The Greek Library Author

Euripides

Τρῳάδες

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1913
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg011.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 1

Ποσειδῶν

1Ἥκω λιπὼν Αἴγαιον ἁλμυρὸν βάθος

2πόντου Ποσειδῶν, ἔνθα Νηρῄδων χοροὶ

3κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδός.

4ἐξ οὗ γὰρ ἀμφὶ τήνδε Τρωικὴν χθόνα

5Φοῖβός τε κἀγὼ λαΐνους πύργους πέριξ

6ὀρθοῖσιν ἔθεμεν κανόσιν, οὔποτʼ ἐκ φρενῶν

7εὔνοιʼ ἀπέστη τῶν ἐμῶν Φρυγῶν πόλει·

8ἣ νῦν καπνοῦται καὶ πρὸς Ἀργείου δορὸς

9ὄλωλε πορθηθεῖσʼ· ὁ γὰρ Παρνάσιος

10Φωκεὺς Ἐπειός, μηχαναῖσι Παλλάδος

11ἐγκύμονʼ ἵππον τευχέων ξυναρμόσας,

12πύργων ἔπεμψεν ἐντὸς ὀλέθριον βρέτας·

13ὅθεν πρὸς ἀνδρῶν ὑστέρων κεκλήσεται

14Δούρειος Ἵππος, κρυπτὸν ἀμπισχὼν δόρυ.

15ἔρημα δʼ ἄλση καὶ θεῶν ἀνάκτορα

16φόνῳ καταρρεῖ· πρὸς δὲ κρηπίδων βάθροις

17πέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών.

18πολὺς δὲ χρυσὸς Φρύγιά τε σκυλεύματα

19πρὸς ναῦς Ἀχαιῶν πέμπεται· μένουσι δὲ

20πρύμνηθεν οὖρον, ὡς δεκασπόρῳ χρόνῳ

21ἀλόχους τε καὶ τέκνʼ εἰσίδωσιν ἄσμενοι,

22οἳ τήνδʼ ἐπεστράτευσαν Ἕλληνες πόλιν.

23ἐγὼ δέ — νικῶμαι γὰρ Ἀργείας θεοῦ

24Ἥρας Ἀθάνας θʼ, αἳ συνεξεῖλον Φρύγας —

25λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τʼ ἐμούς·

26ἐρημία γὰρ πόλιν ὅταν λάβῃ κακή,

27νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει.

28πολλοῖς δὲ κωκυτοῖσιν αἰχμαλωτίδων

29βοᾷ Σκάμανδρος δεσπότας κληρουμένων.

30καὶ τὰς μὲν Ἀρκάς, τὰς δὲ Θεσσαλὸς λεὼς

31εἴληχʼ Ἀθηναίων τε Θησεῖδαι πρόμοι.

32ὅσαι δʼ ἄκληροι Τρῳάδων, ὑπὸ στέγαις

33ταῖσδʼ εἰσί, τοῖς πρώτοισιν ἐξῃρημέναι

34στρατοῦ, σὺν αὐταῖς δʼ ἡ Λάκαινα Τυνδαρὶς

35Ἑλένη, νομισθεῖσʼ αἰχμάλωτος ἐνδίκως.

36τὴν δʼ ἀθλίαν τήνδʼ εἴ τις εἰσορᾶν θέλει,

37πάρεστιν, Ἑκάβην κειμένην πυλῶν πάρος,

38δάκρυα χέουσαν πολλὰ καὶ πολλῶν ὕπερ·

39ᾗ παῖς μὲν ἀμφὶ μνῆμʼ Ἀχιλλείου τάφου

40λάθρα τέθνηκε τλημόνως Πολυξένη·

41φροῦδος δὲ Πρίαμος καὶ τέκνʼ· ἣν δὲ παρθένον

42μεθῆκʼ Ἀπόλλων δρομάδα Κασάνδραν ἄναξ,

43τὸ τοῦ θεοῦ τε παραλιπὼν τό τʼ εὐσεβὲς

44γαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος.

45ἀλλʼ, ὦ ποτʼ εὐτυχοῦσα, χαῖρέ μοι, πόλις

46ξεστόν τε πύργωμʼ· εἴ σε μὴ διώλεσεν

47Παλλὰς Διὸς παῖς, ἦσθʼ ἂν ἐν βάθροις ἔτι.

Ἀθήνα

48ἔξεστι τὸν γένει μὲν ἄγχιστον πατρὸς

49μέγαν τε δαίμονʼ ἐν θεοῖς τε τίμιον,

50λύσασαν ἔχθραν τὴν πάρος, προσεννέπειν;

Ποσειδῶν

51ἔξεστιν· αἱ γὰρ συγγενεῖς ὁμιλίαι,

52ἄνασσʼ Ἀθάνα, φίλτρον οὐ σμικρὸν φρενῶν.

Ἀθήνα

53ἐπῄνεσʼ ὀργὰς ἠπίους· φέρω δὲ σοὶ

54κοινοὺς ἐμαυτῇ τʼ ἐς μέσον λόγους, ἄναξ.

Ποσειδῶν

55μῶν ἐκ θεῶν του καινὸν ἀγγελεῖς ἔπος,

56ἢ Ζηνὸς ἢ καὶ δαιμόνων τινὸς πάρα;

Ἀθήνα

57οὔκ, ἀλλὰ Τροίας οὕνεκʼ, ἔνθα βαίνομεν,

58πρὸς σὴν ἀφῖγμαι δύναμιν, ὡς κοινὴν λάβω.

Ποσειδῶν

59ἦ πού νιν, ἔχθραν τὴν πρὶν ἐκβαλοῦσα, νῦν

60ἐς οἶκτον ἦλθες πυρὶ κατῃθαλωμένης;

Ἀθήνα

61ἐκεῖσε πρῶτʼ ἄνελθε· κοινώσῃ λόγους

62καὶ συνθελήσεις ἃν ἐγὼ πρᾶξαι θέλω;

Ποσειδῶν

63μάλιστʼ· ἀτὰρ δὴ καὶ τὸ σὸν θέλω μαθεῖν·

64πότερον Ἀχαιῶν ἦλθες οὕνεκʼ ἢ Φρυγῶν;

Ἀθήνα

65τοὺς μὲν πρὶν ἐχθροὺς Τρῶας εὐφρᾶναι θέλω,

66στρατῷ δʼ Ἀχαιῶν νόστον ἐμβαλεῖν πικρόν.

Ποσειδῶν

67τί δʼ ὧδε πηδᾷς ἄλλοτʼ εἰς ἄλλους τρόπους

68μισεῖς τε λίαν καὶ φιλεῖς ὃν ἂν τύχῃς;

Ἀθήνα

69οὐκ οἶσθʼ ὑβρισθεῖσάν με καὶ ναοὺς ἐμούς;

Ποσειδῶν

70οἶδʼ, ἡνίκʼ Αἴας εἷλκε Κασάνδραν βίᾳ.

Ἀθήνα

71κοὐδέν γʼ Ἀχαιῶν ἔπαθεν οὐδʼ ἤκουσʼ ὕπο.

Ποσειδῶν

72καὶ μὴν ἔπερσάν γʼ Ἴλιον τῷ σῷ σθένει.

Ἀθήνα

73τοιγάρ σφε σὺν σοὶ βούλομαι δρᾶσαι κακῶς.

Ποσειδῶν

74ἕτοιμʼ ἃ βούλῃ τἀπʼ ἐμοῦ. δράσεις δὲ τί;

Ἀθήνα

75δύσνοστον αὐτοῖς νόστον ἐμβαλεῖν θέλω.

Ποσειδῶν

76ἐν γῇ μενόντων ἢ καθʼ ἁλμυρὰν ἅλα;

Ἀθήνα

77ὅταν πρὸς οἴκους ναυστολῶσʼ ἀπʼ Ἰλίου.

78καὶ Ζεὺς μὲν ὄμβρον καὶ χάλαζαν ἄσπετον

79πέμψει, δνοφώδη τʼ αἰθέρος φυσήματα·

80ἐμοὶ δὲ δώσειν φησὶ πῦρ κεραύνιον,

81βάλλειν Ἀχαιοὺς ναῦς τε πιμπράναι πυρί.

82σὺ δʼ αὖ, τὸ σόν, παράσχες Αἴγαιον πόρον

83τρικυμίαις βρέμοντα καὶ δίναις ἁλός,

84πλῆσον δὲ νεκρῶν κοῖλον Εὐβοίας μυχόν,

85ὡς ἂν τὸ λοιπὸν τἄμʼ ἀνάκτορʼ εὐσεβεῖν

86εἰδῶσʼ Ἀχαιοί, θεούς τε τοὺς ἄλλους σέβειν.

Ποσειδῶν

87ἔσται τάδʼ· ἡ χάρις γὰρ οὐ μακρῶν λόγων

88δεῖται· ταράξω πέλαγος Αἰγαίας ἁλός.

89ἀκταὶ δὲ Μυκόνου Δήλιοί τε χοιράδες

90Σκῦρός τε Λῆμνός θʼ αἱ Καφήρειοί τʼ ἄκραι

91πολλῶν θανόντων σώμαθʼ ἕξουσιν νεκρῶν.

92ἀλλʼ ἕρπʼ Ὄλυμπον καὶ κεραυνίους βολὰς

93λαβοῦσα πατρὸς ἐκ χερῶν καραδόκει,

94ὅταν στράτευμʼ Ἀργεῖον ἐξιῇ κάλως.

95μῶρος δὲ θνητῶν ὅστις ἐκπορθεῖ πόλεις,

96ναούς τε τύμβους θʼ, ἱερὰ τῶν κεκμηκότων,

97ἐρημίᾳ δοὺς αὐτὸς ὤλεθʼ ὕστερον.

Choral 2

Anapests 1

Ἑκάβη

98ἄνα, δύσδαιμον, πεδόθεν κεφαλή·

99ἐπάειρε δέρην· οὐκέτι Τροία

100τάδε καὶ βασιλῆς ἐσμεν Τροίας.

101μεταβαλλομένου δαίμονος ἀνέχου.

102πλεῖ κατὰ πορθμόν, πλεῖ κατὰ δαίμονα,

103μηδὲ προσίστω πρῷραν βιότου

104πρὸς κῦμα πλέουσα τύχαισιν.

105αἰαῖ αἰαῖ.

106τί γὰρ οὐ πάρα μοι μελέᾳ στενάχειν,

107ᾗ πατρὶς ἔρρει καὶ τέκνα καὶ πόσις;

108ὦ πολὺς ὄγκος συστελλόμενος

109προγόνων, ὡς οὐδὲν ἄρʼ ἦσθα.

110τί με χρὴ σιγᾶν; τί δὲ μὴ σιγᾶν;

111τί δὲ θρηνῆσαι;

112δύστηνος ἐγὼ τῆς βαρυδαίμονος

113ἄρθρων κλίσεως, ὡς διάκειμαι,

114νῶτʼ ἐν στερροῖς λέκτροισι ταθεῖσʼ.

115οἴμοι κεφαλῆς, οἴμοι κροτάφων

116πλευρῶν θʼ, ὥς μοι πόθος εἱλίξαι

117καὶ διαδοῦναι νῶτον ἄκανθάν τʼ

118εἰς ἀμφοτέρους τοίχους, μελέων

119ἐπὶ τοὺς αἰεὶ δακρύων ἐλέγους.

120μοῦσα δὲ χαὕτη τοῖς δυστήνοις

121ἄτας κελαδεῖν ἀχορεύτους.

Lyric 2

Ἑκάβη

122πρῷραι ναῶν, ὠκείαις

123Ἴλιον ἱερὰν αἳ κώπαις

124διʼ ἅλα πορφυροειδέα καὶ

125λιμένας Ἑλλάδος εὐόρμους

126αὐλῶν παιᾶνι στυγνῷ

127συρίγγων τʼ εὐφθόγγων φωνᾷ

128βαίνουσαι πλεκτὰν Αἰγύπτου

129παιδείαν ἐξηρτήσασθʼ,

130αἰαῖ, Τροίας ἐν κόλποις

131τὰν Μενελάου μετανισόμεναι

132στυγνὰν ἄλοχον, Κάστορι λώβαν

133τῷ τʼ Εὐρώτᾳ δυσκλείαν,

134ἃ σφάζει μὲν

135τὸν πεντήκοντʼ ἀροτῆρα τέκνων

136Πρίαμον, ἐμέ τε μελέαν Ἑκάβαν

137ἐς τάνδʼ ἐξώκειλʼ ἄταν.

138ὤμοι, θάκους οἵους θάσσω,

139σκηναῖς ἐφέδρους Ἀγαμεμνονίαις.

140δούλα δʼ ἄγομαι

141γραῦς ἐξ οἴκων πενθήρη

142κρᾶτʼ ἐκπορθηθεῖσʼ οἰκτρῶς.

143ἀλλʼ ὦ τῶν χαλκεγχέων Τρώων

144ἄλοχοι μέλεαι,

144aκαὶ κοῦραι κοῦραι δύσνυμφοι,

145τύφεται Ἴλιον, αἰάζωμεν.

146μάτηρ δʼ ὡσεί τις πτανοῖς

147ὄρνισιν, ὅπως ἐξάρξω ʼγὼ

148κλαγγάν, μολπάν, οὐ τὰν αὐτὰν

149οἵαν ποτὲ δὴ

150σκήπτρῳ Πριάμου διερειδομένα

151ποδὸς ἀρχεχόρου πληγαῖς Φρυγίους

152εὐκόμποις ἐξῆρχον θεούς.

Strophe 1

Ἡμιχόριον Α

153Ἑκάβη, τί θροεῖς; τί δὲ θωΰσσεις;

154ποῖ λόγος ἥκει; διὰ γὰρ μελάθρων

155ἄιον οἴκτους οὓς οἰκτίζῃ.

156διὰ δὲ στέρνων φόβος ἄισσεν

157Τρῳάσιν, αἳ τῶνδʼ οἴκων εἴσω

158δουλείαν αἰάζουσιν.

Ἑκάβη

159ὦ τέκνʼ, Ἀργείων πρὸς ναῦς ἤδη

Ἡμιχόριον Α

160κινεῖται κωπήρης χείρ;

161οἲ ἐγώ, τί θέλουσʼ, ἦ πού μʼ ἤδη

162ναυσθλώσουσιν πατρίας ἐκ γᾶς;

Ἑκάβη

163οὐκ οἶδʼ, εἰκάζω δʼ ἄταν.

Ἡμιχόριον Α

164ἰὼ ἰώ.

165μέλεαι μόχθων ἐπακουσόμεναι

166Τρῳάδες, ἔξω κομίζεσθʼ οἴκων·

167στέλλουσʼ Ἀργεῖοι νόστον.

Ἑκάβη

168αἶ, αἶ.

169μή νύν μοι τὰν

170ἐκβακχεύουσαν Κασάνδραν,

172αἰσχύναν Ἀργείοισιν,

171πέμψητʼ ἔξω,

173μαινάδʼ, ἐπʼ ἄλγει δʼ ἀλγυνθῶ.

173aἰώ.

174Τροία Τροία δύστανʼ, ἔρρεις,

174aδύστανοι δʼ οἵ σʼ ἐκλείποντες

175καὶ ζῶντες καὶ δμαθέντες.

Antistrophe 1

Ἡμιχόριον Β

176οἴμοι. τρομερὰ σκηνὰς ἔλιπον

177τάσδʼ Ἀγαμέμνονος ἐπακουσομένα,

178βασίλεια, σέθεν· μή με κτείνειν

179δόξʼ Ἀργείων κεῖται μελέαν;

180ἢ κατὰ πρύμνας ἤδη ναῦται

181στέλλονται κινεῖν κώπας;

Ἑκάβη

182ὦ τέκνον, ὀρθρεύου σὰν ψυχάν.

Ἡμιχόριον Β

183ἐκπληχθεῖσʼ ἦλθον φρίκᾳ.

184ἤδη τις ἔβα Δαναῶν κῆρυξ;

185τῷ πρόσκειμαι δούλα τλάμων;

Ἑκάβη

186ἐγγύς που κεῖσαι κλήρου.

Ἡμιχόριον Β

187ἰὼ ἰώ.

187aτίς μʼ Ἀργείων ἢ Φθιωτᾶν

188ἢ νησαίαν μʼ ἄξει χώραν

189δύστανον πόρσω Τροίας;

Ἑκάβη

190φεῦ φεῦ.

190aτῷ δʼ ἁ τλάμων

191ποῦ πᾷ γαίας δουλεύσω γραῦς,

192ὡς κηφήν, ἁ δειλαία,

192aνεκροῦ μορφά,

193νεκύων ἀμενηνὸν ἄγαλμα,

194αἰαῖ

194aτὰν παρὰ προθύροις φυλακὰν κατέχουσʼ

195ἢ παίδων θρέπτειρʼ, ἃ Τροίας

196ἀρχαγοὺς εἶχον τιμάς;

Strophe 2

Χορός

197αἰαῖ αἰαῖ, ποίοις δʼ οἴκτοις

198τὰν σὰν λύμαν ἐξαιάζεις;

199οὐκ Ἰδαίοις ἱστοῖς κερκίδα

200δινεύουσʼ ἐξαλλάξω.

201νέατον τεκέων σώματα λεύσσω,

202νέατον

202aμόχθους ἕξω κρείσσους,

203ἢ λέκτροις πλαθεῖσʼ Ἑλλάνων

204ʽἑ̓́ρροι νὺξ αὕτα καὶ δαίμων.ʼ

205ἢ Πειρήνας ὑδρευσομένα

206πρόσπολος οἰκτρὰ σεμνῶν ὑδάτων.

207τὰν κλεινὰν εἴθʼ ἔλθοιμεν

208Θησέως εὐδαίμονα χώραν.

210μὴ γὰρ δὴ δίναν γʼ Εὐρώτα,

211τὰν ἐχθίσταν θεράπναν Ἑλένας,

212ἔνθʼ ἀντάσω Μενέλᾳ δούλα,

213τῷ τᾶς Τροίας πορθητᾷ.

Antistrophe 2

Χορός

214τὰν Πηνειοῦ σεμνὰν χώραν,

215κρηπῖδʼ Οὐλύμπου καλλίσταν,

216ὄλβῳ βρίθειν φάμαν ἤκουσʼ

217εὐθαλεῖ τʼ εὐκαρπείᾳ·

218τάδε δεύτερά μοι μετὰ τὰν ἱερὰν

219Θησέως ζαθέαν ἐλθεῖν χώραν.

220καὶ τὰν Αἰτναίαν Ἡφαίστου

221Φοινίκας ἀντήρη χώραν,

222Σικελῶν ὀρέων ματέρʼ, ἀκούω

223καρύσσεσθαι στεφάνοις ἀρετᾶς.

224τάν τʼ ἀγχιστεύουσαν γᾶν

225Ἰονίῳ ναύται πόντῳ,

226ἃν ὑγραίνει καλλιστεύων

227ὁ ξανθὰν χαίταν πυρσαίνων

228Κρᾶθις ζαθέαις πηγαῖσι τρέφων

229εὔανδρόν τʼ ὀλβίζων γᾶν.

Episode 3

Anapests 1

Χορός

230καὶ μὴν Δαναῶν ὅδʼ ἀπὸ στρατιᾶς

231κῆρυξ, νεοχμῶν μύθων ταμίας,

232στείχει ταχύπουν ἴχνος ἐξανύων.

233τί φέρει; τί λέγει; δοῦλαι γὰρ δὴ

234Δωρίδος ἐσμὲν χθονὸς ἤδη.

Ταλθύβιος

235Ἑκάβη, πυκνὰς γὰρ οἶσθά μʼ ἐς Τροίαν ὁδοὺς

236ἐλθόντα κήρυκʼ ἐξ Ἀχαιικοῦ στρατοῦ,

237ἐγνωσμένος δὲ καὶ πάροιθέ σοι, γύναι,

238Ταλθύβιος ἥκω καινὸν ἀγγελῶν λόγον.

Lyric 2

Ἑκάβη

239αἰαῖ, τόδε

239aτόδε, φίλαι Τρῳάδες, ὃ φόβος ἦν πάλαι.

Ταλθύβιος

240ἤδη κεκλήρωσθʼ, εἰ τόδʼ ἦν ὑμῖν φόβος.

Ἑκάβη

241αἰαῖ, τίνʼ ἢ

241aΘεσσαλίας πόλιν ἢ

242Φθιάδος εἶπας ἢ Καδμείας χθονός;

Ταλθύβιος

243κατʼ ἄνδρʼ ἑκάστη κοὐχ ὁμοῦ λελόγχατε.

Ἑκάβη

244τίνʼ ἄρα τίς ἔλαχε; τίνα πότμος εὐτυχὴς

245Ἰλιάδων μένει;

Ταλθύβιος

246οἶδʼ· ἀλλʼ ἕκαστα πυνθάνου, μὴ πάνθʼ ὁμοῦ.

Ἑκάβη

247τοὐμὸν τίς ἆρʼ

248ἔλαχε τέκος, ἔνεπε, τλάμονα Κασάνδραν;

Ταλθύβιος

249ἐξαίρετόν νιν ἔλαβεν Ἀγαμέμνων ἄναξ.

Ἑκάβη

250ἦ τᾷ Λακεδαιμονίᾳ νύμφᾳ

251δούλαν; ἰώ μοί μοι.

Ταλθύβιος

252οὔκ, ἀλλὰ λέκτρων σκότια νυμφευτήρια.

Ἑκάβη

253ἦ τὰν τοῦ Φοίβου παρθένον, ᾇ γέρας ὁ

254χρυσοκόμας ἔδωκʼ ἄλεκτρον ζόαν;

Ταλθύβιος

255ἔρως ἐτόξευσʼ αὐτὸν ἐνθέου κόρης.

Ἑκάβη

256ῥῖπτε, τέκνον, ζαθέους κλῇ-

257δας καὶ ἀπὸ χροὸς ἐνδυ-

258τῶν στεφέων ἱεροὺς στολμούς.

Ταλθύβιος

259οὐ γὰρ μέγʼ αὐτῇ βασιλικῶν λέκτρων τυχεῖν;

Ἑκάβη

260τί δʼ ὃ νεοχμὸν ἀπʼ ἐμέθεν ἐλάβετε τέκος, ποῦ μοι;

Ταλθύβιος

262Πολυξένην ἔλεξας, ἢ τίνʼ ἱστορεῖς;

Ἑκάβη

263ταύταν· τῷ πάλος ἔζευξεν;

Ταλθύβιος

264τύμβῳ τέτακται προσπολεῖν Ἀχιλλέως.

Ἑκάβη

265ὤμοι ἐγώ· τάφῳ πρόσπολον ἐτεκόμαν.

266ἀτὰρ τίς ὅδʼ ἢ νόμος ἢ τί

267θέσμιον, ὦ φίλος, Ἑλλάνων;

Ταλθύβιος

268εὐδαιμόνιζε παῖδα σήν· ἔχει καλῶς.

Ἑκάβη

269τί τόδʼ ἔλακες; ἆρά μοι ἀέλιον λεύσσει;

Ταλθύβιος

270ἔχει πότμος νιν, ὥστʼ ἀπηλλάχθαι πόνων.

Ἑκάβη

271τί δʼ ἁ τοῦ χαλκεομήστορος Ἕκτορος δάμαρ,

272Ἀνδρομάχα τάλαινα, τίνʼ ἔχει τύχαν;

Ταλθύβιος

273καὶ τήνδʼ Ἀχιλλέως ἔλαβε παῖς ἐξαίρετον.

Ἑκάβη

274ἐγὼ δὲ τῷ

275πρόσπολος ἁ τριτοβάμονος χερὶ

276δευομένα βάκτρου γεραιῷ κάρᾳ;

Ταλθύβιος

277Ἰθάκης Ὀδυσσεὺς ἔλαχʼ ἄναξ δούλην σʼ ἔχειν.

Ἑκάβη

278ἒ ἔ.

279ἄρασσε κρᾶτα κούριμον,

280ἕλκʼ ὀνύχεσσι δίπτυχον παρειάν.

281ἰώ μοί μοι.

282μυσαρῷ δολίῳ λέλογχα φωτὶ δουλεύειν,

283πολεμίῳ δίκας, παρανόμῳ δάκει,

285ὃς πάντα τἀκεῖθεν ἐνθάδε στρέφει, τὰ δʼ

286ἀντίπαλʼ αὖθις ἐκεῖσε διπτύχῳ γλώσσᾳ

287φίλα τὰ πρότερʼ ἄφιλα τιθέμενος πάντων.

288γοᾶσθʼ, ὦ Τρῳάδες, με.

289βέβακα δύσποτμος. οἴχομαι ἁ

290τάλαινα, δυστυχεστάτῳ

291προσέπεσον κλήρῳ.

Iambic 3

Χορός

292τὸ μὲν σὸν οἶσθα, πότνια, τὰς δʼ ἐμὰς τύχας

293τίς ἆρʼ Ἀχαιῶν ἢ τίς Ἑλλήνων ἔχει;

Ταλθύβιος

294ἴτʼ, ἐκκομίζειν δεῦρο Κασάνδραν χρεὼν

295ὅσον τάχιστα, δμῶες, ὡς στρατηλάτῃ

296ἐς χεῖρα δούς νιν, εἶτα τὰς εἰληγμένας

297καὶ τοῖσιν ἄλλοις αἰχμαλωτίδων ἄγω.

298ἔα· τί πεύκης ἔνδον αἴθεται σέλας;

299πιμπρᾶσιν — ἢ τί δρῶσι — Τρῳάδες μυχούς,

300ὡς ἐξάγεσθαι τῆσδε μέλλουσαι χθονὸς

301πρὸς Ἄργος, αὑτῶν τʼ ἐκπυροῦσι σώματα

302θανεῖν θέλουσαι; κάρτα τοι τοὐλεύθερον

303ἐν τοῖς τοιούτοις δυσλόφως φέρει κακά.

304ἄνοιγʼ ἄνοιγε, μὴ τὸ ταῖσδε πρόσφορον

305ἐχθρὸν δʼ Ἀχαιοῖς εἰς ἔμʼ αἰτίαν βάλῃ.

Ἑκάβη

306οὐκ ἔστιν, οὐ πιμπρᾶσιν, ἀλλὰ παῖς ἐμὴ

307μαινὰς θοάζει δεῦρο Κασάνδρα δρόμῳ.

Lyric 4

Κασάνδρα

308Ἄνεχε· πάρεχε.

308aφῶς φέρʼ, ὤ· σέβω· φλέγω — ἰδού, ἰδού —

309λαμπάσι τόδʼ ἱερόν.

310ὦ Ὑμέναιʼ ἄναξ·

311μακάριος ὁ γαμέτας·

312μακαρία δʼ ἐγὼ βασιλικοῖς λέκτροις

313κατʼ Ἄργος ἁ γαμουμένα.

314Ὑμήν, ὦ Ὑμέναιʼ ἄναξ.

315ἐπεὶ σύ, μᾶτερ, ἐπὶ δάκρυσι καὶ

316γόοισι τὸν θανόντα πατέρα πατρίδα τε

317φίλαν καταστένουσʼ ἔχεις,

319ἐγὼ δʼ ἐπὶ γάμοις ἐμοῖς

320ἀναφλέγω πυρὸς φῶς

321ἐς αὐγάν, ἐς αἴγλαν,

322διδοῦσʼ, ὦ Ὑμέναιε, σοί,

323διδοῦσʼ, ὦ Ἑκάτα, φάος,

324παρθένων ἐπὶ λέκτροις

324aᾇ νόμος ἔχει.

325πάλλε πόδα.

326αἰθέριον ἄναγε χορόν· εὐἅν, εὐοἵ·

327ὡς ἐπὶ πατρὸς ἐμοῦ

328μακαριωτάταις

329τύχαις· ὁ χορὸς ὅσιος.

329aἄγε σύ, Φοῖβε, νῦν· κατὰ σὸν ἐν δάφναις

330ἀνάκτορον θυηπολῶ,

331Ὑμήν, ὦ Ὑμέναιʼ, Ὑμήν.

332χόρευε, μᾶτερ, ἀναγέλασον·

333ἕλισσε τᾷδʼ ἐκεῖσε μετʼ ἐμέθεν ποδῶν

334φέρουσα φιλτάταν βάσιν.

335βοάσαθʼ Ὑμέναιον, ὤ,

336μακαρίαις ἀοιδαῖς

337ἰαχαῖς τε νύμφαν.

338ἴτʼ, ὦ καλλίπεπλοι Φρυγῶν

339κόραι, μέλπετʼ ἐμῶν γάμων

340τὸν πεπρωμένον εὐνᾷ

340aπόσιν ἐμέθεν.

Iambic 5

Χορός

341βασίλεια, βακχεύουσαν οὐ λήψῃ κόρην,

342μὴ κοῦφον αἴρῃ βῆμʼ ἐς Ἀργείων στρατόν;

Ἑκάβη

343Ἥφαιστε, δᾳδουχεῖς μὲν ἐν γάμοις βροτῶν,

344ἀτὰρ λυγράν γε τήνδʼ ἀναιθύσσεις φλόγα

345ἔξω τε μεγάλων ἐλπίδων.

345aοἴμοι, τέκνον,

346ὡς οὐχ ὑπʼ αἰχμῆς σʼ οὐδʼ ὑπʼ Ἀργείου δορὸς

347γάμους γαμεῖσθαι τούσδʼ ἐδόξαζόν ποτε.

348παράδος ἐμοὶ φῶς· οὐ γὰρ ὀρθὰ πυρφορεῖς

349μαινὰς θοάζουσʼ, οὐδέ σʼ αἱ τύχαι, τέκνον,

350ἐσωφρονήκασʼ, ἀλλʼ ἔτʼ ἐν ταὐτῷ μένεις.

351ἐσφέρετε πεύκας, δάκρυά τʼ ἀνταλλάξατε

352τοῖς τῆσδε μέλεσι, Τρῳάδες, γαμηλίοις.

Κασάνδρα

353μῆτερ, πύκαζε κρᾶτʼ ἐμὸν νικηφόρον,

354καὶ χαῖρε τοῖς ἐμοῖσι βασιλικοῖς γάμοις·

355καὶ πέμπε, κἂν μὴ τἀμά σοι πρόθυμά γʼ ᾖ,

356ὤθει βιαίως· εἰ γὰρ ἔστι Λοξίας,

357Ἑλένης γαμεῖ με δυσχερέστερον γάμον

358ὁ τῶν Ἀχαιῶν κλεινὸς Ἀγαμέμνων ἄναξ.

359κτενῶ γὰρ αὐτόν, κἀντιπορθήσω δόμους

360ποινὰς ἀδελφῶν καὶ πατρὸς λαβοῦσʼ ἐμοῦ

361ἀλλʼ ἄττʼ ἐάσω· πέλεκυν οὐχ ὑμνήσομεν,

362ὃς ἐς τράχηλον τὸν ἐμὸν εἶσι χἁτέρων·

363μητροκτόνους τʼ ἀγῶνας, οὓς οὑμοὶ γάμοι

364θήσουσιν, οἴκων τʼ Ἀτρέως ἀνάστασιν.

365πόλιν δὲ δείξω τήνδε μακαριωτέραν

366ἢ τοὺς Ἀχαιούς, ἔνθεος μέν, ἀλλʼ ὅμως

367τοσόνδε γʼ ἔξω στήσομαι βακχευμάτων·

368οἳ διὰ μίαν γυναῖκα καὶ μίαν Κύπριν,

369θηρῶντες Ἑλένην, μυρίους ἀπώλεσαν.

370ὁ δὲ στρατηγὸς ὁ σοφὸς ἐχθίστων ὕπερ

371τὰ φίλτατʼ ὤλεσʼ, ἡδονὰς τὰς οἴκοθεν

372τέκνων ἀδελφῷ δοὺς γυναικὸς οὕνεκα,

373καὶ ταῦθʼ ἑκούσης κοὐ βίᾳ λελῃσμένης.

374ἐπεὶ δʼ ἐπʼ ἀκτὰς ἤλυθον Σκαμανδρίους,

375ἔθνῃσκον, οὐ γῆς ὅριʼ ἀποστερούμενοι

376οὐδʼ ὑψίπυργον πατρίδʼ· οὓς δʼ Ἄρης ἕλοι,

377οὐ παῖδας εἶδον, οὐ δάμαρτος ἐν χεροῖν

378πέπλοις συνεστάλησαν, ἐν ξένῃ δὲ γῇ

379κεῖνται. τὰ δʼ οἴκοι τοῖσδʼ ὅμοιʼ ἐγίγνετο·

380χῆραί τʼ ἔθνῃσκον, οἳ δʼ ἄπαιδες ἐν δόμοις

381ἄλλοις τέκνʼ ἐκθρέψαντες· οὐδὲ πρὸς τάφοις

382ἔσθʼ ὅστις αὐτῶν αἷμα γῇ δωρήσεται.

383ἦ τοῦδʼ ἐπαίνου τὸ στράτευμʼ ἐπάξιον. —

384σιγᾶν ἄμεινον τᾀσχρά, μηδὲ μοῦσά μοι

385γένοιτʼ ἀοιδὸς ἥτις ὑμνήσει κακά.

386Τρῶες δὲ πρῶτον μέν, τὸ κάλλιστον κλέος,

387ὑπὲρ πάτρας ἔθνῃσκον· οὓς δʼ ἕλοι δόρυ,

388νεκροί γʼ ἐς οἴκους φερόμενοι φίλων ὕπο

389ἐν γῇ πατρῴᾳ περιβολὰς εἶχον χθονός,

390χερσὶν περισταλέντες ὧν ἐχρῆν ὕπο·

391ὅσοι δὲ μὴ θάνοιεν ἐν μάχῃ Φρυγῶν,

392ἀεὶ κατʼ ἦμαρ σὺν δάμαρτι καὶ τέκνοις

393ᾤκουν, Ἀχαιοῖς ὧν ἀπῆσαν ἡδοναί.

394τὰ δʼ Ἕκτορός σοι λύπρʼ ἄκουσον ὡς ἔχει·

395δόξας ἀνὴρ ἄριστος οἴχεται θανών,

396καὶ τοῦτʼ Ἀχαιῶν ἵξις ἐξεργάζεται·

397εἰ δʼ ἦσαν οἴκοι, χρηστὸς ὢν ἐλάνθανεν.

398Πάρις δʼ ἔγημε τὴν Διός· γήμας δὲ μή,

399σιγώμενον τὸ κῆδος εἶχεν ἐν δόμοις.

400φεύγειν μὲν οὖν χρὴ πόλεμον ὅστις εὖ φρονεῖ·

401εἰ δʼ ἐς τόδʼ ἔλθοι, στέφανος οὐκ αἰσχρὸς πόλει

402καλῶς ὀλέσθαι, μὴ καλῶς δὲ δυσκλεές.

403ὧν οὕνεκʼ οὐ χρή, μῆτερ, οἰκτίρειν σε γῆν,

404οὐ τἀμὰ λέκτρα· τοὺς γὰρ ἐχθίστους ἐμοὶ

405καὶ σοὶ γάμοισι τοῖς ἐμοῖς διαφθερῶ.

Χορός

406ὡς ἡδέως κακοῖσιν οἰκείοις γελᾷς,

407μέλπεις θʼ ἃ μέλπουσʼ οὐ σαφῆ δείξεις ἴσως.

Ταλθύβιος

408εἰ μή σʼ Ἀπόλλων ἐξεβάκχευεν φρένας,

409οὔ τἂν ἀμισθὶ τοὺς ἐμοὺς στρατηλάτας

410τοιαῖσδε φήμαις ἐξέπεμπες ἂν χθονός.

411ἀτὰρ τὰ σεμνὰ καὶ δοκήμασιν σοφὰ

412οὐδέν τι κρείσσω τῶν τὸ μηδὲν ἦν ἄρα.

413ὁ γὰρ μέγιστος τῶν Πανελλήνων ἄναξ,

414Ἀτρέως φίλος παῖς, τῆσδʼ ἔρωτʼ ἐξαίρετον

415μαινάδος ὑπέστη· καὶ πένης μέν εἰμʼ ἐγώ,

416ἀτὰρ λέχος γε τῆσδʼ ἂν οὐκ ἐκτησάμην.

417καὶ σοὶ μέν — οὐ γὰρ ἀρτίας ἔχεις φρένας —

418Ἀργεῖʼ ὀνείδη καὶ Φρυγῶν ἐπαινέσεις

419ἀνέμοις φέρεσθαι παραδίδωμʼ· ἕπου δέ μοι

420πρὸς ναῦς, καλὸν νύμφευμα τῷ στρατηλάτῃ.

421σὺ δʼ, ἡνίκʼ ἄν σε Λαρτίου χρῄζῃ τόκος

422ἄγειν, ἕπεσθαι· σώφρονος δʼ ἔσῃ λάτρις

423γυναικός, ὥς φασʼ οἱ μολόντες Ἴλιον.

Κασάνδρα

424ἦ δεινὸς ὁ λάτρις. τί ποτʼ ἔχουσι τοὔνομα

425κήρυκες, ἓν ἀπέχθημα πάγκοινον βροτοῖς,

426οἱ περὶ τυράννους καὶ πόλεις ὑπηρέται;

427σὺ τὴν ἐμὴν φῂς μητέρʼ εἰς Ὀδυσσέως

428ἥξειν μέλαθρα; ποῦ δʼ Ἀπόλλωνος λόγοι,

429οἵ φασιν αὐτὴν εἰς ἔμʼ ἡρμηνευμένοι

430αὐτοῦ θανεῖσθαι; τἄλλα δʼ οὐκ ὀνειδιῶ.

431δύστηνος, οὐκ οἶδʼ οἷά νιν μένει παθεῖν·

432ὡς χρυσὸς αὐτῷ τἀμὰ καὶ Φρυγῶν κακὰ

433δόξει ποτʼ εἶναι. δέκα γὰρ ἐκπλήσας ἔτη

434πρὸς τοῖσιν ἐνθάδʼ, ἵξεται μόνος πάτραν

435οὗ δὴ στενὸν δίαυλον ᾤκισται πέτρας

436δεινὴ Χάρυβδις, ὠμοβρώς τʼ ὀρειβάτης

437Κύκλωψ, Λιγυστίς θʼ ἡ συῶν μορφώτρια

438Κίρκη, θαλάσσης θʼ ἁλμυρᾶς ναυάγια,

439λωτοῦ τʼ ἔρωτες, Ἡλίου θʼ ἁγναὶ βόες,

440αἳ σάρκα φωνήεσσαν ἥσουσίν ποτε,

441πικρὰν Ὀδυσσεῖ γῆρυν. ὡς δὲ συντέμω,

442ζῶν εἶσʼ ἐς Ἅιδου κἀκφυγὼν λίμνης ὕδωρ

443κάκʼ ἐν δόμοισι μυρίʼ εὑρήσει μολών.

Trochees 6

Κασάνδρα

444ἀλλὰ γὰρ τί τοὺς Ὀδυσσέως ἐξακοντίζω πόνους;

445στεῖχʼ ὅπως τάχιστʼ· ἐς Ἅιδου νυμφίῳ γημώμεθα.

446ἦ κακὸς κακῶς ταφήσῃ νυκτός, οὐκ ἐν ἡμέρᾳ,

447ὦ δοκῶν σεμνόν τι πράσσειν, Δαναϊδῶν ἀρχηγέτα.

448κἀμέ τοι νεκρὸν φάραγγες γυμνάδʼ ἐκβεβλημένην

449ὕδατι χειμάρρῳ ῥέουσαι, νυμφίου πέλας τάφου,

450θηρσὶ δώσουσιν δάσασθαι, τὴν Ἀπόλλωνος λάτριν.

451ὦ στέφη τοῦ φιλτάτου μοι θεῶν, ἀγάλματʼ εὔια,

452χαίρετʼ· ἐκλέλοιφʼ ἑορτάς, αἷς πάροιθʼ ἠγαλλόμην.

453ἴτʼ ἀπʼ ἐμοῦ χρωτὸς σπαραγμοῖς, ὡς ἔτʼ οὖσʼ ἁγνὴ χρόα

454δῶ θοαῖς αὔραις φέρεσθαί σοι τάδʼ, ὦ μαντεῖʼ ἄναξ.

455ποῦ σκάφος τὸ τοῦ στρατηγοῦ; ποῖ ποτʼ ἐμβαίνειν με χρή;

456οὐκέτʼ ἂν φθάνοις ἂν αὔραν ἱστίοις καραδοκῶν,

457ὡς μίαν τριῶν Ἐρινὺν τῆσδέ μʼ ἐξάξων χθονός.

458χαῖρέ μοι, μῆτερ· δακρύσῃς μηδέν· ὦ φίλη πατρίς,

459οἵ τε γῆς ἔνερθʼ ἀδελφοὶ χὡ τεκὼν ἡμᾶς πατήρ,

460οὐ μακρὰν δέξεσθέ μʼ· ἥξω δʼ ἐς νεκροὺς νικηφόρος

461καὶ δόμους πέρσασʼ Ἀτρειδῶν, ὧν ἀπωλόμεσθʼ ὕπο.

Iambic 7

Χορός

462Ἑκάβης γεραιᾶς φύλακες, οὐ δεδόρκατε

463δέσποιναν ὡς ἄναυδος ἐκτάδην πίτνει;

464οὐκ ἀντιλήψεσθʼ; ἦ μεθήσετʼ, ὦ κακαί,

465γραῖαν πεσοῦσαν; αἴρετʼ εἰς ὀρθὸν δέμας.

Ἑκάβη

466ἐᾶτέ μʼ — οὔτοι φίλα τὰ μὴ φίλʼ, ὦ κόραι —

467κεῖσθαι πεσοῦσαν· πτωμάτων γὰρ ἄξια

468πάσχω τε καὶ πέπονθα κἄτι πείσομαι.

469ὦ θεοί κακοὺς μὲν ἀνακαλῶ τοὺς συμμάχους,

470ὅμως δʼ ἔχει τι σχῆμα κικλήσκειν θεούς,

471ὅταν τις ἡμῶν δυστυχῆ λάβῃ τύχην.

472πρῶτον μὲν οὖν μοι τἀγάθʼ ἐξᾷσαι φίλον·

473τοῖς γὰρ κακοῖσι πλείονʼ οἶκτον ἐμβαλῶ.

474ἦμεν τύραννοι κἀς τύραννʼ ἐγημάμην,

475κἀνταῦθʼ ἀριστεύοντʼ ἐγεινάμην τέκνα,

476οὐκ ἀριθμὸν ἄλλως, ἀλλʼ ὑπερτάτους Φρυγῶν·

477οὓς Τρῳὰς οὐδʼ Ἑλληνὶς οὐδὲ βάρβαρος

478γυνὴ τεκοῦσα κομπάσειεν ἄν ποτε.

479κἀκεῖνά τʼ εἶδον δορὶ πεσόνθʼ Ἑλληνικῷ

480τρίχας τʼ ἐτμήθην τάσδε πρὸς τύμβοις νεκρῶν,

481καὶ τὸν φυτουργὸν Πρίαμον οὐκ ἄλλων πάρα

482κλύουσʼ ἔκλαυσα, τοῖσδε δʼ εἶδον ὄμμασιν

483αὐτὴ κατασφαγέντʼ ἐφʼ ἑρκείῳ πυρᾷ,

484πόλιν θʼ ἁλοῦσαν. ἃς δʼ ἔθρεψα παρθένους

485ἐς ἀξίωμα νυμφίων ἐξαίρετον,

486ἄλλοισι θρέψασʼ ἐκ χερῶν ἀφῃρέθην.

487κοὔτʼ ἐξ ἐκείνων ἐλπὶς ὡς ὀφθήσομαι,

488αὐτή τʼ ἐκείνας οὐκέτʼ ὄψομαί ποτε.

489τὸ λοίσθιον δέ, θριγκὸς ἀθλίων κακῶν,

490δούλη γυνὴ γραῦς Ἑλλάδʼ εἰσαφίξομαι.

491ἃ δʼ ἐστὶ γήρᾳ τῷδʼ ἀσυμφορώτατα,

492τούτοις με προσθήσουσιν, ἢ θυρῶν λάτριν

493κλῇδας φυλάσσειν, τὴν τεκοῦσαν Ἕκτορα,

494ἢ σιτοποιεῖν, κἀν πέδῳ κοίτας ἔχειν

495ῥυσοῖσι νώτοις, βασιλικῶν ἐκ δεμνίων,

496τρυχηρὰ περὶ τρυχηρὸν εἱμένην χρόα

497πέπλων λακίσματʼ, ἀδόκιμʼ ὀλβίοις ἔχειν.

498οἲ ʼγὼ τάλαινα, διὰ γάμον μιᾶς ἕνα

499γυναικὸς οἵων ἔτυχον ὧν τε τεύξομαι.

500ὦ τέκνον, ὦ σύμβακχε Κασάνδρα θεοῖς,

501οἵαις ἔλυσας συμφοραῖς ἅγνευμα σόν.

502σύ τʼ, ὦ τάλαινα, ποῦ ποτʼ εἶ, Πολυξένη;

503ὡς οὔτε μʼ ἄρσην οὔτε θήλεια σπορὰ

504πολλῶν γενομένων τὴν τάλαιναν ὠφελεῖ.

505τί δῆτά μʼ ὀρθοῦτʼ; ἐλπίδων ποίων ὕπο;

506ἄγετε τὸν ἁβρὸν δήποτʼ ἐν Τροίᾳ πόδα,

507νῦν δʼ ὄντα δοῦλον, στιβάδα πρὸς χαμαιπετῆ

508πέτρινά τε κρήδεμνʼ, ὡς πεσοῦσʼ ἀποφθαρῶ

509δακρύοις καταξανθεῖσα. τῶν δʼ εὐδαιμόνων

510μηδένα νομίζετʼ εὐτυχεῖν, πρὶν ἂν θάνῃ.

Choral 4

Strophe 1

Χορός

512ἀμφί μοι Ἴλιον, ὦ

513Μοῦσα, καινῶν ὕμνων

514ἄεισον ἐν δακρύοις ᾠδὰν ἐπικήδειον·

515νῦν γὰρ μέλος ἐς Τροίαν ἰαχήσω,

517τετραβάμονος ὡς ὑπʼ ἀπήνας

518Ἀργείων ὀλόμαν τάλαινα δοριάλωτος,

519ὅτʼ ἔλιπον ἵππον οὐράνια

520βρέμοντα χρυσεοφάλαρον ἔνο-

521πλον ἐν πύλαις Ἀχαιοί·

522ἀνὰ δʼ ἐβόασεν λεὼς

523Τρῳάδος ἀπὸ πέτρας σταθείς·

524Ἴτʼ, ὦ πεπαυμένοι πόνων,

525τόδʼ ἱερὸν ἀνάγετε ξόανον

526Ἰλιάδι Διογενεῖ κόρᾳ.

527τίς οὐκ ἔβα νεανίδων,

528τίς οὐ γεραιὸς ἐκ δόμων;

529κεχαρμένοι δʼ ἀοιδαῖς

530δόλιον ἔσχον ἄταν.

Antistrophe 1

Χορός

532πᾶσα δὲ γέννα Φρυγῶν

533πρὸς πύλας ὡρμάθη,

534πεύκᾳ ἐν οὐρεΐᾳ ξεστὸν λόχον Ἀργείων

535καὶ Δαρδανίας ἄταν θέᾳ δώσων,

537χάριν ἄζυγος ἀμβροτοπώλου·

538κλωστοῦ δʼ ἀμφιβόλοις λίνοιο ναὸς ὡσεὶ

539σκάφος κελαινόν, εἰς ἕδρανα

540λάινα δάπεδά τε φόνια πατρί-

541δι Παλλάδος θέσαν θεᾶς.

542ἐπὶ δὲ πόνῳ καὶ χαρᾷ

543νύχιον ἐπεὶ κνέφας παρῆν,

544Λίβυς τε λωτὸς ἐκτύπει

545Φρύγιά τε μέλεα, παρθένοι δʼ

546ἀέριον ἀνὰ κρότον ποδῶν

547βοὰν ἔμελπον εὔφρονʼ, ἐν

548δόμοις δὲ παμφαὲς σέλας

549πυρὸς μέλαιναν αἴγλαν

550ἄκος ἔδωκεν ὕπνῳ.

Epode 3

Χορός

552ἐγὼ δὲ τὰν ὀρεστέραν

553τότʼ ἀμφὶ μέλαθρα παρθένον

554Διὸς κόραν ἐμελπόμαν

555χοροῖσι· φοινία δʼ ἀνὰ

556πτόλιν βοὰ κατεῖχε Περ-

557γάμων ἕδρας· βρέφη δὲ φίλι-

558α περὶ πέπλους ἔβαλλε μα-

559τρὶ χεῖρας ἐπτοημένας·

560λόχου δʼ ἐξέβαινʼ Ἄρης,

561κόρας ἔργα Παλλάδος.

562σφαγαὶ δʼ ἀμφιβώμιοι

563Φρυγῶν, ἔν τε δεμνίοις

564καράτομος ἐρημία

565νεανίδων στέφανον ἔφερεν

566Ἑλλάδι κουροτρόφον,

567Φρυγῶν πατρίδι πένθη.

Episode 5

Anapests 1

Χορός

568Ἑκάβη, λεύσσεις τήνδʼ Ἀνδρομάχην

569ξενικοῖς ἐπʼ ὄχοις πορθμευομένην;

570παρὰ δʼ εἰρεσίᾳ μαστῶν ἕπεται

571φίλος Ἀστυάναξ, Ἕκτορος ἶνις.

572ποῖ ποτʼ ἀπήνης νώτοισι φέρῃ,

573δύστανε γύναι, πάρεδρος χαλκέοις

574Ἕκτορος ὅπλοις σκύλοις τε Φρυγῶν

574aδοριθηράτοις,

575οἷσιν Ἀχιλλέως παῖς Φθιώτας

576στέψει ναοὺς ἀπὸ Τροίας;

Strophe 1

Ἀνδρομάχη

577Ἀχαιοὶ δεσπόται μʼ ἄγουσιν.

Ἑκάβη

578οἴμοι.

Ἀνδρομάχη

578bτί παιᾶνʼ ἐμὸν στενάζεις;

Ἑκάβη

579αἰαῖ —

Ἀνδρομάχη

579bτῶνδʼ ἀλγέων —

Ἑκάβη

580ὦ Ζεῦ —

Ἀνδρομάχη

580bκαὶ συμφορᾶς.

Ἑκάβη

581τέκεα,

Ἀνδρομάχη

581bπρίν ποτʼ ἦμεν.

Antistrophe 1

Ἑκάβη

582βέβακʼ ὄλβος, βέβακε Τροία

Ἀνδρομάχη

583τλάμων.

Ἑκάβη

583bἐμῶν τʼ εὐγένεια παίδων.

Ἀνδρομάχη

584φεῦ φεῦ.

Ἑκάβη

584bφεῦ δῆτʼ ἐμῶν

Ἀνδρομάχη

585κακῶν.

Ἑκάβη

585bοἰκτρὰ τύχα

Ἀνδρομάχη

586πόλεος,

Ἑκάβη

586bἃ καπνοῦται.

Strophe 2

Ἀνδρομάχη

587μόλοις, ὦ πόσις, μοι —

Ἑκάβη

588βοᾷς τὸν παρʼ Ἅιδᾳ

589παῖδʼ ἐμόν, ὦ μελέα.

Ἀνδρομάχη

590σᾶς δάμαρτος ἄλκαρ.

Antistrophe 2

Ἑκάβη

591σύ τʼ, ὦ λῦμʼ Ἀχαιῶν,

592τέκνων δέσποθʼ ἁμῶν,

593πρεσβυγενὲς Πρίαμε,

594κοίμισαί μʼ ἐς Ἅιδου.

Strophe 3

Ἀνδρομάχη

595οἵδε πόθοι μεγάλοι

Ἑκάβη

595bσχετλία, τάδε πάσχομεν ἄλγη.

Ἀνδρομάχη

596οἰχομένας πόλεως

Ἑκάβη

596bἐπὶ δʼ ἄλγεσιν ἄλγεα κεῖται.

Ἀνδρομάχη

597δυσφροσύναισι θεῶν, ὅτε σὸς γόνος ἔκφυγεν Ἅιδαν,

598ὃς λεχέων στυγερῶν χάριν ὤλεσε

598aπέργαμα Τροίας· αἱματόεντα δὲ

599θεᾷ παρὰ Παλλάδι σώματα νεκρῶν

600γυψὶ φέρειν τέταται· ζυγὰ δʼ ἤνυσε

600aδούλια Τροίᾳ.

Antistrophe 3

Ἑκάβη

601ὦ πατρίς, ὦ μελέα

Ἀνδρομάχη

601bκαταλειπομέναν σε δακρύω,

Ἑκάβη

602νῦν τέλος οἰκτρὸν ὁρᾷς.

Ἀνδρομάχη

602bκαὶ ἐμὸν δόμον ἔνθʼ ἐλοχεύθην.

Ἑκάβη

603ὦ τέκνʼ, ἐρημόπολις μάτηρ ἀπολείπεται ὑμῶν,

604οἷος ἰάλεμος, οἷά τε πένθη

605δάκρυά τʼ ἐκ δακρύων καταλείβεται

606ἁμετέροισι δόμοις· ὁ θανὼν δʼ ἐπι-

607λάθεται ἀλγέων ἀδάκρυτος.

Χορός

608ὡς ἡδὺ δάκρυα τοῖς κακῶς πεπραγόσι

609θρήνων τʼ ὀδυρμοὶ μοῦσά θʼ ἣ λύπας ἔχει.

Ἀνδρομάχη

610ὦ μῆτερ ἀνδρός, ὅς ποτʼ Ἀργείων δορὶ

611πλείστους διώλεσʼ, Ἕκτορος, τάδʼ εἰσορᾷς;

Ἑκάβη

612ὁρῶ τὰ τῶν θεῶν, ὡς τὰ μὲν πυργοῦσʼ ἄνω

613τὸ μηδὲν ὄντα, τὰ δὲ δοκοῦντʼ ἀπώλεσαν.

Ἀνδρομάχη

614ἀγόμεθα λεία σὺν τέκνῳ· τὸ δʼ εὐγενὲς

615ἐς δοῦλον ἥκει, μεταβολὰς τοσάσδʼ ἔχον.

Ἑκάβη

616τὸ τῆς ἀνάγκης δεινόν· ἄρτι κἀπʼ ἐμοῦ

617βέβηκʼ ἀποσπασθεῖσα Κασάνδρα βίᾳ.

Ἀνδρομάχη

618φεῦ φεῦ·

618aἄλλος τις Αἴας, ὡς ἔοικε, δεύτερος

619παιδὸς πέφηνε σῆς. νοσεῖς δὲ χἅτερα.

Ἑκάβη

620ὧν γʼ οὔτε μέτρον οὔτʼ ἀριθμός ἐστί μοι·

621κακῷ κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται.

Ἀνδρομάχη

622τέθνηκέ σοι παῖς πρὸς τάφῳ Πολυξένη

623σφαγεῖσʼ Ἀχιλλέως, δῶρον ἀψύχῳ νεκρῷ.

Ἑκάβη

624οἲ ʼγὼ τάλαινα. τοῦτʼ ἐκεῖνʼ ὅ μοι πάλαι

625Ταλθύβιος αἴνιγμʼ οὐ σαφῶς εἶπεν σαφές.

Ἀνδρομάχη

626εἶδόν νιν αὐτή, κἀποβᾶσα τῶνδʼ ὄχων

627ἔκρυψα πέπλοις κἀπεκοψάμην νεκρόν.

Ἑκάβη

628αἰαῖ, τέκνον, σῶν ἀνοσίων προσφαγμάτων·

629αἰαῖ μάλʼ αὖθις, ὡς κακῶς διόλλυσαι.

Ἀνδρομάχη

630ὄλωλεν ὡς ὄλωλεν· ἀλλʼ ὅμως ἐμοῦ

631ζώσης γʼ ὄλωλεν εὐτυχεστέρῳ πότμῳ.

Ἑκάβη

632οὐ ταὐτόν, ὦ παῖ, τῷ βλέπειν τὸ κατθανεῖν·

633τὸ μὲν γὰρ οὐδέν, τῷ δʼ ἔνεισιν ἐλπίδες.

Ἀνδρομάχη

634ὦ μῆτερ, ὦ τεκοῦσα, κάλλιστον λόγον

635ἄκουσον, ὥς σοι τέρψιν ἐμβαλῶ φρενί.

636τὸ μὴ γενέσθαι τῷ θανεῖν ἴσον λέγω,

637τοῦ ζῆν δὲ λυπρῶς κρεῖσσόν ἐστι κατθανεῖν.

638ἀλγεῖ γὰρ οὐδὲν τῶν κακῶν ᾐσθημένος·

639ὁ δʼ εὐτυχήσας ἐς τὸ δυστυχὲς πεσὼν

640ψυχὴν ἀλᾶται τῆς πάροιθʼ εὐπραξίας.

641κείνη δʼ, ὁμοίως ὥσπερ οὐκ ἰδοῦσα φῶς,

642τέθνηκε κοὐδὲν οἶδε τῶν αὑτῆς κακῶν.

643ἐγὼ δὲ τοξεύσασα τῆς εὐδοξίας

644λαχοῦσα πλεῖον τῆς τύχης ἡμάρτανον.

645ἃ γὰρ γυναιξὶ σώφρονʼ ἔσθʼ ηὑρημένα,

646ταῦτʼ ἐξεμόχθουν Ἕκτορος κατὰ στέγας.

647πρῶτον μέν, ἔνθα — κἂν προσῇ κἂν μὴ προσῇ

648ψόγος γυναιξίν — αὐτὸ τοῦτʼ ἐφέλκεται

649κακῶς ἀκούειν, ἥτις οὐκ ἔνδον μένει,

650τούτου παρεῖσα πόθον ἔμιμνον ἐν δόμοις·

651ἔσω τε μελάθρων κομψὰ θηλειῶν ἔπη

652οὐκ εἰσεφρούμην, τὸν δὲ νοῦν διδάσκαλον

653οἴκοθεν ἔχουσα χρηστὸν ἐξήρκουν ἐμοί.

654γλώσσης τε σιγὴν ὄμμα θʼ ἥσυχον πόσει

655παρεῖχον· ᾔδη δʼ ἁμὲ χρῆν νικᾶν πόσιν,

656κείνῳ τε νίκην ὧν ἐχρῆν παριέναι.

657καὶ τῶνδε κληδὼν ἐς στράτευμʼ Ἀχαιϊκὸν

658ἐλθοῦσʼ ἀπώλεσέν μʼ· ἐπεὶ γὰρ ᾑρέθην,

659Ἀχιλλέως με παῖς ἐβουλήθη λαβεῖν

660δάμαρτα· δουλεύσω δʼ ἐν αὐθεντῶν δόμοις.

661κεἰ μὲν παρώσασʼ Ἕκτορος φίλον κάρα

662πρὸς τὸν παρόντα πόσιν ἀναπτύξω φρένα,

663κακὴ φανοῦμαι τῷ θανόντι· τόνδε δʼ αὖ

664στυγοῦσʼ ἐμαυτῆς δεσπόταις μισήσομαι.

665καίτοι λέγουσιν ὡς μίʼ εὐφρόνη χαλᾷ

666τὸ δυσμενὲς γυναικὸς εἰς ἀνδρὸς λέχος·

667ἀπέπτυσʼ αὐτήν, ἥτις ἄνδρα τὸν πάρος

668καινοῖσι λέκτροις ἀποβαλοῦσʼ ἄλλον φιλεῖ.

669ἀλλʼ οὐδὲ πῶλος ἥτις ἂν διαζυγῇ

670τῆς συντραφείσης, ῥᾳδίως ἕλξει ζυγόν.

671καίτοι τὸ θηριῶδες ἄφθογγόν τʼ ἔφυ

672ξυνέσει τʼ ἄχρηστον τῇ φύσει τε λείπεται.

673σὲ δʼ, ὦ φίλʼ Ἕκτορ, εἶχον ἄνδρʼ ἀρκοῦντά μοι

674ξυνέσει γένει πλούτῳ τε κἀνδρείᾳ μέγαν·

675ἀκήρατον δέ μʼ ἐκ πατρὸς λαβὼν δόμων

676πρῶτος τὸ παρθένειον ἐζεύξω λέχος.

677καὶ νῦν ὄλωλας μὲν σύ, ναυσθλοῦμαι δʼ ἐγὼ

678πρὸς Ἑλλάδʼ αἰχμάλωτος ἐς δοῦλον ζυγόν.

679ἆρʼ οὐκ ἐλάσσω τῶν ἐμῶν ἔχειν κακῶν

680Πολυξένης ὄλεθρος, ἣν καταστένεις;

681ἐμοὶ γὰρ οὐδʼ ὃ πᾶσι λείπεται βροτοῖς

682ξύνεστιν ἐλπίς, οὐδὲ κλέπτομαι φρένας

683πράξειν τι κεδνόν· ἡδὺ δʼ ἐστὶ καὶ δοκεῖν.

Χορός

684ἐς ταὐτὸν ἥκεις συμφορᾶς· θρηνοῦσα δὲ

685τὸ σὸν διδάσκεις μʼ ἔνθα πημάτων κυρῶ.

Ἑκάβη

686αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος,

687γραφῇ δʼ ἰδοῦσα καὶ κλύουσʼ ἐπίσταμαι.

688ναύταις γὰρ ἢν μὲν μέτριος ᾖ χειμὼν φέρειν,

689προθυμίαν ἔχουσι σωθῆναι πόνων,

690ὁ μὲν παρʼ οἴαχʼ, ὁ δʼ ἐπὶ λαίφεσιν βεβώς,

691ὁ δʼ ἄντλον εἴργων ναός· ἢν δʼ ὑπερβάλῃ

692πολὺς ταραχθεὶς πόντος, ἐνδόντες τύχῃ

693παρεῖσαν αὑτοὺς κυμάτων δρομήμασιν.

694οὕτω δὲ κἀγὼ πόλλʼ ἔχουσα πήματα

695ἄφθογγός εἰμι καὶ παρεῖσʼ ἐῶ στόμα·

696νικᾷ γὰρ οὑκ θεῶν με δύστηνος κλύδων.

697ἀλλʼ, ὦ φίλη παῖ, τὰς μὲν Ἕκτορος τύχας

698ἔασον· οὐ μὴ δάκρυά νιν σώσῃ τὰ σά·

699τίμα δὲ τὸν παρόντα δεσπότην σέθεν,

700φίλον διδοῦσα δέλεαρ ἀνδρὶ σῶν τρόπων.

701κἂν δρᾷς τάδʼ, ἐς τὸ κοινὸν εὐφρανεῖς φίλους

702καὶ παῖδα τόνδε παιδὸς ἐκθρέψειας ἂν

703Τροίᾳ μέγιστον ὠφέλημʼ, ἵνʼ — εἴ ποτε —

704ἐκ σοῦ γενόμενοι παῖδες Ἴλιον πάλιν

705κατοικίσειαν, καὶ πόλις γένοιτʼ ἔτι.

706ἀλλʼ ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος,

707τίνʼ αὖ δέδορκα τόνδʼ Ἀχαιϊκὸν λάτριν

708στείχοντα καινῶν ἄγγελον βουλευμάτων;

Ταλθύβιος

709Φρυγῶν ἀρίστου πρίν ποθʼ Ἕκτορος δάμαρ,

710μή με στυγήσῃς· οὐχ ἑκὼν γὰρ ἀγγελῶ.

711Δαναῶν δὲ κοινὰ Πελοπιδῶν τʼ ἀγγέλματα

Ἀνδρομάχη

712τί δʼ ἔστιν; ὥς μοι φροιμίων ἄρχῃ κακῶν.

Ταλθύβιος

713ἔδοξε τόνδε παῖδα πῶς εἴπω λόγον;

Ἀνδρομάχη

714μῶν οὐ τὸν αὐτὸν δεσπότην ἡμῖν ἔχειν;

Ταλθύβιος

715οὐδεὶς Ἀχαιῶν τοῦδε δεσπόσει ποτέ.

Ἀνδρομάχη

716ἀλλʼ ἐνθάδʼ αὐτοῦ λείψανον Φρυγῶν λιπεῖν;

Ταλθύβιος

717οὐκ οἶδʼ ὅπως σοι ῥᾳδίως εἴπω κακά.

Ἀνδρομάχη

718ἐπῄνεσʼ αἰδῶ, πλὴν ἐὰν λέγῃς καλά.

Ταλθύβιος

719κτενοῦσι σὸν παῖδʼ, ὡς πύθῃ κακὸν μέγα.

Ἀνδρομάχη

720οἴμοι, γάμων τόδʼ ὡς κλύω μεῖζον κακόν.

Ταλθύβιος

721νικᾷ δʼ Ὀδυσσεὺς ἐν Πανέλλησιν λέγων

Ἀνδρομάχη

722αἰαῖ μάλʼ· οὐ γὰρ μέτρια πάσχομεν κακά.

Ταλθύβιος

723λέξας ἀρίστου παῖδα μὴ τρέφειν πατρὸς

Ἀνδρομάχη

724τοιαῦτα νικήσειε τῶν αὑτοῦ πέρι.

Ταλθύβιος

725ῥῖψαι δὲ πύργων δεῖν σφε Τρωικῶν ἄπο.

726ἀλλʼ ὣς γενέσθω, καὶ σοφωτέρα φανῇ·

727μήτʼ ἀντέχου τοῦδʼ, εὐγενῶς δʼ ἄλγει κακοῖς,

728μήτε σθένουσα μηδὲν ἰσχύειν δόκει.

729ἔχεις γὰρ ἀλκὴν οὐδαμῇ. σκοπεῖν δὲ χρή·

730πόλις τʼ ὄλωλε καὶ πόσις, κρατῇ δὲ σύ,

731ἡμεῖς δὲ πρὸς γυναῖκα μάρνασθαι μίαν

732οἷοί τε. τούτων οὕνεκʼ οὐ μάχης ἐρᾶν

733οὐδʼ αἰσχρὸν οὐδὲν οὐδʼ ἐπίφθονόν σε δρᾶν,

734οὐδʼ αὖ σʼ Ἀχαιοῖς βούλομαι ῥίπτειν ἀράς.

735εἰ γάρ τι λέξεις ὧν χολώσεται στρατός,

736οὔτʼ ἂν ταφείη παῖς ὅδʼ οὔτʼ οἴκτου τύχοι.

737σιγῶσα δʼ εὖ τε τὰς τύχας κεκτημένη

738τὸν τοῦδε νεκρὸν οὐκ ἄθαπτον ἂν λίποις

739αὐτή τʼ Ἀχαιῶν πρευμενεστέρων τύχοις.

Ἀνδρομάχη

740ὦ φίλτατʼ, ὦ περισσὰ τιμηθεὶς τέκνον,

741θανῇ πρὸς ἐχθρῶν μητέρʼ ἀθλίαν λιπών,

742ἡ τοῦ πατρὸς δέ σʼ εὐγένειʼ ἀποκτενεῖ,

743ἣ τοῖσιν ἄλλοις γίγνεται σωτηρία,

744τὸ δʼ ἐσθλὸν οὐκ ἐς καιρὸν ἦλθε σοὶ πατρός.

745ὦ λέκτρα τἀμὰ δυστυχῆ τε καὶ γάμοι,

746οἷς ἦλθον ἐς μέλαθρον Ἕκτορός ποτε,

747οὐ σφάγιον υἱὸν Δαναΐδαις τέξουσʼ ἐμόν,

748ἀλλʼ ὡς τύραννον Ἀσιάδος πολυσπόρου.

749ὦ παῖ, δακρύεις· αἰσθάνῃ κακῶν σέθεν;

750τί μου δέδραξαι χερσὶ κἀντέχῃ πέπλων,

751νεοσσὸς ὡσεὶ πτέρυγας ἐσπίτνων ἐμάς;

752οὐκ εἶσιν Ἕκτωρ κλεινὸν ἁρπάσας δόρυ

753γῆς ἐξανελθὼν σοὶ φέρων σωτηρίαν,

754οὐ συγγένεια πατρός, οὐκ ἰσχὺς Φρυγῶν·

755λυγρὸν δὲ πήδημʼ ἐς τράχηλον ὑψόθεν

756πεσὼν ἀνοίκτως, πνεῦμʼ ἀπορρήξεις σέθεν.

757ὦ νέον ὑπαγκάλισμα μητρὶ φίλτατον,

758ὦ χρωτὸς ἡδὺ πνεῦμα· διὰ κενῆς ἄρα

759ἐν σπαργάνοις σε μαστὸς ἐξέθρεψʼ ὅδε,

760μάτην δʼ ἐμόχθουν καὶ κατεξάνθην πόνοις.

761νῦν — οὔποτʼ αὖθις — μητέρʼ ἀσπάζου σέθεν,

762πρόσπιτνε τὴν τεκοῦσαν, ἀμφὶ δʼ ὠλένας

763ἕλισσʼ ἐμοῖς νώτοισι καὶ στόμʼ ἅρμοσον.

764ὦ βάρβαρʼ ἐξευρόντες Ἕλληνες κακά,

765τί τόνδε παῖδα κτείνετʼ οὐδὲν αἴτιον;

766ὦ Τυνδάρειον ἔρνος, οὔποτʼ εἶ Διός,

767πολλῶν δὲ πατέρων φημί σʼ ἐκπεφυκέναι,

768Ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ Φθόνου,

769Φόνου τε Θανάτου θʼ ὅσα τε γῆ τρέφει κακά.

770οὐ γάρ ποτʼ αὐχῶ Ζῆνά γʼ ἐκφῦσαί σʼ ἐγώ,

771πολλοῖσι κῆρα βαρβάροις Ἕλλησί τε.

772ὄλοιο· καλλίστων γὰρ ὀμμάτων ἄπο

773αἰσχρῶς τὰ κλεινὰ πεδίʼ ἀπώλεσας Φρυγῶν.

774ἀλλʼ ἄγετε φέρετε ῥίπτετʼ, εἰ ῥίπτειν δοκεῖ·

775δαίνυσθε τοῦδε σάρκας. ἔκ τε γὰρ θεῶν

776διολλύμεσθα, παιδί τʼ οὐ δυναίμεθʼ ἂν

777θάνατον ἀρῆξαι. κρύπτετʼ ἄθλιον δέμας

778καὶ ῥίπτετʼ ἐς ναῦς· ἐπὶ καλὸν γὰρ ἔρχομαι

779ὑμέναιον, ἀπολέσασα τοὐμαυτῆς τέκνον.

Χορός

780τάλαινα Τροία, μυρίους ἀπώλεσας

781μιᾶς γυναικὸς καὶ λέχους στυγνοῦ χάριν.

Anapests 8

Ταλθύβιος

782ἄγε παῖ, φίλιον πρόσπτυγμα μεθεὶς

783μητρὸς μογερᾶς, βαῖνε πατρῴων

784πύργων ἐπʼ ἄκρας στεφάνας, ὅθι σοι

785πνεῦμα μεθεῖναι ψῆφος ἐκράνθη.

786λαμβάνετʼ αὐτόν. τὰ δὲ τοιάδε χρὴ

787κηρυκεύειν, ὅστις ἄνοικτος

788καὶ ἀναιδείᾳ τῆς ἡμετέρας

789γνώμης μᾶλλον φίλος ἐστίν.

Anapests 9

Ἑκάβη

790ὦ τέκνον, ὦ παῖ παιδὸς μογεροῦ,

791συλώμεθα σὴν ψυχὴν ἀδίκως

792μήτηρ κἀγώ. τί πάθω; τί σʼ ἐγώ,

793δύσμορε, δράσω; τάδε σοι δίδομεν

794πλήγματα κρατὸς στέρνων τε κόπους·

795τῶνδε γὰρ ἄρχομεν. οἲ ʼγὼ πόλεως,

796οἴμοι δὲ σέθεν· τί γὰρ οὐκ ἔχομεν;

797τίνος ἐνδέομεν μὴ οὐ πανσυδίᾳ

798χωρεῖν ὀλέθρου διὰ παντός;

Choral 6

Strophe 1

Χορός

799μελισσοτρόφου Σαλαμῖνος ὦ βασιλεῦ Τελαμών,

800νάσου περικύμονος οἰκήσας ἕδραν

801τᾶς ἐπικεκλιμένας ὄχθοις ἱεροῖς, ἵνʼ ἐλαίας

802πρῶτον ἔδειξε κλάδον γλαυκᾶς Ἀθάνα,

803οὐράνιον στέφανον λιπαραῖσί τε κόσμον Ἀθήναις,

804ἔβας ἔβας τῷ τοξοφόρῳ συναρι-

805στεύων ἅμʼ Ἀλκμήνας γόνῳ

806Ἴλιον Ἴλιον ἐκπέρσων πόλιν

807ἁμετέραν τὸ πάροιθεν ὅτʼ ἔβας ἀφʼ Ἑλλάδος·

Antistrophe 1

Χορός

809ὅθʼ Ἑλλάδος ἄγαγε πρῶτον ἄνθος ἀτυζόμενος

810πώλων, Σιμόεντι δʼ ἐπʼ εὐρείτᾳ πλάταν

811ἔσχασε ποντοπόρον καὶ ναύδετʼ ἀνήψατο πρυμνᾶν

812καὶ χερὸς εὐστοχίαν ἐξεῖλε ναῶν,

814Λαομέδοντι φόνον· κανόνων δὲ τυκίσματα Φοίβου

815πυρὸς φοίνικι πνοᾷ καθελὼν

816Τροίας ἐπόρθησε χθόνα.

818δὶς δὲ δυοῖν πιτύλοιν τείχη περὶ

819Δαρδανίας φοινία κατέλυσεν αἰχμά.

Strophe 2

Χορός

820μάταν ἄρʼ, ὦ χρυσέαις ἐν οἰνοχόαις ἁβρὰ βαίνων,

821Λαομεδόντιε παῖ,

823Ζηνὸς ἔχεις κυλίκων πλήρωμα, καλλίσταν λατρείαν·

825ἁ δέ σε γειναμένα πυρὶ δαίεται·

826ἠιόνες δʼ ἅλιαι

829ἴακχον οἰωνὸς οἷ-

830ον τεκέων ὕπερ βοᾷ,

831ᾇ μὲν εὐνάτορας, ᾇ δὲ παῖδας,

832ᾇ δὲ ματέρας γεραιάς.

833τὰ δὲ σὰ δροσόεντα λουτρὰ

834γυμνασίων τε δρόμοι

835βεβᾶσι, σὺ δὲ πρόσωπα νεα-

836ρὰ χάρισι παρὰ Διὸς θρόνοις

837καλλιγάλανα τρέφεις· Πριάμοιο δὲ γαῖαν

838Ἑλλὰς ὤλεσʼ αἰχμά.

Antistrophe 2

Χορός

840Ἔρως Ἔρως, ὃς τὰ Δαρδάνεια μέλαθρά ποτʼ ἦλθες

842οὐρανίδαισι μέλων,

844ὡς τότε μὲν μεγάλως Τροίαν ἐπύργωσας, θεοῖσι

845κῆδος ἀναψάμενος. τὸ μὲν οὖν Διὸς

846οὐκέτʼ ὄνειδος ἐρῶ·

847τὸ τᾶς δὲ λευκοπτέρου

849φίλιον Ἁμέρας βροτοῖς

850φέγγος ὀλοὸν εἶδε γαῖαν,

851εἶδε περγάμων ὄλεθρον,

852τεκνοποιὸν ἔχουσα τᾶσδε

854γᾶς πόσιν ἐν θαλάμοις,

855ὃν ἀστέρων τέθριππος ἔλα-

856βε χρύσεος ὄχος ἀναρπάσας,

857ἐλπίδα γᾷ πατρίᾳ μεγάλαν· τὰ θεῶν δὲ

858φίλτρα φροῦδα Τροίᾳ.

Episode 7

Μενέλαος

860ὦ καλλιφεγγὲς ἡλίου σέλας τόδε,

861ἐν ᾧ δάμαρτα τὴν ἐμὴν χειρώσομαι

862Ἑλένην· ὁ γὰρ δὴ πολλὰ μοχθήσας ἐγὼ

863Μενέλαός εἰμι καὶ στράτευμʼ Ἀχαιϊκόν.

864ἦλθον δὲ Τροίαν οὐχ ὅσον δοκοῦσί με

865γυναικὸς οὕνεκʼ, ἀλλʼ ἐπʼ ἄνδρʼ ὃς ἐξ ἐμῶν

866δόμων δάμαρτα ξεναπάτης ἐλῄσατο.

867κεῖνος μὲν οὖν δέδωκε σὺν θεοῖς δίκην

868αὐτός τε καὶ γῆ δορὶ πεσοῦσʼ Ἑλληνικῷ.

869ἥκω δὲ τὴν τάλαιναν — οὐ γὰρ ἡδέως

870ὄνομα δάμαρτος ἥ ποτʼ ἦν ἐμὴ λέγω —

871ἄξων· δόμοις γὰρ τοῖσδʼ ἐν αἰχμαλωτικοῖς

872κατηρίθμηται Τρῳάδων ἄλλων μέτα.

873οἵπερ γὰρ αὐτὴν ἐξεμόχθησαν δορί,

874κτανεῖν ἐμοί νιν ἔδοσαν, εἴτε μὴ κτανὼν

875θέλοιμʼ ἄγεσθαι πάλιν ἐς Ἀργείαν χθόνα.

876ἐμοὶ δʼ ἔδοξε τὸν μὲν ἐν Τροίᾳ μόρον

877Ἑλένης ἐᾶσαι, ναυπόρῳ δʼ ἄγειν πλάτῃ

878Ἑλληνίδʼ ἐς γῆν κᾆτʼ ἐκεῖ δοῦναι κτανεῖν,

879ποινὰς ὅσοις τεθνᾶσʼ ἐν Ἰλίῳ φίλοι.

880ἀλλʼ εἶα χωρεῖτʼ ἐς δόμους, ὀπάονες,

881κομίζετʼ αὐτὴν τῆς μιαιφονωτάτης

882κόμης ἐπισπάσαντες· οὔριοι δʼ ὅταν

883πνοαὶ μόλωσι, πέμψομέν νιν Ἑλλάδα.

Ἑκάβη

884ὦ γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν,

885ὅστις ποτʼ εἶ σύ, δυστόπαστος εἰδέναι,

886Ζεύς, εἴτʼ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν,

887προσηυξάμην σε· πάντα γὰρ διʼ ἀψόφου

888βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτʼ ἄγεις.

Μενέλαος

889τί δʼ ἔστιν; εὐχὰς ὡς ἐκαίνισας θεῶν.

Ἑκάβη

890αἰνῶ σε, Μενέλαʼ, εἰ κτενεῖς δάμαρτα σήν.

891ὁρᾶν δὲ τήνδε φεῦγε, μή σʼ ἕλῃ πόθῳ.

892αἱρεῖ γὰρ ἀνδρῶν ὄμματʼ, ἐξαιρεῖ πόλεις,

893πίμπρησιν οἴκους· ὧδʼ ἔχει κηλήματα.

894ἐγώ νιν οἶδα, καὶ σύ, χοἱ πεπονθότες.

Ἑλένη

895Μενέλαε, φροίμιον μὲν ἄξιον φόβου

896τόδʼ ἐστίν· ἐν γὰρ χερσὶ προσπόλων σέθεν

897βίᾳ πρὸ τῶνδε δωμάτων ἐκπέμπομαι.

898ἀτὰρ σχεδὸν μὲν οἶδά σοι μισουμένη,

899ὅμως δʼ ἐρέσθαι βούλομαι· γνῶμαι τίνες

900Ἕλλησι καὶ σοὶ τῆς ἐμῆς ψυχῆς πέρι;

Μενέλαος

901οὐκ εἰς ἀκριβὲς ἦλθες, ἀλλʼ ἅπας στρατὸς

902κτανεῖν ἐμοί σʼ ἔδωκεν, ὅνπερ ἠδίκεις.

Ἑλένη

903ἔξεστιν οὖν πρὸς ταῦτʼ ἀμείψασθαι λόγῳ,

904ὡς οὐ δικαίως, ἢν θάνω, θανούμεθα;

Μενέλαος

905οὐκ ἐς λόγους ἐλήλυθʼ, ἀλλά σε κτενῶν.

Ἑκάβη

906ἄκουσον αὐτῆς, μὴ θάνῃ τοῦδʼ ἐνδεής,

907Μενέλαε, καὶ δὸς τοὺς ἐναντίους λόγους

908ἡμῖν κατʼ αὐτῆς· τῶν γὰρ ἐν Τροίᾳ κακῶν

909οὐδὲν κάτοισθα. συντεθεὶς δʼ ὁ πᾶς λόγος

910κτενεῖ νιν οὕτως ὥστε μηδαμοῦ φυγεῖν.

Μενέλαος

911σχολῆς τὸ δῶρον· εἰ δὲ βούλεται λέγειν,

912ἔξεστι. τῶν σῶν δʼ οὕνεχʼ — ὡς μάθῃ — λόγων

913δώσω τόδʼ αὐτῇ· τῆσδε δʼ οὐ δώσω χάριν.

Ἑλένη

914ἴσως με, κἂν εὖ κἂν κακῶς δόξω λέγειν,

915οὐκ ἀνταμείψῃ πολεμίαν ἡγούμενος.

916ἐγὼ δʼ, ἅ σʼ οἶμαι διὰ λόγων ἰόντʼ ἐμοῦ

917κατηγορήσειν, ἀντιθεῖσʼ ἀμείψομαι

918τοῖς σοῖσι τἀμὰ καὶ τὰ σʼ αἰτιάματα.

919πρῶτον μὲν ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν,

920Πάριν τεκοῦσα· δεύτερον δʼ ἀπώλεσε

921Τροίαν τε κἄμʼ ὁ πρέσβυς οὐ κτανὼν βρέφος,

922δαλοῦ πικρὸν μίμημʼ, Ἀλέξανδρόν ποτε.

923ἐνθένδε τἀπίλοιπʼ ἄκουσον ὡς ἔχει.

924ἔκρινε τρισσὸν ζεῦγος ὅδε τριῶν θεῶν·

925καὶ Παλλάδος μὲν ἦν Ἀλεξάνδρῳ δόσις

926Φρυξὶ στρατηγοῦνθʼ Ἑλλάδʼ ἐξανιστάναι,

927Ἥρα δʼ ὑπέσχετʼ Ἀσιάδʼ Εὐρώπης θʼ ὅρους

928τυραννίδʼ ἕξειν, εἴ σφε κρίνειεν Πάρις·

929Κύπρις δὲ τοὐμὸν εἶδος ἐκπαγλουμένη

930δώσειν ὑπέσχετʼ, εἰ θεὰς ὑπερδράμοι

931κάλλει. τὸν ἔνθεν δʼ ὡς ἔχει σκέψαι λόγον·

932νικᾷ Κύπρις θεάς, καὶ τοσόνδʼ οὑμοὶ γάμοι

933ὤνησαν Ἑλλάδʼ· οὐ κρατεῖσθʼ ἐκ βαρβάρων,

934οὔτʼ ἐς δόρυ σταθέντες, οὐ τυραννίδι.

935ἃ δʼ εὐτύχησεν Ἑλλάς, ὠλόμην ἐγὼ

936εὐμορφίᾳ πραθεῖσα, κὠνειδίζομαι

937ἐξ ὧν ἐχρῆν με στέφανον ἐπὶ κάρᾳ λαβεῖν.

938οὔπω με φήσεις αὐτὰ τἀν ποσὶν λέγειν,

939ὅπως ἀφώρμησʼ ἐκ δόμων τῶν σῶν λάθρα.

940ἦλθʼ οὐχὶ μικρὰν θεὸν ἔχων αὑτοῦ μέτα

941ὁ τῆσδʼ ἀλάστωρ, εἴτʼ Ἀλέξανδρον θέλεις

942ὀνόματι προσφωνεῖν νιν εἴτε καὶ Πάριν·

943ὅν, ὦ κάκιστε, σοῖσιν ἐν δόμοις λιπὼν

944Σπάρτης ἀπῆρας νηὶ Κρησίαν χθόνα.

945εἶἑν.

945aοὐ σέ, ἀλλʼ ἐμαυτὴν τοὐπὶ τῷδʼ ἐρήσομαι·

946τί δὴ φρονοῦσά γʼ ἐκ δόμων ἅμʼ ἑσπόμην

947ξένῳ, προδοῦσα πατρίδα καὶ δόμους ἐμούς;

948τὴν θεὸν κόλαζε καὶ Διὸς κρείσσων γενοῦ,

949ὃς τῶν μὲν ἄλλων δαιμόνων ἔχει κράτος,

950κείνης δὲ δοῦλός ἐστι· συγγνώμη δʼ ἐμοί.

951ἔνθεν δʼ ἔχοις ἂν εἰς ἔμʼ εὐπρεπῆ λόγον·

952ἐπεὶ θανὼν γῆς ἦλθʼ Ἀλέξανδρος μυχούς,

953χρῆν μʼ, ἡνίκʼ οὐκ ἦν θεοπόνητά μου λέχη,

954λιποῦσαν οἴκους ναῦς ἐπʼ Ἀργείων μολεῖν.

955ἔσπευδον αὐτὸ τοῦτο· μάρτυρες δέ μοι

956πύργων πυλωροὶ κἀπὸ τειχέων σκοποί,

957οἳ πολλάκις μʼ ἐφηῦρον ἐξ ἐπάλξεων

958πλεκταῖσιν ἐς γῆν σῶμα κλέπτουσαν τόδε.

959βίᾳ δʼ ὁ καινός μʼ οὗτος ἁρπάσας πόσις

960Δηίφοβος ἄλοχον εἶχεν ἀκόντων Φρυγῶν.

961πῶς οὖν ἔτʼ ἂν θνῄσκοιμʼ ἂν ἐνδίκως, πόσι,

962πρὸς σοῦ δικαίως, ἣν ὁ μὲν βίᾳ γαμεῖ,

963τὰ δʼ οἴκοθεν κεῖνʼ ἀντὶ νικητηρίων

964πικρῶς ἐδούλευσʼ; εἰ δὲ τῶν θεῶν κρατεῖν

965βούλῃ, τὸ χρῄζειν ἀμαθές ἐστί σου τόδε.

Χορός

966βασίλειʼ, ἄμυνον σοῖς τέκνοισι καὶ πάτρᾳ

967πειθὼ διαφθείρουσα τῆσδʼ, ἐπεὶ λέγει

968καλῶς κακοῦργος οὖσα· δεινὸν οὖν τόδε.

Ἑκάβη

969ταῖς θεαῖσι πρῶτα σύμμαχος γενήσομαι

970καὶ τήνδε δείξω μὴ λέγουσαν ἔνδικα.

971ἐγὼ γὰρ Ἥραν παρθένον τε Παλλάδα

972οὐκ ἐς τοσοῦτον ἀμαθίας ἐλθεῖν δοκῶ,

973ὥσθʼ ἣ μὲν Ἄργος βαρβάροις ἀπημπόλα,

974Παλλὰς δʼ Ἀθήνας Φρυξὶ δουλεύειν ποτέ,

975εἰ παιδιαῖσι καὶ χλιδῇ μορφῆς πέρι

976ἦλθον πρὸς Ἴδην. τοῦ γὰρ οὕνεκʼ ἂν θεὰ

977Ἥρα τοσοῦτον ἔσχʼ ἔρωτα καλλονῆς;

978πότερον ἀμείνονʼ ὡς λάβῃ Διὸς πόσιν;

979ἢ γάμον Ἀθηνᾶ θεῶν τίνος θηρωμένη —

980ἣ παρθενείαν πατρὸς ἐξῃτήσατο,

981φεύγουσα λέκτρα; μὴ ἀμαθεῖς ποίει θεὰς

982τὸ σὸν κακὸν κοσμοῦσα, μὴ οὐ πείσῃς σοφούς.

983Κύπριν δʼ ἔλεξας — ταῦτα γὰρ γέλως πολύς —

984ἐλθεῖν ἐμῷ ξὺν παιδὶ Μενέλεω δόμους.

985οὐκ ἂν μένουσʼ ἂν ἥσυχός σʼ ἐν οὐρανῷ

986αὐταῖς Ἀμύκλαις ἤγαγεν πρὸς Ἴλιον;

987ἦν οὑμὸς υἱὸς κάλλος ἐκπρεπέστατος,

988ὁ σὸς δʼ ἰδών νιν νοῦς ἐποιήθη Κύπρις·

989τὰ μῶρα γὰρ πάντʼ ἐστὶν Ἀφροδίτη βροτοῖς,

990καὶ τοὔνομʼ ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς.

991ὃν εἰσιδοῦσα βαρβάροις ἐσθήμασι

992χρυσῷ τε λαμπρὸν ἐξεμαργώθης φρένας.

993ἐν μὲν γὰρ Ἄργει μίκρʼ ἔχουσʼ ἀνεστρέφου,

994Σπάρτης δʼ ἀπαλλαχθεῖσα τὴν Φρυγῶν πόλιν

995χρυσῷ ῥέουσαν ἤλπισας κατακλύσειν

996δαπάναισιν· οὐδʼ ἦν ἱκανά σοι τὰ Μενέλεω

997μέλαθρα ταῖς σαῖς ἐγκαθυβρίζειν τρυφαῖς.

998εἶἑν· βίᾳ γὰρ παῖδα φῄς σʼ ἄγειν ἐμόν·

999τίς Σπαρτιατῶν ᾔσθετʼ; ἢ ποίαν βοὴν

1000ἀνωλόλ…

The complete text is available when the reading interface loads.