Ἰφιγένεια ἐν Ταύροις
Author namesEuripide · Euripides · Ευριπιδης
- Scientific editors
- Gilbert Murray
- Edition reference
- Euripidis Fabulae · Oxford · Clarendon Press · 1913
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg013.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 1
Ἰφιγένεια
1Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν
2θοαῖσιν ἵπποις Οἰνομάου γαμεῖ κόρην,
3ἐξ ἧς Ἀτρεὺς ἔβλαστεν· Ἀτρέως δὲ παῖς
4Μενέλαος Ἀγαμέμνων τε· τοῦ δʼ ἔφυν ἐγώ
5τῆς Τυνδαρείας θυγατρὸς Ἰφιγένεια παῖς,
6ἣν ἀμφὶ δίναις ἃς θάμʼ Εὔριπος πυκναῖς
7αὔραις ἑλίσσων κυανέαν ἅλα στρέφει,
8ἔσφαξεν Ἑλένης οὕνεχʼ, ὡς δοκεῖ, πατὴρ
9Ἀρτέμιδι κλειναῖς ἐν πτυχαῖσιν Αὐλίδος.
10ἐνταῦθα γὰρ δὴ χιλίων ναῶν στόλον
11Ἑλληνικὸν συνήγαγʼ Ἀγαμέμνων ἄναξ,
12τὸν καλλίνικον στέφανον Ἰλίου θέλων
13λαβεῖν Ἀχαιοῖς τούς θʼ ὑβρισθέντας γάμους
14Ἑλένης μετελθεῖν, Μενέλεῳ χάριν φέρων.
15δεινῆς δʼ ἀπλοίας πνευμάτων τε τυγχάνων,
16ἐς ἔμπυρʼ ἦλθε, καὶ λέγει Κάλχας τάδε·
17ὦ τῆσδʼ ἀνάσσων Ἑλλάδος στρατηγίας,
18Ἀγάμεμνον, οὐ μὴ ναῦς ἀφορμίσῃ χθονός,
19πρὶν ἂν κόρην σὴν Ἰφιγένειαν Ἄρτεμις
20λάβῃ σφαγεῖσαν· ὅ τι γὰρ ἐνιαυτὸς τέκοι
21κάλλιστον, ηὔξω φωσφόρῳ θύσειν θεᾷ.
22παῖδʼ οὖν ἐν οἴκοις σὴ Κλυταιμήστρα δάμαρ
23τίκτει — τὸ καλλιστεῖον εἰς ἔμʼ ἀναφέρων —
24ἣν χρή σε θῦσαι. καί μʼ Ὀδυσσέως τέχναις
25μητρὸς παρείλοντʼ ἐπὶ γάμοις Ἀχιλλέως.
26ἐλθοῦσα δʼ Αὐλίδʼ ἡ τάλαινʼ ὑπὲρ πυρᾶς
27μεταρσία ληφθεῖσʼ ἐκαινόμην ξίφει·
28ἀλλʼ ἐξέκλεψεν ἔλαφον ἀντιδοῦσά μου
29Ἄρτεμις Ἀχαιοῖς, διὰ δὲ λαμπρὸν αἰθέρα
30πέμψασά μʼ ἐς τήνδʼ ᾤκισεν Ταύρων χθόνα,
31οὗ γῆς ἀνάσσει βαρβάροισι βάρβαρος
32Θόας, ὃς ὠκὺν πόδα τιθεὶς ἴσον πτεροῖς
33ἐς τοὔνομʼ ἦλθε τόδε ποδωκείας χάριν.
34ναοῖσι δʼ ἐν τοῖσδʼ ἱερέαν τίθησί με·
35ὅθεν νόμοισι τοῖσιν ἥδεται θεὰ
36Ἄρτεμις, ἑορτῆς, τοὔνομʼ ἧς καλὸν μόνον —
37τὰ δʼ ἄλλα σιγῶ, τὴν θεὸν φοβουμένη —
38θύω γὰρ ὄντος τοῦ νόμου καὶ πρὶν πόλει,
39ὃς ἂν κατέλθῃ τήνδε γῆν Ἕλλην ἀνήρ.
40κατάρχομαι μέν, σφάγια δʼ ἄλλοισιν μέλει
41ἄρρητʼ ἔσωθεν τῶνδʼ ἀνακτόρων θεᾶς.
42ἃ καινὰ δʼ ἥκει νὺξ φέρουσα φάσματα,
43λέξω πρὸς αἰθέρʼ, εἴ τι δὴ τόδʼ ἔστʼ ἄκος.
44ἔδοξʼ ἐν ὕπνῳ τῆσδʼ ἀπαλλαχθεῖσα γῆς
45οἰκεῖν ἐν Ἄργει, παρθένοισι δʼ ἐν μέσαις
46εὕδειν, χθονὸς δὲ νῶτα σεισθῆναι σάλῳ,
47φεύγειν δὲ κἄξω στᾶσα θριγκὸν εἰσιδεῖν
48δόμων πίτνοντα, πᾶν δʼ ἐρείψιμον στέγος
49βεβλημένον πρὸς οὖδας ἐξ ἄκρων σταθμῶν.
50μόνος λελεῖφθαι στῦλος εἷς ἔδοξέ μοι
51δόμων πατρῴων, ἐκ δʼ ἐπικράνων κόμας
52ξανθὰς καθεῖναι, φθέγμα δʼ ἀνθρώπου λαβεῖν,
53κἀγὼ τέχνην τήνδʼ ἣν ἔχω ξενοκτόνον
54τιμῶσʼ ὑδραίνειν αὐτὸν ὡς θανούμενον,
55κλαίουσα. τοὔναρ δʼ ὧδε συμβάλλω τόδε·
56τέθνηκʼ Ὀρέστης, οὗ κατηρξάμην ἐγώ.
57στῦλοι γὰρ οἴκων παῖδές εἰσιν ἄρσενες·
58θνῄσκουσι δʼ οὓς ἂν χέρνιβες βάλωσʼ ἐμαί.
59οὐδʼ αὖ συνάψαι τοὔναρ ἐς φίλους ἔχω·
60Στροφίῳ γὰρ οὐκ ἦν παῖς, ὅτʼ ὠλλύμην ἐγώ.
61νῦν οὖν ἀδελφῷ βούλομαι δοῦναι χοὰς
62παροῦσʼ ἀπόντι — ταῦτα γὰρ δυναίμεθʼ ἄν —
63σὺν προσπόλοισιν, ἃς ἔδωχʼ ἡμῖν ἄναξ
64Ἑλληνίδας γυναῖκας. ἀλλʼ ἐξ αἰτίας
65οὔπω τίνος πάρεισιν; εἶμʼ ἔσω δόμων
66ἐν οἷσι ναίω τῶνδʼ ἀνακτόρων θεᾶς.
Ὀρέστης
67ὅρα, φυλάσσου μή τις ἐν στίβῳ βροτῶν.
Πυλάδης
68ὁρῶ, σκοποῦμαι δʼ ὄμμα πανταχῆ στρέφων.
Ὀρέστης
69Πυλάδη, δοκεῖ σοι μέλαθρα ταῦτʼ εἶναι θεᾶς
70ἔνθʼ Ἀργόθεν ναῦν ποντίαν ἐστείλαμεν;
Πυλάδης
71ἔμοιγʼ, Ὀρέστα· σοὶ δὲ συνδοκεῖν χρεών.
Ὀρέστης
72καὶ βωμός, Ἕλλην οὗ καταστάζει φόνος;
Πυλάδης
73ἐξ αἱμάτων γοῦν ξάνθʼ ἔχει τριχώματα.
Ὀρέστης
74θριγκοῖς δʼ ὑπʼ αὐτοῖς σκῦλʼ ὁρᾷς ἠρτημένα;
Πυλάδης
75τῶν κατθανόντων γʼ ἀκροθίνια ξένων.
76ἀλλʼ ἐγκυκλοῦντʼ ὀφθαλμὸν εὖ σκοπεῖν χρεών.
Ὀρέστης
77ὦ Φοῖβε, ποῖ μʼ αὖ τήνδʼ ἐς ἄρκυν ἤγαγες
78χρήσας, ἐπειδὴ πατρὸς αἷμʼ ἐτεισάμην,
79μητέρα κατακτάς, διαδοχαῖς δʼ Ἐρινύων
80ἠλαυνόμεσθα φυγάδες ἔξεδροι χθονὸς
81δρόμους τε πολλοὺς ἐξέπλησα καμπίμους,
82ἐλθὼν δέ σʼ ἠρώτησα πῶς τροχηλάτου
83μανίας ἂν ἔλθοιμʼ ἐς τέλος πόνων τʼ ἐμῶν,
84οὓς ἐξεμόχθουν περιπολῶν καθʼ Ἑλλάδα —
85σὺ δʼ εἶπας ἐλθεῖν Ταυρικῆς μʼ ὅρους χθονός,
86ἔνθʼ Ἄρτεμίς σοι σύγγονος βωμοὺς ἔχοι,
87λαβεῖν τʼ ἄγαλμα θεᾶς, ὅ φασιν ἐνθάδε
88ἐς τούσδε ναοὺς οὐρανοῦ πεσεῖν ἄπο·
89λαβόντα δʼ ἢ τέχναισιν ἢ τύχῃ τινί,
90κίνδυνον ἐκπλήσαντʼ, Ἀθηναίων χθονὶ
91δοῦναι — τὸ δʼ ἐνθένδʼ οὐδὲν ἐρρήθη πέρα —
92καὶ ταῦτα δράσαντʼ ἀμπνοὰς ἕξειν πόνων.
93ἥκω δὲ πεισθεὶς σοῖς λόγοισιν ἐνθάδε
94ἄγνωστον ἐς γῆν, ἄξενον. σὲ δʼ ἱστορῶ,
95Πυλάδη — σὺ γάρ μοι τοῦδε συλλήπτωρ πόνου —
96τί δρῶμεν; ἀμφίβληστρα γὰρ τοίχων ὁρᾷς
97ὑψηλά· πότερα δωμάτων προσαμβάσεις
98ἐκβησόμεσθα; πῶς ἂν οὖν λάθοιμεν ἄν;
99ἢ χαλκότευκτα κλῇθρα λύσαντες μοχλοῖς —
100ὧν οὐδὲν ἴσμεν; ἢν δʼ ἀνοίγοντες πύλας
101ληφθῶμεν ἐσβάσεις τε μηχανώμενοι,
102θανούμεθʼ. ἀλλὰ πρὶν θανεῖν, νεὼς ἔπι
103φεύγωμεν, ᾗπερ δεῦρʼ ἐναυστολήσαμεν.
Πυλάδης
104φεύγειν μὲν οὐκ ἀνεκτὸν οὐδʼ εἰώθαμεν,
105τὸν τοῦ θεοῦ δὲ χρησμὸν οὐ κακιστέον·
106ναοῦ δʼ ἀπαλλαχθέντε κρύψωμεν δέμας
107κατʼ ἄντρʼ ἃ πόντος νοτίδι διακλύζει μέλας —
108νεὼς ἄπωθεν, μή τις εἰσιδὼν σκάφος
109βασιλεῦσιν εἴπῃ κᾆτα ληφθῶμεν βίᾳ.
110ὅταν δὲ νυκτὸς ὄμμα λυγαίας μόλῃ,
111τολμητέον τοι ξεστὸν ἐκ ναοῦ λαβεῖν
112ἄγαλμα πάσας προσφέροντε μηχανάς.
113ὅρα δέ γʼ εἴσω τριγλύφων ὅποι κενὸν
114δέμας καθεῖναι· τοὺς πόνους γὰρ ἁγαθοὶ
115τολμῶσι, δειλοὶ δʼ εἰσὶν οὐδὲν οὐδαμοῦ.
Ὀρέστης
116οὔ τοι μακρὸν μὲν ἤλθομεν κώπῃ πόρον,
117ἐκ τερμάτων δὲ νόστον ἀροῦμεν πάλιν.
118ἀλλʼ εὖ γὰρ εἶπας, πειστέον· χωρεῖν χρεὼν
119ὅποι χθονὸς κρύψαντε λήσομεν δέμας.
120οὐ γὰρ τὸ τοῦ θεοῦ γʼ αἴτιον γενήσεται
121πεσεῖν ἄχρηστον θέσφατον· τολμητέον·
122μόχθος γὰρ οὐδεὶς τοῖς νέοις σκῆψιν φέρει.
Choral 2
Anapests 1
Χορός
123εὐφαμεῖτʼ, ὦ
124πόντου δισσὰς συγχωρούσας
125πέτρας Ἀξείνου ναίοντες.
126ὦ παῖ τᾶς Λατοῦς,
127Δίκτυννʼ οὐρεία,
128πρὸς σὰν αὐλάν, εὐστύλων
129ναῶν χρυσήρεις θριγκούς,
130πόδα παρθένιον ὅσιον ὁσίας
131κλῃδούχου δούλα πέμπω,
132Ἑλλάδος εὐίππου πύργους
134καὶ τείχη χόρτων τʼ εὐδένδρων
135ἐξαλλάξασʼ Εὐρώπαν,
136πατρῴων οἴκων ἕδρας.
137ἔμολον· τί νέον; τίνα φροντίδʼ ἔχεις;
138τί με πρὸς ναοὺς ἄγαγες ἄγαγες,
139ὦ παῖ τοῦ τᾶς Τροίας πύργους
140ἐλθόντος κλεινᾷ σὺν κώπᾳ
141χιλιοναύτα
142μυριοτευχοῦς Ἀτρείδα; τῶν κλεινῶν;
Ἰφιγένεια
143ἰὼ δμωαί,
144δυσθρηνήτοις ὡς θρήνοις
145ἔγκειμαι, τᾶς οὐκ εὐμούσου
146μολπᾶς βοὰν ἀλύροις ἐλέγοις, αἰαῖ,
147αἰαῖ, κηδείοις οἴκτοισιν·
148αἵ μοι συμβαίνουσʼ ἆται,
149σύγγονον ἁμὸν κατακλαιομένα
150ζωᾶς, οἵαν οἵαν ἰδόμαν
151ὄψιν ὀνείρων
152νυκτός, τᾶς ἐξῆλθʼ ὄρφνα.
152aὀλόμαν ὀλόμαν·
153οὐκ εἴσʼ οἶκοι πατρῷοι·
154οἴμοι μοι φροῦδος γέννα.
155φεῦ φεῦ τῶν Ἄργει μόχθων.
156ἰὼ δαῖμον,
157μόνον ὅς με κασίγνητον συλᾷς
159Ἀίδᾳ πέμψας, ᾧ τάσδε χοὰς
160μέλλω κρατῆρά τε τὸν φθιμένων
161ὑδραίνειν γαίας ἐν νώτοις
162πηγάς τʼ οὐρείων ἐκ μόσχων
164Βάκχου τʼ οἰνηρὰς λοιβὰς
165ξουθᾶν τε πόνημα μελισσᾶν,
166ἃ νεκροῖς θελκτήρια κεῖται.
168ἀλλʼ ἔνδος μοι πάγχρυσον
169τεῦχος καὶ λοιβὰν Ἅιδα.
170ὦ κατὰ γαίας Ἀγαμεμνόνιον
171θάλος, ὡς φθιμένῳ τάδε σοι πέμπω·
172δέξαι δʼ· οὐ γὰρ πρὸς τύμβον σοι
173ξανθὰν χαίταν, οὐ δάκρυʼ οἴσω.
175τηλόσε γὰρ δὴ σᾶς ἀπενάσθην
176πατρίδος καὶ ἐμᾶς, ἔνθα δοκήμασι
177κεῖμαι σφαχθεῖσʼ ἁ τλάμων.
Χορός
178ἀντιψάλμους ᾠδὰς ὕμνων τʼ
180Ἀσιητᾶν σοι βάρβαρον ἀχὰν
181δεσποίνᾳ γʼ ἐξαυδάσω,
183τὰν ἐν θρήνοισιν μοῦσαν
184νέκυσι μελομέναν, τὰν ἐν μολπαῖς
185Ἅιδας ὑμνεῖ δίχα παιάνων.
186οἴμοι, τῶν Ἀτρειδᾶν οἴκων·
187ἔρρει φῶς σκήπτρων, οἴμοι,
188πατρῴων οἴκων.
189ἦν ἐκ τῶν εὐόλβων Ἄργει
190βασιλέων ἀρχά,
191μόχθος δʼ ἐκ μόχθων ᾄσσει·
192δινευούσαις ἵπποισι ῥιφαὶ
193Πέλοπος πταναῖς· ἀλλάξας δʼ ἐξ
194ἕδρας ἱερὸν ἱερὸν ὄμμʼ αὐγᾶς
195ἅλιος. ἄλλαις δʼ ἄλλα προσέβα
196χρυσέας ἀρνὸς μελάθροις ὀδύνα,
197φόνος ἐπὶ φόνῳ, ἄχεα ἄχεσιν
199ἔνθεν τῶν πρόσθεν δμαθέντων
200Τανταλιδᾶν ἐκβαίνει ποινά γʼ
201εἰς οἴκους, σπεύδει δʼ ἀσπούδαστʼ
202ἐπὶ σοὶ δαίμων.
Ἰφιγένεια
203ἐξ ἀρχᾶς μοι δυσδαίμων
204δαίμων τᾶς ματρὸς ζώνας
205καὶ νυκτὸς κείνας· ἐξ ἀρχᾶς
206λόχιαι στερρὰν παιδείαν
207Μοῖραι ξυντείνουσιν θεαί,
208τᾷ μναστευθείσᾳ ʼξ Ἑλλάνων,
209ἃν πρωτόγονον θάλος ἐν θαλάμοις
210Λήδας ἁ τλάμων κούρα
211σφάγιον πατρῴᾳ λώβᾳ
212καὶ θῦμʼ οὐκ εὐγάθητον
213ἔτεκεν, ἔτρεφεν εὐκταίαν·
214ἱππείοις δʼ ἐν δίφροισι
215ψαμάθων Αὐλίδος ἐπέβασαν
216νύμφαιον, οἴμοι, δύσνυμφον
217τῷ τᾶς Νηρέως κούρας, αἰαῖ.
218νῦν δʼ ἀξείνου πόντου ξείνα
219δυσχόρτους οἴκους ναίω,
220ἄγαμος ἄτεκνος ἄπολις ἄφιλος,
221οὐ τὰν Ἄργει μέλπουσʼ Ἥραν
222οὐδʼ ἱστοῖς ἐν καλλιφθόγγοις
223κερκίδι Παλλάδος Ἀτθίδος εἰκὼ
224καὶ Τιτάνων ποικίλλουσʼ, ἀλλʼ
225αἱμόρραντον δυσφόρμιγγα
226ξείνων αἱμάσσουσʼ ἄταν βωμούς,
227οἰκτράν τʼ αἰαζόντων αὐδὰν
228οἰκτρόν τʼ ἐκβαλλόντων δάκρυον.
229καὶ νῦν κείνων μέν μοι λάθα,
230τὸν δʼ Ἄργει δμαθέντα κλαίω
232σύγγονον, ὃν ἔλιπον ἐπιμαστίδιον,
233ἔτι βρέφος, ἔτι νέον, ἔτι θάλος
234ἐν χερσὶν ματρὸς πρὸς στέρνοις τʼ
235Ἄργει σκηπτοῦχον Ὀρέσταν.
Episode 3
Χορός
236καὶ μὴν ὅδʼ ἀκτὰς ἐκλιπὼν θαλασσίους
237βουφορβὸς ἥκει σημανῶν τί σοι νέον.
Βουκόλος
238Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τέκνον,
239ἄκουε καινῶν ἐξ ἐμοῦ κηρυγμάτων.
Ἰφιγένεια
240τί δʼ ἔστι τοῦ παρόντος ἐκπλῆσσον λόγου;
Βουκόλος
241ἥκουσιν ἐς γῆν, κυανέαν Συμπληγάδα
242πλάτῃ φυγόντες, δίπτυχοι νεανίαι,
243θεᾷ φίλον πρόσφαγμα καὶ θυτήριον
244Ἀρτέμιδι. χέρνιβας δὲ καὶ κατάργματα
245οὐκ ἂν φθάνοις ἂν εὐτρεπῆ ποιουμένη.
Ἰφιγένεια
246ποδαποί; τίνος γῆς σχῆμʼ ἔχουσιν οἱ ξένοι;
Βουκόλος
247Ἕλληνες· ἓν τοῦτʼ οἶδα κοὐ περαιτέρω.
Ἰφιγένεια
248οὐδʼ ὄνομʼ ἀκούσας οἶσθα τῶν ξένων φράσαι;
Βουκόλος
249Πυλάδης ἐκλῄζεθʼ ἅτερος πρὸς θατέρου.
Ἰφιγένεια
250τοῦ ξυζύγου δὲ τοῦ ξένου τί τοὔνομʼ ἦν;
Βουκόλος
251οὐδεὶς τόδʼ οἶδεν· οὐ γὰρ εἰσηκούσαμεν.
Ἰφιγένεια
252πῶς δʼ εἴδετʼ αὐτοὺς κἀντυχόντες εἵλετε;
Βουκόλος
253ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου —
Ἰφιγένεια
254καὶ τίς θαλάσσης βουκόλοις κοινωνία;
Βουκόλος
255βοῦς ἤλθομεν νίψοντες ἐναλίᾳ δρόσῳ.
Ἰφιγένεια
256ἐκεῖσε δὴ ʼπάνελθε, πῶς νιν εἵλετε
257τρόπῳ θʼ ὁποίῳ· τοῦτο γὰρ μαθεῖν θέλω.
258χρόνιοι γὰρ ἥκουσʼ· οὐδέ πω βωμὸς θεᾶς
259Ἑλληνικαῖσιν ἐξεφοινίχθη ῥοαῖς.
Βουκόλος
260ἐπεὶ τὸν ἐσρέοντα διὰ Συμπληγάδων
261βοῦς ὑλοφορβοὺς πόντον εἰσεβάλλομεν,
262ἦν τις διαρρὼξ κυμάτων πολλῷ σάλῳ
263κοιλωπὸς ἀγμός, πορφυρευτικαὶ στέγαι.
264ἐνταῦθα δισσοὺς εἶδέ τις νεανίας
265βουφορβὸς ἡμῶν, κἀπεχώρησεν πάλιν
266ἄκροισι δακτύλοισι πορθμεύων ἴχνος.
267ἔλεξε δʼ· Οὐχ ὁρᾶτε; δαίμονές τινες
268θάσσουσιν οἵδε. — θεοσεβὴς δʼ ἡμῶν τις ὢν
269ἀνέσχε χεῖρα καὶ προσηύξατʼ εἰσιδών·
270ὦ ποντίας παῖ Λευκοθέας, νεῶν φύλαξ,
271δέσποτα Παλαῖμον, ἵλεως ἡμῖν γενοῦ,
272εἴτʼ οὖν ἐπʼ ἀκταῖς θάσσετον Διοσκόρω,
273ἢ Νηρέως ἀγάλμαθʼ, ὃς τὸν εὐγενῆ
274ἔτικτε πεντήκοντα Νηρῄδων χορόν.
275ἄλλος δέ τις μάταιος, ἀνομίᾳ θρασύς,
276ἐγέλασεν εὐχαῖς, ναυτίλους δʼ ἐφθαρμένους
277θάσσειν φάραγγʼ ἔφασκε τοῦ νόμου φόβῳ,
278κλύοντας ὡς θύοιμεν ἐνθάδε ξένους.
279ἔδοξε δʼ ἡμῶν εὖ λέγειν τοῖς πλείοσι,
280θηρᾶν τε τῇ θεῷ σφάγια τἀπιχώρια.
281κἀν τῷδε πέτραν ἅτερος λιπὼν ξένοιν
282ἔστη κάρα τε διετίναξʼ ἄνω κάτω
283κἀπεστέναξεν ὠλένας τρέμων ἄκρας,
284μανίαις ἀλαίνων, καὶ βοᾷ κυναγὸς ὥς·
285Πυλάδη, δέδορκας τήνδε; τήνδε δʼ οὐχ ὁρᾷς
286Ἅιδου δράκαιναν, ὥς με βούλεται κτανεῖν
287δειναῖς ἐχίδναις εἰς ἔμʼ ἐστομωμένη;
288ἣ δʼ ἐκ χιτώνων πῦρ πνέουσα καὶ φόνον
289πτεροῖς ἐρέσσει, μητέρʼ ἀγκάλαις ἐμὴν
290ἔχουσα — πέτρινον ὄχθον, ὡς ἐπεμβάλῃ.
291οἴμοι, κτενεῖ με· ποῖ φύγω;
291aπαρῆν δʼ ὁρᾶν
292οὐ ταῦτα μορφῆς σχήματʼ, ἀλλʼ ἠλλάσσετο
293φθογγάς τε μόσχων καὶ κυνῶν ὑλάγματα,
294ἃς φᾶσʼ Ἐρινῦς ἱέναι μιμήματα.
295ἡμεῖς δὲ συσταλέντες, ὡς θαμβούμενοι,
296σιγῇ καθήμεθʼ· ὃ δὲ χερὶ σπάσας ξίφος,
297μόσχους ὀρούσας ἐς μέσας λέων ὅπως,
298παίει σιδήρῳ λαγόνας ἐς πλευράς θʼ ἱείς,
299δοκῶν Ἐρινῦς θεὰς ἀμύνεσθαι τάδε,
300ὡς αἱματηρὸν πέλαγος ἐξανθεῖν ἁλός.
301κἀν τῷδε πᾶς τις, ὡς ὁρᾷ βουφόρβια
302πίπτοντα καὶ πορθούμενʼ, ἐξωπλίζετο,
303κόχλους τε φυσῶν συλλέγων τʼ ἐγχωρίους·
304πρὸς εὐτραφεῖς γὰρ καὶ νεανίας ξένους
305φαύλους μάχεσθαι βουκόλους ἡγούμεθα.
306πολλοὶ δʼ ἐπληρώθημεν ἐν μακρῷ χρόνῳ.
307πίπτει δὲ μανίας πίτυλον ὁ ξένος μεθείς,
308στάζων ἀφρῷ γένειον· ὡς δʼ ἐσείδομεν
309προύργου πεσόντα, πᾶς ἀνὴρ ἔσχεν πόνον
310βάλλων ἀράσσων. ἅτερος δὲ τοῖν ξένοιν
311ἀφρόν τʼ ἀπέψη σώματός τʼ ἐτημέλει
312πέπλων τε προυκάλυπτεν εὐπήνους ὑφάς,
313καραδοκῶν μὲν τἀπιόντα τραύματα,
314φίλον δὲ θεραπείαισιν ἄνδρʼ εὐεργετῶν.
315ἔμφρων δʼ ἀνᾴξας ὁ ξένος πεσήματος
316ἔγνω κλύδωνα πολεμίων προσκείμενον
317καὶ τὴν παροῦσαν συμφορὰν αὐτοῖν πέλας,
318ᾤμωξέ θʼ· ἡμεῖς δʼ οὐκ ἀνίεμεν πέτροις
319βάλλοντες, ἄλλος ἄλλοθεν προσκείμενοι.
320οὗ δὴ τὸ δεινὸν παρακέλευσμʼ ἠκούσαμεν·
321Πυλάδη, θανούμεθʼ, ἀλλʼ ὅπως θανούμεθα
322κάλλισθʼ· ἕπου μοι, φάσγανον σπάσας χερί. —
323ὡς δʼ εἴδομεν δίπαλτα πολεμίων ξίφη,
324φυγῇ λεπαίας ἐξεπίμπλαμεν νάπας.
325ἀλλʼ, εἰ φύγοι τις, ἅτεροι προσκείμενοι
326ἔβαλλον αὐτούς· εἰ δὲ τούσδʼ ὠσαίατο,
327αὖθις τὸ νῦν ὑπεῖκον ἤρασσεν πέτροις.
328ἀλλʼ ἦν ἄπιστον· μυρίων γὰρ ἐκ χερῶν
329οὐδεὶς τὰ τῆς θεοῦ θύματʼ εὐτύχει βαλών.
330μόλις δέ νιν τόλμῃ μὲν οὐ χειρούμεθα,
331κύκλῳ δὲ περιβαλόντες ἐξεκλέψαμεν
332πέτροισι χειρῶν φάσγανʼ, ἐς δὲ γῆν γόνυ
333καμάτῳ καθεῖσαν. πρὸς δʼ ἄνακτα τῆσδε γῆς
334κομίζομέν νιν. ὃ δʼ ἐσιδὼν ὅσον τάχος
335ἐς χέρνιβάς τε καὶ σφαγεῖʼ ἔπεμπέ σοι.
336ηὔχου δὲ τοιάδʼ, ὦ νεᾶνί, σοι ξένων
337σφάγια παρεῖναι· κἂν ἀναλίσκῃς ξένους
338τοιούσδε, τὸν σὸν Ἑλλὰς ἀποτείσει φόνον
339δίκας τίνουσα τῆς ἐν Αὐλίδι σφαγῆς.
Χορός
340θαυμάστʼ ἔλεξας τὸν μανένθʼ, ὅστις ποτὲ
341Ἕλληνος ἐκ γῆς πόντον ἦλθεν ἄξενον.
Ἰφιγένεια
342εἶἑν· σὺ μὲν κόμιζε τοὺς ξένους μολών,
343τὰ δʼ ἐνθάδʼ ἡμεῖς ὅσια φροντιούμεθα —
344ὦ καρδία τάλαινα, πρὶν μὲν ἐς ξένους
345γαληνὸς ἦσθα καὶ φιλοικτίρμων ἀεί,
346ἐς θοὑμόφυλον ἀναμετρουμένη δάκρυ,
347Ἕλληνας ἄνδρας ἡνίκʼ ἐς χέρας λάβοις.
348νῦν δʼ ἐξ ὀνείρων οἷσιν ἠγριώμεθα,
349δοκοῦσʼ Ὀρέστην μηκέθʼ ἥλιον βλέπειν,
350δύσνουν με λήψεσθʼ, οἵτινές ποθʼ ἥκετε.
351καὶ τοῦτʼ ἄρʼ ἦν ἀληθές, ᾐσθόμην, φίλαι·
352οἱ δυστυχεῖς γὰρ τοῖσι δυστυχεστέροις
353αὐτοὶ κακῶς πράξαντες οὐ φρονοῦσιν εὖ.
354ἀλλʼ οὔτε πνεῦμα Διόθεν ἦλθε πώποτε,
355οὐ πορθμίς, ἥτις διὰ πέτρας Συμπληγάδας
356Ἑλένην ἀπήγαγʼ ἐνθάδʼ, ἥ μʼ ἀπώλεσεν,
357Μενέλεών θʼ, ἵνʼ αὐτοὺς ἀντετιμωρησάμην,
358τὴν ἐνθάδʼ Αὖλιν ἀντιθεῖσα τῆς ἐκεῖ,
359οὗ μʼ ὥστε μόσχον Δαναΐδαι χειρούμενοι
360ἔσφαζον, ἱερεὺς δʼ ἦν ὁ γεννήσας πατήρ.
361οἴμοι — κακῶν γὰρ τῶν τότʼ οὐκ ἀμνημονῶ —
362ὅσας γενείου χεῖρας ἐξηκόντισα
363γονάτων τε τοῦ τεκόντος, ἐξαρτωμένη,
364λέγουσα τοιάδʼ· ὦ πάτερ, νυμφεύομαι
365νυμφεύματʼ αἰσχρὰ πρὸς σέθεν· μήτηρ δʼ ἐμὲ
366σέθεν κατακτείνοντος Ἀργεῖαί τε νῦν
367ὑμνοῦσιν ὑμεναίοισιν, αὐλεῖται δὲ πᾶν
368μέλαθρον· ἡμεῖς δʼ ὀλλύμεσθα πρὸς σέθεν.
369Ἅιδης Ἀχιλλεὺς ἦν ἄρʼ, οὐχ ὁ Πηλέως,
370ὅν μοι προσείσας πόσιν, ἐν ἁρμάτων ὄχοις
371ἐς αἱματηρὸν γάμον ἐπόρθμευσας δόλῳ.
372ἐγὼ δὲ λεπτῶν ὄμμα διὰ καλυμμάτων
373ἔχουσʼ, ἀδελφόν τʼ οὐκ ἀνειλόμην χεροῖν,
374— ὃς νῦν ὄλωλεν — οὐ κασιγνήτῃ στόμα
375συνῆψʼ ὑπʼ αἰδοῦς, ὡς ἰοῦσʼ ἐς Πηλέως
376μέλαθρα· πολλὰ δʼ ἀπεθέμην ἀσπάσματα
377ἐς αὖθις, ὡς ἥξουσʼ ἐς Ἄργος αὖ πάλιν.
378ὦ τλῆμον, εἰ τέθνηκας, ἐξ οἵων καλῶν
379ἔρρεις, Ὀρέστα, καὶ πατρὸς ζηλωμάτων —
380τὰ τῆς θεοῦ δὲ μέμφομαι σοφίσματα,
381ἥτις βροτῶν μὲν ἤν τις ἅψηται φόνου,
382ἢ καὶ λοχείας ἢ νεκροῦ θίγῃ χεροῖν,
383βωμῶν ἀπείργει, μυσαρὸν ὡς ἡγουμένη,
384αὐτὴ δὲ θυσίαις ἥδεται βροτοκτόνοις.
385οὐκ ἔσθʼ ὅπως ἔτεκεν ἂν ἡ Διὸς δάμαρ
386Λητὼ τοσαύτην ἀμαθίαν. ἐγὼ μὲν οὖν
387τὰ Ταντάλου θεοῖσιν ἑστιάματα
388ἄπιστα κρίνω, παιδὸς ἡσθῆναι βορᾷ,
389τοὺς δʼ ἐνθάδʼ, αὐτοὺς ὄντας ἀνθρωποκτόνους,
390ἐς τὴν θεὸν τὸ φαῦλον ἀναφέρειν δοκῶ·
391οὐδένα γὰρ οἶμαι δαιμόνων εἶναι κακόν.
Choral 4
Strophe 1
Χορός
392κυάνεαι κυάνεαι
393σύνοδοι θαλάσσας, ἵνʼ οἶ-
394στρος ὁ πετόμενος Ἀργόθεν ἄ-
395ξενον ἐπʼ οἶδμα διεπέρασεν —
396Ἀσιήτιδα γαῖαν
397Εὐρώπας διαμείψας.
399τίνες ποτʼ ἄρα τὸν εὔυδρον δονακόχλοα
400λιπόντες Εὐρώταν ἢ
401ῥεύματα σεμνὰ Δίρκας
402ἔβασαν ἔβασαν ἄμεικτον αἶαν, ἔνθα κούρᾳ
403δίᾳ τέγγει
405βωμοὺς καὶ περικίονας
406ναοὺς αἷμα βρότειον;
Antistrophe 1
Χορός
407ἦ ῥοθίοις εἰλατίνας
408δικρότοισι κώπας ἔπλευ-
409σαν ἐπὶ πόντια κύματα, νά-
410ιον ὄχημα λινοπόροις αὔραις,
411φιλόπλουτον ἅμιλλαν
412αὔξοντες μελάθροισιν;
414φίλα γὰρ ἐλπίς γʼ, ἐπί τε πήμασιν βροτῶν
415ἄπληστος ἀνθρώποις, ὄλ-
416βου βάρος οἳ φέρονται
417πλάνητες ἐπʼ οἶδμα πόλεις τε βαρβάρους περῶντες,
418κοινᾷ δόξᾳ·
419γνώμα δʼ οἷς μὲν ἄκαιρος ὄλ-
420βου, τοῖς δʼ ἐς μέσον ἥκει.
Strophe 2
Χορός
421πῶς πέτρας τὰς συνδρομάδας,
422πῶς Φινεϊδᾶν ἀΰ-
423πνους ἀκτὰς ἐπέρασαν
424παρʼ ἅλιον
425αἰγιαλὸν ἐπʼ Ἀμφιτρί-
426τας ῥοθίῳ δραμόντες,
427ὅπου πεντήκοντα κορᾶν
428Νηρῄδων χοροὶ
429μέλπουσιν ἐγκύκλιοι,
430πλησιστίοισι πνοαῖς
431συριζόντων κατὰ πρύμναν
432εὐναίων πηδαλίων
433αὔραις σὺν νοτίαις
434ἢ πνεύμασι Ζεφύρου,
435τὰν πολυόρνιθον ἐπʼ αἶ-
436αν, λευκὰν ἀκτάν, Ἀχιλῆ-
437ος δρόμους καλλισταδίους,
438ἄξεινον κατὰ πόντον;
Antistrophe 2
Χορός
439εἴθʼ εὐχαῖσιν δεσποσύνοις
439aΛήδας Ἑλένα φίλα
440παῖς ἐλθοῦσα τύχοι τὰν
441Τρῳάδα λι-
442ποῦσα πόλιν, ἵνʼ ἀμφὶ χαί-
443τᾳ δρόσον αἱματηρὰν
444ἑλιχθεῖσα λαιμοτόμῳ
445δεσποίνας χειρὶ θάνοι
446ποινὰς δοῦσʼ ἀντιπάλους.
447ἁδίσταν δʼ ἀγγελίαν
448δεξαίμεσθʼ, Ἑλλάδος ἐκ γᾶς
449πλωτήρων εἴ τις ἔβα,
450δουλείας ἐμέθεν
451δειλαίας παυσίπονος·
452κἀν γὰρ ὀνείροισι συνεί-
453ην δόμοις πόλει τε πατρῴ-
454ᾳ, τερπνῶν ὕπνων ἀπόλαυ-
455σιν, κοινὰν χάριν ὄλβου.
Episode 5
Anapests 1
Χορός
456ἀλλʼ οἵδε χέρας δεσμοῖς δίδυμοι
457συνερεισθέντες χωροῦσι, νέον
458πρόσφαγμα θεᾶς· σιγᾶτε, φίλαι.
459τὰ γὰρ Ἑλλήνων ἀκροθίνια δὴ
460ναοῖσι πέλας τάδε βαίνει·
461οὐδʼ ἀγγελίας ψευδεῖς ἔλακεν
462βουφορβὸς ἀνήρ.
463ὦ πότνιʼ, εἴ σοι τάδʼ ἀρεσκόντως
464πόλις ἥδε τελεῖ, δέξαι θυσίας,
465ἃς ὁ παρʼ ἡμῖν νόμος οὐχ ὁσίας
466Ἕλλησι διδοὺς ἀναφαίνει.
Ἰφιγένεια
467εἶἑν·
467aτὰ τῆς θεοῦ μὲν πρῶτον ὡς καλῶς ἔχῃ
468φροντιστέον μοι. μέθετε τῶν ξένων χέρας,
469ὡς ὄντες ἱεροὶ μηκέτʼ ὦσι δέσμιοι.
470ναοῦ δʼ ἔσω στείχοντες εὐτρεπίζετε
471ἃ χρὴ ʼπὶ τοῖς παροῦσι καὶ νομίζεται.
472φεῦ·
472aτίς ἆρα μήτηρ ἡ τεκοῦσʼ ὑμᾶς ποτε
473πατήρ τʼ; ἀδελφή τʼ, εἰ γεγῶσα τυγχάνει —
474οἵων στερεῖσα διπτύχων νεανιῶν
475ἀνάδελφος ἔσται. — τὰς τύχας τίς οἶδʼ ὅτῳ
476τοιαίδʼ ἔσονται; πάντα γὰρ τὰ τῶν θεῶν
477ἐς ἀφανὲς ἕρπει, κοὐδὲν οἶδʼ οὐδεὶς κακὸν
478ἡ γὰρ τύχη παρήγαγʼ ἐς τὸ δυσμαθές.
479πόθεν ποθʼ ἥκετʼ, ὦ ταλαίπωροι ξένοι;
480ὡς διὰ μακροῦ μὲν τήνδʼ ἐπλεύσατε χθόνα,
481μακρὸν δʼ ἀπʼ οἴκων χρόνον ἔσεσθʼ ἀεὶ κάτω.
Ὀρέστης
482τί ταῦτʼ ὀδύρῃ, κἀπὶ τοῖς μέλλουσι νῷν
483κακοῖσι λυπεῖς, ἥτις εἶ ποτʼ, ὦ γύναι;
484οὔτοι νομίζω σοφόν, ὃς ἂν μέλλων κτενεῖν
485οἴκτῳ τὸ δεῖμα τοὐλέθρου νικᾶν θέλῃ.
486οὐχ ὅστις Ἅιδην ἐγγὺς ὄντʼ οἰκτίζεται
487σωτηρίας ἄνελπις· ὡς δύʼ ἐξ ἑνὸς
488κακὼ συνάπτει, μωρίαν τʼ ὀφλισκάνει
489θνῄσκει θʼ ὁμοίως· τὴν τύχην δʼ ἐᾶν χρεών.
490ἡμᾶς δὲ μὴ θρήνει σύ· τὰς γὰρ ἐνθάδε
491θυσίας ἐπιστάμεσθα καὶ γιγνώσκομεν.
Ἰφιγένεια
492πότερος ἄρʼ ὑμῶν ἐνθάδʼ ὠνομασμένος
493Πυλάδης κέκληται; τόδε μαθεῖν πρῶτον θέλω.
Ὀρέστης
494ὅδʼ, εἴ τι δή σοι τοῦτʼ ἐν ἡδονῇ μαθεῖν.
Ἰφιγένεια
495ποίας πολίτης πατρίδος Ἕλληνος γεγώς;
Ὀρέστης
496τί δʼ ἂν μαθοῦσα τόδε πλέον λάβοις, γύναι;
Ἰφιγένεια
497πότερον ἀδελφὼ μητρός ἐστον ἐκ μιᾶς;
Ὀρέστης
498φιλότητί γʼ· ἐσμὲν δʼ οὐ κασιγνήτω, γύναι.
Ἰφιγένεια
499σοὶ δʼ ὄνομα ποῖον ἔθεθʼ ὁ γεννήσας πατήρ;
Ὀρέστης
500τὸ μὲν δίκαιον Δυστυχὴς καλοίμεθʼ ἄν.
Ἰφιγένεια
501οὐ τοῦτʼ ἐρωτῶ· τοῦτο μὲν δὸς τῇ τύχῃ.
Ὀρέστης
502ἀνώνυμοι θανόντες οὐ γελῴμεθʼ ἄν.
Ἰφιγένεια
503τί δὲ φθονεῖς τοῦτο; ἦ φρονεῖς οὕτω μέγα;
Ὀρέστης
504τὸ σῶμα θύσεις τοὐμόν, οὐχὶ τοὔνομα.
Ἰφιγένεια
505οὐδʼ ἂν πόλιν φράσειας ἥτις ἐστί σοι;
Ὀρέστης
506ζητεῖς γὰρ οὐδὲν κέρδος, ὡς θανουμένῳ.
Ἰφιγένεια
507χάριν δὲ δοῦναι τήνδε κωλύει τί σε;
Ὀρέστης
508τὸ κλεινὸν Ἄργος πατρίδʼ ἐμὴν ἐπεύχομαι.
Ἰφιγένεια
509πρὸς θεῶν, ἀληθῶς, ὦ ξένʼ, εἶ κεῖθεν γεγώς;
Ὀρέστης
510ἐκ τῶν Μυκηνῶν γʼ, αἵ ποτʼ ἦσαν ὄλβιαι.
Ἰφιγένεια
511φυγὰς δʼ ἀπῆρας πατρίδος, ἢ ποίᾳ τύχῃ;
Ὀρέστης
512φεύγω τρόπον γε δή τινʼ οὐχ ἑκὼν ἑκών.
Ἰφιγένεια
513ἆρʼ ἄν τί μοι φράσειας ὧν ἐγὼ θέλω;
Ὀρέστης
514ὡς ἐν παρέργῳ τῆς ἐμῆς δυσπραξίας.
Ἰφιγένεια
515καὶ μὴν ποθεινός γʼ ἦλθες ἐξ Ἄργους μολών.
Ὀρέστης
516οὔκουν ἐμαυτῷ γʼ· εἰ δὲ σοί, σὺ τοῦτʼ ἔρα.
Ἰφιγένεια
517Τροίαν ἴσως οἶσθʼ, ἧς ἁπανταχοῦ λόγος.
Ὀρέστης
518ὡς μήποτʼ ὤφελόν γε μηδʼ ἰδὼν ὄναρ.
Ἰφιγένεια
519φασίν νιν οὐκέτʼ οὖσαν οἴχεσθαι δορί.
Ὀρέστης
520ἔστιν γὰρ οὕτως οὐδʼ ἄκραντʼ ἠκούσατε.
Ἰφιγένεια
521Ἑλένη δʼ ἀφῖκται δῶμα Μενέλεω πάλιν;
Ὀρέστης
522ἥκει, κακῶς γʼ ἐλθοῦσα τῶν ἐμῶν τινι.
Ἰφιγένεια
523καὶ ποῦ ʼστι; κἀμοὶ γάρ τι προυφείλει κακόν.
Ὀρέστης
524Σπάρτῃ ξυνοικεῖ τῷ πάρος ξυνευνέτῃ.
Ἰφιγένεια
525ὦ μῖσος εἰς Ἕλληνας, οὐκ ἐμοὶ μόνῃ.
Ὀρέστης
526ἀπέλαυσα κἀγὼ δή τι τῶν κείνης γάμων.
Ἰφιγένεια
527νόστος δʼ Ἀχαιῶν ἐγένεθʼ, ὡς κηρύσσεται;
Ὀρέστης
528ὡς πάνθʼ ἅπαξ με συλλαβοῦσʼ ἀνιστορεῖς.
Ἰφιγένεια
529πρὶν γὰρ θανεῖν σε, τοῦδʼ ἐπαυρέσθαι θέλω.
Ὀρέστης
530ἔλεγχʼ, ἐπειδὴ τοῦδʼ ἐρᾷς· λέξω δʼ ἐγώ.
Ἰφιγένεια
531Κάλχας τις ἦλθε μάντις ἐκ Τροίας πάλιν;
Ὀρέστης
532ὄλωλεν, ὡς ἦν ἐν Μυκηναίοις λόγος.
Ἰφιγένεια
533ὦ πότνιʼ, ὡς εὖ. — τί γὰρ ὁ Λαέρτου γόνος;
Ὀρέστης
534οὔπω νενόστηκʼ οἶκον, ἔστι δʼ, ὡς λόγος.
Ἰφιγένεια
535ὄλοιτο, νόστου μήποτʼ ἐς πάτραν τυχών.
Ὀρέστης
536μηδὲν κατεύχου· πάντα τἀκείνου νοσεῖ.
Ἰφιγένεια
537Θέτιδος δʼ ὁ τῆς Νηρῇδος ἔστι παῖς ἔτι;
Ὀρέστης
538οὐκ ἔστιν· ἄλλως λέκτρʼ ἔγημʼ ἐν Αὐλίδι.
Ἰφιγένεια
539δόλια γάρ, ὡς ἴσασιν οἱ πεπονθότες.
Ὀρέστης
540τίς εἶ ποθʼ; ὡς εὖ πυνθάνῃ τἀφʼ Ἑλλάδος.
Ἰφιγένεια
541ἐκεῖθέν εἰμι· παῖς ἔτʼ οὖσʼ ἀπωλόμην.
Ὀρέστης
542ὀρθῶς ποθεῖς ἄρʼ εἰδέναι τἀκεῖ, γύναι.
Ἰφιγένεια
543τί δʼ ὁ στρατηγός, ὃν λέγουσʼ εὐδαιμονεῖν;
Ὀρέστης
544τίς; οὐ γὰρ ὅν γʼ ἐγᾦδα τῶν εὐδαιμόνων.
Ἰφιγένεια
545Ἀτρέως ἐλέγετο δή τις Ἀγαμέμνων ἄναξ.
Ὀρέστης
546οὐκ οἶδʼ· ἄπελθε τοῦ λόγου τούτου, γύναι.
Ἰφιγένεια
547μὴ πρὸς θεῶν, ἀλλʼ εἴφʼ, ἵνʼ εὐφρανθῶ, ξένε.
Ὀρέστης
548τέθνηχʼ ὁ τλήμων, πρὸς δʼ ἀπώλεσέν τινα.
Ἰφιγένεια
549τέθνηκε; ποίᾳ συμφορᾷ; τάλαινʼ ἐγώ.
Ὀρέστης
550τί δʼ ἐστέναξας τοῦτο; μῶν προσῆκέ σοι;
Ἰφιγένεια
551τὸν ὄλβον αὐτοῦ τὸν πάροιθʼ ἀναστένω.
Ὀρέστης
552δεινῶς γὰρ ἐκ γυναικὸς οἴχεται σφαγείς.
Ἰφιγένεια
553ὦ πανδάκρυτος ἡ κτανοῦσα χὡ κτανών.
Ὀρέστης
554παῦσαί νυν ἤδη μηδʼ ἐρωτήσῃς πέρα.
Ἰφιγένεια
555τοσόνδε γʼ, εἰ ζῇ τοῦ ταλαιπώρου δάμαρ.
Ὀρέστης
556οὐκ ἔστι· παῖς νιν ὃν ἔτεχʼ, οὗτος ὤλεσεν.
Ἰφιγένεια
557ὦ συνταραχθεὶς οἶκος. ὡς τί δὴ θέλων;
Ὀρέστης
558πατρὸς θανόντος τήνδε τιμωρούμενος.
Ἰφιγένεια
559φεῦ·
559aὡς εὖ κακὸν δίκαιον εἰσεπράξατο.
Ὀρέστης
560ἀλλʼ οὐ τὰ πρὸς θεῶν εὐτυχεῖ δίκαιος ὤν.
Ἰφιγένεια
561λείπει δʼ ἐν οἴκοις ἄλλον Ἀγαμέμνων γόνον;
Ὀρέστης
562λέλοιπεν Ἠλέκτραν γε παρθένον μίαν.
Ἰφιγένεια
563τί δέ; σφαγείσης θυγατρὸς ἔστι τις λόγος;
Ὀρέστης
564οὐδείς γε, πλὴν θανοῦσαν οὐχ ὁρᾶν φάος.
Ἰφιγένεια
565τάλαινʼ ἐκείνη χὡ κτανὼν αὐτὴν πατήρ.
Ὀρέστης
566κακῆς γυναικὸς χάριν ἄχαριν ἀπώλετο.
Ἰφιγένεια
567ὁ τοῦ θανόντος δʼ ἔστι παῖς Ἄργει πατρός;
Ὀρέστης
568ἔστʼ, ἄθλιός γε, κοὐδαμοῦ καὶ πανταχοῦ.
Ἰφιγένεια
569ψευδεῖς ὄνειροι, χαίρετʼ· οὐδὲν ἦτʼ ἄρα.
Ὀρέστης
570οὐδʼ οἱ σοφοί γε δαίμονες κεκλημένοι
571πτηνῶν ὀνείρων εἰσὶν ἀψευδέστεροι.
572πολὺς ταραγμὸς ἔν τε τοῖς θείοις ἔνι
573κἀν τοῖς βροτείοις· ἓν δὲ λυπεῖται μόνον,
574ὃς οὐκ ἄφρων ὢν μάντεων πεισθεὶς λόγοις
575ὄλωλεν — ὡς ὄλωλε τοῖσιν εἰδόσιν.
Χορός
576φεῦ φεῦ· τί δʼ ἡμεῖς οἵ τʼ ἐμοὶ γεννήτορες;
577ἆρʼ εἰσίν; ἆρʼ οὐκ εἰσί; τίς φράσειεν ἄν;
Ἰφιγένεια
578ἀκούσατʼ· ἐς γὰρ δή τινʼ ἥκομεν λόγον,
579ὑμῖν τʼ ὄνησιν, ὦ ξένοι, σπουδῆς ἅμα
580κἀμοί. τὸ δʼ εὖ μάλιστά γʼ οὕτω γίγνεται,
581εἰ πᾶσι ταὐτὸν πρᾶγμʼ ἀρεσκόντως ἔχει.
582θέλοις ἄν, εἰ σῴσαιμί σʼ, ἀγγεῖλαί τί μοι
583πρὸς Ἄργος ἐλθὼν τοῖς ἐμοῖς ἐκεῖ φίλοις,
584δέλτον τʼ ἐνεγκεῖν, ἥν τις οἰκτίρας ἐμὲ
585ἔγραψεν αἰχμάλωτος, οὐχὶ τὴν ἐμὴν
586φονέα νομίζων χεῖρα, τοῦ νόμου δʼ ὕπο
587θνῄσκειν τὰ τῆς θεοῦ, τάδε δίκαιʼ ἡγουμένης;
588οὐδένα γὰρ εἶχον ὅστις ἀγγείλαι μολὼν
589ἐς Ἄργος αὖθις, τάς τʼ ἐμὰς ἐπιστολὰς
590πέμψειε σωθεὶς τῶν ἐμῶν φίλων τινί.
591σὺ δʼ — εἶ γάρ, ὡς ἔοικας, οὔτε δυσμενὴς
592καὶ τὰς Μυκήνας οἶσθα χοὓς κἀγὼ θέλω —
593σώθητι, καὶ σὺ μισθὸν οὐκ αἰσχρὸν λαβών,
594κούφων ἕκατι γραμμάτων σωτηρίαν.
595οὗτος δʼ, ἐπείπερ πόλις ἀναγκάζει τάδε,
596θεᾷ γενέσθω θῦμα χωρισθεὶς σέθεν.
Ὀρέστης
597καλῶς ἔλεξας τἄλλα πλὴν ἕν, ὦ ξένη·
598τὸ γὰρ σφαγῆναι τόνδε μοι βάρος μέγα.
599ὁ ναυστολῶν γάρ εἰμʼ ἐγὼ τὰς συμφοράς,
600οὗτος δὲ συμπλεῖ τῶν ἐμῶν μόχθων χάριν.
601οὔκουν δίκαιον ἐπʼ ὀλέθρῳ τῷ τοῦδʼ ἐμὲ
602χάριν τίθεσθαι καὐτὸν ἐκδῦναι κακῶν.
603ἀλλʼ ὣς γενέσθω· τῷδε μὲν δέλτον δίδου·
604πέμψει γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν·
605ἡμᾶς δʼ ὁ χρῄζων κτεινέτω. τὰ τῶν φίλων
606αἴσχιστον ὅστις καταβαλὼν ἐς ξυμφορὰς
607αὐτὸς σέσῳσται. τυγχάνει δʼ ὅδʼ ὢν φίλος,
608ὃν οὐδὲν ἧσσον ἢ ʼμὲ φῶς ὁρᾶν θέλω.
Ἰφιγένεια
609ὦ λῆμʼ ἄριστον, ὡς ἀπʼ εὐγενοῦς τινος
610ῥίζης πέφυκας τοῖς φίλοις τʼ ὀρθῶς φίλος.
611τοιοῦτος εἴη τῶν ἐμῶν ὁμοσπόρων
612ὅσπερ λέλειπται. καὶ γὰρ οὐδʼ ἐγώ, ξένοι,
613ἀνάδελφός εἰμι, πλὴν ὅσʼ οὐχ ὁρῶσά νιν.
614ἐπεὶ δὲ βούλῃ ταῦτα, τόνδε πέμψομεν
615δέλτον φέροντα, σὺ δὲ θανῇ· πολλὴ δέ τις
616προθυμία σε τοῦδʼ ἔχουσα τυγχάνει.
Ὀρέστης
617θύσει δὲ τίς με καὶ τὰ δεινὰ τλήσεται;
Ἰφιγένεια
618ἐγώ· θεᾶς γὰρ τῆσδε προστροπὴν ἔχω.
Ὀρέστης
619ἄζηλά γʼ, ὦ νεᾶνι, κοὐκ εὐδαίμονα.
Ἰφιγένεια
620ἀλλʼ εἰς ἀνάγκην κείμεθʼ, ἣν φυλακτέον.
Ὀρέστης
621αὐτὴ ξίφει θύουσα θῆλυς ἄρσενας;
Ἰφιγένεια
622οὔκ, ἀλλὰ χαίτην ἀμφὶ σὴν χερνίψομαι.
Ὀρέστης
623ὁ δὲ σφαγεὺς τίς; εἰ τάδʼ ἱστορεῖν με χρή.
Ἰφιγένεια
624ἔσω δόμων τῶνδʼ εἰσὶν οἷς μέλει τάδε.
Ὀρέστης
625τάφος δὲ ποῖος δέξεταί μʼ, ὅταν θάνω;
Ἰφιγένεια
626πῦρ ἱερὸν ἔνδον χάσμα τʼ εὐρωπὸν πέτρας.
Ὀρέστης
627φεῦ·
627aπῶς ἄν μʼ ἀδελφῆς χεὶρ περιστείλειεν ἄν;
Ἰφιγένεια
628μάταιον εὐχήν, ὦ τάλας, ὅστις ποτʼ εἶ,
629ηὔξω· μακρὰν γὰρ βαρβάρου ναίει χθονός.
630οὐ μήν, ἐπειδὴ τυγχάνεις Ἀργεῖος ὤν,
631ἀλλʼ ὧν γε δυνατὸν οὐδʼ ἐγὼ λείψω χάριν.
632πολύν τε γάρ σοι κόσμον ἐνθήσω τάφῳ,
633ξανθῷ τʼ ἐλαίῳ σῶμα σὸν κατασβέσω,
634καὶ τῆς ὀρείας ἀνθεμόρρυτον γάνος
635ξουθῆς μελίσσης ἐς πυρὰν βαλῶ σέθεν.
636ἀλλʼ εἶμι δέλτον τʼ ἐκ θεᾶς ἀνακτόρων
637οἴσω· τὸ μέντοι δυσμενὲς μὴ ʼμοὶ λάβῃς.
638φυλάσσετʼ αὐτούς, πρόσπολοι, δεσμῶν ἄτερ —
639ἴσως ἄελπτα τῶν ἐμῶν φίλων τινὶ
640πέμψω πρὸς Ἄργος, ὃν μάλιστʼ ἐγὼ φιλῶ,
641καὶ δέλτος αὐτῷ ζῶντας οὓς δοκεῖ θανεῖν
642λέγουσα πιστὰς ἡδονὰς ἀπαγγελεῖ.
Lyric 2
Χορός
644κατολοφύρομαι σὲ τὸν χερνίβων
645ῥανίσι μελόμενον αἱμακταῖς.
Ὀρέστης
646οἶκτος γὰρ οὐ ταῦτʼ, ἀλλὰ χαίρετʼ, ὦ ξέναι.
Lyric 3
Χορός
647σὲ δὲ τύχας μάκαρος, ὦ
648νεανία, σεβόμεθʼ, ἐς
649πάτραν ὅτι ποτʼ ἐπεμβάσῃ.
Πυλάδης
650ἄζηλά τοι φίλοισι, θνῃσκόντων φίλων.
Lyric 4
Χορός
651ὦ σχέτλιοι πομπαί.
652φεῦ φεῦ, διόλλυσαι.
653αἰαῖ αἰαῖ. πότερος ὁ μᾶλλον;
655ἔτι γὰρ ἀμφίλογα δίδυμα μέμονε φρήν,
656σὲ πάρος ἢ σὲ ἀναστενάξω γόοις.
Ὀρέστης
658Πυλάδη, πέπονθας ταὐτὸ πρὸς θεῶν ἐμοί;
Πυλάδης
659οὐκ οἶδʼ· ἐρωτᾷς οὐ λέγειν ἔχοντά με.
Ὀρέστης
660τίς ἐστὶν ἡ νεᾶνις; ὡς Ἑλληνικῶς
661ἀνήρεθʼ ἡμᾶς τούς τʼ ἐν Ἰλίῳ πόνους
662νόστον τʼ Ἀχαιῶν τόν τʼ ἐν οἰωνοῖς σοφὸν
663Κάλχαντʼ Ἀχιλλέως τʼ ὄνομα, καὶ τὸν ἄθλιον
664Ἀγαμέμνονʼ ὡς ᾤκτιρʼ ἀνηρώτα τέ με
665γυναῖκα παῖδάς τε. ἔστιν ἡ ξένη γένος
666ἐκεῖθεν Ἀργεία τις· οὐ γὰρ ἄν ποτε
667δέλτον τʼ ἔπεμπε καὶ τάδʼ ἐξεμάνθανεν,
668ὡς κοινὰ πράσσουσʼ, Ἄργος εἰ πράσσει καλῶς.
Πυλάδης
669ἔφθης με μικρόν· ταὐτὰ δὲ φθάσας λέγεις,
670πλὴν ἕν· τὰ γὰρ τῶν βασιλέων παθήματα
671ἴσασι πάντες, ὧν ἐπιστροφή τις ἦν.
672ἀτὰρ διῆλθον χἅτερον λόγον τινά.
Ὀρέστης
673τίνʼ; ἐς τὸ κοινὸν δοὺς ἄμεινον ἂν μάθοις.
Πυλάδης
674αἰσχρὸν θανόντος σοῦ βλέπειν ἡμᾶς φάος·
675κοινῇ τʼ ἔπλευσα δεῖ με καὶ κοινῇ θανεῖν.
676καὶ δειλίαν γὰρ καὶ κάκην κεκτήσομαι
677Ἄργει τε Φωκέων τʼ ἐν πολυπτύχῳ χθονί,
678δόξω δὲ τοῖς πολλοῖσι — πολλοὶ γὰρ κακοί —
679προδοὺς σεσῷσθαί σʼ αὐτὸς εἰς οἴκους μόνος
680ἢ καὶ φονεύσας ἐπὶ νοσοῦσι δώμασι
681ῥάψαι μόρον σοι σῆς τυραννίδος χάριν,
682ἔγκληρον ὡς δὴ σὴν κασιγνήτην γαμῶν.
683ταῦτʼ οὖν φοβοῦμαι καὶ διʼ αἰσχύνης ἔχω,
684κοὐκ ἔσθʼ ὅπως οὐ χρὴ συνεκπνεῦσαί μέ σοι
685καὶ σὺν σφαγῆναι καὶ πυρωθῆναι δέμας,
686φίλον γεγῶτα καὶ φοβούμενον ψόγον.
Ὀρέστης
687εὔφημα φώνει· τἀμὰ δεῖ φέρειν κακά,
688ἁπλᾶς δὲ λύπας ἐξόν, οὐκ οἴσω διπλᾶς.
689ὃ γὰρ σὺ λυπρὸν κἀπονείδιστον λέγεις,
690ταὔτʼ ἔστιν ἡμῖν, εἴ σε συμμοχθοῦντʼ ἐμοὶ
691κτενῶ· τὸ μὲν γὰρ εἰς ἔμʼ οὐ κακῶς ἔχει,
692πράσσονθʼ ἃ πράσσω πρὸς θεῶν, λῦσαι βίον.
693σὺ δʼ ὄλβιός τʼ εἶ, καθαρά τʼ, οὐ νοσοῦντʼ, ἔχεις
694μέλαθρʼ, ἐγὼ δὲ δυσσεβῆ καὶ δυστυχῆ.
695σωθεὶς δέ, παῖδας ἐξ ἐμῆς ὁμοσπόρου
696κτησάμενος, ἣν ἔδωκά σοι δάμαρτʼ ἔχειν —
697ὄνομά τʼ ἐμοῦ γένοιτʼ ἄν, οὐδʼ ἄπαις δόμος
698πατρῷος οὑμὸς ἐξαλειφθείη ποτʼ ἄν.
699ἀλλʼ ἕρπε καὶ ζῆ καὶ δόμους οἴκει πατρός.
700ὅταν δʼ ἐς Ἑλλάδʼ ἵππιόν τʼ Ἄργος μόλῃς,
701πρὸς δεξιᾶς σε τῆσδʼ ἐπισκήπτω τάδε·
702τύμβον τε χῶσον κἀπίθες μνημεῖά μοι,
703καὶ δάκρυʼ ἀδελφὴ καὶ κόμας δότω τάφῳ.
704ἄγγελλε δʼ ὡς ὄλωλʼ ὑπʼ Ἀργείας τινὸς
705γυναικός, ἀμφὶ βωμὸν ἁγνισθεὶς φόνῳ.
706καὶ μὴ προδῷς μου τὴν κασιγνήτην ποτέ,
707ἔρημα κήδη καὶ δόμους ὁρῶν πατρός.
708καὶ χαῖρʼ· ἐμῶν γὰρ φίλτατόν σʼ ηὗρον φίλων,
709ὦ συγκυναγὲ καὶ συνεκτραφεὶς ἐμοί,
710ὦ πόλλʼ ἐνεγκὼν τῶν ἐμῶν ἄχθη κακῶν.
711ἡμᾶς δʼ ὁ Φοῖβος μάντις ὢν ἐψεύσατο·
712τέχνην δὲ θέμενος ὡς προσώταθʼ Ἑλλάδος
713ἀπήλασʼ, αἰδοῖ τῶν πάρος μαντευμάτων.
714ᾧ πάντʼ ἐγὼ δοὺς τἀμὰ καὶ πεισθεὶς λόγοις,
715μητέρα κατακτὰς αὐτὸς ἀνταπόλλυμαι.
Πυλάδης
716ἔσται τάφος σοι, καὶ κασιγνήτης λέχος
717οὐκ ἂν προδοίην, ὦ τάλας, ἐπεί σʼ ἐγὼ
718θανόντα μᾶλλον ἢ βλέπονθʼ ἕξω φίλον.
719ἀτὰρ τὸ τοῦ θεοῦ σʼ οὐ διέφθορέν γέ πω
720μάντευμα· καίτοι γʼ ἐγγὺς ἕστηκας φόνου.
721ἀλλʼ ἔστιν, ἔστιν, ἡ λίαν δυσπραξία
722λίαν διδοῦσα μεταβολάς, ὅταν τύχῃ.
Ὀρέστης
723σίγα· τὰ Φοίβου δʼ οὐδὲν ὠφελεῖ μʼ ἔπη·
724γυνὴ γὰρ ἥδε δωμάτων ἔξω περᾷ.
Ἰφιγένεια
725ἀπέλθεθʼ ὑμεῖς καὶ παρευτρεπίζετε
726τἄνδον μολόντες τοῖς ἐφεστῶσι σφαγῇ.
727δέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί,
728ξένοι, πάρεισιν· ἃ δʼ ἐπὶ τοῖσδε βούλομαι,
729ἀκούσατʼ. οὐδεὶς αὑτὸς ἐν πόνοις τʼ ἀνὴρ
730ὅταν τε πρὸς τὸ θάρσος ἐκ φόβου πέσῃ.
731ἐγὼ δὲ ταρβῶ μὴ ἀπονοστήσας χθονὸς
732θῆται παρʼ οὐδὲν τὰς ἐμὰς ἐπιστολὰς
733ὁ τήνδε μέλλων δέλτον εἰς Ἄργος φέρειν.
Ὀρέστης
734τί δῆτα βούλῃ; τίνος ἀμηχανεῖς πέρι;
Ἰφιγένεια
735ὅρκον δότω μοι τάσδε πορθμεύσειν γραφὰς
736πρὸς Ἄργος, οἷσι βούλομαι πέμψαι φίλων.
Ὀρέστης
737ἦ κἀντιδώσεις τῷδε τοὺς αὐτοὺς λόγους;
Ἰφιγένεια
738τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε.
Ὀρέστης
739ἐκ γῆς ἀφήσειν μὴ θανόντα βαρβάρου.
Ἰφιγένεια
740δίκαιον εἶπας· πῶς γὰρ ἀγγείλειεν ἄν;
Ὀρέστης
741ἦ καὶ τύραννος ταῦτα συγχωρήσεται;
Ἰφιγένεια
742ναί.
742aπείσω σφε, καὐτὴ ναὸς εἰσβήσω σκάφος.
Ὀρέστης
743ὄμνυ· σὺ δʼ ἔξαρχʼ ὅρκον ὅστις εὐσεβής.
Ἰφιγένεια
744δώσω, λέγειν χρή, τήνδε τοῖσι σοῖς φίλοις.
Πυλάδης
745τοῖς σοῖς φίλοισι γράμματʼ ἀποδώσω τάδε.
Ἰφιγένεια
746κἀγὼ σὲ σώσω κυανέας ἔξω πέτρας.
Πυλάδης
747τίνʼ οὖν ἐπόμνυς τοισίδʼ ὅρκιον θεῶν;
Ἰφιγένεια
748Ἄρτεμιν, ἐν ἧσπερ δώμασιν τιμὰς ἔχω.
Πυλάδης
749ἐγὼ δʼ ἄνακτά γʼ οὐρανοῦ, σεμνὸν Δία.
Ἰφιγένεια
750εἰ δʼ ἐκλιπὼν τὸν ὅρκον ἀδικοίης ἐμέ;
Πυλάδης
751ἄνοστος εἴην· τί δὲ σύ, μὴ σῴσασά με;
Ἰφιγένεια
752μήποτε κατʼ Ἄργος ζῶσʼ ἴχνος θείην ποδός.
Πυλάδης
753ἄκουε δή νυν ὃν παρήλθομεν λόγον.
Ἰφιγένεια
754ἀλλʼ αὖθις ἔσται καινός, ἢν καλῶς ἔχῃ.
Πυλάδης
755ἐξαίρετόν μοι δὸς τόδʼ, ἤν τι ναῦς πάθῃ,
756χἡ δέλτος ἐν κλύδωνι χρημάτων μέτα
757ἀφανὴς γένηται, σῶμα δʼ ἐκσῴσω μόνον,
758τὸν ὅρκον εἶναι τόνδε μηκέτʼ ἔμπεδον.
Ἰφιγένεια
759ἀλλʼ οἶσθʼ ὃ δράσω; πολλὰ γὰρ πολλῶν κυρεῖ·
760τἀνόντα κἀγγεγραμμένʼ ἐν δέλτου πτυχαῖς
761λόγῳ φράσω σοι πάντʼ ἀναγγεῖλαι φίλοις.
762ἐν ἀσφαλεῖ γάρ· ἢν μὲν ἐκσῴσῃς γραφήν,
763αὐτὴν φράσει σιγῶσα τἀγγεγραμμένα·
764ἢν δʼ ἐν θαλάσσῃ γράμματʼ ἀφανισθῇ τάδε,
765τὸ σῶμα σῴσας τοὺς λόγους σῴσεις ἐμοί.
Πυλάδης
766καλῶς ἔλεξας τῶν θεῶν ἐμοῦ θʼ ὕπερ.
767σήμαινε δʼ ᾧ χρὴ τάσδʼ ἐπιστολὰς φέρειν
768πρὸς Ἄργος ὅ τι τε χρὴ κλύοντα σοῦ λέγειν.
Ἰφιγένεια
769ἄγγελλʼ Ὀρέστῃ, παιδὶ τῷ Ἀγαμέμνονος·
770Ἡ ʼν Αὐλίδι σφαγεῖσʼ ἐπιστέλλει τάδε
771ζῶσʼ Ἰφιγένεια, τοῖς ἐκεῖ δʼ οὐ ζῶσʼ ἔτι —
Ὀρέστης
772ποῦ δʼ ἔστʼ ἐκείνη; κατθανοῦσʼ ἥκει πάλιν;
Ἰφιγένεια
773ἥδʼ ἣν ὁρᾷς σύ· μὴ λόγοις ἔκπλησσέ με.
774Κόμισαί μʼ ἐς Ἄργος, ὦ σύναιμε, πρὶν θανεῖν,
775ἐκ βαρβάρου γῆς καὶ μετάστησον θεᾶς
776σφαγίων, ἐφʼ οἷσι ξενοφόνους τιμὰς ἔχω.
Ὀρέστης
777Πυλάδη, τί λέξω; ποῦ ποτʼ ὄνθʼ ηὑρήμεθα;
Ἰφιγένεια
778ἢ σοῖς ἀραία δώμασιν γενήσομαι.
Πυλάδης
779Ὀρέστα — ;
Ἰφιγένεια
779bἵνʼ αὖθις ὄνομα δὶς κλύων μάθῃς.
Πυλάδης
780ὦ θεοί.
Ἰφιγένεια
780bτί τοὺς θεοὺς ἀνακαλεῖς ἐν τοῖς ἐμοῖς;
Πυλάδης
781οὐδέν· πέραινε δʼ· ἐξέβην γὰρ ἄλλοσε.
782τάχʼ οὐκ ἐρωτῶν σʼ εἰς ἄπιστʼ ἀφίξομαι.
Ἰφιγένεια
783λέγʼ οὕνεκʼ ἔλαφον ἀντιδοῦσά μου θεὰ
784Ἄρτεμις ἔσῳσέ μʼ, ἣν ἔθυσʼ ἐμὸς πατήρ,
785δοκῶν ἐς ἡμᾶς ὀξὺ φάσγανον βαλεῖν,
786ἐς τήνδε δʼ ᾤκισʼ αἶαν. αἵδʼ ἐπιστολαί,
787τάδʼ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα.
Πυλάδης
788ὦ ῥᾳδίοις ὅρκοισι περιβαλοῦσά με,
789κάλλιστα δʼ ὀμόσασʼ, οὐ πολὺν σχήσω χρόνον,
790τὸν δʼ ὅρκον ὃν κατώμοσʼ ἐμπεδώσομεν.
791ἰδού, φέρω σοι δέλτον ἀποδίδωμί τε,
792Ὀρέστα, τῆσδε σῆς κασιγνήτης πάρα.
Ὀρέστης
793δέχομαι· παρεὶς δὲ γραμμάτων διαπτυχὰς
794τὴν ἡδονὴν πρῶτʼ οὐ λόγοις αἱρήσομαι.
795ὦ φιλτάτη μοι σύγγονʼ, ἐκπεπληγμένος
796ὅμως σʼ ἀπίστῳ περιβαλὼν βραχίονι
797ἐς τέρψιν εἶμι, πυθόμενος θαυμάστʼ ἐμοί.
Χορός
798ξένʼ, οὐ δικαίως τῆς θεοῦ τὴν πρόσπολον
799χραίνεις ἀθίκτοις περιβαλὼν πέπλοις χέρα.
Ὀρέστης
800ὦ συγκασιγνήτη τε κἀκ ταὐτοῦ πατρὸς
801Ἀγαμέμνονος γεγῶσα, μή μʼ ἀποστρέφου,
802ἔχουσʼ ἀδελφόν, οὐ δοκοῦσʼ ἕξειν ποτέ.
Ἰφιγένεια
803ἐγώ σʼ ἀδελφὸν τὸν ἐμόν; οὐ παύσῃ λέγων;
804τὸ δʼ Ἄργος αὐτοῦ μεστὸν ἥ τε Ναυπλία.
Ὀρέστης
805οὐκ ἔστʼ ἐκεῖ σός, ὦ τάλαινα, σύγγονος.
Ἰφιγένεια
806ἀλλʼ ἡ Λάκαινα Τυνδαρίς σʼ ἐγείνατο;
Ὀρέστης
807Πέλοπός γε παιδὶ παιδός, οὗ ʼκπέφυκʼ ἐγώ.
Ἰφιγένεια
808τί φῄς; ἔχεις τι τῶνδέ μοι τεκμήριον;
Ὀρέστης
809ἔχω· πατρῴων ἐκ δόμων τι πυνθάνου.
Ἰφιγένεια
810οὐκοῦν λέγειν μὲν χρὴ σέ, μανθάνειν δʼ ἐμέ.
Ὀρέστης
811λέγοιμʼ ἄν, ἀκοῇ πρῶτον Ἠλέκτρας τάδε·
812Ἀτρέως Θυέστου τʼ οἶσθα γενομένην ἔριν;
Ἰφιγένεια
813ἤκουσα· χρυσῆς ἀρνὸς ἦν νείκη πέρι.
Ὀρέστης
814ταῦτʼ οὖν ὑφήνασʼ οἶσθʼ ἐν εὐπήνοις ὑφαῖς;
Ἰφιγένεια
815ὦ φίλτατʼ, ἐγγὺς τῶν ἐμῶν κάμπτεις φρενῶν.
Ὀρέστης
816εἰκώ τʼ ἐν ἱστοῖς ἡλίου μετάστασιν;
Ἰφιγένεια
817ὕφηνα καὶ τόδʼ εἶδος εὐμίτοις πλοκαῖς.
Ὀρέστης
818καὶ λούτρʼ ἐς Αὖλιν μητρὸς ἀνεδέξω πάρα;
Ἰφιγένεια
819οἶδʼ· οὐ γὰρ ὁ γάμος ἐσθλὸς ὤν μʼ ἀφείλετο.
Ὀρέστης
820τί γάρ; κόμας σὰς μητρὶ δοῦσα σῇ φέρειν;
Ἰφιγένεια
821μνημεῖά γʼ ἀντὶ σώματος τοὐμοῦ τάφῳ.
Ὀρέστης
822ἃ δʼ εἶδον αὐτός, τάδε φράσω τεκμήρια·
823Πέλοπος παλαιὰν ἐν δόμοις λόγχην πατρός,
824ἣν χερσὶ πάλλων παρθένον Πισάτιδα
825ἐκτήσαθʼ Ἱπποδάμειαν, Οἰνόμαον κτανών,
826ἐν παρθενῶσι τοῖσι σοῖς κεκρυμμένην.
Ἰφιγένεια
827ὦ φίλτατʼ, οὐδὲν ἄλλο, φίλτατος γὰρ εἶ,
828ἔχω σʼ, Ὀρέστα, τηλύγετον χθονὸς ἀπὸ πατρίδος
830Ἀργόθεν, ὦ φίλος.
Lyric 5
Ὀρέστης
831κἀγώ σε τὴν θανοῦσαν, ὡς δοξάζεται.
832κατὰ δὲ δάκρυ, κατὰ δὲ γόος ἅμα χαρᾷ
833τὸ σὸν νοτίζει βλέφαρον, ὡσαύτως δʼ ἐμόν.
Ἰφιγένεια
834τόδʼ ἔτι βρέφος
835ἔλιπον ἀγκάλαισι νεαρὸν τροφοῦ
836νεαρὸν ἐν δόμοις.
837ὦ κρεῖσσον ἢ λόγοισιν εὐτυχοῦσά μου
839ψυχά, τί φῶ; θαυμάτων
840πέρα καὶ λόγου πρόσω τάδʼ ἐπέβα.
Ὀρέστης
841τὸ λοιπὸν εὐτυχοῖμεν ἀλλήλων μέτα.
Ἰφιγένεια
842ἄτοπον ἁδονὰν ἔλαβον, ὦ φίλαι·
843δέδοικα δʼ ἐκ χερῶν με μὴ πρὸς αἰθέρα
844ἀμπτάμενος φύγῃ·
845ἰὼ Κυκλωπὶς ἑστία· ἰὼ πατρίς,
846Μυκήνα φίλα,
847χάριν ἔχω ζόας, χάριν ἔχω τροφᾶς,
848ὅτι μοι συνομαίμονα τόνδε δόμοις
849ἐξεθρέψω φάος.
Ὀρέστης
850γένει μὲν εὐτυχοῦμεν, ἐς δὲ συμφοράς,
851ὦ σύγγονʼ, ἡμῶν δυστυχὴς ἔφυ βίος.
Ἰφιγένεια
852ἐγᾦδʼ ἁ μέλεος, οἶδʼ, ὅτε φάσγανον
854δέρᾳ θῆκέ μοι μελεόφρων πατήρ.
Ὀρέστης
855οἴμοι. δοκῶ γὰρ οὐ παρών σʼ ὁρᾶν ἐκεῖ.
Ἰφιγένεια
856ἀνυμέναιος, ὦ σύγγονʼ, Ἀχιλλέως
857ἐς κλισίαν λέκτρων
859δολίαν ὅτʼ ἀγόμαν·
860παρὰ δὲ βωμὸν ἦν δάκρυα καὶ γόοι.
861φεῦ φεῦ χερνίβων τῶν ἐκεῖ.
Ὀρέστης
862ᾤμωξα κἀγὼ τόλμαν ἣν ἔτλη πατήρ.
Ἰφιγένεια
864ἀπάτορʼ ἀπάτορα πότμον ἔλαχον.
865ἄλλα δʼ ἐξ ἄλλων κυρεῖ
867δαίμονος τύχᾳ τινός.
Ὀρέστης
866εἰ σόν γʼ ἀδελφόν, ὦ τάλαινʼ, ἀπώλεσας.
Ἰφιγένεια
868ὦ μελέα δεινᾶς τόλμας. δείνʼ ἔτλαν
870δείνʼ ἔτλαν, ὤμοι σύγγονε. παρὰ δʼ ὀλίγον
871ἀπέφυγες ὄλεθρον ἀνόσιον ἐξ ἐμᾶν
872δαϊχθεὶς χερῶν.
873ἁ δʼ ἐπʼ αὐτοῖσι τίς τελευτά;
874τίς τύχα μοι συγχωρήσει;
875τίνα σοι πόρον εὑρομένα —
878πάλιν ἀπὸ πόλεως, ἀπὸ φόνου πέμψω
879πατρίδʼ ἐς Ἀργείαν,
880πρὶν ἐπὶ ξίφος αἵματι σῷ πελάσαι;
881τόδε τόδε σόν, ὦ μελέα ψυχά,
882χρέος ἀνευρίσκειν.
884πότερον κατὰ χέρσον, οὐχὶ ναΐ — ;
885ἀλλὰ ποδῶν ῥιπᾷ
886θανάτῳ πελάσεις ἄρα βάρβαρα φῦλα
887καὶ διʼ ὁδοὺς ἀνόδους στείχων· διὰ κυανέας μὴν
890στενοπόρου πέτρας μακρὰ κέλευθα να-
891ΐοισιν δρασμοῖς.
894τάλαινα, τάλαινα.
895τίς ἂν οὖν τάδʼ ἂν ἢ θεὸς ἢ βροτὸς ἢ
896τί τῶν ἀδοκήτων,
897πόρον ἄπορον ἐξανύσας, δυοῖν
898τοῖν μόνοιν Ἀτρείδαιν φαίνοι
899κακῶν ἔκλυσιν;
Iambic 6
Χορός
900ἐν τοῖσι θαυμαστοῖσι καὶ μύθων πέρα
901τάδʼ εἶδον αὐτὴ κοὐ κλύουσʼ ἀπαγγελῶ.
Πυλάδης
902τὸ μὲν φίλους ἐλθόντας εἰς ὄψιν φίλων,
903Ὀρέστα, χειρῶν περιβολὰς εἰκὸς λαβεῖν·
904λήξαντα δʼ οἴκτων κἀπʼ ἐκεῖνʼ ἐλθεῖν χρεών,
905ὅπως τὸ κλεινὸν ὄνομα τῆς σωτηρίας
906λαβόντες ἐκ γῆς βησόμεσθα βαρβάρου.
907σοφῶν γὰρ ἀνδρῶν ταῦτα, μὴ ʼκβάντας τύχης,
908καιρὸν λαβόντας, ἡδονὰς ἄλλας λαβεῖν.
Ὀρέστης
909καλῶς ἔλεξας· τῇ τύχῃ δʼ οἶμαι μέλειν
910τοῦδε ξὺν ἡμῖν· ἢν δέ τις πρόθυμος ᾖ,
911σθένειν τὸ θεῖον μᾶλλον εἰκότως ἔχει.
Ἰφιγένεια
912μηδέν μʼ ἐπίσχῃ γʼ· οὐδʼ ἀποστήσει λόγου,
913πρῶτον πυθέσθαι τίνα ποτʼ Ἠλέκτρα πότμον
914εἴληχε βιότου· φίλα γὰρ ἔστε πάντʼ ἐμοί.
Ὀρέστης
915τῷδε ξυνοικεῖ βίον ἔχουσʼ εὐδαίμονα.
Ἰφιγένεια
916οὗτος δὲ ποδαπὸς καὶ τίνος πέφυκε παῖς;
Ὀρέστης
917Στρόφιος ὁ Φωκεὺς τοῦδε κλῄζεται πατήρ.
Ἰφιγένεια
918ὁ δʼ ἐστί γʼ Ἀτρέως θυγατρός, ὁμογενὴς ἐμός;
Ὀρέστης
919ἀνεψιός γε, μόνος ἐμοὶ σαφὴς φίλος.
Ἰφιγένεια
920οὐκ ἦν τόθʼ οὗτος ὅτε πατὴρ ἔκτεινέ με.
Ὀρέστης
921οὐκ ἦν· χρόνον γὰρ Στρόφιος ἦν ἄπαις τινά.
Ἰφιγένεια
922χαῖρʼ ὦ πόσις μοι τῆς ἐμῆς ὁμοσπόρου.
Ὀρέστης
923κἀμός γε σωτήρ, οὐχὶ συγγενὴς μόνον.
Ἰφιγένεια
924τὰ δεινὰ δʼ ἔργα πῶς ἔτλης μητρὸς πέρι;
Ὀρέστης
925σιγῶμεν αὐτά· πατρὶ τιμωρῶν ἐμῷ.
Ἰφιγένεια
926ἡ δʼ αἰτία τίς ἀνθʼ ὅτου κτείνει πόσιν;
Ὀρέστης
927ἔα τὰ μητρός· οὐδὲ σοὶ κλύειν καλόν.
Ἰφιγένεια
928σιγῶ· τὸ δʼ Ἄργος πρὸς σὲ νῦν ἀποβλέπει;
Ὀρέστης
929Μενέλαος ἄρχει· φυγάδες ἐσμὲν ἐκ πάτρας.
Ἰφιγένεια
930οὔ που νοσοῦντας θεῖος ὕβρισεν δόμους;
Ὀρέστης
931οὔκ, ἀλλʼ Ἐρινύων δεῖμά μʼ ἐκβάλλει χθονός.
Ἰφιγένεια
932ταῦτʼ ἆρʼ ἐπʼ ἀκταῖς κἀνθάδʼ ἠγγέλης μανείς;
Ὀρέστης
933ὤφθημεν οὐ νῦν πρῶτον ὄντες ἄθλιοι.
Ἰφιγένεια
934ἔγνωκα· μητρός σʼ οὕνεκʼ ἠλάστρουν θεαί.
Ὀρέστης
935ὥσθʼ αἱματηρὰ στόμιʼ ἐπεμβαλεῖν ἐμοί.
Ἰφιγένεια
936τί γάρ ποτʼ ἐς γῆν τήνδʼ ἐπόρθμευσας πόδα;
Ὀρέστης
937Φοίβου κελευσθεὶς θεσφάτοις ἀφικόμην.
Ἰφιγένεια
938τί χρῆμα δράσειν; ῥητὸν ἢ σιγώμενον;
Ὀρέστης
939λέγοιμʼ ἄν· ἀρχαὶ δʼ αἵδε μοι πολλῶν πόνων.
940ἐπεὶ τὰ μητρὸς ταῦθʼ ἃ σιγῶμεν κακὰ
941ἐς χεῖρας ἦλθε, μεταδρομαῖς Ἐρινύων
942ἠλαυνόμεσθα φυγάδες, ἔνθεν μοι πόδα
943ἐς τὰς Ἀθήνας δῆτʼ ἔπεμψε Λοξίας,
944δίκην παρασχεῖν ταῖς ἀνωνύμοις θεαῖς.
945ἔστιν γὰρ ὁσία ψῆφος, ἣν Ἄρει ποτὲ
946Ζεὺς εἵσατʼ ἔκ του δὴ χερῶν μιάσματος.
947ἐλθὼν δʼ ἐκεῖσε — πρῶτα μέν μʼ οὐδεὶς ξένων
948ἑκὼν ἐδέξαθʼ, ὡς θεοῖς στυγούμενον·
949οἳ δʼ ἔσχον αἰδῶ, ξένια μονοτράπεζά μοι
950παρέσχον, οἴκων ὄντες ἐν ταὐτῷ στέγει,
951σιγῇ δʼ ἐτεκτήναντʼ ἀπόφθεγκτόν μʼ, ὅπως
952δαιτὸς γενοίμην πώματός τʼ αὐτοῖς δίχα,
953ἐς δʼ ἄγγος ἴδιον ἴσον ἅπασι βακχίου
954μέτρημα πληρώσαντες εἶχον ἡδονήν.
955κἀγὼ ʼξελέγξαι μὲν ξένους οὐκ ἠξίουν,
956ἤλγουν δὲ σιγῇ κἀδόκουν οὐκ εἰδέναι,
957μέγα στενάζων οὕνεκʼ ἦ μητρὸς φονεύς.
958κλύω δʼ Ἀθηναίοισι τἀμὰ δυστυχῆ
959τελετὴν γενέσθαι, κἄτι τὸν νόμον μένειν,
960χοῆρες ἄγγος Παλλάδος τιμᾶν λεών.
961ὡς δʼ εἰς Ἄρειον ὄχθον ἧκον, ἐς δίκην
962ἔστην, ἐγὼ μὲν θάτερον λαβὼν βάθρον,
963τὸ δʼ ἄλλο πρέσβειρʼ ἥπερ ἦν Ἐρινύων.
964εἰπὼν δʼ ἀκούσας θʼ αἵματος μητρὸς…
965Φ…
The complete text is available when the reading interface loads.