The Greek Library Author

Euripides

Ἠλέκτρα

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1913
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg012.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 1

Αὐτουργός

1ὦ γῆς παλαιὸν ἄργος, Ἰνάχου ῥοαί,

2ὅθεν ποτʼ ἄρας ναυσὶ χιλίαις Ἄρη

3ἐς γῆν ἔπλευσε Τρῳάδʼ Ἀγαμέμνων ἄναξ.

4κτείνας δὲ τὸν κρατοῦντʼ ἐν Ἰλιάδι χθονὶ

5Πρίαμον, ἑλών τε Δαρδάνου κλεινὴν πόλιν,

6ἀφίκετʼ ἐς τόδʼ Ἄργος, ὑψηλῶν δʼ ἐπὶ

7ναῶν ἔθηκε σκῦλα πλεῖστα βαρβάρων.

8κἀκεῖ μὲν εὐτύχησεν· ἐν δὲ δώμασι

9θνῄσκει γυναικὸς πρὸς Κλυταιμήστρας δόλῳ

10καὶ τοῦ Θυέστου παιδὸς Αἰγίσθου χερί.

11χὣ μὲν παλαιὰ σκῆπτρα Ταντάλου λιπὼν

12ὄλωλεν, Αἴγισθος δὲ βασιλεύει χθονός,

13ἄλοχον ἐκείνου Τυνδαρίδα κόρην ἔχων.

14οὓς δʼ ἐν δόμοισιν ἔλιφʼ ὅτʼ ἐς Τροίαν ἔπλει,

15ἄρσενά τʼ Ὀρέστην θῆλύ τʼ Ἠλέκτρας θάλος,

16τὸν μὲν πατρὸς γεραιὸς ἐκκλέπτει τροφεὺς

17μέλλοντʼ Ὀρέστην χερὸς ὑπʼ Αἰγίσθου θανεῖν

18Στροφίῳ τʼ ἔδωκε Φωκέων ἐς γῆν τρέφειν·

19ἣ δʼ ἐν δόμοις ἔμεινεν Ἠλέκτρα πατρός,

20ταύτην ἐπειδὴ θαλερὸς εἶχʼ ἥβης χρόνος,

21μνηστῆρες ᾔτουν Ἑλλάδος πρῶτοι χθονός.

22δείσας δὲ μή τῳ παῖδʼ ἀριστέων τέκοι

23Ἀγαμέμνονος ποινάτορʼ, εἶχεν ἐν δόμοις

24Αἴγισθος οὐδʼ ἥρμοζε νυμφίῳ τινί.

25ἐπεὶ δὲ καὶ τοῦτʼ ἦν φόβου πολλοῦ πλέων,

26μή τῳ λαθραίως τέκνα γενναίῳ τέκοι,

27κτανεῖν σφε βουλεύσαντος, ὠμόφρων ὅμως

28μήτηρ νιν ἐξέσῳσεν Αἰγίσθου χερός.

29ἐς μὲν γὰρ ἄνδρα σκῆψιν εἶχʼ ὀλωλότα,

30παίδων δʼ ἔδεισε μὴ φθονηθείη φόνῳ.

31ἐκ τῶνδε δὴ τοιόνδʼ ἐμηχανήσατο

32Αἴγισθος· ὃς μὲν γῆς ἀπηλλάχθη φυγὰς

33Ἀγαμέμνονος παῖς, χρυσὸν εἶφʼ ὃς ἂν κτάνῃ,

34ἡμῖν δὲ δὴ δίδωσιν Ἠλέκτραν ἔχειν

35δάμαρτα, πατέρων μὲν Μυκηναίων ἄπο

36γεγῶσιν — οὐ δὴ τοῦτό γʼ ἐξελέγχομαι·

37λαμπροὶ γὰρ ἐς γένος γε, χρημάτων δὲ δὴ

38πένητες, ἔνθεν ηὑγένειʼ ἀπόλλυται —

39ὡς ἀσθενεῖ δοὺς ἀσθενῆ λάβοι φόβον.

40εἰ γάρ νιν ἔσχεν ἀξίωμʼ ἔχων ἀνήρ,

41εὕδοντʼ ἂν ἐξήγειρε τὸν Ἀγαμέμνονος

42φόνον δίκη τʼ ἂν ἦλθεν Αἰγίσθῳ τότε.

43ἣν οὔποθʼ ἁνὴρ ὅδε — σύνοιδέ μοι Κύπρις —

44ᾔσχυνεν εὐνῇ· παρθένος δʼ ἔτʼ ἐστὶ δή.

45αἰσχύνομαι γὰρ ὀλβίων ἀνδρῶν τέκνα

46λαβὼν ὑβρίζειν, οὐ κατάξιος γεγώς.

47στένω δὲ τὸν λόγοισι κηδεύοντʼ ἐμοὶ

48ἄθλιον Ὀρέστην, εἴ ποτʼ εἰς Ἄργος μολὼν

49γάμους ἀδελφῆς δυστυχεῖς ἐσόψεται.

50ὅστις δέ μʼ εἶναί φησι μῶρον, εἰ λαβὼν

51νέαν ἐς οἴκους παρθένον μὴ θιγγάνω,

52γνώμης πονηροῖς κανόσιν ἀναμετρούμενος

53τὸ σῶφρον ἴστω καὐτὸς αὖ τοιοῦτος ὤν.

Ἠλέκτρα

54ὦ νὺξ μέλαινα, χρυσέων ἄστρων τροφέ,

55ἐν ᾗ τόδʼ ἄγγος τῷδʼ ἐφεδρεῦον κάρᾳ

56φέρουσα πηγὰς ποταμίας μετέρχομαι —

57οὐ δή τι χρείας ἐς τοσόνδʼ ἀφιγμένη,

58ἀλλʼ ὡς ὕβριν δείξωμεν Αἰγίσθου θεοῖς —

59γόους τʼ ἀφίημʼ αἰθέρʼ ἐς μέγαν πατρί.

60ἡ γὰρ πανώλης Τυνδαρίς, μήτηρ ἐμή,

61ἐξέβαλέ μʼ οἴκων, χάριτα τιθεμένη πόσει·

62τεκοῦσα δʼ ἄλλους παῖδας Αἰγίσθῳ πάρα

63πάρεργʼ Ὀρέστην κἀμὲ ποιεῖται δόμων —

Αὐτουργός

64τί γὰρ τάδʼ, ὦ δύστηνʼ, ἐμὴν μοχθεῖς χάριν

65πόνους ἔχουσα, πρόσθεν εὖ τεθραμμένη,

66καὶ ταῦτʼ ἐμοῦ λέγοντος οὐκ ἀφίστασαι;

Ἠλέκτρα

67ἐγώ σʼ ἴσον θεοῖσιν ἡγοῦμαι φίλον·

68ἐν τοῖς ἐμοῖς γὰρ οὐκ ἐνύβρισας κακοῖς.

69μεγάλη δὲ θνητοῖς μοῖρα συμφορᾶς κακῆς

70ἰατρὸν εὑρεῖν, ὡς ἐγὼ σὲ λαμβάνω.

71δεῖ δή με κἀκέλευστον εἰς ὅσον σθένω

72μόχθου ʼπικουφίζουσαν, ὡς ῥᾷον φέρῃς,

73συνεκκομίζειν σοι πόνους. ἅλις δʼ ἔχεις

74τἄξωθεν ἔργα· τἀν δόμοις δʼ ἡμᾶς χρεὼν

75ἐξευτρεπίζειν. εἰσιόντι δʼ ἐργάτῃ

76θύραθεν ἡδὺ τἄνδον εὑρίσκειν καλῶς.

Αὐτουργός

77εἴ τοι δοκεῖ σοι, στεῖχε· καὶ γὰρ οὐ πρόσω

78πηγαὶ μελάθρων τῶνδʼ. ἐγὼ δʼ ἅμʼ ἡμέρᾳ

79βοῦς εἰς ἀρούρας ἐσβαλὼν σπερῶ γύας.

80ἀργὸς γὰρ οὐδεὶς θεοὺς ἔχων ἀνὰ στόμα

81βίον δύναιτʼ ἂν ξυλλέγειν ἄνευ πόνου.

Ὀρέστης

82Πυλάδη, σὲ γὰρ δὴ πρῶτον ἀνθρώπων ἐγὼ

83πιστὸν νομίζω καὶ φίλον ξένον τʼ ἐμοί·

84μόνος δʼ Ὀρέστην τόνδʼ ἐθαύμαζες φίλων,

85πράσσονθʼ ἃ πράσσω δείνʼ ὑπʼ Αἰγίσθου παθών,

86ὅς μου κατέκτα πατέρα — χἡ πανώλεθρος

87μήτηρ. ἀφῖγμαι δʼ ἐκ θεοῦ μυστηρίων

88Ἀργεῖον οὖδας οὐδενὸς ξυνειδότος,

89φόνον φονεῦσι πατρὸς ἀλλάξων ἐμοῦ.

90νυκτὸς δὲ τῆσδε πρὸς τάφον μολὼν πατρὸς

91δάκρυά τʼ ἔδωκα καὶ κόμης ἀπηρξάμην

92πυρᾷ τʼ ἐπέσφαξʼ αἷμα μηλείου φόνου,

93λαθὼν τυράννους οἳ κρατοῦσι τῆσδε γῆς.

94καὶ τειχέων μὲν ἐντὸς οὐ βαίνω πόδα,

95δυοῖν δʼ ἅμιλλαν ξυντιθεὶς ἀφικόμην

96πρὸς τέρμονας γῆς τῆσδʼ, ἵνʼ ἐκβάλω ποδὶ

97ἄλλην ἐπʼ αἶαν, εἴ μέ τις γνοίη σκοπῶν,

98ζητῶν τʼ ἀδελφήν· φασὶ γάρ νιν ἐν γάμοις

99ζευχθεῖσαν οἰκεῖν οὐδὲ παρθένον μένειν·

100ὡς συγγένωμαι καὶ φόνου ξυνεργάτιν

101λαβὼν τά γʼ εἴσω τειχέων σαφῶς μάθω.

102νῦν οὖν — ἕως γὰρ λευκὸν ὄμμʼ ἀναίρεται —

103ἔξω τρίβου τοῦδʼ ἴχνος ἀλλαξώμεθα.

104ἢ γάρ τις ἀροτὴρ ἤ τις οἰκέτις γυνὴ

105φανήσεται νῷν, ἥντινʼ ἱστορήσομεν

106εἰ τούσδε ναίει σύγγονος τόπους ἐμή.

107ἀλλʼ — εἰσορῶ γὰρ τήνδε προσπόλον τινά,

108πηγαῖον ἄχθος ἐν κεκαρμένῳ κάρᾳ

109φέρουσαν — ἑζώμεσθα κἀκπυθώμεθα

110δούλης γυναικός, ἤν τι δεξώμεσθʼ ἔπος

111ἐφʼ οἷσι, Πυλάδη, τήνδʼ ἀφίγμεθα χθόνα.

Choral 2

Strophe 1

Ἠλέκτρα

112σύντεινʼ — ὥρα — ποδὸς ὁρμάν· ὤ,

113ἔμβα, ἔμβα κατακλαίουσα·

114ἰώ μοί μοι.

115ἐγενόμαν Ἀγαμέμνονος

116καί μʼ ἔτεκεν Κλυταιμήστρα

117στυγνὰ Τυνδάρεω κόρα,

118κικλήσκουσι δέ μʼ ἀθλίαν

119Ἠλέκτραν πολιῆται.

120φεῦ φεῦ σχετλίων πόνων

121καὶ στυγερᾶς ζόας.

122ὦ πάτερ, σὺ δʼ ἐν Ἀΐδα

123κεῖσαι, σᾶς ἀλόχου σφαγαῖς

124Αἰγίσθου τʼ, Ἀγάμεμνον.

Mesode 2

Ἠλέκτρα

125ἴθι τὸν αὐτὸν ἔγειρε γόον,

126ἄναγε πολύδακρυν ἁδονάν.

Antistrophe 1

Ἠλέκτρα

127σύντεινʼ — ὥρα — ποδὸς ὁρμάν· ὤ,

128ἔμβα, ἔμβα, κατακλαίουσα·

129ἰώ μοί μοι.

130τίνα πόλιν, τίνα δʼ οἶκον, ὦ

131τλᾶμον σύγγονʼ, ἀλατεύεις

132οἰκτρὰν ἐν θαλάμοις λιπὼν

133πατρῴοις ἐπὶ συμφοραῖς

134ἀλγίσταισιν ἀδελφάν;

135ἔλθοις τῶνδε πόνων ἐμοὶ

136τᾷ μελέᾳ λυτήρ,

137ὦ Ζεῦ Ζεῦ, πατρί θʼ αἱμάτων

138ἐχθίστων ἐπίκουρος, Ἄρ-

139γει κέλσας πόδʼ ἀλάταν.

Strophe 2

Ἠλέκτρα

140θὲς τόδε τεῦχος ἐμῆς ἀπὸ κρατὸς ἑ-

141λοῦσʼ, ἵνα πατρὶ γόους νυχίους

142ἐπορθροβοάσω,

143ἰαχάν, Ἀΐδα μέλος,

144Ἀΐδα, πάτερ, σοι

144aκατὰ γᾶς ἐνέπω γόους

145οἷς ἀεὶ τὸ κατʼ ἦμαρ

146διέπομαι, κατὰ μὲν φίλαν

147ὄνυχι τεμνομένα δέραν

148χέρα τε κρᾶτʼ ἐπὶ κούριμον

149τιθεμένα θανάτῳ σῷ.

Mesode 5

Ἠλέκτρα

150αἶ αἶ, δρύπτε κάρα·

151οἷα δέ τις κύκνος ἀχέτας

152ποταμίοις παρὰ χεύμασιν

153πατέρα φίλτατον καλεῖ,

154ὀλόμενον δολίοις βρόχων

155ἕρκεσιν, ὣς σὲ τὸν ἄθλιον,

156πάτερ, ἐγὼ κατακλαίομαι,

Antistrophe 2

Ἠλέκτρα

157λουτρὰ πανύσταθʼ ὑδρανάμενον χροῒ

158κοίτᾳ ἐν οἰκτροτάτᾳ θανάτου.

159ἰώ μοι, ἰώ μοι

160πικρᾶς μὲν πελέκεως τομᾶς

161σᾶς, πάτερ, πικρᾶς δʼ ἐκ

162Τροΐας ὁδίου βουλᾶς·

163οὐ μίτραισι γυνή σε

164δέξατʼ οὐδʼ ἐπὶ στεφάνοις,

164aξίφεσι δʼ ἀμφιτόμοις λυγρὰν

165Αἰγίσθου λώβαν θεμένα

166δόλιον ἔσχεν ἀκοίταν.

Strophe 3

Χορός

167Ἀγαμέμνονος ὦ κόρα,

168ἤλυθον, Ἠλέκτρα, ποτὶ

169σὰν ἀγρότειραν αὐλάν.

170ἔμολέ τις ἔμολεν γαλακτοπότας ἀνὴρ

170aΜυκηναῖος ὀρειβάτας·

171ἀγγέλλει δʼ ὅτι νῦν τριταί-

172αν καρύσσουσιν θυσίαν

173Ἀργεῖοι, πᾶσαι δὲ παρʼ Ἥ-

174ραν μέλλουσιν παρθενικαὶ στείχειν.

Ἠλέκτρα

175οὐκ ἐπʼ ἀγλαΐαις, φίλαι,

176θυμὸν οὐδʼ ἐπὶ χρυσέοις

177ὅρμοις ἐκπεπόταμαι

178τάλαινʼ, οὐδʼ ἱστᾶσα χοροὺς

179Ἀργείαις ἅμα νύμφαις

180εἱλικτὸν κρούσω πόδʼ ἐμόν.

181δάκρυσι νυχεύ-

182ω, δακρύων δέ μοι μέλει

183δειλαίᾳ τὸ κατʼ ἦμαρ.

184σκέψαι μου πιναρὰν κόμαν

185καὶ τρύχη τάδʼ ἐμῶν πέπλων,

186εἰ πρέποντʼ Ἀγαμέμνονος

187κούρᾳ ʼσται βασιλείᾳ

188τᾷ Τροίᾳ θʼ, ἃ ʼμοῦ πατέρος

189μέμναταί ποθʼ ἁλοῦσα.

Antistrophe 3

Χορός

190μεγάλα θεός· ἀλλʼ ἴθι,

191καὶ παρʼ ἐμοῦ χρῆσαι πολύ-

192πηνα φάρεα δῦναι,

193χρύσεά τε — χαρίσαι — προσθήματʼ ἀγλαΐας.

194δοκεῖς τοῖσι σοῖς δακρύοις

194aμὴ τιμῶσα θεούς, κρατή-

195σειν ἐχθρῶν; οὔτοι στοναχαῖς,

196ἀλλʼ εὐχαῖσι θεοὺς σεβί-

197ζουσʼ ἕξεις εὐαμερίαν, ὦ παῖ.

Ἠλέκτρα

198οὐδεὶς θεῶν ἐνοπᾶς κλύει

199τᾶς δυσδαίμονος, οὐ παλαι-

200ῶν πατρὸς σφαγιασμῶν.

201οἴμοι τοῦ καταφθιμένου

202τοῦ τε ζῶντος ἀλάτα,

203ὅς που γᾶν ἄλλαν κατέχει,

204μέλεος ἀλαί-

205νων ποτὶ θῆσσαν ἑστίαν,

206τοῦ κλεινοῦ πατρὸς ἐκφύς.

207αὐτὰ δʼ ἐν χερνῆσι δόμοις

208ναίω ψυχὰν τακομένα

209δωμάτων πατρίων φυγάς,

210οὐρείας ἀνʼ ἐρίπνας.

211μάτηρ δʼ ἐν λέκτροις φονίοις

212ἄλλῳ σύγγαμος οἰκεῖ.

Episode 3

Χορός

213πολλῶν κακῶν Ἕλλησιν αἰτίαν ἔχει

214σῆς μητρὸς Ἑλένη σύγγονος δόμοις τε σοῖς.

Ἠλέκτρα

215οἴμοι, γυναῖκες, ἐξέβην θρηνημάτων.

216ξένοι τινὲς παρʼ οἶκον οἵδʼ ἐφεστίους

217εὐνὰς ἔχοντες ἐξανίστανται λόχου·

218φυγῇ σὺ μὲν κατʼ οἶμον, ἐς δόμους δʼ ἐγὼ

219φῶτας κακούργους ἐξαλύξωμεν ποδί.

Ὀρέστης

220μένʼ, ὦ τάλαινα· μὴ τρέσῃς ἐμὴν χέρα.

Ἠλέκτρα

221ὦ Φοῖβʼ Ἄπολλον· προσπίτνω σε μὴ θανεῖν.

Ὀρέστης

222ἄλλους κτάνοιμι μᾶλλον ἐχθίους σέθεν.

Ἠλέκτρα

223ἄπελθε, μὴ ψαῦʼ ὧν σε μὴ ψαύειν χρεών.

Ὀρέστης

224οὐκ ἔσθʼ ὅτου θίγοιμʼ ἂν ἐνδικώτερον.

Ἠλέκτρα

225καὶ πῶς ξιφήρης πρὸς δόμοις λοχᾷς ἐμοῖς;

Ὀρέστης

226μείνασʼ ἄκουσον, καὶ τάχʼ οὐκ ἄλλως ἐρεῖς.

Ἠλέκτρα

227ἕστηκα· πάντως δʼ εἰμὶ σή· κρείσσων γὰρ εἶ.

Ὀρέστης

228ἥκω φέρων σοι σοῦ κασιγνήτου λόγους.

Ἠλέκτρα

229ὦ φίλτατʼ, ἆρα ζῶντος ἢ τεθνηκότος;

Ὀρέστης

230ζῇ· πρῶτα γάρ σοι τἀγάθʼ ἀγγέλλειν θέλω.

Ἠλέκτρα

231εὐδαιμονοίης, μισθὸν ἡδίστων λόγων.

Ὀρέστης

232κοινῇ δίδωμι τοῦτο νῷν ἀμφοῖν ἔχειν.

Ἠλέκτρα

233ποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχων;

Ὀρέστης

234οὐχ ἕνα νομίζων φθείρεται πόλεως νόμον.

Ἠλέκτρα

235οὔ που σπανίζων τοῦ καθʼ ἡμέραν βίου;

Ὀρέστης

236ἔχει μέν, ἀσθενὴς δὲ δὴ φεύγων ἀνήρ.

Ἠλέκτρα

237λόγον δὲ δὴ τίνʼ ἦλθες ἐκ κείνου φέρων;

Ὀρέστης

238εἰ ζῇς, ὅπως τε ζῶσα συμφορᾶς ἔχεις.

Ἠλέκτρα

239οὐκοῦν ὁρᾷς μου πρῶτον ὡς ξηρὸν δέμας.

Ὀρέστης

240λύπαις γε συντετηκός, ὥστε με στένειν.

Ἠλέκτρα

241καὶ κρᾶτα πλόκαμόν τʼ ἐσκυθισμένον ξυρῷ.

Ὀρέστης

242δάκνει σʼ ἀδελφὸς ὅ τε θανὼν ἴσως πατήρ.

Ἠλέκτρα

243οἴμοι, τί γάρ μοι τῶνδέ γʼ ἐστὶ φίλτερον;

Ὀρέστης

244φεῦ φεῦ· τί δαὶ σὺ σῷ κασιγνήτῳ, δοκεῖς;

Ἠλέκτρα

245ἀπὼν ἐκεῖνος, οὐ παρὼν ἡμῖν φίλος.

Ὀρέστης

246ἐκ τοῦ δὲ ναίεις ἐνθάδʼ ἄστεως ἑκάς;

Ἠλέκτρα

247ἐγημάμεσθʼ, ὦ ξεῖνε, θανάσιμον γάμον.

Ὀρέστης

248ᾤμωξʼ ἀδελφὸν σόν. Μυκηναίων τίνι;

Ἠλέκτρα

249οὐχ ᾧ πατήρ μʼ ἤλπιζεν ἐκδώσειν ποτέ.

Ὀρέστης

250εἴφʼ, ὡς ἀκούσας σῷ κασιγνήτῳ λέγω.

Ἠλέκτρα

251ἐν τοῖσδʼ ἐκείνου τηλορὸς ναίω δόμοις.

Ὀρέστης

252σκαφεύς τις ἢ βουφορβὸς ἄξιος δόμων.

Ἠλέκτρα

253πένης ἀνὴρ γενναῖος ἔς τʼ ἔμʼ εὐσεβής.

Ὀρέστης

254ἡ δʼ εὐσέβεια τίς πρόσεστι σῷ πόσει;

Ἠλέκτρα

255οὐπώποτʼ εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν.

Ὀρέστης

256ἅγνευμʼ ἔχων τι θεῖον ἤ σʼ ἀπαξιῶν;

Ἠλέκτρα

257γονέας ὑβρίζειν τοὺς ἐμοὺς οὐκ ἠξίου.

Ὀρέστης

258καὶ πῶς γάμον τοιοῦτον οὐχ ἥσθη λαβών;

Ἠλέκτρα

259οὐ κύριον τὸν δόντα μʼ ἡγεῖται, ξένε.

Ὀρέστης

260ξυνῆκʼ· Ὀρέστῃ μή ποτʼ ἐκτείσῃ δίκην.

Ἠλέκτρα

261τοῦτʼ αὐτὸ ταρβῶν, πρὸς δὲ καὶ σώφρων ἔφυ.

Ὀρέστης

262φεῦ·

262aγενναῖον ἄνδρʼ ἔλεξας, εὖ τε δραστέον.

Ἠλέκτρα

263εἰ δή ποθʼ ἥξει γʼ ἐς δόμους ὁ νῦν ἀπών.

Ὀρέστης

264μήτηρ δέ σʼ ἡ τεκοῦσα ταῦτʼ ἠνέσχετο;

Ἠλέκτρα

265γυναῖκες ἀνδρῶν, ὦ ξένʼ, οὐ παίδων φίλαι.

Ὀρέστης

266τίνος δέ σʼ οὕνεχʼ ὕβρισʼ Αἴγισθος τάδε;

Ἠλέκτρα

267τεκεῖν μʼ ἐβούλετʼ ἀσθενῆ, τοιῷδε δούς.

Ὀρέστης

268ὡς δῆθε παῖδας μὴ τέκοις ποινάτορας;

Ἠλέκτρα

269τοιαῦτʼ ἐβούλευσʼ· ὧν ἐμοὶ δοίη δίκην.

Ὀρέστης

270οἶδεν δέ σʼ οὖσαν παρθένον μητρὸς πόσις;

Ἠλέκτρα

271οὐκ οἶδε· σιγῇ τοῦθʼ ὑφαιρούμεσθά νιν.

Ὀρέστης

272αἵδʼ οὖν φίλαι σοι τούσδʼ ἀκούουσιν λόγους;

Ἠλέκτρα

273ὥστε στέγειν γε τἀμὰ καὶ σʼ ἔπη καλῶς.

Ὀρέστης

274τί δῆτʼ Ὀρέστης πρὸς τόδʼ, Ἄργος ἢν μόλῃ;

Ἠλέκτρα

275ἤρου τόδʼ; αἰσχρόν γʼ εἶπας· οὐ γὰρ νῦν ἀκμή;

Ὀρέστης

276ἐλθὼν δὲ δὴ πῶς φονέας ἂν κτάνοι πατρός;

Ἠλέκτρα

277τολμῶν ὑπʼ ἐχθρῶν οἷʼ ἐτολμήθη πατήρ.

Ὀρέστης

278ἦ καὶ μετʼ αὐτοῦ μητέρʼ ἂν τλαίης κτανεῖν;

Ἠλέκτρα

279ταὐτῷ γε πελέκει τῷ πατὴρ ἀπώλετο.

Ὀρέστης

280λέγω τάδʼ αὐτῷ, καὶ βέβαια τἀπὸ σοῦ;

Ἠλέκτρα

281θάνοιμι μητρὸς αἷμʼ ἐπισφάξασʼ ἐμῆς.

Ὀρέστης

282φεῦ·

282aεἴθʼ ἦν Ὀρέστης πλησίον κλύων τάδε.

Ἠλέκτρα

283ἀλλʼ, ὦ ξένʼ, οὐ γνοίην ἂν εἰσιδοῦσά νιν.

Ὀρέστης

284νέα γάρ, οὐδὲν θαῦμʼ, ἀπεζεύχθης νέου.

Ἠλέκτρα

285εἷς ἂν μόνος νιν τῶν ἐμῶν γνοίη φίλων.

Ὀρέστης

286ἆρʼ ὃν λέγουσιν αὐτὸν ἐκκλέψαι φόνου;

Ἠλέκτρα

287πατρός γε παιδαγωγὸς ἀρχαῖος γέρων.

Ὀρέστης

288ὁ κατθανὼν δὲ σὸς πατὴρ τύμβου κυρεῖ;

Ἠλέκτρα

289ἔκυρσεν ὡς ἔκυρσεν, ἐκβληθεὶς δόμων.

Ὀρέστης

290οἴμοι, τόδʼ οἷον εἶπας· — αἴσθησις γὰρ οὖν

291κἀκ τῶν θυραίων πημάτων δάκνει βροτούς.

292λέξον δʼ, ἵνʼ εἰδὼς σῷ κασιγνήτῳ φέρω

293λόγους ἀτερπεῖς, ἀλλʼ ἀναγκαίους κλύειν.

294ἔνεστι δʼ οἶκτος ἀμαθίᾳ μὲν οὐδαμοῦ,

295σοφοῖσι δʼ ἀνδρῶν· καὶ γὰρ οὐδʼ ἀζήμιον

296γνώμην ἐνεῖναι τοῖς σοφοῖς λίαν σοφήν.

Χορός

297κἀγὼ τὸν αὐτὸν τῷδʼ ἔρον ψυχῆς ἔχω.

298πρόσω γὰρ ἄστεως οὖσα τἀν πόλει κακὰ

299οὐκ οἶδα, νῦν δὲ βούλομαι κἀγὼ μαθεῖν.

Ἠλέκτρα

300λέγοιμʼ ἄν, εἰ χρή — χρὴ δὲ πρὸς φίλον λέγειν —

301τύχας βαρείας τὰς ἐμὰς κἀμοῦ πατρός.

302ἐπεὶ δὲ κινεῖς μῦθον, ἱκετεύω, ξένε,

303ἄγγελλʼ Ὀρέστῃ τἀμὰ καὶ κείνου κακά,

304πρῶτον μὲν οἵοις ἐν πέπλοις αὐλίζομαι,

305πίνῳ θʼ ὅσῳ βέβριθʼ, ὑπὸ στέγαισί τε

306οἵαισι ναίω βασιλικῶν ἐκ δωμάτων,

307αὐτὴ μὲν ἐκμοχθοῦσα κερκίσιν πέπλους,

308ἢ γυμνὸν ἕξω σῶμα κἀστερήσομαι,

309αὐτὴ δὲ πηγὰς ποταμίους φορουμένη,

310ἀνέορτος ἱερῶν καὶ χορῶν τητωμένη.

311ἀναίνομαι γυναῖκας οὖσα παρθένος,

312ἀναίνομαι δὲ Κάστορʼ, ᾧ πρὶν ἐς θεοὺς

313ἐλθεῖν ἔμʼ ἐμνήστευον, οὖσαν ἐγγενῆ.

314μήτηρ δʼ ἐμὴ Φρυγίοισιν ἐν σκυλεύμασιν

315θρόνῳ κάθηται, πρὸς δʼ ἕδραισιν Ἀσίδες

316δμωαὶ στατίζουσʼ, ἃς ἔπερσʼ ἐμὸς πατήρ,

317Ἰδαῖα φάρη χρυσέαις ἐζευγμέναι

318πόρπαισιν. αἷμα δʼ ἔτι πατρὸς κατὰ στέγας

319μέλαν σέσηπεν, ὃς δʼ ἐκεῖνον ἔκτανεν,

320ἐς ταὐτὰ βαίνων ἅρματʼ ἐκφοιτᾷ πατρί,

321καὶ σκῆπτρʼ ἐν οἷς Ἕλλησιν ἐστρατηλάτει

322μιαιφόνοισι χερσὶ γαυροῦται λαβών.

323Ἀγαμέμνονος δὲ τύμβος ἠτιμασμένος

324οὔπω χοάς ποτʼ οὐδὲ κλῶνα μυρσίνης

325ἔλαβε, πυρὰ δὲ χέρσος ἀγλαϊσμάτων.

326μέθῃ δὲ βρεχθεὶς τῆς ἐμῆς μητρὸς πόσις

327ὁ κλεινός, ὡς λέγουσιν, ἐνθρῴσκει τάφῳ

328πέτροις τε λεύει μνῆμα λάινον πατρός,

329καὶ τοῦτο τολμᾷ τοὔπος εἰς ἡμᾶς λέγειν·

330ποῦ παῖς Ὀρέστης; ἆρά σοι τύμβῳ καλῶς

331παρὼν ἀμύνει; — ταῦτʼ ἀπὼν ὑβρίζεται.

332ἀλλʼ, ὦ ξένʼ, ἱκετεύω σʼ, ἀπάγγειλον τάδε.

333πολλοὶ δʼ ἐπιστέλλουσιν, ἑρμηνεὺς δʼ ἐγώ,

334αἱ χεῖρες ἡ γλῶσσʼ ἡ ταλαίπωρός τε φρήν,

335κάρα τʼ ἐμὸν ξυρῆκες, ὅ τʼ ἐκεῖνον τεκών.

336αἰσχρὸν γάρ, εἰ πατὴρ μὲν ἐξεῖλεν Φρύγας,

337ὁ δʼ ἄνδρʼ ἕνʼ εἷς ὢν οὐ δυνήσεται κτανεῖν,

338νέος πεφυκὼς κἀξ ἀμείνονος πατρός.

Χορός

339καὶ μὴν δέδορκα τόνδε, σὸν λέγω πόσιν,

340λήξαντα μόχθου πρὸς δόμους ὡρμημένον.

Αὐτουργός

341ἔα· τίνας τούσδʼ ἐν πύλαις ὁρῶ ξένους;

342τίνος δʼ ἕκατι τάσδʼ ἐπʼ ἀγραύλους πύλας

343προσῆλθον; ἦ ʼμοῦ δεόμενοι; γυναικί τοι

344αἰσχρὸν μετʼ ἀνδρῶν ἑστάναι νεανιῶν.

Ἠλέκτρα

345ὦ φίλτατʼ, εἰς ὕποπτα μὴ μόλῃς ἐμοί·

346τὸν ὄντα δʼ εἴσῃ μῦθον· οἵδε γὰρ ξένοι

347ἥκουσʼ Ὀρέστου πρός με κήρυκες λόγων.

348ἀλλʼ, ὦ ξένοι, σύγγνωτε τοῖς εἰρημένοις.

Αὐτουργός

349τί φασίν; ἁνὴρ ἔστι καὶ λεύσσει φάος;

Ἠλέκτρα

350ἔστιν λόγῳ γοῦν, φασὶ δʼ οὐκ ἄπιστʼ ἐμοί.

Αὐτουργός

351ἦ καί τι πατρὸς σῶν τε μέμνηται κακῶν;

Ἠλέκτρα

352ἐν ἐλπίσιν ταῦτʼ· ἀσθενὴς φεύγων ἀνήρ.

Αὐτουργός

353ἦλθον δʼ Ὀρέστου τίνʼ ἀγορεύοντες λόγον;

Ἠλέκτρα

354σκοποὺς ἔπεμψε τούσδε τῶν ἐμῶν κακῶν.

Αὐτουργός

355οὐκοῦν τὰ μὲν λεύσσουσι, τὰ δὲ σύ που λέγεις.

Ἠλέκτρα

356ἴσασιν, οὐδὲν τῶνδʼ ἔχουσιν ἐνδεές.

Αὐτουργός

357οὐκοῦν πάλαι χρῆν τοῖσδʼ ἀνεπτύχθαι πύλας;

358χωρεῖτʼ ἐς οἴκους· ἀντὶ γὰρ χρηστῶν λόγων

359ξενίων κυρήσεθʼ, οἷʼ ἐμὸς κεύθει δόμος.

360αἴρεσθʼ, ὀπαδοί, τῶνδʼ ἔσω τεύχη δόμων.

361καὶ μηδὲν ἀντείπητε, παρὰ φίλου φίλοι

362μολόντες ἀνδρός· καὶ γὰρ εἰ πένης ἔφυν,

363οὔτοι τό γʼ ἦθος δυσγενὲς παρέξομαι.

Ὀρέστης

364πρὸς θεῶν, ὅδʼ ἁνὴρ ὃς συνεκκλέπτει γάμους

365τοὺς σούς, Ὀρέστην οὐ καταισχύνειν θέλων;

Ἠλέκτρα

366οὗτος κέκληται πόσις ἐμὸς τῆς ἀθλίας.

Ὀρέστης

367φεῦ·

367aοὐκ ἔστʼ ἀκριβὲς οὐδὲν εἰς εὐανδρίαν·

368ἔχουσι γὰρ ταραγμὸν αἱ φύσεις βροτῶν.

369ἤδη γὰρ εἶδον ἄνδρα γενναίου πατρὸς

370τὸ μηδὲν ὄντα, χρηστά τʼ ἐκ κακῶν τέκνα,

371λιμόν τʼ ἐν ἀνδρὸς πλουσίου φρονήματι,

372γνώμην τε μεγάλην ἐν πένητι σώματι.

373πῶς οὖν τις αὐτὰ διαλαβὼν ὀρθῶς κρινεῖ;

374πλούτῳ; πονηρῷ τἄρα χρήσεται κριτῇ.

375ἢ τοῖς ἔχουσι μηδέν; ἀλλʼ ἔχει νόσον

376πενία, διδάσκει δʼ ἄνδρα τῇ χρείᾳ κακόν.

377ἀλλʼ εἰς ὅπλʼ ἔλθω; τίς δὲ πρὸς λόγχην βλέπων

378μάρτυς γένοιτʼ ἂν ὅστις ἐστὶν ἁγαθός;

379κράτιστον εἰκῇ ταῦτʼ ἐᾶν ἀφειμένα.

380οὗτος γὰρ ἁνὴρ οὔτʼ ἐν Ἀργείοις μέγας

381οὔτʼ αὖ δοκήσει δωμάτων ὠγκωμένος,

382ἐν τοῖς δὲ πολλοῖς ὤν, ἄριστος ηὑρέθη.

383οὐ μὴ ἀφρονήσεθʼ, οἳ κενῶν δοξασμάτων

384πλήρεις πλανᾶσθε, τῇ δʼ ὁμιλίᾳ βροτοὺς

385κρινεῖτε καὶ τοῖς ἤθεσιν τοὺς εὐγενεῖς;

386οἱ γὰρ τοιοῦτοι καὶ πόλεις οἰκοῦσιν εὖ

387καὶ δώμαθʼ· αἱ δὲ σάρκες αἱ κεναὶ φρενῶν

388ἀγάλματʼ ἀγορᾶς εἰσιν. οὐδὲ γὰρ δόρυ

389μᾶλλον βραχίων σθεναρὸς ἀσθενοῦς μένει·

390ἐν τῇ φύσει δὲ τοῦτο κἀν εὐψυχίᾳ.

391ἀλλʼ — ἄξιος γὰρ ὅ τε παρὼν ὅ τʼ οὐ παρὼν

392Ἀγαμέμνονος παῖς, οὗπερ οὕνεχʼ ἥκομεν —

393δεξώμεθʼ οἴκων καταλύσεις. χωρεῖν χρεών,

394δμῶες, δόμων τῶνδʼ ἐντός. ὡς ἐμοὶ πένης

395εἴη πρόθυμος πλουσίου μᾶλλον ξένος.

396αἰνῶ μὲν οὖν τοῦδʼ ἀνδρὸς ἐσδοχὰς δόμων,

397ἐβουλόμην δʼ ἄν, εἰ κασίγνητός με σὸς

398ἐς εὐτυχοῦντας ἦγεν εὐτυχῶν δόμους.

399ἴσως δʼ ἂν ἔλθοι· Λοξίου γὰρ ἔμπεδοι

400χρησμοί, βροτῶν δὲ μαντικὴν χαίρειν ἐῶ.

Χορός

401νῦν ἢ πάροιθεν μᾶλλον, Ἠλέκτρα, χαρᾷ

402θερμαινόμεσθα καρδίαν· ἴσως γὰρ ἂν

403μόλις προβαίνουσʼ ἡ τύχη σταίη καλῶς.

Ἠλέκτρα

404ὦ τλῆμον, εἰδὼς δωμάτων χρείαν σέθεν

405τί τούσδʼ ἐδέξω μείζονας σαυτοῦ ξένους;

Αὐτουργός

406τί δʼ; εἴπερ εἰσὶν ὡς δοκοῦσιν εὐγενεῖς,

407οὐκ ἔν τε μικροῖς ἔν τε μὴ στέρξουσʼ ὁμῶς;

Ἠλέκτρα

408ἐπεί νυν ἐξήμαρτες ἐν σμικροῖσιν ὤν,

409ἔλθʼ ὡς παλαιὸν τροφὸν ἐμοῦ φίλον πατρός,

410ὃς ἀμφὶ ποταμὸν Τάναον Ἀργείας ὅρους

411τέμνοντα γαίας Σπαρτιάτιδός τε γῆς

412ποίμναις ὁμαρτεῖ πόλεος ἐκβεβλημένος·

413κέλευε δʼ αὐτὸν τῶνδʼ ἐμοὐσαφιγμένων

414ἐλθεῖν, ξένων τʼ ἐς δαῖτα πορσῦναί τινα.

415ἡσθήσεταί τοι καὶ προσεύξεται θεοῖς,

416ζῶντʼ εἰσακούσας παῖδʼ ὃν ἐκσῴζει ποτέ.

417οὐ γὰρ πατρῴων ἐκ δόμων μητρὸς πάρα

418λάβοιμεν ἄν τι· πικρὰ δʼ ἀγγείλαιμεν ἄν,

419εἰ ζῶντʼ Ὀρέστην ἡ τάλαινʼ αἴσθοιτʼ ἔτι.

Αὐτουργός

420ἀλλʼ, εἰ δοκεῖ σοι, τούσδʼ ἀπαγγελῶ λόγους

421γέροντι· χώρει δʼ ἐς δόμους ὅσον τάχος

422καὶ τἄνδον ἐξάρτυε. πολλά τοι γυνὴ

423χρῄζουσʼ ἂν εὕροι δαιτὶ προσφορήματα.

424ἔστιν δὲ δὴ τοσαῦτά γʼ ἐν δόμοις ἔτι,

425ὥσθʼ ἕν γʼ ἐπʼ ἦμαρ τούσδε πληρῶσαι βορᾶς.

426ἐν τοῖς τοιούτοις δʼ ἡνίκʼ ἂν γνώμης πέσω,

427σκοπῶ τὰ χρήμαθʼ ὡς ἔχει μέγα σθένος,

428ξένοις τε δοῦναι σῶμά τʼ ἐς νόσους πεσὸν

429δαπάναισι σῷσαι· τῆς δʼ ἐφʼ ἡμέραν βορᾶς

430ἐς σμικρὸν ἥκει· πᾶς γὰρ ἐμπλησθεὶς ἀνὴρ

431ὁ πλούσιός τε χὡ πένης ἴσον φέρει.

Choral 4

Strophe 1

Χορός

432κλειναὶ νᾶες, αἵ ποτʼ ἔβατε Τροίαν

433τοῖς ἀμετρήτοις ἐρετμοῖς

434πέμπουσαι χοροὺς μετὰ Νηρῄδων,

435ἵνʼ ὁ φίλαυλος ἔπαλλε δελ-

436φὶς πρῴραις κυανεμβόλοι-

437σιν εἱλισσόμενος,

438πορεύων τὸν τᾶς Θέτιδος

439κοῦφον ἅλμα ποδῶν Ἀχιλῆ

440σὺν Ἀγαμέμνονι Τρωίας

441ἐπὶ Σιμουντίδας ἀκτάς.

Antistrophe 1

Χορός

442Νηρῇδες δʼ Εὐβοῖδας ἄκρας λιποῦσαι

443μόχθους ἀσπιστὰς ἀκμόνων

444Ἡφαίστου χρυσέων ἔφερον τευχέων,

445ἀνά τε Πήλιον ἀνά τε πρυ-

446μνὰς Ὄσσας ἱερᾶς νάπας

447Νυμφαίας σκοπιὰς

448κόρας μάτευσʼ, ἔνθα πατὴρ

449ἱππότας τρέφεν Ἑλλάδι φῶς

450Θέτιδος εἰνάλιον γόνον

451ταχύπορον πόδʼ Ἀτρείδαις.

Strophe 2

Χορός

452Ἰλιόθεν δʼ ἔκλυόν τινος ἐν λιμέσιν

453Ναυπλίοισι βεβῶτος

454τᾶς σᾶς, ὦ Θέτιδος παῖ,

455κλεινᾶς ἀσπίδος ἐν κύκλῳ

456τοιάδε σήματα, δείματα

457Φρύγια, τετύχθαι·

458περιδρόμῳ μὲν ἴτυος ἕδρᾳ

459Περσέα λαιμοτόμαν ὑπὲρ

460ἁλὸς ποτανοῖσι πεδί-

461λοισι φυὰν Γοργόνος ἴ-

462σχειν, Διὸς ἀγγέλῳ σὺν Ἑρ-

463μᾷ, τῷ Μαί-

463bας ἀγροτῆρι κούρῳ·

Antistrophe 2

Χορός

464ἐν δὲ μέσῳ κατέλαμπε σάκει φαέθων

465κύκλος ἀελίοιο

466ἵπποις ἂμ πτεροέσσαις

467ἄστρων τʼ αἰθέριοι χοροί,

468Πλειάδες, Ὑάδες, Ἕκτορος

469ὄμμασι τροπαῖοι·

470ἐπὶ δὲ χρυσοτύπῳ κράνει

471Σφίγγες ὄνυξιν ἀοίδιμον

472ἄγραν φέρουσαι· περιπλεύ-

473ρῳ δὲ κύτει πύρπνοος ἔ-

474σπευδε δρόμῳ λέαινα χαλ-

474aαῖς Πειρη-

475ναῖον ὁρῶσα πῶλον.

Epode 5

Χορός

476ἄορι δʼ ἐν φονίῳ τετραβάμονες ἵπποι ἔπαλ-

477λον, κελαινὰ δʼ ἀμφὶ νῶθʼ ἵετο κόνις.

479τοιῶνδʼ ἄνακτα δοριπόνων

480ἔκανεν ἀνδρῶν, Τυνδαρίς,

481σὰ λέχεα, κακόφρων κούρα.

483τοιγάρ σέ ποτʼ οὐρανίδαι

484πέμψουσιν θανάτοις· ἦ σὰν

485ἔτʼ ἔτι φόνιον ὑπὸ δέραν

486ὄψομαι αἷμα χυθὲν σιδάρῳ.

Episode 5

Πρέσβυς

487ποῦ ποῦ νεᾶνις πότνιʼ ἐμὴ δέσποινά τε,

488Ἀγαμέμνονος παῖς, ὅν ποτʼ ἐξέθρεψʼ ἐγώ;

489ὡς πρόσβασιν τῶνδʼ ὀρθίαν οἴκων ἔχει

490ῥυσῷ γέροντι τῷδε προσβῆναι ποδί.

491ὅμως δὲ πρός γε τοὺς φίλους ἐξελκτέον

492διπλῆν ἄκανθαν καὶ παλίρροπον γόνυ.

493ὦ θύγατερ — ἄρτι γάρ σε πρὸς δόμοις ὁρῶ —

494ἥκω φέρων σοι τῶν ἐμῶν βοσκημάτων

495ποίμνης νεογνὸν θρέμμʼ ὑποσπάσας τόδε

496στεφάνους τε τευχέων τʼ ἐξελὼν τυρεύματα,

497παλαιόν τε θησαύρισμα Διονύσου τόδε

498ὀσμῇ κατῆρες, μικρόν, ἀλλʼ ἐπεσβαλεῖν

499ἡδὺ σκύφον τοῦδʼ ἀσθενεστέρῳ ποτῷ.

500ἴτω φέρων τις τοῖς ξένοις τάδʼ ἐς δόμους·

501ἐγὼ δὲ τρύχει τῷδʼ ἐμῶν πέπλων κόρας

502δακρύοισι τέγξας ἐξομόρξασθαι θέλω.

Ἠλέκτρα

503τί δʼ, ὦ γεραιέ, διάβροχον τόδʼ ὄμμʼ ἔχεις;

504μῶν τἀμὰ διὰ χρόνου σʼ ἀνέμνησεν κακά;

505ἢ τὰς Ὀρέστου τλήμονας φυγὰς στένεις

506καὶ πατέρα τὸν ἐμόν, ὅν ποτʼ ἐν χεροῖν ἔχων

507ἀνόνητʼ ἔθρεψας σοί τε καὶ τοῖς σοῖς φίλοις;

Πρέσβυς

508ἀνόνηθʼ· ὅμως δʼ οὖν τοῦτό γʼ οὐκ ἠνεσχόμην.

509ἦλθον γὰρ αὐτοῦ πρὸς τάφον πάρεργʼ ὁδοῦ

510καὶ προσπεσὼν ἔκλαυσʼ ἐρημίας τυχών,

511σπονδάς τε, λύσας ἀσκὸν ὃν φέρω ξένοις,

512ἔσπεισα, τύμβῳ δʼ ἀμφέθηκα μυρσίνας.

513πυρᾶς δʼ ἐπʼ αὐτῆς οἶν μελάγχιμον πόκῳ

514σφάγιον ἐσεῖδον αἷμά τʼ οὐ πάλαι χυθὲν

515ξανθῆς τε χαίτης βοστρύχους κεκαρμένους.

516κἀθαύμασʼ, ὦ παῖ, τίς ποτʼ ἀνθρώπων ἔτλη

517πρὸς τύμβον ἐλθεῖν· οὐ γὰρ Ἀργείων γέ τις.

518ἀλλʼ ἦλθʼ ἴσως που σὸς κασίγνητος λάθρᾳ,

519μολὼν δʼ ἐθαύμασʼ ἄθλιον τύμβον πατρός.

520σκέψαι δὲ χαίτην προστιθεῖσα σῇ κόμῃ,

521εἰ χρῶμα ταὐτὸν κουρίμης ἔσται τριχός·

522φιλεῖ γάρ, αἷμα ταὐτὸν οἷς ἂν ᾖ πατρός,

523τὰ πόλλʼ ὅμοια σώματος πεφυκέναι.

Ἠλέκτρα

524οὐκ ἄξιʼ ἀνδρός, ὦ γέρον, σοφοῦ λέγεις,

525εἰ κρυπτὸν ἐς γῆν τήνδʼ ἂν Αἰγίσθου φόβῳ

526δοκεῖς ἀδελφὸν τὸν ἐμὸν εὐθαρσῆ μολεῖν.

527ἔπειτα χαίτης πῶς συνοίσεται πλόκος,

528ὁ μὲν παλαίστραις ἀνδρὸς εὐγενοῦς τραφείς,

529ὁ δὲ κτενισμοῖς θῆλυς; ἀλλʼ ἀμήχανον.

530πολλοῖς δʼ ἂν εὕροις βοστρύχους ὁμοπτέρους

531καὶ μὴ γεγῶσιν αἵματος ταὐτοῦ, γέρον.

Πρέσβυς

532σὺ δʼ εἰς ἴχνος βᾶσʼ ἀρβύλης σκέψαι βάσιν

533εἰ σύμμετρος σῷ ποδὶ γενήσεται, τέκνον.

Ἠλέκτρα

534πῶς δʼ ἂν γένοιτʼ ἂν ἐν κραταιλέῳ πέδῳ

535γαίας ποδῶν ἔκμακτρον; εἰ δʼ ἔστιν τόδε,

536δυοῖν ἀδελφοῖν ποὺς ἂν οὐ γένοιτʼ ἴσος

537ἀνδρός τε καὶ γυναικός, ἀλλʼ ἅρσην κρατεῖ.

Πρέσβυς

538οὐκ ἔστιν, εἰ καὶ γῆν κασίγνητος μολών,

539κερκίδος ὅτῳ γνοίης ἂν ἐξύφασμα σῆς,

540ἐν ᾧ ποτʼ αὐτὸν ἐξέκλεψα μὴ θανεῖν;

Ἠλέκτρα

541οὐκ οἶσθʼ, Ὀρέστης ἡνίκʼ ἐκπίπτει χθονός,

542νέαν μʼ ἔτʼ οὖσαν; εἰ δὲ κἄκρεκον πέπλους,

543πῶς ἂν τότʼ ὢν παῖς ταὐτὰ νῦν ἔχοι φάρη,

544εἰ μὴ ξυναύξοινθʼ οἱ πέπλοι τῷ σώματι;

545ἀλλʼ ἤ τις αὐτοῦ τάφον ἐποικτίρας ξένος

546ἐκείρατʼ, ἢ τῆσδε σκοποὺς λαβὼν χθονὸς —

Πρέσβυς

547οἱ δὲ ξένοι ποῦ; βούλομαι γὰρ εἰσιδὼν

548αὐτοὺς ἔρεσθαι σοῦ κασιγνήτου πέρι.

Ἠλέκτρα

549οἵδʼ ἐκ δόμων βαίνουσι λαιψηρῷ ποδί.

Πρέσβυς

550ἀλλʼ εὐγενεῖς μέν, ἐν δὲ κιβδήλῳ τόδε·

551πολλοὶ γὰρ ὄντες εὐγενεῖς εἰσιν κακοί.

552ὅμως δέ. — χαίρειν τοὺς ξένους προσεννέπω.

Ὀρέστης

553χαῖρʼ, ὦ γεραιέ. — τοῦ ποτʼ, Ἠλέκτρα, τόδε

554παλαιὸν ἀνδρὸς λείψανον φίλων κυρεῖ;

Ἠλέκτρα

555οὗτος τὸν ἁμὸν πατέρʼ ἔθρεψεν, ὦ ξένε.

Ὀρέστης

556τί φῄς; ὅδʼ ὃς σὸν ἐξέκλεψε σύγγονον;

Ἠλέκτρα

557ὅδʼ ἔσθʼ ὁ σώσας κεῖνον, εἴπερ ἔστʼ ἔτι.

Ὀρέστης

558ἔα·

558aτί μʼ ἐσδέδορκεν ὥσπερ ἀργύρου σκοπῶν

559λαμπρὸν χαρακτῆρʼ; ἢ προσεικάζει μέ τῳ;

Ἠλέκτρα

560ἴσως Ὀρέστου σʼ ἥλιχʼ ἥδεται βλέπων.

Ὀρέστης

561φίλου γε φωτός. τί δὲ κυκλεῖ πέριξ πόδα;

Ἠλέκτρα

562καὐτὴ τόδʼ εἰσορῶσα θαυμάζω, ξένε.

Πρέσβυς

563ὦ πότνιʼ, εὔχου, θύγατερ Ἠλέκτρα, θεοῖς.

Ἠλέκτρα

564τί τῶν ἀπόντων ἢ τί τῶν ὄντων πέρι;

Πρέσβυς

565λαβεῖν φίλον θησαυρόν, ὃν φαίνει θεός.

Ἠλέκτρα

566ἰδού· καλῶ θεούς. ἢ τί δὴ λέγεις, γέρον;

Πρέσβυς

567βλέψον νυν ἐς τόνδʼ, ὦ τέκνον, τὸν φίλτατον.

Ἠλέκτρα

568πάλαι δέδορκα, μὴ σύ γʼ οὐκέτʼ εὖ φρονῇς.

Πρέσβυς

569οὐκ εὖ φρονῶ ʼγὼ σὸν κασίγνητον βλέπων;

Ἠλέκτρα

570πῶς εἶπας, ὦ γεραίʼ, ἀνέλπιστον λόγον;

Πρέσβυς

571ὁρᾶν Ὀρέστην τόνδε τὸν Ἀγαμέμνονος.

Ἠλέκτρα

572ποῖον χαρακτῆρʼ εἰσιδών, ᾧ πείσομαι;

Πρέσβυς

573οὐλὴν παρʼ ὀφρύν, ἥν ποτʼ ἐν πατρὸς δόμοις

574νεβρὸν διώκων σοῦ μέθʼ ᾑμάχθη πεσών.

Ἠλέκτρα

575πῶς φῄς; ὁρῶ μὲν πτώματος τεκμήριον.

Πρέσβυς

576ἔπειτα μέλλεις προσπίτνειν τοῖς φιλτάτοις;

Ἠλέκτρα

577ἀλλʼ οὐκέτʼ, ὦ γεραιέ· συμβόλοισι γὰρ

578τοῖς σοῖς πέπεισμαι θυμόν. — ὦ χρόνῳ φανείς,

579ἔχω σʼ ἀέλπτως —

Ὀρέστης

579bκἀξ ἐμοῦ γʼ ἔχῃ χρόνῳ.

Ἠλέκτρα

580οὐδέποτε δόξασα.

Ὀρέστης

580bοὐδʼ ἐγὼ γὰρ ἤλπισα.

Ἠλέκτρα

581ἐκεῖνος εἶ σύ;

Ὀρέστης

581bσύμμαχός γέ σοι μόνος.

582ἢν δʼ ἀνσπάσωμαί γʼ ὃν μετέρχομαι βόλον —

583πέποιθα δʼ· ἢ χρὴ μηκέθʼ ἡγεῖσθαι θεούς,

584εἰ τἄδικʼ ἔσται τῆς δίκης ὑπέρτερα.

Lyric 1

Χορός

585ἔμολες ἔμολες, ὤ, χρόνιος ἁμέρα,

586κατέλαμψας, ἔδειξας ἐμφανῆ

587πόλει πυρσόν, ὃς παλαιᾷ φυγᾷ

588πατρίων ἀπὸ δωμάτων τάλας

589ἀλαίνων ἔβα.

590θεὸς αὖ θεὸς ἁμετέραν τις ἄγει

591νίκαν, ὦ φίλα.

592ἄνεχε χέρας, ἄνεχε λόγον, ἵει λιτὰς

593ἐς θεούς, τύχᾳ σοι τύχᾳ

595κασίγνητον ἐμβατεῦσαι πόλιν.

Ὀρέστης

596εἶἑν· φίλας μὲν ἡδονὰς ἀσπασμάτων

597ἔχω, χρόνῳ δὲ καὖθις αὐτὰ δώσομεν.

598σὺ δʼ, ὦ γεραιέ — καίριος γὰρ ἤλυθες —

599λέξον, τί δρῶν ἂν φονέα τεισαίμην πατρός;

600μητέρα τε κοινωνὸν ἀνοσίων γάμων;

601ἔστιν τί μοι κατʼ Ἄργος εὐμενὲς φίλων;

602ἢ πάντʼ ἀνεσκευάσμεθʼ, ὥσπερ αἱ τύχαι;

603τῷ ξυγγένωμαι; νύχιος ἢ καθʼ ἡμέραν;

604ποίαν ὁδὸν τραπώμεθʼ εἰς ἐχθροὺς ἐμούς;

Πρέσβυς

605ὦ τέκνον, οὐδεὶς δυστυχοῦντί σοι φίλος.

606εὕρημα γάρ τοι χρῆμα γίγνεται τόδε,

607κοινῇ μετασχεῖν τἀγαθοῦ καὶ τοῦ κακοῦ.

608σὺ δʼ — ἐκ βάθρων γὰρ πᾶς ἀνῄρησαι φίλοις

609οὐδʼ ἐλλέλοιπας ἐλπίδʼ — ἴσθι μου κλύων,

610ἐν χειρὶ τῇ σῇ πάντʼ ἔχεις καὶ τῇ τύχῃ,

611πατρῷον οἶκον καὶ πόλιν λαβεῖν σέθεν.

Ὀρέστης

612τί δῆτα δρῶντες τοῦδʼ ἂν ἐξικοίμεθα;

Πρέσβυς

613κτανὼν Θυέστου παῖδα σήν τε μητέρα.

Ὀρέστης

614ἥκω ʼπὶ τόνδε στέφανον· ἀλλὰ πῶς λάβω;

Πρέσβυς

615τειχέων μὲν ἐλθὼν ἐντὸς οὐδʼ ἂν εἰ θέλοις.

Ὀρέστης

616φρουραῖς κέκασται δεξιαῖς τε δορυφόρων;

Πρέσβυς

617ἔγνως· φοβεῖται γάρ σε κοὐχ εὕδει σαφῶς.

Ὀρέστης

618εἶἑν· σὺ δὴ τοὐνθένδε βούλευσον, γέρον.

Πρέσβυς

619κἀμοῦ γʼ ἄκουσον· ἄρτι γάρ μʼ ἐσῆλθέ τι.

Ὀρέστης

620ἐσθλόν τι μηνύσειας, αἰσθοίμην δʼ ἐγώ.

Πρέσβυς

621Αἴγισθον εἶδον, ἡνίχʼ εἷρπον ἐνθάδε.

Ὀρέστης

622προσηκάμην τὸ ῥηθέν. ἐν ποίοις τόποις;

Πρέσβυς

623ἀγρῶν πέλας τῶνδʼ ἱπποφορβίων ἔπι.

Ὀρέστης

624τί δρῶνθʼ; ὁρῶ γὰρ ἐλπίδʼ ἐξ ἀμηχάνων.

Πρέσβυς

625Νύμφαις ἐπόρσυνʼ ἔροτιν, ὡς ἔδοξέ μοι.

Ὀρέστης

626τροφεῖα παίδων ἢ πρὸ μέλλοντος τόκου;

Πρέσβυς

627οὐκ οἶδα πλὴν ἕν· βουσφαγεῖν ὡπλίζετο.

Ὀρέστης

628πόσων μετʼ ἀνδρῶν; ἢ μόνος δμώων μέτα;

Πρέσβυς

629οὐδεὶς παρῆν Ἀργεῖος, οἰκεία δὲ χείρ.

Ὀρέστης

630οὔ πού τις ὅστις γνωριεῖ μʼ ἰδών, γέρον;

Πρέσβυς

631δμῶες μέν εἰσιν, οἳ σέ γʼ οὐκ εἶδόν ποτε.

Ὀρέστης

632ἡμῖν ἂν εἶεν, εἰ κρατοῖμεν, εὐμενεῖς;

Πρέσβυς

633δούλων γὰρ ἴδιον τοῦτο, σοὶ δὲ σύμφορον.

Ὀρέστης

634πῶς οὖν ἂν αὐτῷ πλησιασθείην ποτέ;

Πρέσβυς

635στείχων ὅθεν σε βουθυτῶν ἐσόψεται.

Ὀρέστης

636ὁδὸν παρʼ αὐτήν, ὡς ἔοικʼ, ἀγροὺς ἔχει;

Πρέσβυς

637ὅθεν γʼ ἰδών σε δαιτὶ κοινωνὸν καλεῖ.

Ὀρέστης

638πικρόν γε συνθοινάτορʼ, ἢν θεὸς θέλῃ.

Πρέσβυς

639τοὐνθένδε πρὸς τὸ πῖπτον αὐτὸς ἐννόει.

Ὀρέστης

640καλῶς ἔλεξας. — ἡ τεκοῦσα δʼ ἐστὶ ποῦ;

Πρέσβυς

641Ἄργει· παρέσται δʼ οὖν πόσει θοίνην ἔπι.

Ὀρέστης

642τί δʼ οὐχ ἅμʼ ἐξωρμᾶτʼ ἐμὴ μήτηρ πόσει;

Πρέσβυς

643ψόγον τρέμουσα δημοτῶν ἐλείπετο.

Ὀρέστης

644ξυνῆχʼ· ὕποπτος οὖσα γιγνώσκει πόλει.

Πρέσβυς

645τοιαῦτα· μισεῖται γὰρ ἀνόσιος γυνή.

Ὀρέστης

646πῶς οὖν ἐκείνην τόνδε τʼ ἐν ταὐτῷ κτενῶ;

Ἠλέκτρα

647ἐγὼ φόνον γε μητρὸς ἐξαρτύσομαι.

Ὀρέστης

648καὶ μὴν ἐκεῖνά γʼ ἡ τύχη θήσει καλῶς.

Ἠλέκτρα

649ὑπηρετείτω μὲν δυοῖν ὄντοιν ὅδε.

Πρέσβυς

650ἔσται τάδʼ· εὑρίσκεις δὲ μητρὶ πῶς φόνον;

Ἠλέκτρα

651λέγʼ, ὦ γεραιέ, τάδε Κλυταιμήστρᾳ μολών·

652λεχώ μʼ ἀπάγγελλʼ οὖσαν ἄρσενος τόκῳ.

Πρέσβυς

653πότερα πάλαι τεκοῦσαν ἢ νεωστὶ δή;

Ἠλέκτρα

654δέχʼ ἡλίους, ἐν οἷσιν ἁγνεύει λεχώ.

Πρέσβυς

655καὶ δὴ τί τοῦτο μητρὶ προσβάλλει φόνον;

Ἠλέκτρα

656ἥξει κλύουσα λόχιά μου νοσήματα.

Πρέσβυς

657πόθεν; τί δʼ αὐτῇ σοῦ μέλειν δοκεῖς, τέκνον;

Ἠλέκτρα

658ναί· καὶ δακρύσει γʼ ἀξίωμʼ ἐμῶν τόκων.

Πρέσβυς

659ἴσως· πάλιν τοι μῦθον ἐς καμπὴν ἄγε.

Ἠλέκτρα

660ἐλθοῦσα μέντοι δῆλον ὡς ἀπόλλυται.

Πρέσβυς

661καὶ μὴν ἐπʼ αὐτάς γʼ εἶσι σῶν δόμων πύλας.

Ἠλέκτρα

662οὐκοῦν τραπέσθαι σμικρὸν εἰς Ἅιδου τόδε;

Πρέσβυς

663εἰ γὰρ θάνοιμι τοῦτʼ ἰδὼν ἐγώ ποτε.

Ἠλέκτρα

664πρώτιστα μέν νυν τῷδʼ ὑφήγησαι, γέρον —

Πρέσβυς

665Αἴγισθος ἔνθα νῦν θυηπολεῖ θεοῖς;

Ἠλέκτρα

666ἔπειτʼ ἀπαντῶν μητρὶ τἀπʼ ἐμοῦ φράσον.

Πρέσβυς

667ὥστʼ αὐτά γʼ ἐκ σοῦ στόματος εἰρῆσθαι δοκεῖν.

Ἠλέκτρα

668σὸν ἔργον ἤδη· πρόσθεν εἴληχας φόνου.

Ὀρέστης

669στείχοιμʼ ἄν, εἴ τις ἡγεμὼν γίγνοιθʼ ὁδοῦ.

Πρέσβυς

670καὶ μὴν ἐγὼ πέμποιμʼ ἂν οὐκ ἀκουσίως.

Ὀρέστης

671ὦ Ζεῦ Πατρῷε, καὶ Τροπαῖʼ ἐχθρῶν γενοῦ —

Ἠλέκτρα

672οἴκτιρέ θʼ ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν —

Πρέσβυς

673οἴκτιρε δῆτα σούς γε φύντας ἐκγόνους.

Ἠλέκτρα

674Ἥρα τε, βωμῶν ἣ Μυκηναίων κρατεῖς —

Ὀρέστης

675νίκην δὸς ἡμῖν, εἰ δίκαιʼ αἰτούμεθα.

Πρέσβυς

676δὸς δῆτα πατρὸς τοῖσδε τιμωρὸν δίκην.

Ὀρέστης

677σύ τʼ, ὦ κάτω γῆς ἀνοσίως οἰκῶν πάτερ —

Ἠλέκτρα

678καὶ Γαῖʼ ἄνασσα, χεῖρας ᾗ δίδωμʼ ἐμὰς —

Πρέσβυς

679ἄμυνʼ ἄμυνε τοῖσδε φιλτάτοις τέκνοις.

Ὀρέστης

680νῦν πάντα νεκρὸν ἐλθὲ σύμμαχον λαβών.

Ἠλέκτρα

681οἵπερ γε σὺν σοὶ Φρύγας ἀνήλωσαν δορὶ —

Πρέσβυς

683χὥσοι στυγοῦσιν ἀνοσίους μιάστορας.

Ἠλέκτρα

682ἤκουσας, ὦ δείνʼ ἐξ ἐμῆς μητρὸς παθών;

Πρέσβυς

684πάντʼ, οἶδʼ, ἀκούει τάδε πατήρ· στείχειν δʼ ἀκμή.

Ἠλέκτρα

685καί σοι προφωνῶ πρὸς τάδʼ Αἴγισθον θανεῖν·

686ὡς εἰ παλαισθεὶς πτῶμα θανάσιμον πεσῇ,

687τέθνηκα κἀγώ, μηδέ με ζῶσαν λέγε·

688παίσω γὰρ ἧπαρ τοὐμὸν ἀμφήκει ξίφει.

689δόμων ἔσω βᾶσʼ εὐτρεπὲς ποήσομαι.

690ὡς ἢν μὲν ἔλθῃ πύστις εὐτυχὴς σέθεν,

691ὀλολύξεται πᾶν δῶμα· θνῄσκοντος δέ σου

692τἀναντίʼ ἔσται τῶνδε· ταῦτά σοι λέγω.

Ὀρέστης

693πάντʼ οἶδα.

Ἠλέκτρα

693bπρὸς τάδʼ ἄνδρα γίγνεσθαί σε χρή.

694ὑμεῖς δέ μοι, γυναῖκες, εὖ πυρσεύετε

695κραυγὴν ἀγῶνος τοῦδε· φρουρήσω δʼ ἐγὼ

696πρόχειρον ἔγχος χειρὶ βαστάζουσʼ ἐμῇ.

697οὐ γάρ ποτʼ ἐχθροῖς τοῖς ἐμοῖς νικωμένη

698δίκην ὑφέξω, σῶμʼ ἐμὸν καθυβρίσαι.

Choral 6

Strophe 1

Χορός

699ἀταλᾶς ὑπὸ ματρὸς ἄρνʼ

699aἈργείων

700ὀρέων ποτὲ κληδὼν ἐν

701πολιαῖσι μένει φήμαις

702εὐαρμόστοις ἐν καλάμοις

703Πᾶνα μοῦσαν ἡδύθροον

704πνέοντʼ, ἀγρῶν ταμίαν,

705χρυσέαν καλλιπλόκαμον

706πορεῦσαι. πετρίνοις δʼ ἐπι-

707στὰς κᾶρυξ ἰάχει βάθροις·

708Ἀγορὰν ἀγοράν, Μυκη-

709ναῖοι, στείχετε μακαρίων

710ὀψόμενοι τυράννων

711φάσματα δείματα χοροὶ δʼ Ἀτρει-

712δᾶν ἐγέραιρον οἴκους·

Antistrophe 1

Χορός

713θυμέλαι δʼ ἐπίτναντο χρυ-

714σήλατοι,

715σελαγεῖτο δʼ ἀνʼ ἄστυ πῦρ

715aἐπιβώμιον Ἀργείων·

716λωτὸς δὲ φθόγγον κελάδει

717κάλλιστον, Μουσᾶν θεράπων·

718μολπαὶ δʼ ηὔξοντʼ ἐραταί,

719χρυσέας ἀρνὸς ἐπίλογοι,

720Θυέστου· κρυφίαις γὰρ εὐ-

721ναῖς πείσας ἄλοχον φίλαν

722Ἀτρέως, τέρας ἐκκομί-

723ζει πρὸς δώματα· νεόμενος δʼ

724εἰς ἀγόρους ἀυτεῖ

724aτὰν κερόεσσαν ἔχειν χρυσεόμαλ-

725λον κατὰ δῶμα ποίμναν.

Strophe 2

Χορός

726τότε δὴ τότε φαεν-

727νὰς ἄστρων μετέβασʼ ὁδοὺς

728Ζεὺς καὶ φέγγος ἀελίου

730λευκόν τε πρόσωπον ἀ-

731οῦς, τὰ δʼ ἕσπερα νῶτʼ ἐλαύ-

732νει θερμᾷ φλογὶ θεοπύρῳ,

733νεφέλαι δʼ ἔνυδροι πρὸς ἄρ-

734κτον, ξηραί τʼ Ἀμμωνίδες ἕ-

735δραι φθίνουσʼ ἀπειρόδροσοι,

736καλλίστων ὄμβρων Διόθεν στερεῖσαι.

Antistrophe 2

Χορός

737λέγεται, τὰν δὲ πί-

738στιν σμικρὰν παρʼ ἔμοιγʼ ἔχει,

739στρέψαι θερμὰν ἀέλιον

740χρυσωπὸν ἕδραν ἀλλά-

741ξαντα δυστυχίᾳ βροτεί-

742ῳ θνατᾶς ἕνεκεν δίκας.

743φοβεροὶ δὲ βροτοῖσι μῦ-

744θοι κέρδος πρὸς θεῶν θεραπεί-

745αν. ὧν οὐ μνασθεῖσα πόσιν

746κτείνεις, κλεινῶν συγγενέτειρʼ ἀδελφῶν.

Episode 7

Χορός

747ἔα ἔα·

747aφίλαι, βοῆς ἠκούσατʼ — ἢ δοκὼ κενὴ

748ὑπῆλθέ μʼ; — ὥστε νερτέρα βροντὴ Διός;

749ἰδού, τάδʼ οὐκ ἄσημα πνεύματʼ αἴρεται·

750δέσποινʼ, ἄμειψον δώματʼ, Ἠλέκτρα, τάδε.

Ἠλέκτρα

751φίλαι, τί χρῆμα; πῶς ἀγῶνος ἥκομεν;

Χορός

752οὐκ οἶδα πλὴν ἕν· φόνιον οἰμωγὴν κλύω.

Ἠλέκτρα

753ἤκουσα κἀγώ, τηλόθεν μέν, ἀλλʼ ὅμως.

Χορός

754μακρὰν γὰρ ἕρπει γῆρυς, ἐμφανής γε μήν.

Ἠλέκτρα

755Ἀργεῖος ὁ στεναγμός· ἦ φίλων ἐμῶν;

Χορός

756οὐκ οἶδα· πᾶν γὰρ μείγνυται μέλος βοῆς.

Ἠλέκτρα

757σφαγὴν ἀυτεῖς τήνδε μοι· τί μέλλομεν;

Χορός

758ἔπισχε, τρανῶς ὡς μάθῃς τύχας σέθεν.

Ἠλέκτρα

759οὐκ ἔστι· νικώμεσθα· ποῦ γὰρ ἄγγελοι;

Χορός

760ἥξουσιν· οὔτοι βασιλέα φαῦλον κτανεῖν.

Ἄγγελος

761ὦ καλλίνικοι παρθένοι Μυκηνίδες,

762νικῶντʼ Ὀρέστην πᾶσιν ἀγγέλλω φίλοις,

763Ἀγαμέμνονος δὲ φονέα κείμενον πέδῳ

764Αἴγισθον· ἀλλὰ θεοῖσιν εὔχεσθαι χρεών.

Ἠλέκτρα

765τίς δʼ εἶ σύ; πῶς μοι πιστὰ σημαίνεις τάδε;

Ἄγγελος

766οὐκ οἶσθʼ ἀδελφοῦ μʼ εἰσορῶσα πρόσπολον;

Ἠλέκτρα

767ὦ φίλτατʼ, ἔκ τοι δείματος δυσγνωσίαν

768εἶχον προσώπου· νῦν δὲ γιγνώσκω σε δή.

769τί φῄς; τέθνηκε πατρὸς ἐμοῦ στυγνὸς φονεύς;

Ἄγγελος

770τέθνηκε· δίς σοι ταὔθʼ, ἃ γοῦν βούλῃ, λέγω.

Ἠλέκτρα

771ὦ θεοί, Δίκη τε πάνθʼ ὁρῶσʼ, ἦλθές ποτε.

772ποίῳ τρόπῳ δὲ καὶ τίνι ῥυθμῷ φόνου

773κτείνει Θυέστου παῖδα; βούλομαι μαθεῖν.

Ἄγγελος

774ἐπεὶ μελάθρων τῶνδʼ ἀπήραμεν πόδα,

775ἐσβάντες ᾖμεν δίκροτον εἰς ἁμαξιτὸν

776ἔνθʼ ἦν ὁ κλεινὸς τῶν Μυκηναίων ἄναξ.

777κυρεῖ δὲ κήποις ἐν καταρρύτοις βεβώς,

778δρέπων τερείνης μυρσίνης κάρᾳ πλόκους·

779ἰδών τʼ ἀυτεῖ· Χαίρετʼ, ὦ ξένοι· τίνες

780πόθεν πορεύεσθʼ; ἔστε τʼ ἐκ ποίας χθονός;

781ὁ δʼ εἶπʼ Ὀρέστης· Θεσσαλοί· πρὸς δʼ Ἀλφεὸν

782θύσοντες ἐρχόμεσθʼ Ὀλυμπίῳ Διί.

783κλύων δὲ ταῦτʼ Αἴγισθος ἐννέπει τάδε·

784νῦν μὲν παρʼ ἡμῖν χρὴ συνεστίους ἐμοὶ

785θοίνης γενέσθαι· τυγχάνω δὲ βουθυτῶν

786νύμφαις· ἑῷοι δʼ ἐξαναστάντες λέχους

787ἐς ταὐτὸν ἥξετʼ. ἀλλʼ ἴωμεν ἐς δόμους —

788καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ χερὸς λαβὼν

789παρῆγεν ἡμᾶς — οὐδʼ ἀπαρνεῖσθαι χρεών·

790ἐπεὶ δʼ ἐν οἴκοις ἦμεν, ἐννέπει τάδε·

791λούτρʼ ὡς τάχιστα τοῖς ξένοις τις αἰρέτω,

792ὡς ἀμφὶ βωμὸν στῶσι χερνίβων πέλας.

793ἀλλʼ εἶπʼ Ὀρέστης· Ἀρτίως ἡγνίσμεθα

794λουτροῖσι καθαροῖς ποταμίων ῥείθρων ἄπο.

795εἰ δὲ ξένους ἀστοῖσι συνθύειν χρεών,

796Αἴγισθʼ, ἕτοιμοι κοὐκ ἀπαρνούμεσθʼ, ἄναξ.

797τοῦτον μὲν οὖν μεθεῖσαν ἐκ μέσου λόγον·

798λόγχας δὲ θέντες δεσπότου φρουρήματα

799δμῶες πρὸς ἔργον πάντες ἵεσαν χέρας·

800οἳ μὲν σφαγεῖον ἔφερον, οἳ δʼ ᾖρον κανᾶ,

801ἄλλοι δὲ πῦρ ἀνῆπτον ἀμφί τʼ ἐσχάρας

802λέβητας ὤρθουν· πᾶσα δʼ ἐκτύπει στέγη.

803λαβὼν δὲ προχύτας μητρὸς εὐνέτης σέθεν

804ἔβαλλε βωμούς, τοιάδʼ ἐννέπων ἔπη·

805νύμφαι πετραῖαι, πολλάκις με βουθυτεῖν

806καὶ τὴν κατʼ οἴκους Τυνδαρίδα δάμαρτʼ ἐμὴν

807πράσσοντας ὡς νῦν, τοὺς δʼ ἐμοὺς ἐχθροὺς κακῶς

808— λέγων Ὀρέστην καὶ σέ. δεσπότης δʼ ἐμὸς

809τἀναντίʼ ηὔχετʼ, οὐ γεγωνίσκων λόγους,

810λαβεῖν πατρῷα δώματʼ. ἐκ κανοῦ δʼ ἑλὼν

811Αἴγισθος ὀρθὴν σφαγίδα, μοσχείαν τρίχα

812τεμὼν ἐφʼ ἁγνὸν πῦρ ἔθηκε δεξιᾷ,

813κἄσφαξʼ ἐπʼ ὤμων μόσχον ὡς ἦραν χεροῖν

814δμῶες, λέγει δὲ σῷ κασιγνήτῳ τάδε·

815Ἐκ τῶν καλῶν κομποῦσι τοῖσι Θεσσαλοῖς

816εἶναι τόδʼ, ὅστις ταῦρον ἀρταμεῖ καλῶς

817ἵππους τʼ ὀχμάζει· λαβὲ σίδηρον, ὦ ξένε,

818δεῖξόν τε φήμην ἔτυμον ἀμφὶ Θεσσαλῶν.

819ὁ δʼ εὐκρότητον Δωρίδʼ ἁρπάσας χεροῖν,

820ῥίψας ἀπʼ ὤμων εὐπρεπῆ πορπάματα,

821Πυλάδην μὲν εἵλετʼ ἐν πόνοις ὑπηρέτην,

822δμῶας δʼ ἀπωθεῖ· καὶ λαβὼν μόσχου πόδα,

823λευκὰς ἐγύμνου σάρκας ἐκτείνων χέρα·

824θᾶσσον δὲ βύρσαν ἐξέδειρεν ἢ δρομεὺς

825δισσοὺς διαύλους ἱππίους διήνυσε,

826κἀνεῖτο λαγόνας. ἱερὰ δʼ ἐς χεῖρας λαβὼν

827Αἴγισθος ἤθρει. καὶ λοβὸς μὲν οὐ προσῆν

828σπλάγχνοις, πύλαι δὲ καὶ δοχαὶ χολῆς πέλας

829κακὰς ἔφαινον τῷ σκοποῦντι προσβολάς.

830χὣ μὲν σκυθράζει, δεσπότης δʼ ἀνιστορεῖ·

831τί χρῆμʼ ἀθυμεῖς; — ὦ ξένʼ, ὀρρωδῶ τινα

832δόλον θυραῖον. ἔστι δʼ ἔχθιστος βροτῶν

833Ἀγαμέμνονος παῖς πολέμιός τʼ ἐμοῖς δόμοις·

834ὃ δʼ εἶπε· φυγάδος δῆτα δειμαίνεις δόλον,

835πόλεως ἀνάσσων; οὐχ, ὅπως παστήρια

836θοινασόμεσθα, Φθιάδʼ ἀντὶ Δωρικῆς

837οἴσει τις ἡμῖν κοπίδʼ, ἀπορρήξω χέλυν;

838λαβὼν δὲ κόπτει. σπλάγχνα δʼ Αἴγισθος λαβὼν

839ἤθρει διαιρῶν. τοῦ δὲ νεύοντος κάτω

840ὄνυχας ἐπʼ ἄκρους στὰς κασίγνητος σέθεν

841ἐς σφονδύλους ἔπαισε, νωτιαῖα δὲ

842ἔρρηξεν ἄρθρα· πᾶν δὲ σῶμʼ ἄνω κάτω

843ἤσπαιρεν ἠλάλαζε δυσθνῄσκων φόνῳ.

844δμῶες δʼ ἰδόντες εὐθὺς ᾖξαν ἐς δόρυ,

845πολλοὶ μάχεσθαι πρὸς δύʼ· ἀνδρείας δʼ ὕπο

846ἔστησαν ἀντίπρῳρα σείοντες βέλη

847Πυλάδης Ὀρέστης τʼ. εἶπε δʼ· οὐχὶ δυσμενὴς

848ἥκω πόλει τῇδʼ οὐδʼ ἐμοῖς ὀπάοσιν,

849φονέα δὲ πατρὸς ἀντετιμωρησάμην

850τλήμων Ὀρέστης· ἀλλὰ μή με καίνετε,

851πατρὸς παλαιοὶ δμῶες. οἳ δʼ, ἐπεὶ λόγων

852ἤκουσαν, ἔσχον κάμακας· ἐγνώσθη δʼ ὑπὸ

853γέροντος ἐν δόμοισιν ἀρχαίου τινός.

854στέφουσι δʼ εὐθὺς σοῦ κασιγνήτου κάρα

855χαίροντες ἀλαλάζοντες. ἔρχεται δὲ σοὶ

856κάρα ʼπιδείξων οὐχὶ Γοργόνος φέρων,

857ἀλλʼ ὃν στυγεῖς Αἴγισθον· αἷμα δʼ αἵματος

858πικρὸς δανεισμὸς ἦλθε τῷ θανόντι νῦν.

Choral 8

Strophe 1

Χορός

859θὲς ἐς χορόν, ὦ φίλα, ἴχνος,

860ὡς νεβρὸς οὐράνιον

861πήδημα κουφίζουσα σὺν ἀγλαΐᾳ.

862νικᾷ στεφαναφορίαν

863κρείσσω τοῖς παρʼ Ἀλφειοῦ ῥεέθροισι τελέσσας

864κασίγνητος σέθεν· ἀλλʼ ἐπάειδε

865καλλίνικον ᾠδὰν ἐμῷ χορῷ.

Ἠλέκτρα

866ὦ φέγγος, ὦ τέθριππον ἡλίου σέλας,

867ὦ γαῖα καὶ νὺξ ἣν ἐδερκόμην πάρος,

868νῦν ὄμμα τοὐμὸν ἀμπτυχαί τʼ ἐλεύθεροι,

869ἐπεὶ πατρὸς πέπτωκεν Αἴγισθος φονεύς.

870φέρʼ, οἷα δὴ χω καὶ δόμοι κεύθουσί μου

871κόμης ἀγάλματʼ ἐξενέγκωμαι, φίλαι,

872στέψω τʼ ἀδελφοῦ κρᾶτα τοῦ νικηφόρου.

Antistrophe 2

Χορός

873σὺ μέν νυν ἀγάλματʼ ἄειρε

874κρατί· τὸ δʼ ἁμέτερον

875χωρήσεται Μούσαισι χόρευμα φίλον.

876νῦν οἱ πάρος ἁμέτεροι

877γαίας τυραννεύσουσι φίλοι βασιλῆες,

878δικαίως τοὺς ἀδίκους καθελόντες.

879ἀλλʼ ἴτω ξύναυλος βοὰ χαρᾷ.

Episode 9

Ἠλέκτρα

880ὦ καλλίνικε, πατρὸς ἐκ νικηφόρου

881γεγώς, Ὀρέστα, τῆς ὑπʼ Ἰλίῳ μάχης,

882δέξαι κόμης σῆς βοστρύχων ἀνδήματα.

883ἥκεις γὰρ οὐκ ἀχρεῖον ἔκπλεθρον δραμὼν

884ἀγῶνʼ ἐς οἴκους, ἀλλὰ πολέμιον κτανὼν

885Αἴγισθον, ὃς σὸν πατέρα κἀμὸν ὤλεσε.

886σύ τʼ, ὦ παρασπίστʼ, ἀνδρὸς εὐσεβεστάτου

887παίδευμα Πυλάδη, στέφανον ἐξ ἐμῆς χερὸς

888δέχου· φέρῃ γὰρ καὶ σὺ τῷδʼ ἴσον μέρος

889ἀγῶνος· αἰεὶ δʼ εὐτυχεῖς φαίνοισθέ μοι.

Ὀρέστης

890θεοὺς μὲν ἡγοῦ πρῶτον, Ἠλέκτρα, τύχης

891ἀρχηγέτας τῆσδʼ, εἶτα κἄμʼ ἐπαίνεσον

892τὸν τῶν θεῶν τε τῆς τύχης θʼ ὑπηρέτην.

893ἥκω γὰρ οὐ λόγοισιν ἀλλʼ ἔργοις κτανὼν

894Αἴγισθον· ὡς δὲ τῷ σάφʼ εἰδέναι τάδε

895προσθῶμεν, αὐτὸν τὸν θανόντα σοι φέρω,

896ὃν εἴτε χρῄζεις θηρσὶν ἁρπαγὴν πρόθες,

897ἢ σκῦλον οἰωνοῖσιν, αἰθέρος τέκνοις,

898πήξασʼ ἔρεισον σκόλοπι· σὸς γάρ ἐστι νῦν

899δοῦλος, πάροιθε δεσπότης κεκλημένος.

Ἠλέκτρα

900αἰσχύνομαι μέν, βούλομαι δʼ εἰπεῖν ὅμως.

Ὀρέστης

901τί χρῆμα; λέξον· ὡς φόβου γʼ ἔξωθεν εἶ.

Ἠλέκτρα

902νεκροὺς ὑβρίζειν, μή μέ τις φθόνῳ βάλῃ.

Ὀρέστης

903οὐκ ἔστιν οὐδεὶς ὅστις ἂν μέμψαιτό σε.

Ἠλέκτρα

904δυσάρεστος ἡμῶν καὶ φιλόψογος πόλις.

Ὀρέστης

905λέγʼ, εἴ τι χρῄζεις, σύγγονʼ· ἀσπόνδοισι γὰρ

906νόμοισιν ἔχθραν τῷδε συμβεβλήκαμεν.

Ἠλέκτρα

907εἶἑν· τίνʼ ἀρχὴν πρῶτά σʼ ἐξείπω κακῶν,

908ποίας τελευτάς; τίνα μέσον τάξω λόγον;

909καὶ μὴν διʼ ὄρθρων γʼ οὔποτʼ ἐξελίμπανον

910θρυλοῦσʼ ἅ γʼ εἰπεῖν ἤθελον κατʼ ὄμμα σόν,

911εἰ δὴ γενοίμην δειμάτων ἐλευθέρα

912τῶν πρόσθε. νῦν οὖν ἐσμεν· ἀποδώσω δέ σοι

913ἐκεῖνʼ ἅ σε ζῶντʼ ἤθελον λέξαι κακά.

914ἀπώλεσάς με κὠρφανὴν φίλου πατρὸς

915καὶ τόνδʼ ἔθηκας, οὐδὲν ἠδικημένος,

916κἄγημας αἰσχρῶς μητέρʼ ἄνδρα τʼ ἔκτανες

917στρατηλατοῦνθʼ Ἕλλησιν, οὐκ ἐλθὼν Φρύγας.

918ἐς τοῦτο δʼ ἦλθες ἀμαθίας ὥστʼ ἤλπισας

919ὡς ἐς σὲ ἐμὴν δὴ μητέρʼ οὐχ ἕξοις κακὴν

920γήμας, ἐμοῦ δὲ πατρὸς ἠδίκεις λέχη.

921ἴστω δʼ, ὅταν τις διολέσας δάμαρτά του

922κρυπταῖσιν εὐναῖς εἶτʼ ἀναγκασθῇ λαβεῖν,

923δύστηνός ἐστιν, εἰ δοκεῖ τὸ σωφρονεῖν

924ἐκεῖ μὲν αὐτὴν οὐκ ἔχειν, παρʼ οἷ δʼ ἔχειν.

925ἄλγιστα δʼ ᾤκεις, οὐ δοκῶν οἰκεῖν κακῶς·

926ᾔδησθα γὰρ δῆτʼ ἀνόσιον γήμας γάμον,

927μήτηρ δὲ σʼ ἄνδρα δυσσεβῆ κεκτημένη.

928ἄμφω πονηρὼ δʼ ὄντʼ ἀνῃρεῖσθον τύχην

929κείνη τε τὴν σὴν καὶ σὺ τοὐκείνης κακόν.

930πᾶσιν δʼ ἐν Ἀργείοισιν ἤκουες τάδε·

931Ὁ τῆς γυναικός — οὐχὶ τἀνδρὸς ἡ γυνή.

932καίτοι τόδʼ αἰσχρόν, προστατεῖν γε δωμάτων

933γυναῖκα, μὴ τὸν ἄνδρα· κἀκείνους στυγῶ

934τοὺς παῖδας, ὅστις τοῦ μὲν ἄρσενος πατρὸς

935οὐκ ὠνόμασται, τῆς δὲ μητρὸς ἐν πόλει.

936ἐπίσημα γὰρ γήμαντι καὶ μείζω λέχη

937τἀνδρὸς μὲν οὐδείς,…

938

The complete text is available when the reading interface loads.