Ἴων
Author namesEuripide · Euripides · Ευριπιδης
- Scientific editors
- Gilbert Murray
- Edition reference
- Euripidis Fabulae · Oxford · Clarendon Press · 1913
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg010.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 1
Ἑρμῆς
1Ἄτλας, ὁ χαλκέοισι νώτοις οὐρανὸν
2θεῶν παλαιὸν οἶκον ἐκτρίβων, θεῶν
3μιᾶς ἔφυσε Μαῖαν, ἣ ʼμʼ ἐγείνατο
4Ἑρμῆν μεγίστῳ Ζηνί, δαιμόνων λάτριν.
5ἥκω δὲ Δελφῶν τήνδε γῆν, ἵνʼ ὀμφαλὸν
6μέσον καθίζων Φοῖβος ὑμνῳδεῖ βροτοῖς
7τά τʼ ὄντα καὶ μέλλοντα θεσπίζων ἀεί.
8ἔστιν γὰρ οὐκ ἄσημος Ἑλλήνων πόλις,
9τῆς χρυσολόγχου Παλλάδος κεκλημένη,
10οὗ παῖδʼ Ἐρεχθέως Φοῖβος ἔζευξεν γάμοις
11βίᾳ Κρέουσαν, ἔνθα προσβόρρους πέτρας
12Παλλάδος ὑπʼ ὄχθῳ τῆς Ἀθηναίων χθονὸς
13Μακρὰς καλοῦσι γῆς ἄνακτες Ἀτθίδος.
14ἀγνὼς δὲ πατρί — τῷ θεῷ γὰρ ἦν φίλον —
15γαστρὸς διήνεγκʼ ὄγκον. ὡς δʼ ἦλθεν χρόνος,
16τεκοῦσʼ ἐν οἴκοις παῖδʼ ἀπήνεγκεν βρέφος
17ἐς ταὐτὸν ἄντρον οὗπερ ηὐνάσθη θεῷ
18Κρέουσα, κἀκτίθησιν ὡς θανούμενον
19κοίλης ἐν ἀντίπηγος εὐτρόχῳ κύκλῳ,
20προγόνων νόμον σῴζουσα τοῦ τε γηγενοῦς
21Ἐριχθονίου. κείνῳ γὰρ ἡ Διὸς κόρη
22φρουρὼ παραζεύξασα φύλακε σώματος
23δισσὼ δράκοντε, παρθένοις Ἀγλαυρίσι
24δίδωσι σῴζειν· ὅθεν Ἐρεχθείδαις ἐκεῖ
25νόμος τις ἔστιν ὄφεσιν ἐν χρυσηλάτοις
26τρέφειν τέκνα. ἀλλʼ ἣν εἶχε παρθένος χλιδὴν
27τέκνῳ προσάψασʼ ἔλιπεν ὡς θανουμένῳ.
28κἄμʼ ὢν ἀδελφὸς Φοῖβος αἰτεῖται τάδε·
29ὦ σύγγονʼ, ἐλθὼν λαὸν εἰς αὐτόχθονα
30κλεινῶν Ἀθηνῶν — οἶσθα γὰρ θεᾶς πόλιν —
31λαβὼν βρέφος νεογνὸν ἐκ κοίλης πέτρας
32αὐτῷ σὺν ἄγγει σπαργάνοισί θʼ οἷς ἔχει
33ἔνεγκε Δελφῶν τἀμὰ πρὸς χρηστήρια,
34καὶ θὲς πρὸς αὐταῖς εἰσόδοις δόμων ἐμῶν.
35τὰ δʼ ἄλλʼ — ἐμὸς γάρ ἐστιν, ὡς εἰδῇς, ὁ παῖς —
36ἡμῖν μελήσει. Λοξίᾳ δʼ ἐγὼ χάριν
37πράσσων ἀδελφῷ πλεκτὸν ἐξάρας κύτος
38ἤνεγκα, καὶ τὸν παῖδα κρηπίδων ἔπι
39τίθημι ναοῦ τοῦδʼ, ἀναπτύξας κύτος
40ἑλικτὸν ἀντίπηγος, ὡς ὁρῷθʼ ὁ παῖς.
41κυρεῖ δʼ ἅμʼ ἱππεύοντος ἡλίου κύκλῳ
42προφῆτις ἐσβαίνουσα μαντεῖον θεοῦ·
43ὄψιν δὲ προσβαλοῦσα παιδὶ νηπίῳ
44ἐθαύμασʼ εἴ τις Δελφίδων τλαίη κόρη
45λαθραῖον ὠδῖνʼ ἐς θεοῦ ῥῖψαι δόμον,
46ὑπέρ τε θυμέλας διορίσαι πρόθυμος ἦν·
47οἴκτῳ δʼ ἀφῆκεν ὠμότητα — καὶ θεὸς
48συνεργὸς ἦν τῷ παιδὶ μὴ ʼκπεσεῖν δόμων —
49τρέφει δέ νιν λαβοῦσα. τὸν σπείραντα δὲ
50οὐκ οἶδε Φοῖβον οὐδὲ μητέρʼ ἧς ἔφυ,
51ὁ παῖς τε τοὺς τεκόντας οὐκ ἐπίσταται.
52νέος μὲν οὖν ὢν ἀμφὶ βωμίους τροφὰς
53ἠλᾶτʼ ἀθύρων· ὡς δʼ ἀπηνδρώθη δέμας,
54Δελφοί σφʼ ἔθεντο χρυσοφύλακα τοῦ θεοῦ
55ταμίαν τε πάντων πιστόν, ἐν δʼ ἀνακτόροις
56θεοῦ καταζῇ δεῦρʼ ἀεὶ σεμνὸν βίον.
57Κρέουσα δʼ ἡ τεκοῦσα τὸν νεανίαν
58Ξούθῳ γαμεῖται συμφορᾶς τοιᾶσδʼ ὕπο·
59ἦν ταῖς Ἀθήναις τοῖς τε Χαλκωδοντίδαις,
60οἳ γῆν ἔχουσʼ Εὐβοῖδα, πολέμιος κλύδων·
61ὃν συμπονήσας καὶ συνεξελὼν δορὶ
62γάμων Κρεούσης ἀξίωμʼ ἐδέξατο,
63οὐκ ἐγγενὴς ὤν, Αἰόλου δὲ τοῦ Διὸς
64γεγὼς Ἀχαιός. χρόνια δὲ σπείρας λέχη
65ἄτεκνός ἐστι, καὶ Κρέουσʼ· ὧν οὕνεκα
66ἥκουσι πρὸς μαντεῖʼ Ἀπόλλωνος τάδε
67ἔρωτι παίδων. Λοξίας δὲ τὴν τύχην
68ἐς τοῦτʼ ἐλαύνει, κοὐ λέληθεν, ὡς δοκεῖ.
69δώσει γὰρ εἰσελθόντι μαντεῖον τόδε
70Ξούθῳ τὸν αὑτοῦ παῖδα, καὶ πεφυκέναι
71κείνου σφε φήσει, μητρὸς ὡς ἐλθὼν δόμους
72γνωσθῇ Κρεούσῃ, καὶ γάμοι τε Λοξίου
73κρυπτοὶ γένωνται παῖς τʼ ἔχῃ τὰ πρόσφορα.
74Ἴωνα δʼ αὐτόν, κτίστορʼ Ἀσιάδος χθονός,
75ὄνομα κεκλῆσθαι θήσεται καθʼ Ἑλλάδα.
76ἀλλʼ ἐς δαφνώδη γύαλα βήσομαι τάδε,
77τὸ κρανθὲν ὡς ἂν ἐκμάθω παιδὸς πέρι.
78ὁρῶ γὰρ ἐκβαίνοντα Λοξίου γόνον
79τόνδʼ, ὡς πρὸ ναοῦ λαμπρὰ θῇ πυλώματα
80δάφνης κλάδοισιν. ὄνομα δʼ, οὗ μέλλει τυχεῖν,
81Ἴωνʼ ἐγώ νιν πρῶτος ὀνομάζω θεῶν.
Choral 2
Anapests 1
Ἴων
82ἅρματα μὲν τάδε λαμπρὰ τεθρίππων
83Ἥλιος ἤδη λάμπει κατὰ γῆν,
84ἄστρα δὲ φεύγει πυρὶ τῷδʼ αἰθέρος
85ἐς νύχθʼ ἱεράν·
86Παρνησιάδες δʼ ἄβατοι κορυφαὶ
87καταλαμπόμεναι τὴν ἡμερίαν
88ἁψῖδα βροτοῖσι δέχονται.
89σμύρνης δʼ ἀνύδρου καπνὸς εἰς ὀρόφους
90Φοίβου πέταται.
91θάσσει δὲ γυνὴ τρίποδα ζάθεον
92Δελφίς, ἀείδουσʼ Ἕλλησι βοάς,
93ἃς ἂν Ἀπόλλων κελαδήσῃ.
94ἀλλʼ, ὦ Φοίβου Δελφοὶ θέραπες,
95τὰς Κασταλίας ἀργυροειδεῖς
96βαίνετε δίνας, καθαραῖς δὲ δρόσοις
97ἀφυδρανάμενοι στείχετε ναούς·
98στόμα τʼ εὔφημον φρουρεῖν ἀγαθόν,
99φήμας τʼ ἀγαθὰς
100τοῖς ἐθέλουσιν μαντεύεσθαι
101γλώσσης ἰδίας ἀποφαίνειν.
102ἡμεῖς δέ, πόνους οὓς ἐκ παιδὸς
103μοχθοῦμεν ἀεί, πτόρθοισι δάφνης
104στέφεσίν θʼ ἱεροῖς ἐσόδους Φοίβου
105καθαρὰς θήσομεν, ὑγραῖς τε πέδον
106ῥανίσιν νοτερόν· πτηνῶν τʼ ἀγέλας,
107αἳ βλάπτουσιν σέμνʼ ἀναθήματα,
108τόξοισιν ἐμοῖς φυγάδας θήσομεν·
109ὡς γὰρ ἀμήτωρ ἀπάτωρ τε γεγὼς
110τοὺς θρέψαντας
111Φοίβου ναοὺς θεραπεύω.
Strophe 1
Ἴων
112ἄγʼ, ὦ νεηθαλὲς ὦ
113καλλίστας προπόλευμα δά-
114φνας, ἃ τὰν Φοίβου θυμέλαν
115σαίρεις ὑπὸ ναοῖς,
116κήπων ἐξ ἀθανάτων,
117ἵνα δρόσοι τέγγουσʼ ἱεραί,
118ῥοὰν ἀέναον
119παγᾶν ἐκπροϊεῖσαι,
120μυρσίνας ἱερὰν φόβαν·
121ᾇ σαίρω δάπεδον θεοῦ
122παναμέριος ἅμʼ ἁλίου
123πτέρυγι θοᾷ
124λατρεύων τὸ κατʼ ἦμαρ.
125ὦ Παιὰν ὦ Παιάν,
126εὐαίων εὐαίων
127εἴης, ὦ Λατοῦς παῖ.
Antistrophe 1
Ἴων
128καλόν γε τὸν πόνον, ὦ
129Φοῖβε, σοὶ πρὸ δόμων λατρεύ-
130ω τιμῶν μαντεῖον ἕδραν·
131κλεινὸς δʼ ὁ πόνος μοι
132θεοῖσιν δούλαν χέρʼ ἔχειν
133οὐ θνατοῖς, ἀλλʼ ἀθανάτοις·
134εὐφάμους δὲ πόνους
135μοχθεῖν οὐκ ἀποκάμνω.
136Φοῖβός μοι γενέτωρ πατήρ·
137τὸν βόσκοντα γὰρ εὐλογῶ,
138τὸ δʼ ὠφέλιμον ἐμοὶ πατέρος
139ὄνομα λέγω
140Φοίβου τοῦ κατὰ ναόν.
141ὦ Παιὰν ὦ Παιάν,
142εὐαίων εὐαίων
143εἴης, ὦ Λατοῦς παῖ.
Anapests 4
Ἴων
144ἀλλʼ ἐκπαύσω γὰρ μόχθους
145δάφνας ὁλκοῖς,
146χρυσέων δʼ ἐκ τευχέων ῥίψω
147Γαίας παγάν,
148ἃν ἀποχεύονται
149Κασταλίας δῖναι,
149aνοτερὸν ὕδωρ βάλλων,
150ὅσιος ἀπʼ εὐνᾶς ὤν.
151εἴθʼ οὕτως αἰεὶ Φοίβῳ
152λατρεύων μὴ παυσαίμαν,
153ἢ παυσαίμαν ἀγαθᾷ μοίρᾳ.
154ἔα ἔα·
154aφοιτῶσʼ ἤδη λείπουσίν τε
155πτανοὶ Παρνασοῦ κοίτας·
156αὐδῶ μὴ χρίμπτειν θριγκοῖς
157μηδʼ ἐς χρυσήρεις οἴκους —
158μάρψω σʼ αὖ τόξοις, ὦ Ζηνὸς
159κῆρυξ, ὀρνίθων γαμφηλαῖς
160ἰσχὺν νικῶν.
161ὅδε πρὸς θυμέλας ἄλλος ἐρέσσει
162κύκνος. οὐκ ἄλλᾳ
163φοινικοφαῆ πόδα κινήσεις;
164οὐδέν σʼ ἁ φόρμιγξ ἁ Φοίβου
165σύμμολπος τόξων ῥύσαιτʼ ἄν.
166πάραγε πτέρυγας·
167λίμνας ἐπίβα τᾶς Δηλιάδος·
168αἱμάξεις, εἰ μὴ πείσῃ,
169τὰς καλλιφθόγγους ᾠδάς.
170ἔα ἔα·
170aτίς ὅδʼ ὀρνίθων καινὸς προσέβα;
171μῶν ὑπὸ θριγκοὺς εὐναίας
172καρφυρὰς θήσων τέκνοις;
173ψαλμοί σʼ εἴρξουσιν τόξων.
174οὐ πείσῃ; χωρῶν δίναις
175ταῖς Ἀλφειοῦ παιδούργει,
176ἢ νάπος Ἴσθμιον,
177ὡς ἀναθήματα μὴ βλάπτηται
178ναοί θʼ οἱ Φοίβου
179κτείνειν δʼ ὑμᾶς αἰδοῦμαι
180τοὺς θεῶν ἀγγέλλοντας φήμας
181θνατοῖς· οἷς δʼ ἔγκειμαι μόχθοις,
182Φοίβῳ δουλεύσω, κοὐ λήξω
183τοὺς βόσκοντας θεραπεύων.
Strophe 1
Χορός
184— οὐκ ἐν ταῖς ζαθέαις Ἀθά-
185ναις εὐκίονες ἦσαν αὐ-
186λαὶ θεῶν μόνον, οὐδʼ ἀγυι-
186aάτιδες θεραπεῖαι·
187ἀλλὰ καὶ παρὰ Λοξίᾳ
188τῷ Λατοῦς διδύμων προσώ-
189πων καλλιβλέφαρον φῶς.
190— ἰδοὺ τάνδʼ, ἄθρησον,
191Λερναῖον ὕδραν ἐναίρει
192χρυσέαις ἅρπαις ὁ Διὸς παῖς·
193φίλα, πρόσιδʼ ὄσσοις.
Antistrophe 1
Χορός
194— ὁρῶ. καὶ πέλας ἄλλος αὐ-
195τοῦ πανὸν πυρίφλεκτον αἴ-
196ρει τις — ἆρʼ ὃς ἐμαῖσι μυ-
197θεύεται παρὰ πήναις,
198ἀσπιστὰς Ἰόλαος, ὃς
199κοινοὺς αἰρόμενος πόνους
200Δίῳ παιδὶ συναντλεῖ;
201— καὶ μὰν τόνδʼ ἄθρησον
202πτεροῦντος ἔφεδρον ἵππου·
203τὰν πῦρ πνέουσαν ἐναίρει
204τρισώματον ἀλκάν.
Strophe 2
Χορός
205— πάντᾳ τοι βλέφαρον διώ-
206κω. σκέψαι κλόνον ἐν τείχεσ-
207σι λαΐνοισι Γιγάντων.
208— ὦ φίλαι, ὧδε δερκόμεσθα.
209— λεύσσεις οὖν ἐπʼ Ἐγκελάδῳ
210γοργωπὸν πάλλουσαν ἴτυν —
211— λεύσσω Παλλάδʼ, ἐμὰν θεόν.
212— τί γάρ; κεραυνὸν ἀμφίπυρον
213ὄβριμον ἐν Διὸς
214ἑκηβόλοισι χερσίν;
215— ὁρῶ· τὸν δάϊον
216Μίμαντα πυρὶ καταιθαλοῖ.
217— καὶ Βρόμιος ἄλλον ἀπολέμοι-
217aσι κισσίνοισι βάκτροις
218ἐναίρει Γᾶς τέκνων ὁ Βακχεύς.
Antistrophe 2
Χορός
219σέ τοι, τὸν παρὰ ναὸν αὐ-
220δῶ· θέμις γυάλων ὑπερ-
221βῆναι, λευκῷ ποδί γʼ — ;
Ἴων
222οὐ θέμις, ὦ ξέναι.
Χορός
222aοὐδʼ ἂν
223ἐκ σέθεν ἂν πυθοίμεθʼ αὐδάν;
Ἴων
223aτίνα τήνδε θέλεις;
Χορός
223bἆρʼ ὄντως μέσον ὀμφαλὸν
224γᾶς Φοίβου κατέχει δόμος;
Ἴων
224aστέμμασί γʼ ἐνδυτόν, ἀμφὶ δὲ Γοργόνες.
Χορός
225οὕτω καὶ φάτις αὐδᾷ.
Ἴων
226εἰ μὲν ἐθύσατε πέλανον πρὸ δόμων
227καί τι πυθέσθαι χρῄζετε Φοίβου,
228πάριτʼ ἐς θυμέλας· ἐπὶ δʼ ἀσφάκτοις
229μήλοισι δόμων μὴ πάριτʼ ἐς μυχόν.
Χορός
230ἔχω μαθοῦσα· θεοῦ δὲ νόμον
231οὐ παραβαίνομεν,
232ἃ δʼ ἐκτός, ὄμμα τέρψει.
Ἴων
233πάντα θεᾶσθʼ, ὅ τι καὶ θέμις, ὄμμασι.
Χορός
233aμεθεῖσαν δεσπόται
234με θεοῦ γύαλα τάδʼ εἰσιδεῖν.
Ἴων
234aδμῳαὶ δὲ τίνων κλῄζεσθε δόμων;
Χορός
235Παλλάδι σύνοικα τρόφιμα μέλα-
235aθρα τῶν ἐμῶν τυράννων·
236παρούσας δʼ ἀμφὶ τᾶσδʼ ἐρωτᾷς.
Episode 3
Ἴων
237γενναιότης σοι, καὶ τρόπων τεκμήριον
238τὸ σχῆμʼ ἔχεις τόδʼ, ἥτις εἶ ποτʼ, ὦ γύναι.
239γνοίη δʼ ἂν ὡς τὰ πολλά γʼ ἀνθρώπου πέρι
240τὸ σχῆμʼ ἰδών τις εἰ πέφυκεν εὐγενής.
240aἔα·
241ἀλλʼ ἐξέπληξάς μʼ, ὄμμα συγκλῄσασα σὸν
242δακρύοις θʼ ὑγράνασʼ εὐγενῆ παρηίδα,
243ὡς εἶδες ἁγνὰ Λοξίου χρηστήρια.
244τί ποτε μερίμνης ἐς τόδʼ ἦλθες, ὦ γύναι;
245ὃ πάντες ἄλλοι γύαλα λεύσσοντες θεοῦ
246χαίρουσιν, ἐνταῦθʼ ὄμμα σὸν δακρυρροεῖ;
Κρέουσα
247ὦ ξένε, τὸ μὲν σὸν οὐκ ἀπαιδεύτως ἔχει
248ἐς θαύματʼ ἐλθεῖν δακρύων ἐμῶν πέρι·
249ἐγὼ δʼ ἰδοῦσα τούσδʼ Ἀπόλλωνος δόμους
250μνήμην παλαιὰν ἀνεμετρησάμην τινά·
251οἴκοι δὲ τὸν νοῦν ἔσχον ἐνθάδʼ οὖσά που.
252ὦ τλήμονες γυναῖκες· ὦ τολμήματα
253θεῶν. τί δῆτα; ποῖ δίκην ἀνοίσομεν,
254εἰ τῶν κρατούντων ἀδικίαις ὀλούμεθα;
Ἴων
255τί χρῆμʼ ἀνερμήνευτα δυσθυμῇ, γύναι;
Κρέουσα
256οὐδέν· μεθῆκα τόξα· τἀπὶ τῷδε δὲ
257ἐγώ τε σιγῶ, καὶ σὺ μὴ φρόντιζʼ ἔτι.
Ἴων
258τίς δʼ εἶ; πόθεν γῆς ἦλθες; ἐκ ποίας πάτρας
259πέφυκας; ὄνομα τί σε καλεῖν ἡμᾶς χρεών;
Κρέουσα
260Κρέουσα μέν μοι τοὔνομʼ, ἐκ δʼ Ἐρεχθέως
261πέφυκα, πατρὶς γῆ δʼ Ἀθηναίων πόλις.
Ἴων
262ὦ κλεινὸν οἰκοῦσʼ ἄστυ γενναίων τʼ ἄπο
263τραφεῖσα πατέρων, ὥς σε θαυμάζω, γύναι.
Κρέουσα
264τοσαῦτα κεὐτυχοῦμεν, ὦ ξένʼ, οὐ πέρα.
Ἴων
265πρὸς θεῶν ἀληθῶς, ὡς μεμύθευται βροτοῖς ;
Κρέουσα
266τί χρῆμʼ ἐρωτᾷς, ὦ ξένʼ, ἐκμαθεῖν θέλων;
Ἴων
267ἐκ γῆς πατρός σου πρόγονος ἔβλαστεν πατήρ;
Κρέουσα
268Ἐριχθόνιός γε· τὸ δὲ γένος μʼ οὐκ ὠφελεῖ.
Ἴων
269ἦ καί σφʼ Ἀθάνα γῆθεν ἐξανείλετο;
Κρέουσα
270ἐς παρθένους γε χεῖρας, οὐ τεκοῦσά νιν.
Ἴων
271δίδωσι δʼ, ὥσπερ ἐν γραφῇ νομίζεται ;
Κρέουσα
272Κέκροπός γε σῴζειν παισὶν οὐχ ὁρώμενον.
Ἴων
273ἤκουσα λῦσαι παρθένους τεῦχος θεᾶς.
Κρέουσα
274τοιγὰρ θανοῦσαι σκόπελον ᾕμαξαν πέτρας.
Ἴων
275εἶἑν·
275aτί δαὶ τόδʼ; ἆρʼ ἀληθὲς ἢ μάτην λόγος
Κρέουσα
276τί χρῆμʼ ἐρωτᾷς; καὶ γὰρ οὐ κάμνω σχολῇ.
Ἴων
277πατὴρ Ἐρεχθεὺς σὰς ἔθυσε συγγόνους;
Κρέουσα
278ἔτλη πρὸ γαίας σφάγια παρθένους κτανεῖν.
Ἴων
279σὺ δʼ ἐξεσώθης πῶς κασιγνήτων μόνη;
Κρέουσα
280βρέφος νεογνὸν μητρὸς ἦν ἐν ἀγκάλαις.
Ἴων
281πατέρα δʼ ἀληθῶς χάσμα σὸν κρύπτει χθονός;
Κρέουσα
282πληγαὶ τριαίνης ποντίου σφʼ ἀπώλεσαν.
Ἴων
283Μακραὶ δὲ χῶρός ἐστʼ ἐκεῖ κεκλημένος;
Κρέουσα
284τί δʼ ἱστορεῖς τόδʼ; ὥς μʼ ἀνέμνησάς τινος.
Ἴων
285τιμᾷ σφε Πύθιος ἀστραπαί τε Πύθιαι.
Κρέουσα
286τιμᾶ τιμᾶ· ὡς μήποτʼ ὤφελόν σφʼ ἰδεῖν.
Ἴων
287τί δὲ στυγεῖς σὺ τοῦ θεοῦ τὰ φίλτατα;
Κρέουσα
288οὐδέν· ξύνοιδʼ ἄντροισιν αἰσχύνην τινά.
Ἴων
289πόσις δὲ τίς σʼ ἔγημʼ Ἀθηναίων, γύναι;
Κρέουσα
290οὐκ ἀστός, ἀλλʼ ἐπακτὸς ἐξ ἄλλης χθονός.
Ἴων
291τίς; εὐγενῆ νιν δεῖ πεφυκέναι τινά.
Κρέουσα
292Ξοῦθος, πεφυκὼς Αἰόλου Διός τʼ ἄπο.
Ἴων
293καὶ πῶς ξένος σʼ ὢν ἔσχεν οὖσαν ἐγγενῆ;
Κρέουσα
294Εὔβοιʼ Ἀθήναις ἔστι τις γείτων πόλις
Ἴων
295ὅροις ὑγροῖσιν, ὡς λέγουσʼ, ὡρισμένη.
Κρέουσα
296ταύτην ἔπερσε Κεκροπίδαις κοινῷ δορί.
Ἴων
297ἐπίκουρος ἐλθών; κᾆτα σὸν γαμεῖ λέχος;
Κρέουσα
298φερνάς γε πολέμου καὶ δορὸς λαβὼν γέρας.
Ἴων
299σὺν ἀνδρὶ δʼ ἥκεις ἢ μόνη χρηστήρια;
Κρέουσα
300σὺν ἀνδρί. σηκοὺς δʼ ἐκστρέφει Τροφωνίου.
Ἴων
301πότερα θεατὴς ἢ χάριν μαντευμάτων;
Κρέουσα
302κείνου τε Φοίβου θʼ ἓν θέλων μαθεῖν ἔπος.
Ἴων
303καρποῦ δʼ ὕπερ γῆς ἥκετʼ, ἢ παίδων πέρι;
Κρέουσα
304ἄπαιδές ἐσμεν, χρόνιʼ ἔχοντʼ εὐνήματα.
Ἴων
305οὐδʼ ἔτεκες οὐδὲν πώποτʼ, ἀλλʼ ἄτεκνος εἶ;
Κρέουσα
306ὁ Φοῖβος οἶδε τὴν ἐμὴν ἀπαιδίαν.
Ἴων
307ὦ τλῆμον, ὡς τἄλλʼ εὐτυχοῦσʼ οὐκ εὐτυχεῖς.
Κρέουσα
308σὺ δʼ εἶ τίς; ὥς σου τὴν τεκοῦσαν ὤλβισα.
Ἴων
309τοῦ θεοῦ καλοῦμαι δοῦλος εἰμί τʼ, ὦ γύναι.
Κρέουσα
310ἀνάθημα πόλεως, ἤ τινος πραθεὶς ὕπο;
Ἴων
311οὐκ οἶδα πλὴν ἕν· Λοξίου κεκλήμεθα.
Κρέουσα
312ἡμεῖς σʼ ἄρʼ αὖθις, ὦ ξένʼ, ἀντοικτίρομεν.
Ἴων
313ὡς μὴ εἰδόθʼ ἥτις μʼ ἔτεκεν ἐξ ὅτου τʼ ἔφυν.
Κρέουσα
314ναοῖσι δʼ οἰκεῖς τοισίδʼ ἢ κατὰ στέγας;
Ἴων
315ἅπαν θεοῦ μοι δῶμʼ, ἵνʼ ἂν λάβῃ μʼ ὕπνος.
Κρέουσα
316παῖς δʼ ὢν ἀφίκου ναὸν ἢ νεανίας;
Ἴων
317βρέφος λέγουσιν οἱ δοκοῦντες εἰδέναι.
Κρέουσα
318καὶ τίς γάλακτί σʼ ἐξέθρεψε Δελφίδων;
Ἴων
319οὐπώποτʼ ἔγνων μαστόν· ἣ δʼ ἔθρεψέ με
Κρέουσα
320τίς, ὦ ταλαίπωρʼ; ὡς νοσοῦσʼ ηὗρον νόσους.
Ἴων
321Φοίβου προφῆτις, μητέρʼ ὣς νομίζομεν.
Κρέουσα
322ἐς δʼ ἄνδρʼ ἀφίκου τίνα τροφὴν κεκτημένος;
Ἴων
323βωμοί μʼ ἔφερβον οὑπιών τʼ ἀεὶ ξένος.
Κρέουσα
324τάλαινά σʼ ἡ τεκοῦσα· τίς ποτʼ ἦν ἄρα;
Ἴων
325ἀδίκημά του γυναικὸς ἐγενόμην ἴσως.
Κρέουσα
326ἔχεις δὲ βίοτον· εὖ γὰρ ἤσκησαι πέπλοις.
Ἴων
327τοῖς τοῦ θεοῦ κοσμούμεθʼ, ᾧ δουλεύομεν.
Κρέουσα
328οὐδʼ ᾖξας εἰς ἔρευναν ἐξευρεῖν γονάς;
Ἴων
329ἔχω γὰρ οὐδέν, ὦ γύναι, τεκμήριον.
Κρέουσα
330φεῦ·
330aπέπονθέ τις σῇ μητρὶ ταὔτʼ ἄλλη γυνή.
Ἴων
331τίς; εἰ πόνου μοι ξυλλάβοι, χαίροιμεν ἄν.
Κρέουσα
332ἧς οὕνεκʼ ἦλθον δεῦρο πρὶν πόσιν μολεῖν.
Ἴων
333ποῖόν τι χρῄζουσʼ; ὡς ὑπουργήσω, γύναι.
Κρέουσα
334μάντευμα κρυπτὸν δεομένη Φοίβου μαθεῖν.
Ἴων
335λέγοις ἄν· ἡμεῖς τἄλλα προξενήσομεν.
Κρέουσα
336ἄκουε δὴ τὸν μῦθον. — ἀλλʼ αἰδούμεθα.
Ἴων
337οὔ τἄρα πράξεις οὐδέν· ἀργὸς ἡ θεός.
Κρέουσα
338Φοίβῳ μιγῆναί φησί τις φίλων ἐμῶν.
Ἴων
339Φοίβῳ γυνὴ γεγῶσα; μὴ λέγʼ, ὦ ξένη.
Κρέουσα
340καὶ παῖδά γʼ ἔτεκε τῷ θεῷ λάθρα πατρός.
Ἴων
341οὐκ ἔστιν· ἀνδρὸς ἀδικίαν αἰσχύνεται.
Κρέουσα
342οὔ φησιν αὐτή, καὶ πέπονθεν ἄθλια.
Ἴων
343τί χρῆμα δράσασʼ, εἰ θεῷ συνεζύγη;
Κρέουσα
344τὸν παῖδʼ ὃν ἔτεκεν ἐξέθηκε δωμάτων.
Ἴων
345ὁ δʼ ἐκτεθεὶς παῖς ποῦ ʼστιν; εἰσορᾷ φάος;
Κρέουσα
346οὐκ οἶδεν οὐδείς. ταῦτα καὶ μαντεύομαι.
Ἴων
347εἰ δʼ οὐκέτʼ ἔστι, τίνι τρόπῳ διεφθάρη;
Κρέουσα
348θῆράς σφε τὸν δύστηνον ἐλπίζει κτανεῖν.
Ἴων
349ποίῳ τόδʼ ἔγνω χρωμένη τεκμηρίῳ;
Κρέουσα
350ἐλθοῦσʼ ἵνʼ αὐτὸν ἐξέθηκʼ οὐχ ηὗρʼ ἔτι.
Ἴων
351ἦν δὲ σταλαγμὸς ἐν στίβῳ τις αἵματος;
Κρέουσα
352οὔ φησι. καίτοι πόλλʼ ἐπεστράφη πέδον.
Ἴων
353χρόνος δὲ τίς τῷ παιδὶ διαπεπραγμένῳ;
Κρέουσα
354σοὶ ταὐτὸν ἥβης, εἴπερ, εἶχεν ἂν μέτρον.
Ἴων
355ἀδικεῖ νιν ὁ θεός· ἡ τεκοῦσα δʼ ἀθλία.
Κρέουσα
356οὔκουν ἔτʼ ἄλλον γʼ ὕστερον τίκτει γόνον.
Ἴων
357τί δʼ, εἰ λάθρα νιν Φοῖβος ἐκτρέφει λαβών;
Κρέουσα
358τὰ κοινὰ χαίρων οὐ δίκαια δρᾷ μόνος.
Ἴων
359οἴμοι· προσῳδὸς ἡ τύχη τὠμῷ πάθει.
Κρέουσα
360καὶ σέ, ὦ ξένʼ, οἶμαι μητέρʼ ἀθλίαν ποθεῖν.
Ἴων
361καὶ μή γʼ ἐπʼ οἶκτόν μʼ ἔξαγʼ οὗ ʼλελήσμεθα.
Κρέουσα
362σιγῶ· πέραινε δʼ ὧν σʼ ἀνιστορῶ πέρι.
Ἴων
363οἶσθʼ οὖν ὃ κάμνει τοῦ λόγου μάλιστά σοι;
Κρέουσα
364τί δʼ οὐκ ἐκείνῃ τῇ ταλαιπώρῳ νοσεῖ;
Ἴων
365πῶς ὁ θεὸς ὃ λαθεῖν βούλεται μαντεύσεται;
Κρέουσα
366εἴπερ καθίζει τρίποδα κοινὸν Ἑλλάδος.
Ἴων
367αἰσχύνεται τὸ πρᾶγμα· μὴ ʼξέλεγχέ νιν.
Κρέουσα
368ἀλγύνεται δέ γʼ ἡ παθοῦσα τῇ τύχῃ.
Ἴων
369οὐκ ἔστιν ὅστις σοι προφητεύσει τάδε.
370ἐν τοῖς γὰρ αὑτοῦ δώμασιν κακὸς φανεὶς
371Φοῖβος δικαίως τὸν θεμιστεύοντά σοι
372δράσειεν ἄν τι πῆμα. ἀπαλλάσσου, γύναι.
373τῷ γὰρ θεῷ τἀναντίʼ οὐ μαντευτέον.
374ἐς γὰρ τοσοῦτον ἀμαθίας ἔλθοιμεν ἄν,
375εἰ τοὺς θεοὺς ἄκοντας ἐκπονήσομεν
376φράζειν ἃ μὴ θέλουσιν, ἢ προβωμίοις
377σφαγαῖσι μήλων ἢ διʼ οἰωνῶν πτεροῖς.
378ἃν γὰρ βίᾳ σπεύδωμεν ἀκόντων θεῶν,
379ἄκοντα κεκτήμεσθα τἀγάθʼ, ὦ γύναι·
380ἃ δʼ ἂν διδῶσʼ ἑκόντες, ὠφελούμεθα.
Χορός
381πολλαί γε πολλοῖς εἰσι συμφοραὶ βροτῶν,
382μορφαὶ δὲ διαφέρουσιν· ἓν δʼ ἂν εὐτυχὲς
383μόλις ποτʼ ἐξεύροι τις ἀνθρώπων βίῳ.
Κρέουσα
384ὦ Φοῖβε, κἀκεῖ κἀνθάδʼ οὐ δίκαιος εἶ
385ἐς τὴν ἀποῦσαν, ἧς πάρεισιν οἱ λόγοι·
386ὃς οὔτʼ ἔσωσας τὸν σὸν ὃν σῶσαί σʼ ἐχρῆν,
387οὔθʼ ἱστορούσῃ μητρὶ μάντις ὢν ἐρεῖς,
388ὡς, εἰ μὲν οὐκέτʼ ἔστιν, ὀγκωθῇ τάφῳ,
389εἰ δʼ ἔστιν
390ἀλλʼ ἐᾶν χρὴ τάδʼ, εἰ πρὸς τοῦ θεοῦ
391κωλυόμεσθα μὴ μαθεῖν ἃ βούλομαι.
392ἀλλʼ, ὦ ξένʼ, εἰσορῶ γὰρ εὐγενῆ πόσιν
393Ξοῦθον πέλας δὴ τόνδε, τὰς Τροφωνίου
394λιπόντα θαλάμας, τοὺς λελεγμένους λόγους
395σίγα πρὸς ἄνδρα, μή τινʼ αἰσχύνην λάβω
396διακονοῦσα κρυπτά, καὶ προβῇ λόγος
397οὐχ ᾗπερ ἡμεῖς αὐτὸν ἐξειλίσσομεν.
398τὰ γὰρ γυναικῶν δυσχερῆ πρὸς ἄρσενας,
399κἀν ταῖς κακαῖσιν ἁγαθαὶ μεμειγμέναι
400μισούμεθʼ· οὕτω δυστυχεῖς πεφύκαμεν.
Ξοῦθος
401πρῶτον μὲν ὁ θεὸς τῶν ἐμῶν προσφθεγμάτων
402λαβὼν ἀπαρχὰς χαιρέτω, σύ τʼ, ὦ γύναι.
403μῶν χρόνιος ἐλθών σʼ ἐξέπληξʼ ὀρρωδίᾳ;
Κρέουσα
404οὐδέν γʼ· ἀφίκου δʼ ἐς μέριμναν. ἀλλά μοι
405λέξον, τί θέσπισμʼ ἐκ Τροφωνίου φέρεις,
406παίδων ὅπως νῷν σπέρμα συγκραθήσεται;
Ξοῦθος
407οὐκ ἠξίωσε τοῦ θεοῦ προλαμβάνειν
408μαντεύμαθʼ· ἓν δʼ οὖν εἶπεν· οὐκ ἄπαιδά με
409πρὸς οἶκον ἥξειν οὐδὲ σὲ ἐκ χρηστηρίων.
Κρέουσα
410ὦ πότνια Φοίβου μῆτερ, εἰ γὰρ αἰσίως
411ἔλθοιμεν, ἅ τε νῷν συμβόλαια πρόσθεν ἦν
412ἐς παῖδα τὸν σόν, μεταπέσοι βελτίονα.
Ξοῦθος
413ἔσται τάδʼ· ἀλλὰ τίς προφητεύει θεοῦ;
Ἴων
414ἡμεῖς τά γʼ ἔξω, τῶν ἔσω δʼ ἄλλοις μέλει,
415οἳ πλησίον θάσσουσι τρίποδος, ὦ ξένε,
416Δελφῶν ἀριστῆς, οὓς ἐκλήρωσεν πάλος.
Ξοῦθος
417καλῶς· ἔχω δὴ πάνθʼ ὅσων ἐχρῄζομεν.
418στείχοιμʼ ἂν εἴσω· καὶ γάρ, ὡς ἐγὼ κλύω,
419χρηστήριον πέπτωκε τοῖς ἐπήλυσι
420κοινὸν πρὸ ναοῦ· βούλομαι δʼ ἐν ἡμέρᾳ
421τῇδʼ — αἰσία γάρ — θεοῦ λαβεῖν μαντεύματα.
422σὺ δʼ ἀμφὶ βωμούς, ὦ γύναι, δαφνηφόρους
423λαβοῦσα κλῶνας, εὐτέκνους εὔχου θεοῖς
424χρησμούς μʼ ἐνεγκεῖν ἐξ Ἀπόλλωνος δόμων.
Κρέουσα
425ἔσται τάδʼ, ἔσται. Λοξίας δʼ ἐὰν θέλῃ
426νῦν ἀλλὰ τὰς πρὶν ἀναλαβεῖν ἁμαρτίας,
427ἅπας μὲν οὐ γένοιτʼ ἂν εἰς ἡμᾶς φίλος,
428ὅσον δὲ χρῄζει — θεὸς γάρ ἐστι — δέξομαι.
Ἴων
429τί ποτε λόγοισιν ἡ ξένη πρὸς τὸν θεὸν
430κρυπτοῖσιν αἰεὶ λοιδοροῦσʼ αἰνίσσεται;
431ἤτοι φιλοῦσά γʼ ἧς ὕπερ μαντεύεται,
432ἢ καί τι σιγῶσʼ ὧν σιωπᾶσθαι χρεών;
433ἀτὰρ θυγατρὸς τῆς Ἐρεχθέως τί μοι
434μέλει; προσήκει γʼ οὐδέν. ἀλλὰ χρυσέαις
435πρόχοισιν ἐλθὼν εἰς ἀπορραντήρια
436δρόσον καθήσω. νουθετητέος δέ μοι
437Φοῖβος, τί πάσχει· παρθένους βίᾳ γαμῶν
438προδίδωσι; παῖδας ἐκτεκνούμενος λάθρᾳ
439θνῄσκοντας ἀμελεῖ; μὴ σύ γʼ· ἀλλʼ, ἐπεὶ κρατεῖς,
440ἀρετὰς δίωκε. καὶ γὰρ ὅστις ἂν βροτῶν
441κακὸς πεφύκῃ, ζημιοῦσιν οἱ θεοί.
442πῶς οὖν δίκαιον τοὺς νόμους ὑμᾶς βροτοῖς
443γράψαντας, αὐτοὺς ἀνομίαν ὀφλισκάνειν;
444εἰ δʼ — οὐ γὰρ ἔσται, τῷ λόγῳ δὲ χρήσομαι —
445δίκας βιαίων δώσετʼ ἀνθρώποις γάμων,
446σὺ καὶ Ποσειδῶν Ζεύς θʼ ὃς οὐρανοῦ κρατεῖ,
447ναοὺς τίνοντες ἀδικίας κενώσετε.
448τὰς ἡδονὰς γὰρ τῆς προμηθίας πάρος
449σπεύδοντες ἀδικεῖτʼ. οὐκέτʼ ἀνθρώπους κακῶς
450λέγειν δίκαιον, εἰ τὰ τῶν θεῶν καλὰ
451μιμούμεθʼ, ἀλλὰ τοὺς διδάσκοντας τάδε.
Choral 4
Strophe 1
Χορός
452σὲ τὰν ὠδίνων λοχιᾶν
453ἀνειλείθυιαν, ἐμὰν
454Ἀθάναν, ἱκετεύω,
455Προμηθεῖ Τιτᾶνι λοχευ-
456θεῖσαν κατʼ ἀκροτάτας
457κορυφᾶς Διός, ὦ μάκαιρα Νίκα,
458μόλε Πύθιον οἶκον,
459Ὀλύμπου χρυσέων θαλάμων
460πταμένα πρὸς ἀγυιάς,
461Φοιβήιος ἔνθα γᾶς
462μεσσόμφαλος ἑστία
463παρὰ χορευομένῳ τρίποδι
464μαντεύματα κραίνει,
465σὺ καὶ παῖς ἁ Λατογενής,
466δύο θεαὶ δύο παρθένοι,
467κασίγνηται σεμναὶ Φοίβου.
468ἱκετεύσατε δʼ, ὦ κόραι,
469τὸ παλαιὸν Ἐρεχθέως
470γένος εὐτεκνίας χρονίου καθαροῖς
471μαντεύμασι κῦρσαι.
Antistrophe 1
Χορός
472ὑπερβαλλούσας γὰρ ἔχει
473θνατοῖς εὐδαιμονίας
474ἀκίνητον ἀφορμάν,
475τέκνων οἷς ἂν καρποτρόφοι
476λάμπωσιν ἐν θαλάμοις
477πατρίοισι νεάνιδες ἧβαι,
478διαδέκτορα πλοῦτον
479ὡς ἕξοντες ἐκ πατέρων
480ἑτέροις ἐπὶ τέκνοις.
481ἀλκά τε γὰρ ἐν κακοῖς
482σύν τʼ εὐτυχίαις φίλον,
483δορί τε γᾷ πατρίᾳ φέρει
484σωτήριον ἀλκάν.
485ἐμοὶ μὲν πλούτου τε πάρος
486βασιλικῶν τʼ εἶεν θαλάμων
487τροφαὶ κήδειοι κεδνῶν γε τέκνων.
488τὸν ἄπαιδα δʼ ἀποστυγῶ
489βίον, ᾧ τε δοκεῖ ψέγω·
490μετὰ δὲ κτεάνων μετρίων βιοτᾶς
491εὔπαιδος ἐχοίμαν.
Epode 3
Χορός
492ὦ Πανὸς θακήματα καὶ
493παραυλίζουσα πέτρα
494μυχώδεσι Μακραῖς,
495ἵνα χοροὺς στείβουσι ποδοῖν
496Ἀγλαύρου κόραι τρίγονοι
497στάδια χλοερὰ πρὸ Παλλάδος
498ναῶν, συρίγγων
499ὑπʼ αἰόλας ἰαχᾶς
500ὕμνων, ὅτʼ ἀναλίοις
501συρίζεις, ὦ Πάν,
502τοῖς σοῖσιν ἐν ἄντροις,
503ἵνα τεκοῦσά τις Φοίβῳ
504παρθένος, ὦ μελέα, βρέφος,
504aπτανοῖς ἐξόρισεν θοίναν
505θηρσί τε φοινίαν δαῖτα, πικρῶν γάμων
506ὕβριν· οὔτʼ ἐπὶ κερκίσιν οὔτε λόγοις
507φάτιν ἄιον εὐτυχίας μετέχειν
508θεόθεν τέκνα θνατοῖς.
Episode 5
Trochees 1
Ἴων
510πρόσπολοι γυναῖκες, αἳ τῶνδʼ ἀμφὶ κρηπῖδας δόμων
511θυοδόκων φρούρημʼ ἔχουσαι δεσπότιν φυλάσσετε,
512ἐκλέλοιπʼ ἤδη τὸν ἱερὸν τρίποδα καὶ χρηστήριον
513Ξοῦθος, ἢ μίμνει κατʼ οἶκον ἱστορῶν ἀπαιδίαν;
Χορός
514ἐν δόμοις ἔστʼ, ὦ ξένʼ· οὔπω δῶμʼ ὑπερβαίνει τόδε.
515ὡς δʼ ἐπʼ ἐξόδοισιν ὄντος, τῶνδʼ ἀκούομεν πυλῶν
516δοῦπον, ἐξιόντα τʼ ἤδη δεσπότην ὁρᾶν πάρα.
Ξοῦθος
517ὦ τέκνον, χαῖρʼ· ἡ γὰρ ἀρχὴ τοῦ λόγου πρέπουσά μοι.
Ἴων
518χαίρομεν· σὺ δʼ εὖ φρόνει γε, καὶ δύʼ ὄντʼ εὖ πράξομεν.
Ξοῦθος
519δὸς χερὸς φίλημά μοι σῆς σώματός τʼ ἀμφιπτυχάς.
Ἴων
520εὖ φρονεῖς μέν; ἤ σʼ ἔμηνε θεοῦ τις, ὦ ξένε, βλάβη;
Ξοῦθος
521σωφρονῶ· τὰ φίλταθʼ εὑρὼν οὐ φυγεῖν ἐφίεμαι.
Ἴων
522παῦε, μὴ ψαύσας τὰ τοῦ θεοῦ στέμματα ῥήξῃς χερί.
Ξοῦθος
523ἅψομαι· κοὐ ῥυσιάζω, τἀμὰ δʼ εὑρίσκω φίλα.
Ἴων
524οὐκ ἀπαλλάξῃ, πρὶν εἴσω τόξα πλευμόνων λαβεῖν;
Ξοῦθος
525ὡς τί δὴ φεύγεις με; σαυτοῦ γνωρίσας τὰ φίλτατα —
Ἴων
526οὐ φιλῶ φρενοῦν ἀμούσους καὶ μεμηνότας ξένους.
Ξοῦθος
527κτεῖνε καὶ πίμπρη· πατρὸς γάρ, ἢν κτάνῃς, ἔσῃ φονεύς.
Ἴων
528ποῦ δέ μοι πατὴρ σύ; ταῦτʼ οὖν οὐ γέλως κλύειν ἐμοῦ;
Ξοῦθος
529οὔ· τρέχων ὁ μῦθος ἄν σοι τἀμὰ σημήνειεν ἄν.
Ἴων
530καὶ τί μοι λέξεις;
Ξοῦθος
530bπατὴρ σός εἰμι καὶ σὺ παῖς ἐμός.
Ἴων
531τίς λέγει τάδε;
Ξοῦθος
531bὅς σʼ ἔθρεψεν ὄντα Λοξίας ἐμόν.
Ἴων
532μαρτυρεῖς σαυτῷ.
Ξοῦθος
532bτὰ τοῦ θεοῦ γʼ ἐκμαθὼν χρηστήρια.
Ἴων
533ἐσφάλης αἴνιγμʼ ἀκούσας.
Ξοῦθος
533bοὐκ ἄρʼ ὄρθʼ ἀκούομεν.
Ἴων
534ὁ δὲ λόγος τίς ἐστι Φοίβου;
Ξοῦθος
534bτὸν συναντήσαντά μοι —
Ἴων
535τίνα συνάντησιν;
Ξοῦθος
535bδόμων τῶνδʼ ἐξιόντι τοῦ θεοῦ
Ἴων
536συμφορᾶς τίνος κυρῆσαι;
Ξοῦθος
536bπαῖδʼ ἐμὸν πεφυκέναι.
Ἴων
537σὸν γεγῶτʼ, ἢ δῶρον ἄλλως;
Ξοῦθος
537bδῶρον, ὄντα δʼ ἐξ ἐμοῦ.
Ἴων
538πρῶτα δῆτʼ ἐμοὶ ξυνάπτεις πόδα σόν;
Ξοῦθος
538bοὐκ ἄλλῳ, τέκνον.
Ἴων
539ἡ τύχη πόθεν ποθʼ ἥκει;
Ξοῦθος
539bδύο μίαν θαυμάζομεν.
Ἴων
540ἔα. τίνος δέ σοι πέφυκα μητρός;
Ξοῦθος
540bοὐκ ἔχω φράσαι.
Ἴων
541οὐδὲ Φοῖβος εἶπε;
Ξοῦθος
541bτερφθεὶς τοῦτο, κεῖνʼ οὐκ ἠρόμην.
Ἴων
542γῆς ἄρʼ ἐκπέφυκα μητρός.
Ξοῦθος
542bοὐ πέδον τίκτει τέκνα.
Ἴων
543πῶς ἂν οὖν εἴην σός;
Ξοῦθος
543bοὐκ οἶδʼ, ἀναφέρω δʼ ἐς τὸν θεόν.
Ἴων
544φέρε λόγων ἁψώμεθʼ ἄλλων.
Ξοῦθος
544bταῦτʼ ἀμείνονʼ, ὦ τέκνον.
Ἴων
545ἦλθες ἐς νόθον τι λέκτρον;
Ξοῦθος
545bμωρίᾳ γε τοῦ νέου.
Ἴων
546πρὶν κόρην λαβεῖν Ἐρεχθέως;
Ξοῦθος
546bοὐ γὰρ ὕστερόν γέ πω.
Ἴων
547ἆρα δῆτʼ ἐκεῖ μʼ ἔφυσας;
Ξοῦθος
547bτῷ χρόνῳ γε συντρέχει.
Ἴων
548κᾆτα πῶς ἀφικόμεσθα δεῦρο —
Ξοῦθος
548bταῦτʼ ἀμηχανῶ.
Ἴων
549διὰ μακρᾶς ἐλθὼν κελεύθου;
Ξοῦθος
549bτοῦτο κἄμʼ ἀπαιολεῖ.
Ἴων
550Πυθίαν δʼ ἦλθες πέτραν πρίν;
Ξοῦθος
550bἐς φανάς γε Βακχίου.
Ἴων
551προξένων δʼ ἔν του κατέσχες;
Ξοῦθος
551bὅς με Δελφίσιν κόραις
Ἴων
552ἐθιάσευσʼ, ἢ πῶς τάδʼ αὐδᾷς;
Ξοῦθος
552bΜαινάσιν γε Βακχίου.
Ἴων
553ἔμφρονʼ ἢ κάτοινον ὄντα;
Ξοῦθος
553bΒακχίου πρὸς ἡδοναῖς.
Ἴων
554τοῦτʼ ἐκεῖνʼ ἵνʼ ἐσπάρημεν.
Ξοῦθος
554bὁ πότμος ἐξηῦρεν, τέκνον.
Ἴων
555πῶς δʼ ἀφικόμεσθα ναούς;
Ξοῦθος
555bἔκβολον κόρης ἴσως.
Ἴων
556ἐκπεφεύγαμεν τὸ δοῦλον.
Ξοῦθος
556bπατέρα νυν δέχου, τέκνον.
Ἴων
557τῷ θεῷ γοῦν οὐκ ἀπιστεῖν εἰκός.
Ξοῦθος
557bεὖ φρονεῖς ἄρα.
Ἴων
558καὶ τί βουλόμεσθά γʼ ἄλλο —
Ξοῦθος
558bνῦν ὁρᾷς ἃ χρή σʼ ὁρᾶν.
Ἴων
559ἢ Διὸς παιδὸς γενέσθαι παῖς;
Ξοῦθος
559bὃ σοί γε γίγνεται.
Ἴων
560ἦ θίγω δῆθʼ οἵ μʼ ἔφυσαν;
Ξοῦθος
560bπιθόμενός γε τῷ θεῷ.
Ἴων
561χαῖρέ μοι, πάτερ —
Ξοῦθος
561bφίλον γε φθέγμʼ ἐδεξάμην τόδε.
Ἴων
562ἡμέρα θʼ ἡ νῦν παροῦσα.
Ξοῦθος
562bμακάριόν γʼ ἔθηκέ με.
Ἴων
563ὦ φίλη μῆτερ, πότʼ ἆρα καὶ σὸν ὄψομαι δέμας;
564νῦν ποθῶ σε μᾶλλον ἢ πρίν, ἥτις εἶ ποτʼ, εἰσιδεῖν.
565ἀλλʼ ἴσως τέθνηκας, ἡμεῖς δʼ οὐδὲν ἂν δυναίμεθα.
Iambic 2
Χορός
566κοιναὶ μὲν ἡμῖν δωμάτων εὐπραξίαι·
567ὅμως δὲ καὶ δέσποιναν ἐς τέκνʼ εὐτυχεῖν
568ἐβουλόμην ἂν τούς τʼ Ἐρεχθέως δόμους.
Ξοῦθος
569ὦ τέκνον, ἐς μὲν σὴν ἀνεύρεσιν θεὸς
570ὀρθῶς ἔκρανε, καὶ συνῆψʼ ἐμοί τε σέ,
571σύ τʼ αὖ τὰ φίλταθʼ ηὗρες οὐκ εἰδὼς πάρος.
572ὃ δʼ ᾖξας ὀρθῶς, τοῦτο κἄμʼ ἔχει πόθος,
573ὅπως σύ τʼ, ὦ παῖ, μητέρʼ εὑρήσεις σέθεν,
574ἐγώ θʼ ὁποίας μοι γυναικὸς ἐξέφυς.
575χρόνῳ δὲ δόντες ταῦτʼ ἴσως εὕροιμεν ἄν.
576ἀλλʼ ἐκλιπὼν θεοῦ δάπεδʼ ἀλητείαν τε σὴν
577ἐς τὰς Ἀθήνας στεῖχε κοινόφρων πατρί,
578οὗ σʼ ὄλβιον μὲν σκῆπτρον ἀναμένει πατρός,
579πολὺς δὲ πλοῦτος· οὐδὲ θάτερον νοσῶν
580δυοῖν κεκλήσῃ δυσγενὴς πένης θʼ ἅμα,
581ἀλλʼ εὐγενής τε καὶ πολυκτήμων βίου.
582σιγᾷς; τί πρὸς γῆν ὄμμα σὸν βαλὼν ἔχεις;
583ἐς φροντίδας δʼ ἀπῆλθες, ἐκ δὲ χαρμονῆς
584πάλιν μεταστὰς δεῖμα προσβάλλεις πατρί.
Ἴων
585οὐ ταὐτὸν εἶδος φαίνεται τῶν πραγμάτων
586πρόσωθεν ὄντων ἐγγύθεν θʼ ὁρωμένων.
587ἐγὼ δὲ τὴν μὲν συμφορὰν ἀσπάζομαι,
588πατέρα σʼ ἀνευρών· ὧν δὲ γιγνώσκω, πάτερ,
589ἄκουσον. εἶναί φασι τὰς αὐτόχθονας
590κλεινὰς Ἀθήνας οὐκ ἐπείσακτον γένος,
591ἵνʼ ἐσπεσοῦμαι δύο νόσω κεκτημένος,
592πατρός τʼ ἐπακτοῦ καὐτὸς ὢν νοθαγενής.
593καὶ τοῦτʼ ἔχων τοὔνειδος, ἀσθενὴς μὲν ὤν —
594μηδὲν καὶ οὐδὲν ὢν κεκλήσομαι·
595ἢν δʼ ἐς τὸ πρῶτον πόλεος ὁρμηθεὶς ζυγὸν
596ζητῶ τις εἶναι, τῶν μὲν ἀδυνάτων ὕπο
597μισησόμεσθα· λυπρὰ γὰρ τὰ κρείσσονα·
598ὅσοι δέ, χρηστοὶ δυνάμενοί τʼ εἶναι σοφοί,
599σιγῶσι κοὐ σπεύδουσιν ἐς τὰ πράγματα,
600γέλωτʼ ἐν αὐτοῖς μωρίαν τε λήψομαι
601οὐχ ἡσυχάζων ἐν πόλει φόβου πλέᾳ.
602τῶν δʼ αὖ λογίων τε χρωμένων τε τῇ πόλει
603ἐς ἀξίωμα βὰς πλέον φρουρήσομαι
604ψήφοισιν. οὕτω γὰρ τάδʼ, ὦ πάτερ, φιλεῖ·
605οἳ τὰς πόλεις ἔχουσι κἀξιώματα,
606τοῖς ἀνθαμίλλοις εἰσὶ πολεμιώτατοι.
607ἐλθὼν δʼ ἐς οἶκον ἀλλότριον ἔπηλυς ὢν
608γυναῖκά θʼ ὡς ἄτεκνον, ἣ κοινουμένη
609τὰς συμφοράς σοι πρόσθεν, ἀπολαχοῦσα νῦν
610αὐτὴ καθʼ αὑτὴν τὴν τύχην οἴσει πικρῶς,
611πῶς οὐχ ὑπʼ αὐτῆς εἰκότως μισήσομαι,
612ὅταν παραστῶ σοὶ μὲν ἐγγύθεν ποδός,
613ἣ δʼ οὖσʼ ἄτεκνος τὰ σὰ φίλʼ εἰσορᾷ πικρῶς,
614κᾆτʼ ἢ προδοὺς σύ μʼ ἐς δάμαρτα σὴν βλέπῃς
615ἢ τἀμὰ τιμῶν δῶμα συγχέας ἔχῃς;
616ὅσας σφαγὰς δὴ φαρμάκων τε θανασίμων
617γυναῖκες ηὗρον ἀνδράσιν διαφθοράς.
618ἄλλως τε τὴν σὴν ἄλοχον οἰκτίρω, πάτερ,
619ἄπαιδα γηράσκουσαν· οὐ γὰρ ἀξία
620πατέρων ἀπʼ ἐσθλῶν οὖσʼ ἀπαιδίᾳ νοσεῖν.
621τυραννίδος δὲ τῆς μάτην αἰνουμένης
622τὸ μὲν πρόσωπον ἡδύ, τἀν δόμοισι δὲ
623λυπηρά· τίς γὰρ μακάριος, τίς εὐτυχής,
624ὅστις δεδοικὼς καὶ παραβλέπων βίον
625αἰῶνα τείνει; δημότης ἂν εὐτυχὴς
626ζῆν ἂν θέλοιμι μᾶλλον ἢ τύραννος ὤν,
627ᾧ τοὺς πονηροὺς ἡδονὴ φίλους ἔχειν,
628ἐσθλοὺς δὲ μισεῖ κατθανεῖν φοβούμενος.
629εἴποις ἂν ὡς ὁ χρυσὸς ἐκνικᾷ τάδε,
630πλουτεῖν τε τερπνόν; οὐ φιλῶ ψόφους κλύειν
631ἐν χερσὶ σῴζων ὄλβον οὐδʼ ἔχειν πόνους·
632εἴη γʼ ἐμοὶ μὲν μέτρια μὴ λυπουμένῳ.
633ἃ δʼ ἐνθάδʼ εἶχον ἀγάθʼ ἄκουσόν μου, πάτερ·
634τὴν φιλτάτην μὲν πρῶτον ἀνθρώπῳ σχολὴν
635ὄχλον τε μέτριον, οὐδέ μʼ ἐξέπληξʼ ὁδοῦ
636πονηρὸς οὐδείς· κεῖνο δʼ οὐκ ἀνασχετόν,
637εἴκειν ὁδοῦ χαλῶντα τοῖς κακίοσιν.
638θεῶν δʼ ἐν εὐχαῖς ἢ γόοισιν ἦ βροτῶν,
639ὑπηρετῶν χαίρουσιν, οὐ γοωμένοις.
640καὶ τοὺς μὲν ἐξέπεμπον, οἳ δʼ ἧκον ξένοι,
641ὥσθʼ ἡδὺς αἰεὶ καινὸς ἐν καινοῖσιν ἦ.
642ὃ δʼ εὐκτὸν ἀνθρώποισι, κἂν ἄκουσιν ᾖ,
643δίκαιον εἶναί μʼ ὁ νόμος ἡ φύσις θʼ ἅμα
644παρεῖχε τῷ θεῷ. ταῦτα συννοούμενος
645κρείσσω νομίζω τἀνθάδʼ ἢ τἀκεῖ, πάτερ.
646ἔα δʼ ἔμʼ αὐτοῦ ζῆν· ἴση γὰρ ἡ χάρις,
647μεγάλοισι χαίρειν σμικρά θʼ ἡδέως ἔχειν.
Χορός
648καλῶς ἔλεξας, εἴπερ οὓς ἐγὼ φιλῶ
649ἐν τοῖσι σοῖσιν εὐτυχήσουσιν φίλοις.
Ξοῦθος
650παῦσαι λόγων τῶνδʼ, εὐτυχεῖν δʼ ἐπίστασο·
651θέλω γὰρ οὗπέρ σʼ ηὗρον ἄρξασθαι, τέκνον,
652κοινῆς τραπέζης, δαῖτα πρὸς κοινὴν πεσών,
653θῦσαί θʼ ἅ σου πρὶν γενέθλιʼ οὐκ ἐθύσαμεν.
654καὶ νῦν μὲν ὡς δὴ ξένον ἄγων σʼ ἐφέστιον
655δείπνοισι τέρψω, τῆς δʼ Ἀθηναίων χθονὸς
656ἄξω θεατὴν δῆθεν, ὡς οὐκ ὄντʼ ἐμόν.
657καὶ γὰρ γυναῖκα τὴν ἐμὴν οὐ βούλομαι
658λυπεῖν ἄτεκνον οὖσαν αὐτὸς εὐτυχῶν.
659χρόνῳ δὲ καιρὸν λαμβάνων προσάξομαι
660δάμαρτʼ ἐᾶν σε σκῆπτρα τἄμʼ ἔχειν χθονός.
661Ἴωνα δʼ ὀνομάζω σε τῇ τύχῃ πρέπον,
662ὁθούνεκʼ ἀδύτων ἐξιόντι μοι θεοῦ
663ἴχνος συνῆψας πρῶτος. ἀλλὰ τῶν φίλων
664πλήρωμʼ ἀθροίσας βουθύτῳ σὺν ἡδονῇ
665πρόσειπε, μέλλων Δελφίδʼ ἐκλιπεῖν πόλιν.
666ὑμῖν δὲ σιγᾶν, δμωΐδες, λέγω τάδε,
667ἢ θάνατον εἰπούσαισι πρὸς δάμαρτʼ ἐμήν.
Ἴων
668στείχοιμʼ ἄν. ἓν δὲ τῆς τύχης ἄπεστί μοι·
669εἰ μὴ γὰρ ἥτις μʼ ἔτεκεν εὑρήσω, πάτερ,
670ἀβίωτον ἡμῖν. εἰ δʼ ἐπεύξασθαι χρεών,
671ἐκ τῶν Ἀθηνῶν μʼ ἡ τεκοῦσʼ εἴη γυνή,
672ὥς μοι γένηται μητρόθεν παρρησία.
673καθαρὰν γὰρ ἤν τις ἐς πόλιν πέσῃ ξένος,
674κἂν τοῖς λόγοισιν ἀστὸς ᾖ, τό γε στόμα
675δοῦλον πέπαται κοὐκ ἔχει παρρησίαν.
Choral 6
Strophe 1
Χορός
676ὁρῶ δάκρυα καὶ πενθίμους
677ἀλαλαγὰς στεναγμάτων τʼ ἐσβολάς,
678ὅταν ἐμὰ τύραννος εὐπαιδίαν
679πόσιν ἔχοντʼ εἰδῇ,
680αὐτὴ δʼ ἄπαις ᾖ καὶ λελειμμένη τέκνων.
681τίνʼ, ὦ παῖ πρόμαντι Λατοῦς, ἔχρη-
682σας ὑμνῳδίαν;
683πόθεν ὁ παῖς ὅδʼ ἀμφὶ ναοὺς σέθεν
684τρόφιμος ἐξέβα; γυναικῶν τίνος;
685οὐ γάρ με σαίνει θέσφατα μή τινʼ ἔχῃ δόλον.
688δειμαίνω συμφοράν,
689ἐφʼ ὅ ποτε βάσεται.
690ἄτοπος ἄτοπα γὰρ δίδωσί μοι,
691τὸ δʼ ἔτʼ εὔφημʼ ἔχει,
692δόλον τύχαν θʼ, ὁ παῖς
693ἄλλων τραφεὶς ἐξ αἱμάτων.
694τίς οὐ τάδε ξυνοίσεται;
Antistrophe 1
Χορός
695— φίλαι, πότερʼ ἐμᾷ δεσποίνᾳ
696τάδε τορῶς ἐς οὖς γεγωνήσομεν;
697πόσιν, ἐν ᾧ τὰ πάντʼ ἔχουσʼ ἐλπίδων
698μέτοχος ἦν, τλάμων,
699— νῦν δʼ ἣ μὲν ἔρρει συμφοραῖς, ὃ δʼ εὐτυχεῖ.
700— πολιὸν ἐσπεσοῦσα γῆρας, πόσις δʼ
701— ἀτίετος φίλων.
702— μέλεος, ὃς θυραῖος ἐλθὼν δόμους,
703μέγαν ἐς ὄλβον, οὐκ ἴσωσεν τύχης
704(— ὄλοιτʼ, ὄλοιτο) πότνιαν ἐξαπαφὼν ἐμάν.
705— καὶ θεοῖσιν μὴ τύχοι
706καλλίφλογα πέλανον ἐπὶ
707πυρὶ καθαγνίσας· τὸ δʼ ἐμὸν εἴσεται,
708ὅσον ἀμᾶς ἔφυν
710τυραννίδος φίλα.
711— ἦ δὴ πέλας δείπνων κυρεῖ
713παῖς καὶ πατὴρ νέος νέων.
Epode 3
Χορός
714ἰὼ δειράδες Παρνασοῦ πέτρας
715ἔχουσαι σκόπελον οὐράνιόν θʼ ἕδραν,
716ἵνα Βάκχιος ἀμφιπύρους ἀνέχων πεύκας
717λαιψηρὰ πηδᾷ νυκτιπόλοις ἅμα σὺν Βάκχαις,
719μή ποτʼ εἰς ἐμὰν πόλιν ἵκοιθʼ ὁ παῖς,
720νέαν δʼ ἁμέραν ἀπολιπὼν θάνοι.
721στενομένα γὰρ ἂν πόλις ἔχοι σκῆψιν
722ξενικὸν ἐσβολὰν
723ἁλίσας ὁ πάρος ἀρχαγὸς ὢν
724Ἐρεχθεὺς ἄναξ.
Episode 7
Κρέουσα
725ὦ πρέσβυ παιδαγώγʼ Ἐρεχθέως πατρὸς
726τοὐμοῦ ποτʼ ὄντος, ἡνίκʼ ἦν ἔτʼ ἐν φάει,
727ἔπαιρε σαυτὸν πρὸς θεοῦ χρηστήρια,
728ὥς μοι συνησθῇς, εἴ τι Λοξίας ἄναξ
729θέσπισμα παίδων ἐς γονὰς ἐφθέγξατο.
730σὺν τοῖς φίλοις γὰρ ἡδὺ μὲν πράσσειν καλῶς·
731ἃ μὴ γένοιτο δʼ, εἴ τι τυγχάνοι κακόν,
732ἐς ὄμματʼ εὔνου φωτὸς ἐμβλέψαι γλυκύ.
733ἐγὼ δέ σʼ, ὥσπερ καὶ σὺ πατέρʼ ἐμόν ποτε,
734δέσποινʼ ὅμως οὖσʼ ἀντικηδεύω πατρός.
Πρεσβύτης
735ὦ θύγατερ, ἄξιʼ ἀξίων γεννητόρων
736ἤθη φυλάσσεις, κοὐ καταισχύνασʼ ἔχεις
737τοὺς σοὺς παλαιούς, ἐκγόνους αὐτόχθονας.
738ἕλχʼ ἕλκε πρὸς μέλαθρα καὶ κόμιζέ με.
739αἰπεινά τοι μαντεῖα· τοῦ γήρως δέ μοι
740συνεκπονοῦσα κῶλον ἰατρὸς γενοῦ.
Κρέουσα
741ἕπου νυν· ἴχνος δʼ ἐκφύλασσʼ ὅπου τίθης.
Πρεσβύτης
742ἰδού.
742aτὸ τοῦ ποδὸς μὲν βραδύ, τὸ τοῦ δὲ νοῦ ταχύ.
Κρέουσα
743βάκτρῳ δʼ ἐρείδου περιφερῆ στίβον χθονός.
Πρεσβύτης
744καὶ τοῦτο τυφλόν, ὅταν ἐγὼ βλέπω βραχύ.
Κρέουσα
745ὀρθῶς ἔλεξας· ἀλλὰ μὴ παρῇς κόπῳ.
Πρεσβύτης
746οὔκουν ἑκών γε· τοῦ δʼ ἀπόντος οὐ κρατῶ.
Κρέουσα
747γυναῖκες, ἱστῶν τῶν ἐμῶν καὶ κερκίδος
748δούλευμα πιστόν, τίνα τύχην λαβὼν πόσις
749βέβηκε παίδων, ὧνπερ οὕνεχʼ ἥκομεν;
750σημήνατʼ· εἰ γὰρ ἀγαθά μοι μηνύσετε,
751οὐκ εἰς ἀπίστους δεσπότας βαλεῖς χάριν.
Χορός
752ἰὼ δαῖμον.
Πρεσβύτης
753τὸ φροίμιον μὲν τῶν λόγων οὐκ εὐτυχές.
Χορός
754ἰὼ τλᾶμον.
Πρεσβύτης
755ἀλλʼ ἦ τι θεσφάτοισι δεσποτῶν νοσῶ;
Χορός
756εἶἑν· τί δρῶμεν; θάνατος ὧν κεῖται πέρι
Κρέουσα
757τίς ἥδε μοῦσα, χὡ φόβος τίνων πέρι;
Χορός
758εἴπωμεν ἢ σιγῶμεν; ἢ τί δράσομεν;
Κρέουσα
759εἴφʼ· ὡς ἔχεις γε συμφοράν τινʼ εἰς ἐμέ.
Χορός
760εἰρήσεταί τοι, κεἰ θανεῖν μέλλω διπλῇ.
761οὐκ ἔστι σοι, δέσποινʼ, ἐπʼ ἀγκάλαις λαβεῖν
762τέκνʼ, οὐδὲ μαστῷ σῷ προσαρμόσαι ποτέ.
Lyric 1
Κρέουσα
762aὤμοι, θάνοιμι.
Πρεσβύτης
763θύγατερ.
Κρέουσα
763bὦ τάλαινʼ
764ἐγὼ συμφορᾶς, ἔλαβον ἔπαθον ἄχος
764aἀβίοτον, φίλαι.
764bδιοιχόμεσθα.
Πρεσβύτης
765τέκνον.
Κρέουσα
765bαἰαῖ αἰαῖ·
767διανταῖος ἔτυπεν ὀδύνα με πλευ-
768μόνων τῶνδʼ ἔσω.
Πρεσβύτης
769μήπω στενάξῃς
Κρέουσα
769bἀλλὰ πάρεισι γόοι.
Πρεσβύτης
770πρὶν ἂν μάθωμεν
Κρέουσα
770bἀγγελίαν τίνα μοι;
Iambic 2
Πρεσβύτης
771εἰ ταὐτὰ πράσσων δεσπότης τῆς συμφορᾶς
772κοινωνός ἐστιν, ἢ μόνη σὺ δυστυχεῖς.
Χορός
774κείνῳ μέν, ὦ γεραιέ, παῖδα Λοξίας
775ἔδωκεν, ἰδίᾳ δʼ εὐτυχεῖ ταύτης δίχα.
Κρέουσα
776τόδʼ ἐπὶ τῷδε κακὸν ἄκρον ἔλακες
777ἄχος ἐμοὶ στένειν.
Πρεσβύτης
778πότερα δὲ φῦναι δεῖ γυναικὸς ἔκ τινος
779τὸν παῖδʼ ὃν εἶπας, ἢ γεγῶτʼ ἐθέσπισεν;
Χορός
780ἤδη πεφυκότʼ ἐκτελῆ νεανίαν
781δίδωσιν αὐτῷ Λοξίας· παρῆ δʼ ἐγώ.
Κρέουσα
782πῶς φῄς; ἄφατον ἄφατον ἀναύδητον
783λόγον ἐμοὶ θροεῖς.
Πρεσβύτης
785κἄμοιγε. πῶς δʼ ὁ χρησμὸς ἐκπεραίνεται,
786σαφέστερόν μοι φράζε, χὥστις ἔσθʼ ὁ παῖς.
Χορός
787ὅτῳ ξυναντήσειεν ἐκ θεοῦ συθεὶς
788πρώτῳ πόσις σός, παῖδʼ ἔδωκʼ αὐτῷ θεός.
Κρέουσα
789ὀττοτοττοτοῖ· τὸν δʼ ἐμὸν ἄτεκνον ἄτεκνον ἔλακεν
790ἄρα βίοτον; ἐρημίᾳ δʼ ὀρφανοὺς
791δόμους οἰκήσω.
Πρεσβύτης
792τίς οὖν ἐχρήσθη; τῷ συνῆψʼ ἴχνος ποδὸς
793πόσις ταλαίνης; πῶς δὲ ποῦ νιν εἰσιδών;
Χορός
794οἶσθʼ, ὦ φίλη δέσποινα, τὸν νεανίαν
795ὃς τόνδʼ ἔσαιρε ναόν; οὗτος ἔσθʼ ὁ παῖς.
Κρέουσα
796ἀνʼ ὑγρὸν ἀμπταίην αἰθέρα πόρσω γαί-
797ας Ἑλλανίας, ἀστέρας ἑσπέρους,
799οἷον οἷον ἄλγος ἔπαθον, φίλαι.
Πρεσβύτης
800ὄνομα δὲ ποῖον αὐτὸν ὀνομάζει πατήρ;
801οἶσθʼ, ἢ σιωπῇ τοῦτʼ ἀκύρωτον μένει;
Χορός
802Ἴωνʼ, ἐπείπερ πρῶτος ἤντησεν πατρί.
Πρεσβύτης
803μητρὸς δʼ ὁποίας ἐστὶν —
Χορός
803bοὐκ ἔχω φράσαι.
804φροῦδος δʼ — ἵνʼ εἰδῇς πάντα τἀπʼ ἐμοῦ, γέρον —
805παιδὸς προθύσων ξένια καὶ γενέθλια
806σκηνὰς ἐς ἱερὰς τῆσδε λαθραίως πόσις,
807κοινὴν ξυνάψων δαῖτα παιδὶ τῷ νέῳ.
Πρεσβύτης
808δέσποινα, προδεδόμεσθα — σὺν γάρ σοι νοσῶ —
809τοῦ σοῦ πρὸς ἀνδρός, καὶ μεμηχανημένως
810ὑβριζόμεσθα δωμάτων τʼ Ἐρεχθέως
811ἐκβαλλόμεσθα. καὶ σὸν οὐ στυγῶν πόσιν
812λέγω, σὲ μέντοι μᾶλλον ἢ κεῖνον φιλῶν·
813ὅστις σε γήμας ξένος ἐπεισελθὼν πόλιν
814καὶ δῶμα καὶ σὴν παραλαβὼν παγκληρίαν,
815ἄλλης γυναικὸς παῖδας ἐκκαρπούμενος
816λάθρα πέφηνεν· ὡς λάθρα δʼ, ἐγὼ φράσω.
817ἐπεί σʼ ἄτεκνον ᾔσθετʼ, οὐκ ἔστεργέ σοι
818ὅμοιος εἶναι τῆς τύχης τʼ ἴσον φέρειν,
819λαβὼν δὲ δοῦλα λέκτρα νυμφεύσας λάθρα
820τὸν παῖδʼ ἔφυσεν, ἐξενωμένον δέ τῳ
821Δελφῶν δίδωσιν ἐκτρέφειν. ὃ δʼ ἐν θεοῦ
822δόμοισιν ἄφετος, ὡς λάθοι, παιδεύεται.
823νεανίαν δʼ ὡς ᾔσθετʼ ἐκτεθραμμένον,
824ἐλθεῖν σʼ ἔπεισε δεῦρʼ ἀπαιδίας χάριν.
825κᾆθʼ ὁ θεὸς οὐκ ἐψεύσαθʼ, ὅδε δʼ ἐψεύσατο
826πάλαι τρέφων τὸν παῖδα, κἄπλεκεν πλοκὰς
827τοιάσδʼ· ἁλοὺς μὲν ἀνέφερʼ ἐς τὸν δαίμονα,
828ἐλθὼν δὲ καὶ τὸν χρόνον ἀμύνεσθαι θέλων
829τυραννίδʼ αὐτῷ περιβαλεῖν ἔμελλε γῆς.
830καινὸν δὲ τοὔνομʼ ἀνὰ χρόνον πεπλασμένον
831Ἴων, ἰόντι δῆθεν ὅτι συνήντετο.
Χορός
832οἴμοι, κακούργους ἄνδρας ὡς αἰεὶ στυγῶ,
833οἳ συντιθέντες τἄδικʼ εἶτα μηχαναῖς
834κοσμοῦσι. φαῦλον χρηστὸν ἂν λαβεῖν φίλον
835θέλοιμι μᾶλλον ἢ κακὸν σοφώτερον.
Πρεσβύτης
836καὶ τῶνδʼ ἁπάντων ἔσχατον πείσῃ κακόν·
837ἀμήτορʼ, ἀναρίθμητον, ἐκ δούλης τινὸς
838γυναικός, ἐς σὸν δῶμα δεσπότην ἄγειν.
839ἁπλοῦν ἂν ἦν γὰρ τὸ κακόν, εἰ παρʼ εὐγενοῦς
840μητρός, πιθών σε, σὴν λέγων ἀπαιδίαν,
841ἐσῴκισʼ οἴκους· εἰ δὲ σοὶ τόδʼ ἦν πικρόν,
842τῶν Αἰόλου νιν χρῆν ὀρεχθῆναι γάμων.
843ἐκ τῶνδε δεῖ σε δὴ γυναικεῖόν τι δρᾶν·
844ἢ γὰρ ξίφος λαβοῦσαν ἢ δόλῳ τινὶ
845ἢ φαρμάκοισι σὸν κατακτεῖναι πόσιν
846καὶ παῖδα, πρὶν σοὶ θάνατον ἐκ κείνων μολεῖν.
847εἰ γάρ γʼ ὑφήσεις τοῦδʼ, ἀπαλλάξῃ βίου.
848δυοῖν γὰρ ἐχθροῖν εἰς ἓν ἐλθόντοιν στέγος,
849ἢ θάτερον δεῖ δυστυχεῖν ἢ θάτερον.
850ἐγὼ μὲν οὖν σοι καὶ συνεκπονεῖν θέλω,
851καὶ συμφονεύειν παῖδʼ ἐπεισελθὼν δόμους
852οὗ δαῖθʼ ὁπλίζει, καὶ τροφεῖα δεσπόταις
853ἀποδοὺς θανεῖν τε ζῶν τε φέγγος εἰσορᾶν.
854ἓν γάρ τι τοῖς δούλοισιν αἰσχύνην φέρει,
855τοὔνομα· τὰ δʼ ἄλλα πάντα τῶν ἐλευθέρων
856οὐδὲν κακίων δοῦλος, ὅστις ἐσθλὸς ᾖ.
Χορός
857κἀγώ, φίλη δέσποινα, συμφορὰν θέλω
858κοινουμένη τήνδʼ ἢ θανεῖν ἢ ζῆν καλῶς.
Lyric 3
Κρέουσα
859ὦ ψυχά, πῶς σιγάσω;
860πῶς δὲ σκοτίας ἀναφήνω
861εὐνάς, αἰδοῦς δʼ ἀπολειφθῶ;
862τί γὰρ ἐμπόδιον κώλυμʼ ἔτι μοι;
863πρὸς τίνʼ ἀγῶνας τιθέμεσθʼ ἀρετῆς;
864οὐ πόσις ἡμῶν προδότης γέγονεν,
865στέρομαι δʼ οἴκων, στέρομαι παίδων,
866φροῦδαι δʼ ἐλπίδες, ἃς διαθέσθαι
867χρῄζουσα καλῶς οὐκ ἐδυνήθην,
868σιγῶσα γάμους,
869σιγῶσα τόκους πολυκλαύτους;
870ἀλλʼ οὐ τὸ Διὸς πολύαστρον ἕδος
871καὶ τὴν ἐπʼ ἐμοῖς σκοπέλοισι θεὰν
872λίμνης τʼ ἐνύδρου Τριτωνιάδος
873πότνιαν ἀκτάν,
874οὐκέτι κρύψω λέχος, ὡς στέρνων
875ἀπονησαμένη ῥᾴων ἔσομαι.
876στάζουσι κόραι δακρύοισιν ἐμαί,
877ψυχὴ δʼ ἀλγεῖ κακοβουλευθεῖσʼ
878ἔκ τʼ ἀνθρώπων ἔκ τʼ ἀθανάτων,
879οὓς ἀποδείξω
880λέκτρων προδότας ἀχαρίστους.
881ὦ τᾶς ἑπταφθόγγου μέλπων
882κιθάρας ἐνοπάν, ἅτʼ ἀγραύλοις
883κέρασιν ἐν ἀψύχοις ἀχεῖ
884μουσᾶν ὕμνους εὐαχήτους,
885σοὶ μομφάν, ὦ Λατοῦς παῖ,
886πρὸς τάνδʼ αὐγὰν αὐδάσω.
887ἦλθές μοι χρυσῷ χαίταν
888μαρμαίρων, εὖτʼ ἐς κόλπους
889κρόκεα πέταλα φάρεσιν ἔδρεπον,
890ἀνθίζειν χρυσανταυγῆ·
891λευκοῖς δʼ ἐμφὺς καρποῖσιν
892χειρῶν εἰς ἄντρου κοίτας
893κραυγὰν Ὦ μᾶτέρ μʼ αὐδῶσαν
894θεὸς ὁμευνέτας
895ἆγες ἀναιδείᾳ
896Κύπριδι χάριν πράσσων.
897τίκτω δʼ ἁ δύστανός σοι
898κοῦρον, τὸν φρίκᾳ ματρὸς
899εἰς εὐνὰν βάλλω τὰν σάν,
900ἵνα με λέχεσι μελέαν μελέοις
901ἐζεύξω τὰν δύστανον.
902οἴμοι μοι· καὶ νῦν ἔρρει
903πτανοῖς ἁρπασθεὶς θοίνα
904παῖς μοι καὶ σός, τλάμων·
905σὺ δὲ κιθάρᾳ κλάζεις
906παιᾶνας μέλπων.
907ὠή,
907aτὸν Λατοῦς αὐδῶ σʼ,
908ὅστʼ ὀμφὰν κληροῖς
909πρὸς χρυσέους θάκους
910καὶ γαίας μεσσήρεις ἕδρας,
911εἰς οὖς αὐδὰν καρύξω·
912Ἰὼ κακὸς εὐνάτωρ,
913ὃς τῷ μὲν ἐμῷ νυμφεύτᾳ
914χάριν οὐ προλαβὼν
915παῖδʼ εἰς οἴκους οἰκίζεις·
916ὁ δʼ ἐμὸς γενέτας καὶ σός γʼ, ἀμαθής,
917οἰωνοῖς ἔρρει συλαθείς,
918σπάργανα ματέρος ἐξαλλάξας.
919μισεῖ σʼ ἁ Δᾶλος καὶ δάφνας
920ἔρνεα φοίνικα παρʼ ἁβροκόμαν,
921ἔνθα λοχεύματα σέμνʼ ἐλοχεύσατο
922Λατὼ Δίοισί σε καρποῖς.
Χορός
923οἴμοι, μέγας θησαυρὸς ὡς ἀνοίγνυται
924κακῶν, ἐφʼ οἷσι πᾶς ἂν ἐκβάλοι δάκρυ.
Πρεσβύτης
925ὦ θύγατερ, οὔτοι σὸν βλέπων ἐμπίμπλαμαι
926πρόσωπον, ἔξω δʼ ἐγενόμην γνώμης ἐμῆς.
927κακῶν γὰρ ἄρτι κῦμʼ ὑπεξαντλῶν φρενί,
928πρύμνηθεν αἴρει μʼ ἄλλο σῶν λόγων ὕπο,
929οὓς ἐκβαλοῦσα τῶν παρεστώτων κακῶν
930μετῆλθες ἄλλων πημάτων κακὰς ὁδούς.
931τί φῄς; τίνα λόγον Λοξίου κατηγορεῖς;
932ποῖον τεκεῖν φῂς παῖδα; ποῦ θεῖναι πόλεως
933θηρσὶν φίλον τύμβευμʼ; ἄνελθέ μοι πάλιν.
Κρέουσα
934αἰσχύνομαι μέν σʼ, ὦ γέρον, λέξω δʼ ὅμως.
Πρεσβύτης
935ὡς συστενάζειν γʼ οἶδα γενναίως φίλοις.
Κρέουσα
936ἄκουε τοίνυν· οἶσθα Κεκροπίας πέτρας
937πρόσβορρον ἄντρον, ἃς Μακρὰς κικλήσκομεν;
Πρεσβύτης
938οἶδʼ, ἔνθα Πανὸς ἄδυτα καὶ βωμοὶ πέλας.
Κρέουσα
939ἐνταῦθʼ ἀγῶνα δεινὸν ἠγωνίσμεθα.
Πρεσβύτης
940τίνʼ; ὡς ἀπαντᾷ δάκρυά μοι τοῖς σοῖς λόγοις.
Κρέουσα
941Φοίβῳ ξυνῆψʼ ἄκουσα δύστηνον γάμον.
Πρεσβύτης
942ὦ θύγατερ, ἆρʼ ἦν ταῦθʼ ἅ γʼ ᾐσθόμην ἐγώ;
Κρέουσα
943οὐκ οἶδʼ· ἀληθῆ δʼ εἰ λέγεις φαίημεν ἄν.
Πρεσβύτης
944νόσον κρυφαίαν ἡνίκʼ ἔστενες λάθρα;
Κρέουσα
945τότʼ ἦν ἃ νῦν σοι φανερὰ σημαίνω κακά.
Πρεσβύτης
946κᾆτʼ ἐξέκλεψας πῶς Ἀπόλλωνος γάμους;
Κρέουσα
947ἔτεκον — ἀνάσχου ταῦτʼ ἐμοῦ κλύων, γέρον.
Πρεσβύτης
948ποῦ; τίς λοχεύει σʼ; ἢ μόνη μοχθεῖς τάδε;
Κρέουσα
949μόνη κατʼ ἄντρον οὗπερ ἐζεύχθην γάμοις.
Πρεσβύτης
950ὁ παῖς δὲ ποῦ ʼστιν; ἵνα σὺ μηκέτʼ ᾖς ἄπαις.
Κρέουσα
951τέθνηκεν, ὦ γεραιέ, θηρσὶν ἐκτεθείς.
Πρεσβύτης
952τέθνηκʼ; Ἀπόλλων δʼ ὁ κακὸς οὐδὲν ἤρκεσεν;
Κρέουσα
953οὐκ ἤρκεσʼ· Ἅιδου δʼ ἐν δόμοις παιδεύεται.
Πρεσβύτης
954τίς γάρ νιν ἐξέθηκεν; οὐ γὰρ δὴ σύ γε.
Κρέουσα
955ἡμεῖς, ἐν ὄρφνῃ σπαργανώσαντες πέπλοις.
Πρεσβύτης
956οὐδὲ ξυνῄδει σοί τις ἔκθεσιν τέκνου;
Κρέουσα
957αἱ ξυμφοραί γε καὶ τὸ λανθάνειν μόνον.
Πρεσβύτης
958καὶ πῶς ἐν ἄντρῳ παῖδα σὸν λιπεῖν ἔτλης;
Κρέουσα
959πῶς δʼ οἰκτρὰ πολλὰ στόματος ἐκβαλοῦσʼ ἔπη —
Πρεσβύτης
960φεῦ·
960aτλήμων σὺ τόλμης, ὁ δὲ θεὸς μᾶλλον σέθεν.
Κρέουσα
961εἰ παῖδά γʼ εἶδες χεῖρας ἐκτείνοντά μοι.
Πρεσβύτης
962μαστὸν διώκοντʼ ἦ πρὸς ἀγκάλαις πεσεῖν;
Κρέουσα
963ἐνταῦθʼ, ἵνʼ οὐκ ὢν ἄδικʼ ἔπασχεν ἐξ ἐμοῦ.
Πρεσβύτης
964σοὶ δʼ ἐς τί δόξʼ ἐσῆλθεν ἐκβαλεῖν τέκνον;
Κρέουσα
965ὡς τὸν θεὸν σῴζοντα τόν γʼ αὑτοῦ γόνον.
Πρεσβύτης
966οἴμοι, δόμων σῶν ὄλβος ὡς χειμάζεται.
Κρέουσα
967τί κρᾶτα κρύψας, ὦ γέρον, δακρυρροεῖς;
Πρεσβύτης
968σὲ καὶ πατέρα σὸν δυστυχοῦντας εἰσορῶ.
Κρέουσα
969τὰ θνητὰ τοιαῦτʼ· οὐδὲν ἐν ταὐτῷ μένει.
Πρεσβύτης
970μή νυν ἔτʼ…
Κρέουσα
The complete text is available when the reading interface loads.