ἓν ἀλλὰ πολλά μοι στένειν,
97πόλιν πατρῴαν τὸν θανόντα θ’ Ἕκτορα
98στερρόν τε τὸν ἐμὸν δαίμον’ ᾧ συνεζύγην
99δούλειον ἦμαρ εἰσπεσοῦσ’ ἀναξίως.
100χρὴ δ’ οὔποτ’ εἰπεῖν οὐδέν’ ὄλβιον βροτῶν,
101πρὶν ἂν θανόντος τὴν τελευταίαν ἴδῃς
102ὅπως περάσας ἡμέραν ἥξει κάτω.
Elegiacs 1
Ἀνδρομάχη
103Ἰλίῳ αἰπεινᾷ Πάρις οὐ γάμον ἀλλά τιν’ ἄταν
104ἠγάγετ’ εὐναίαν εἰς θαλάμους Ἑλέναν.
105ἇς ἕνεκ’, ὦ Τροία, δορὶ καὶ πυρὶ δηιάλωτον
106εἷλέ σ’ ὁ χιλιόναυς Ἑλλάδος ὠκὺς Ἄρης
107καὶ τὸν ἐμὸν μελέας πόσιν Ἕκτορα, τὸν περὶ τείχη
108εἵλκυσε διφρεύων παῖς ἁλίας Θέτιδος·
109αὐτὰ δ’ ἐκ θαλάμων ἀγόμαν ἐπὶ θῖνα θαλάσσας,
110δουλοσύναν στυγερὰν ἀμφιβαλοῦσα κάρᾳ.
111πολλὰ δὲ δάκρυά μοι κατέβα χροός, ἁνίκ’ ἔλειπον
112ἄστυ τε καὶ θαλάμους καὶ πόσιν ἐν κονίαις.
113ὤμοι ἐγὼ μελέα, τί μ’ ἐχρῆν ἔτι φέγγος ὁρᾶσθαι
114Ἑρμιόνας δούλαν; ἇς ὕπο τειρομένα
115πρὸς τόδ’ ἄγαλμα θεᾶς ἱκέτις περὶ χεῖρε βαλοῦσα
116τάκομαι ὡς πετρίνα πιδακόεσσα λιβάς.
Choral 2
Strophe 1
Χορός
117ὦ γύναι, ἃ Θέτιδος δάπεδον καὶ ἀνάκτορα θάσσεις
118δαρὸν οὐδὲ λείπεις,
119Φθιὰς ὅμως ἔμολον ποτὶ σὰν Ἀσιήτιδα γένναν,
120εἴ τί σοι δυναίμαν
121ἄκος τῶν δυσλύτων πόνων τεμεῖν,
122οἳ σὲ καὶ Ἑρμιόναν ἔριδι στυγερᾷ συνέκλῃσαν,
123τλάμον’ ἀμφὶ λέκτρων
124διδύμων ἐπίκοινον ἐοῦσαν
125ἀμφὶ παῖδ’ Ἀχιλλέως.
Antistrophe 1
Χορός
126γνῶθι τύχαν, λόγισαι τὸ παρὸν κακὸν εἰς ὅπερ ἥκεις.
127δεσπόταις ἁμιλλᾷ
128Ἰλιὰς οὖσα κόρα Λακεδαίμονος ἐγγενέτῃσιν;
129λεῖπε δεξίμηλον
130δόμον τᾶς ποντίας θεοῦ. τί σοι
131καιρὸς ἀτυζομένᾳ δέμας αἰκέλιον καταλείβειν
132δεσποτῶν ἀνάγκαις;
133τὸ κρατοῦν δέ σ’ ἔπεισι. τί μόχθον
134οὐδὲν οὖσα μοχθεῖς;
Strophe 2
Χορός
135ἀλλ’ ἴθι λεῖπε θεᾶς Νηρηίδος ἀγλαὸν ἕδραν,
136γνῶθι δ’ οὖσ’ ἐπὶ ξένας
137δμωὶς ἐπ’ ἀλλοτρίας
138πόλεος, ἔνθ’ οὐ φίλων τιν’ εἰσορᾷς
139σῶν, ὦ δυστυχεστάτα,
140παντάλαινα νύμφα.
Antistrophe 2
Χορός
141οἰκτροτάτα γὰρ ἔμοιγ’ ἔμολες, γύναι Ἰλιάς, οἴκους
142δεσποτῶν ἐμῶν· φόβῳ δ’
143ἡσυχίαν ἄγομεν—
144τὸ δὲ σὸν οἴκτῳ φέρουσα τυγχάνω—
145μὴ παῖς τᾶς Διὸς κόρας
146σοί μ’ εὖ φρονοῦσαν εἰδῇ.
Episode 3
Ἑρμιόνη
147κόσμον μὲν ἀμφὶ κρατὶ χρυσέας χλιδῆς
148στολμόν τε χρωτὸς τόνδε ποικίλων πέπλων
149οὐ τῶν Ἀχιλλέως οὐδὲ Πηλέως ἄπο
150δόμων ἀπαρχὰς δεῦρ’ ἔχουσ’ ἀφικόμην,
151ἀλλ’ ἐκ Λακαίνης Σπαρτιάτιδος χθονὸς
152Μενέλαος ἡμῖν ταῦτα δωρεῖται πατὴρ
153πολλοῖς σὺν ἕδνοις, ὥστ’ ἐλευθεροστομεῖν.
154ὑμᾶς μὲν οὖν τοῖσδ’ ἀνταμείβομαι λόγοις·
155σὺ δ’ οὖσα δούλη καὶ δορίκτητος γυνὴ
156δόμους κατασχεῖν ἐκβαλοῦσ’ ἡμᾶς θέλεις
157τούσδε, στυγοῦμαι δ’ ἀνδρὶ φαρμάκοισι σοῖς,
158νηδὺς δ’ ἀκύμων διὰ σέ μοι διόλλυται·
159δεινὴ γὰρ ἠπειρῶτις εἰς τὰ τοιάδε
160ψυχὴ γυναικῶν· ὧν ἐπισχήσω σ’ ἐγώ,
161κοὐδέν σ’ ὀνήσει δῶμα Νηρῇδος τόδε,
162οὐ βωμὸς οὐδὲ ναός, ἀλλὰ κατθανῇ.
163ἢν δ’ οὖν βροτῶν τίς σ’ ἢ θεῶν σῷσαι θέλῃ,
164δεῖ σ’ ἀντὶ τῶν πρὶν ὀλβίων φρονημάτων
165πτῆξαι ταπεινὴν προσπεσεῖν τ’ ἐμὸν γόνυ,
166σαίρειν τε δῶμα τοὐμὸν ἐκ χρυσηλάτων
167τευχέων χερὶ σπείρουσαν Ἀχελῴου δρόσον,
168γνῶναί θ’ ἵν’ εἶ γῆς. οὐ γάρ ἐσθ’ Ἕκτωρ τάδε,
169οὐ Πρίαμος οὐδὲ χρυσός, ἀλλ’ Ἑλλὰς πόλις.
170εἰς τοῦτο δ’ ἥκεις ἀμαθίας, δύστηνε σύ,
171ἣ παιδὶ πατρός, ὃς σὸν ὤλεσεν πόσιν,
172τολμᾷς ξυνεύδειν καὶ τέκν’ αὐθέντου πάρα
173τίκτειν. τοιοῦτον πᾶν τὸ βάρβαρον γένος·
174πατήρ τε θυγατρὶ παῖς τε μητρὶ μίγνυται
175κόρη τ’ ἀδελφῷ, διὰ φόνου δ’ οἱ φίλτατοι
176χωροῦσι, καὶ τῶνδ’ οὐδὲν ἐξείργει νόμος.
177ἃ μὴ παρ’ ἡμᾶς εἴσφερ’· οὐδὲ γὰρ καλὸν
178δυοῖν γυναικοῖν ἄνδρ’ ἕν’ ἡνίας ἔχειν,
179ἀλλ’ εἰς μίαν βλέποντες εὐναίαν Κύπριν
180στέργουσιν, ὅστις μὴ κακῶς οἰκεῖν θέλει.
Χορός
181ἐπίφθονόν τοι χρῆμα θηλείας φρενὸς
182καὶ ξυγγάμοισι δυσμενὲς μάλιστ’ ἀεί.
Ἀνδρομάχη
183φεῦ φεῦ·
184κακόν γε θνητοῖς τὸ νέον ἔν τε τῷ νέῳ
185τὸ μὴ δίκαιον ὅστις ἀνθρώπων ἔχει.
186ἐγὼ δὲ ταρβῶ μὴ τὸ δουλεύειν μέ σοι
187λόγων ἀπώσῃ πόλλ’ ἔχουσαν ἔνδικα,
188ἢν δ’ αὖ κρατήσω, μὴ ’πὶ τῷδ’ ὄφλω βλάβην·
189οἱ γὰρ πνέοντες μεγάλα τοὺς κρείσσους λόγους
190πικρῶς φέρουσι τῶν ἐλασσόνων ὕπο·
191ὅμως δ’ ἐμαυτὴν οὐ προδοῦσ’ ἁλώσομαι.
192εἴπ’, ὦ νεᾶνι, τῷ σ’ ἐχεγγύῳ λόγῳ
193πεισθεῖσ’ ἀπωθῶ γνησίων νυμφευμάτων;
194ὡς ἡ Λάκαινα τῶν Φρυγῶν μείων πόλις,
195τύχῃ θ’ ὑπερθεῖ, κἄμ’ ἐλευθέραν ὁρᾷς;
196ἢ τῷ νέῳ τε καὶ σφριγῶντι σώματι
197πόλεως τε μεγέθει καὶ φίλοις ἐπηρμένη
198οἶκον κατασχεῖν τὸν σὸν ἀντὶ σοῦ θέλω;
199πότερον ἵν’ αὐτὴ παῖδας ἀντὶ σοῦ τέκω
200δούλους ἐμαυτῇ τ’ ἀθλίαν ἐφολκίδα;
201ἢ τοὺς ἐμούς τις παῖδας ἐξανέξεται
202Φθίας τυράννους ὄντας, ἢν σὺ μὴ τέκῃς;
203φιλοῦσι γάρ μ’ Ἕλληνες Ἕκτορός τ’ ἄπο;
204αὐτή τ’ ἀμαυρὰ κοὐ τύραννος ἦ Φρυγῶν;
205οὐκ ἐξ ἐμῶν σε φαρμάκων στυγεῖ πόσις,
206ἀλλ’ εἰ ξυνεῖναι μὴ ’πιτηδεία κυρεῖς.
207φίλτρον δὲ καὶ τόδ’· οὐ τὸ κάλλος, ὦ γύναι,
208ἀλλ’ ἁρεταὶ τέρπουσι τοὺς ξυνευνέτας.
209σὺ δ’ ἤν τι κνισθῇς, ἡ Λάκαινα μὲν πόλις
210μέγ’ ἐστί, τὴν δὲ Σκῦρον οὐδαμοῦ τίθης·
211πλουτεῖς δ’ ἐν οὐ πλουτοῦσι· Μενέλεως δέ σοι
212μείζων Ἀχιλλέως. ταῦτά τοί σ’ ἔχθει πόσις.
213χρὴ γὰρ γυναῖκα, κἂν κακῷ πόσει δοθῇ,
214στέργειν, ἅμιλλάν τ’ οὐκ ἔχειν φρονήματος.
215εἰ δ’ ἀμφὶ Θρῄκην χιόνι τὴν κατάρρυτον
216τύραννον ἔσχες ἄνδρ’, ἵν’ ἐν μέρει λέχος
217δίδωσι πολλαῖς εἷς ἀνὴρ κοινούμενος,
218ἔκτεινας ἂν τάσδ’; εἶτ’ ἀπληστίαν λέχους
219πάσαις γυναιξὶ προστιθεῖσ’ ἂν ηὑρέθης.
220αἰσχρόν γε· καίτοι χείρον’ ἀρσένων νόσον
221ταύτην νοσοῦμεν, ἀλλὰ προύστημεν καλῶς.
222ὦ φίλταθ’ Ἕκτορ, ἀλλ’ ἐγὼ τὴν σὴν χάριν
223σοὶ καὶ ξυνήρων, εἴ τί σε σφάλλοι Κύπρις,
224καὶ μαστὸν ἤδη πολλάκις νόθοισι σοῖς
225ἐπέσχον, ἵνα σοι μηδὲν ἐνδοίην πικρόν.
226καὶ ταῦτα δρῶσα τῇ ἀρετῇ προσηγόμην
227πόσιν· σὺ δ’ οὐδὲ ῥανίδ’ ὑπαιθρίας δρόσου
228τῷ σῷ προσίζειν ἀνδρὶ δειμαίνουσ’ ἐᾷς.
229μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι,
230ζήτει παρελθεῖν· τῶν κακῶν γὰρ μητέρων
231φεύγειν τρόπους χρὴ τέκν’, ὅςοις ἔνεστι νοῦς.
Χορός
232δέσποιν’, ὅσον σοι ῥᾳδίως προσίσταται,
233τοσόνδε πείθου τῇδε συμβῆναι λόγοις.
Ἑρμιόνη
234τί σεμνομυθεῖς κεἰς ἀγῶν’ ἔρχῃ λόγων,
235ὡς δὴ σὺ σώφρων, τἀμὰ δ’ οὐχὶ σώφρονα;
Ἀνδρομάχη
236οὔκουν ἐφ’ οἷς γε νῦν καθέστηκας λόγοις.
Ἑρμιόνη
237ὁ νοῦς ὁ σός μοι μὴ ξυνοικοίη, γύναι.
Ἀνδρομάχη
238νέα πέφυκας καὶ λέγεις αἰσχρῶν πέρι.
Ἑρμιόνη
239σὺ δ’ οὐ λέγεις γε, δρᾷς δέ μ’ εἰς ὅσον δύνῃ.
Ἀνδρομάχη
240οὐκ αὖ σιωπῇ Κύπριδος ἀλγήσεις πέρι;
Ἑρμιόνη
241τί δ’; οὐ γυναιξὶ ταῦτα πρῶτα πανταχοῦ;
Ἀνδρομάχη
242ναί,
242aκαλῶς γε χρωμέναισιν· εἰ δὲ μή, οὐ καλά.
Ἑρμιόνη
243οὐ βαρβάρων νόμοισιν οἰκοῦμεν πόλιν.
Ἀνδρομάχη
244κἀκεῖ τά γ’ αἰσχρὰ κἀνθάδ’ αἰσχύνην ἔχει.
Ἑρμιόνη
245σοφὴ σοφὴ σύ· κατθανεῖν δ’ ὅμως σε δεῖ.
Ἀνδρομάχη
246ὁρᾷς ἄγαλμα Θέτιδος εἰς σ’ ἀποβλέπον;
Ἑρμιόνη
247μισοῦν γε πατρίδα σὴν Ἀχιλλέως φόνῳ.
Ἀνδρομάχη
248Ἑλένη νιν ὤλεσ’, οὐκ ἐγώ, μήτηρ δὲ σή.
Ἑρμιόνη
249ἦ καὶ πρόσω γὰρ τῶν ἐμῶν ψαύσεις κακῶν;
Ἀνδρομάχη
250ἰδοὺ σιωπῶ κἀπιλάζυμαι στόμα.
Ἑρμιόνη
251ἐκεῖνο λέξον, οὗπερ εἵνεκ’ ἐστάλην.
Ἀνδρομάχη
252λέγω σ’ ἐγὼ νοῦν οὐκ ἔχειν ὅσον σε δεῖ.
Ἑρμιόνη
253λείψεις τόδ’ ἁγνὸν τέμενος ἐναλίας θεοῦ;
Ἀνδρομάχη
254εἰ μὴ θανοῦμαί γ’· εἰ δὲ μή, οὐ λείψω ποτέ.
Ἑρμιόνη
255ὡς τοῦτ’ ἄραρε, κοὐ μενῶ πόσιν μολεῖν.
Ἀνδρομάχη
256ἀλλ’ οὐδ’ ἐγὼ μὴν πρόσθεν ἐκδώσω μέ σοι.
Ἑρμιόνη
257πῦρ σοι προσοίσω, κοὐ τὸ σὸν προσκέψομαι—
Ἀνδρομάχη
258σὺ δ’ οὖν κάταιθε· θεοὶ γὰρ εἴσονται τάδε.
Ἑρμιόνη
259καὶ χρωτὶ δεινῶν τραυμάτων ἀλγηδόνας.
Ἀνδρομάχη
260σφάζ’, αἱμάτου θεᾶς βωμόν, ἣ μέτεισί σε.
Ἑρμιόνη
261ὦ βάρβαρον σὺ θρέμμα καὶ σκληρὸν θράσος,
262ἐγκαρτερεῖς δὴ θάνατον; ἀλλ’ ἐγώ σ’ ἕδρας
263ἐκ τῆσδ’ ἑκοῦσαν ἐξαναστήσω τάχα·
264τοιόνδ’ ἔχω σου δέλεαρ. ἀλλὰ γὰρ λόγους
265κρύψω, τὸ δ’ ἔργον αὐτὸ σημανεῖ τάχα.
266κάθησ’ ἑδραία· καὶ γὰρ εἰ πέριξ σ’ ἔχοι
267τηκτὸς μόλυβδος, ἐξαναστήσω σ’ ἐγὼ
268πρὶν ᾧ πέποιθας παῖδ’ Ἀχιλλέως μολεῖν.
Ἀνδρομάχη
269πέποιθα. δεινὸν δ’ ἑρπετῶν μὲν ἀγρίων
270ἄκη βροτοῖσι θεῶν καταστῆσαί τινα·
271ὃ δ’ ἔστ’ ἐχίδνης καὶ πυρὸς περαιτέρω,
272οὐδεὶς γυναικὸς φάρμακ’ ἐξηύρηκέ πω
273κακῆς· τοσοῦτόν ἐσμεν ἀνθρώποις κακόν.
Choral 4
Strophe 1
Χορός
274Ἦ μεγάλων ἀχέων ἄρ’ ὑπῆρξεν, ὅτ’ Ἰδαίαν
275ἐς νάπαν ἦλθ’ ὁ Μαί-
276ας τε καὶ Διὸς τόκος,
277τρίπωλον ἅρμα δαιμόνων
278ἄγων τὸ καλλιζυγές,
279ἔριδι στυγερᾷ κεκορυθμένον εὐμορφίας
280σταθμοὺς ἐπὶ βούτα,
281βοτῆρά τ’ ἀμφὶ μονότροπον νεανίαν
282ἔρημόν θ’
283ἑστιοῦχον αὐλάν.
Antistrophe 1
Χορός
284ταὶ δ’ ἐπεὶ ὑλόκομον νάπος ἤλυθον οὐρειᾶν
285πιδάκων νίψαν αἰ-
286γλᾶντα σώματα ῥοαῖς,
287ἔβαν δὲ Πριαμίδαν ὑπερ-
288βολαῖς λόγων δυσφρόνων
289παραβαλλόμεναι, δολίοις δ’ ἕλε Κύπρις λόγοις,
290τερπνοῖς μὲν ἀκοῦσαι,
291πικρὰν δὲ σύγχυσιν βίου Φρυγῶν πόλει
292ταλαίνᾳ
292aπεργάμοις τε Τροίας.
Strophe 2
Χορός
293ἀλλ’ εἴθ’ ὑπὲρ κεφαλὰν ἔβαλεν κακὸν
294ἁ τεκοῦσά νιν Πάριν
294aπρὶν Ἰδαῖ-
295ον κατοικίσαι λέπας·
296ὅτε νιν παρὰ θεσπεσίῳ δάφνᾳ
297βόασε Κασάνδρα κτανεῖν,
298μεγάλαν Πριάμου πόλεως λώβαν.
299τίν’ οὐκ ἐπῆλθε, ποῖον οὐκ ἐλίσσετο
299aδαμογερόν-
300των βρέφος φονεύειν;
Antistrophe 2
Χορός
301οὔτ’ ἂν ἐπ’ Ἰλιάσι ζυγὸν ἤλυθε
302δούλιον, σύ τ’ ἂν γύναι,
303τυράννων
303aἔσχες ἂν δόμων ἕδρας·
304παρέλυσε δ’ ἂν Ἑλλάδος ἀλγεινοὺς
305μόχθους οὓς ἀμφὶ Τροίαν
306δεκέτεις ἀλάληντο νέοι λόγχαις.
307λέχη τ’ ἔρημ’ ἂν οὔποτ’ ἐξελείπετο,
308καὶ τεκέων
308aὀρφανοὶ γέροντες.
Episode 5
Μενέλαος
309ἥκω λαβὼν σὸν παῖδ’, ὃν εἰς ἄλλους δόμους
310λάθρᾳ θυγατρὸς τῆς ἐμῆς ὑπεξέθου.
311σὲ μὲν γὰρ ηὔχεις θεᾶς βρέτας σῴσειν τόδε,
312τοῦτον δὲ τοὺς κρύψαντας· ἀλλ’ ἐφηυρέθης
313ἧσσον φρονοῦσα τοῦδε Μενέλεω, γύναι.
314κεἰ μὴ τόδ’ ἐκλιποῦσ’ ἐρημώσεις πέδον,
315ὅδ’ ἀντὶ τοῦ σοῦ σώματος σφαγήσεται.
316ταῦτ’ οὖν λογίζου, πότερα κατθανεῖν θέλεις
317ἢ τόνδ’ ὀλέσθαι σῆς ἁμαρτίας ὕπερ,
318ἣν εἰς ἔμ’ εἴς τε παῖδ’ ἐμὴν ἁμαρτάνεις.
Ἀνδρομάχη
319ὦ δόξα δόξα, μυρίοισι δὴ βροτῶν
320οὐδὲν γεγῶσι βίοτον ὤγκωσας μέγαν.
321εὔκλεια δ’ οἷς μὲν ἔστ’ ἀληθείας ὕπο,
322εὐδαιμονίζω· τοὺς δ’ ὑπὸ ψευδῶν, ἔχειν
323οὐκ ἀξιώσω, πλὴν τύχῃ φρονεῖν δοκεῖν.
324σὺ δὴ στρατηγῶν λογάσιν Ἑλλήνων ποτὲ
325Τροίαν ἀφείλου Πρίαμον, ὧδε φαῦλος ὤν;
326ὅστις θυγατρὸς ἀντίπαιδος ἐκ λόγων
327τοσόνδ’ ἔπνευσας, καὶ γυναικὶ δυστυχεῖ
328δούλῃ κατέστης εἰς ἀγῶν’; οὐκ ἀξιῶ
329οὔτ’ οὖν σὲ Τροίας οὔτε σοῦ Τροίαν ἔτι.
330ἔξωθέν εἰσιν οἱ δοκοῦντες εὖ φρονεῖν
331λαμπροί, τὰ δ’ ἔνδον πᾶσιν ἀνθρώποις ἴσοι,
332πλὴν εἴ τι πλούτῳ· τοῦτο δ’ ἰσχύει μέγα.
333Μενέλαε, φέρε δὴ διαπεράνωμεν λόγους·
334τέθνηκα τῇ σῇ θυγατρὶ καί μ’ ἀπώλεσε·
335μιαιφόνον μὲν οὐκέτ’ ἂν φύγοι μύσος.
336ἐν τοῖς δὲ πολλοῖς καὶ σὺ τόνδ’ ἀγωνιῇ
337φόνον· τὸ συνδρῶν γάρ σ’ ἀναγκάσει χρέος.
338ἢν δ’ οὖν ἐγὼ μὲν μὴ θανεῖν ὑπεκδράμω,
339τὸν παῖδά μου κτενεῖτε; κᾆτα πῶς πατὴρ
340τέκνου θανόντος ῥᾳδίως ἀνέξεται;
341οὐχ ὧδ’ ἄνανδρον αὐτὸν ἡ Τροία καλεῖ·
342ἀλλ’ εἶσιν οἷ χρή—Πηλέως γὰρ ἄξια
343πατρός τ’ Ἀχιλλέως ἔργα δρῶν φανήσεται—
344ὤσει δὲ σὴν παῖδ’ ἐκ δόμων· σὺ δ’ ἐκδιδοὺς
345ἄλλῳ τί λέξεις; πότερον ὡς κακὸν πόσιν
346φεύγει τὸ ταύτης σῶφρον; ἀλλὰ πεύσεται.
347γαμεῖ δὲ τίς νιν; ἤ σφ’ ἄνανδρον ἐν δόμοις
348χήραν καθέξεις πολιόν; ὦ τλήμων ἀνήρ,
349κακῶν τοσούτων οὐχ ὁρᾷς ἐπιρροάς;
350πόσας ἂν εὐνὰς θυγατέρ’ ἠδικημένην
351βούλοι’ ἂν εὑρεῖν ἢ παθεῖν ἁγὼ λέγω;
352οὐ χρὴ ’πὶ μικροῖς μεγάλα πορσύνειν κακὰ
353οὐδ’, εἰ γυναῖκές ἐσμεν ἀτηρὸν κακόν,
354ἄνδρας γυναιξὶν ἐξομοιοῦσθαι φύσιν.
355ἡμεῖς γὰρ εἰ σὴν παῖδα φαρμακεύομεν
356καὶ νηδὺν ἐξαμβλοῦμεν, ὡς αὐτὴ λέγει,
357ἑκόντες οὐκ ἄκοντες, οὐδὲ βώμιοι
358πίτνοντες, αὐτοὶ τὴν δίκην ὑφέξομεν
359ἐν σοῖσι γαμβροῖς, οἷσιν οὐκ ἐλάσσονα
360βλάβην ὀφείλω προστιθεῖσ’ ἀπαιδίαν.
361ἡμεῖς μὲν οὖν τοιοίδε· τῆς δὲ σῆς φρενὸς—
362ἕν σου δέδοικα· διὰ γυναικείαν ἔριν
363καὶ τὴν τάλαιναν ὤλεσας Φρυγῶν πόλιν.
Χορός
364ἄγαν ἔλεξας ὡς γυνὴ πρὸς ἄρσενας,
365καί σου τὸ σῶφρον ἐξετόξευσεν φρενός.
Μενέλαος
366γύναι, τάδ’ ἐστὶ σμικρὰ καὶ μοναρχίας
367οὐκ ἄξι’, ὡς φῄς, τῆς ἐμῆς οὐδ’ Ἑλλάδος.
368εὖ δ’ ἴσθ’, ὅτου τις τυγχάνει χρείαν ἔχων,
369τοῦτ’ ἔσθ’ ἑκάστῳ μεῖζον ἢ Τροίαν ἑλεῖν.
370κἀγὼ θυγατρί—μεγάλα γὰρ κρίνω τάδε,
371λέχους στέρεσθαι—σύμμαχος καθίσταμαι.
372τὰ μὲν γὰρ ἄλλα δεύτερ’ ἂν πάσχοι γυνή,
373ἀνδρὸς δ’ ἁμαρτάνουσ’ ἁμαρτάνει βίου.
374δούλων δ’ ἐκεῖνον τῶν ἐμῶν ἄρχειν χρεὼν
375καὶ τῶν ἐκείνου τοὺς ἐμούς, ἡμᾶς τε πρός·
376φίλων γὰρ οὐδὲν ἴδιον, οἵτινες φίλοι
377ὀρθῶς πεφύκασ’, ἀλλὰ κοινὰ χρήματα.
378μένων δὲ τοὺς ἀπόντας, εἰ μὴ θήσομαι
379τἄμ’ ὡς ἄριστα, φαῦλός εἰμι κοὐ σοφός.
380ἀλλ’ ἐξανίστω τῶνδ’ ἀνακτόρων θεᾶς·
381ὡς, ἢν θάνῃς σύ, παῖς ὅδ’ ἐκφεύγει μόρον,
382σοῦ δ’ οὐ θελούσης κατθανεῖν, τόνδε κτενῶ.
383δυοῖν δ’ ἀνάγκη θατέρῳ λιπεῖν βίον.
Ἀνδρομάχη
384οἴμοι, πικρὰν κλήρωσιν αἵρεσίν τέ μοι
385βίου καθίστης· καὶ λαχοῦσά γ’ ἀθλία
386καὶ μὴ λαχοῦσα δυστυχὴς καθίσταμαι.
387ὦ μεγάλα πράσσων αἰτίας μικρᾶς πέρι,
388πιθοῦ· τί καίνεις μ’; ἀντὶ τοῦ; ποίαν πόλιν
389προύδωκα; τίνα σῶν ἔκτανον παίδων ἐγώ;
390ποῖον δ’ ἔπρησα δῶμ’; ἐκοιμήθην βίᾳ
391σὺν δεσπόταισι· κᾆτ’ ἔμ’, οὐ κεῖνον κτενεῖς,
392τὸν αἴτιον τῶνδ’, ἀλλὰ τὴν ἀρχὴν ἀφεὶς
393πρὸς τὴν τελευτὴν ὑστέραν οὖσαν φέρῃ;
394οἴμοι κακῶν τῶνδ’, ὦ τάλαιν’ ἐμὴ πατρίς,
395ὡς δεινὰ πάσχω. τί δέ με καὶ τεκεῖν ἐχρῆν
396ἄχθος τ’ ἐπ’ ἄχθει τῷδε προσθέσθαι διπλοῦν;
397ἀτὰρ τί ταῦτα δύρομαι, τὰ δ’ ἐν ποσὶν
398οὐκ ἐξικμάζω καὶ λογίζομαι κακά;
399ἥτις σφαγὰς μὲν Ἕκτορος τροχηλάτους
400κατεῖδον οἰκτρῶς τ’ Ἴλιον πυρούμενον,
401αὐτὴ δὲ δούλη ναῦς ἐπ’ Ἀργείων ἔβην
402κόμης ἐπισπασθεῖσ’· ἐπεὶ δ’ ἀφικόμην
403Φθίαν, φονεῦσιν Ἕκτορος νυμφεύομαι.
404τί δῆτ’ ἐμοὶ ζῆν ἡδύ; πρὸς τί χρὴ βλέπειν;
405πρὸς τὰς παρούσας ἢ παρελθούσας τύχας;
406εἷς παῖς ὅδ’ ἦν μοι λοιπὸς ὀφθαλμὸς βίου·
407τοῦτον κτενεῖν μέλλουσιν οἷς δοκεῖ τάδε.
408οὐ δῆτα τοὐμοῦ γ’ εἵνεκ’ ἀθλίου βίου·
409ἐν τῷδε μὲν γὰρ ἐλπίς, εἰ σωθήσεται,
410ἐμοὶ δ’ ὄνειδος μὴ θανεῖν ὑπὲρ τέκνου.
411ἰδοὺ προλείπω βωμὸν ἥδε χειρία
412σφάζειν φονεύειν, δεῖν, ἀπαρτῆσαι δέρην.
413ὦ τέκνον, ἡ τεκοῦσά σ’, ὡς σὺ μὴ θάνῃς,
414στείχω πρὸς Ἅιδην· ἢν δ’ ὑπεκδράμῃς μόρον,
415μέμνησο μητρός, οἷα τλᾶσ’ ἀπωλόμην,
416καὶ πατρὶ τῷ σῷ διὰ φιλημάτων ἰὼν
417δάκρυά τε λείβων καὶ περιπτύσσων χέρας
418λέγ’ οἷ’ ἔπραξα. πᾶσι δ’ ἀνθρώποις ἄρ’ ἦν
419ψυχὴ τέκν’· ὅστις δ’ αὔτ’ ἄπειρος ὢν ψέγει,
420ἧσσον μὲν ἀλγεῖ, δυστυχῶν δ’ εὐδαιμονεῖ.
Χορός
421ᾤκτιρ’ ἀκούσασ’· οἰκτρὰ γὰρ τὰ δυστυχῆ
422βροτοῖς ἅπασι, κἂν θυραῖος ὢν κυρῇ.
423εἰς ξύμβασιν δὲ χρῆν σε παῖδα σὴν ἄγειν,
424Μενέλαε, καὶ τήνδ’, ὡς ἀπαλλαχθῇ πόνων.
Μενέλαος
425λάβεσθέ μοι τῆσδ’, ἀμφελίξαντες χέρας,
426δμῶες· λόγους γὰρ οὐ φίλους ἀκούσεται
427ἐγώ σ’, ἵν’ ἁγνὸν βωμὸν ἐκλίποις θεᾶς,
428προύτεινα παιδὸς θάνατον, ᾧ σ’ ὑπήγαγον
429εἰς χεῖρας ἐλθεῖν τὰς ἐμὰς ἐπὶ σφαγήν.
430καὶ τἀμφὶ σοῦ μὲν ὧδ’ ἔχοντ’ ἐπίστασο·
431τὰ δ’ ἀμφὶ παιδὸς τοῦδε παῖς ἐμὴ κρινεῖ,
432ἤν τε κτανεῖν νιν ἤν τε μὴ κτανεῖν θέλῃ.
433ἀλλ’ ἕρπ’ ἐς οἴκους τούσδ’, ἵν’ εἰς ἐλευθέρους
434δούλη γεγῶσα μήποθ’ ὑβρίζειν μάθῃς.
Ἀνδρομάχη
435οἴμοι· δόλῳ μ’ ὑπῆλθες, ἠπατήμεθα.
Μενέλαος
436κήρυσσ’ ἅπασιν· οὐ γὰρ ἐξαρνούμεθα.
Ἀνδρομάχη
437ἦ ταῦτ’ ἐν ὑμῖν τοῖς παρ’ Εὐρώτᾳ σοφά;
Μενέλαος
438καὶ τοῖς γε Τροίᾳ, τοὺς παθόντας ἀντιδρᾶν.
Ἀνδρομάχη
439τὰ θεῖα δ’ οὐ θεῖ’ οὐδ’ ἔχειν ἡγῇ δίκην;
Μενέλαος
440ὅταν τάδ’ ᾖ, τότ’ οἴσομεν· σὲ δὲ κτενῶ.
Ἀνδρομάχη
441ἦ καὶ νεοσσὸν τόνδ’, ὑπὸ πτερῶν σπάσας;
Μενέλαος
442οὐ δῆτα· θυγατρὶ δ’, ἢν θέλῃ, δώσω κτανεῖν.
Ἀνδρομάχη
443οἴμοι· τί δῆτά σ’ οὐ καταστένω, τέκνον;
Μενέλαος
444οὔκουν θρασεῖά γ’ αὐτὸν ἐλπὶς ἀναμένει.
Ἀνδρομάχη
445ὦ πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶν
446Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια,
447ψευδῶν ἄνακτες, μηχανορράφοι κακῶν,
448ἑλικτὰ κοὐδὲν ὑγιές, ἀλλὰ πᾶν πέριξ
449φρονοῦντες, ἀδίκως εὐτυχεῖτ’ ἀν’ Ἑλλάδα.
450τί δ’ οὐκ ἐν ὑμῖν ἐστιν; οὐ πλεῖστοι φόνοι;
451οὐκ αἰσχροκερδεῖς; οὐ λέγοντες ἄλλα μὲν
452γλώσσῃ, φρονοῦντες δ’ ἄλλ’ ἐφευρίσκεσθ’ ἀεί;
453ὄλοισθ’. ἐμοὶ μὲν θάνατος οὐχ οὕτω βαρὺς
454ὡς σοὶ δέδοκται· κεῖνα γάρ μ’ ἀπώλεσεν,
455ὅθ’ ἡ τάλαινα πόλις ἀνηλώθη Φρυγῶν
456πόσις θ’ ὁ κλεινός, ὅς σε πολλάκις δορὶ
457ναύτην ἔθηκεν ἀντὶ χερσαίου κακόν.
458νῦν δ’ εἰς γυναῖκα γοργὸς ὁπλίτης φανεὶς
459κτείνεις μ’. ἀπόκτειν’· ὡς ἀθώπευτόν γέ σε
460γλώσσης ἀφήσω τῆς ἐμῆς καὶ παῖδα σήν.
461ἐπεὶ σὺ μὲν πέφυκας ἐν Σπάρτῃ μέγας,
462ἡμεῖς δὲ Τροίᾳ γ’. εἰ δ’ ἐγὼ πράσσω κακῶς,
463μηδὲν τόδ’ αὔχει· καὶ σὺ γὰρ πράξειας ἄν.
Choral 6
Strophe 1
Χορός
464οὐδέποτε δίδυμα λέκτρ’ ἐπαινέσω βροτῶν
466οὐδ’ ἀμφιμάτορας κόρους,
467ἔριδας οἴκων δυσμενεῖς τε λύπας.
468μίαν μοι στεργέτω πόσις γάμοις
469ἀκοινώ-
470νητον ἀνδρὸς εὐνάν.
Antistrophe 1
Χορός
471οὐδέ γ’ ἐνὶ πόλεσι δίπτυχοι τυραννίδες
472μιᾶς ἀμείνονες φέρειν,
475ἄχθος ἐπ’ ἄχθει καὶ στάσις πολίταις·
476τεκόντοιν θ’ ὕμνον ἐργάταιν δυοῖν
477ἔριν Mοῦ-
478σαι φιλοῦσι κραίνειν.
Strophe 2
Χορός
479πνοαὶ δ’ ὅταν φέρωσι ναυτίλους θοαί,
480κατὰ πηδαλίων δίδυμαι πραπίδων γνῶμαι,
481σοφῶν τε πλῆθος ἀθρόον ἀσθενέστερον
482φαυλοτέρας φρενὸς αὐτοκρατοῦς.
483ἑνὸς ἁ δύνασις ἀνά τε μέλαθρα
484κατά τε πόλιας, ὁπόταν εὑ-
485ρεῖν θέλωσι καιρόν.
Antistrophe 2
Χορός
486ἔδειξεν ἡ Λάκαινα τοῦ στρατηλάτα
487Μενέλα· διὰ γὰρ πυρὸς ἦλθ’ ἑτέρῳ λέχεϊ,
489κτείνει δὲ τὴν τάλαιναν Ἰλιάδα κόραν
490παῖδά τε δύσφρονος ἔριδος ὕπερ.
491ἄθεος ἄνομος ἄχαρις ὁ φόνος·
492ἔτι σε, πότνια, μετατροπὰ
493τῶνδ’ ἔπεισιν ἔργων.
Episode 7
Anapests 1
Χορός
494καὶ μὴν ἐσορῶ
495τόδε σύγκρατον ζεῦγος πρὸ δόμων
496ψήφῳ θανάτου κατακεκριμένον.
497δύστηνε γύναι, τλῆμον δὲ σὺ παῖ,
498μητρὸς λεχέων ὃς ὑπερθνῄσκεις
499οὐδὲν μετέχων
500οὐδ’ αἴτιος ὢν βασιλεῦσιν.
Strophe 2
Ἀνδρομάχη
501ἅδ’ ἐγὼ χέρας αἱματη-
502ρὰς βρόχοισι κεκλῃμένα
503πέμπομαι κατὰ γαίας.
Παῖς
504μᾶτερ μᾶτερ, ἐγὼ δὲ σᾷ
505πτέρυγι συγκαταβαίνω.
Ἀνδρομάχη
506θῦμα δάιον, ὦ χθονὸς
507Φθίας κράντορες.
Παῖς
507bὦ πάτερ,
508μόλε φίλοις ἐπίκουρος.
Ἀνδρομάχη
510κείσῃ δή, τέκνον ὦ φίλος,
511μαστοῖς ματέρος ἀμφὶ σᾶς
512νεκρὸς ὑπὸ χθονί, σὺν νεκρῷ τ’
Παῖς
513ὤμοι μοι, τί πάθω; τάλας
514δῆτ’ ἐγὼ σύ τε, μᾶτερ.
Anapests 3
Μενέλαος
515ἴθ’ ὑποχθόνιοι· καὶ γὰρ ἀπ’ ἐχθρῶν
516ἥκετε πύργων· δύο δ’ ἐκ δισσαῖν
517θνῄσκετ’ ἀνάγκαιν· σὲ μὲν ἡμετέρα
518ψῆφος ἀναιρεῖ, παῖδα δ’ ἐμὴ παῖς
519τόνδ’ Ἑρμιόνη· καὶ γὰρ ἀνοία
520μεγάλη λείπειν ἐχθροὺς ἐχθρῶν,
521ἐξὸν κτείνειν
522καὶ φόβον οἴκων ἀφελέσθαι.
Antistrophe 4
Ἀνδρομάχη
523ὦ πόσις πόσις, εἴθε σὰν
524χεῖρα καὶ δόρυ σύμμαχον
525κτησαίμαν, Πριάμου παῖ.
Παῖς
526δύστανος, τί δ’ ἐγὼ μόρου
527παράτροπον μέλος εὕρω;
Ἀνδρομάχη
529λίσσου, γούνασι δεσπότου
530χρίμπτων, ὦ τέκνον.
Παῖς
530bὦ φίλος,
531φίλος, ἄνες θάνατόν μοι.
Ἀνδρομάχη
532λείβομαι δάκρυσιν κόρας,
533στάζω λισσάδος ὡς πέτρας
534λιβὰς ἀνήλιος, ἁ τάλαιν’
Παῖς
535ὤμοι μοι, τί δ’ ἐγὼ κακῶν
536μῆχος ἐξανύσωμαι;
Anapests 5
Μενέλαος
537τί με προσπίτνεις, ἁλίαν πέτραν
538ἢ κῦμα λιταῖς ὣς ἱκετεύων;
539τοῖς γὰρ ἐμοῖσιν γέγον’ ὠφελία,
540σοὶ δ’ οὐδὲν ἔχω φίλτρον, ἐπεί τοι
541μέγ’ ἀναλώσας ψυχῆς μόριον
542Τροίαν εἷλον καὶ μητέρα σήν·
543ἧς ἀπολαύων
544Ἅιδην χθόνιον καταβήσῃ.
Χορός
545καὶ μὴν δέδορκα τόνδε Πηλέα πέλας,
546σπουδῇ τιθέντα δεῦρο γηραιὸν πόδα.
Πηλεύς
547ὑμᾶς ἐρωτῶ τόν τ’ ἐφεστῶτα σφαγῇ,
548τί ταῦτα; πῶς ταῦτ’; ἐκ τίνος λόγου νοσεῖ
549δόμος; τί πράσσετ’ ἄκριτα μηχανώμενοι;
550Μενέλα’, ἐπίσχες· μὴ τάχυν’ ἄνευ δίκης
551ἡγοῦ σὺ θᾶσσον, οὐ γὰρ ὡς ἔοικέ μοι
552σχολῆς τόδ’ ἔργον· ἀλλ’ ἀνηβητηρίαν
553ῥώμην μ’ ἐπαινῶ λαμβάνειν, εἴπερ ποτέ
554πρῶτον μὲν οὖν κατ’ οὖρον ὥσπερ ἱστίοις
555ἐμπνεύσομαι τῇδ’· εἰπέ, τίνι δίκῃ χέρας
556βρόχοισιν ἐκδήσαντες οἵδ’ ἄγουσί σε
557καὶ παῖδ’; ὕπαρνος γάρ τις οἶς ἀπόλλυσαι,
558ἡμῶν ἀπόντων τοῦ τε κυρίου σέθεν.
Ἀνδρομάχη
559οἵδ’, ὦ γεραιέ, σὺν τέκνῳ θανουμένην
560ἄγουσί μ’ οὕτως ὡς ὁρᾷς. τί σοι λέγω;
561οὐ γὰρ μιᾶς σε κληδόνος προθυμίᾳ
562μετῆλθον, ἀλλὰ μυρίων ὑπ’ ἀγγέλων.
563ἔριν δὲ τὴν κατ’ οἶκον οἶσθά που κλύων
564τῆς τοῦδε θυγατρός, ὧν τ’ ἀπόλλυμαι χάριν.
565καὶ νῦν με βωμοῦ Θέτιδος, ἣ τὸν εὐγενῆ
566ἔτικτέ σοι παῖδ’, ἣν σὺ θαυμαστὴν σέβεις,
567ἄγουσ’ ἀποσπάσαντες, οὔτε τῳ δίκῃ
568κρίναντες οὔτε τοὺς ἀπόντας ἐκ δόμων
569μείναντες, ἀλλὰ τὴν ἐμὴν ἐρημίαν
570γνόντες τέκνου τε τοῦδ’, ὃν οὐδὲν αἴτιον
571μέλλουσι σὺν ἐμοὶ τῇ ταλαιπώρῳ κτενεῖν.
572ἀλλ’ ἀντιάζω σ’, ὦ γέρον, τῶν σῶν πάρος
573πίτνουσα γονάτων—χειρὶ δ’ οὐκ ἔξεστί μοι
574τῆς σῆς λαβέσθαι φιλτάτης γενειάδος—
575ῥῦσαί με πρὸς θεῶν· εἰ δὲ μή, θανούμεθα
576αἰσχρῶς μὲν ὑμῖν, δυστυχῶς δ’ ἐμοί, γέρον.
Πηλεύς
577χαλᾶν κελεύω δεσμὰ πρὶν κλαίειν τινά,
578καὶ τῆσδε χεῖρας διπτύχους ἀνιέναι.
Μενέλαος
579ἐγὼ δ’ ἀπαυδῶ γ’ ἄλλος οὐχ ἥσσων σέθεν
580καὶ τῆσδε πολλῷ κυριώτερος γεγώς.
Πηλεύς
581πῶς; ἦ τὸν ἀμὸν οἶκον οἰκήσεις μολὼν
582δεῦρ’; οὐχ ἅλις σοι τῶν κατὰ Σπάρτην κρατεῖν;
Μενέλαος
583εἷλόν νιν αἰχμάλωτον ἐκ Τροίας ἐγώ.
Πηλεύς
584οὑμὸς δέ γ’ αὐτὴν ἔλαβε παῖς παιδὸς γέρας.
Μενέλαος
585οὔκουν ἐκείνου τἀμὰ τἀκείνου τ’ ἐμά;
Πηλεύς
586ναί,
586aδρᾶν εὖ, κακῶς δ’ οὔ, μηδ’ ἀποκτείνειν βίᾳ.
Μενέλαος
587ὡς τήνδ’ ἀπάξεις οὔποτ’ ἐξ ἐμῆς χερός.
Πηλεύς
588σκήπτρῳ δὲ τῷδε σὸν καθαιμάξω κάρα;
Μενέλαος
589ψαῦσόν γ’, ἵν’ εἰδῇς, καὶ πέλας πρόσελθέ μου.
Πηλεύς
590σὺ γὰρ μετ’ ἀνδρῶν, ὦ κάκιστε κἀκ κακῶν;
591σοὶ ποῦ μέτεστιν ὡς ἐν ἀνδράσιν λόγου;
592ὅστις πρὸς ἀνδρὸς Φρυγὸς ἀπηλλάγης λέχος,
593ἄκλῃστ’ ἄδουλα δώμαθ’ ἑστίας λιπών,
594ὡς δὴ γυναῖκα σώφρον’ ἐν δόμοις ἔχων
595πασῶν κακίστην. οὐδ’ ἂν εἰ βούλοιτό τις
596σώφρων γένοιτο Σπαρτιατίδων κόρη,
597αἳ ξὺν νέοισιν ἐξερημοῦσαι δόμους
598γυμνοῖσι μηροῖς καὶ πέπλοις ἀνειμένοις
599δρόμους παλαίστρας τ’ οὐκ ἀνασχετοὺς ἐμοὶ
600κοινὰς ἔχουσι. κᾆτα θαυμάζειν χρεὼν
601εἰ μὴ γυναῖκας σώφρονας παιδεύετε;
602Ἑλένην ἐρέσθαι χρῆν τάδ’, ἥτις ἐκ δόμων
603τὸν σὸν λιποῦσα Φίλιον ἐξεκώμασε
604νεανίου μετ’ ἀνδρὸς εἰς ἄλλην χθόνα.
605κἄπειτ’ ἐκείνης οὕνεχ’ Ἑλλήνων ὄχλον
606τοσόνδ’ ἀθροίσας ἤγαγες πρὸς Ἴλιον;
607ἣν χρῆν σ’ ἀποπτύσαντα μὴ κινεῖν δόρυ,
608κακὴν ἐφευρόντ’, ἀλλ’ ἐᾶν αὐτοῦ μένειν
609μισθόν τε δόντα μήποτ’ εἰς οἴκους λαβεῖν.
610ἀλλ’ οὔτι ταύτῃ σὸν φρόνημ’ ἐπούρισας,
611ψυχὰς δὲ πολλὰς κἀγαθὰς ἀπώλεσας,
612παίδων τ’ ἄπαιδας γραῦς ἔθηκας ἐν δόμοις,
613πολιούς τ’ ἀφείλου πατέρας εὐγενῆ τέκνα.
614ὧν εἷς ἐγὼ δύστηνος· αὐθέντην δὲ σὲ
615μιάστορ’ ὥς τιν’ εἰσδέδορκ’ Ἀχιλλέως.
616ὃς οὐδὲ τρωθεὶς ἦλθες ἐκ Τροίας μόνος,
617κάλλιστα τεύχη δ’ ἐν καλοῖσι σάγμασιν
618ὅμοι’ ἐκεῖσε δεῦρό τ’ ἤγαγες πάλιν.
619κἀγὼ μὲν ηὔδων τῷ γαμοῦντι μήτε σοὶ
620κῆδος ξυνάψαι μήτε δώμασιν λαβεῖν
621κακῆς γυναικὸς πῶλον· ἐκφέρουσι γὰρ
622μητρῷ’ ὀνείδη. τοῦτο καὶ σκοπεῖτέ μοι,
623μνηστῆρες, ἐσθλῆς θυγατέρ’ ἐκ μητρὸς λαβεῖν.
624πρὸς τοῖσδε δ’ εἰς ἀδελφὸν οἷ’ ἐφύβρισας,
625σφάξαι κελεύσας θυγατέρ’ εὐηθέστατα;
626οὕτως ἔδεισας μὴ οὐ κακὴν δάμαρτ’ ἔχῃς.
627ἑλὼν δὲ Τροίαν—εἶμι γὰρ κἀνταῦθά σοι—
628οὐκ ἔκτανες γυναῖκα χειρίαν λαβών,
629ἀλλ’, ὡς ἐσεῖδες μαστόν, ἐκβαλὼν ξίφος
630φίλημ’ ἐδέξω, προδότιν αἰκάλλων κύνα,
631ἥσσων πεφυκὼς Κύπριδος, ὦ κάκιστε σύ.
632κἄπειτ’ ἐς οἴκους τῶν ἐμῶν ἐλθὼν τέκνων
633πορθεῖς ἀπόντων, καὶ γυναῖκα δυστυχῆ
634κτείνεις ἀτίμως παῖδά θ’, ὃς κλαίοντά σε
635καὶ τὴν ἐν οἴκοις σὴν καταστήσει κόρην,
636κεἰ τρὶς νόθος πέφυκε. πολλάκις δέ τοι
637ξηρὰ βαθεῖαν γῆν ἐνίκησε σπορᾷ,
638νόθοι τε πολλοὶ γνησίων ἀμείνονες.
639ἀλλ’ ἐκκομίζου παῖδα. κύδιον βροτοῖς
640πένητα χρηστὸν ἢ κακὸν καὶ πλούσιον
641γαμβρὸν πεπᾶσθαι καὶ φίλον· σὺ δ’ οὐδὲν εἶ.
Χορός
642σμικρᾶς ἀπ’ ἀρχῆς νεῖκος ἀνθρώποις μέγα
643γλῶσσ’ ἐκπορίζει· τοῦτο δ’ οἱ σοφοὶ βροτῶν
644ἐξευλαβοῦνται, μὴ φίλοις τεύχειν ἔριν.
Μενέλαος
645τί δῆτ’ ἂν εἴποις τοὺς γέροντας, ὡς σοφοί,
646καὶ τοὺς φρονεῖν δοκοῦντας Ἕλλησίν ποτε;
647ὅτ’ ὢν σὺ Πηλεὺς καὶ πατρὸς κλεινοῦ γεγώς,
648κῆδος συνάψας, αἰσχρὰ μὲν σαυτῷ λέγεις
649ἡμῖν δ’ ὀνείδη διὰ γυναῖκα βάρβαρον,
650ἣν χρῆν σ’ ἐλαύνειν τήνδ’ ὑπὲρ Νείλου ῥοὰς
651ὑπέρ τε Φᾶσιν, κἀμὲ παρακαλεῖν ἀεί
652οὖσαν μὲν ἠπειρῶτιν, οὗ πεσήματα
653πλεῖσθ’ Ἑλλάδος πέπτωκε δοριπετῆ νεκρῶν,
654τοῦ σοῦ δὲ παιδὸς αἵματος κοινουμένην.
655Πάρις γάρ, ὃς σὸν παῖδ’ ἔπεφν’ Ἀχιλλέα,
656Ἕκτορος ἀδελφὸς ἦν, δάμαρ δ’ ἥδ’ Ἕκτορος.
657καὶ τῇδέ γ’ εἰσέρχῃ σὺ ταὐτὸν εἰς στέγος
658καὶ ξυντράπεζον ἀξιοῖς ἔχειν βίον,
659τίκτειν δ’ ἐν οἴκοις παῖδας ἐχθίστους ἐᾷς.
660ἁγὼ προνοίᾳ τῇ τε σῇ κἀμῇ, γέρον,
661κτανεῖν θέλων τήνδ’ ἐκ χερῶν ἁρπάζομαι.
662καίτοι φέρ’· ἅψασθαι γὰρ οὐκ αἰσχρὸν λόγου·
663ἢν παῖς μὲν ἡμὴ μὴ τέκῃ, ταύτης δ’ ἄπο
664βλάστωσι παῖδες, τῆσδε γῆς Φθιώτιδος
665στήσεις τυράννους, βάρβαροι δ’ ὄντες γένος
666Ἕλλησιν ἄρξουσ’; εἶτ’ ἐγὼ μὲν οὐ φρονῶ
667μισῶν τὰ μὴ δίκαια, σοὶ δ’ ἔνεστι νοῦς;
668κἀκεῖνο νῦν ἄθρησον· εἰ σὺ παῖδα σὴν
669δούς τῳ πολιτῶν, εἶτ’ ἔπασχε τοιάδε,
670σιγῇ καθῆσ’ ἄν; οὐ δοκῶ· ξένης δ’ ὕπερ
671τοιαῦτα λάσκεις τοὺς ἀναγκαίους φίλους;
672καὶ μὴν ἴσον γ’ ἀνήρ τε καὶ γυνὴ στένει
673ἀδικουμένη πρὸς ἀνδρός· ὡς δ’ αὔτως ἀνὴρ
674γυναῖκα μωραίνουσαν ἐν δόμοις ἔχων.
675καὶ τῷ μὲν ἔστιν ἐν χεροῖν μέγα σθένος,
676τῇ δ’ ἐν γονεῦσι καὶ φίλοις τὰ πράγματα.
677οὔκουν δίκαιον τοῖς γ’ ἐμοῖς ἐπωφελεῖν;
678γέρων γέρων εἶ. τὴν δ’ ἐμὴν στρατηγίαν
679λέγων ἔμ’ ὠφελοῖς ἂν ἢ σιγῶν πλέον.
680Ἑλένη δ’ ἐμόχθησ’ οὐχ ἑκοῦσ’, ἀλλ’ ἐκ θεῶν,
681καὶ τοῦτο πλεῖστον ὠφέλησεν Ἑλλάδα·
682ὅπλων γὰρ ὄντες καὶ μάχης ἀίστορες
683ἔβησαν εἰς τἀνδρεῖον· ἡ δ’ ὁμιλία
684πάντων βροτοῖσι γίγνεται διδάσκαλος.
685εἰ δ’ εἰς πρόσοψιν τῆς ἐμῆς ἐλθὼν ἐγὼ
686γυναικὸς ἔσχον μὴ κτανεῖν, ἐσωφρόνουν.
687οὐδ’ ἂν σὲ Φῶκον ἤθελον κατακτανεῖν.
688ταῦτ’ εὖ φρονῶν σ’ ἐπῆλθον, οὐκ ὀργῆς χάριν·
689ἢν δ’ ὀξυθυμῇς, σοὶ μὲν ἡ γλωσσαλγία
690μείζων, ἐμοὶ δὲ κέρδος ἡ προμηθία.
Χορός
691παύσασθον ἤδη· λῷστα γὰρ μακρῷ τάδε·
692λόγων ματαίων, μὴ δύο σφαλῆθ’ ἅμα.
Πηλεύς
693οἴμοι, καθ’ Ἑλλάδ’ ὡς κακῶς νομίζεται·
694ὅταν τροπαῖα πολεμίων στήσῃ στρατός,
695οὐ τῶν πονούντων τοὔργον ἡγοῦνται τόδε,
696ἀλλ’ ὁ στρατηγὸς τὴν δόκησιν ἄρνυται,
697ὃς εἷς μετ’ ἄλλων μυρίων πάλλων δόρυ,
698οὐδὲν πλέον δρῶν ἑνὸς ἔχει πλείω λόγον.
699σεμνοὶ δ’ ἐν ἀρχαῖς ἥμενοι κατὰ πτόλιν
700φρονοῦσι δήμου μεῖζον, ὄντες οὐδένες·
701οἱ δ’ εἰσὶν αὐτῶν μυρίῳ σοφώτεροι,
702εἰ τόλμα προσγένοιτο βούλησίς θ’ ἅμα.
703ὡς καὶ σὺ σός τ’ ἀδελφὸς ἐξωγκωμένοι
704Τροίᾳ κάθησθε τῇ τ’ ἐκεῖ στρατηγίᾳ,
705μόχθοισιν ἄλλων καὶ πόνοις ἐπηρμένοι.
706δείξω δ’ ἐγώ σοι μὴ τὸν Ἰδαῖον Πάριν
707ἥσσω νομίζειν Πηλέως ἐχθρόν ποτε,
708εἰ μὴ φθερῇ τῆσδ’ ὡς τάχιστ’ ἀπὸ στέγης
709καὶ παῖς ἄτεκνος, ἣν ὅ γ’ ἐξ ἡμῶν γεγὼς
710ἐλᾷ δι’ οἴκων τῶνδ’ ἐπισπάσας κόμης·
711ἣ στερρὸς οὖσα μόσχος οὐκ ἀνέξεται
712τίκτοντας ἄλλους, οὐκ ἔχουσ’ αὐτὴ τέκνα.
713ἀλλ’, εἰ τὸ κείνης δυστυχεῖ παίδων πέρι,
714ἄπαιδας ἡμᾶς δεῖ καταστῆναι τέκνων;
715φθείρεσθε τῆσδε, δμῶες, ὡς ἂν ἐκμάθω
716εἴ τίς με λύειν τῆσδε κωλύσει χέρας.
717ἔπαιρε σαυτήν· ὡς ἐγὼ καίπερ τρέμων
718πλεκτὰς ἱμάντων στροφίδας ἐξανήσομαι.
719ὧδ’, ὦ κάκιστε, τῆσδ’ ἐλυμήνω χέρας;
720βοῦν ἢ λέοντ’ ἤλπιζες ἐντείνειν βρόχοις;
721ἢ μὴ ξίφος λαβοῦσ’ ἀμυνάθοιτό σε
722ἔδεισας; ἕρπε δεῦρ’ ὑπ’ ἀγκάλας, βρέφος,
723ξύλλυε μητρὸς δεσμόν· ἐν Φθίᾳ σ’ ἐγὼ
724θρέψω μέγαν τοῖσδ’ ἐχθρόν. εἰ δ’ ἀπῆν δορὸς
725τοῖς Σπαρτιάταις δόξα καὶ μάχης ἀγών,
726τἄλλ’ ὄντες ἴστε μηδενὸς βελτίονες.
Χορός
727ἀνειμένον τι χρῆμα πρεσβυτῶν γένος
728καὶ δυσφύλακτον ὀξυθυμίας ὕπο.
Μενέλαος
729ἄγαν προνωπὴς εἰς τὸ λοιδορεῖν φέρῃ·
730ἐγὼ δὲ πρὸς βίαν μὲν εἰς Φθίαν μολὼν
731οὔτ’ οὖν τι δράσω φλαῦρον οὔτε πείσομαι.
732καὶ νῦν μέν—οὐ γὰρ ἄφθονον σχολὴν ἔχω—
733ἄπειμ’ ἐς οἴκους· ἔστι γάρ τις οὐ πρόσω
734Σπάρτης πόλις τις, ἣ πρὸ τοῦ μὲν ἦν φίλη,
735νῦν δ’ ἐχθρὰ ποιεῖ· τήνδ’ ἐπεξελθεῖν θέλω
736στρατηλατήσας χὑποχείριον λαβεῖν.
737ὅταν δὲ τἀκεῖ θῶ κατὰ γνώμην ἐμήν,
738ἥξω· παρὼν δὲ πρὸς παρόντας ἐμφανῶς
739γαμβροὺς διδάξω καὶ διδάξομαι λόγους.
740κἂν μὲν κολάζῃ τήνδε καὶ τὸ λοιπὸν ᾖ
741σώφρων καθ’ ἡμᾶς, σώφρον’ ἀντιλήψεται·
742θυμούμενος δὲ τεύξεται θυμουμένων,
743ἔργοισι δ’ ἔργα διάδοχ’ ἀντιλήψεται.
744τοὺς σοὺς δὲ μύθους ῥᾳδίως ἐγὼ φέρω·
745σκιὰ γὰρ ἀντίστοιχος ὣς φωνὴν ἔχεις,
746ἀδύνατος, οὐδὲν ἄλλο πλὴν λέγειν μόνον.
Πηλεύς
747ἡγοῦ, τέκνον μοι, δεῦρ’ ὑπ’ ἀγκάλαις σταθείς,
748σύ τ’, ὦ τάλαινα· χείματος γὰρ ἀγρίου
749τυχοῦσα λιμένας ἦλθες εἰς εὐηνέμους.
Ἀνδρομάχη
750ὦ πρέσβυ, θεοί σοι δοῖεν εὖ καὶ τοῖσι σοῖς,
751σῴσαντι παῖδα κἀμὲ τὴν δυσδαίμονα.
752ὅρα δὲ μὴ νῷν εἰς ἐρημίαν ὁδοῦ
753πτήξαντες οἵδε πρὸς βίαν ἄγωσί με,
754γέροντα μὲν σ’ ὁρῶντες, ἀσθενῆ δ’ ἐμὲ
755καὶ παῖδα τόνδε νήπιον· σκόπει τάδε,
756μὴ νῦν φυγόντες εἶθ’ ἁλῶμεν ὕστερον.
Πηλεύς
757οὐ μὴ γυναικῶν δειλὸν εἰσοίσεις λόγον·
758χώρει· τίς ὑμῶν ἅψεται; κλαίων ἄρα
759ψαύσει. θεῶν γὰρ οὕνεχ’ ἱππικοῦ τ’ ὄχλου
760πολλῶν θ’ ὁπλιτῶν ἄρχομεν Φθίαν κάτα·
761ἡμεῖς δ’ ἔτ’ ὀρθοὶ κοὐ γέροντες, ὡς δοκεῖς,
762ἀλλ’ εἴς γε τοιόνδ’ ἄνδρ’ ἀποβλέψας μόνον
763τροπαῖον αὐτοῦ στήσομαι, πρέσβυς περ ὤν.
764πολλῶν νέων γὰρ κἂν γέρων εὔψυχος ᾖ
765κρείσσων· τί γὰρ δεῖ δειλὸν ὄντ’ εὐσωματεῖν;
Choral 8
Strophe 1
Χορός
766μὴ γενοίμαν ἢ πατέρων ἀγαθῶν
767εἴην πολυκτήτων τε δόμων μέτοχος.
770εἴ τι γὰρ πάσχοι τις ἀμήχανον, ἀλκᾶς
771οὐ σπάνις εὐγενέταις,
772κηρυσσομένοισι δ’ ἀπ’ ἐσθλῶν δωμάτων
773τιμὰ καὶ κλέος· οὔτοι λείψανα τῶν ἀγαθῶν
775ἀνδρῶν ἀφαιρεῖται χρόνος· ἁ δ’ ἀρετὰ
776καὶ θανοῦσι λάμπει.
Antistrophe 2
Χορός
778κρεῖσσον δὲ νίκαν μὴ κακόδοξον ἔχειν
780ἢ ξὺν φθόνῳ σφάλλειν δυνάμει τε δίκαν.
781ἡδὺ μὲν γὰρ αὐτίκα τοῦτο βροτοῖσιν,
782ἐν δὲ χρόνῳ τελέθει
784ξηρὸν καὶ ὀνείδεσιν ἔγκειται δόμων.
785ταύταν ᾔνεσα ταύταν καὶ φέρομαι βιοτάν,
787μηδὲν δίκας ἔξω κράτος ἐν θαλάμοις
788καὶ πόλει δύνασθαι.
Epode 3
Χορός
789ὦ γέρον Αἰακίδα,
790πείθομαι καὶ σὺν Λαπίθαισί σε Κενταύ-
791ρων ὁμιλῆσαι δορὶ
792κλεινοτάτῳ· καὶ ἐπ’ Ἀργῴου δορὸς ἄξενον ὑγρὰν
794ἐκπερᾶσαι ποντιᾶν Ξυμπληγάδων
795κλεινὰν ἐπὶ ναυστολίαν,
796Ἰλιάδα τε πόλιν ὅτε πάρος
798εὐδόκιμον ὁ Διὸς ἶνις ἀμφέβαλε φόνῳ,
800κοινὰν τὰν εὔκλειαν ἔχοντ’
801Εὐρώπαν ἀφικέσθαι.
Episode 9
Τροφός
802ὦ φίλταται γυναῖκες, ὡς κακὸν κακῷ
803διάδοχον ἐν τῇδ’ ἡμέρᾳ πορσύνεται.
804δέσποινα γὰρ κατ’ οἶκον, Ἑρμιόνην λέγω,
805πατρός τ’ ἐρημωθεῖσα συννοίᾳ θ’ ἅμα,
806οἷον δέδρακεν ἔργον Ἀνδρομάχην κτανεῖν
807καὶ παῖδα βουλεύσασα, κατθανεῖν θέλει,
808πόσιν τρέμουσα, μὴ ἀντὶ τῶν δεδραμένων
809ἐκ τῶνδ’ ἀτίμως δωμάτων ἀποσταλῇ,
810ἢ κατθάνῃ κτείνουσα τοὺς οὐ χρὴ κτανεῖν.
811μόλις δέ νιν θέλουσαν ἀρτῆσαι δέρην
812εἴργουσι φύλακες δμῶες ἔκ τε δεξιᾶς
813ξίφη καθαρπάζουσιν ἐξαιρούμενοι.
814οὕτω μεταλγεῖ καὶ τὰ πρὶν δεδραμένα
815ἔγνωκε πράξασ’ οὐ καλῶς. ἐγὼ μὲν οὖν
816δέσποιναν εἴργουσ’ ἀγχόνης κάμνω, φίλαι·
817ὑμεῖς δὲ βᾶσαι τῶνδε δωμάτων ἔσω
818θανάτου νιν ἐκλύσασθε· τῶν γὰρ ἠθάδων
819φίλων νέοι μολόντες εὐπιθέστεροι.
Χορός
820καὶ μὴν ἐν οἴκοις προσπόλων ἀκούομεν
821βοὴν ἐφ’ οἷσιν ἦλθες ἀγγέλλουσα σύ.
822δείξειν δ’ ἔοικεν ἡ τάλαιν’ ὅσον στένει
823πράξασα δεινά· δωμάτων γὰρ ἐκπερᾷ
824φεύγουσα χεῖρας προσπόλων πόθῳ θανεῖν.
Strophe 1
Ἑρμιόνη
825ἰώ μοί μοι·
826σπάραγμα κόμας ὀνύχων τε δάι’ ἀ-
827μύγματα θήσομαι.
Τροφός
828ὦ παῖ, τί δράσεις; σῶμα σὸν καταικιῇ;
Antistrophe 1
Ἑρμιόνη
829αἰαῖ αἰαῖ·
830ἔρρ’ αἰθέριον πλοκάμων ἐμῶν ἄπο,
831λεπτόμιτον φάρος.
Τροφός
832τέκνον, κάλυπτε στέρνα, σύνδησαι πέπλους.
Strophe 2
Ἑρμιόνη
833τί δέ με δεῖ στέρνα
834καλύπτειν πέπλοις; δῆλα καὶ
835ἀμφιφανῆ καὶ ἄκρυπτα δε-
835aδράκαμεν πόσιν.
Τροφός
836ἀλγεῖς, φόνον ῥάψασα συγγάμῳ σέθεν;
Antistrophe 2
Ἑρμιόνη
837κατὰ μὲν οὖν στένω
838δαΐας τόλμας, ἂν ἔρεξ’·
839ὦ κατάρατος ἐγὼ κατά-
839aρατος ἀνθρώποις.
Τροφός
840συγγνώσεταί σοι τήνδ’ ἁμαρτίαν πόσις.
Lyric 5
Ἑρμιόνη
841τί μοι ξίφος
842ἐκ χερὸς ἠγρεύσω;
843ἀπόδος, ὦ φίλα, ’πόδος, ἵν’ ἀνταίαν
844ἐρείσω πλαγάν· τί με βρόχων εἴργεις;
Τροφός
845ἀλλ’ εἴ σ’ ἀφείην μὴ φρονοῦσαν, ὡς θάνῃς;
Lyric 6
Ἑρμιόνη
846οἴμοι πότμου.
847ποῦ μοι πυρὸς φίλα φλόξ;
848ποῦ δ’ εἰς πέτρας ἀερθῶ,
849ἢ κατὰ πόντον ἢ καθ’ ὕλαν ὀρέων,
850ἵνα θανοῦσα νερτέροισιν μέλω;
Τροφός
851τί ταῦτα μοχθεῖς; συμφοραὶ θεήλατοι
852πᾶσιν βροτοῖσιν ἢ τότ’ ἦλθον ἢ τότε.
Lyric 7
Ἑρμιόνη
854ἔλιπες ἔλιπες, ὦ πάτερ, ἐπακτίαν
855ὡσεὶ μονάδ’ ἔρημον οὖσαν ἐνάλου κώπας.
856—ὀλεῖ ὀλεῖ με· τᾷδ’ οὐκέτ’ ἐνοικήσω
858νυμφιδίῳ στέγᾳ.
859τίνος ἀγαλμάτων ἱκέτις ὁρμαθῶ;
860ἢ δούλα δούλας γόνασι προσπέσω;
861Φθιάδος ἐκ γᾶς
862κυανόπτερος ὄρνις εἴθ’ εἴην,
863ἢ πευκᾶεν
864σκάφος, ἃ διὰ Κυανέας ἐπέρασεν ἀκτὰς
865πρωτόπλοος πλάτα.
Τροφός
866ὦ παῖ, τὸ λίαν οὔτ’ ἐκεῖν’ ἐπῄνεσα,
867ὅτ’ εἰς γυναῖκα Τρῳάδ’ ἐξημάρτανες,
868οὔτ’ αὖ τὸ νῦν σου δεῖμ’ ὃ δειμαίνεις ἄγαν.
869οὐχ ὧδε κῆδος σὸν διώσεται πόσις
870φαύλοις γυναικὸς βαρβάρου πεισθεὶς λόγοις.
871οὐ γάρ τί σ’ αἰχμάλωτον ἐκ Τροίας ἔχει,
872ἀλλ’ ἀνδρὸς ἐσθλοῦ παῖδα σὺν πολλοῖς λαβὼν
873ἕδνοισι, πόλεώς τ’ οὐ μέσως εὐδαίμονος.
874πατὴρ δέ σ’ οὐχ ὧδ’ ὡς σὺ δειμαίνεις, τέκνον,
875προδοὺς ἐάσει δωμάτων τῶνδ’ ἐκπεσεῖν.
876ἀλλ’ εἴσιθ’ εἴσω μηδὲ φαντάζου δόμων
877πάροιθε τῶνδε, μή τιν’ αἰσχύνην λάβῃς,
878πρόσθεν μελάθρων τῶνδ’ ὁρωμένη, τέκνον.
Χορός
879καὶ μὴν ὅδ’ ἀλλόχρως τις ἔκδημος ξένος
880σπουδῇ πρὸς ἡμᾶς βημάτων πορεύεται.
Ὀρέστης
881ξέναι γυναῖκες, ἦ τάδ’ ἔστ’ Ἀχιλλέως
882παιδὸς μέλαθρα καὶ τυραννικαὶ στέγαι;
Χορός
883ἔγνως· ἀτὰρ δὴ τίς σὺ πυνθάνῃ τάδε;
Ὀρέστης
884Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τόκος,
885ὄνομα δ’ Ὀρέστης· ἔρχομαι δὲ πρὸς Διὸς
886μαντεῖα Δωδωναῖ’. ἐπεὶ δ’ ἀφικόμην
887Φθίαν, δοκεῖ μοι ξυγγενοῦς μαθεῖν πέρι
888γυναικός, εἰ ζῇ κεὐτυχοῦσα τυγχάνει
889ἡ Σπαρτιᾶτις Ἑρμιόνη· τηλουρὰ γὰρ
890ναίουσ’ ἀφ’ ἡμῶν πεδί’ ὅμως ἐστὶν φίλη.
Ἑρμιόνη
891ὦ ναυτίλοισι χείματος λιμὴν φανεὶς
892Ἀγαμέμνονος παῖ, πρός σε τῶνδε γουνάτων,
893οἴκτιρον ἡμᾶς ὧν ἐπισκοπεῖς τύχας,
894πράσσοντας οὐκ εὖ. στεμμάτων δ’ οὐχ ἥσσονας
895σοῖς προστίθημι γόνασιν ὠλένας ἐμάς.
Ὀρέστης
896ἔα·
896aτί χρῆμα; μῶν ἐσφάλμεθ’ ἢ σαφῶς ὁρῶ
897δόμων ἄνασσαν τήνδε Μενέλεω κόρην;
Ἑρμιόνη
898ἥνπερ μόνην γε Τυνδαρὶς τίκτει γυνὴ
899Ἑλένη κατ’ οἴκους πατρί· μηδὲν ἀγνόει.
Ὀρέστης
900ὦ Φοῖβ’ ἀκέστορ, πημάτων δοίης λύσιν.
901τί χρῆμα; πρὸς θεῶν ἢ βροτῶν πάσχεις κακά;
Ἑρμιόνη
902τὰ μὲν πρὸς ἡμῶν, τὰ δὲ πρὸς ἀνδρὸς ὅς μ’ ἔχει,
903τὰ δ’ ἐκ θεῶν του· πανταχῇ δ’ ὀλώλαμεν.
Ὀρέστης
904τίς οὖν ἂν εἴη μὴ πεφυκότων γέ πω
905παίδων γυναικὶ συμφορὰ πλὴν εἰς λέχος;
Ἑρμιόνη
906τοῦτ’ αὐτὸ καὶ νοσοῦμεν· εὖ μ’ ὑπηγάγου.
Ὀρέστης
907ἄλλην τιν’ εὐνὴν ἀντὶ σοῦ στέργει πόσις;
Ἑρμιόνη
908τὴν αἰχμάλωτον Ἕκτορος ξυνευνέτιν.
Ὀρέστης
909κακόν γ’ ἔλεξας, ἄνδρα δίσσ’ ἔχειν λέχη.
Ἑρμιόνη
910τοιαῦτα ταῦτα. κᾆτ’ ἔγωγ’ ἠμυνάμην.
Ὀρέστης
911μῶν εἰς γυναῖκ’ ἔρραψας οἷα δὴ γυνή;
Ἑρμιόνη
912φόνον γ’ ἐκείνῃ καὶ τέκνῳ νοθαγενεῖ.
Ὀρέστης
913κἄκτεινας, ἤ τις συμφορά σ’ ἀφείλετο;
Ἑρμιόνη
914γέρων γε Πηλεύς, τοὺς κακίονας σέβων.
Ὀρέστης
915σοὶ δ’ ἦν τις ὅστις τοῦδ’ ἐκοινώνει φόνου;
Ἑρμιόνη
916πατήρ γ’ ἐπ’ αὐτὸ τοῦτ’ ἀπὸ Σπάρτης μολών.
Ὀρέστης
917κἄπειτα τοῦ γέροντος ἡσσήθη χερί;
Ἑρμιόνη
918αἰδοῖ γε· καί μ’ ἔρημον οἴχεται λιπών.
Ὀρέστης
919συνῆκα· ταρβεῖς τοῖς δεδραμένοις πόσιν.
Ἑρμιόνη
920ἔγνως· ὀλεῖ γάρ μ’ ἐνδίκως. τί δεῖ λέγειν;
921ἀλλ’ ἄντομαί σε Δία καλοῦσ’ ὁμόγνιον,
922πέμψον με χώρας τῆσδ’ ὅποι προσωτάτω
923ἢ πρὸς πατρῷον μέλαθρον· ὡς δοκοῦσί γε
924δόμοι τ’ ἐλαύνειν φθέγμ’ ἔχοντες οἵδε με,
925μισεῖ τε γαῖα Φθιάς. εἰ δ’ ἥξει πάρος
926Φοίβου λιπὼν μαντεῖον εἰς δόμους πόσις,
927κτενεῖ μ’ ἐπ’ αἰσχίστοισιν· ἢ δουλεύσομεν
928νόθοισι λέκτροις ὧν ἐδέσποζον πρὸ τοῦ.
929πῶς οὖν τάδ’, ὡς εἴποι τις, ἐξημάρτανες;
930κακῶν γυναικῶν εἴσοδοί μ’ ἀπώλεσαν,
931αἵ μοι λέγουσαι τούσδ’ ἐχαύνωσαν λόγους·
932Σὺ τὴν κακίστην αἰχμάλωτον ἐν δόμοις
933δούλην ἀνέξῃ σοὶ λέχους κοινουμένην;
934μὰ τὴν ἄνασσαν, οὐκ ἂν ἔν γ’ ἐμοῖς δόμοις
935βλέπουσ’ ἂν αὐγὰς τἄμ’ ἐκαρποῦτ’ ἂν λέχη.
936κἀγὼ κλύουσα τούσδε Σειρήνων λόγους,
937σοφῶν πανούργων ποικίλων λαλημάτων,
938ἐξηνεμώθην μωρίᾳ. τί γάρ μ’ ἐχρῆν
939πόσιν φυλάσσειν, ᾗ παρῆν ὅσων ἔδει;
940πολὺς μὲν ὄλβος· δωμάτων δ’ ἠνάσσομεν·
941παῖδας δ’ ἐγὼ μὲν γνησίους ἔτικτον ἄν,
942ἡ δ’ ἡμιδούλους τοῖς ἐμοῖς νοθαγενεῖς.
943ἀλλ’ οὔποτ’ οὔποτ’—οὐ γὰρ εἰσάπαξ ἐρῶ—
944χρὴ τούς γε νοῦν ἔχοντας, οἷς ἔστιν γυνή,
945πρὸς τὴν ἐν οἴκοις ἄλοχον ἐσφοιτᾶν ἐᾶν
946γυναῖκας· αὗται γὰρ διδάσκαλοι κακῶν·
947ἣ μέν τι κερδαίνουσα συμφθείρει λέχος,
948ἣ δ’ ἀμπλακοῦσα συννοσεῖν αὑτῇ θέλει,
949πολλαὶ δὲ μαργότητι κἀντεῦθεν δόμοι
950νοσοῦσιν ἀνδρῶν.…
951…
The complete text is available when the reading interface loads.