The Greek Library Author

Euripides

Ἱκέτιδες

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1913
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg008.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 1

Αἴθρα

1Δήμητερ ἑστιοῦχʼ Ἐλευσῖνος χθονὸς

2τῆσδʼ, οἵ τε ναοὺς ἔχετε πρόσπολοι θεᾶς,

3εὐδαιμονεῖν με Θησέα τε παῖδʼ ἐμὸν

4πόλιν τʼ Ἀθηνῶν τήν τε Πιτθέως χθόνα,

5ἐν ᾗ με θρέψας ὀλβίοις ἐν δώμασιν

6Αἴθραν πατὴρ δίδωσι τῷ Πανδίονος

7Αἰγεῖ δάμαρτα, Λοξίου μαντεύμασιν.

8ἐς τάσδε γὰρ βλέψασʼ ἐπηυξάμην τάδε

9γραῦς, αἳ λιποῦσαι δώματʼ Ἀργείας χθονὸς

10ἱκτῆρι θαλλῷ προσπίτνουσʼ ἐμὸν γόνυ,

11πάθος παθοῦσαι δεινόν· ἀμφὶ γὰρ πύλας

12Κάδμου θανόντων ἑπτὰ γενναίων τέκνων

13ἄπαιδές εἰσιν, οὕς ποτʼ Ἀργείων ἄναξ

14Ἄδραστος ἤγαγʼ, Οἰδίπου παγκληρίας

15μέρος κατασχεῖν φυγάδι Πολυνείκει θέλων

16γαμβρῷ. νεκροὺς δὲ τοὺς ὀλωλότας δορὶ

17θάψαι θελουσῶν τῶνδε μητέρων χθονὶ

18εἴργουσιν οἱ κρατοῦντες οὐδʼ ἀναίρεσιν

19δοῦναι θέλουσι, νόμιμʼ ἀτίζοντες θεῶν.

20κοινὸν δὲ φόρτον ταῖσδʼ ἔχων χρείας ἐμῆς

21Ἄδραστος ὄμμα δάκρυσιν τέγγων ὅδε

22κεῖται, τό τʼ ἔγχος τήν τε δυστυχεστάτην

23στένων στρατείαν ἣν ἔπεμψεν ἐκ δόμων·

24ὅς μʼ ἐξοτρύνει παῖδʼ ἐμὸν πεῖσαι λιταῖς

25νεκρῶν κομιστὴν ἢ λόγοισιν ἢ δορὸς

26ῥώμῃ γενέσθαι καὶ τάφου μεταίτιον,

27μόνον τόδʼ ἔργον προστιθεὶς ἐμῷ τέκνῳ

28πόλει τʼ Ἀθηνῶν. τυγχάνω δʼ ὑπὲρ χθονὸς

29ἀρότου προθύουσʼ, ἐκ δόμων ἐλθοῦσʼ ἐμῶν

30πρὸς τόνδε σηκόν, ἔνθα πρῶτα φαίνεται

31φρίξας ὑπὲρ γῆς τῆσδε κάρπιμος στάχυς.

32δεσμὸν δʼ ἄδεσμον τόνδʼ ἔχουσα φυλλάδος

33μένω πρὸς ἁγναῖς ἐσχάραις δυοῖν θεαῖν

34Κόρης τε καὶ Δήμητρος, οἰκτίρουσα μὲν

35πολιὰς ἄπαιδας τάσδε μητέρας τέκνων,

36σέβουσα δʼ ἱερὰ στέμματʼ. οἴχεται δέ μοι

37κῆρυξ πρὸς ἄστυ δεῦρο Θησέα καλῶν,

38ὡς ἢ τὸ τούτων λυπρὸν ἐξέλῃ χθονός,

39ἢ τάσδʼ ἀνάγκας ἱκεσίους λύσῃ, θεοὺς

40ὅσιόν τι δράσας· πάντα γὰρ διʼ ἀρσένων

41γυναιξὶ πράσσειν εἰκός, αἵτινες σοφαί.

Choral 2

Strophe 1

Χορός

42— ἱκετεύω σε, γεραιά,

43γεραιῶν ἐκ στομάτων, πρὸς

44γόνυ πίπτουσα τὸ σόν·

45— ἄνομοι— τέκνα λῦσαι. — φθιμένων

46νεκύων οἳ καταλείπουσι μέλη

47θανάτῳ λυσιμελεῖ θηρσὶν ὀρείοισι βοράν·

Antistrophe 1

Χορός

48— ἐσιδοῦσʼ οἰκτρὰ μὲν ὄσσων

49δάκρυʼ ἀμφὶ βλεφάροις, ῥυ-

50σὰ δὲ σαρκῶν πολιᾶν

51καταδρύμματα χειρῶν· τί γάρ; ἃ

52φθιμένους παῖδας ἐμοὺς οὔτε δόμοις

53προθέμαν οὔτε τάφων χώματα γαίας ἐσορῶ.

Strophe 2

Χορός

54— ἔτεκες καὶ σύ ποτʼ, ὦ πότνια, κοῦρον

55φίλα ποιησαμένα λέ-

56κτρα πόσει σῷ· μετά νυν

57δὸς ἐμοὶ σᾶς διανοίας,

58μετάδος δʼ, ὅσσον ἐπαλγῶ μελέα ʼγὼ

59φθιμένων οὓς ἔτεκον·

60παράπεισον δὲ σόν, ὤ, λισσόμεθʼ, ἐλθεῖν

61τέκνον Ἰσμηνὸν ἐμάν τʼ ἐς χέρα θεῖναι

62νεκύων θαλερᾷ σώματʼ ἀλαίνοντʼ ἄταφα.

Antistrophe 2

Χορός

63— ὁσίως οὔχ, ὑπʼ ἀνάγκας δὲ προπίπτου-

64σα προσαιτοῦσʼ ἔμολον δε-

64aξιπύρους θεῶν θυμέλας·

65ἔχομεν δʼ ἔνδικα, καὶ σοί

66τι πάρεστι σθένος ὥστʼ εὐτεκνίᾳ δυσ-

67τυχίαν τὰν παρʼ ἐμοὶ

68καθελεῖν· οἰκτρὰ δὲ πάσχουσʼ ἱκετεύω

69σὸν ἐμοὶ παῖδα ταλαίνᾳ ʼν χερὶ θεῖναι

70νέκυν, ἀμφιβαλεῖν λυγρὰ μέλη παιδὸς ἐμοῦ.

Strophe 3

Χορός

71— ἀγὼν ὅδʼ ἄλλος ἔρχεται γόων γόων

72διάδοχος, ἀχοῦσι προσπόλων χέρες.

73ἴτʼ ὦ ξυνῳδοὶ κτύποι,

74ἴτʼ ὦ ξυναλγηδόνες,

75χορὸν τὸν Ἅιδας σέβει,

76διὰ παρῇδος ὄνυχα λευκὸν

77αἱματοῦτε χρῶτά τε φόνιον·

78τὰ γὰρ φθιτῶν

78aτοῖς ὁρῶσι κόσμος.

Antistrophe 3

Χορός

79— ἄπληστος ἅδε μʼ ἐξάγει χάρις γόων

80πολύπονος, ὡς ἐξ ἀλιβάτου πέτρας

81ὑγρὰ ῥέουσα σταγὼν

82ἄπαυστος αἰεί· γόων,

83τὸ γὰρ θανόντων τέκνων

84ἐπιπονόν τι κατὰ γυναῖκας

85ἐς γόους πέφυκε πάθος. ἒ ἔ.

86θανοῦσα τῶνδʼ

86aἀλγέων λαθοίμαν.

Episode 3

Θησεύς

87τίνων γόων ἤκουσα καὶ στέρνων κτύπον

88νεκρῶν τε θρήνους, τῶνδʼ ἀνακτόρων ἄπο

89ἠχοῦς ἰούσης; ὡς φόβος μʼ ἀναπτεροῖ

90μή μοί τι μήτηρ, ἣν μεταστείχω ποδί,

91χρονίαν ἀποῦσαν ἐκ δόμων ἔχῃ νέον.

92ἔα·

92aτί χρῆμα; καινὰς ἐσβολὰς ὁρῶ λόγων·

93μητέρα γεραιὰν βωμίαν ἐφημένην

94ξένους θʼ ὁμοῦ γυναῖκας, οὐχ ἕνα ῥυθμὸν

95κακῶν ἐχούσας· ἔκ τε γὰρ γερασμίων

96ὄσσων ἐλαύνουσʼ οἰκτρὸν ἐς γαῖαν δάκρυ,

97κουραί τε καὶ πεπλώματʼ οὐ θεωρικά.

98τί ταῦτα, μῆτερ; σὸν τὸ μηνύειν ἐμοί,

99ἡμῶν δʼ ἀκούειν· προσδοκῶ τι γὰρ νέον.

Αἴθρα

100ὦ παῖ, γυναῖκες αἵδε μητέρες τέκνων

101τῶν κατθανόντων ἀμφὶ Καδμείας πύλας

102ἑπτὰ στρατηγῶν· ἱκεσίοις δὲ σὺν κλάδοις

103φρουροῦσί μʼ, ὡς δέδορκας, ἐν κύκλῳ, τέκνον.

Θησεύς

104τίς δʼ ὁ στενάζων οἰκτρὸν ἐν πύλαις ὅδε;

Αἴθρα

105Ἄδραστος, ὡς λέγουσιν, Ἀργείων ἄναξ.

Θησεύς

106οἱ δʼ ἀμφὶ τόνδε παῖδες; ἦ τούτων τέκνα;

Αἴθρα

107οὔκ, ἀλλὰ νεκρῶν τῶν ὀλωλότων κόροι.

Θησεύς

108τί γὰρ πρὸς ἡμᾶς ἦλθον ἱκεσίᾳ χερί;

Αἴθρα

109οἶδʼ· ἀλλὰ τῶνδε μῦθος οὑντεῦθεν, τέκνον.

Θησεύς

110σὲ τὸν κατήρη χλανιδίοις ἀνιστορῶ.

111λέγʼ ἐκκαλύψας κρᾶτα καὶ πάρες γόον·

112πέρας γὰρ οὐδὲν μὴ διὰ γλώσσης ἰόν.

Ἄδραστος

113ὦ καλλίνικε γῆς Ἀθηναίων ἄναξ,

114Θησεῦ, σὸς ἱκέτης καὶ πόλεως ἥκω σέθεν.

Θησεύς

115τί χρῆμα θηρῶν καὶ τίνος χρείαν ἔχων;

Ἄδραστος

116οἶσθʼ ἣν στρατείαν ἐστράτευσʼ ὀλεθρίαν.

Θησεύς

117οὐ γάρ τι σιγῇ διεπέρασας Ἑλλάδα.

Ἄδραστος

118ἐνταῦθʼ ἀπώλεσʼ ἄνδρας Ἀργείων ἄκρους.

Θησεύς

119τοιαῦθʼ ὁ τλήμων πόλεμος ἐξεργάζεται.

Ἄδραστος

120τούτους θανόντας ἦλθον ἐξαιτῶν πόλιν.

Θησεύς

121κήρυξιν Ἑρμοῦ πίσυνος, ὡς θάψῃς νεκρούς;

Ἄδραστος

122κἄπειτά γʼ οἱ κτανόντες οὐκ ἐῶσί με.

Θησεύς

123τί γὰρ λέγουσιν, ὅσια χρῄζοντος σέθεν;

Ἄδραστος

124τί δʼ; εὐτυχοῦντες οὐκ ἐπίστανται φέρειν.

Θησεύς

125ξύμβουλον οὖν μʼ ἐπῆλθες; ἢ τίνος χάριν;

Ἄδραστος

126κομίσαι σε, Θησεῦ, παῖδας Ἀργείων θέλων.

Θησεύς

127τὸ δʼ Ἄργος ἡμῖν ποῦ ʼστιν; ἢ κόμποι μάτην;

Ἄδραστος

128σφαλέντες οἰχόμεσθα. πρὸς σὲ δʼ ἥκομεν.

Θησεύς

129ἰδίᾳ δοκῆσάν σοι τόδʼ ἢ πάσῃ πόλει;

Ἄδραστος

130πάντες σʼ ἱκνοῦνται Δαναΐδαι θάψαι νεκρούς.

Θησεύς

131ἐκ τοῦ δʼ ἐλαύνεις ἑπτὰ πρὸς Θήβας λόχους;

Ἄδραστος

132δισσοῖσι γαμβροῖς τήνδε πορσύνων χάριν.

Θησεύς

133τῷ δʼ ἐξέδωκας παῖδας Ἀργείων σέθεν;

Ἄδραστος

134οὐκ ἐγγενῆ συνῆψα κηδείαν δόμοις.

Θησεύς

135ἀλλὰ ξένοις ἔδωκας Ἀργείας κόρας;

Ἄδραστος

136Τυδεῖ γε Πολυνείκει τε τῷ Θηβαιγενεῖ.

Θησεύς

137τίνʼ εἰς ἔρωτα τῆσδε κηδείας μολών;

Ἄδραστος

138Φοίβου μʼ ὑπῆλθε δυστόπαστʼ αἰνίγματα.

Θησεύς

139τί δʼ εἶπʼ Ἀπόλλων παρθένοις κραίνων γάμον;

Ἄδραστος

140κάπρῳ με δοῦναι καὶ λέοντι παῖδʼ ἐμώ.

Θησεύς

141σὺ δʼ ἐξελίσσεις πῶς θεοῦ θεσπίσματα;

Ἄδραστος

142ἐλθόντε φυγάδε νυκτὸς εἰς ἐμὰς πύλας —

Θησεύς

143τίς καὶ τίς; εἰπέ· δύο γὰρ ἐξαυδᾷς ἅμα.

Ἄδραστος

144Τυδεὺς μάχην ξυνῆψε Πολυνείκης θʼ ἅμα.

Θησεύς

145ἦ τοῖσδʼ ἔδωκας θηρσὶν ὣς κόρας σέθεν;

Ἄδραστος

146μάχην γε δισσοῖν κνωδάλοιν ἀπεικάσας.

Θησεύς

147ἦλθον δὲ δὴ πῶς πατρίδος ἐκλιπόνθʼ ὅρους;

Ἄδραστος

148Τυδεὺς μὲν αἷμα συγγενὲς φεύγων χθονός.

Θησεύς

149ὁ δʼ Οἰδίπου τί, τίνι τρόπῳ Θήβας λιπών;

Ἄδραστος

150ἀραῖς πατρῴαις, μὴ κασίγνητον κτάνοι.

Θησεύς

151σοφήν γʼ ἔλεξας τήνδʼ ἑκούσιον φυγήν.

Ἄδραστος

152ἀλλʼ οἱ μένοντες τοὺς ἀπόντας ἠδίκουν.

Θησεύς

153οὔ πού σφʼ ἀδελφὸς χρημάτων νοσφίζεται;

Ἄδραστος

154ταύτῃ δικάζων ἦλθον· εἶτʼ ἀπωλόμην.

Θησεύς

155μάντεις δʼ ἐπῆλθες ἐμπύρων τʼ εἶδες φλόγα;

Ἄδραστος

156οἴμοι; διώκεις μʼ ᾗ μάλιστʼ ἐγὼ ʼσφάλην.

Θησεύς

157οὐκ ἦλθες, ὡς ἔοικεν, εὐνοίᾳ θεῶν.

Ἄδραστος

158τὸ δὲ πλέον, ἦλθον Ἀμφιάρεώ γε πρὸς βίαν.

Θησεύς

159οὕτω τὸ θεῖον ῥᾳδίως ἀπεστράφης;

Ἄδραστος

160νέων γὰρ ἀνδρῶν θόρυβος ἐξέπλησσέ με.

Θησεύς

161εὐψυχίαν ἔσπευσας ἀντʼ εὐβουλίας.

Ἄδραστος

162ὃ δή γε πολλοὺς ὤλεσε στρατηλάτας.

163ἀλλʼ, ὦ καθʼ Ἑλλάδʼ ἀλκιμώτατον κάρα,

164ἄναξ Ἀθηνῶν, ἐν μὲν αἰσχύναις ἔχω

165πίτνων πρὸς οὖδας γόνυ σὸν ἀμπίσχειν χερί,

166πολιὸς ἀνὴρ τύραννος εὐδαίμων πάρος·

167ὅμως δʼ ἀνάγκη συμφοραῖς εἴκειν ἐμαῖς.

168σῶσον νεκρούς μοι, τἀμά τʼ οἰκτίρας κακὰ

169καὶ τῶν θανόντων τάσδε μητέρας τέκνων,

170αἷς γῆρας ἥκει πολιὸν εἰς ἀπαιδίαν,

171ἐλθεῖν δʼ ἔτλησαν δεῦρο καὶ ξένον πόδα

172θεῖναι μόλις γεραιὰ κινοῦσαι μέλη,

173πρεσβεύματʼ οὐ Δήμητρος ἐς μυστήρια,

174ἀλλʼ ὡς νεκροὺς θάψωσιν, ἃς αὐτὰς ἐχρῆν

175κείνων ταφείσας χερσὶν ὡραίων τυχεῖν.

176σοφὸν δὲ πενίαν τʼ εἰσορᾶν τὸν ὄλβιον,

177πένητά τʼ εἰς τοὺς πλουσίους ἀποβλέπειν

178ζηλοῦνθʼ, ἵνʼ αὐτὸν χρημάτων ἔρως ἔχῃ,

179τά τʼ οἰκτρὰ τοὺς μὴ δυστυχεῖς δεδοικέναι.

180τόν θʼ ὑμνοποιὸν αὐτὸς ἃν τίκτῃ μέλη

181χαίροντα τίκτειν· ἢν δὲ μὴ πάσχῃ τόδε,

182οὔτοι δύναιτʼ ἂν οἴκοθέν γʼ ἀτώμενος

183τέρπειν ἂν ἄλλους· οὐδὲ γὰρ δίκην ἔχει.

184τάχʼ οὖν ἂν εἴποις· Πελοπίαν παρεὶς χθόνα

185πῶς ταῖς Ἀθήναις τόνδε προστάσσεις πόνον;

186ἐγὼ δίκαιός εἰμʼ ἀφηγεῖσθαι τάδε.

187Σπάρτη μὲν ὠμὴ καὶ πεποίκιλται τρόπους,

188τὰ δʼ ἄλλα μικρὰ κἀσθενῆ· πόλις δὲ σὴ

189μόνη δύναιτʼ ἂν τόνδʼ ὑποστῆναι πόνον·

190τά τʼ οἰκτρὰ γὰρ δέδορκε καὶ νεανίαν

191ἔχει σὲ ποιμένʼ ἐσθλόν· οὗ χρείᾳ πόλεις

192πολλαὶ διώλοντʼ, ἐνδεεῖς στρατηλάτου.

Χορός

193κἀγὼ τὸν αὐτὸν τῷδέ σοι λόγον λέγω,

194Θησεῦ, διʼ οἴκτου τὰς ἐμὰς λαβεῖν τύχας.

Θησεύς

195ἄλλοισι δὴ ʼπόνησʼ ἁμιλληθεὶς λόγῳ

196τοιῷδʼ. ἔλεξε γάρ τις ὡς τὰ χείρονα

197πλείω βροτοῖσίν ἐστι τῶν ἀμεινόνων·

198ἐγὼ δὲ τούτοις ἀντίαν γνώμην ἔχω,

199πλείω τὰ χρηστὰ τῶν κακῶν εἶναι βροτοῖς·

200εἰ μὴ γὰρ ἦν τόδʼ, οὐκ ἂν ἦμεν ἐν φάει.

201αἰνῶ δʼ ὃς ἡμῖν βίοτον ἐκ πεφυρμένου

202καὶ θηριώδους θεῶν διεσταθμήσατο,

203πρῶτον μὲν ἐνθεὶς σύνεσιν, εἶτα δʼ ἄγγελον

204γλῶσσαν λόγων δούς, ὥστε γιγνώσκειν ὄπα,

205τροφήν τε καρποῦ τῇ τροφῇ τʼ ἀπʼ οὐρανοῦ

206σταγόνας ὑδρηλάς, ὡς τά γʼ ἐκ γαίας τρέφῃ

207ἄρδῃ τε νηδύν· πρὸς δὲ τοῖσι χείματος

208προβλήματʼ, αἶθρον ἐξαμύνασθαι θεοῦ,

209πόντου τε ναυστολήμαθʼ, ὡς διαλλαγὰς

210ἔχοιμεν ἀλλήλοισιν ὧν πένοιτο γῆ.

211ἃ δʼ ἔστʼ ἄσημα κοὐ σαφῶς γιγνώσκομεν,

212ἐς πῦρ βλέποντες καὶ κατὰ σπλάγχνων πτυχὰς

213μάντεις προσημαίνουσιν οἰωνῶν τʼ ἄπο.

214ἆρʼ οὐ τρυφῶμεν θεοῦ κατασκευὴν βίῳ

215δόντος τοιαύτην, οἷσιν οὐκ ἀρκεῖ τάδε;

216ἀλλʼ ἡ φρόνησις τοῦ θεοῦ μεῖζον σθένειν

217ζητεῖ, τὸ γαῦρον δʼ ἐν φρεσὶν κεκτημένοι

218δοκοῦμεν εἶναι δαιμόνων σοφώτεροι.

219ἧς καὶ σὺ φαίνῃ δεκάδος, οὐ σοφὸς γεγώς,

220ὅστις κόρας μὲν θεσφάτοις Φοίβου ζυγεὶς

221ξένοισιν ὧδʼ ἔδωκας ὡς ζώντων θεῶν,

222λαμπρὸν δὲ θολερῷ δῶμα συμμείξας τὸ σὸν

223ἥλκωσας οἴκους· χρῆν γὰρ οὐδὲ σώματα

224ἄδικα δικαίοις τὸν σοφὸν συμμιγνύναι,

225εὐδαιμονοῦντας δʼ ἐς δόμους κτᾶσθαι φίλους.

226κοινὰς γὰρ ὁ θεὸς τὰς τύχας ἡγούμενος

227τοῖς τοῦ νοσοῦντος πήμασιν διώλεσε

228τὸν συννοσοῦντα κοὐδὲν ἠδικηκότα.

229ἐς δὲ στρατείαν πάντας Ἀργείους ἄγων,

230μάντεων λεγόντων θέσφατʼ, εἶτʼ ἀτιμάσας

231βίᾳ παρελθὼν θεοὺς ἀπώλεσας πόλιν,

232νέοις παραχθείς, οἵτινες τιμώμενοι

233χαίρουσι πολέμους τʼ αὐξάνουσʼ ἄνευ δίκης,

234φθείροντες ἀστούς, ὁ μὲν ὅπως στρατηλατῇ,

235ὁ δʼ ὡς ὑβρίζῃ δύναμιν ἐς χεῖρας λαβών,

236ἄλλος δὲ κέρδους οὕνεκʼ, οὐκ ἀποσκοπῶν

237τὸ πλῆθος εἴ τι βλάπτεται πάσχον τάδε.

238τρεῖς γὰρ πολιτῶν μερίδες· οἳ μὲν ὄλβιοι

239ἀνωφελεῖς τε πλειόνων τʼ ἐρῶσʼ ἀεί·

240οἳ δʼ οὐκ ἔχοντες καὶ σπανίζοντες βίου

241δεινοί, νέμοντες τῷ φθόνῳ πλέον μέρος,

242ἐς τοὺς ἔχοντας κέντρʼ ἀφιᾶσιν κακά,

243γλώσσαις πονηρῶν προστατῶν φηλούμενοι·

244τριῶν δὲ μοιρῶν ἡ ʼν μέσῳ σῴζει πόλεις,

245κόσμον φυλάσσουσʼ ὅντινʼ ἂν τάξῃ πόλις.

246κἄπειτʼ ἐγώ σοι σύμμαχος γενήσομαι;

247τί πρὸς πολίτας τοὺς ἐμοὺς λέγων καλόν;

248χαίρων ἴθʼ· εἰ γὰρ μὴ βεβούλευσαι καλῶς,

249αὐτὸς πιέζειν τὴν τύχην, ἡμᾶς δʼ ἐᾶν.

Χορός

250ἥμαρτεν· ἐν νέοισι δʼ ἀνθρώπων τόδε

251ἔνεστι· συγγνώμην δὲ τῷδʼ ἔχειν χρεών.

252ἀλλʼ ὡς ἰατρὸν τῶνδʼ, ἄναξ, ἀφίγμεθα.

Ἄδραστος

253οὔτοι δικαστήν σʼ εἱλόμην ἐμῶν κακῶν

254οὐδʼ, εἴ τι πράξας μὴ καλῶς εὑρίσκομαι,

255τούτων κολαστὴν κἀπιτιμητήν, ἄναξ,

256ἀλλʼ ὡς ὀναίμην. εἰ δὲ μὴ βούλῃ τάδε,

257στέργειν ἀνάγκη τοῖσι σοῖς· τί γὰρ πάθω;

258ἄγʼ, ὦ γεραιαί, στείχετε, γλαυκὴν χλόην

259αὐτοῦ λιποῦσαι, φυλλάδος καταστροφῇ

260θεούς τε καὶ γῆν τήν τε πυρφόρον θεὰν

261Δήμητρα θέμεναι μάρτυρʼ ἡλίου τε φῶς,

262ὡς οὐδὲν ἡμῖν ἤρκεσαν λιταὶ θεῶν.

Χορός

263ὃς Πέλοπος ἦν παῖς, Πελοπίας δʼ ἡμεῖς χθονὸς

264ταὐτὸν πατρῷον αἷμα σοὶ κεκτήμεθα.

265τί δρᾷς; προδώσεις ταῦτα κἀκβαλεῖς χθονὸς

266γραῦς οὐ τυχούσας οὐδὲν ὧν αὐτὰς ἐχρῆν;

267μὴ δῆτʼ· ἔχει γὰρ καταφυγὴν θὴρ μὲν πέτραν,

268δοῦλος δὲ βωμοὺς θεῶν, πόλις δὲ πρὸς πόλιν

269ἔπτηξε χειμασθεῖσα· τῶν γὰρ ἐν βροτοῖς

270οὐκ ἔστιν οὐδὲν διὰ τέλους εὐδαιμονοῦν.

Hexameter 1

Χορός

271βᾶθι, τάλαινʼ, ἱερῶν δαπέδων ἄπο Περσεφονείας,

272βᾶθι καὶ ἀντίασον γονάτων ἔπι χεῖρα βαλοῦσα,

273τέκνων τεθνεώτων κομίσαι δέμας, ὦ μελέα ʼγώ,

274οὓς ὑπὸ τείχεσι Καδμείοισιν ἀπώλεσα κούρους.

275ἰώ μοι· λάβετε φέρετε πέμπετε κρίνετε ταλαίνας χέρας γεραιάς.

276πρός σε γενειάδος, ὦ φίλος, ὦ δοκιμώτατος Ἑλλάδι,

279ἄντομαι ἀμφιπίτνουσα τὸ σὸν γόνυ καὶ χέρα δειλαία·

280οἴκτισαι ἀμφὶ τέκνων μʼ ἱκέταν ἤ τινʼ ἀλάταν

281οἰκτρὸν ἰήλεμον οἰκτρὸν ἱεῖσαν.

282μηδʼ ἀτάφους, τέκνον, ἐν χθονὶ Κάδμου χάρματα θηρῶν

283παῖδας ἐν ἁλικίᾳ τᾷ σᾷ κατίδῃς, ἱκετεύω.

284βλέψον ἐμῶν βλεφάρων ἔπι δάκρυον, ἃ περὶ σοῖσι

285γούνασιν ὧδε πίτνω τέκνοις τάφον ἐξανύσασθαι.

Iambic 2

Θησεύς

286μῆτερ, τί κλαίεις λέπτʼ ἐπʼ ὀμμάτων φάρη

287βαλοῦσα τῶν σῶν; ἆρα δυστήνους γόους

288κλύουσα τῶνδε; κἀμὲ γὰρ διῆλθέ τι.

289ἔπαιρε λευκὸν κρᾶτα, μὴ δακρυρρόει

290σεμναῖσι Δηοῦς ἐσχάραις παρημένη.

Αἴθρα

291αἰαῖ.

Θησεύς

291bτὰ τούτων οὐχὶ σοὶ στενακτέον.

Αἴθρα

292ὦ τλήμονες γυναῖκες.

Θησεύς

292bοὐ σὺ τῶνδʼ ἔφυς.

Αἴθρα

293εἴπω τι, τέκνον, σοί τε καὶ πόλει καλόν;

Θησεύς

294ὡς πολλά γʼ ἐστὶ κἀπὸ θηλειῶν σοφά.

Αἴθρα

295ἀλλʼ εἰς ὄκνον μοι μῦθος ὃν κεύθω φέρει.

Θησεύς

296αἰσχρόν γʼ ἔλεξας, χρήστʼ ἔπη κρύπτειν φίλοις.

Αἴθρα

297οὔτοι σιωπῶσʼ εἶτα μέμψομαί ποτε

298τὴν νῦν σιωπὴν ὡς ἐσιγήθη κακῶς,

299οὐδʼ ὡς ἀχρεῖον τὰς γυναῖκας εὖ λέγειν

300δείσασʼ ἀφήσω τῷ φόβῳ τοὐμὸν καλόν.

301ἐγὼ δέ σʼ, ὦ παῖ, πρῶτα μὲν τὰ τῶν θεῶν

302σκοπεῖν κελεύω μὴ σφαλῇς ἀτιμάσας·

303τἄλλʼ εὖ φρονῶν γάρ, ἐν μόνῳ τούτῳ ʼσφάλης.

304πρὸς τοῖσδε δʼ, εἰ μὲν μὴ ἀδικουμένοις ἐχρῆν

305τολμηρὸν εἶναι, κάρτʼ ἂν εἶχον ἡσύχως·

306νῦν δʼ ἴσθι σοί τε τοῦθʼ ὅσην τιμὴν φέρει,

307κἀμοὶ παραινεῖν οὐ φόβον φέρει, τέκνον,

308ἄνδρας βιαίους καὶ κατείργοντας νεκροὺς

309τάφου τε μοίρας καὶ κτερισμάτων λαχεῖν

310ἐς τήνδʼ ἀνάγκην σῇ καταστῆσαι χερί,

311νόμιμά τε πάσης συγχέοντας Ἑλλάδος

312παῦσαι· τὸ γάρ τοι συνέχον ἀνθρώπων πόλεις

313τοῦτʼ ἔσθʼ, ὅταν τις τοὺς νόμους σῴζῃ καλῶς.

314ἐρεῖ δὲ δή τις ὡς ἀνανδρίᾳ χερῶν,

315πόλει παρόν σοι στέφανον εὐκλείας λαβεῖν,

316δείσας ἀπέστης, καὶ συὸς μὲν ἀγρίου

317ἀγῶνος ἥψω φαῦλον ἀθλήσας πόνον,

318οὗ δʼ ἐς κράνος βλέψαντα καὶ λόγχης ἀκμὴν

319χρῆν ἐκπονῆσαι, δειλὸς ὢν ἐφηυρέθης.

320μὴ δῆτʼ ἐμός γʼ ὤν, ὦ τέκνον, δράσῃς τάδε.

321ὁρᾷς, ἄβουλος ὡς κεκερτομημένη

322τοῖς κερτομοῦσι γοργὸν ὄμμʼ ἀναβλέπει

323σὴ πατρίς; ἐν γὰρ τοῖς πόνοισιν αὔξεται·

324αἱ δʼ ἥσυχοι σκοτεινὰ πράσσουσαι πόλεις

325σκοτεινὰ καὶ βλέπουσιν εὐλαβούμεναι.

326οὐκ εἶ νεκροῖσι καὶ γυναιξὶν ἀθλίαις

327προσωφελήσων, ὦ τέκνον, κεχρημέναις;

328ὡς οὔτε ταρβῶ σὺν δίκῃ σʼ ὁρμώμενον,

329Κάδμου θʼ ὁρῶσα λαὸν εὖ πεπραγότα,

330ἔτʼ αὐτὸν ἄλλα βλήματʼ ἐν κύβοις βαλεῖν

331πέποιθʼ· ὁ γὰρ θεὸς πάντʼ ἀναστρέφει πάλιν.

Χορός

332ὦ φιλτάτη μοι, τῷδέ τʼ εἴρηκας καλῶς

333κἀμοί· διπλοῦν δὲ χάρμα γίγνεται τόδε.

Θησεύς

334ἐμοὶ λόγοι μέν, μῆτερ, οἱ λελεγμένοι

335ὀρθῶς ἔχουσʼ ἐς τόνδε, κἀπεφηνάμην

336γνώμην ὑφʼ οἵων ἐσφάλη βουλευμάτων·

337ὁρῶ δὲ κἀγὼ ταῦθʼ ἅπερ με νουθετεῖς,

338ὡς τοῖς ἐμοῖσιν οὐχὶ πρόσφορον τρόποις

339φεύγειν τὰ δεινά. πολλὰ γὰρ δράσας καλὰ

340ἔθος τόδʼ εἰς Ἕλληνας ἐξελεξάμην,

341ἀεὶ κολαστὴς τῶν κακῶν καθεστάναι.

342οὔκουν ἀπαυδᾶν δυνατόν ἐστί μοι πόνους.

343τί γάρ μʼ ἐροῦσιν οἵ γε δυσμενεῖς βροτῶν,

344ὅθʼ ἡ τεκοῦσα χὑπερορρωδοῦσʼ ἐμοῦ

345πρώτη κελεύεις τόνδʼ ὑποστῆναι πόνον;

346δράσω τάδʼ· εἶμι καὶ νεκροὺς ἐκλύσομαι

347λόγοισι πείθων· εἰ δὲ μή, βίᾳ δορὸς

348ἤδη τόδʼ ἔσται κοὐχὶ σὺν φθόνῳ θεῶν.

349δόξαι δὲ χρῄζω καὶ πόλει πάσῃ τόδε.

350δόξει δʼ ἐμοῦ θέλοντος· ἀλλὰ τοῦ λόγου

351προσδοὺς ἔχοιμʼ ἂν δῆμον εὐμενέστερον.

352καὶ γὰρ κατέστησʼ αὐτὸν ἐς μοναρχίαν

353ἐλευθερώσας τήνδʼ ἰσόψηφον πόλιν.

354λαβὼν δʼ Ἄδραστον δεῖγμα τῶν ἐμῶν λόγων

355ἐς πλῆθος ἀστῶν εἶμι· καὶ πείσας τάδε,

356λεκτοὺς ἀθροίσας δεῦρʼ Ἀθηναίων κόρους

357ἥξω· παρʼ ὅπλοις θʼ ἥμενος πέμψω λόγους

358Κρέοντι νεκρῶν σώματʼ ἐξαιτούμενος.

359ἀλλʼ, ὦ γεραιαί, σέμνʼ ἀφαιρεῖτε στέφη

360μητρός, πρὸς οἴκους ὥς νιν Αἰγέως ἄγω,

361φίλην προσάψας χεῖρα· τοῖς τεκοῦσι γὰρ

362δύστηνος ὅστις μὴ ἀντιδουλεύει τέκνων —

363κάλλιστον ἔρανον· δοὺς γὰρ ἀντιλάζυται

364παίδων παρʼ αὑτοῦ τοιάδʼ ἃν τοκεῦσι δῷ.

Choral 4

Strophe 1

Χορός

365— ἱππόβοτον Ἄργος, ὦ πάτριον ἐμὸν πέδον,

366ἐκλύετε τάδʼ, ἐκλύετε

367ἄνακτος ὅσια περὶ θεοὺς

368καὶ μεγάλα Πελασγίᾳ

368aκαὶ κατʼ Ἄργος.

Antistrophe 1

Χορός

369— εἰ γὰρ ἐπὶ τέρμα καὶ τὸ πλέον ἐμῶν κακῶν

370ἱκόμενος ἔτι ματέρος

371ἄγαλμα φόνιον ἐξέλοι,

372γᾶν δὲ φίλιον Ἰνάχου

372aθεῖτʼ ὀνήσας.

Strophe 2

Χορός

373— καλὸν δʼ ἄγαλμα πόλεσιν εὐσεβὴς πόνος

374χάριν τʼ ἔχει τὰν ἐς αἰεί.

375τί μοι πόλις κρανεῖ ποτʼ; ἆρα φίλιά μοι

376τεμεῖ, καὶ τέκνοις ταφὰς ληψόμεσθα;

Antistrophe 2

Χορός

377— ἄμυνε ματρί, πόλις, ἄμυνε, Παλλάδος,

378νόμους βροτῶν μὴ μιαίνειν.

379σύ τοι σέβεις δίκαν, τὸ δʼ ἧσσον ἀδικίᾳ

380νέμεις, δυστυχῆ τʼ ἀεὶ πάντα ῥύῃ.

Episode 5

Θησεύς

381τέχνην μὲν αἰεὶ τήνδʼ ἔχων ὑπηρετεῖς

382πόλει τε κἀμοί, διαφέρων κηρύγματα·

383ἐλθὼν δʼ ὑπέρ τʼ Ἀσωπὸν Ἰσμηνοῦ θʼ ὕδωρ

384σεμνῷ τυράννῳ φράζε Καδμείων τάδε·

385Θησεύς σʼ ἀπαιτεῖ πρὸς χάριν θάψαι νεκρούς,

386συγγείτονʼ οἰκῶν γαῖαν, ἀξιῶν τυχεῖν,

387φίλον τε θέσθαι πάντʼ Ἐρεχθειδῶν λεών.

388κἂν μὲν θέλωσιν, αἰνέσας παλίσσυτος

389στεῖχʼ· ἢν δʼ ἀπιστῶσʼ, οἵδε δεύτεροι λόγοι·

390Κῶμον δέχεσθαι τὸν ἐμὸν ἀσπιδηφόρον.

391στρατὸς δὲ θάσσει κἀξετάζεται παρὼν

392Καλλίχορον ἀμφὶ σεμνὸν εὐτρεπὴς ὅδε.

393— καὶ μὴν ἑκοῦσά γʼ ἀσμένη τʼ ἐδέξατο

394πόλις πόνον τόνδʼ, ὡς θέλοντά μʼ ᾔσθετο.

395ἔα· λόγων τίς ἐμποδὼν ὅδʼ ἔρχεται;

396Καδμεῖος, ὡς ἔοικεν οὐ σάφʼ εἰδότι,

397κῆρυξ. ἐπίσχες, ἤν σʼ ἀπαλλάξῃ πόνου

398μολὼν ὕπαντα τοῖς ἐμοῖς βουλεύμασιν.

Κῆρυξ

399τίς γῆς τύραννος; πρὸς τίνʼ ἀγγεῖλαί με χρὴ

400λόγους Κρέοντος, ὃς κρατεῖ Κάδμου χθονὸς

401Ἐτεοκλέους θανόντος ἀμφʼ ἑπταστόμους

402πύλας ἀδελφῇ χειρὶ Πολυνείκους ὕπο;

Θησεύς

403πρῶτον μὲν ἤρξω τοῦ λόγου ψευδῶς, ξένε,

404ζητῶν τύραννον ἐνθάδʼ· οὐ γὰρ ἄρχεται

405ἑνὸς πρὸς ἀνδρός, ἀλλʼ ἐλευθέρα πόλις.

406δῆμος δʼ ἀνάσσει διαδοχαῖσιν ἐν μέρει

407ἐνιαυσίαισιν, οὐχὶ τῷ πλούτῳ διδοὺς

408τὸ πλεῖστον, ἀλλὰ χὡ πένης ἔχων ἴσον.

Κῆρυξ

409ἓν μὲν τόδʼ ἡμῖν ὥσπερ ἐν πεσσοῖς δίδως

410κρεῖσσον· πόλις γὰρ ἧς ἐγὼ πάρειμʼ ἄπο

411ἑνὸς πρὸς ἀνδρός, οὐκ ὄχλῳ κρατύνεται·

412οὐδʼ ἔστιν αὐτὴν ὅστις ἐκχαυνῶν λόγοις

413πρὸς κέρδος ἴδιον ἄλλοτʼ ἄλλοσε στρέφει,

414τὸ δʼ αὐτίχʼ ἡδὺς καὶ διδοὺς πολλὴν χάριν,

415ἐσαῦθις ἔβλαψʼ, εἶτα διαβολαῖς νέαις

416κλέψας τὰ πρόσθε σφάλματʼ ἐξέδυ δίκης.

417ἄλλως τε πῶς ἂν μὴ διορθεύων λόγους

418ὀρθῶς δύναιτʼ ἂν δῆμος εὐθύνειν πόλιν;

419ὁ γὰρ χρόνος μάθησιν ἀντὶ τοῦ τάχους

420κρείσσω δίδωσι. γαπόνος δʼ ἀνὴρ πένης,

421εἰ καὶ γένοιτο μὴ ἀμαθής, ἔργων ὕπο

422οὐκ ἂν δύναιτο πρὸς τὰ κοίνʼ ἀποβλέπειν.

423ἦ δὴ νοσῶδες τοῦτο τοῖς ἀμείνοσιν,

424ὅταν πονηρὸς ἀξίωμʼ ἀνὴρ ἔχῃ

425γλώσσῃ κατασχὼν δῆμον, οὐδὲν ὢν τὸ πρίν.

Θησεύς

426κομψός γʼ ὁ κῆρυξ καὶ παρεργάτης λόγων.

427ἐπεὶ δʼ ἀγῶνα καὶ σὺ τόνδʼ ἠγωνίσω,

428ἄκουʼ· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.

429οὐδὲν τυράννου δυσμενέστερον πόλει,

430ὅπου τὸ μὲν πρώτιστον οὐκ εἰσὶν νόμοι

431κοινοί, κρατεῖ δʼ εἷς τὸν νόμον κεκτημένος

432αὐτὸς παρʼ αὑτῷ· καὶ τόδʼ οὐκέτʼ ἔστʼ ἴσον.

433γεγραμμένων δὲ τῶν νόμων ὅ τʼ ἀσθενὴς

434ὁ πλούσιός τε τὴν δίκην ἴσην ἔχει,

435ἔστιν δʼ ἐνισπεῖν τοῖσιν ἀσθενεστέροις

436τὸν εὐτυχοῦντα ταὔθʼ, ὅταν κλύῃ κακῶς,

437νικᾷ δʼ ὁ μείων τὸν μέγαν δίκαιʼ ἔχων.

438τοὐλεύθερον δʼ ἐκεῖνο· Τίς θέλει πόλει

439χρηστόν τι βούλευμʼ ἐς μέσον φέρειν ἔχων;

440καὶ ταῦθʼ ὁ χρῄζων λαμπρός ἐσθʼ, ὁ μὴ θέλων

441σιγᾷ. τί τούτων ἔστʼ ἰσαίτερον πόλει;

442καὶ μὴν ὅπου γε δῆμος αὐθέντης χθονός,

443ὑποῦσιν ἀστοῖς ἥδεται νεανίαις·

444ἀνὴρ δὲ βασιλεὺς ἐχθρὸν ἡγεῖται τόδε,

445καὶ τοὺς ἀρίστους οὕς τʼ ἂν ἡγῆται φρονεῖν

446κτείνει, δεδοικὼς τῆς τυραννίδος πέρι.

447πῶς οὖν ἔτʼ ἂν γένοιτʼ ἂν ἰσχυρὰ πόλις,

448ὅταν τις ὡς λειμῶνος ἠρινοῦ στάχυν

449τόλμας ἀφαιρῇ κἀπολωτίζῃ νέους;

450κτᾶσθαι δὲ πλοῦτον καὶ βίον τί δεῖ τέκνοις

451ὡς τῷ τυράννῳ πλείονʼ ἐκμοχθῇ βίον;

452ἢ παρθενεύειν παῖδας ἐν δόμοις καλῶς,

453τερπνὰς τυράννοις ἡδονάς, ὅταν θέλῃ,

454δάκρυα δʼ ἑτοιμάζουσι; μὴ ζῴην ἔτι,

455εἰ τἀμὰ τέκνα πρὸς βίαν νυμφεύσεται.

456καὶ ταῦτα μὲν δὴ πρὸς τὰ σὰ ἐξηκόντισα.

457ἥκεις δὲ δὴ τί τῆσδε γῆς κεχρημένος;

458κλαίων γʼ ἂν ἦλθες, εἴ σε μὴ ῎πεμψεν πόλις,

459περισσὰ φωνῶν· τὸν γὰρ ἄγγελον χρεὼν

460λέξανθʼ ὅσʼ ἂν τάξῃ τις ὡς τάχος πάλιν

461χωρεῖν. τὸ λοιπὸν δʼ εἰς ἐμὴν πόλιν Κρέων

462ἧσσον λάλον σου πεμπέτω τινʼ ἄγγελον.

Χορός

463φεῦ φεῦ· κακοῖσιν ὡς ὅταν δαίμων διδῷ

464καλῶς, ὑβρίζουσʼ ὡς ἀεὶ πράξοντες εὖ.

Κῆρυξ

465λέγοιμʼ ἂν ἤδη. τῶν μὲν ἠγωνισμένων

466σοὶ μὲν δοκείτω ταῦτʼ, ἐμοὶ δὲ τἀντία.

467ἐγὼ δʼ ἀπαυδῶ πᾶς τε Καδμεῖος λεὼς

468Ἄδραστον ἐς γῆν τήνδε μὴ παριέναι·

469εἰ δʼ ἔστιν ἐν γῇ, πρὶν θεοῦ δῦναι σέλας,

470λύσαντα σεμνὰ στεμμάτων μυστήρια

471τῆσδʼ ἐξελαύνειν, μηδʼ ἀναιρεῖσθαι νεκροὺς

472βίᾳ, προσήκοντʼ οὐδὲν Ἀργείων πόλει.

473κἂν μὲν πίθῃ μοι, κυμάτων ἄτερ πόλιν

474σὴν ναυστολήσεις· εἰ δὲ μή, πολὺς κλύδων

475ἡμῖν τε καὶ σοὶ συμμάχοις τʼ ἔσται δορός.

476σκέψαι δέ, καὶ μὴ τοῖς ἐμοῖς θυμούμενος

477λόγοισιν, ὡς δὴ πόλιν ἐλευθέραν ἔχων,

478σφριγῶντʼ ἀμείψῃ μῦθον ἐκ βραχιόνων·

479ἐλπὶς γάρ ἐστʼ ἄπιστον, ἣ πολλὰς πόλεις

480συνῆψʼ, ἄγουσα θυμὸν εἰς ὑπερβολάς.

481ὅταν γὰρ ἔλθῃ πόλεμος ἐς ψῆφον λεώ,

482οὐδεὶς ἔθʼ αὑτοῦ θάνατον ἐκλογίζεται,

483τὸ δυστυχὲς δὲ τοῦτʼ ἐς ἄλλον ἐκτρέπει·

484εἰ δʼ ἦν παρʼ ὄμμα θάνατος ἐν ψήφου φορᾷ,

485οὐκ ἄν ποθʼ Ἑλλὰς δοριμανὴς ἀπώλλυτο.

486καίτοι δυοῖν γε πάντες ἄνθρωποι λόγοιν

487τὸν κρείσσονʼ ἴσμεν, καὶ τὰ χρηστὰ καὶ κακά,

488ὅσῳ τε πολέμου κρεῖσσον εἰρήνη βροτοῖς·

489ἣ πρῶτα μὲν Μούσαισι προσφιλεστάτη,

490Ποιναῖσι δʼ ἐχθρά, τέρπεται δʼ εὐπαιδίᾳ,

491χαίρει δὲ πλούτῳ. ταῦτʼ ἀφέντες οἱ κακοὶ

492πολέμους ἀναιρούμεσθα καὶ τὸν ἥσσονα

493δουλούμεθʼ, ἄνδρες ἄνδρα καὶ πόλις πόλιν.

494σὺ δʼ ἄνδρας ἐχθροὺς καὶ θανόντας ὠφελεῖς,

495θάπτων κομίζων θʼ ὕβρις οὓς ἀπώλεσεν;

496οὔ τἄρʼ ἔτʼ ὀρθῶς Καπανέως κεραύνιον

497δέμας καπνοῦται, κλιμάκων ὀρθοστάτας

498ὃς προσβαλὼν πύλῃσιν ὤμοσεν πόλιν

499πέρσειν θεοῦ θέλοντος ἤν τε μὴ θέλῃ;

500οὐδʼ ἥρπασεν χάρυβδις οἰωνοσκόπον,

501τέθριππον ἅρμα περιβαλοῦσα χάσματι,

502ἄλλοι τε κεῖνται πρὸς πύλαις λοχαγέται

503πέτροις καταξανθέντες ὀστέων ῥαφάς;

504ἤ νυν φρονεῖν ἄμεινον ἐξαύχει Διός,

505ἢ θεοὺς δικαίως τοὺς κακοὺς ἀπολλύναι.

506φιλεῖν μὲν οὖν χρὴ τοὺς σοφοὺς πρῶτον τέκνα,

507ἔπειτα τοκέας πατρίδα θʼ, ἣν αὔξειν χρεὼν

508καὶ μὴ κατᾶξαι. σφαλερὸν ἡγεμὼν θρασύς·

509νεώς τε ναύτης ἥσυχος, καιρῷ σοφός.

510καὶ τοῦτʼ ἐμοὶ τἀνδρεῖον, ἡ προμηθία.

Χορός

511ἐξαρκέσας ἦν Ζεὺς ὁ τιμωρούμενος,

512ὑμᾶς δʼ ὑβρίζειν οὐκ ἐχρῆν τοιάνδʼ ὕβριν.

Ἄδραστος

513ὦ παγκάκιστε —

Θησεύς

513bσῖγʼ, Ἄδραστʼ, ἔχε στόμα,

514καὶ μὴ ʼπίπροσθεν τῶν ἐμῶν τοὺς σοὺς λόγους

515θῇς· οὐ γὰρ ἥκει πρὸς σὲ κηρύσσων ὅδε,

516ἀλλʼ ὡς ἔμʼ· ἡμᾶς κἀποκρίνασθαι χρεών.

517καὶ πρῶτα μέν σε πρὸς τὰ πρῶτʼ ἀμείψομαι.

518οὐκ οἶδʼ ἐγὼ Κρέοντα δεσπόζοντʼ ἐμοῦ

519οὐδὲ σθένοντα μεῖζον, ὥστʼ ἀναγκάσαι

520δρᾶν τὰς Ἀθήνας ταῦτʼ· ἄνω γὰρ ἂν ῥέοι

521τὰ πράγμαθʼ οὕτως, εἰ ʼπιταξόμεσθα δή.

522πόλεμον δὲ τοῦτον οὐκ ἐγὼ καθίσταμαι,

523ὃς οὐδὲ σὺν τοῖσδʼ ἦλθον ἐς Κάδμου χθόνα·

524νεκροὺς δὲ τοὺς θανόντας, οὐ βλάπτων πόλιν

525οὐδʼ ἀνδροκμῆτας προσφέρων ἀγωνίας,

526θάψαι δικαιῶ, τὸν Πανελλήνων νόμον

527σῴζων. τί τούτων ἐστὶν οὐ καλῶς ἔχον;

528εἰ γάρ τι καὶ πεπόνθατʼ Ἀργείων ὕπο,

529τεθνᾶσιν, ἠμύνασθε πολεμίους καλῶς,

530αἰσχρῶς δʼ ἐκείνοις, χἡ δίκη διοίχεται.

531ἐάσατʼ ἤδη γῇ καλυφθῆναι νεκρούς,

532ὅθεν δʼ ἕκαστον ἐς τὸ φῶς ἀφίκετο,

533ἐνταῦθʼ ἀπελθεῖν, πνεῦμα μὲν πρὸς αἰθέρα,

534τὸ σῶμα δʼ ἐς γῆν· οὔτι γὰρ κεκτήμεθα

535ἡμέτερον αὐτὸ πλὴν ἐνοικῆσαι βίον,

536κἄπειτα τὴν θρέψασαν αὐτὸ δεῖ λαβεῖν.

537δοκεῖς κακουργεῖν Ἄργος οὐ θάπτων νεκρούς;

538ἥκιστα· πάσης Ἑλλάδος κοινὸν τόδε,

539εἰ τοὺς θανόντας νοσφίσας ὧν χρῆν λαχεῖν

540ἀτάφους τις ἕξει· δειλίαν γὰρ ἐσφέρει

541τοῖς ἀλκίμοισιν οὗτος ἢν τεθῇ νόμος.

542κἀμοὶ μὲν ἦλθες δείνʼ ἀπειλήσων ἔπη,

543νεκροὺς δὲ ταρβεῖτʼ, εἰ κρυβήσονται χθονί;

544τί μὴ γένηται; μὴ κατασκάψωσι γῆν

545ταφέντες ὑμῶν; ἢ τέκνʼ ἐν μυχῷ χθονὸς

546φύσωσιν, ἐξ ὧν εἶσί τις τιμωρία;

547σκαιόν γε τἀνάλωμα τῆς γλώσσης τόδε,

548φόβους πονηροὺς καὶ κενοὺς δεδοικέναι.

549ἀλλʼ, ὦ μάταιοι, γνῶτε τἀνθρώπων κακά·

550παλαίσμαθʼ ἡμῶν ὁ βίος· εὐτυχοῦσι δὲ

551οἳ μὲν τάχʼ, οἳ δʼ ἐσαῦθις, οἳ δʼ ἤδη βροτῶν,

552τρυφᾷ δʼ ὁ δαίμων· πρός τε γὰρ τοῦ δυστυχοῦς,

553ὡς εὐτυχήσῃ, τίμιος γεραίρεται,

554ὅ τʼ ὄλβιός νιν πνεῦμα δειμαίνων λιπεῖν

555ὑψηλὸν αἴρει. γνόντας οὖν χρεὼν τάδε

556ἀδικουμένους τε μέτρια μὴ θυμῷ φέρειν

557ἀδικεῖν τε τοιαῦθʼ οἷα μὴ βλάψαι πόλιν.

558πῶς οὖν ἂν εἴη; τοὺς ὀλωλότας νεκροὺς

559θάψαι δὸς ἡμῖν τοῖς θέλουσιν εὐσεβεῖν.

560ἢ δῆλα τἀνθένδʼ· εἶμι καὶ θάψω βίᾳ.

561οὐ γάρ ποτʼ εἰς Ἕλληνας ἐξοισθήσεται

562ὡς εἰς ἔμʼ ἐλθὼν καὶ πόλιν Πανδίονος

563νόμος παλαιὸς δαιμόνων διεφθάρη.

Χορός

564θάρσει· τὸ γάρ τοι τῆς Δίκης σῴζων φάος

565πολλοὺς ὑπεκφύγοις ἂν ἀνθρώπων ψόγους.

Κῆρυξ

566βούλῃ συνάψω μῦθον ἐν βραχεῖ σέθεν;

Θησεύς

567λέγʼ, εἴ τι βούλῃ· καὶ γὰρ οὐ σιγηλὸς εἶ.

Κῆρυξ

568οὐκ ἄν ποτʼ ἐκ γῆς παῖδας Ἀργείων λάβοις.

Θησεύς

569κἀμοῦ νυν ἀντάκουσον, εἰ βούλῃ, πάλιν.

Κῆρυξ

570κλύοιμʼ ἄν· οὐ γὰρ ἀλλὰ δεῖ δοῦναι μέρος.

Θησεύς

571θάψω νεκροὺς γῆς ἐξελὼν Ἀσωπίας.

Κῆρυξ

572ἐν ἀσπίσιν σοι πρῶτα κινδυνευτέον.

Θησεύς

573πολλοὺς ἔτλην δὴ χἁτέρους ἄλλους πόνους.

Κῆρυξ

574ἦ πᾶσιν οὖν σʼ ἔφυσεν ἐξαρκεῖν πατήρ;

Θησεύς

575ὅσοι γʼ ὑβρισταί· χρηστὰ δʼ οὐ κολάζομεν.

Κῆρυξ

576πράσσειν σὺ πόλλʼ εἴωθας ἥ τε σὴ πόλις.

Θησεύς

577τοιγὰρ πονοῦσα πολλὰ πόλλʼ εὐδαιμονεῖ.

Κῆρυξ

578ἔλθʼ, ὥς σε λόγχη σπαρτὸς ἐν πόλει λάβῃ.

Θησεύς

579τίς δʼ ἐκ δράκοντος θοῦρος ἂν γένοιτʼ Ἄρης;

Κῆρυξ

580γνώσῃ σὺ πάσχων· νῦν δʼ ἔτʼ εἶ νεανίας.

Θησεύς

581οὔτοι μʼ ἐπαρεῖς ὥστε θυμῶσαι φρένας

582τοῖς σοῖσι κόμποις· ἀλλʼ ἀποστέλλου χθονός,

583λόγους ματαίους οὕσπερ ἠνέγκω λαβών.

584περαίνομεν γὰρ οὐδέν.

584bὁρμᾶσθαι χρεὼν

585πάντʼ ἄνδρʼ ὁπλίτην ἁρμάτων τʼ ἐπεμβάτην,

586μοναμπύκων τε φάλαρα κινεῖσθαι στόμα

587ἀφρῷ καταστάζοντα Καδμείαν χθόνα.

588χωρήσομαι γὰρ ἑπτὰ πρὸς Κάδμου πύλας

590αὐτὸς σίδηρον ὀξὺν ἐν χεροῖν ἔχων

589αὐτός τε κῆρυξ. σοὶ δὲ προστάσσω μένειν,

591Ἄδραστε, κἀμοὶ μὴ ἀναμίγνυσθαι τύχας

592τὰς σάς. ἐγὼ γὰρ δαίμονος τοὐμοῦ μέτα

593στρατηλατήσω καινὸς ἐν καινῷ δορί.

594ἓν δεῖ μόνον μοι· τοὺς θεοὺς ἔχειν, ὅσοι

595δίκην σέβονται· ταῦτα γὰρ ξυνόνθʼ ὁμοῦ

596νίκην δίδωσιν. ἁρετὴ δʼ οὐδὲν λέγει

597βροτοῖσιν, ἢ μὴ τὸν θεὸν χρῄζοντʼ ἔχῃ.

Choral 6

Strophe 1

Χορός

598— ὦ μέλεαι μελέων ματέρες λοχαγῶν,

599ὥς μοι ὑφʼ ἥπατι χλωρὸν δεῖμα θάσσει —

600— τίνʼ αὐδὰν τάνδε προσφέρεις νέαν;

601— στράτευμα πᾷ Παλλάδος κριθήσεται;

602— διὰ δορὸς εἶπας, ἢ λόγων ξυναλλαγαῖς;

603— γένοιτʼ ἂν κέρδος· εἰ δʼ ἀρείφατοι

604φόνοι μάχαι στερνοτυπεῖς τʼ ἀνὰ πτόλιν

605κτύποι φανήσονται, τάλαι-

606να, τίνα λόγον, τίνʼ ἂν τῶνδʼ αἰτία λάβοιμι;

Antistrophe 1

Χορός

608— ἀλλὰ τὸν εὐτυχίᾳ λαμπρὸν ἄν τις αἱροῖ

609μοῖρα πάλιν· τόδε μοι θράσος ἀμφιβαίνει.

610— δικαίους δαίμονας σύ γʼ ἐννέπεις.

611— τίνες γὰρ ἄλλοι νέμουσι συμφοράς;

612— διάφορα πολλὰ θεῶν βροτοῖσιν εἰσορῶ.

613— φόβῳ γὰρ τῷ πάρος διόλλυσαι·

614δίκα δίκαν δʼ ἐκάλεσε καὶ φόνος φόνον,

615κακῶν δʼ ἀναψυχὰς θεοὶ

617βροτοῖς νέμουσι, πάντων τέρμʼ ἔχοντες αὐτοί.

Strophe 2

Χορός

618— τὰ καλλίπυργα πεδία πῶς ἱκοίμεθʼ ἄν,

619Καλλίχορον θεᾶς ὕδωρ λιποῦσαι —

620— ποτανὰν εἴ σέ τις θεῶν κτίσαι.

621— διπόταμον ἵνα πόλιν μόλω.

622— εἰδείης ἂν φίλων εἰδείης ἂν τύχας.

623— τίς ποτʼ αἶσα, τίς ἄρα πότμος

624ἐπιμένει τὸν ἄλκιμον

625τᾶσδε γᾶς ἄνακτα;

Antistrophe 2

Χορός

626— κεκλημένους μὲν ἀνακαλούμεθʼ αὖ θεούς·

627— ἀλλὰ φόβων πίστις ἅδε πρώτα.

628— ἰὼ Ζεῦ, τᾶς παλαιομάτορος

629παιδογόνε πόριος Ἰνάχου.

630— πόλει μοι ξύμμαχος γενοῦ τᾷδʼ εὐμενής.

631— τὸ σὸν ἄγαλμα, τὸ σὸν ἵδρυμα

632πόλεος, ἐκκομίζομαι

633πρὸς πυρὰν ὑβρισθέν.

Episode 7

Ἄγγελος

634γυναῖκες, ἥκω πόλλʼ ἔχων λέγειν φίλα,

635αὐτός τε σωθείς· ᾑρέθην γὰρ ἐν μάχῃ,

636ἣν οἱ θανόντων ἑπτὰ δεσποτῶν λόχοι

637ἠγωνίσαντο ῥεῦμα Διρκαῖον πάρα·

638νίκην τε Θησέως ἀγγελῶν. λόγου δέ σε

639μακροῦ ἀποπαύσω· Καπανέως γὰρ ἦ λάτρις,

640ὃν Ζεὺς κεραυνῷ πυρπόλῳ καταιθαλοῖ.

Χορός

641ὦ φίλτατʼ, εὖ μὲν νόστον ἀγγέλλεις σέθεν

642τήν τʼ ἀμφὶ Θησέως βάξιν· εἰ δὲ καὶ στρατὸς

643σῶς ἐστʼ Ἀθηνῶν, πάντʼ ἂν ἀγγέλλοις φίλα.

Ἄγγελος

644σῶς, καὶ πέπραγεν ὡς Ἄδραστος ὤφελεν

645πρᾶξαι ξὺν Ἀργείοισιν, οὓς ἀπʼ Ἰνάχου

646στείλας ἐπεστράτευσε Καδμείων πόλιν.

Χορός

647πῶς γὰρ τροπαῖα Ζηνὸς Αἰγέως τόκος

648ἔστησεν οἵ τε συμμετασχόντες δορός;

649λέξον· παρὼν γὰρ οὐ παρόντας εὐφρανεῖς.

Ἄγγελος

650λαμπρὰ μὲν ἀκτὶς ἡλίου, κανὼν σαφής,

651ἔβαλλε γαῖαν· ἀμφὶ δʼ Ἠλέκτρας πύλας

652ἔστην θεατὴς πύργον εὐαγῆ λαβών.

653ὁρῶ δὲ φῦλα τρία τριῶν στρατευμάτων·

654τευχεσφόρον μὲν λαὸν ἐκτείνοντʼ ἄνω

655Ἰσμήνιον πρὸς ὄχθον, ὡς μὲν ἦν λόγος,

656αὐτόν τʼ ἄνακτα, παῖδα κλεινὸν Αἰγέως,

657καὶ τοὺς σὺν αὐτῷ, δεξιὸν τεταγμένους

658κέρας, παλαιᾶς Κεκροπίας τʼ οἰκήτορας,

662ἴσους ἀριθμόν· ἁρμάτων δʼ ὀχήματα

659αὐτόν τε Πάραλον ἐστολισμένον δορὶ

660κρήνην παρʼ αὐτὴν Ἄρεος· ἱππότην δʼ ὄχλον

661πρὸς κρασπέδοισι στρατοπέδου τεταγμένον.

664Κάδμου δὲ λαὸς ἧστο πρόσθε τειχέων,

665νεκροὺς ὄπισθεν θέμενος, ὧν ἔκειτʼ ἀγών,

663ἔνερθε σεμνῶν μνημάτων Ἀμφίονος.

666ἱππεῦσι δʼ ἱππῆς ἦσαν ἀνθωπλισμένοι

667τετραόροισί τʼ ἀντίʼ ἅρμαθʼ ἅρμασιν.

668κῆρυξ δὲ Θησέως εἶπεν ἐς πάντας τάδε·

669Σιγᾶτε, λαοί· σῖγα, Καδμείων στίχες,

670ἀκούσαθʼ· ἡμεῖς ἥκομεν νεκροὺς μέτα,

671θάψαι θέλοντες, τὸν Πανελλήνων νόμον

672σῴζοντες, οὐδὲν δεόμενοι τεῖναι φόνον.

673κοὐδὲν Κρέων τοῖσδʼ ἀντεκήρυξεν λόγοις,

674ἀλλʼ ἧστʼ ἐφʼ ὅπλοις σῖγα. ποιμένες δʼ ὄχων

675τετραόρων κατῆρχον ἐντεῦθεν μάχης·

676πέραν δὲ διελάσαντες ἀλλήλων ὄχους,

677παραιβάτας ἔστησαν ἐς τάξιν δορός.

678χοἳ μὲν σιδήρῳ διεμάχονθʼ, οἳ δʼ ἔστρεφον

679πώλους ἐς ἀλκὴν αὖθις ἐς παραιβάτας.

680ἰδὼν δὲ Φόρβας, ὃς μοναμπύκων ἄναξ

681ἦν τοῖς Ἐρεχθείδαισιν, ἁρμάτων ὄχλον,

682οἵ τʼ αὖ τὸ Κάδμου διεφύλασσον ἱππικόν,

683συνῆψαν ἀλκὴν κἀκράτουν ἡσσῶντό τε.

684λεύσσων δὲ ταῦτα κοὐ κλύων — ἐκεῖ γὰρ ἦ

685ἔνθʼ ἅρματʼ ἠγωνίζεθʼ οἵ τʼ ἐπεμβάται —

686τἀκεῖ παρόντα πολλὰ πήματʼ, οὐκ ἔχω

687τί πρῶτον εἴπω, πότερα τὴν ἐς οὐρανὸν

688κόνιν προσαντέλλουσαν, ὡς πολλὴ παρῆν,

689ἢ τοὺς ἄνω τε καὶ κάτω φορουμένους

690ἱμᾶσιν, αἵματός τε φοινίου ῥοάς,

691τῶν μὲν πιτνόντων, τῶν δὲ θραυσθέντων δίφρων

692ἐς κρᾶτα πρὸς γῆν ἐκκυβιστώντων βίᾳ

693πρὸς ἁρμάτων τʼ ἀγαῖσι λειπόντων βίον;

694νικῶντα δʼ ἵπποις ὡς ὑπείδετο στρατὸν

695Κρέων τὸν ἐνθένδʼ, ἰτέαν λαβὼν χερὶ

696χωρεῖ, πρὶν ἐλθεῖν ξυμμάχοις δυσθυμίαν.

699καὶ συμπατάξαντες μέσον πάντα στρατὸν

700ἔκτεινον ἐκτείνοντο, καὶ παρηγγύων

701κελευσμὸν ἀλλήλοισι σὺν πολλῇ βοῇ·

702Θεῖνʼ· ἀντέρειδε τοῖς Ἐρεχθείδαις δόρυ.

697καὶ μὴν τὰ Θησέως γʼ οὐκ ὄκνῳ διεφθάρη,

698ἀλλʼ ἵετʼ εὐθὺς λάμπρʼ ἀναρπάσας ὅπλα·

703λόχος δʼ ὀδόντων ὄφεος ἐξηνδρωμένος

704δεινὸς παλαιστὴς ἦν· ἔκλινε γὰρ κέρας

705τὸ λαιὸν ἡμῶν· δεξιοῦ δʼ ἡσσώμενον

706φεύγει τὸ κείνων· ἦν δʼ ἀγὼν ἰσόρροπος.

707κἀν τῷδε τὸν στρατηγὸν αἰνέσαι παρῆν·

708οὐ γὰρ τὸ νικῶν τοῦτʼ ἐκέρδαινεν μόνον,

709ἀλλʼ ᾤχετʼ ἐς τὸ κάμνον οἰκείου στρατοῦ.

710ἔρρηξε δʼ αὐδήν, ὥσθʼ ὑπηχῆσαι χθόνα·

711Ὦ παῖδες, εἰ μὴ σχήσετε στερρὸν δόρυ

712σπαρτῶν τόδʼ ἀνδρῶν, οἴχεται τὰ Παλλάδος.

713θάρσος δʼ ἐνῶρσε παντὶ Κραναϊδῶν στρατῷ.

714αὐτός θʼ ὅπλισμα τοὐπιδαύριον λαβὼν

715δεινῆς κορύνης διαφέρων ἐσφενδόνα

716ὁμοῦ τραχήλους κἀπικείμενον κάρα,

717κυνέας θερίζων κἀποκαυλίζων ξύλῳ.

718μόλις δέ πως ἔτρεψαν ἐς φυγὴν πόδα.

719ἐγὼ δʼ ἀνηλάλαξα κἀνωρχησάμην

720κἄκρουσα χεῖρας. οἳ δʼ ἔτεινον ἐς πύλας.

721βοὴ δὲ καὶ κωκυτὸς ἦν ἀνὰ πτόλιν

722νέων γερόντων, ἱερά τʼ ἐξεπίμπλασαν

723φόβῳ. παρὸν δὲ τειχέων ἔσω μολεῖν,

724Θησεὺς ἐπέσχεν· οὐ γὰρ ὡς πέρσων πόλιν

725μολεῖν ἔφασκεν, ἀλλʼ ἀπαιτήσων νεκρούς.

726τοιόνδε τὸν στρατηγὸν αἱρεῖσθαι χρεών,

727ὃς ἔν τε τοῖς δεινοῖσίν ἐστιν ἄλκιμος

728μισεῖ θʼ ὑβριστὴν λαόν, ὃς πράσσων καλῶς

729ἐς ἄκρα βῆναι κλιμάκων ἐνήλατα

730ζητῶν ἀπώλεσʼ ὄλβον ᾧ χρῆσθαι παρῆν.

Χορός

731νῦν τήνδʼ ἄελπτον ἡμέραν ἰδοῦσʼ ἐγὼ

732θεοὺς νομίζω, καὶ δοκῶ τῆς συμφορᾶς

733ἔχειν ἔλασσον, τῶνδε τεισάντων δίκην.

Ἄδραστος

734ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς

735φρονεῖν λέγουσι; σοῦ γὰρ ἐξηρτήμεθα

736δρῶμέν τε τοιαῦθʼ ἃν σὺ τυγχάνῃς θέλων.

737ἡμῖν γὰρ ἦν τό τʼ Ἄργος οὐχ ὑποστατόν,

738αὐτοί τε πολλοὶ καὶ νέοι βραχίοσιν·

739Ἐτεοκλέους τε σύμβασιν ποιουμένου,

740μέτρια θέλοντος, οὐκ ἐχρῄζομεν λαβεῖν,

741κἄπειτʼ ἀπωλόμεσθα. ὁ δʼ αὖ τότʼ εὐτυχής,

742λαβὼν πένης ὣς ἀρτίπλουτα χρήματα,

743ὕβριζʼ, ὑβρίζων τʼ αὖθις ἀνταπώλετο

744Κάδμου κακόφρων λαός. ὦ καιροῦ πέρα

745τὸ τόξον ἐντείνοντες· ὦ κενοὶ βροτῶν,

746καὶ πρὸς δίκης γε πολλὰ πάσχοντες κακά,

747φίλοις μὲν οὐ πείθεσθε, τοῖς δὲ πράγμασιν·

748πόλεις τʼ, ἔχουσαι διὰ λόγου κάμψαι κακά,

749φόνῳ καθαιρεῖσθʼ, οὐ λόγῳ, τὰ πράγματα.

750ἀτὰρ τί ταῦτα; κεῖνο βούλομαι μαθεῖν,

751πῶς ἐξεσώθης· εἶτα τἄλλʼ ἐρήσομαι.

Ἄγγελος

752ἐπεὶ ταραγμὸς πόλιν ἐκίνησεν δορί,

753πύλας διῆλθον, ᾗπερ εἰσῄει στρατός.

Ἄδραστος

754ὧν δʼ οὕνεχʼ ἁγὼν ἦν, νεκροὺς κομίζετε;

Ἄγγελος

755ὅσοι γε κλεινοῖς ἕπτʼ ἐφέστασαν δόμοις.

Ἄδραστος

756πῶς φῄς; ὁ δʼ ἄλλος ποῦ κεκμηκότων ὄχλος;

Ἄγγελος

757τάφῳ δέδονται πρὸς Κιθαιρῶνος πτυχαῖς.

Ἄδραστος

758τοὐκεῖθεν ἢ τοὐνθένδε; τίς δʼ ἔθαψέ νιν;

Ἄγγελος

759Θησεύς, σκιώδης ἔνθʼ Ἐλευθερὶς πέτρα.

Ἄδραστος

760οὓς δʼ οὐκ ἔθαψε ποῦ νεκροὺς ἥκεις λιπών;

Ἄγγελος

761ἐγγύς· πέλας γὰρ πᾶν ὅ τι σπουδάζεται.

Ἄδραστος

762ἦ που πικρῶς νιν θέραπες ἦγον ἐκ φόνου;

Ἄγγελος

763οὐδεὶς ἐπέστη τῷδε δοῦλος ὢν πόνῳ.

Ἄδραστος

Ἄγγελος

764φαίης ἄν, εἰ παρῆσθʼ ὅτʼ ἠγάπα νεκρούς.

Ἄδραστος

765ἔνιψεν αὐτὸς τῶν ταλαιπώρων σφαγάς;

Ἄγγελος

766κἄστρωσέ γʼ εὐνὰς κἀκάλυψε σώματα.

Ἄδραστος

767δεινὸν μὲν ἦν βάσταγμα κᾀσχύνην ἔχον.

Ἄγγελος

768τί δʼ αἰσχρὸν ἀνθρώποισι τἀλλήλων κακά;

Ἄδραστος

769οἴμοι· πόσῳ σφιν συνθανεῖν ἂν ἤθελον.

Ἄγγελος

770ἄκραντʼ ὀδύρῃ ταῖσδέ τʼ ἐξάγεις δάκρυ.

Ἄδραστος

771δοκῶ μέν, αὐταί γʼ εἰσὶν αἱ διδάσκαλοι.

772ἀλλʼ εἶἑν· αἴρω χεῖρʼ ἀπαντήσας νεκροῖς

773Ἅιδου τε μολπὰς ἐκχέω δακρυρρόους,

774φίλους προσαυδῶν, ὧν λελειμμένος τάλας

775ἔρημα κλαίω· τοῦτο γὰρ μόνον βροτοῖς

776οὐκ ἔστι τἀνάλωμʼ ἀναλωθὲν λαβεῖν,

777ψυχὴν βροτείαν· χρημάτων δʼ εἰσὶν πόροι.

Choral 8

Strophe 1

Χορός

778— τὰ μὲν εὖ, τὰ δὲ δυστυχῆ.

779πόλει μὲν εὐδοξία

780καὶ στρατηλάταις δορὸς

781διπλάζεται τιμά·

782ἐμοὶ δὲ παίδων μὲν εἰσιδεῖν μέλη

783πικρόν, καλὸν θέαμα δʼ, εἴπερ ὄψομαι,

784τὰν ἄελπτον ἁμέραν

785ἰδοῦσα, πάντων μέγιστον ἄλγος.

Antistrophe 1

Χορός

786— ἄγαμόν μʼ ἔτι δεῦρʼ ἀεὶ

787Χρόνος παλαιὸς πατὴρ

788ὤφελʼ ἁμερᾶν κτίσαι.

789τί γάρ μʼ ἔδει παίδων;

790τὸ μὲν γὰρ ἤλπιζον ἂν πεπονθέναι

791πάθος περισσόν, εἰ γάμων ἀπεζύγην,

792νῦν δʼ ὁρῶ σαφέστατον

793κακόν, τέκνων φιλτάτων στερεῖσα.

Anapests 3

Χορός

794ἀλλὰ τάδʼ ἤδη σώματα λεύσσω

795τῶν οἰχομένων παίδων· μελέα

796πῶς ἂν ὀλοίμην σὺν τοῖσδε τέκνοις

797κοινὸν ἐς Ἅιδην καταβᾶσα;

Strophe 2

Ἄδραστος

798στεναγμόν, ὦ ματέρες,

799τῶν κατὰ χθονὸς νεκρῶν

800ἀύσατʼ ἀπύσατʼ ἀντίφωνʼ ἐμῶν

801στεναγμάτων κλύουσαι.

Χορός

802— ὦ παῖδες, ὦ πικρὸν φίλων

803προσηγόρημα ματέρων,

804προσαυδῶ σε τὸν θανόντα.

Ἄδραστος

805ἰὼ ἰώ.

Χορός

805bτῶν γʼ ἐμῶν κακῶν ἐγώ.

Ἄδραστος

806αἰαῖ.

Χορός

Ἄδραστος

807ἐπάθομεν ὤ

Χορός

807bτὰ κύντατʼ ἄλγη κακῶν.

Ἄδραστος

808ὦ πόλις Ἀργεία, τὸν ἐμὸν πότμον οὐκ ἐσορᾶτε;

Χορός

809— ὁρῶσι κἀμὲ τὰν τάλαι-

810ναν, τέκνων ἄπαιδα.

Antistrophe 2

Ἄδραστος

811προσάγετε τῶν δυσπότμων

812σώμαθʼ αἱματοσταγῆ,

813σφαγέντας οὐκ ἄξιʼ οὐδʼ ὑπʼ ἀξίων,

814ἐν οἷς ἀγὼν ἐκράνθη.

Χορός

815— δόθʼ, ὡς περιπτυχαῖσι δὴ

816χέρας προσαρμόσασʼ ἐμοῖς

817ἐν ἀγκῶσι τέκνα θῶμαι.

Ἄδραστος

818ἔχεις ἔχεις.

Χορός

818b— πημάτων γʼ ἅλις βάρος.

Ἄδραστος

819αἰαῖ.

Χορός

819bτοῖς τεκοῦσι δʼ οὐ λέγεις;

Ἄδραστος

820ἀίετέ μου.

Χορός

820bστένεις ἐπʼ ἀμφοῖν ἄχη.

Ἄδραστος

821εἴθε με Καδμείων ἔναρον στίχες ἐν κονίαισιν.

Χορός

822— ἐμὸν δὲ μήποτʼ ἐζύγη

823δέμας ἐς ἀνδρὸς εὐνάν.

Epode 6

Ἄδραστος

824ἴδετε κακῶν πέλαγος, ὦ

825ματέρες τάλαιναι τέκνων.

Χορός

826— κατὰ μὲν ὄνυξιν ἠλοκίσμεθʼ, ἀμφὶ δὲ

827σποδὸν κάρᾳ κεχύμεθα.

Ἄδραστος

828ἰὼ ἰώ μοί μοι·

829κατά με πέδον γᾶς ἕλοι,

830διὰ δὲ θύελλα σπάσαι,

831πυρός τε φλογμὸς ὁ Διὸς ἐν κάρᾳ πέσοι.

Χορός

833— πικροὺς ἐσεῖδες γάμους,

834πικρὰν δὲ Φοίβου φάτιν·

835ἔρημά σʼ ἁ πολύστονος Οἰδιπόδα

836δώματα λιποῦσʼ ἦλθʼ Ἐρινύς.

Episode 9

Θησεύς

837μέλλων σʼ ἐρωτᾶν, ἡνίκʼ ἐξήντλεις στρατῷ

838γόους, ἀφήσω· τοὺς ἐκεῖ μὲν ἐκλιπὼν

840εἴασα μύθους, νῦν δʼ Ἄδραστον εἰσορῶ·

841πόθεν ποθʼ οἵδε διαπρεπεῖς εὐψυχίᾳ

842θνητῶν ἔφυσαν; εἰπέ γʼ ὡς σοφώτερος

843νέοισιν ἀστῶν τῶνδʼ· ἐπιστήμων γὰρ εἶ.

844εἶδον γὰρ αὐτῶν κρείσσονʼ ἢ λέξαι λόγῳ

845τολμήμαθʼ, οἷς ἤλπιζον αἱρήσειν πόλιν.

846ἓν δʼ οὐκ ἐρήσομαί σε, μὴ γέλωτʼ ὄφλω,

847ὅτῳ ξυνέστη τῶνδʼ ἕκαστος ἐν μάχῃ

848ἢ τραῦμα λόγχης πολεμίων ἐδέξατο.

849κενοὶ γὰρ οὗτοι τῶν τʼ ἀκουόντων λόγοι

850καὶ τοῦ λέγοντος, ὅστις ἐν μάχῃ βεβὼς

851λόγχης ἰούσης πρόσθεν ὀμμάτων πυκνῆς

852σαφῶς ἀπήγγειλʼ ὅστις ἐστὶν ἁγαθός.

853οὐκ ἂν δυναίμην οὔτʼ ἐρωτῆσαι τάδε

854οὔτʼ αὖ πιθέσθαι τοῖσι τολμῶσιν λέγειν·

855μόλις γὰρ ἄν τις αὐτὰ τἀναγκαῖʼ ὁρᾶν

856δύναιτʼ ἂν ἑστὼς πολεμίοις ἐναντίος.

Ἄδραστος

857ἄκουε δή νυν· καὶ γὰρ οὐκ ἄκοντί μοι

858δίδως ἔπαινον ὧν ἔγωγε βούλομαι

859φίλων ἀληθῆ καὶ δίκαιʼ εἰπεῖν πέρι.

860ὁρᾷς τὸν ἁβρόν, οὗ βέλος διέπτατο;

861Καπανεὺς ὅδʼ ἐστίν· ᾧ βίος μὲν ἦν πολύς,

862ἥκιστα δʼ ὄλβῳ γαῦρος ἦν· φρόνημα δὲ

863οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ,

864φεύγων τραπέζαις ὅστις ἐξογκοῖτʼ ἄγαν

865τἀρκοῦντʼ ἀτίζων· οὐ γὰρ ἐν γαστρὸς βορᾷ

866τὸ χρηστὸν εἶναι, μέτρια δʼ ἐξαρκεῖν ἔφη.

867φίλοις τʼ ἀληθὴς ἦν φίλος, παροῦσί τε

868καὶ μὴ παροῦσιν· ὧν ἀριθμὸς οὐ πολύς.

869ἀψευδὲς ἦθος, εὐπροσήγορον στόμα,

870ἄκραντον οὐδὲν οὔτʼ ἐς οἰκέτας ἔχων

871οὔτʼ ἐς πολίτας. τὸν δὲ δεύτερον λέγω

872Ἐτέοκλον, ἄλλην χρηστότητʼ ἠσκηκότα·

873νεανίας ἦν τῷ βίῳ μὲν ἐνδεής,

874πλείστας δὲ τιμὰς ἔσχʼ ἐν Ἀργείᾳ χθονί.

875φίλων δὲ χρυσὸν πολλάκις δωρουμένων

876οὐκ εἰσεδέξατʼ οἶκον ὥστε τοὺς τρόπους

877δούλους παρασχεῖν χρημάτων ζευχθεὶς ὕπο.

878τοὺς δʼ ἐξαμαρτάνοντας, οὐχὶ τὴν πόλιν

879ἤχθαιρʼ· ἐπεί τοι κοὐδὲν αἰτία πόλις

880κακῶς κλύουσα διὰ κυβερνήτην κακόν.

881ὁ δʼ αὖ τρίτος τῶνδʼ Ἱππομέδων τοιόσδʼ ἔφυ·

882παῖς ὢν ἐτόλμησʼ εὐθὺς οὐ πρὸς ἡδονὰς

883Μουσῶν τραπέσθαι πρὸς τὸ μαλθακὸν βίου,

884ἀγροὺς δὲ ναίων, σκληρὰ τῇ φύσει διδοὺς

885ἔχαιρε πρὸς τἀνδρεῖον, ἔς τʼ ἄγρας ἰὼν

886ἵπποις τε χαίρων τόξα τʼ ἐντείνων χεροῖν,

887πόλει παρασχεῖν σῶμα χρήσιμον θέλων.

888ὁ τῆς κυναγοῦ δʼ ἄλλος Ἀταλάντης γόνος

889παῖς Παρθενοπαῖος, εἶδος ἐξοχώτατος,

890Ἀρκὰς μὲν ἦν, ἐλθὼν δʼ ἐπʼ Ἰνάχου ῥοὰς

891παιδεύεται κατʼ Ἄργος. ἐκτραφεὶς δʼ ἐκεῖ

892πρῶτον μέν, ὡς χρὴ τοὺς μετοικοῦντας ξένους,

893λυπηρὸς οὐκ ἦν οὐδʼ ἐπίφθονος πόλει

894οὐδʼ ἐξεριστὴς τῶν λόγων, ὅθεν βαρὺς

895μάλιστʼ ἂν εἴη δημότης τε καὶ ξένος.

896λόχοις δʼ ἐνεστὼς ὥσπερ Ἀργεῖος γεγὼς

897ἤμυνε χώρᾳ, χὡπότʼ εὖ πράσσοι πόλις,

898ἔχαιρε, λυπρῶς δʼ ἔφερεν, εἴ τι δυστυχοῖ.

899πολλοὺς δʼ ἐραστὰς κἀπὸ θηλειῶν ὅσας

900ἔχων ἐφρούρει μηδὲν ἐξαμαρτάνειν.

901Τυδέως δʼ ἔπαινον ἐν βραχεῖ θήσω μέγαν·

902οὐκ ἐν λόγοις ἦν λαμπρός, ἀλλʼ ἐν ἀσπίδι

903δεινὸς σοφιστής, πολλά τʼ ἐξευρεῖν σοφά.

904γνώμῃ δʼ ἀδελφοῦ Μελεάγρου λελειμμένος,

905ἴσον παρέσχεν ὄνομα διὰ τέχνης δορός,

906εὑρὼν ἀκριβῆ μουσικὴν ἐν ἀσπίδι·

907φιλότιμον ἦθος πλούσιον, φρόνημα δὲ

908ἐν τοῖσιν ἔργοις, οὐχὶ τοῖς λόγοις, ἴσον.

909ἐκ τῶνδε μὴ θαύμαζε τῶν εἰρημένων,

910Θησεῦ, πρὸ πύργων τούσδε τολμῆσαι θανεῖν.

911τὸ γὰρ τραφῆναι μὴ κακῶς αἰδῶ φέρει·

912αἰσχύνεται δὲ τἀγάθʼ ἀσκήσας ἀνὴρ

913κακὸς γενέσθαι πᾶς τις. ἡ δʼ εὐανδρία

914διδακτός, εἴπερ καὶ βρέφος διδάσκεται

915λέγειν ἀκούειν θʼ ὧν μάθησιν οὐκ ἔχει.

916ἃ δʼ ἂν μάθῃ τις, ταῦτα σῴζεσθαι φιλεῖ

917πρὸς γῆρας. οὕτω παῖδας εὖ παιδεύετε.

Lyric 1

Χορός

918ἰὼ τέκνον, δυστυχῆ σʼ

919ἔτρεφον, ἔφερον ὑφʼ ἥπατος

920πόνους ἐνεγκοῦσʼ ἐν ὠδῖσι· καὶ

921νῦν Ἅιδας τὸν ἐμὸν

922ἔχει μόχθον ἀθλίας,

923ἐγὼ δὲ γηροβοσκὸν οὐκ ἔχω, τεκοῦσʼ

924ἁ τάλαινα…

Iambic 2

The complete text is available when the reading interface loads.