Ἑκάβη
Author namesEuripide · Euripides · Ευριπιδης
- Scientific editors
- Gilbert Murray
- Edition reference
- Euripidis Fabulae · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg007.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 1
Πολυδώρου εἴδωλον
1Ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας
2λιπών, ἵνʼ Ἅιδης χωρὶς ᾤκισται θεῶν,
3Πολύδωρος, Ἑκάβης παῖς γεγὼς τῆς Κισσέως
4Πριάμου τε πατρός, ὅς μʼ, ἐπεὶ Φρυγῶν πόλιν
5κίνδυνος ἔσχε δορὶ πεσεῖν Ἑλληνικῷ,
6δείσας ὑπεξέπεμψε Τρωικῆς χθονὸς
7Πολυμήστορος πρὸς δῶμα Θρῃκίου ξένου,
8ὃς τήνδʼ ἀρίστην Χερσονησίαν πλάκα
9σπείρει, φίλιππον λαὸν εὐθύνων δορί.
10πολὺν δὲ σὺν ἐμοὶ χρυσὸν ἐκπέμπει λάθρᾳ
11πατήρ, ἵνʼ, εἴ ποτʼ Ἰλίου τείχη πέσοι,
12τοῖς ζῶσιν εἴη παισὶ μὴ σπάνις βίου.
13νεώτατος δʼ ἦ Πριαμιδῶν, ὃ καί με γῆς
14ὑπεξέπεμψεν· οὔτε γὰρ φέρειν ὅπλα
15οὔτʼ ἔγχος οἷός τʼ ἦ νέῳ βραχίονι.
16ἕως μὲν οὖν γῆς ὄρθʼ ἔκειθʼ ὁρίσματα
17πύργοι τʼ ἄθραυστοι Τρωικῆς ἦσαν χθονὸς
18Ἕκτωρ τʼ ἀδελφὸς οὑμὸς εὐτύχει δορί,
19καλῶς παρʼ ἀνδρὶ Θρῃκὶ πατρῴῳ ξένῳ
20τροφαῖσιν ὥς τις πτόρθος ηὐξόμην, τάλας·
21ἐπεὶ δὲ Τροία θʼ Ἕκτορός τʼ ἀπόλλυται
22ψυχή, πατρῴα θʼ ἑστία κατεσκάφη,
23αὐτὸς δὲ βωμῷ πρὸς θεοδμήτῳ πίτνει
24σφαγεὶς Ἀχιλλέως παιδὸς ἐκ μιαιφόνου,
25κτείνει με χρυσοῦ τὸν ταλαίπωρον χάριν
26ξένος πατρῷος καὶ κτανὼν ἐς οἶδμʼ ἁλὸς
27μεθῆχʼ, ἵνʼ αὐτὸς χρυσὸν ἐν δόμοις ἔχῃ.
28κεῖμαι δʼ ἐπʼ ἀκταῖς, ἄλλοτʼ ἐν πόντου σάλῳ,
29πολλοῖς διαύλοις κυμάτων φορούμενος,
30ἄκλαυτος ἄταφος· νῦν δʼ ὑπὲρ μητρὸς φίλης
31Ἑκάβης ἀίσσω, σῶμʼ ἐρημώσας ἐμόν,
32τριταῖον ἤδη φέγγος αἰωρούμενος,
33ὅσονπερ ἐν γῇ τῇδε Χερσονησίᾳ
34μήτηρ ἐμὴ δύστηνος ἐκ Τροίας πάρα.
35πάντες δʼ Ἀχαιοὶ ναῦς ἔχοντες ἥσυχοι
36θάσσουσʼ ἐπʼ ἀκταῖς τῆσδε Θρῃκίας χθονός·
37ὁ Πηλέως γὰρ παῖς ὑπὲρ τύμβου φανεὶς
38κατέσχʼ Ἀχιλλεὺς πᾶν στράτευμʼ Ἑλληνικόν,
39πρὸς οἶκον εὐθύνοντας ἐναλίαν πλάτην·
40αἰτεῖ δʼ ἀδελφὴν τὴν ἐμὴν Πολυξένην
41τύμβῳ φίλον πρόσφαγμα καὶ γέρας λαβεῖν.
42καὶ τεύξεται τοῦδʼ, οὐδʼ ἀδώρητος φίλων
43ἔσται πρὸς ἀνδρῶν· ἡ πεπρωμένη δʼ ἄγει
44θανεῖν ἀδελφὴν τῷδʼ ἐμὴν ἐν ἤματι.
45δυοῖν δὲ παίδοιν δύο νεκρὼ κατόψεται
46μήτηρ, ἐμοῦ τε τῆς τε δυστήνου κόρης.
47φανήσομαι γάρ, ὡς τάφου τλήμων τύχω,
48δούλης ποδῶν πάροιθεν ἐν κλυδωνίῳ.
49τοὺς γὰρ κάτω σθένοντας ἐξῃτησάμην
50τύμβου κυρῆσαι κἀς χέρας μητρὸς πεσεῖν.
51τοὐμὸν μὲν οὖν ὅσονπερ ἤθελον τυχεῖν
52ἔσται· γεραιᾷ δʼ ἐκποδὼν χωρήσομαι
53Ἑκάβῃ· περᾷ γὰρ ἥδʼ ὑπὸ σκηνῆς πόδα
54Ἀγαμέμνονος, φάντασμα δειμαίνουσʼ ἐμόν.
54bφεῦ·
55ὦ μῆτερ ἥτις ἐκ τυραννικῶν δόμων
56δούλειον ἦμαρ εἶδες, ὡς πράσσεις κακῶς
57ὅσονπερ εὖ ποτʼ· ἀντισηκώσας δέ σε
58φθείρει θεῶν τις τῆς πάροιθʼ εὐπραξίας.
Choral 2
Anapests 1
Ἑκάβη
59ἄγετʼ, ὦ παῖδες, τὴν γραῦν πρὸ δόμων,
60ἄγετʼ ὀρθοῦσαι τὴν ὁμόδουλον,
61Τρῳάδες, ὑμῖν, πρόσθε δʼ ἄνασσαν·
62λάβετε φέρετε πέμπετʼ ἀείρετέ μου
63γεραιᾶς χειρὸς προσλαζύμεναι·
65κἀγὼ σκολιῷ σκίπωνι χερὸς
66διερειδομένα σπεύσω βραδύπουν
67ἤλυσιν ἄρθρων προτιθεῖσα.
68ὦ στεροπὰ Διός, ὦ σκοτία νύξ,
69τί ποτʼ αἴρομαι ἔννυχος οὕτω
70δείμασι, φάσμασιν; ὦ πότνια Χθών,
71μελανοπτερύγων μῆτερ ὀνείρων,
72ἀποπέμπομαι ἔννυχον ὄψιν,
73ἣν περὶ παιδὸς ἐμοῦ τοῦ σῳζομένου κατὰ Θρῄκην
75ἀμφὶ Πολυξείνης τε φίλης θυγατρὸς διʼ ὀνείρων
76εἶδον γὰρ φοβερὰν ὄψιν ἔμαθον ἐδάην.
77ὦ χθόνιοι θεοί, σώσατε παῖδʼ ἐμόν,
80ὃς μόνος οἴκων ἄγκυρʼ ἔτʼ ἐμῶν
81τὴν χιονώδη Θρῄκην κατέχει
82ξείνου πατρίου φυλακαῖσιν.
83ἔσται τι νέον·
84ἥξει τι μέλος γοερὸν γοεραῖς.
85οὔποτʼ ἐμὰ φρὴν ὧδʼ ἀλίαστος
86φρίσσει, ταρβεῖ.
87ποῦ ποτε θείαν Ἑλένου ψυχὰν
88καὶ Κασάνδραν ἐσίδω, Τρῳάδες,
89ὥς μοι κρίνωσιν ὀνείρους;
90εἶδον γὰρ βαλιὰν ἔλαφον λύκου αἵμονι χαλᾷ
91σφαζομέναν, ἀπʼ ἐμῶν γονάτων σπασθεῖσαν ἀνοίκτως.
92καὶ τόδε δεῖμά μοι· ἦλθʼ ὑπὲρ ἄκρας
93τύμβου κορυφᾶς
94φάντασμʼ Ἀχιλέως· ᾔτει δὲ γέρας
95τῶν πολυμόχθων τινὰ Τρωιάδων.
96ἀπʼ ἐμᾶς ἀπʼ ἐμᾶς οὖν τόδε παιδὸς
97πέμψατε, δαίμονες, ἱκετεύω.
Anapests 2
Χορός
98Ἑκάβη, σπουδῇ πρός σʼ ἐλιάσθην
99τὰς δεσποσύνους σκηνὰς προλιποῦσʼ,
100ἵνʼ ἐκληρώθην καὶ προσετάχθην
101δούλη, πόλεως ἀπελαυνομένη
102τῆς Ἰλιάδος, λόγχης αἰχμῇ
103δοριθήρατος πρὸς Ἀχαιῶν,
104οὐδὲν παθέων ἀποκουφίζουσʼ,
105ἀλλʼ ἀγγελίας βάρος ἀραμένη
106μέγα σοί τε, γύναι, κῆρυξ ἀχέων.
107ἐν γὰρ Ἀχαιῶν πλήρει ξυνόδῳ
108λέγεται δόξαι σὴν παῖδʼ Ἀχιλεῖ
109σφάγιον θέσθαι· τύμβου δʼ ἐπιβὰς
110οἶσθʼ ὅτε χρυσέοις ἐφάνη σὺν ὅπλοις,
111τὰς ποντοπόρους δʼ ἔσχε σχεδίας
112λαίφη προτόνοις ἐπερειδομένας,
113τάδε θωΰσσων·
114Ποῖ δή, Δαναοί, τὸν ἐμὸν τύμβον
115στέλλεσθʼ ἀγέραστον ἀφέντες;
116πολλῆς δʼ ἔριδος συνέπαισε κλύδων,
117δόξα δʼ ἐχώρει δίχʼ ἀνʼ Ἑλλήνων
118στρατὸν αἰχμητήν, τοῖς μὲν διδόναι
119τύμβῳ σφάγιον, τοῖς δʼ οὐχὶ δοκοῦν.
120ἦν δʼ ὁ τὸ μὲν σὸν σπεύδων ἀγαθὸν
121τῆς μαντιπόλου Βάκχης ἀνέχων
122λέκτρʼ Ἀγαμέμνων·
123τὼ Θησείδα δʼ, ὄζω Ἀθηνῶν,
124δισσῶν μύθων ῥήτορες ἦσαν·
125γνώμῃ δὲ μιᾷ συνεχωρείτην,
126τὸν Ἀχίλλειον τύμβον στεφανοῦν
127αἵματι χλωρῷ, τὰ δὲ Κασάνδρας
128λέκτρʼ οὐκ ἐφάτην τῆς Ἀχιλείας
129πρόσθεν θήσειν ποτὲ λόγχης.
130σπουδαὶ δὲ λόγων κατατεινομένων
131ἦσαν ἴσαι πως, πρὶν ὁ ποικιλόφρων
132κόπις ἡδυλόγος δημοχαριστὴς
133Λαερτιάδης πείθει στρατιὰν
134μὴ τὸν ἄριστον Δαναῶν πάντων
135δούλων σφαγίων εἵνεκʼ ἀπωθεῖν,
136μηδέ τινʼ εἰπεῖν παρὰ Φερσεφόνῃ
137στάντα φθιμένων
138ὡς ἀχάριστοι Δαναοὶ Δαναοῖς
139τοῖς οἰχομένοις ὑπὲρ Ἑλλήνων
140Τροίας πεδίων ἀπέβησαν.
141ἥξει δʼ Ὀδυσεὺς ὅσον οὐκ ἤδη,
142πῶλον ἀφέλξων σῶν ἀπὸ μαστῶν
143ἔκ τε γεραιᾶς χερὸς ὁρμήσων.
144ἀλλʼ ἴθι ναούς, ἴθι πρὸς βωμούς,
145ἵζʼ Ἀγαμέμνονος ἱκέτις γονάτων,
146κήρυσσε θεοὺς τούς τʼ οὐρανίδας
147τούς θʼ ὑπὸ γαῖαν.
148ἢ γάρ σε λιταὶ διακωλύσουσʼ
149ὀρφανὸν εἶναι παιδὸς μελέας,
150ἢ δεῖ σʼ ἐπιδεῖν τύμβου προπετῆ
151φοινισσομένην αἵματι παρθένον
152ἐκ χρυσοφόρου
153δειρῆς νασμῷ μελαναυγεῖ.
Strophe 3
Ἑκάβη
154οἲ ἐγὼ μελέα, τί ποτʼ ἀπύσω;
155ποίαν ἀχώ, ποῖον ὀδυρμόν,
156δειλαία δειλαίου γήρως,
157δουλείας τᾶς οὐ τλατᾶς,
158τᾶς οὐ φερτᾶς; οἴμοι.
159τίς ἀμύνει μοι; ποία γέννα,
160ποία δὲ πόλις; φροῦδος πρέσβυς,
161φροῦδοι παῖδες.
162ποίαν ἢ ταύταν ἢ κείναν
163στείχω; ποῖ δʼ ἥσω; ποῦ τις θεῶν
164ἢ δαιμόνων ἐπαρωγός;
165ὦ κάκʼ ἐνεγκοῦσαι,
166Τρῳάδες ὦ κάκʼ ἐνεγκοῦσαι
167πήματʼ, ἀπωλέσατʼ ὠλέσατʼ· οὐκέτι μοι βίος
168ἀγαστὸς ἐν φάει.
169ὦ τλάμων ἅγησαί μοι πούς,
170ἅγησαι τᾷ γηραιᾷ
171πρὸς τάνδʼ αὐλάν· ὦ τέκνον, ὦ παῖ,
172δυστανοτάτας ματέρος — ἔξελθʼ ἔξελθʼ
174οἴκων — ἄιε ματέρος αὐδάν.
175ὦ τέκνον ὡς εἰδῇς οἵαν οἵαν
176ἀίω φάμαν περὶ σᾶς ψυχᾶς.
Mesode 4
Πολυξένη
177ἰώ·
177aμᾶτερ μᾶτερ τί βοᾷς; τί νέον
178καρύξασʼ οἴκων μʼ ὥστʼ ὄρνιν
179θάμβει τῷδʼ ἐξέπταξας;
Ἑκάβη
180οἴμοι τέκνον.
Πολυξένη
181τί με δυσφημεῖς; φροίμιά μοι κακά.
Ἑκάβη
182αἰαῖ σᾶς ψυχᾶς.
Πολυξένη
183ἐξαύδα· μὴ κρύψῃς δαρόν.
184δειμαίνω δειμαίνω, μᾶτερ,
185τί ποτʼ ἀναστένεις
Ἑκάβη
186ὦ τέκνον τέκνον μελέας ματρὸς
Πολυξένη
187τί δὲ τόδʼ ἀγγελεῖς;
Ἑκάβη
188σφάξαι σʼ Ἀργείων κοινὰ
189συντείνει πρὸς τύμβον γνώμα
190Πηλείᾳ γέννᾳ.
Πολυξένη
191οἴμοι μᾶτερ, πῶς φθέγγῃ
192ἀμέγαρτα κακῶν; μάνυσόν μοι,
193μάνυσον, μᾶτερ.
Ἑκάβη
194αὐδῶ, παῖ, δυσφήμους φήμας·
195ἀγγέλλουσʼ Ἀργείων δόξαι
196ψήφῳ τᾶς σᾶς περί μοι ψυχᾶς.
Antistrophe 5
Πολυξένη
197ὦ δεινὰ παθοῦσʼ, ὦ παντλάμων,
198ὦ δυστάνου μᾶτερ βιοτᾶς
199οἵαν οἵαν αὖ σοι λώβαν
200ἐχθίσταν ἀρρήταν τʼ
201ὦρσέν τις δαίμων;
202οὐκέτι σοι παῖς ἅδʼ οὐκέτι δὴ
203γήρᾳ δειλαίῳ δειλαία
204συνδουλεύσω.
205σκύμνον γάρ μʼ ὥστʼ οὐριθρέπταν
206μόσχον δειλαία δειλαίαν
207ἐσόψῃ,
208χειρὸς ἀναρπαστὰν
209σᾶς ἄπο λαιμότομόν τʼ Ἀίδᾳ
210γᾶς ὑποπεμπομέναν σκότον, ἔνθα νεκρῶν μέτα
210aτάλαινα κείσομαι.
211καὶ σοῦ μέν, μᾶτερ, δυστάνου
212κλαίω πανδύρτοις θρήνοις,
213τὸν ἐμὸν δὲ βίον λώβαν λύμαν τʼ
214οὐ μετακλαίομαι, ἀλλὰ θανεῖν μοι
215ξυντυχία κρείσσων ἐκύρησεν.
Episode 3
Χορός
216καὶ μὴν Ὀδυσσεὺς ἔρχεται σπουδῇ ποδός,
217Ἑκάβη, νέον τι πρὸς σὲ σημανῶν ἔπος.
Ὀδυσσεύς
218γύναι, δοκῶ μέν σʼ εἰδέναι γνώμην στρατοῦ
219ψῆφόν τε τὴν κρανθεῖσαν· ἀλλʼ ὅμως φράσω.
220ἔδοξʼ Ἀχαιοῖς παῖδα σὴν Πολυξένην
221σφάξαι πρὸς ὀρθὸν χῶμʼ Ἀχιλλείου τάφου.
222ἡμᾶς δὲ πομποὺς καὶ κομιστῆρας κόρης
223τάσσουσιν εἶναι· θύματος δʼ ἐπιστάτης
224ἱερεύς τʼ ἐπέσται τοῦδε παῖς Ἀχιλλέως.
225οἶσθʼ οὖν ὃ δρᾶσον; μήτʼ ἀποσπασθῇς βίᾳ
226μήτʼ ἐς χερῶν ἅμιλλαν ἐξέλθῃς ἐμοί·
227γίγνωσκε δʼ ἀλκὴν καὶ παρουσίαν κακῶν
228τῶν σῶν. σοφόν τοι κἀν κακοῖς ἃ δεῖ φρονεῖν.
Ἑκάβη
229αἰαῖ· παρέστηχʼ, ὡς ἔοικʼ, ἀγὼν μέγας,
230πλήρης στεναγμῶν οὐδὲ δακρύων κενός.
231κἄγωγʼ ἄρʼ οὐκ ἔθνῃσκον οὗ μʼ ἐχρῆν θανεῖν,
232οὐδʼ ὤλεσέν με Ζεύς, τρέφει δʼ, ὅπως ὁρῶ
233κακῶν κάκʼ ἄλλα μείζονʼ ἡ τάλαινʼ ἐγώ.
234εἰ δʼ ἔστι τοῖς δούλοισι τοὺς ἐλευθέρους
235μὴ λυπρὰ μηδὲ καρδίας δηκτήρια
236ἐξιστορῆσαι, σοὶ μὲν εἰρῆσθαι χρεών,
237ἡμᾶς δʼ ἀκοῦσαι τοὺς ἐρωτῶντας τάδε.
Ὀδυσσεύς
238ἔξεστʼ, ἐρώτα· τοῦ χρόνου γὰρ οὐ φθονῶ.
Ἑκάβη
239οἶσθʼ ἡνίκʼ ἦλθες Ἰλίου κατάσκοπος,
240δυσχλαινίᾳ τʼ ἄμορφος, ὀμμάτων τʼ ἄπο
241φόνου σταλαγμοὶ σὴν κατέσταζον γένυν;
Ὀδυσσεύς
242οἶδʼ· οὐ γὰρ ἄκρας καρδίας ἔψαυσέ μου.
Ἑκάβη
243ἔγνω δέ σʼ Ἑλένη καὶ μόνῃ κατεῖπʼ ἐμοί;
Ὀδυσσεύς
244μεμνήμεθʼ ἐς κίνδυνον ἐλθόντες μέγαν.
Ἑκάβη
245ἥψω δὲ γονάτων τῶν ἐμῶν ταπεινὸς ὤν;
Ὀδυσσεύς
246ὥστʼ ἐνθανεῖν γε σοῖς πέπλοισι χεῖρʼ ἐμήν.
Ἑκάβη
247ἔσωσα δῆτά σʼ ἐξέπεμψά τε χθονός;
Ὀδυσσεύς
248ὥστʼ εἰσορᾶν γε φέγγος ἡλίου τόδε.
Ἑκάβη
249τί δῆτʼ ἔλεξας δοῦλος ὢν ἐμὸς τότε;
Ὀδυσσεύς
250πολλῶν λόγων εὑρήμαθʼ, ὥστε μὴ θανεῖν.
Ἑκάβη
251οὔκουν κακύνῃ τοῖσδε τοῖς βουλεύμασιν,
252ὃς ἐξ ἐμοῦ μὲν ἔπαθες οἷα φῂς παθεῖν,
253δρᾷς δʼ οὐδὲν ἡμᾶς εὖ, κακῶς δʼ ὅσον δύνῃ;
254ἀχάριστον ὑμῶν σπέρμʼ, ὅσοι δημηγόρους
255ζηλοῦτε τιμάς· μηδὲ γιγνώσκοισθέ μοι,
256οἳ τοὺς φίλους βλάπτοντες οὐ φροντίζετε,
257ἢν τοῖσι πολλοῖς πρὸς χάριν λέγητέ τι.
258ἀτὰρ τί δὴ σόφισμα τοῦθʼ ἡγούμενοι
259ἐς τήνδε παῖδα ψῆφον ὥρισαν φόνου;
260πότερα τὸ χρῆν σφʼ ἐπήγαγʼ ἀνθρωποσφαγεῖν
261πρὸς τύμβον, ἔνθα βουθυτεῖν μᾶλλον πρέπει;
262ἢ τοὺς κτανόντας ἀνταποκτεῖναι θέλων
263ἐς τήνδʼ Ἀχιλλεὺς ἐνδίκως τείνει φόνον;
264ἀλλʼ οὐδὲν αὐτὸν ἥδε γʼ εἴργασται κακόν.
265Ἑλένην νιν αἰτεῖν χρῆν τάφῳ προσφάγματα·
266κείνη γὰρ ὤλεσέν νιν ἐς Τροίαν τʼ ἄγει.
267εἰ δʼ αἰχμαλώτων χρή τινʼ ἔκκριτον θανεῖν
268κάλλει θʼ ὑπερφέρουσαν, οὐχ ἡμῶν τόδε·
269ἡ Τυνδαρὶς γὰρ εἶδος ἐκπρεπεστάτη,
270ἀδικοῦσά θʼ ἡμῶν οὐδὲν ἧσσον ηὑρέθη.
271τῷ μὲν δικαίῳ τόνδʼ ἁμιλλῶμαι λόγον·
272ἃ δʼ ἀντιδοῦναι δεῖ σʼ ἀπαιτούσης ἐμοῦ,
273ἄκουσον. ἥψω τῆς ἐμῆς, ὡς φῄς, χερὸς
274καὶ τῆσδε γραίας προσπίτνων παρηίδος·
275ἀνθάπτομαί σου τῶνδε τῶν αὐτῶν ἐγὼ
276χάριν τʼ ἀπαιτῶ τὴν τόθʼ ἱκετεύω τέ σε,
277μή μου τὸ τέκνον ἐκ χερῶν ἀποσπάσῃς,
278μηδὲ κτάνητε· τῶν τεθνηκότων ἅλις.
279ταύτῃ γέγηθα κἀπιλήθομαι κακῶν·
280ἥδʼ ἀντὶ πολλῶν ἐστί μοι παραψυχή,
281πόλις, τιθήνη, βάκτρον, ἡγεμὼν ὁδοῦ.
282οὐ τοὺς κρατοῦντας χρὴ κρατεῖν ἃ μὴ χρεών,
283οὐδʼ εὐτυχοῦντας εὖ δοκεῖν πράξειν ἀεί·
284κἀγὼ γὰρ ἦ ποτʼ, ἀλλὰ νῦν οὐκ εἴμʼ ἔτι,
285τὸν πάντα δʼ ὄλβον ἦμαρ ἕν μʼ ἀφείλετο.
286ἀλλʼ, ὦ φίλον γένειον, αἰδέσθητί με,
287οἴκτιρον· ἐλθὼν δʼ εἰς Ἀχαιικὸν στρατὸν
288παρηγόρησον, ὡς ἀποκτείνειν φθόνος
289γυναῖκας, ἃς τὸ πρῶτον οὐκ ἐκτείνατε
290βωμῶν ἀποσπάσαντες, ἀλλʼ ᾠκτίρατε.
291νόμος δʼ ἐν ὑμῖν τοῖς τʼ ἐλευθέροις ἴσος
292καὶ τοῖσι δούλοις αἵματος κεῖται πέρι.
293τὸ δʼ ἀξίωμα, κἂν κακῶς λέγῃ, τὸ σὸν
294πείσει· λόγος γὰρ ἔκ τʼ ἀδοξούντων ἰὼν
295κἀκ τῶν δοκούντων αὑτὸς οὐ ταὐτὸν σθένει.
Χορός
296οὐκ ἔστιν οὕτω στερρὸς ἀνθρώπου φύσις,
297ἥτις γόων σῶν καὶ μακρῶν ὀδυρμάτων
298κλύουσα θρήνους οὐκ ἂν ἐκβάλοι δάκρυ.
Ὀδυσσεύς
299Ἑκάβη, διδάσκου, μηδὲ τῷ θυμουμένῳ
300τὸν εὖ λέγοντα δυσμενῆ ποιοῦ φρενός.
301ἐγὼ τὸ μὲν σὸν σῶμʼ ὑφʼ οὗπερ εὐτύχουν
302σῴζειν ἕτοιμός εἰμι κοὐκ ἄλλως λέγω·
303ἃ δʼ εἶπον εἰς ἅπαντας οὐκ ἀρνήσομαι,
304Τροίας ἁλούσης ἀνδρὶ τῷ πρώτῳ στρατοῦ
305σὴν παῖδα δοῦναι σφάγιον ἐξαιτουμένῳ.
306ἐν τῷδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις,
307ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ
308μηδὲν φέρηται τῶν κακιόνων πλέον.
309ἡμῖν δʼ Ἀχιλλεὺς ἄξιος τιμῆς, γύναι,
310θανὼν ὑπὲρ γῆς Ἑλλάδος κάλλιστʼ ἀνήρ.
311οὔκουν τόδʼ αἰσχρόν, εἰ βλέποντι μὲν φίλῳ
312χρώμεσθʼ, ἐπεὶ δʼ ὄλωλε, μὴ χρώμεσθʼ ἔτι;
313εἶεν· τί δῆτʼ ἐρεῖ τις, ἤν τις αὖ φανῇ
314στρατοῦ τʼ ἄθροισις πολεμίων τʼ ἀγωνία;
315πότερα μαχούμεθʼ ἢ φιλοψυχήσομεν,
316τὸν κατθανόνθʼ ὁρῶντες οὐ τιμώμενον;
317καὶ μὴν ἔμοιγε ζῶντι μέν, καθʼ ἡμέραν
318κεἰ σμίκρʼ ἔχοιμι, πάντʼ ἂν ἀρκούντως ἔχοι·
319τύμβον δὲ βουλοίμην ἂν ἀξιούμενον
320τὸν ἐμὸν ὁρᾶσθαι· διὰ μακροῦ γὰρ ἡ χάρις.
321εἰ δʼ οἰκτρὰ πάσχειν φῄς, τάδʼ ἀντάκουέ μου·
322εἰσὶν παρʼ ἡμῖν οὐδὲν ἧσσον ἄθλιαι
323γραῖαι γυναῖκες ἠδὲ πρεσβῦται σέθεν,
324νύμφαι τʼ ἀρίστων νυμφίων τητώμεναι,
325ὧν ἥδε κεύθει σώματʼ Ἰδαία κόνις.
326τόλμα τάδʼ. ἡμεῖς δʼ, εἰ κακῶς νομίζομεν
327τιμᾶν τὸν ἐσθλόν, ἀμαθίαν ὀφλήσομεν·
328οἱ βάρβαροι δὲ μήτε τοὺς φίλους φίλους
329ἡγεῖσθε, μήτε τοὺς καλῶς τεθνηκότας
330θαυμάζεθʼ, ὡς ἂν ἡ μὲν Ἑλλὰς εὐτυχῇ,
331ὑμεῖς δʼ ἔχηθʼ ὅμοια τοῖς βουλεύμασιν.
Χορός
332αἰαῖ· τὸ δοῦλον ὡς κακὸν πέφυκʼ ἀεὶ
333τολμᾷ θʼ ἃ μὴ χρή, τῇ βίᾳ νικώμενον.
Ἑκάβη
334ὦ θύγατερ, οὑμοὶ μὲν λόγοι πρὸς αἰθέρα
335φροῦδοι μάτην ῥιφέντες ἀμφὶ σοῦ φόνου·
336σὺ δʼ, εἴ τι μείζω δύναμιν ἢ μήτηρ ἔχεις,
337σπούδαζε πάσας ὥστʼ ἀηδόνος στόμα
338φθογγὰς ἱεῖσα, μὴ στερηθῆναι βίου.
339πρόσπιπτε δʼ οἰκτρῶς τοῦδʼ Ὀδυσσέως γόνυ
340καὶ πεῖθʼ — ἔχεις δὲ πρόφασιν· ἔστι γὰρ τέκνα
341καὶ τῷδε — τὴν σὴν ὥστʼ ἐποικτῖραι τύχην.
Πολυξένη
342ὁρῶ σʼ, Ὀδυσσεῦ, δεξιὰν ὑφʼ εἵματος
343κρύπτοντα χεῖρα καὶ πρόσωπον ἔμπαλιν
344στρέφοντα, μή σου προσθίγω γενειάδος.
345θάρσει· πέφευγας τὸν ἐμὸν Ἱκέσιον Δία·
346ὡς ἕψομαί γε τοῦ τʼ ἀναγκαίου χάριν
347θανεῖν τε χρῄζουσʼ· εἰ δὲ μὴ βουλήσομαι,
348κακὴ φανοῦμαι καὶ φιλόψυχος γυνή.
349τί γάρ με δεῖ ζῆν; ᾗ πατὴρ μὲν ἦν ἄναξ
350Φρυγῶν ἁπάντων· τοῦτό μοι πρῶτον βίου·
351ἔπειτʼ ἐθρέφθην ἐλπίδων καλῶν ὕπο
352βασιλεῦσι νύμφη, ζῆλον οὐ σμικρὸν γάμων
353ἔχουσʼ, ὅτου δῶμʼ ἑστίαν τʼ ἀφίξομαι·
354δέσποινα δʼ ἡ δύστηνος Ἰδαίαισιν ἦ
355γυναιξὶ παρθένοις τʼ ἀπόβλεπτος μέτα,
356ἴση θεοῖσι πλὴν τὸ κατθανεῖν μόνον·
357νῦν δʼ εἰμὶ δούλη. πρῶτα μέν με τοὔνομα
358θανεῖν ἐρᾶν τίθησιν οὐκ εἰωθὸς ὄν·
359ἔπειτʼ ἴσως ἂν δεσποτῶν ὠμῶν φρένας
360τύχοιμʼ ἄν, ὅστις ἀργύρου μʼ ὠνήσεται,
361τὴν Ἕκτορός τε χἁτέρων πολλῶν κάσιν,
362προσθεὶς δʼ ἀνάγκην σιτοποιὸν ἐν δόμοις,
363σαίρειν τε δῶμα κερκίσιν τʼ ἐφεστάναι
364λυπρὰν ἄγουσαν ἡμέραν μʼ ἀναγκάσει·
365λέχη δὲ τἀμὰ δοῦλος ὠνητός ποθεν
366χρανεῖ, τυράννων πρόσθεν ἠξιωμένα.
367οὐ δῆτʼ· ἀφίημʼ ὀμμάτων ἐλευθέρων
368φέγγος τόδʼ, Ἅιδῃ προστιθεῖσʼ ἐμὸν δέμας.
369ἄγου μʼ, Ὀδυσσεῦ, καὶ διέργασαί μʼ ἄγων·
370οὔτʼ ἐλπίδος γὰρ οὔτε του δόξης ὁρῶ
371θάρσος παρʼ ἡμῖν ὥς ποτʼ εὖ πρᾶξαί με χρή.
372μῆτερ, σὺ δʼ ἡμῖν μηδὲν ἐμποδὼν γένῃ,
373λέγουσα μηδὲ δρῶσα· συμβούλου δέ μοι
374θανεῖν πρὶν αἰσχρῶν μὴ κατʼ ἀξίαν τυχεῖν.
375ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι κακῶν,
376φέρει μέν, ἀλγεῖ δʼ αὐχένʼ ἐντιθεὶς ζυγῷ·
377θανὼν δʼ ἂν εἴη μᾶλλον εὐτυχέστερος
378ἢ ζῶν· τὸ γὰρ ζῆν μὴ καλῶς μέγας πόνος.
Χορός
379δεινὸς χαρακτὴρ κἀπίσημος ἐν βροτοῖς
380ἐσθλῶν γενέσθαι, κἀπὶ μεῖζον ἔρχεται
381τῆς εὐγενείας ὄνομα τοῖσιν ἀξίοις.
Ἑκάβη
382καλῶς μὲν εἶπας, θύγατερ, ἀλλὰ τῷ καλῷ
383λύπη πρόσεστιν. εἰ δὲ δεῖ τῷ Πηλέως
384χάριν γενέσθαι παιδὶ καὶ ψόγον φυγεῖν
385ὑμᾶς, Ὀδυσσεῦ, τήνδε μὲν μὴ κτείνετε,
386ἡμᾶς δʼ ἄγοντες πρὸς πυρὰν Ἀχιλλέως
387κεντεῖτε, μὴ φείδεσθʼ· ἐγὼ ῎τεκον Πάριν,
388ὃς παῖδα Θέτιδος ὤλεσεν τόξοις βαλών.
Ὀδυσσεύς
389οὐ σʼ, ὦ γεραιά, κατθανεῖν Ἀχιλλέως
390φάντασμʼ Ἀχαιούς, ἀλλὰ τήνδʼ, ᾐτήσατο.
Ἑκάβη
391ὑμεῖς δέ μʼ ἀλλὰ θυγατρὶ συμφονεύσατε,
392καὶ δὶς τόσον πῶμʼ αἵματος γενήσεται
393γαίᾳ νεκρῷ τε τῷ τάδʼ ἐξαιτουμένῳ.
Ὀδυσσεύς
394ἅλις κόρης σῆς θάνατος, οὐ προσοιστέος
395ἄλλος πρὸς ἄλλῳ· μηδὲ τόνδʼ ὠφείλομεν.
Ἑκάβη
396πολλή γʼ ἀνάγκη θυγατρὶ συνθανεῖν ἐμέ.
Ὀδυσσεύς
397πῶς; οὐ γὰρ οἶδα δεσπότας κεκτημένος.
Ἑκάβη
398ὁποῖα κισσὸς δρυός, ὅπως τῆσδʼ ἕξομαι.
Ὀδυσσεύς
399οὔκ, ἤν γε πείθῃ τοῖσι σοῦ σοφωτέροις.
Ἑκάβη
400ὡς τῆσδʼ ἑκοῦσα παιδὸς οὐ μεθήσομαι.
Ὀδυσσεύς
401ἀλλʼ οὐδʼ ἐγὼ μὴν τήνδʼ ἄπειμʼ αὐτοῦ λιπών.
Πολυξένη
402μῆτερ, πιθοῦ μοι· καὶ σύ, παῖ Λαερτίου,
403χάλα τοκεῦσιν εἰκότως θυμουμένοις,
404σύ τʼ, ὦ τάλαινα, τοῖς κρατοῦσι μὴ μάχου.
405βούλῃ πεσεῖν πρὸς οὖδας ἑλκῶσαί τε σὸν
406γέροντα χρῶτα πρὸς βίαν ὠθουμένη,
407ἀσχημονῆσαί τʼ ἐκ νέου βραχίονος
408σπασθεῖσʼ, ἃ πείσῃ; μὴ σύ γʼ· οὐ γὰρ ἄξιον.
409ἀλλʼ, ὦ φίλη μοι μῆτερ, ἡδίστην χέρα
410δὸς καὶ παρειὰν προσβαλεῖν παρηίδι·
411ὡς οὔποτʼ αὖθις, ἀλλὰ νῦν πανύστατον
412ἀκτῖνα κύκλον θʼ ἡλίου προσόψομαι.
413τέλος δέχῃ δὴ τῶν ἐμῶν προσφθεγμάτων.
414ὦ μῆτερ, ὦ τεκοῦσʼ, ἄπειμι δὴ κάτω.
Ἑκάβη
415ὦ θύγατερ, ἡμεῖς δʼ ἐν φάει δουλεύσομεν.
Πολυξένη
416ἄνυμφος ἀνυμέναιος ὧν μʼ ἐχρῆν τυχεῖν.
Ἑκάβη
417οἰκτρὰ σύ, τέκνον, ἀθλία δʼ ἐγὼ γυνή.
Πολυξένη
418ἐκεῖ δʼ ἐν Ἅιδου κείσομαι χωρὶς σέθεν.
Ἑκάβη
419οἴμοι· τί δράσω; ποῖ τελευτήσω βίον;
Πολυξένη
420δούλη θανοῦμαι, πατρὸς οὖσʼ ἐλευθέρου.
Ἑκάβη
421ἡμεῖς δὲ πεντήκοντά γʼ ἄμμοροι τέκνων.
Πολυξένη
422τί σοι πρὸς Ἕκτορʼ ἢ γέροντʼ εἴπω πόσιν;
Ἑκάβη
423ἄγγελλε πασῶν ἀθλιωτάτην ἐμέ.
Πολυξένη
424ὦ στέρνα μαστοί θʼ, οἵ μʼ ἐθρέψαθʼ ἡδέως.
Ἑκάβη
425ὦ τῆς ἀώρου θύγατερ ἀθλίας τύχης.
Πολυξένη
426χαῖρʼ, ὦ τεκοῦσα, χαῖρε Κασάνδρα τʼ ἐμοί,
Ἑκάβη
427χαίρουσιν ἄλλοι, μητρὶ δʼ οὐκ ἔστιν τόδε.
Πολυξένη
428ὅ τʼ ἐν φιλίπποις Θρῃξὶ Πολύδωρος κάσις.
Ἑκάβη
429εἰ ζῇ γʼ· ἀπιστῶ δʼ· ὧδε πάντα δυστυχῶ.
Πολυξένη
430ζῇ καὶ θανούσης ὄμμα συγκλῄσει τὸ σόν.
Ἑκάβη
431τέθνηκʼ ἔγωγε πρὶν θανεῖν κακῶν ὕπο.
Πολυξένη
432κόμιζʼ, Ὀδυσσεῦ, μʼ ἀμφιθεὶς κάρα πέπλοις
433ὡς πρὶν σφαγῆναί γʼ ἐκτέτηκα καρδίαν
434θρήνοισι μητρὸς τήνδε τʼ ἐκτήκω γόοις.
435ὦ φῶς· προσειπεῖν γὰρ σὸν ὄνομʼ ἔξεστί μοι,
436μέτεστι δʼ οὐδὲν πλὴν ὅσον χρόνον ξίφους
437βαίνω μεταξὺ καὶ πυρᾶς Ἀχιλλέως.
Ἑκάβη
438οἲ ʼγώ, προλείπω· λύεται δέ μου μέλη.
439ὦ θύγατερ, ἅψαι μητρός, ἔκτεινον χέρα,
440δός· μὴ λίπῃς μʼ ἄπαιδʼ. ἀπωλόμην, φίλαι
441ὣς τὴν Λάκαιναν σύγγονον Διοσκόροιν
442Ἑλένην ἴδοιμι· διὰ καλῶν γὰρ ὀμμάτων
443αἴσχιστα Τροίαν εἷλε τὴν εὐδαίμονα.
Choral 4
Strophe 1
Χορός
444αὔρα, ποντιὰς αὔρα,
445ἅτε ποντοπόρους κομί-
446ζεις θοὰς ἀκάτους ἐπʼ οἶδμα λίμνας,
447ποῖ με τὰν μελέαν πορεύ-
448σεις; τῷ δουλόσυνος πρὸς οἶ-
449κον κτηθεῖσʼ ἀφίξομαι; ἢ
450Δωρίδος ὅρμον αἴας;
451ἢ Φθιάδος, ἔνθα τὸν
452καλλίστων ὑδάτων πατέρα
454φασὶν Ἀπιδανὸν πεδία λιπαίνειν;
Antistrophe 1
Χορός
455ἢ νάσων, ἁλιήρει
456κώπᾳ πεμπομέναν τάλαι-
457ναν, οἰκτρὰν βιοτὰν ἔχουσαν οἴκοις,
458ἔνθα πρωτόγονός τε φοῖ-
459νιξ δάφνα θʼ ἱεροὺς ἀνέ-
460σχε πτόρθους Λατοῖ φίλᾳ ὠ-
461δῖνος ἄγαλμα Δίας;
463σὺν Δηλιάσιν τε κού-
464ραισιν Ἀρτέμιδος θεᾶς
465χρυσέαν ἄμπυκα τόξα τʼ εὐλογήσω;
Strophe 2
Χορός
466ἢ Παλλάδος ἐν πόλει
467τὰς καλλιδίφρους Ἀθα-
468ναίας ἐν κροκέῳ πέπλῳ
469ζεύξομαι ἆρα πώλους ἐν
470δαιδαλέαισι ποικίλλουσʼ
471ἀνθοκρόκοισι πήναις, ἢ
472Τιτάνων γενεὰν
473τὰν Ζεὺς ἀμφιπύρῳ κοιμί-
474ζει φλογμῷ Κρονίδας;
Antistrophe 2
Χορός
475ὤ μοι τεκέων ἐμῶν,
476ὤ μοι πατέρων χθονός θʼ,
477ἃ καπνῷ κατερείπεται,
478τυφομένα, δορίκτητος
479Ἀργεΐων· ἐγὼ δʼ ἐν ξεί-
480νᾳ χθονὶ δὴ κέκλημαι δού-
481λα, λιποῦσʼ Ἀσίαν,
482Εὐρώπας θεραπνᾶν ἀλλά-
483ξασʼ Ἅιδα θαλάμους.
Episode 5
Ταλθύβιος
484ποῦ τὴν ἄνασσαν δή ποτʼ οὖσαν Ἰλίου
485Ἑκάβην ἂν ἐξεύροιμι, Τρῳάδες κόραι;
Χορός
486αὕτη πέλας σου νῶτʼ ἔχουσʼ ἐπὶ χθονί,
487Ταλθύβιε, κεῖται ξυγκεκλῃμένη πέπλοις.
Ταλθύβιος
488ὦ Ζεῦ, τί λέξω; πότερά σʼ ἀνθρώπους ὁρᾶν;
489ἢ δόξαν ἄλλως τήνδε κεκτῆσθαι μάτην,
490ψευδῆ, δοκοῦντας δαιμόνων εἶναι γένος
491τύχην δὲ πάντα τἀν βροτοῖς ἐπισκοπεῖν;
492οὐχ ἥδʼ ἄνασσα τῶν πολυχρύσων Φρυγῶν,
493οὐχ ἥδε Πριάμου τοῦ μέγʼ ὀλβίου δάμαρ;
494καὶ νῦν πόλις μὲν πᾶσʼ ἀνέστηκεν δορί,
495αὐτὴ δὲ δούλη γραῦς ἄπαις ἐπὶ χθονὶ
496κεῖται, κόνει φύρουσα δύστηνον κάρα.
497φεῦ φεῦ· γέρων μέν εἰμʼ, ὅμως δέ μοι θανεῖν
498εἴη πρὶν αἰσχρᾷ περιπεσεῖν τύχῃ τινί.
499ἀνίστασʼ, ὦ δύστηνε, καὶ μετάρσιον
500πλευρὰν ἔπαιρε καὶ τὸ πάλλευκον κάρα.
Ἑκάβη
501ἔα· τίς οὗτος σῶμα τοὐμὸν οὐκ ἐᾷ
502κεῖσθαι; τί κινεῖς μʼ, ὅστις εἶ, λυπουμένην;
Ταλθύβιος
503Ταλθύβιος ἥκω Δαναϊδῶν ὑπηρέτης,
504Ἀγαμέμνονος πέμψαντος, ὦ γύναι, μέτα.
Ἑκάβη
505ὦ φίλτατʼ, ἆρα κἄμʼ ἐπισφάξαι τάφῳ
506δοκοῦν Ἀχαιοῖς ἦλθες; ὡς φίλʼ ἂν λέγοις.
507σπεύδωμεν, ἐγκονῶμεν· ἡγοῦ μοι, γέρον.
Ταλθύβιος
508σὴν παῖδα κατθανοῦσαν ὡς θάψῃς, γύναι,
509ἥκω μεταστείχων σε· πέμπουσιν δέ με
510δισσοί τʼ Ἀτρεῖδαι καὶ λεὼς Ἀχαιικός.
Ἑκάβη
511οἴμοι, τί λέξεις; οὐκ ἄρʼ ὡς θανουμένους
512μετῆλθες ἡμᾶς, ἀλλὰ σημανῶν κακά;
513ὄλωλας, ὦ παῖ, μητρὸς ἁρπασθεῖσʼ ἄπο·
514ἡμεῖς δʼ ἄτεκνοι τοὐπὶ σʼ· ὦ τάλαινʼ ἐγώ.
515πῶς καί νιν ἐξεπράξατʼ; ἆρʼ αἰδούμενοι;
516ἢ πρὸς τὸ δεινὸν ἤλθεθʼ ὡς ἐχθράν, γέρον,
517κτείνοντες; εἰπέ, καίπερ οὐ λέξων φίλα.
Ταλθύβιος
518διπλᾶ με χρῄζεις δάκρυα κερδᾶναι, γύναι,
519σῆς παιδὸς οἴκτῳ· νῦν τε γὰρ λέγων κακὰ
520τέγξω τόδʼ ὄμμα, πρὸς τάφῳ θʼ ὅτʼ ὤλλυτο.
521παρῆν μὲν ὄχλος πᾶς Ἀχαιικοῦ στρατοῦ
522πλήρης πρὸ τύμβου σῆς κόρης ἐπὶ σφαγάς·
523λαβὼν δʼ Ἀχιλλέως παῖς Πολυξένην χερὸς
524ἔστησʼ ἐπʼ ἄκρου χώματος, πέλας δʼ ἐγώ·
525λεκτοί τʼ Ἀχαιῶν ἔκκριτοι νεανίαι,
526σκίρτημα μόσχου σῆς καθέξοντες χεροῖν,
527ἕσποντο. πλῆρες δʼ ἐν χεροῖν λαβὼν δέπας
528πάγχρυσον αἴρει χειρὶ παῖς Ἀχιλλέως
529χοὰς θανόντι πατρί· σημαίνει δέ μοι
530σιγὴν Ἀχαιῶν παντὶ κηρῦξαι στρατῷ.
531κἀγὼ καταστὰς εἶπον ἐν μέσοις τάδε·
532Σιγᾶτʼ, Ἀχαιοί, σῖγα πᾶς ἔστω λεώς,
533σίγα σιώπα· νήνεμον δʼ ἔστησʼ ὄχλον.
534ὃ δʼ εἶπεν· Ὦ παῖ Πηλέως, πατὴρ δʼ ἐμός,
535δέξαι χοάς μοι τάσδε κηλητηρίους,
536νεκρῶν ἀγωγούς· ἐλθὲ δʼ, ὡς πίῃς μέλαν
537κόρης ἀκραιφνὲς αἷμʼ, ὅ σοι δωρούμεθα
538στρατός τε κἀγώ· πρευμενὴς δʼ ἡμῖν γενοῦ
539λῦσαί τε πρύμνας καὶ χαλινωτήρια
540νεῶν δὸς ἡμῖν πρευμενοῦς τʼ ἀπʼ Ἰλίου
541νόστου τυχόντας πάντας ἐς πάτραν μολεῖν.
542τοσαῦτʼ ἔλεξε, πᾶς δʼ ἐπηύξατο στρατός.
543εἶτʼ ἀμφίχρυσον φάσγανον κώπης λαβὼν
544ἐξεῖλκε κολεοῦ, λογάσι δʼ Ἀργείων στρατοῦ
545νεανίαις ἔνευσε παρθένον λαβεῖν.
546ἣ δʼ, ὡς ἐφράσθη, τόνδʼ ἐσήμηνεν λόγον·
547Ὦ τὴν ἐμὴν πέρσαντες Ἀργεῖοι πόλιν,
548ἑκοῦσα θνῄσκω· μή τις ἅψηται χροὸς
549τοὐμοῦ· παρέξω γὰρ δέρην εὐκαρδίως.
550ἐλευθέραν δέ μʼ, ὡς ἐλευθέρα θάνω,
551πρὸς θεῶν, μεθέντες κτείνατʼ· ἐν νεκροῖσι γὰρ
552δούλη κεκλῆσθαι βασιλὶς οὖσʼ αἰσχύνομαι.
553λαοὶ δʼ ἐπερρόθησαν, Ἀγαμέμνων τʼ ἄναξ
554εἶπεν μεθεῖναι παρθένον νεανίαις.
555οἳ δʼ, ὡς τάχιστʼ ἤκουσαν ὑστάτην ὄπα,
556μεθῆκαν, οὗπερ καὶ μέγιστον ἦν κράτος.
557κἀπεὶ τόδʼ εἰσήκουσε δεσποτῶν ἔπος,
558λαβοῦσα πέπλους ἐξ ἄκρας ἐπωμίδος
559ἔρρηξε λαγόνας ἐς μέσας παρʼ ὀμφαλόν,
560μαστούς τʼ ἔδειξε στέρνα θʼ ὡς ἀγάλματος
561κάλλιστα, καὶ καθεῖσα πρὸς γαῖαν γόνυ
562ἔλεξε πάντων τλημονέστατον λόγον·
563Ἰδού, τόδʼ, εἰ μὲν στέρνον, ὦ νεανία,
564παίειν προθυμῇ, παῖσον, εἰ δʼ ὑπʼ αὐχένα
565χρῄζεις, πάρεστι λαιμὸς εὐτρεπὴς ὅδε.
566ὃ δʼ οὐ θέλων τε καὶ θέλων οἴκτῳ κόρης,
567τέμνει σιδήρῳ πνεύματος διαρροάς·
568κρουνοὶ δʼ ἐχώρουν. ἣ δὲ καὶ θνῄσκουσʼ ὅμως
569πολλὴν πρόνοιαν εἶχεν εὐσχήμων πεσεῖν,
570κρύπτουσʼ ἃ κρύπτειν ὄμματʼ ἀρσένων χρεών.
571ἐπεὶ δʼ ἀφῆκε πνεῦμα θανασίμῳ σφαγῇ,
572οὐδεὶς τὸν αὐτὸν εἶχεν Ἀργείων πόνον·
573ἀλλʼ οἳ μὲν αὐτῶν τὴν θανοῦσαν ἐκ χερῶν
574φύλλοις ἔβαλλον, οἳ δὲ πληροῦσιν πυρὰν
575κορμοὺς φέροντες πευκίνους, ὁ δʼ οὐ φέρων
576πρὸς τοῦ φέροντος τοιάδʼ ἤκουεν κακά·
577Ἕστηκας, ὦ κάκιστε, τῇ νεάνιδι
578οὐ πέπλον οὐδὲ κόσμον ἐν χεροῖν ἔχων;
579οὐκ εἶ τι δώσων τῇ περίσσʼ εὐκαρδίῳ
580ψυχήν τʼ ἀρίστῃ; τοιάδʼ ἀμφὶ σῆς λέγων
581παιδὸς θανούσης, εὐτεκνωτάτην τέ σε
582πασῶν γυναικῶν δυστυχεστάτην θʼ ὁρῶ.
Χορός
583δεινόν τι πῆμα Πριαμίδαις ἐπέζεσεν
584πόλει τε τἠμῇ θεῶν ἀνάγκαισιν τόδε.
Ἑκάβη
585ὦ θύγατερ, οὐκ οἶδʼ εἰς ὅ τι βλέψω κακῶν,
586πολλῶν παρόντων· ἢν γὰρ ἅψωμαί τινος,
587τόδʼ οὐκ ἐᾷ με, παρακαλεῖ δʼ ἐκεῖθεν αὖ
588λύπη τις ἄλλη διάδοχος κακῶν κακοῖς.
589καὶ νῦν τὸ μὲν σὸν ὥστε μὴ στένειν πάθος
590οὐκ ἂν δυναίμην ἐξαλείψασθαι φρενός·
591τὸ δʼ αὖ λίαν παρεῖλες ἀγγελθεῖσά μοι
592γενναῖος. οὔκουν δεινόν, εἰ γῆ μὲν κακὴ
593τυχοῦσα καιροῦ θεόθεν εὖ στάχυν φέρει,
594χρηστὴ δʼ ἁμαρτοῦσʼ ὧν χρεὼν αὐτὴν τυχεῖν
595κακὸν δίδωσι καρπόν, ἀνθρώποις δʼ ἀεὶ
596ὁ μὲν πονηρὸς οὐδὲν ἄλλο πλὴν κακός,
597ὁ δʼ ἐσθλὸς ἐσθλός, οὐδὲ συμφορᾶς ὕπο
598φύσιν διέφθειρʼ, ἀλλὰ χρηστός ἐστʼ ἀεί;
599ἆρʼ οἱ τεκόντες διαφέρουσιν ἢ τροφαί;
600ἔχει γε μέντοι καὶ τὸ θρεφθῆναι καλῶς
601δίδαξιν ἐσθλοῦ· τοῦτο δʼ ἤν τις εὖ μάθῃ,
602οἶδεν τό γʼ αἰσχρόν, κανόνι τοῦ καλοῦ μαθών.
603καὶ ταῦτα μὲν δὴ νοῦς ἐτόξευσεν μάτην·
604σὺ δʼ ἐλθὲ καὶ σήμηνον Ἀργείοις τάδε,
605μὴ θιγγάνειν μοι μηδένʼ, ἀλλʼ εἴργειν ὄχλον,
606τῆς παιδός. ἔν τοι μυρίῳ στρατεύματι
607ἀκόλαστος ὄχλος ναυτική τʼ ἀναρχία
608κρείσσων πυρός, κακὸς δʼ ὁ μή τι δρῶν κακόν.
609σὺ δʼ αὖ λαβοῦσα τεῦχος, ἀρχαία λάτρι,
610βάψασʼ ἔνεγκε δεῦρο ποντίας ἁλός,
611ὡς παῖδα λουτροῖς τοῖς πανυστάτοις ἐμήν,
612νύμφην τʼ ἄνυμφον παρθένον τʼ ἀπάρθενον,
613λούσω προθῶμαί θʼ — ὡς μὲν ἀξία, πόθεν;
614οὐκ ἂν δυναίμην· ὡς δʼ ἔχω — τί γὰρ πάθω; —
615κόσμον τʼ ἀγείρασʼ αἰχμαλωτίδων πάρα,
616αἵ μοι πάρεδροι τῶνδʼ ἔσω σκηνωμάτων
617ναίουσιν, εἴ τις τοὺς νεωστὶ δεσπότας
618λαθοῦσʼ ἔχει τι κλέμμα τῶν αὑτῆς δόμων.
619ὦ σχήματʼ οἴκων, ὦ ποτʼ εὐτυχεῖς δόμοι,
620ὦ πλεῖστʼ ἔχων κάλλιστά τʼ, εὐτεκνώτατε
621Πρίαμε, γεραιά θʼ ἥδʼ ἐγὼ μήτηρ τέκνων,
622ὡς ἐς τὸ μηδὲν ἥκομεν, φρονήματος
623τοῦ πρὶν στερέντες. εἶτα δῆτʼ ὀγκούμεθα,
624ὃ μέν τις ἡμῶν πλουσίοις ἐν δώμασιν,
625ὃ δʼ ἐν πολίταις τίμιος κεκλημένος.
626τὰ δʼ οὐδὲν ἄλλως, φροντίδων βουλεύματα
627γλώσσης τε κόμποι. κεῖνος ὀλβιώτατος,
628ὅτῳ κατʼ ἦμαρ τυγχάνει μηδὲν κακόν.
Choral 6
Strophe 1
Χορός
629ἐμοὶ χρῆν συμφοράν,
630ἐμοὶ χρῆν πημονὰν γενέσθαι,
631Ἰδαίαν ὅτε πρῶτον ὕλαν
632Ἀλέξανδρος εἰλατίναν
633ἐτάμεθʼ, ἅλιον ἐπʼ οἶδμα ναυστολήσων
635Ἑλένας ἐπὶ λέκτρα, τὰν
636καλλίσταν ὁ χρυσοφαὴς
637Ἅλιος αὐγάζει.
Antistrophe 2
Χορός
639πόνοι γὰρ καὶ πόνων
640ἀνάγκαι κρείσσονες κυκλοῦνται
641κοινὸν δʼ ἐξ ἰδίας ἀνοίας
642κακὸν τᾷ Σιμουντίδι γᾷ
643ὀλέθριον ἔμολε συμφορά τʼ ἀπʼ ἄλλων.
644ἐκρίθη δʼ ἔρις, ἃν ἐν Ἴ-
645δᾳ κρίνει τρισσὰς μακάρων
646παῖδας ἀνὴρ βούτας,
Epode 3
Χορός
648ἐπὶ δορὶ καὶ φόνῳ καὶ ἐμῶν μελάθρων λώβᾳ·
650στένει δὲ καί τις ἀμφὶ τὸν εὔροον Εὐρώταν
651Λάκαινα πολυδάκρυτος ἐν δόμοις κόρα,
653πολιάν τʼ ἐπὶ κρᾶτα μάτηρ
654τέκνων θανόντων
655τίθεται χέρα δρύπτεται παρειάν,
656δίαιμον ὄνυχα τιθεμένα σπαραγμοῖς.
Episode 7
Θεράπαινα
658γυναῖκες, Ἑκάβη ποῦ ποθʼ ἡ παναθλία,
659ἡ πάντα νικῶσʼ ἄνδρα καὶ θῆλυν σπορὰν
660κακοῖσιν; οὐδεὶς στέφανον ἀνθαιρήσεται.
Χορός
661τί δʼ, ὦ τάλαινα σῆς κακογλώσσου βοῆς;
662ὡς οὔποθʼ εὕδει λυπρά σου κηρύγματα.
Θεράπαινα
663Ἑκάβῃ φέρω τόδʼ ἄλγος· ἐν κακοῖσι δὲ
664οὐ ῥᾴδιον βροτοῖσιν εὐφημεῖν στόμα.
Χορός
665καὶ μὴν περῶσα τυγχάνει δόμων ὕπερ
666ἥδʼ, ἐς δὲ καιρὸν σοῖσι φαίνεται λόγοις.
Θεράπαινα
667ὦ παντάλαινα κἄτι μᾶλλον ἢ λέγω,
668δέσποινʼ, ὄλωλας κοὐκέτʼ εἶ, βλέπουσα φῶς,
669ἄπαις ἄνανδρος ἄπολις ἐξεφθαρμένη.
Ἑκάβη
670οὐ καινὸν εἶπας, εἰδόσιν δʼ ὠνείδισας.
671ἀτὰρ τί νεκρὸν τόνδε μοι Πολυξένης
672ἥκεις κομίζουσʼ, ἧς ἀπηγγέλθη τάφος
673πάντων Ἀχαιῶν διὰ χερὸς σπουδὴν ἔχειν;
Θεράπαινα
674ἥδʼ οὐδὲν οἶδεν, ἀλλά μοι Πολυξένην
675θρηνεῖ, νέων δὲ πημάτων οὐχ ἅπτεται.
Ἑκάβη
676οἲ ʼγὼ τάλαινα· μῶν τὸ βακχεῖον κάρα
677τῆς θεσπιῳδοῦ δεῦρο Κασάνδρας φέρεις;
Θεράπαινα
678ζῶσαν λέλακας, τὸν θανόντα δʼ οὐ στένεις
679τόνδʼ· ἀλλʼ ἄθρησον σῶμα γυμνωθὲν νεκροῦ,
680εἴ σοι φανεῖται θαῦμα καὶ παρʼ ἐλπίδας.
Ἑκάβη
681οἴμοι, βλέπω δὴ παῖδʼ ἐμὸν τεθνηκότα,
682Πολύδωρον, ὅν μοι Θρῂξ ἔσῳζʼ οἴκοις ἀνήρ.
683ἀπωλόμην δύστηνος, οὐκέτʼ εἰμὶ δή.
684ὦ τέκνον τέκνον,
685αἰαῖ, κατάρχομαι γόων,
686βακχεῖον ἐξ ἀλάστορος
687ἀρτιμαθῆ νόμον.
Θεράπαινα
688ἔγνως γὰρ ἄτην παιδός, ὦ δύστηνε σύ;
Ἑκάβη
689ἄπιστʼ ἄπιστα, καινὰ καινὰ δέρκομαι.
690ἕτερα δʼ ἀφʼ ἑτέρων κακὰ κακῶν κυρεῖ·
691οὐδέ ποτʼ ἀστένακτος ἀδάκρυτος ἁ-
692μέρα μʼ ἐπισχήσει.
Χορός
693δείνʼ, ὦ τάλαινα, δεινὰ πάσχομεν κακά.
Lyric 1
Ἑκάβη
694ὦ τέκνον τέκνον ταλαίνας ματρός,
695τίνι μόρῳ θνῄσκεις,
696τίνι πότμῳ κεῖσαι;
697πρὸς τίνος ἀνθρώπων;
Θεράπαινα
698οὐκ οἶδʼ· ἐπʼ ἀκταῖς νιν κυρῶ θαλασσίαις
Ἑκάβη
699ἔκβλητον, ἢ πέσημα φοινίου δορός,
700ἐν ψαμάθῳ λευρᾷ;
Θεράπαινα
701πόντου νιν ἐξήνεγκε πελάγιος κλύδων.
Lyric 2
Ἑκάβη
702ὤμοι, αἰαῖ, ἔμαθον ἔνυπνον ὀμμάτων
704ἐμῶν ὄψιν· οὔ με παρέβα
705φάσμα μελανόπτερον, τὰν ἐσεῖδον ἀμφὶ σέ,
706ὦ τέκνον, οὐκέτʼ ὄντα Διὸς ἐν φάει.
Χορός
709τίς γάρ νιν ἔκτεινʼ; οἶσθʼ ὀνειρόφρων φράσαι;
Ἑκάβη
710ἐμὸς ἐμὸς ξένος, Θρῄκιος ἱππότας,
711ἵνʼ ὁ γέρων πατὴρ ἔθετό νιν κρύψας.
Χορός
713οἴμοι, τί λέξεις; χρυσὸν ὡς ἔχοι κτανών;
Ἑκάβη
714ἄρρητʼ ἀνωνόμαστα, θαυμάτων πέρα,
715οὐχ ὅσιʼ οὐδʼ ἀνεκτά. ποῦ δίκα ξένων;
716ὦ κατάρατʼ ἀνδρῶν, ὡς διεμοιράσω
718χρόα, σιδαρέῳ τεμὼν φασγάνῳ
720μέλεα τοῦδε παιδὸς οὐδʼ ᾤκτισας.
Iambics 3
Χορός
722ὦ τλῆμον, ὥς σε πολυπονωτάτην βροτῶν
723δαίμων ἔθηκεν ὅστις ἐστί σοι βαρύς.
724ἀλλʼ εἰσορῶ γὰρ τοῦδε δεσπότου δέμας
725Ἀγαμέμνονος, τοὐνθένδε σιγῶμεν, φίλαι.
Ἀγαμέμνων
726Ἑκάβη, τί μέλλεις παῖδα σὴν κρύπτειν τάφῳ
727ἐλθοῦσʼ, ἐφʼ οἷσπερ Ταλθύβιος ἤγγειλέ μοι
728μὴ θιγγάνειν σῆς μηδένʼ Ἀργείων κόρης;
729ἡμεῖς μὲν οὖν εἰῶμεν οὐδʼ ἐψαύομεν·
730σὺ δὲ σχολάζεις, ὥστε θαυμάζειν ἐμέ.
731ἥκω δʼ ἀποστελῶν σε· τἀκεῖθεν γὰρ εὖ
732πεπραγμένʼ ἐστίν — εἴ τι τῶνδʼ ἐστὶν καλῶς.
733ἔα· τίνʼ ἄνδρα τόνδʼ ἐπὶ σκηναῖς ὁρῶ
734θανόντα Τρώων; οὐ γὰρ Ἀργεῖον πέπλοι
735δέμας περιπτύσσοντες ἀγγέλλουσί μοι.
Ἑκάβη
736δύστηνʼ, ἐμαυτὴν γὰρ λέγω λέγουσα σέ,
737Ἑκάβη, τί δράσω; πότερα προσπέσω γόνυ
738Ἀγαμέμνονος τοῦδʼ ἢ φέρω σιγῇ κακά;
Ἀγαμέμνων
739τί μοι προσώπῳ νῶτον ἐγκλίνασα σὸν
740δύρῃ, τὸ πραχθὲν δʼ οὐ λέγεις; — τίς ἔσθʼ ὅδε;
Ἑκάβη
741ἀλλʼ, εἴ με δούλην πολεμίαν θʼ ἡγούμενος
742γονάτων ἀπώσαιτʼ, ἄλγος ἂν προσθείμεθʼ ἄν.
Ἀγαμέμνων
743οὔτοι πέφυκα μάντις, ὥστε μὴ κλύων
744ἐξιστορῆσαι σῶν ὁδὸν βουλευμάτων.
Ἑκάβη
745ἆρʼ ἐκλογίζομαί γε πρὸς τὸ δυσμενὲς
746μᾶλλον φρένας τοῦδʼ, ὄντος οὐχὶ δυσμενοῦς;
Ἀγαμέμνων
747εἴ τοί με βούλῃ τῶνδε μηδὲν εἰδέναι,
748ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδʼ ἐγὼ κλύειν.
Ἑκάβη
749οὐκ ἂν δυναίμην τοῦδε τιμωρεῖν ἄτερ
750τέκνοισι τοῖς ἐμοῖσι. τί στρέφω τάδε;
751τολμᾶν ἀνάγκη, κἂν τύχω κἂν μὴ τύχω. —
752Ἀγάμεμνον, ἱκετεύω σε τῶνδε γουνάτων
753καὶ σοῦ γενείου δεξιᾶς τʼ εὐδαίμονος
Ἀγαμέμνων
754τί χρῆμα μαστεύουσα; μῶν ἐλεύθερον
755αἰῶνα θέσθαι; ῥᾴδιον γάρ ἐστί σοι.
Ἑκάβη
756οὐ δῆτα· τοὺς κακοὺς δὲ τιμωρουμένη
757αἰῶνα τὸν σύμπαντα δουλεύειν θέλω.
Ἀγαμέμνων
758καὶ δὴ τίνʼ ἡμᾶς εἰς ἐπάρκεσιν καλεῖς;
Ἑκάβη
759οὐδέν τι τούτων ὧν σὺ δοξάζεις, ἄναξ. —
760ὁρᾷς νεκρὸν τόνδʼ, οὗ καταστάζω δάκρυ;
Ἀγαμέμνων
761ὁρῶ· τὸ μέντοι μέλλον οὐκ ἔχω μαθεῖν.
Ἑκάβη
762τοῦτόν ποτʼ ἔτεκον κἄφερον ζώνης ὕπο.
Ἀγαμέμνων
763ἔστιν δὲ τίς σῶν οὗτος, ὦ τλῆμον, τέκνων;
Ἑκάβη
764οὐ τῶν θανόντων Πριαμιδῶν ὑπʼ Ἰλίῳ.
Ἀγαμέμνων
765ἦ γάρ τινʼ ἄλλον ἔτεκες ἢ κείνους, γύναι;
Ἑκάβη
766ἀνόνητά γʼ, ὡς ἔοικε, τόνδʼ ὃν εἰσορᾷς.
Ἀγαμέμνων
767ποῦ δʼ ὢν ἐτύγχανʼ, ἡνίκʼ ὤλλυτο πτόλις;
Ἑκάβη
768πατήρ νιν ἐξέπεμψεν ὀρρωδῶν θανεῖν.
Ἀγαμέμνων
769ποῖ τῶν τότʼ ὄντων χωρίσας τέκνων μόνον;
Ἑκάβη
770ἐς τήνδε χώραν, οὗπερ ηὑρέθη θανών.
Ἀγαμέμνων
771πρὸς ἄνδρʼ ὃς ἄρχει τῆσδε Πολυμήστωρ χθονός;
Ἑκάβη
772ἐνταῦθʼ ἐπέμφθη πικροτάτου χρυσοῦ φύλαξ.
Ἀγαμέμνων
773θνῄσκει δὲ πρὸς τοῦ καὶ τίνος πότμου τυχών;
Ἑκάβη
774τίνος γʼ ὑπʼ ἄλλου; Θρῄξ νιν ὤλεσε ξένος.
Ἀγαμέμνων
775ὦ τλῆμον· ἦ που χρυσὸν ἠράσθη λαβεῖν;
Ἑκάβη
776τοιαῦτʼ, ἐπειδὴ συμφορὰν ἔγνω Φρυγῶν.
Ἀγαμέμνων
777ηὗρες δὲ ποῦ νιν; ἢ τίς ἤνεγκεν νεκρόν;
Ἑκάβη
778ἥδʼ, ἐντυχοῦσα ποντίας ἀκτῆς ἔπι.
Ἀγαμέμνων
779τοῦτον ματεύουσʼ ἢ πονοῦσʼ ἄλλον πόνον;
Ἑκάβη
780λούτρʼ ᾤχετʼ οἴσουσʼ ἐξ ἁλὸς Πολυξένῃ.
Ἀγαμέμνων
781κτανών νιν, ὡς ἔοικεν, ἐκβάλλει ξένος.
Ἑκάβη
782θαλασσόπλαγκτόν γʼ, ὧδε διατεμὼν χρόα.
Ἀγαμέμνων
783ὦ σχετλία σὺ τῶν ἀμετρήτων πόνων.
Ἑκάβη
784ὄλωλα κοὐδὲν λοιπόν, Ἀγάμεμνον, κακῶν.
Ἀγαμέμνων
785φεῦ φεῦ· τίς οὕτω δυστυχὴς ἔφυ γυνή;
Ἑκάβη
786οὐκ ἔστιν, εἰ μὴ τὴν Τύχην αὐτὴν λέγοις.
787ἀλλʼ ὧνπερ οὕνεκʼ ἀμφὶ σὸν πίπτω γόνυ
788ἄκουσον. εἰ μὲν ὅσιά σοι παθεῖν δοκῶ,
789στέργοιμʼ ἄν· εἰ δὲ τοὔμπαλιν, σύ μοι γενοῦ
790τιμωρὸς ἀνδρός, ἀνοσιωτάτου ξένου,
791ὃς οὔτε τοὺς γῆς νέρθεν οὔτε τοὺς ἄνω
792δείσας δέδρακεν ἔργον ἀνοσιώτατον,
793κοινῆς τραπέζης πολλάκις τυχὼν ἐμοί,
794ξενίας τʼ ἀριθμῷ πρῶτʼ ἔχων ἐμῶν φίλων,
795τυχὼν δʼ ὅσων δεῖ — . καὶ λαβὼν προμηθίαν
796ἔκτεινε· τύμβου δʼ, εἰ κτανεῖν ἐβούλετο,
797οὐκ ἠξίωσεν, ἀλλʼ ἀφῆκε πόντιον.
798ἡμεῖς μὲν οὖν δοῦλοί τε κἀσθενεῖς ἴσως·
799ἀλλʼ οἱ θεοὶ σθένουσι χὡ κείνων κρατῶν
800Νόμος· νόμῳ γὰρ τοὺς θεοὺς ἡγούμεθα
801καὶ ζῶμεν ἄδικα καὶ δίκαιʼ ὡρισμένοι·
802ὃς ἐς σʼ ἀνελθὼν εἰ διαφθαρήσεται,
803καὶ μὴ δίκην δώσουσιν οἵτινες ξένους
804κτείνουσιν ἢ θεῶν ἱερὰ τολμῶσιν φέρειν,
805οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις ἴσον.
806ταῦτʼ οὖν ἐν αἰσχρῷ θέμενος αἰδέσθητί με·
807οἴκτιρον ἡμᾶς, ὡς γραφεύς τʼ ἀποσταθεὶς
808ἰδοῦ με κἀνάθρησον οἷʼ ἔχω κακά.
809τύραννος ἦ ποτʼ, ἀλλὰ νῦν δούλη σέθεν,
810εὔπαις ποτʼ οὖσα, νῦν δὲ γραῦς ἄπαις θʼ ἅμα,
811ἄπολις ἔρημος, ἀθλιωτάτη βροτῶν
812οἴμοι τάλαινα, ποῖ μʼ ὑπεξάγεις πόδα;
813ἔοικα πράξειν οὐδέν· ὦ τάλαινʼ ἐγώ.
814τί δῆτα θνητοὶ τἄλλα μὲν μαθήματα
815μοχθοῦμεν ὡς χρὴ πάντα καὶ ματεύομεν,
816Πειθὼ δὲ τὴν τύραννον ἀνθρώποις μόνην
817οὐδέν τι μᾶλλον ἐς τέλος σπουδάζομεν
818μισθοὺς διδόντες μανθάνειν, ἵνʼ ἦν ποτε
819πείθειν ἅ τις βούλοιτο τυγχάνειν θʼ ἅμα;
820πῶς οὖν ἔτʼ ἄν τις ἐλπίσαι πράξειν καλῶς;
821οἱ μὲν γὰρ ὄντες παῖδες οὐκέτʼ εἰσί μοι,
822αὕτη δʼ ἐπʼ αἰσχροῖς αἰχμάλωτος. οἴχομαι·
823καπνὸν δὲ πόλεως τόνδʼ ὑπερθρῴσκονθʼ ὁρῶ.
824καὶ μήν — ἴσως μὲν τοῦ λόγου κενὸν τόδε,
825Κύπριν προβάλλειν· ἀλλʼ ὅμως εἰρήσεται·
826πρὸς σοῖσι πλευροῖς παῖς ἐμὴ κοιμίζεται
827ἡ φοιβάς, ἣν καλοῦσι Κασάνδραν Φρύγες.
828ποῦ τὰς φίλας δῆτʼ εὐφρόνας δείξεις, ἄναξ,
829ἢ τῶν ἐν εὐνῇ φιλτάτων ἀσπασμάτων
830χάριν τίνʼ ἕξει παῖς ἐμή, κείνης δʼ ἐγώ;
831ἐκ τοῦ σκότου τε τῶν τε νυκτερησίων
832φίλτρων μεγίστη γίγνεται βροτοῖς χάρις.
833ἄκουε δή νυν· τὸν θανόντα τόνδʼ ὁρᾷς;
834τοῦτον καλῶς δρῶν ὄντα κηδεστὴν σέθεν
835δράσεις. ἑνός μοι μῦθος ἐνδεὴς ἔτι.
836εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσι
837καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει
838ἢ Δαιδάλου τέχναισιν ἢ θεῶν τινος,
839ὡς πάνθʼ ὁμαρτῇ σῶν ἔχοιντο γουνάτων
840κλαίοντʼ, ἐπισκήπτοντα παντοίους λόγους.
841ὦ δέσποτʼ, ὦ μέγιστον Ἕλλησιν φάος,
842πιθοῦ, παράσχες χεῖρα τῇ πρεσβύτιδι
843τιμωρόν, εἰ καὶ μηδέν ἐστιν, ἀλλʼ ὅμως.
844ἐσθλοῦ γὰρ ἀνδρὸς τῇ δίκῃ θʼ ὑπηρετεῖν
845καὶ τοὺς κακοὺς δρᾶν πανταχοῦ κακῶς ἀεί.
Χορός
846δεινόν γε, θνητοῖς ὡς ἅπαντα συμπίτνει,
847καὶ τὰς ἀνάγκας οἱ νόμοι διώρισαν,
848φίλους τιθέντες τούς γε πολεμιωτάτους
849ἐχθρούς τε τοὺς πρὶν εὐμενεῖς ποιούμενοι.
Ἀγαμέμνων
850ἐγὼ σὲ καὶ σὸν παῖδα καὶ τύχας σέθεν,
851Ἑκάβη, διʼ οἴκτου χεῖρά θʼ ἱκεσίαν ἔχω,
852καὶ βούλομαι θεῶν θʼ οὕνεκʼ ἀνόσιον ξένον
853καὶ τοῦ δικαίου τήνδε σοι δοῦναι δίκην,
854εἴ πως φανείη γʼ ὥστε σοί τʼ ἔχειν καλῶς,
855στρατῷ τε μὴ δόξαιμι Κασάνδρας χάριν
856Θρῄκης ἄνακτι τόνδε βουλεῦσαι φόνον.
857ἔστιν γὰρ ᾗ ταραγμὸς ἐμπέπτωκέ μοι·
858— Τὸν ἄνδρα τοῦτον φίλιον ἡγεῖται στρατός,
859τὸν κατθανόντα δʼ ἐχθρόν· εἰ δὲ σοὶ φίλος
860ὅδʼ ἐστί, χωρὶς τοῦτο κοὐ κοινὸν στρατῷ. —
861πρὸς ταῦτα φρόντιζʼ· ὡς θέλοντα μέν μʼ ἔχεις
862σοὶ ξυμπονῆσαι καὶ ταχὺν προσαρκέσαι,
863βραδὺν δʼ, Ἀχαιοῖς εἰ διαβληθήσομαι.
Ἑκάβη
864φεῦ.
864aοὐκ ἔστι θνητῶν ὅστις ἔστʼ ἐλεύθερος·
865ἢ χρημάτων γὰρ δοῦλός ἐστιν ἢ τύχης,
866ἢ πλῆθος αὐτὸν πόλεος ἢ νόμων γραφαὶ
867εἴργουσι χρῆσθαι μὴ κατὰ γνώμην τρόποις.
868ἐπεὶ δὲ ταρβεῖς τῷ τʼ ὄχλῳ πλέον νέμεις,
869ἐγώ σε θήσω τοῦδʼ ἐλεύθερον φόβου.
870σύνισθι μὲν γάρ, ἤν τι βουλεύσω κακὸν
871τῷ τόνδʼ ἀποκτείναντι, συνδράσῃς δὲ μή.
872ἢν δʼ ἐξ Ἀχαιῶν θόρυβος ἢ ʼπικουρία
873πάσχοντος ἀνδρὸς Θρῃκὸς οἷα πείσεται
874φανῇ τις, εἶργε μὴ δοκῶν ἐμὴν χάριν.
875τὰ δʼ ἄλλα — θάρσει — πάντʼ ἐγὼ θήσω καλῶς.
Ἀγαμέμνων
876πῶς οὖν; τί δράσεις; πότερα φάσγανον χερὶ
877λαβοῦσα γραίᾳ φῶτα βάρβαρον κτενεῖς,
878ἢ φαρμάκοισιν ἢ ʼπικουρίᾳ τινί;
879τίς σοι ξυνέσται χείρ; πόθεν κτήσῃ φίλους;
Ἑκάβη
880στέγαι κεκεύθασʼ αἵδε Τρῳάδων ὄχλον.
Ἀγαμέμνων
881τὰς αἰχμαλώτους εἶπας, Ἑλλήνων ἄγραν;
Ἑκάβη
882σὺν ταῖσδε τὸν ἐμὸν φονέα τιμωρήσομαι.
Ἀγαμέμνων
883καὶ πῶς γυναιξὶν ἀρσένων ἔσται κράτος;
Ἑκάβη
884δεινὸν τὸ πλῆθος σὺν δόλῳ τε δύσμαχον.
Ἀγαμέμνων
885δεινόν· τὸ μέντοι θῆλυ μέμφομαι γένος.
Ἑκάβη
886τί δʼ; οὐ γυναῖκες εἷλον Αἰγύπτου τέκνα
887καὶ Λῆμνον ἄρδην ἀρσένων ἐξῴκισαν;
888ἀλλʼ ὣς γενέσθω· τόνδε μὲν μέθες λόγον,
889πέμψον δέ μοι τήνδʼ ἀσφαλῶς διὰ στρατοῦ
890γυναῖκα. — καὶ σὺ Θρῃκὶ πλαθεῖσα ξένῳ
891λέξον· Καλεῖ σʼ ἄνασσα δή ποτʼ Ἰλίου
892Ἑκάβη, σὸν οὐκ ἔλασσον ἢ κείνης χρέος,
893καὶ παῖδας· ὡς δεῖ καὶ τέκνʼ εἰδέναι λόγους
894τοὺς ἐξ ἐκείνης. — τὸν δὲ τῆς νεοσφαγοῦς
895Πολυξένης ἐπίσχες, Ἀγάμεμνον, τάφον,
896ὡς τώδʼ ἀδελφὼ πλησίον μιᾷ φλογί,
897δισσὴ μέριμνα μητρί, κρυφθῆτον χθονί.
Ἀγαμέμνων
898ἔσται τάδʼ οὕτω· καὶ γὰρ εἰ μὲν ἦν στρατῷ
899πλοῦς, οὐκ ἂν εἶχον τήνδε σοι δοῦναι χάριν·
900νῦν δʼ, οὐ γὰρ ἵησʼ οὐρίους πνοὰς θεός,
901μένειν ἀνάγκη πλοῦν ὁρῶντʼ ἐς ἥσυχον.
902γένοιτο δʼ εὖ πως· πᾶσι γὰρ κοινὸν τόδε,
903ἰδίᾳ θʼ ἑκάστῳ καὶ πόλει, τὸν μὲν κακὸν
904κακόν τι πάσχειν, τὸν δὲ χρηστὸν εὐτυχεῖν.
Choral 8
Strophe 1
Χορός
905σὺ μέν, ὦ πατρὶς Ἰλιάς,
906τῶν ἀπορθήτων πόλις οὐκέτι λέξῃ·
907τοῖον Ἑλλάνων νέφος ἀμφί σε κρύπτει
909δορὶ δὴ δορὶ πέρσαν.
910ἀπὸ δὲ στεφάναν κέκαρ-
911σαι πύργων, κατὰ δʼ αἰθάλου
912κηλῖδʼ οἰκτροτάταν κέχρω-
913σαι· τάλαινʼ,
913bοὐκέτι σʼ ἐμβατεύσω.
Antistrophe 1
Χορός
914μεσονύκτιος ὠλλύμαν,
915ἦμος ἐκ δείπνων ὕπνος ἡδὺς ἐπʼ ὄσσοις
916σκίδναται, μολπᾶν δʼ ἄπο καὶ χοροποιῶν
918θυσιᾶν καταλύσας
919πόσις ἐν θαλάμοις ἔκει-
920το, ξυστὸν δʼ ἐπὶ πασσάλῳ,
921ναύταν οὐκέθʼ ὁρῶν ὅμι-
922λον Τροίαν
922bἸλιάδʼ ἐμβεβῶτα.
Strophe 2
Χορός
923ἐγὼ δὲ πλόκαμον ἀναδέτοις
924μίτραισιν ἐρρυθμιζόμαν
925χρυσέων ἐνόπτρων λεύσ-
926σουσʼ ἀτέρμονας εἰς αὐγάς,
927ἐπιδέμνιος ὡς πέσοιμʼ ἐς εὐνάν.
928ἀνὰ δὲ κέλαδος ἔμολε πόλιν·
929κέλευσμα δʼ ἦν κατʼ ἄστυ Τροί-
930ας τόδʼ· Ὦ
930aπαῖδες Ἑλλάνων, πότε δὴ πότε τὰν
931Ἰλιάδα σκοπιὰν
932πέρσαντες ἥξετʼ οἴκους;
Antistrophe 2
Χορός
933λέχη δὲ φίλια μονόπεπλος
934λιποῦσα, Δωρὶς ὡς κόρα,
935σεμνὰν προσίζουσʼ οὐκ
936ἤνυσʼ Ἄρτεμιν ἁ τλάμων·
937ἄγομαι δὲ θανόντʼ ἰδοῦσʼ ἀκοίταν
938τὸν ἐμὸν ἅλιον ἐπὶ πέλαγος,
939πόλιν τʼ ἀποσκοποῦσʼ, ἐπεὶ
940νόστιμον
940aναῦς ἐκίνησεν πόδα καί μʼ ἀπὸ γᾶς
941ὥρισεν Ἰλιάδος·
942τάλαινʼ, ἀπεῖπον ἄλγει,
Epode 5
Χορός
943τὰν τοῖν Διοσκούροιν Ἑλέναν κάσιν
944Ἰδαῖόν τε βούταν
945αἰνόπαριν κατάρᾳ
946διδοῦσʼ, ἐπεί με γᾶς ἐκ
947πατρῴας ἀπώλεσεν
948ἐξῴκισέν τʼ οἴκων γάμος, οὐ γάμος ἀλλʼ ἀ-
949λάστορός τις οἰζύς·
950ἃν μήτε πέλαγος ἅλιον ἀπαγάγοι πάλιν,
951μήτε πα-
952τρῷον ἵκοιτʼ ἐς οἶκον.
Episode 9
Πολυμήστωρ
953ὦ φίλτατʼ ἀνδρῶν Πρίαμε, φιλτάτη δὲ σύ,
954Ἑκάβη, δακρύω σʼ εἰσορῶν πόλιν τε σὴν
955τήν τʼ ἀρτίως θανοῦσαν ἔκγονον σέθεν.
956φεῦ·
956aοὐκ ἔστι πιστὸν οὐδέν, οὔτʼ εὐδοξία
957οὔτʼ αὖ καλῶς πράσσοντα μὴ πράξειν κακῶς.
958φύρουσι δʼ αὐτοὶ θεοὶ πάλιν τε καὶ πρόσω
959ταραγμὸν ἐντιθέντες, ὡς ἀγνωσίᾳ
960σέβωμεν αὐτούς. ἀλλὰ ταῦτα μὲν τί δεῖ
961θρηνεῖν, προκόπτοντʼ οὐδὲν ἐς πρόσθεν κακῶν;
962σὺ δʼ, εἴ τι μέμφῃ τῆς ἐμῆς ἀπουσίας,
963σχές· τυγχάνω γὰρ ἐν μέσοις Θρῄκης ὅροις
964ἀπών, ὅτʼ ἦλθες δεῦρʼ· ἐπεὶ δʼ ἀφικόμην,
965ἤδη πόδʼ ἔξω δωμάτων αἴροντί μοι
966ἐς ταὐτὸν ἥδε συμπίτνει δμωὶς σέθεν
967λέγουσα μύθους, ὧν κλύων ἀφικόμην.
Ἑκάβη
968αἰσχύνομαί σε προσβλέπειν ἐναντίον,
969Πολυμῆστορ, ἐν τοιοῖσδε κειμένη κακοῖς.
970ὅτῳ γὰρ ὤφθην εὐτυχοῦσʼ, αἰδώς μʼ ἔχει
971ἐν τῷδε πότμῳ τυγχάνουσʼ ἵνʼ εἰμὶ νῦν
972κοὐκ ἂν δυναίμην προσβλέπειν ὀρθαῖς κόραις.
973ἀλλʼ αὐτὸ μὴ δύσνοιαν ἡγήσῃ σέθεν,
974Πολυμῆστορ· ἄλλως δʼ αἴτιόν τι καὶ νόμος,
975γυναῖκας ἀνδρῶν μὴ βλέπειν ἐναντίον.
Πολυμήστωρ
976καὶ θαῦμά γʼ οὐδέν. ἀλλὰ τίς χρεία σʼ ἐμοῦ;
977τί χρῆμʼ ἐπέμψω τὸν ἐμὸν ἐκ δόμων πόδα·
Ἑκάβη
978ἴδιον ἐμαυτῆς δή τι πρὸς σὲ βούλομαι
979καὶ παῖδας εἰπεῖν σούς· ὀπάονας δέ μοι
980χωρὶς κέλευσον τῶνδʼ ἀποστῆναι δόμων.
Πολυμήστωρ
981χωρεῖτʼ· ἐν ἀσφαλεῖ γὰρ ἥδʼ ἐρημία.
982φίλη μὲν εἶ σύ, προσφιλὲς δέ μοι τόδε
983στράτευμʼ Ἀχαιῶν. ἀλλὰ σημαίνειν σὲ χρῆν·
984τί χρὴ τὸν εὖ πράσσοντα μὴ πράσσουσιν εὖ
985φίλοις ἐπαρκεῖν; ὡς ἕτοιμός εἰμʼ ἐγώ.
Ἑκάβη
986πρῶτον μὲν εἰπὲ παῖδʼ ὃν ἐξ ἐμῆς χερὸς
987Πολύδωρον…
988εἰ…
The complete text is available when the reading interface loads.