The Greek Library Author

Euripides

Ἡρακλῆς

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1913
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg009.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 1

Ἀμφιτρύων

1Τίς τὸν Διὸς σύλλεκτρον οὐκ οἶδεν βροτῶν,

2Ἀργεῖον Ἀμφιτρύωνʼ, ὃν Ἀλκαῖός ποτε

3ἔτιχθʼ ὁ Περσέως, πατέρα τόνδʼ Ἡρακλέους;

4ὃς τάσδε Θήβας ἔσχον, ἔνθʼ ὁ γηγενὴς

5σπαρτῶν στάχυς ἔβλαστεν, ὧν γένους Ἄρης

6ἔσωσʼ ἀριθμὸν ὀλίγον, οἳ Κάδμου πόλιν

7τεκνοῦσι παίδων παισίν. ἔνθεν ἐξέφυ

8Κρέων Μενοικέως παῖς, ἄναξ τῆσδε χθονός.

9Κρέων δὲ Μεγάρας τῆσδε γίγνεται πατήρ,

10ἣν πάντες ὑμεναίοισι Καδμεῖοί ποτε

11λωτῷ συνηλάλαξαν, ἡνίκʼ εἰς ἐμοὺς

12δόμους ὁ κλεινὸς Ἡρακλῆς νιν ἤγετο.

13λιπὼν δὲ Θήβας, οὗ κατῳκίσθην ἐγώ,

14Μεγάραν τε τήνδε πενθερούς τε παῖς ἐμὸς

15Ἀργεῖα τείχη καὶ Κυκλωπίαν πόλιν

16ὠρέξατʼ οἰκεῖν, ἣν ἐγὼ φεύγω κτανὼν

17Ἠλεκτρύωνα· συμφορὰς δὲ τὰς ἐμὰς

18ἐξευμαρίζων καὶ πάτραν οἰκεῖν θέλων,

19καθόδου δίδωσι μισθὸν Εὐρυσθεῖ μέγαν,

20ἐξημερῶσαι γαῖαν, εἴθʼ Ἥρας ὕπο

21κέντροις δαμασθεὶς εἴτε τοῦ χρεὼν μέτα.

22καὶ τοὺς μὲν ἄλλους ἐξεμόχθησεν πόνους,

23τὸ λοίσθιον δὲ Ταινάρου διὰ στόμα

24βέβηκʼ ἐς Ἅιδου, τὸν τρισώματον κύνα

25ἐς φῶς ἀνάξων, ἔνθεν οὐχ ἥκει πάλιν.

26γέρων δὲ δή τις ἔστι Καδμείων λόγος

27ὡς ἦν πάρος Δίρκης τις εὐνήτωρ Λύκος

28τὴν ἑπτάπυργον τήνδε δεσπόζων πόλιν,

29τὼ λευκοπώλω πρὶν τυραννῆσαι χθονὸς

30Ἀμφίονʼ ἠδὲ Ζῆθον, ἐκγόνω Διός.

31οὗ ταὐτὸν ὄνομα παῖς πατρὸς κεκλημένος,

32Καδμεῖος οὐκ ὤν, ἀλλʼ ἀπʼ Εὐβοίας μολών,

33κτείνει Κρέοντα καὶ κτανὼν ἄρχει χθονός,

34στάσει νοσοῦσαν τήνδʼ ἐπεσπεσὼν πόλιν.

35ἡμῖν δὲ κῆδος ἐς Κρέοντʼ ἀνημμένον

36κακὸν μέγιστον, ὡς ἔοικε, γίγνεται.

37τοὐμοῦ γὰρ ὄντος παιδὸς ἐν μυχοῖς χθονὸς

38ὁ καινὸς οὗτος τῆσδε γῆς ἄρχων Λύκος

39τοὺς Ἡρακλείους παῖδας ἐξελεῖν θέλει

40κτανὼν δάμαρτά θʼ, ὡς φόνῳ σβέσῃ φόνον,

41κἄμʼ — εἴ τι δὴ χρὴ κἄμʼ ἐν ἀνδράσιν λέγειν

42γέροντʼ ἀχρεῖον — μή ποθʼ οἵδʼ ἠνδρωμένοι

43μήτρωσιν ἐκπράξωσιν αἵματος δίκην.

44ἐγὼ δέ — λείπει γάρ με τοῖσδʼ ἐν δώμασιν

45τροφὸν τέκνων οἰκουρόν, ἡνίκα χθονὸς

46μέλαιναν ὄρφνην εἰσέβαινε, παῖς ἐμός —

47σὺν μητρί, τέκνα μὴ θάνωσʼ Ἡρακλέους,

48βωμὸν καθίζω τόνδε σωτῆρος Διός,

49ὃν καλλινίκου δορὸς ἄγαλμʼ ἱδρύσατο

50Μινύας κρατήσας οὑμὸς εὐγενὴς τόκος.

51πάντων δὲ χρεῖοι τάσδʼ ἕδρας φυλάσσομεν,

52σίτων ποτῶν ἐσθῆτος, ἀστρώτῳ πέδῳ

53πλευρὰς τιθέντες· ἐκ γὰρ ἐσφραγισμένοι

54δόμων καθήμεθʼ ἀπορίᾳ σωτηρίας.

55φίλων δὲ τοὺς μὲν οὐ σαφεῖς ὁρῶ φίλους,

56οἳ δʼ ὄντες ὀρθῶς ἀδύνατοι προσωφελεῖν.

57τοιοῦτον ἀνθρώποισιν ἡ δυσπραξία·

58ἧς μήποθʼ ὅστις καὶ μέσως εὔνους ἐμοὶ

59τύχοι, φίλων ἔλεγχον ἀψευδέστατον.

Μεγάρα

60ὦ πρέσβυ, Ταφίων ὅς ποτʼ ἐξεῖλες πόλιν

61στρατηλατήσας κλεινὰ Καδμείων δορός,

62ὡς οὐδὲν ἀνθρώποισι τῶν θείων σαφές.

63ἐγὼ γὰρ οὔτʼ ἐς πατέρʼ ἀπηλάθην τύχης,

64ὃς οὕνεκʼ ὄλβου μέγας ἐκομπάσθη ποτέ,

65ἔχων τυραννίδʼ, ἧς μακραὶ λόγχαι πέρι

66πηδῶσʼ ἔρωτι σώματʼ εἰς εὐδαίμονα,

67ἔχων δὲ τέκνα· κἄμʼ ἔδωκε παιδὶ σῷ

68ἐπίσημον εὐνὴν Ἡρακλεῖ συνοικίσας.

69καὶ νῦν ἐκεῖνα μὲν θανόντʼ ἀνέπτατο,

70ἐγὼ δὲ καὶ σὺ μέλλομεν θνῄσκειν, γέρον,

71οἵ θʼ Ἡράκλειοι παῖδες, οὓς ὑπὸ πτεροῖς

72σῴζω νεοσσοὺς ὄρνις ὣς ὑφειμένη.

73οἳ δʼ εἰς ἔλεγχον ἄλλος ἄλλοθεν πίτνων,

74Ὦ μῆτερ, αὐδᾷ, ποῖ πατὴρ ἄπεστι γῆς;

75τί δρᾷ, πόθʼ ἥξει; τῷ νέῳ δʼ ἐσφαλμένοι

76ζητοῦσι τὸν τεκόντʼ· ἐγὼ δὲ διαφέρω

77λόγοισι, μυθεύουσα. θαυμάζων δʼ ὅταν

78πύλαι ψοφῶσι, πᾶς ἀνίστησιν πόδα,

79ὡς πρὸς πατρῷον προσπεσούμενοι γόνυ.

80νῦν οὖν τίνʼ ἐλπίδʼ ἢ πέδον σωτηρίας

81ἐξευμαρίζῃ, πρέσβυ; πρὸς σὲ γὰρ βλέπω.

82ὡς οὔτε γαίας ὅριʼ ἂν ἐκβαῖμεν λάθρᾳ·

83φυλακαὶ γὰρ ἡμῶν κρείσσονες κατʼ ἐξόδους·

84οὔτʼ ἐν φίλοισιν ἐλπίδες σωτηρίας

85ἔτʼ εἰσὶν ἡμῖν. ἥντινʼ οὖν γνώμην ἔχεις

86λέγʼ ἐς τὸ κοινόν, μὴ θανεῖν ἕτοιμον ᾖ.

Ἀμφιτρύων

88ὦ θύγατερ, οὔτοι ῥᾴδιον τὰ τοιάδε

89φαύλως παραινεῖν, σπουδάσαντʼ ἄνευ πόνου·

87χρόνον δὲ μηκύνωμεν ὄντες ἀσθενεῖς.

Μεγάρα

90λύπης τι προσδεῖς ἢ φιλεῖς οὕτω φάος;

Ἀμφιτρύων

91καὶ τῷδε χαίρω καὶ φιλῶ τὰς ἐλπίδας.

Μεγάρα

92κἀγώ· δοκεῖν δὲ τἀδόκητʼ οὐ χρή, γέρον.

Ἀμφιτρύων

93ἐν ταῖς ἀναβολαῖς τῶν κακῶν ἔνεστʼ ἄκη.

Μεγάρα

94ὁ δʼ ἐν μέσῳ με λυπρὸς ὢν δάκνει χρόνος.

Ἀμφιτρύων

95ἔτʼ ἂν γένοιτʼ, ὦ θύγατερ, οὔριος δρόμος

96ἐκ τῶν παρόντων τῶνδʼ ἐμοὶ καὶ σοὶ κακῶν,

97ἔλθοι τʼ ἔτʼ ἂν παῖς οὑμός, εὐνήτωρ δὲ σός.

98ἀλλʼ ἡσύχαζε καὶ δακρυρρόους τέκνων

99πηγὰς ἀφαίρει καὶ παρευκήλει λόγοις,

100κλέπτουσα μύθοις ἀθλίους κλοπὰς ὅμως.

101κάμνουσι γάρ τοι καὶ βροτῶν αἱ συμφοραί,

102καὶ πνεύματʼ ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει·

103οἵ τʼ εὐτυχοῦντες διὰ τέλους οὐκ εὐτυχεῖς.

104ἐξίσταται γὰρ πάντʼ ἀπʼ ἀλλήλων δίχα.

105οὗτος δʼ ἀνὴρ ἄριστος ὅστις ἐλπίσι

106πέποιθεν αἰεί· τὸ δʼ ἀπορεῖν ἀνδρὸς κακοῦ.

Choral 2

Strophe 1

Χορός

107—ὑπώροφα μέλαθρα καὶ

108γεραιὰ δέμνιʼ, ἀμφὶ βάκτροις

109ἔρεισμα θέμενος, ἐστάλην

110ἰηλέμων γόων ἀοι-

110aδὸς ὥστε πολιὸς ὄρνις,

111ἔπεα μόνον καὶ δόκη-

112μα νυκτερωπὸν ἐννύχων ὀνείρων,

113τρομερὰ μέν, ἀλλʼ ὅμως πρόθυμʼ.

114ὦ τέκεα, τέκεα πατρὸς ἀπάτορʼ,

115ὦ γεραιὲ σύ τε τάλαινα μᾶ-

116τερ, ἃ τὸν Ἀίδα δόμοις

117πόσιν ἀναστενάζεις.

Antistrophe 1

Χορός

119—μὴ προκάμητε πόδα βαρύ τε

120κῶλον ὥστε πρὸς πετραῖον

121λέπας ζυγηφόρον πῶλον

122ἀνέντες ὡς βάρος φέρον

122aτροχηλάτοιο πώλου .

123λαβοῦ χερῶν καὶ πέπλων,

124ὅτου λέλοιπε ποδὸς ἀμαυρὸν ἴχνος·

125γέρων γέροντα παρακόμιζʼ,

127ᾧ ξύνοπλα δόρατα νέα νέῳ

126τὸ πάρος ἐν ἡλίκων πόνοις

128ξυνῆν ποτʼ, εὐκλεεστάτας

Epode 3

Χορός

130—ἴδετε, πατέρος ὡς γορ-

131γῶπες αἵδε προσφερεῖς

132ὀμμάτων αὐγαί,

133τὸ δὲ κακοτυχὲς οὐ λέλοιπεν ἐκ τέκνων

134οὐδʼ ἀποίχεται χάρις.

135Ἑλλὰς ὦ ξυμμάχους

136οἵους οἵους ὀλέσα-

137σα τούσδʼ ἀποστερήσῃ.

Episode 3

Χορός

138—ἀλλʼ εἰσορῶ γὰρ τῆσδε κοίρανον χθονὸς

139Λύκον περῶντα τῶνδε δωμάτων πέλας.

Λύκος

140τὸν Ἡράκλειον πατέρα καὶ ξυνάορον,

141εἰ χρή μʼ, ἐρωτῶ· χρὴ δʼ, ἐπεί γε δεσπότης

142ὑμῶν καθέστηχʼ, ἱστορεῖν ἃ βούλομαι.

143τίνʼ ἐς χρόνον ζητεῖτε μηκῦναι βίον;

144τίνʼ ἐλπίδʼ ἀλκήν τʼ εἰσορᾶτε μὴ θανεῖν;

145ἢ τὸν παρʼ Ἅιδῃ πατέρα τῶνδε κείμενον

146πιστεύεθʼ ἥξειν; ὡς ὑπὲρ τὴν ἀξίαν

147τὸ πένθος αἴρεσθʼ, εἰ θανεῖν ὑμᾶς χρεών,

148σὺ μὲν καθʼ Ἑλλάδʼ ἐκβαλὼν κόμπους κενούς,

149ὡς σύγγαμός σοι Ζεὺς τέκνου τε κοινεών,

150σὺ δʼ ὡς ἀρίστου φωτὸς ἐκλήθης δάμαρ.

151τί δὴ τὸ σεμνὸν σῷ κατείργασται πόσει,

152ὕδραν ἕλειον εἰ διώλεσε κτανὼν

153ἢ τὸν Νέμειον θῆρα; ὃν ἐν βρόχοις ἑλὼν

154βραχίονός φησʼ ἀγχόναισιν ἐξελεῖν.

155τοῖσδʼ ἐξαγωνίζεσθε; τῶνδʼ ἄρʼ οὕνεκα

156τοὺς Ἡρακλείους παῖδας οὐ θνῄσκειν χρεών;

157ὃς ἔσχε δόξαν οὐδὲν ὢν εὐψυχίας

158θηρῶν ἐν αἰχμῇ, τἄλλα δʼ οὐδὲν ἄλκιμος,

159ὃς οὔποτʼ ἀσπίδʼ ἔσχε πρὸς λαιᾷ χερὶ

160οὐδʼ ἦλθε λόγχης ἐγγύς, ἀλλὰ τόξʼ ἔχων,

161κάκιστον ὅπλον, τῇ φυγῇ πρόχειρος ἦν.

162ἀνδρὸς δʼ ἔλεγχος οὐχὶ τόξʼ εὐψυχίας,

163ἀλλʼ ὃς μένων βλέπει τε κἀντιδέρκεται

164δορὸς ταχεῖαν ἄλοκα τάξιν ἐμβεβώς.

165ἔχει δὲ τοὐμὸν οὐκ ἀναίδειαν, γέρον,

166ἀλλʼ εὐλάβειαν· οἶδα γὰρ κατακτανὼν

167Κρέοντα πατέρα τῆσδε καὶ θρόνους ἔχων.

168οὔκουν τραφέντων τῶνδε τιμωροὺς ἐμοὺς

169χρῄζω λιπέσθαι τῶν δεδραμένων δίκην.

Ἀμφιτρύων

170τῷ τοῦ Διὸς μὲν Ζεὺς ἀμυνέτω μέρει

171παιδός· τὸ δʼ εἰς ἔμʼ, Ἡράκλεις, ἐμοὶ μέλει

172λόγοισι τὴν τοῦδʼ ἀμαθίαν ὑπὲρ σέθεν

173δεῖξαι· κακῶς γάρ σʼ οὐκ ἐατέον κλύειν.

174πρῶτον μὲν οὖν τἄρρητʼ — ἐν ἀρρήτοισι γὰρ

175τὴν σὴν νομίζω δειλίαν, Ἡράκλεες —

176σὺν μάρτυσιν θεοῖς δεῖ μʼ ἀπαλλάξαι σέθεν.

177Διὸς κεραυνόν τʼ ἠρόμην τέθριππά τε,

178ἐν οἷς βεβηκὼς τοῖσι γῆς βλαστήμασιν

179Γίγασι πλευροῖς πτήνʼ ἐναρμόσας βέλη

180τὸν καλλίνικον μετὰ θεῶν ἐκώμασεν·

181τετρασκελές θʼ ὕβρισμα, Κενταύρων γένος,

182Φολόην ἐπελθών, ὦ κάκιστε βασιλέων,

183ἐροῦ τίνʼ ἄνδρʼ ἄριστον ἐγκρίνειαν ἄν,

184ἢ οὐ παῖδα τὸν ἐμόν, ὃν σὺ φῂς εἶναι δοκεῖν.

185Δίρφυν τʼ ἐρωτῶν ἥ σʼ ἔθρεψʼ Ἀβαντίδα

186οὐκ ἄν σʼ ἐπαινέσειεν· οὐ γὰρ ἔσθʼ ὅπου

187ἐσθλόν τι δράσας μάρτυρʼ ἂν λάβοις πάτραν.

188τὸ πάνσοφον δʼ εὕρημα, τοξήρη σαγήν,

189μέμφῃ· κλύων νῦν τἀπʼ ἐμοῦ σοφὸς γενοῦ.

190ἀνὴρ ὁπλίτης δοῦλός ἐστι τῶν ὅπλων

191καὶ τοῖσι συνταχθεῖσιν οὖσι μὴ ἀγαθοῖς

192αὐτὸς τέθνηκε δειλίᾳ τῇ τῶν πέλας,

193θραύσας τε λόγχην οὐκ ἔχει τῷ σώματι

194θάνατον ἀμῦναι, μίαν ἔχων ἀλκὴν μόνον·

195ὅσοι δὲ τόξοις χεῖρʼ ἔχουσιν εὔστοχον,

196ἓν μὲν τὸ λῷστον, μυρίους οἰστοὺς ἀφεὶς

197ἄλλοις τὸ σῶμα ῥύεται μὴ κατθανεῖν,

198ἑκὰς δʼ ἀφεστὼς πολεμίους ἀμύνεται

199τυφλοῖς ὁρῶντας οὐτάσας τοξεύμασιν

200τὸ σῶμά τʼ οὐ δίδωσι τοῖς ἐναντίοις,

201ἐν εὐφυλάκτῳ δʼ ἐστί· τοῦτο δʼ ἐν μάχῃ

202σοφὸν μάλιστα, δρῶντα πολεμίους κακῶς

203σῴζειν τὸ σῶμα, μὴ ʼκ τύχης ὡρμισμένον.

204λόγοι μὲν οἵδε τοῖσι σοῖς ἐναντίαν

205γνώμην ἔχουσι τῶν καθεστώτων πέρι.

206παῖδας δὲ δὴ τί τούσδʼ ἀποκτεῖναι θέλεις;

207τί σʼ οἵδʼ ἔδρασαν; ἕν τί σʼ ἡγοῦμαι σοφόν,

208εἰ τῶν ἀρίστων τἄκγονʼ αὐτὸς ὢν κακὸς

209δέδοικας. ἀλλὰ τοῦθʼ ὅμως ἡμῖν βαρύ,

210εἰ δειλίας σῆς κατθανούμεθʼ εἵνεκα,

211ὃ χρῆν σʼ ὑφʼ ἡμῶν τῶν ἀμεινόνων παθεῖν,

212εἰ Ζεὺς δικαίας εἶχεν εἰς ἡμᾶς φρένας.

213εἰ δʼ οὖν ἔχειν γῆς σκῆπτρα τῆσδʼ αὐτὸς θέλεις,

214ἔασον ἡμᾶς φυγάδας ἐξελθεῖν χθονός·

215βίᾳ δὲ δράσῃς μηδέν, ἢ πείσῃ βίαν,

216ὅταν θεοῦ σοι πνεῦμα μεταβαλὸν τύχῃ.

217φεῦ·

217aὦ γαῖα Κάδμου· καὶ γὰρ ἐς σὲ ἀφίξομαι

218λόγους ὀνειδιστῆρας ἐνδατούμενος·

219τοιαῦτʼ ἀμύνεθʼ Ἡρακλεῖ τέκνοισί τε;

220ὃς εἷς Μινύαισι πᾶσι διὰ μάχης μολὼν

221Θήβαις ἔθηκεν ὄμμʼ ἐλεύθερον βλέπειν.

222οὐδʼ Ἑλλάδʼ ᾔνεσʼ — οὐδʼ ἀνέξομαί ποτε

223σιγῶν — κακίστην λαμβάνων ἐς παῖδʼ ἐμόν,

224ἣν χρῆν νεοσσοῖς τοῖσδε πῦρ λόγχας ὅπλα

225φέρουσαν ἐλθεῖν, ποντίων καθαρμάτων

226χέρσου τʼ ἀμοιβάς — ὧν ἐμόχθησας χάριν.

227τὰ δʼ, ὦ τέκνʼ, ὑμῖν οὔτε Θηβαίων πόλις

228οὔθʼ Ἑλλὰς ἀρκεῖ· πρὸς δʼ ἔμʼ ἀσθενῆ φίλον

229δεδόρκατʼ, οὐδὲν ὄντα πλὴν γλώσσης ψόφον.

230ῥώμη γὰρ ἐκλέλοιπεν ἣν πρὶν εἴχομεν,

231γήρᾳ δὲ τρομερὰ γυῖα κἀμαυρὸν σθένος.

232εἰ δʼ ἦ νέος τε κἄτι σώματος κρατῶν,

233λαβὼν ἂν ἔγχος τοῦδε τοὺς ξανθοὺς πλόκους

234καθῃμάτωσʼ ἄν, ὥστʼ Ἀτλαντικῶν πέραν

235φεύγειν ὅρων ἂν δειλίᾳ τοὐμὸν δόρυ.

Χορός

236ἆρʼ οὐκ ἀφορμὰς τοῖς λόγοισιν ἁγαθοὶ

237θνητῶν ἔχουσι, κἂν βραδύς τις ᾖ λέγειν;

Λύκος

238σὺ μὲν λέγʼ ἡμᾶς οἷς πεπύργωσαι λόγοις,

239ἐγὼ δὲ δράσω σʼ ἀντὶ τῶν λόγων κακῶς.

240ἄγʼ, οἳ μὲν Ἑλικῶνʼ, οἳ δὲ Παρνασοῦ πτυχὰς

241τέμνειν ἄνωχθʼ ἐλθόντες ὑλουργοὺς δρυὸς

242κορμούς· ἐπειδὰν δʼ ἐσκομισθῶσιν πόλει,

243βωμὸν πέριξ νήσαντες ἀμφήρη ξύλα

244ἐμπίμπρατʼ αὐτῶν καὶ πυροῦτε σώματα

245πάντων, ἵνʼ εἰδῶσʼ οὕνεκʼ οὐχ ὁ κατθανὼν

246κρατεῖ χθονὸς τῆσδʼ, ἀλλʼ ἐγὼ τὰ νῦν τάδε.

247ὑμεῖς δέ, πρέσβεις, ταῖς ἐμαῖς ἐναντίοι

248γνώμαισιν ὄντες, οὐ μόνον στενάξετε

249τοὺς Ἡρακλείους παῖδας, ἀλλὰ καὶ δόμου

250τύχας, ὅταν πάσχῃ τι, μεμνήσεσθε δὲ

251δοῦλοι γεγῶτες τῆς ἐμῆς τυραννίδος.

Χορός

252— ὦ γῆς λοχεύμαθʼ, οὓς Ἄρης σπείρει ποτὲ

253λάβρον δράκοντος ἐξερημώσας γένυν,

254οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα,

255ἀρεῖτε καὶ τοῦδʼ ἀνδρὸς ἀνόσιον κάρα

256καθαιματώσεθʼ, ὅστις οὐ Καδμεῖος ὢν

257ἄρχει κάκιστος τῶν νέων ἔπηλυς ὤν;

258ἀλλʼ οὐκ ἐμοῦ γε δεσπόσεις χαίρων ποτέ.

259— οὐδʼ ἁπόνησα πόλλʼ ἐγὼ καμὼν χερὶ

260ἕξεις. ἀπέρρων δʼ ἔνθεν ἦλθες ἐνθάδε,

261ὕβριζʼ. ἐμοῦ γὰρ ζῶντος οὐ κτενεῖς ποτε

262τοὺς Ἡρακλείους παῖδας. οὐ τοσόνδε γῆς

263ἔνερθʼ ἐκεῖνος κρύπτεται λιπὼν τέκνα.

264— ἐπεὶ σὺ μὲν γῆν τήνδε διολέσας ἔχεις,

265ὃ δʼ ὠφελήσας ἀξίων οὐ τυγχάνει.

266— κἄπειτα πράσσω πόλλʼ ἐγώ, φίλους ἐμοὺς

267θανόντας εὖ δρῶν, οὗ φίλων μάλιστα δεῖ;

268— ὦ δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ,

269ἐν δʼ ἀσθενείᾳ τὸν πόθον διώλεσας.

270ἐπεί σʼ ἔπαυσʼ ἂν δοῦλον ἐννέποντά με

271καὶ τάσδε Θήβας εὐκλεῶς ᾠκήσαμεν.

272ἐν αἷς σὺ χαίρεις· οὐ γὰρ εὖ φρονεῖ πόλις

273στάσει νοσοῦσα καὶ κακοῖς βουλεύμασιν.

274οὐ γάρ ποτʼ ἂν σὲ δεσπότην ἐκτήσατο.

Μεγάρα

275γέροντες, αἰνῶ· τῶν φίλων γὰρ οὕνεκα

276ὀργὰς δικαίας τοὺς φίλους ἔχειν χρεών·

277ἡμῶν δʼ ἕκατι δεσπόταις θυμούμενοι

278πάθητε μηδέν. τῆς δʼ ἐμῆς, Ἀμφιτρύων,

279γνώμης ἄκουσον, ἤν τί σοι δοκῶ λέγειν.

280ἐγὼ φιλῶ μὲν τέκνα· πῶς γὰρ οὐ φιλῶ

281ἅτικτον, ἁμόχθησα; καὶ τὸ κατθανεῖν

282δεινὸν νομίζω· τῷ δʼ ἀναγκαίῳ τρόπῳ

283ὃς ἀντιτείνει σκαιὸν ἡγοῦμαι βροτόν.

284ἡμᾶς δʼ, ἐπειδὴ δεῖ θανεῖν, θνῄσκειν χρεὼν

285μὴ πυρὶ καταξανθέντας, ἐχθροῖσιν γέλων

286διδόντας, οὑμοὶ τοῦ θανεῖν μεῖζον κακόν.

287ὀφείλομεν γὰρ πολλὰ δώμασιν καλά·

288σὲ μὲν δόκησις ἔλαβεν εὐκλεὴς δορός,

289ὥστʼ οὐκ ἀνεκτὸν δειλίας θανεῖν σʼ ὕπο·

290οὑμὸς δʼ ἀμαρτύρητος εὐκλεὴς πόσις,

291ὡς τούσδε παῖδας οὐκ ἂν ἐκσῶσαι θέλοι

292δόξαν κακὴν λαβόντας· οἱ γὰρ εὐγενεῖς

293κάμνουσι τοῖς αἰσχροῖσι τῶν τέκνων ὕπερ,

294ἐμοί τε μίμημʼ ἀνδρὸς οὐκ ἀπωστέον.

295σκέψαι δὲ τὴν σὴν ἐλπίδʼ ᾗ λογίζομαι·

296ἥξειν νομίζεις παῖδα σὸν γαίας ὕπο;

297καὶ τίς θανόντων ἦλθεν ἐξ Ἅιδου πάλιν;

298ἀλλʼ ὡς λόγοισι τόνδε μαλθάξαιμεν ἄν;

299ἥκιστα· φεύγειν σκαιὸν ἄνδρʼ ἐχθρὸν χρεών,

300σοφοῖσι δʼ εἴκειν καὶ τεθραμμένοις καλῶς·

301ῥᾷον γὰρ αἰδοῦς ὑπολαβὼν φίλʼ ἂν τέμοις.

302ἤδη δʼ ἐσῆλθέ μʼ εἰ παραιτησαίμεθα

303φυγὰς τέκνων τῶνδʼ· ἀλλὰ καὶ τόδʼ ἄθλιον,

304πενίᾳ σὺν οἰκτρᾷ περιβαλεῖν σωτηρίαν·

305ὡς τὰ ξένων πρόσωπα φεύγουσιν φίλοις

306ἓν ἦμαρ ἡδὺ βλέμμʼ ἔχειν φασὶν μόνον.

307τόλμα μεθʼ ἡμῶν θάνατον, ὃς μένει σʼ ὅμως.

308προκαλούμεθʼ εὐγένειαν, ὦ γέρον, σέθεν·

309τὰς τῶν θεῶν γὰρ ὅστις ἐκμοχθεῖ τύχας,

310πρόθυμός ἐστιν, ἡ προθυμία δʼ ἄφρων·

311ὃ χρὴ γὰρ οὐδεὶς μὴ χρεὼν θήσει ποτέ.

Χορός

312εἰ μὲν σθενόντων τῶν ἐμῶν βραχιόνων

313ἦν τίς σʼ ὑβρίζων, ῥᾳδίως ἐπαύσατʼ ἄν·

314νῦν δʼ οὐδέν ἐσμεν. σὸν δὲ τοὐντεῦθεν σκοπεῖν

315ὅπως διώσῃ τὰς τύχας, Ἀμφιτρύων.

Ἀμφιτρύων

316οὔτοι τὸ δειλὸν οὐδὲ τοῦ βίου πόθος

317θανεῖν ἐρύκει μʼ, ἀλλὰ παιδὶ βούλομαι

318σῷσαι τέκνʼ· ἄλλως δʼ ἀδυνάτων ἔοικʼ ἐρᾶν.

319ἰδοὺ πάρεστιν ἥδε φασγάνῳ δέρη

320κεντεῖν φονεύειν, ἱέναι πέτρας ἄπο.

321μίαν δὲ νῷν δὸς χάριν, ἄναξ, ἱκνούμεθα·

322κτεῖνόν με καὶ τήνδʼ ἀθλίαν παίδων πάρος,

323ὡς μὴ τέκνʼ εἰσίδωμεν, ἀνόσιον θέαν,

324ψυχορραγοῦντα καὶ καλοῦντα μητέρα

325πατρός τε πατέρα. τἄλλα δʼ, εἰ πρόθυμος εἶ,

326πρᾶσσʼ· οὐ γὰρ ἀλκὴν ἔχομεν ὥστε μὴ θανεῖν.

Μεγάρα

327κἀγώ σʼ ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν,

328ἡμῖν ἵνʼ ἀμφοῖν εἷς ὑπουργήσῃς διπλᾶ·

329κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν,

330δόμους ἀνοίξας — νῦν γὰρ ἐκκεκλῄμεθα —

331ὡς ἀλλὰ ταῦτά γʼ ἀπολάχωσʼ οἴκων πατρός.

Λύκος

332ἔσται τάδʼ· οἴγειν κλῇθρα προσπόλοις λέγω.

333κοσμεῖσθʼ ἔσω μολόντες· οὐ φθονῶ πέπλων.

334ὅταν δὲ κόσμον περιβάλησθε σώμασιν,

335ἥξω πρὸς ὑμᾶς νερτέρᾳ δώσων χθονί.

Μεγάρα

336ὦ τέκνʼ, ὁμαρτεῖτʼ ἀθλίῳ μητρὸς ποδὶ

337πατρῷον ἐς μέλαθρον, οὗ τῆς οὐσίας

338ἄλλοι κρατοῦσι, τὸ δʼ ὄνομʼ ἔσθʼ ἡμῶν ἔτι.

Ἀμφιτρύων

339ὦ Ζεῦ, μάτην ἄρʼ ὁμόγαμόν σʼ ἐκτησάμην,

340μάτην δὲ παιδὸς κοινεῶνʼ ἐκλῄζομεν·

341σὺ δʼ ἦσθʼ ἄρʼ ἥσσων ἢ ʼδόκεις εἶναι φίλος.

342ἀρετῇ σε νικῶ θνητὸς ὢν θεὸν μέγαν·

343παῖδας γὰρ οὐ προύδωκα τοὺς Ἡρακλέους.

344σὺ δʼ ἐς μὲν εὐνὰς κρύφιος ἠπίστω μολεῖν,

345τἀλλότρια λέκτρα δόντος οὐδενὸς λαβών,

346σῴζειν δὲ τοὺς σοὺς οὐκ ἐπίστασαι φίλους.

347ἀμαθής τις εἶ θεός, ἢ δίκαιος οὐκ ἔφυς.

Choral 4

Strophe 1

Χορός

348—αἲ Λίνον μὲν ἐπʼ εὐτυχεῖ

349μολπᾷ Φοῖβος ἰαχεῖ

350τὸν κάλλει φθιτόν, κιθάραν

351ἐλαύνων πλήκτρῳ χρυσέῳ·

351aἐγὼ δὲ τὸν γᾶς ἐνέρων τʼ

352ἐς ὄρφναν μολόντα, παῖδʼ

353εἴτε Διός νιν εἴπω,

354εἴτʼ Ἀμφιτρύωνος ἶνιν,

355ὑμνῆσαι στεφάνωμα μό-

356χθων διʼ εὐλογίας θέλω.

357γενναίων δʼ ἀρεταὶ πόνων

358τοῖς θανοῦσιν ἄγαλμα.

Ephymnion 1

Χορός

359—πρῶτον μὲν Διὸς ἄλσος

360ἠρήμωσε λέοντος,

361πυρσῷ δʼ ἀμφεκαλύφθη

362ξανθὸν κρᾶτʼ ἐπινωτίσας

363δεινῷ χάσματι θηρός·

Antistrophe 1

Χορός

364—τάν τʼ ὀρεινόμον ἀγρίων

365Κενταύρων ποτὲ γένναν

366ἔστρωσεν τόξοις φονίοις,

367ἐναίρων πτανοῖς βέλεσιν.

368ξύνοιδε Πηνειὸς ὁ καλ-

369λιδίνας μακραί τʼ ἄρου-

369aραι πεδίων ἄκαρποι

370καὶ Πηλιάδες θεράπναι

371σύγχορτοί τʼ Ὀμόλας ἔναυ-

372λοι, πεύκαισιν ὅθεν χέρας

373πληροῦντες χθόνα Θεσσαλῶν

374ἱππείαις ἐδάμαζον·

Ephymnion 1

Χορός

375—τάν τε χρυσοκάρανον

376δόρκαν ποικιλόνωτον

377συλήτειραν ἀγρωστᾶν

378κτείνας, θηροφόνον θεὰν

379Οἰνωᾶτιν ἀγάλλει·

Strophe 2

Χορός

380—τεθρίππων τʼ ἐπέβα

381καὶ ψαλίοις ἐδάμασε πώλους

382Διομήδεος, αἳ φονίαισι φάτναις ἀχάλινʼ ἐθόα-

383ζον κάθαιμα σῖτα γένυσι,

384χαρμοναῖσιν ἀνδροβρῶσι

385δυστράπεζοι· πέραν δʼ

386ἀργυρορρύτων Ἕβρου

387διεπέρασεν ὄχθων,

388Μυκηναίῳ πονῶν τυράννῳ.

Ephymnion 2

Χορός

389—ἄν τε Πηλιάδʼ ἀκτὰν

390Ἀναύρου παρὰ πηγὰς

391Κύκνον ξεινοδαΐκταν

392τόξοις ὤλεσεν, Ἀμφαναί-

393ας οἰκήτορʼ ἄμεικτον·

Antistrophe 2

Χορός

394—ὑμνῳδούς τε κόρας

395ἤλυθεν ἑσπέριον ἐς αὐλάν,

396χρυσέων πετάλων ἄπο μηλοφόρον χερὶ καρπὸν ἀμέρ-

397ξων, δράκοντα πυρσόνωτον,

398ὅς σφʼ ἄπλατον ἀμφελικτὸς

399ἕλικʼ ἐφρούρει, κτανών·

400ποντίας θʼ ἁλὸς μυχοὺς

401εἰσέβαινε, θνατοῖς

402γαλανείας τιθεὶς ἐρετμοῖς·

Ephymnion 2

Χορός

403—οὐρανοῦ θʼ ὑπὸ μέσσαν

404ἐλαύνει χέρας ἕδραν,

405Ἄτλαντος δόμον ἐλθών,

406ἀστρωπούς τε κατέσχεν οἴ-

407κους εὐανορίᾳ θεῶν·

Strophe 3

Χορός

408—τὸν ἱππευτάν τʼ Ἀμαζό-

409νων στρατὸν Μαιῶτιν ἀμφὶ

410πολυπόταμον ἔβα διʼ Ἄ-

410aξεινον οἶδμα λίμνας,

411τίνʼ οὐκ ἀφʼ Ἑλλανίας

412ἄγορον ἁλίσας φίλων,

413κόρας Ἀρείας πέπλων

414χρυσεόστολον φάρος,

415ζωστῆρος ὀλεθρίους ἄγρας.

416τὰ κλεινὰ δʼ Ἑλλὰς ἔλαβε βαρ-

417βάρου κόρας λάφυρα, καὶ

418σῴζεται Μυκήναις.

Ephymnion 3

Χορός

419—τάν τε μυριόκρανον

420πολύφονον κύνα Λέρνας

421ὕδραν ἐξεπύρωσεν,

422βέλεσί τʼ ἀμφέβαλʼ ἰόν,

423τὸν τρισώματον οἷσιν ἔ-

424κτα βοτῆρʼ Ἐρυθείας.

Antistrophe 3

Χορός

425—δρόμων τʼ ἄλλων ἀγάλματʼ

426εὐτυχῆ διῆλθε· τόν τε

427πολυδάκρυον ἔπλευσʼ ἐς Ἅι-

427aδαν, πόνων τελευτάν,

428ἵνʼ ἐκπεραίνει τάλας

429βίοτον, οὐδʼ ἔβα πάλιν.

430στέγαι δʼ ἔρημοι φίλων,

431τὰν δʼ ἀνόστιμον τέκνων

432Χάρωνος ἐπιμένει πλάτα

433βίου κέλευθον ἄθεον ἄδι-

434κον· ἐς δὲ σὰς χέρας βλέπει

435δώματʼ οὐ παρόντος.

Ephymnion 3

Χορός

436—εἰ δʼ ἐγὼ σθένος ἥβων

437δόρυ τʼ ἔπαλλον ἐν αἰχμᾷ,

438Καδμείων τε σύνηβοι,

439τέκεσιν ἂν προπαρέσταν

440ἀλκᾷ· νῦν δʼ ἀπολείπομαι

441τᾶς εὐδαίμονος ἥβας.

Episode 5

Anapests 1

Χορός

442—ἀλλʼ ἐσορῶ γὰρ τούσδε φθιμένων

443ἔνδυτʼ ἔχοντας, τοὺς τοῦ μεγάλου

444δή ποτε παῖδας τὸ πρὶν Ἡρακλέους,

445ἄλοχόν τε φίλην ὑπὸ σειραίοις

446ποσὶν ἕλκουσαν τέκνα, καὶ γεραιὸν

447πατέρʼ Ἡρακλέους. δύστηνος ἐγώ,

448δακρύων ὡς οὐ δύναμαι κατέχειν

450γραίας ὄσσων ἔτι πηγάς.

Μεγάρα

451εἶἑν· τίς ἱερεύς, τίς σφαγεὺς τῶν δυσπότμων

452ἢ τῆς ταλαίνης τῆς ἐμῆς ψυχῆς φονεύς;

453ἕτοιμʼ ἄγειν τὰ θύματʼ εἰς Ἅιδου τάδε.

454ὦ τέκνʼ, ἀγόμεθα ζεῦγος οὐ καλὸν νεκρῶν,

455ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες.

456ὦ μοῖρα δυστάλαινʼ ἐμή τε καὶ τέκνων

457τῶνδʼ, οὓς πανύστατʼ ὄμμασιν προσδέρκομαι

458ἔτεκον μὲν ὑμᾶς, πολεμίοις δʼ ἐθρεψάμην

459ὕβρισμα κἀπίχαρμα καὶ διαφθοράν.

460φεῦ·

460aἦ πολύ με δόξης ἐξέπαισαν ἐλπίδες,

461ἣν πατρὸς ὑμῶν ἐκ λόγων ποτʼ ἤλπισα.

462σοὶ μὲν γὰρ Ἄργος ἔνεμʼ ὁ κατθανὼν πατήρ,

463Εὐρυσθέως δʼ ἔμελλες οἰκήσειν δόμους

464τῆς καλλικάρπου κράτος ἔχων Πελασγίας,

465στολήν τε θηρὸς ἀμφέβαλλε σῷ κάρᾳ

466λέοντος, ᾗπερ αὐτὸς ἐξωπλίζετο·

467σὺ δʼ ἦσθα Θηβῶν τῶν φιλαρμάτων ἄναξ,

468ἔγκληρα πεδία τἀμὰ γῆς κεκτημένος,

469ὡς ἐξέπειθες τὸν κατασπείραντά σε·

470ἐς δεξιάν τε σὴν ἀλεξητήριον

471ξύλον καθίει δαίδαλον, ψευδῆ δόσιν.

472σοὶ δʼ ἣν ἔπερσε τοῖς ἑκηβόλοις ποτὲ

473τόξοισι δώσειν Οἰχαλίαν ὑπέσχετο.

474τρεῖς δʼ ὄντας ὑμᾶς τριπτύχοις τυραννίσι

475πατὴρ ἐπύργου, μέγα φρονῶν εὐανδρίᾳ·

476ἐγὼ δὲ νύμφας ἠκροθινιαζόμην,

477κήδη συνάψουσʼ, ἔκ τʼ Ἀθηναίων χθονὸς

478Σπάρτης τε Θηβῶν θʼ, ὡς ἀνημμένοι κάλῳς

479πρυμνησίοισι βίον ἔχοιτʼ εὐδαίμονα.

480καὶ ταῦτα φροῦδα· μεταβαλοῦσα δʼ ἡ τύχη

481νύμφας μὲν ὑμῖν Κῆρας ἀντέδωκʼ ἔχειν,

482ἐμοὶ δὲ δάκρυα λουτρά — δύστηνος φρενῶν.

483πατὴρ δὲ πατρὸς ἑστιᾷ γάμους ὅδε,

484Ἅιδην νομίζων πενθερόν, κῆδος πατρός.

485ὤμοι, τίνʼ ὑμῶν πρῶτον ἢ τίνʼ ὕστατον

486πρὸς στέρνα θῶμαι; τῷ προσαρμόσω στόμα;

487τίνος λάβωμαι; πῶς ἂν ὡς ξουθόπτερος

488μέλισσα συνενέγκαιμʼ ἂν ἐκ πάντων γόους,

489ἐς ἓν δʼ ἐνεγκοῦσʼ ἀθρόον ἀποδοίην δάκρυ;

490ὦ φίλτατʼ, εἴ τις φθόγγος εἰσακούεται

491θνητῶν παρʼ Ἅιδῃ, σοὶ τάδʼ, Ἡράκλεις, λέγω·

492θνῄσκει πατὴρ σὸς καὶ τέκνʼ, ὄλλυμαι δʼ ἐγώ,

493ἣ πρὶν μακαρία διὰ σʼ ἐκλῃζόμην βροτοῖς.

494ἄρηξον, ἐλθέ· καὶ σκιὰ φάνηθί μοι·

495ἅλις γὰρ ἐλθὼν κἂν ὄναρ γένοιο σύ·

496κακοὶ γάρ εἰσιν οἳ τέκνα κτείνουσι σά.

Ἀμφιτρύων

497σὺ μὲν τὰ νέρθεν εὐτρεπῆ ποιοῦ, γύναι·

498ἐγὼ δὲ σέ, ὦ Ζεῦ, χεῖρʼ ἐς οὐρανὸν δικὼν

499αὐδῶ, τέκνοισιν εἴ τι τοισίδʼ ὠφελεῖν

500μέλλεις, ἀμύνειν, ὡς τάχʼ οὐδὲν ἀρκέσεις.

501καίτοι κέκλησαι πολλάκις· μάτην πονῶ·

502θανεῖν γάρ, ὡς ἔοικʼ, ἀναγκαίως ἔχει.

503ἀλλʼ, ὦ γέροντες, μικρὰ μὲν τὰ τοῦ βίου,

504τοῦτον δʼ ὅπως ἥδιστα διαπεράσετε,

505ἐξ ἡμέρας ἐς νύκτα μὴ λυπούμενοι.

506ὡς ἐλπίδας μὲν ὁ χρόνος οὐκ ἐπίσταται

507σῴζειν, τὸ δʼ αὑτοῦ σπουδάσας διέπτατο.

508ὁρᾶτʼ ἔμʼ ὅσπερ ἦ περίβλεπτος βροτοῖς

509ὀνομαστὰ πράσσων, καί μʼ ἀφείλεθʼ ἡ τύχη

510ὥσπερ πτερὸν πρὸς αἰθέρʼ ἡμέρᾳ μιᾷ.

511ὁ δʼ ὄλβος ὁ μέγας ἥ τε δόξʼ οὐκ οἶδʼ ὅτῳ

512βέβαιός ἐστι. χαίρετʼ· ἄνδρα γὰρ φίλον

513πανύστατον νῦν, ἥλικες, δεδόρκατε.

Μεγάρα

514ἔα·

514aὦ πρέσβυ, λεύσσω τἀμὰ φίλτατʼ· ἢ τί φῶ;

Ἀμφιτρύων

515οὐκ οἶδα, θύγατερ· ἀφασία δὲ κἄμʼ ἔχει.

Μεγάρα

516ὅδʼ ἐστὶν ὃν γῆς νέρθεν εἰσηκούομεν,

517εἰ μή γʼ ὄνειρον ἐν φάει τι λεύσσομεν.

518τί φημί; ποῖʼ ὄνειρα κηραίνουσʼ ὁρῶ;

519οὐκ ἔσθʼ ὅδʼ ἄλλος ἀντὶ σοῦ παιδός, γέρον.

520δεῦρʼ, ὦ τέκνʼ, ἐκκρίμνασθε πατρῴων πέπλων,

521ἴτʼ ἐγκονεῖτε, μὴ μεθῆτʼ, ἐπεὶ Διὸς

522σωτῆρος ὑμῖν οὐδέν ἐσθʼ ὅδʼ ὕστερος.

Ἡρακλῆς

523ὦ χαῖρε, μέλαθρον πρόπυλά θʼ ἑστίας ἐμῆς,

524ὡς ἄσμενός σʼ ἐσεῖδον ἐς φάος μολών.

525ἔα· τί χρῆμα; τέκνʼ ὁρῶ πρὸ δωμάτων

526στολμοῖσι νεκρῶν κρᾶτας ἐξεστεμμένα,

527ὄχλῳ τʼ ἐν ἀνδρῶν τὴν ἐμὴν ξυνάορον,

528πατέρα τε δακρύοντα — συμφορὰς τίνας;

529φέρʼ ἐκπύθωμαι τῶνδε πλησίον σταθείς·

530γύναι, τί καινὸν ἦλθε δώμασιν χρέος;

Μεγάρα

531ὦ φίλτατʼ ἀνδρῶν

Ἀμφιτρύων

531bὦ φάος μολὼν πατρί

Μεγάρα

532ἥκεις, ἐσώθης εἰς ἀκμὴν ἐλθὼν φίλοις;

Ἡρακλῆς

533τί φῄς; τίνʼ ἐς ταραγμὸν ἥκομεν, πάτερ;

Μεγάρα

534διολλύμεσθα· σὺ δέ, γέρον, σύγγνωθί μοι,

535εἰ πρόσθεν ἥρπασʼ ἃ σὲ λέγειν πρὸς τόνδʼ ἐχρῆν·

536τὸ θῆλυ γάρ πως μᾶλλον οἰκτρὸν ἀρσένων,

537καὶ τἄμʼ ἔθνῃσκε τέκνʼ, ἀπωλλύμην δʼ ἐγώ.

Ἡρακλῆς

538Ἄπολλον, οἵοις φροιμίοις ἄρχῃ λόγου.

Μεγάρα

539τεθνᾶσʼ ἀδελφοὶ καὶ πατὴρ οὑμὸς γέρων.

Ἡρακλῆς

540πῶς φῄς; τί δράσας ἢ δορὸς ποίου τυχών;

Μεγάρα

541Λύκος σφʼ ὁ καινὸς γῆς ἄναξ διώλεσεν.

Ἡρακλῆς

542ὅπλοις ἀπαντῶν ἢ νοσησάσης χθονός;

Μεγάρα

543στάσει· τὸ Κάδμου δʼ ἑπτάπυλον ἔχει κράτος.

Ἡρακλῆς

544τί δῆτα πρὸς σὲ καὶ γέροντʼ ἦλθεν φόβος;

Μεγάρα

545κτείνειν ἔμελλε πατέρα κἀμὲ καὶ τέκνα.

Ἡρακλῆς

546τί φῄς; τί ταρβῶν ὀρφάνευμʼ ἐμῶν τέκνων;

Μεγάρα

547μή ποτε Κρέοντος θάνατον ἐκτεισαίατο.

Ἡρακλῆς

548κόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπων;

Μεγάρα

549θανάτου τάδʼ ἤδη περιβόλαιʼ ἀνήμμεθα.

Ἡρακλῆς

550καὶ πρὸς βίαν ἐθνῄσκετʼ; ὦ τλήμων ἐγώ.

Μεγάρα

551φίλων γʼ ἔρημοι· σὲ δὲ θανόντʼ ἠκούομεν.

Ἡρακλῆς

552πόθεν δʼ ἐς ὑμᾶς ἥδʼ ἐσῆλθʼ ἀθυμία;

Μεγάρα

553Εὐρυσθέως κήρυκες ἤγγελλον τάδε.

Ἡρακλῆς

554τί δʼ ἐξελείπετʼ οἶκον ἑστίαν τʼ ἐμήν;

Μεγάρα

555βίᾳ, πατὴρ μὲν ἐκπεσὼν στρωτοῦ λέχους

Ἡρακλῆς

556κοὐκ ἔσχεν αἰδῶ τὸν γέροντʼ ἀτιμάσαι;

Μεγάρα

557αἰδώς γʼ ἀποικεῖ τῆσδε τῆς θεοῦ πρόσω.

Ἡρακλῆς

558οὕτω δʼ ἀπόντες ἐσπανίζομεν φίλων;

Μεγάρα

559φίλοι γάρ εἰσιν ἀνδρὶ δυστυχεῖ τίνες;

Ἡρακλῆς

560μάχας δὲ Μινυῶν ἃς ἔτλην ἀπέπτυσαν;

Μεγάρα

561ἄφιλον, ἵνʼ αὖθίς σοι λέγω, τὸ δυστυχές.

Ἡρακλῆς

562οὐ ῥίψεθʼ Ἅιδου τάσδε περιβολὰς κόμης

563καὶ φῶς ἀναβλέψεσθε, τοῦ κάτω σκότου

564φίλας ἀμοιβὰς ὄμμασιν δεδορκότες;

565ἐγὼ δέ — νῦν γὰρ τῆς ἐμῆς ἔργον χερός —

566πρῶτον μὲν εἶμι καὶ κατασκάψω δόμους

567καινῶν τυράννων, κρᾶτα δʼ ἀνόσιον τεμὼν

568ῥίψω κυνῶν ἕλκημα· Καδμείων δʼ ὅσους

569κακοὺς ἐφηῦρον εὖ παθόντας ἐξ ἐμοῦ,

570τῷ καλλινίκῳ τῷδʼ ὅπλῳ χειρώσομαι·

571τοὺς δὲ πτερωτοῖς διαφορῶν τοξεύμασι

572νεκρῶν ἅπαντʼ Ἰσμηνὸν ἐμπλήσω φόνου,

573Δίρκης τε νᾶμα λευκὸν αἱμαχθήσεται.

574τῷ γάρ μʼ ἀμύνειν μᾶλλον ἢ δάμαρτι χρὴ

575καὶ παισὶ καὶ γέροντι; χαιρόντων πόνοι·

576μάτην γὰρ αὐτοὺς τῶνδε μᾶλλον ἤνυσα.

577καὶ δεῖ μʼ ὑπὲρ τῶνδʼ, εἴπερ οἵδʼ ὑπὲρ πατρός,

578θνῄσκειν ἀμύνοντʼ· ἢ τί φήσομεν καλὸν

579ὕδρᾳ μὲν ἐλθεῖν ἐς μάχην λέοντί τε

580Εὐρυσθέως πομπαῖσι, τῶν δʼ ἐμῶν τέκνων

581οὐκ ἐκπονήσω θάνατον; οὐκ ἄρʼ Ἡρακλῆς

582ὁ καλλίνικος ὡς πάροιθε λέξομαι.

Χορός

583δίκαια τοὺς τεκόντας ὠφελεῖν τέκνα,

584πατέρα τε πρέσβυν τήν τε κοινωνὸν γάμων.

Ἀμφιτρύων

585πρὸς σοῦ μέν, ὦ παῖ, τοῖς φίλοις τʼ εἶναι φίλον

586τά τʼ ἐχθρὰ μισεῖν· ἀλλὰ μὴ ʼπείγου λίαν.

Ἡρακλῆς

587τί δʼ ἐστὶ τῶνδε θᾶσσον ἢ χρεών, πάτερ;

Ἀμφιτρύων

588πολλοὺς πένητας, ὀλβίους δὲ τῷ λόγῳ

589δοκοῦντας εἶναι συμμάχους ἄναξ ἔχει,

590οἳ στάσιν ἔθηκαν καὶ διώλεσαν πόλιν

591ἐφʼ ἁρπαγαῖσι τῶν πέλας, τὰ δʼ ἐν δόμοις

592δαπάναισι φροῦδα διαφυγόνθʼ ὑπʼ ἀργίας.

593ὤφθης ἐσελθὼν πόλιν· ἐπεὶ δʼ ὤφθης, ὅρα

594ἐχθροὺς ἀθροίσας μὴ παρὰ γνώμην πέσῃς.

Ἡρακλῆς

595μέλει μὲν οὐδὲν εἴ με πᾶσʼ εἶδεν πόλις·

596ὄρνιν δʼ ἰδών τινʼ οὐκ ἐν αἰσίοις ἕδραις,

597ἔγνων πόνον τινʼ ἐς δόμους πεπτωκότα·

598ὥστʼ ἐκ προνοίας κρύφιος εἰσῆλθον χθόνα.

Ἀμφιτρύων

599καλῶς· παρελθὼν νῦν πρόσειπέ θʼ ἑστίαν

600καὶ δὸς πατρῴοις δώμασιν σὸν ὄμμʼ ἰδεῖν.

601ἥξει γὰρ αὐτὸς σὴν δάμαρτα καὶ τέκνα

602ἕλξων φονεύσων κἄμʼ ἐπισφάξων ἄναξ·

603μένοντι δʼ αὐτοῦ πάντα σοι γενήσεται

604τῇ τʼ ἀσφαλείᾳ κερδανεῖς· πόλιν δὲ σὴν

605μὴ πρὶν ταράξῃς πρὶν τόδʼ εὖ θέσθαι, τέκνον.

Ἡρακλῆς

606δράσω τάδʼ· εὖ γὰρ εἶπας· εἶμʼ ἔσω δόμων.

607χρόνῳ δʼ ἀνελθὼν ἐξ ἀνηλίων μυχῶν

608Ἅιδου Κόρης τʼ ἔνερθεν, οὐκ ἀτιμάσω

609θεοὺς προσειπεῖν πρῶτα τοὺς κατὰ στέγας.

Ἀμφιτρύων

610ἦλθες γὰρ ὄντως δώματʼ εἰς Ἅιδου, τέκνον;

Ἡρακλῆς

611καὶ θῆρά γʼ ἐς φῶς τὸν τρίκρανον ἤγαγον.

Ἀμφιτρύων

612μάχῃ κρατήσας ἢ θεᾶς δωρήμασιν;

Ἡρακλῆς

613μάχῃ· τὰ μυστῶν δʼ ὄργιʼ εὐτύχησʼ ἰδών.

Ἀμφιτρύων

614ἦ καὶ κατʼ οἴκους ἐστὶν Εὐρυσθέως ὁ θήρ;

Ἡρακλῆς

615Χθονίας νιν ἄλσος Ἑρμιών τʼ ἔχει πόλις.

Ἀμφιτρύων

616οὐδʼ οἶδεν Εὐρυσθεύς σε γῆς ἥκοντʼ ἄνω;

Ἡρακλῆς

617οὐκ οἶδʼ· ἵνʼ ἐλθὼν τἀνθάδʼ εἰδείην πάρος.

Ἀμφιτρύων

618χρόνον δὲ πῶς τοσοῦτον ἦσθʼ ὑπὸ χθονί;

Ἡρακλῆς

619Θησέα κομίζων ἐχρόνισʼ ἐξ Ἅιδου, πάτερ.

Ἀμφιτρύων

620καὶ ποῦ ʼστιν; ἢ γῆς πατρίδος οἴχεται πέδον;

Ἡρακλῆς

621βέβηκʼ Ἀθήνας νέρθεν ἄσμενος φυγών.

622ἀλλʼ εἶʼ, ὁμαρτεῖτʼ, ὦ τέκνʼ, ἐς δόμους πατρί·

623καλλίονές τἄρʼ εἴσοδοι τῶν ἐξόδων

624πάρεισιν ὑμῖν. ἀλλὰ θάρσος ἴσχετε

625καὶ νάματʼ ὄσσων μηκέτʼ ἐξανίετε·

626σύ τʼ, ὦ γύναι μοι, σύλλογον ψυχῆς λαβὲ

627τρόμου τε παῦσαι, καὶ μέθεσθʼ ἐμῶν πέπλων·

628οὐ γὰρ πτερωτὸς οὐδὲ φευξείω φίλους.

629ἆ,

629aοἵδʼ οὐκ ἀφιᾶσʼ, ἀλλʼ ἀνάπτονται πέπλων

630τοσῷδε μᾶλλον· ὧδʼ ἔβητʼ ἐπὶ ξυροῦ;

631ἄξω λαβών γε τούσδʼ ἐφολκίδας χεροῖν,

632ναῦς δʼ ὣς ἐφέλξω· καὶ γὰρ οὐκ ἀναίνομαι

633θεράπευμα τέκνων. πάντα τἀνθρώπων ἴσα·

634φιλοῦσι παῖδας οἵ τʼ ἀμείνονες βροτῶν

635οἵ τʼ οὐδὲν ὄντες· χρήμασιν δὲ διάφοροι·

636ἔχουσιν, οἳ δʼ οὔ· πᾶν δὲ φιλότεκνον γένος.

Choral 6

Strophe 1

Χορός

637ἁ νεότας μοι φίλον αἰ-

638εί· τὸ δὲ γῆρας ἄχθος

639βαρύτερον Αἴτνας σκοπέλων

640ἐπὶ κρατὶ κεῖται, βλεφάρων

642σκοτεινὸν φάος ἐπικαλύψαν.

643μή μοι μήτʼ Ἀσιήτιδος

644τυραννίδος ὄλβος εἴη,

645μὴ χρυσοῦ δώματα πλήρη

646τᾶς ἥβας ἀντιλαβεῖν,

647ἃ καλλίστα μὲν ἐν ὄλβῳ,

648καλλίστα δʼ ἐν πενίᾳ.

649τὸ δὲ λυγρὸν φόνιόν τε γῆ-

650ρας μισῶ· κατὰ κυμάτων δʼ

651ἔρροι, μηδέ ποτʼ ὤφελεν

652θνατῶν δώματα καὶ πόλεις

653ἐλθεῖν, ἀλλὰ κατʼ αἰθέρʼ αἰ-

654εὶ πτεροῖσι φορείσθω.

Antistrophe 1

Χορός

655εἰ δὲ θεοῖς ἦν ξύνεσις

656καὶ σοφία κατʼ ἄνδρας,

657δίδυμον ἂν ἥβαν ἔφερον

659φανερὸν χαρακτῆρʼ ἀρετᾶς

660ὅσοισιν μέτα, κατθανόντες τʼ

661εἰς αὐγὰς πάλιν ἁλίου

662δισσοὺς ἂν ἔβαν διαύλους,

663ἁ δυσγένεια δʼ ἁπλοῦν ἂν

664εἶχεν ζόας βίοτον,

665καὶ τῷδʼ ἦν τούς τε κακοὺς ἂν

666γνῶναι καὶ τοὺς ἀγαθούς,

667ἴσον ἅτʼ ἐν νεφέλαισιν ἄ-

668στρων ναύταις ἀριθμὸς πέλει.

669νῦν δʼ οὐδεὶς ὅρος ἐκ θεῶν

670χρηστοῖς οὐδὲ κακοῖς σαφής,

671ἀλλʼ εἱλισσόμενός τις αἰ-

672ὼν πλοῦτον μόνον αὔξει.

Strophe 2

Χορός

673οὐ παύσομαι τὰς Χάριτας

674Μούσαις συγκαταμειγνύς,

675ἁδίσταν συζυγίαν.

676μὴ ζῴην μετʼ ἀμουσίας,

677αἰεὶ δʼ ἐν στεφάνοισιν εἴ-

678ην· ἔτι τοι γέρων ἀοι-

679δὸς κελαδεῖ Μναμοσύναν·

680ἔτι τὰν Ἡρακλέους

681καλλίνικον ἀείδω

682παρά τε Βρόμιον οἰνοδόταν

683παρά τε χέλυος ἑπτατόνου

684μολπὰν καὶ Λίβυν αὐλόν·

685οὔπω καταπαύσομεν

686Μούσας, αἵ μʼ ἐχόρευσαν.

Antistrophe 2

Χορός

687παιᾶνα μὲν Δηλιάδες

688ὑμνοῦσʼ ἀμφὶ πύλας τὸν

689Λατοῦς εὔπαιδα γόνον

690εἱλίσσουσαι καλλίχορον·

691παιᾶνας δʼ ἐπὶ σοῖς μελά-

692θροις κύκνος ὣς γέρων ἀοι-

693δὸς πολιᾶν ἐκ γενύων

694κελαδήσω· τὸ γὰρ εὖ

695τοῖς ὕμνοισιν ὑπάρχει·

696Διὸς ὁ παῖς· τᾶς δʼ εὐγενίας

697πλέον ὑπερβάλλων ἀρετᾷ

698μοχθήσας τὸν ἄκυμον

699θῆκεν βίοτον βροτοῖς

700πέρσας δείματα θηρῶν.

Episode 7

Λύκος

701ἐς καιρὸν οἴκων Ἀμφιτρύων ἔξω περᾷ·

702χρόνος γὰρ ἤδη δαρὸς ἐξ ὅτου πέπλοις

703κοσμεῖσθε σῶμα καὶ νεκρῶν ἀγάλμασιν.

704ἀλλʼ εἶα, παῖδας καὶ δάμαρθʼ Ἡρακλέους

705ἔξω κέλευε τῶνδε φαίνεσθαι δόμων,

706ἐφʼ οἷς ὑπέστητʼ αὐτεπάγγελτοι θανεῖν.

Ἀμφιτρύων

707ἄναξ, διώκεις μʼ ἀθλίως πεπραγότα

708ὕβριν θʼ ὑβρίζεις ἐπὶ θανοῦσι τοῖς ἐμοῖς·

709ἃ χρῆν σε μετρίως, κεἰ κρατεῖς, σπουδὴν ἔχειν.

710ἐπεὶ δʼ ἀνάγκην προστίθης ἡμῖν θανεῖν,

711στέργειν ἀνάγκη· δραστέον δʼ ἃ σοὶ δοκεῖ.

Λύκος

712ποῦ δῆτα Μεγάρα; ποῦ τέκνʼ Ἀλκμήνης γόνου;

Ἀμφιτρύων

713δοκῶ μὲν αὐτήν, ὡς θύραθεν εἰκάσαι —

Λύκος

714τί χρῆμα δόξης; τοῦ δʼ ἔχεις τεκμήριον;

Ἀμφιτρύων

715ἱκέτιν πρὸς ἁγνοῖς Ἑστίας θάσσειν βάθροις

Λύκος

716ἀνόνητά γʼ ἱκετεύουσαν ἐκσῷσαι βίον.

Ἀμφιτρύων

717καὶ τὸν θανόντα γʼ ἀνακαλεῖν μάτην πόσιν.

Λύκος

718ὃ δʼ οὐ πάρεστιν οὐδὲ μὴ μόλῃ ποτέ.

Ἀμφιτρύων

719οὔκ, εἴ γε μή τις θεῶν ἀναστήσειέ νιν.

Λύκος

720χώρει πρὸς αὐτὴν κἀκκόμιζε δωμάτων.

Ἀμφιτρύων

721μέτοχος ἂν εἴην τοῦ φόνου δράσας τόδε.

Λύκος

722ἡμεῖς, ἐπειδὴ σοὶ τόδʼ ἔστʼ ἐνθύμιον,

723οἱ δειμάτων ἔξωθεν ἐκπορεύσομεν

724σὺν μητρὶ παῖδας. δεῦρʼ ἕπεσθε, πρόσπολοι,

725ὡς ἂν σχολὴν λύσωμεν ἄσμενοι πόνων.

Ἀμφιτρύων

726σὺ δʼ οὖν ἴθʼ, ἔρχῃ δʼ οἷ χρεών· τὰ δʼ ἄλλʼ ἴσως

727ἄλλῳ μελήσει. προσδόκα δὲ δρῶν κακῶς

728κακόν τι πράξειν. ὦ γέροντες, ἐς καλὸν

729στείχει, βρόχοισι δʼ ἀρκύων γενήσεται

730ξιφηφόροισι, τοὺς πέλας δοκῶν κτενεῖν

731ὁ παγκάκιστος. εἶμι δʼ, ὡς ἴδω νεκρὸν

732πίπτοντʼ· ἔχει γὰρ ἡδονὰς θνῄσκων ἀνὴρ

733ἐχθρὸς τίνων τε τῶν δεδραμένων δίκην.

Choral 8

Strophe 1

Χορός

735—μεταβολὰ κακῶν· μέγας ὁ πρόσθʼ ἄναξ

736πάλιν ὑποστρέφει βίοτον ἐξ Ἅιδα.

737ἰώ·

737aδίκα καὶ θεῶν παλίρρους πότμος.

740—ἦλθες χρόνῳ μὲν οὗ δίκην δώσεις θανών,

741ὕβρεις ὑβρίζων εἰς ἀμείνονας σέθεν.

742—χαρμοναὶ δακρύων ἔδοσαν ἐκβολάς·

744πάλιν ἔμολεν —

745ἃ πάρος οὔποτε διὰ φρενὸς ἤλπισʼ ἂν

746παθεῖν — γᾶς ἄναξ.

747—ἀλλʼ, ὦ γεραιοί, καὶ τὰ δωμάτων ἔσω

748σκοπῶμεν, εἰ πράσσει τις ὡς ἐγὼ θέλω.

Λύκος

750ἰώ μοί μοι.

Antistrophe 1

Χορός

751—τόδε κατάρχεται μέλος ἐμοὶ κλύειν

752φίλιον ἐν δόμοις· θάνατος οὐ πόρσω.

753>βοᾷ

753aφόνου φροίμιον στενάζων ἄναξ.

Λύκος

754ὦ πᾶσα Κάδμου γαῖʼ, ἀπόλλυμαι δόλῳ.

Χορός

755—καὶ γὰρ διώλλυς· ἀντίποινα δʼ ἐκτίνων

756τόλμα, διδούς γε τῶν δεδραμένων δίκην.

757—τίς ὁ θεοὺς ἀνομίᾳ χραίνων, θνητὸς ὤν,

757aἄφρονα λόγον

758οὐρανίων μακάρων κατέβαλʼ, ὡς ἄρʼ οὐ

759σθένουσιν θεοί;

760— γέροντες, οὐκέτʼ ἔστι δυσσεβὴς ἀνήρ.

761— σιγᾷ μέλαθρα· πρὸς χοροὺς τραπώμεθα.

762— φίλοι γὰρ εὐτυχοῦσιν οὓς ἐγὼ θέλω.

Strophe 2

Χορός

763—χοροὶ χοροὶ

764καὶ θαλίαι μέλουσι Θή-

764aβας ἱερὸν κατʼ ἄστυ.

765μεταλλαγαὶ γὰρ δακρύων,

766μεταλλαγαὶ συντυχίας

767νέας ἔτεκον ἀοιδάς.

768βέβακʼ ἄναξ ὁ καινός, ὁ δὲ παλαίτερος

770κρατεῖ, λιμένα λιπών γε τὸν Ἀχερόντιον.

771δοκημάτων

771aἐκτὸς ἦλθεν ἐλπίς.

Antistrophe 2

Χορός

772θεοὶ θεοὶ

772aτῶν ἀδίκων μέλουσι καὶ

773τῶν ὁσίων ἐπᾴειν.

774ὁ χρυσὸς ἅ τʼ εὐτυχία

775φρενῶν βροτοὺς ἐξάγεται,

776δύνασιν ἄδικον ἐφέλκων.

777Χρόνου γὰρ οὔτις τὸ πάλιν εἰσορᾶν ἔτλα·

778νόμον παρέμενος, ἀνομίᾳ χάριν διδοὺς

779ἔθραυσεν ὄλ-

780βου κελαινὸν ἅρμα.

Strophe 3

Χορός

781Ἰσμήνʼ ὦ στεφαναφόρει,

782ξεσταί θʼ ἑπταπύλου πόλεως

783ἀναχορεύσατʼ ἀγυιαί,

784Δίρκα θʼ ἁ καλλιρρέεθρος,

785σύν τʼ Ἀσωπιάδες κόραι,

786πατρὸς ὕδωρ βᾶτε λιποῦσαι συναοιδοί,

788Νύμφαι, τὸν Ἡρακλέους

789καλλίνικον ἀγῶνα.

790Πυθίου δενδρῶτι πέτρα

791Μουσῶν θʼ Ἑλικωνιάδων

791aδώματʼ, ὤ,

792ἥξετʼ εὐγαθεῖ κελάδῳ

793ἐμὰν πόλιν, ἐμὰ τείχη,

794Σπαρτῶν ἵνα γένος ἔφανε

795χαλκασπίδων λόχος, ὃς γᾶν

796τέκνων τέκνοις μεταμείβει,

797Θήβαις ἱερὸν φῶς.

Antistrophe 3

Χορός

798ὦ λέκτρων δύο συγγενεῖς

799εὐναί, θνατογενοῦς τε καὶ

800Διός, ὃς ἦλθεν ἐς εὐνὰν

801Νύμφας τᾶς Περσηίδος· ὡς

802πιστόν μοι τὸ παλαιὸν ἤ-

803δη λέχος, ὦ Ζεῦ, σὸν ἐπʼ οὐκ ἐλπίδι φάνθη,

805λαμπρὰν δʼ ἔδειξʼ ὁ χρόνος

806τὰν Ἡρακλέος ἀλκάν·

807γᾶς ὃς ἐξέβα θαλάμων

808Πλούτωνος δῶμα λιπὼν

808aνέρτερον.

809κρείσσων μοι τύραννος ἔφυς

810ἢ δυσγένειʼ ἀνάκτων,

811ἃ νῦν ἐσορᾶν ἔφανε

812ξιφηφόρων ἐς ἀγώνων

813ἅμιλλαν, εἰ τὸ δίκαιον

814θεοῖς ἔτʼ ἀρέσκει.

Episode 9

Χορός

815— ἔα ἔα·

816ἆρʼ ἐς τὸν αὐτὸν πίτυλον ἥκομεν φόβου,

817γέροντες, οἷον φάσμʼ ὑπὲρ δόμων ὁρῶ;

818— φυγῇ φυγῇ

819νωθὲς πέδαιρε κῶλον, ἐκποδὼν ἔλα.

820— ὦναξ Παιάν,

821ἀπότροπος γένοιό μοι πημάτων.

Ἶρις

822θαρσεῖτε Νυκτὸς τήνδʼ ὁρῶντες ἔκγονον

823Λύσσαν, γέροντες, κἀμὲ τὴν θεῶν λάτριν

824Ἶριν· πόλει γὰρ οὐδὲν ἥκομεν βλάβος,

825ἑνὸς δʼ ἐπʼ ἀνδρὸς σῶμα συστρατεύομεν,

826ὅν φασιν εἶναι Ζηνὸς Ἀλκμήνης τʼ ἄπο.

827πρὶν μὲν γὰρ ἄθλους ἐκτελευτῆσαι πικρούς,

828τὸ χρή νιν ἐξέσῳζεν, οὐδʼ εἴα πατὴρ

829Ζεύς νιν κακῶς δρᾶν οὔτʼ ἔμʼ οὔθʼ Ἥραν ποτέ·

830ἐπεὶ δὲ μόχθους διεπέρασʼ Εὐρυσθέως,

831Ἥρα προσάψαι καινὸν αἷμʼ αὐτῷ θέλει

832παῖδας κατακτείναντι, συνθέλω δʼ ἐγώ.

833ἀλλʼ εἶʼ, ἄτεγκτον συλλαβοῦσα καρδίαν,

834Νυκτὸς κελαινῆς ἀνυμέναιε παρθένε,

835μανίας τʼ ἐπʼ ἀνδρὶ τῷδε καὶ παιδοκτόνους

836φρενῶν ταραγμοὺς καὶ ποδῶν σκιρτήματα

837ἔλαυνε, κίνει, φόνιον ἐξίει κάλων,

838ὡς ἂν πορεύσας διʼ Ἀχερούσιον πόρον

839τὸν καλλίπαιδα στέφανον αὐθέντῃ φόνῳ

840γνῷ μὲν τὸν Ἥρας οἷός ἐστʼ αὐτῷ χόλος,

841μάθῃ δὲ τὸν ἐμόν· ἢ θεοὶ μὲν οὐδαμοῦ,

842τὰ θνητὰ δʼ ἔσται μεγάλα, μὴ δόντος δίκην.

Λύσσα

843ἐξ εὐγενοῦς μὲν πατρὸς ἔκ τε μητέρος

844πέφυκα, Νυκτὸς Οὐρανοῦ τʼ ἀφʼ αἵματος·

845τιμάς τʼ ἔχω τάσδʼ οὐκ ἀγασθῆναι φίλοις

846οὐδʼ ἥδομαι φοιτῶσʼ ἐπʼ ἀνθρώπων φίλους,

847παραινέσαι δέ, πρὶν σφαλεῖσαν εἰσιδεῖν,

848Ἥρᾳ θέλω σοί τʼ, ἢν πίθησθʼ ἐμοῖς λόγοις.

849ἀνὴρ ὅδʼ οὐκ ἄσημος οὔτʼ ἐπὶ χθονὶ

850οὔτʼ ἐν θεοῖσιν, οὗ σύ μʼ ἐσπέμπεις δόμους·

851ἄβατον δὲ χώραν καὶ θάλασσαν ἀγρίαν

852ἐξημερώσας, θεῶν ἀνέστησεν μόνος

853τιμὰς πιτνούσας ἀνοσίων ἀνδρῶν ὕπο·

854σοί τʼ οὐ παραινῶ μεγάλα βούλεσθαι κακά.

Trochees 1

Ἶρις

855μὴ σὺ νουθέτει τά θʼ Ἥρας κἀμὰ μηχανήματα.

Trochees 2

Λύσσα

856ἐς τὸ λῷον ἐμβιβάζω σʼ ἴχνος ἀντὶ τοῦ κακοῦ.

Trochees 3

Ἶρις

857οὐχὶ σωφρονεῖν γʼ ἔπεμψε δεῦρό σʼ ἡ Διὸς δάμαρ.

Trochees 4

Λύσσα

858Ἥλιον μαρτυρόμεσθα δρῶσʼ ἃ δρᾶν οὐ βούλομαι.

859εἰ δὲ δή μʼ Ἥρᾳ θʼ ὑπουργεῖν σοί τʼ ἀναγκαίως ἔχει

860τάχος ἐπιρροίβδην θʼ ὁμαρτεῖν ὡς κυνηγέτῃ κύνας,

861εἶμί γʼ· οὔτε πόντος οὕτως κύμασιν στένων λάβρως

862οὔτε γῆς σεισμὸς κεραυνοῦ τʼ οἶστρος ὠδῖνας πνέων,

863οἷʼ ἐγὼ στάδια δραμοῦμαι στέρνον εἰς Ἡρακλέους·

864καὶ καταρρήξω μέλαθρα καὶ δόμους ἐπεμβαλῶ,

865τέκνʼ ἀποκτείνασα πρῶτον· ὁ δὲ κανὼν οὐκ εἴσεται

866παῖδας οὓς ἔτικτʼ ἐναίρων, πρὶν ἂν ἐμὰς λύσσας ἀφῇ.

867ἢν ἰδού· καὶ δὴ τινάσσει κρᾶτα βαλβίδων ἄπο

868καὶ διαστρόφους ἑλίσσει σῖγα γοργωποὺς κόρας.

869ἀμπνοὰς δʼ οὐ σωφρονίζει, ταῦρος ὣς ἐς ἐμβολὴν

870δεινός· μυκᾶται δὲ Κῆρας ἀνακαλῶν τὰς Ταρτάρου.

871τάχα σʼ ἐγὼ μᾶλλον χορεύσω καὶ καταυλήσω φόβῳ.

872στεῖχʼ ἐς Οὔλυμπον πεδαίρουσʼ, Ἶρι, γενναῖον πόδα·

873ἐς δόμους δʼ ἡμεῖς ἄφαντοι δυσόμεσθʼ Ἡρακλέους.

Choral 10

Lyric 1

Χορός

875—ὀτοτοτοτοτοῖ, στέναξον· ἀποκείρεται

876σὸν ἄνθος πόλεος, ὁ Διὸς ἔκγονος·

877μέλεος Ἑλλάς, ἃ τὸν εὐεργέταν

878ἀποβαλεῖς, ὀλεῖς μανίαισιν Λύσσας

879χορευθέντʼ ἐναύλοις.

880—βέβακεν ἐν δίφροισιν ἁ πολύστονος,

881ἅρμασι δʼ ἐνδίδωσι

882κέντρον ὡς ἐπὶ λώβᾳ

883Νυκτὸς Γοργὼν ἑκατογκεφάλοις

884ὄφεων ἰαχήμασι, Λύσσα μαρμαρωπός.

885—ταχὺ τὸν εὐτυχῆ μετέβαλεν δαίμων,

886ταχὺ δὲ πρὸς πατρὸς τέκνʼ ἐκπνεύσεται.

Lyric 2

Ἀμφιτρύων

887ἰώ μοι μέλεος.

Lyric 3

Χορός

888—ἰὼ Ζεῦ, τὸ σὸν γένος ἄγονον αὐτίκα

889λυσσάδες ὠμοβρῶτες ἄδικοι Ποιναὶ

890κακοῖσιν ἐκπετάσουσιν.

Lyric 4

Ἀμφιτρύων

890aἰὼ στέγαι.

Lyric 5

Χορός

891—κατάρχεται χόρευμα τυμπάνων ἄτερ,

892οὐ βρομίῳ κεχαρισμένα θύρσῳ

Lyric 6

Ἀμφιτρύων

893ἰὼ δόμοι.

Lyric 7

Χορός

894πρὸς αἵματʼ, οὐχὶ τᾶς Διονυσιάδος

895βοτρύων ἐπὶ χεύμασι λοιβᾶς.

Lyric 8

Ἀμφιτρύων

896φυγῇ, τέκνʼ, ἐξορμᾶτε.

Lyric 9

Χορός

896b—δάιον τόδε

897δάιον μέλος ἐπαυλεῖται.

898κυναγετεῖ τέκνων διωγμόν· οὔποτʼ ἄκραντα δόμοισι

899Λύσσα βακχεύσει.

Lyric 10

Ἀμφιτρύων

900αἰαῖ κακῶν.

Lyric 11

Χορός

901—αἰαῖ δῆτα τὸν γεραιὸν ὡς στένω

902πατέρα τάν τε παιδοτρόφον, ᾇ μάταν

903τέκεα γεννᾶται.

904—ἰδοὺ ἰδού,

905θύελλα σείει δῶμα, συμπίπτει στέγη.

Lyric 12

Ἡρακλῆς

906ἢ ἤ· τί δρᾷς, ὦ Διὸς παῖ, μελάθρῳ;

908τάραγμα ταρτάρειον, ὡς ἐπʼ Ἐγκελάδῳ ποτέ, Παλλάς,

909ἐς δόμους πέμπεις.

Episode 11

Lyric 1

Ἄγγελος

910ὦ λευκὰ γήρᾳ σώματʼ

Χορός

910bἀνακαλεῖς με τίνα

911βοάν;

Ἄγγελος

911bἄλαστα τἀν δόμοισι.

Lyric 2

Χορός

911cμάντιν οὐχ

912ἕτερον ἄξομαι.

Ἄγγελος

913τεθνᾶσι παῖδες.

Lyric 3

Χορός

913bαἰαῖ.

Ἄγγελος

914στενάζεθʼ, ὡς στενακτά.

Lyric 4

Χορός

914bδάιοι φόνοι,

915δάιοι δὲ τοκέων χέρες· ὤ.

Ἄγγελος

916οὐκ ἄν τις εἴποι μᾶλλον ἢ πεπόνθαμεν.

Lyric 5

Χορός

917πῶς παισὶ στενακτὰν ἄταν ἄταν

918πατέρος ἀμφαίνεις;

919λέγε, τίνα τρόπον ἔσυτο θεόθεν ἐπὶ

920μέλαθρα κακὰ τάδε,

921τλήμονάς τε παίδων τύχας;

Ἄγγελος

922ἱερὰ μὲν ἦν πάροιθεν ἐσχάρας Διὸς

923καθάρσιʼ οἴκων, γῆς ἄνακτʼ ἐπεὶ κτανὼν

924ἐξέβαλε τῶνδε δωμάτων Ἡρακλέης·

925χορὸς δὲ καλλίμορφος εἱστήκει τέκνων

926πατήρ τε Μεγάρα τʼ· ἐν κύκλῳ δʼ ἤδη κανοῦν

927εἵλικτο βωμοῦ, φθέγμα δʼ ὅσιον εἴχομεν.

928μέλλων δὲ δαλὸν χειρὶ δεξιᾷ φέρειν,

929ἐς χέρνιβʼ ὡς βάψειεν, Ἀλκμήνης τόκος

930ἔστη σιωπῇ. καὶ χρονίζοντος πατρὸς

931παῖδες προσέσχον ὄμμʼ· ὁ δʼ οὐκέθʼ αὑτὸς ἦν,

932ἀλλʼ ἐν στροφαῖσιν ὀμμάτων ἐφθαρμένος

933ῥίζας τʼ ἐν ὄσσοις αἱματῶπας ἐκβαλὼν

934ἀφρὸν κατέσταζʼ εὐτρίχου γενειάδος.

935ἔλεξε δʼ ἅμα γέλωτι παραπεπληγμένῳ·

936Πάτερ, τί θύω πρὶν κτανεῖν Εὐρυσθέα

937καθάρσιον πῦρ, καὶ πόνους διπλοῦς ἔχω;

938ἔργον μιᾶς μοι χειρὸς εὖ θέσθαι τάδε·

939ὅταν δʼ ἐνέγκω δεῦρο κρᾶτʼ Εὐρυσθέως,

940ἐπὶ τοῖσι νῦν θανοῦσιν ἁγνιῶ χέρας.

941ἐκχεῖτε πηγάς, ῥίπτετʼ ἐκ χειρῶν κανᾶ.

942τίς μοι δίδωσι τόξα; τίς δʼ ὅπλον χερός;

943πρὸς τὰς Μυκήνας εἶμι· λάζυσθαι χρεὼν

944μοχλοὺς δικέλλας θʼ, ὥστε Κυκλώπων βάθρα

945φοίνικι κανόνι καὶ τύκοις ἡρμοσμένα

946στρεπτῷ σιδήρῳ συντριαινῶσαι πάλιν.

947αὐτοῦ δὲ βαίνων ἅρματʼ οὐκ ἔχων ἔχειν

948ἔφασκε, δίφρου δʼ εἰσέβαινεν ἄντυγας

949κἄθεινε, κέντρον δῆθεν ὡς ἔχων, χερί.

950διπλοῦς δʼ ὀπαδοῖς ἦν γέλως φόβος θʼ ὁμοῦ.

951καί τις τόδʼ εἶπεν, ἄλλος εἰς ἄλλον δρακών·

952Παίζει πρὸς ἡμᾶς δεσπότης ἢ μαίνεται;

953ὁ δʼ εἷρπʼ ἄνω τε καὶ κάτω κατὰ στέγας,

954μέσον δʼ ἐς ἀνδρῶνʼ ἐσπεσὼν Νίσου πόλιν

955ἥκειν ἔφασκε· δωμάτων τʼ ἔσω βεβώς,

956κλιθεὶς ἐς οὖδας, ὡς ἔχει, σκευάζεται

957θοίνην. διελθὼν δʼ ὡς βραχὺν χρόνον μονῆς

958Ἰσθμοῦ ναπαίας ἔλεγε προσβαίνειν πλάκας.

959κἀνταῦθα γυμνὸν σῶμα θεὶς πορπαμάτων,

960πρὸς οὐδένʼ ἡμιλλᾶτο κἀκηρύσσετο

961αὐτὸς πρὸς αὑτοῦ καλλίνικος οὐδενός,

962ἀκοὴν ὑπειπών. δεινὰ δʼ Εὐρυσθεῖ βρέμων

963ἦν ἐν Μυκήναις τῷ λόγῳ. πατὴρ δέ νιν

964θιγὼν κραταιᾶς χειρὸς ἐννέπει τάδε·

965Ὦ παῖ, τί πάσχεις; τίς ὁ τρόπος ξενώσεως

966τῆσδʼ; οὔ τί που φόνος σʼ ἐβάκχευσεν νεκρῶν,

967οὓς ἄρτι καίνεις; ὁ δέ νιν Εὐρυσθέως δοκῶν

968πατέρα προταρβοῦνθʼ ἱκέσιον ψαύειν χερός,

969ὠθεῖ, φαρέτραν δʼ εὐτρεπῆ σκευάζεται

970καὶ τόξʼ ἑαυτοῦ παισί, τοὺς Εὐρυσθέως

971δοκῶν φονεύειν. οἳ δὲ ταρβοῦντες φόβῳ

972ὤρουον ἄλλος ἄλλοσʼ, ἐς πέπλους ὁ μὲν

973μητρὸς ταλαίνης, ὁ δʼ ὑπὸ κίονος σκιάν,

974ἄλλος δὲ βωμὸν ὄρνις ὣς ἔπτηξʼ ὕπο.

975βοᾷ δὲ μήτηρ· Ὦ τεκών, τί δρᾷς; τέκνα

976κτείνεις; βοᾷ δὲ πρέσβυς οἰκετῶν τʼ ὄχλος.

977ὁ δʼ ἐξελίσσων παῖδα κίονος κύκλῳ,

978τόρνευμα δεινὸν ποδός, ἐναντίον σταθεὶς

979βάλλει πρὸς ἧπαρ· ὕπτιος δὲ λαΐνους

980ὀρθοστάτας ἔδευσεν ἐκπνέων βίον.

981ὁ δʼ ἠλάλαξε κἀπεκόμπασεν τάδε·

982Εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως

983ἔχθραν πατρῴαν ἐκτίνων πέπτωκέ μοι.

984ἄλλῳ δʼ ἐπεῖχε τόξʼ, ὃς ἀμφὶ βωμίαν

985ἔπτηξε κρηπῖδʼ ὡς λεληθέναι δοκῶν.

986φθάνει δʼ ὁ τλήμων γόνασι προσπεσὼν πατρός,

987καὶ πρὸς γένειον χεῖρα καὶ δέρην βαλών,

988Ὦ φίλτατʼ, αὐδᾷ, μή μʼ ἀποκτείνῃς, πάτερ·

989σός εἰμι, σὸς παῖς· οὐ τὸν Εὐρυσθέως ὀλεῖς.

990ὁ δʼ ἀγριωπὸν ὄμμα Γοργόνος στρέφων,

991ὡς ἐντὸς ἔστη παῖς λυγροῦ τοξεύματος,

992μυδροκτύπον μίμημʼ, ὑπὲρ κάρα βαλὼν

993ξύλον καθῆκε παιδὸς ἐς ξανθὸν κάρα,

994ἔρρηξε δʼ ὀστᾶ. δεύτερον δὲ παῖδʼ ἑλών,

995χωρεῖ τρίτον θῦμʼ ὡς ἐπισφάξων δυοῖν.

996ἀλλὰ φθάνει νιν ἡ τάλαινʼ ἔσω δόμων

997μήτηρ ὑπεκλαβοῦσα, καὶ κλῄει πύλας.

998ὁ δʼ ὡς ἐπʼ αὐτοῖς δὴ Κυκλωπίοισιν ὢν

999σκάπτει μοχλεύει θύρετρα, κἀκβαλὼν…

1000δάμα…

The complete text is available when the reading interface loads.