Ἑλένη
Author namesEuripide · Euripides · Ευριπιδης
- Scientific editors
- Gilbert Murray
- Edition reference
- Euripidis Fabulae · Oxford · Clarendon Press · 1913
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg014.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 1
Ἑλένη
1Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,
2ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
3λευκῆς τακείσης χιόνος ὑγραίνει γύας.
4Πρωτεὺς δʼ ὅτʼ ἔζη τῆσδε γῆς τύραννος ἦν,
5Φάρον μὲν οἰκῶν νῆσον, Αἰγύπτου δʼ ἄναξ,
6ὃς τῶν κατʼ οἶδμα παρθένων μίαν γαμεῖ,
7Ψαμάθην, ἐπειδὴ λέκτρʼ ἀφῆκεν Αἰακοῦ.
8τίκτει δὲ τέκνα δισσὰ τοῖσδε δώμασι,
9Θεοκλύμενον ἄρσενʼ ὅτι δὴ θεοὺς σέβων
10βίον διήνεγκʼ εὐγενῆ τε παρθένον
11Εἰδώ, τὸ μητρὸς ἀγλάισμʼ, ὅτʼ ἦν βρέφος·
12ἐπεὶ δʼ ἐς ἥβην ἦλθεν ὡραίαν γάμων,
13καλοῦσιν αὐτὴν Θεονόην· τὰ θεῖα γὰρ
14τά τʼ ὄντα καὶ μέλλοντα πάντʼ ἠπίστατο,
15προγόνου λαβοῦσα Νηρέως τιμὰς πάρα.
16ἡμῖν δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος
17Σπάρτη, πατὴρ δὲ Τυνδάρεως· ἔστιν δὲ δὴ
18λόγος τις ὡς Ζεὺς μητέρʼ ἔπτατʼ εἰς ἐμὴν
19Λήδαν κύκνου μορφώματʼ ὄρνιθος λαβών,
20ὃς δόλιον εὐνὴν ἐξέπραξʼ ὑπʼ αἰετοῦ
21δίωγμα φεύγων, εἰ σαφὴς οὗτος λόγος·
22Ἑλένη δʼ ἐκλήθην. ἃ δὲ πεπόνθαμεν κακὰ
23λέγοιμʼ ἄν. ἦλθον τρεῖς θεαὶ κάλλους πέρι
24Ἰδαῖον ἐς κευθμῶνʼ Ἀλέξανδρον πάρα,
25Ἥρα Κύπρις τε διογενής τε παρθένος,
26μορφῆς θέλουσαι διαπεράνασθαι κρίσιν.
27τοὐμὸν δὲ κάλλος, εἰ καλὸν τὸ δυστυχές,
28Κύπρις προτείνασʼ ὡς Ἀλέξανδρος γαμεῖ,
29νικᾷ. λιπὼν δὲ βούσταθμʼ Ἰδαῖος Πάρις
30Σπάρτην ἀφίκεθʼ ὡς ἐμὸν σχήσων λέχος.
31Ἥρα δὲ μεμφθεῖσʼ οὕνεκʼ οὐ νικᾷ θεάς,
32ἐξηνέμωσε τἄμʼ Ἀλεξάνδρῳ λέχη,
33δίδωσι δʼ οὐκ ἔμʼ, ἀλλʼ ὁμοιώσασʼ ἐμοὶ
34εἴδωλον ἔμπνουν οὐρανοῦ ξυνθεῖσʼ ἄπο,
35Πριάμου τυράννου παιδί· καὶ δοκεῖ μʼ ἔχειν —
36κενὴν δόκησιν, οὐκ ἔχων. τὰ δʼ αὖ Διὸς
37βουλεύματʼ ἄλλα τοῖσδε συμβαίνει κακοῖς·
38πόλεμον γὰρ εἰσήνεγκεν Ἑλλήνων χθονὶ
39καὶ Φρυξὶ δυστήνοισιν, ὡς ὄχλου βροτῶν
40πλήθους τε κουφίσειε μητέρα χθόνα
41γνωτόν τε θείη τὸν κράτιστον Ἑλλάδος.
42Φρυγῶν δʼ ἐς ἀλκὴν προυτέθην ἐγὼ μὲν οὔ,
43τὸ δʼ ὄνομα τοὐμόν, ἆθλον Ἕλλησιν δορός.
44λαβὼν δέ μʼ Ἑρμῆς ἐν πτυχαῖσιν αἰθέρος
45νεφέλῃ καλύψας — οὐ γὰρ ἠμέλησέ μου
46Ζεύς — τόνδʼ ἐς οἶκον Πρωτέως ἱδρύσατο,
47πάντων προκρίνας σωφρονέστατον βροτῶν,
48ἀκέραιον ὡς σῴσαιμι Μενέλεῳ λέχος.
49κἀγὼ μὲν ἐνθάδʼ εἴμʼ, ὁ δʼ ἄθλιος πόσις
50στράτευμʼ ἀθροίσας τὰς ἐμὰς ἀναρπαγὰς
51θηρᾷ πορευθεὶς Ἰλίου πυργώματα.
52ψυχαὶ δὲ πολλαὶ διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοις
53ῥοαῖσιν ἔθανον· ἡ δὲ πάντα τλᾶσʼ ἐγὼ
54κατάρατός εἰμι καὶ δοκῶ προδοῦσʼ ἐμὸν
55πόσιν συνάψαι πόλεμον Ἕλλησιν μέγαν.
56τί δῆτʼ ἔτι ζῶ; θεοῦ τόδʼ εἰσήκουσʼ ἔπος
57Ἑρμοῦ, τὸ κλεινὸν ἔτι κατοικήσειν πέδον
58Σπάρτης σὺν ἀνδρί, γνόντος ὡς ἐς Ἴλιον
59οὐκ ἦλθον, ἵνα μὴ λέκτρʼ ὑποστρώσω τινί.
60ἕως μὲν οὖν φῶς ἡλίου τόδʼ ἔβλεπεν
61Πρωτεύς, ἄσυλος ἦ γάμων· ἐπεὶ δὲ γῆς
62σκότῳ κέκρυπται, παῖς ὁ τοῦ τεθνηκότος
63θηρᾷ γαμεῖν με. τὸν πάλαι δʼ ἐγὼ πόσιν
64τιμῶσα Πρωτέως μνῆμα προσπίτνω τόδε
65ἱκέτις, ἵνʼ ἀνδρὶ τἀμὰ διασῴσῃ λέχη,
66ὡς, εἰ καθʼ Ἑλλάδʼ ὄνομα δυσκλεὲς φέρω,
67μή μοι τὸ σῶμά γʼ ἐνθάδʼ αἰσχύνην ὄφλῃ.
Τεῦκρος
68τίς τῶνδʼ ἐρυμνῶν δωμάτων ἔχει κράτος;
69πλούτου γὰρ οἶκος ἄξιος προσεικάσαι,
70βασίλειά τʼ ἀμφιβλήματʼ εὔθριγκοί θʼ ἕδραι.
71ἔα·
72ὦ θεοί, τίνʼ εἶδον ὄψιν; ἐχθίστην ὁρῶ
73γυναικὸς εἰκὼ φόνιον, ἥ μʼ ἀπώλεσεν
74πάντας τʼ Ἀχαιούς. θεοί σʼ, ὅσον μίμημʼ ἔχεις
75Ἑλένης, ἀποπτύσειαν. εἰ δὲ μὴ ʼν ξένῃ
76γαίᾳ πόδʼ εἶχον, τῷδʼ ἂν εὐστόχῳ πτερῷ
77ἀπόλαυσιν εἰκοῦς ἔθανες ἂν Διὸς κόρης.
Ἑλένη
78τί δʼ, ὦ ταλαίπωρʼ — ὅστις ὤν μʼ ἀπεστράφης
79καὶ ταῖς ἐκείνης συμφοραῖς ἐμὲ στυγεῖς;
Τεῦκρος
80ἥμαρτον· ὀργῇ δʼ εἶξα μᾶλλον ἤ με χρῆν·
81μισεῖ γὰρ Ἑλλὰς πᾶσα τὴν Διὸς κόρην.
82σύγγνωθι δʼ ἡμῖν τοῖς λελεγμένοις, γύναι.
Ἑλένη
83τίς δʼ εἶ; πόθεν γῆς τῆσδʼ ἐπεστράφης πέδον;
Τεῦκρος
84εἷς τῶν Ἀχαιῶν, ὦ γύναι, τῶν ἀθλίων.
Ἑλένη
85οὐ τἄρα σʼ Ἑλένην εἰ στυγεῖς θαυμαστέον.
86ἀτὰρ τίς εἶ πόθεν; τίνος δʼ αὐδᾶν σε χρή;
Τεῦκρος
87ὄνομα μὲν ἡμῖν Τεῦκρος, ὁ δὲ φύσας πατὴρ
88Τελαμών, Σαλαμὶς δὲ πατρὶς ἡ θρέψασά με.
Ἑλένη
89τί δῆτα Νείλου τούσδʼ ἐπιστρέφῃ γύας;
Τεῦκρος
90φυγὰς πατρῴας ἐξελήλαμαι χθονός.
Ἑλένη
91τλήμων ἂν εἴης· τίς δέ σʼ ἐκβάλλει πάτρας;
Τεῦκρος
92Τελαμὼν ὁ φύσας. τίνʼ ἂν ἔχοις μᾶλλον φίλον;
Ἑλένη
93ἐκ τοῦ; τὸ γάρ τοι πρᾶγμα συμφορὰν ἔχει.
Τεῦκρος
94Αἴας μʼ ἀδελφὸς ὤλεσʼ ἐν Τροίᾳ θανών.
Ἑλένη
95πῶς; οὔ τί που σῷ φασγάνῳ βίον στερείς;
Τεῦκρος
96οἰκεῖον αὐτὸν ὤλεσʼ ἅλμʼ ἐπὶ ξίφος.
Ἑλένη
97μανέντʼ; ἐπεὶ τίς σωφρονῶν τλαίη τάδʼ ἄν;
Τεῦκρος
98τὸν Πηλέως τινʼ οἶσθʼ Ἀχιλλέα γόνον;
Ἑλένη
99ναί·
99aμνηστήρ ποθʼ Ἑλένης ἦλθεν, ὡς ἀκούομεν.
Τεῦκρος
100θανὼν ὅδʼ ὅπλων ἔριν ἔθηκε συμμάχοις.
Ἑλένη
101καὶ δὴ τί τοῦτʼ Αἴαντι γίγνεται κακόν;
Τεῦκρος
102ἄλλου λαβόντος ὅπλʼ ἀπηλλάχθη βίου.
Ἑλένη
103σὺ τοῖς ἐκείνου δῆτα πήμασιν νοσεῖς;
Τεῦκρος
104ὁθούνεκʼ αὐτῷ γʼ οὐ ξυνωλόμην ὁμοῦ.
Ἑλένη
105ἦλθες γάρ, ὦ ξένʼ, Ἰλίου κλεινὴν πόλιν;
Τεῦκρος
106καὶ ξύν γε πέρσας αὐτὸς ἀνταπωλόμην.
Ἑλένη
107ἤδη γὰρ ἧπται καὶ κατείργασται πυρί;
Τεῦκρος
108ὥστʼ οὐδʼ ἴχνος γε τειχέων εἶναι σαφές.
Ἑλένη
109ὦ τλῆμον Ἑλένη, διὰ σʼ ἀπόλλυνται Φρύγες.
Τεῦκρος
110καὶ πρός γʼ Ἀχαιοί· μεγάλα δʼ εἴργασται κακά.
Ἑλένη
111πόσον χρόνον γὰρ διαπεπόρθηται πόλις;
Τεῦκρος
112ἑπτὰ σχεδόν τι καρπίμους ἐτῶν κύκλους.
Ἑλένη
113χρόνον δʼ ἐμείνατʼ ἄλλον ἐν Τροίᾳ πόσον;
Τεῦκρος
114πολλὰς σελήνας, δέκα διελθούσας ἔτη.
Ἑλένη
115ἦ καὶ γυναῖκα Σπαρτιᾶτιν εἵλετε;
Τεῦκρος
116Μενέλαος αὐτὴν ἦγʼ ἐπισπάσας κόμης.
Ἑλένη
117εἶδες σὺ τὴν δύστηνον; ἢ κλύων λέγεις;
Τεῦκρος
118ὥσπερ γε σέ, οὐδὲν ἧσσον, ὀφθαλμοῖς ὁρῶ.
Ἑλένη
119σκοπεῖτε μὴ δόκησιν εἴχετʼ ἐκ θεῶν.
Τεῦκρος
120ἄλλου λόγου μέμνησο, μὴ κείνης ἔτι.
Ἑλένη
121οὕτω δοκεῖτε τὴν δόκησιν ἀσφαλῆ;
Τεῦκρος
122αὐτὸς γὰρ ὄσσοις εἰδόμην· καὶ νοῦς ὁρᾷ.
Ἑλένη
123ἤδη δʼ ἐν οἴκοις σὺν δάμαρτι Μενέλεως;
Τεῦκρος
124οὔκουν ἐν Ἄργει γʼ οὐδʼ ἐπʼ Εὐρώτα ῥοαῖς.
Ἑλένη
125αἰαῖ· κακὸν τόδʼ εἶπας οἷς κακὸν λέγεις.
Τεῦκρος
126ὡς κεῖνος ἀφανὴς σὺν δάμαρτι κλῄζεται.
Ἑλένη
127οὐ πᾶσι πορθμὸς αὑτὸς Ἀργείοισιν ἦν;
Τεῦκρος
128ἦν, ἀλλὰ χειμὼν ἄλλοσʼ ἄλλον ὥρισεν.
Ἑλένη
129ποίοισιν ἐν νώτοισι ποντίας ἁλός;
Τεῦκρος
130μέσον περῶσι πέλαγος Αἰγαίου πόρου.
Ἑλένη
131κἀκ τοῦδε Μενέλαν οὔτις εἶδʼ ἀφιγμένον;
Τεῦκρος
132οὐδείς· θανὼν δὲ κλῄζεται καθʼ Ἑλλάδα.
Ἑλένη
133ἀπωλόμεσθα· Θεστιὰς δʼ ἔστιν κόρη;
Τεῦκρος
134Λήδαν ἔλεξας; οἴχεται θανοῦσα δή.
Ἑλένη
135οὔ πού νιν Ἑλένης αἰσχρὸν ὤλεσεν κλέος;
Τεῦκρος
136φασίν, βρόχῳ γʼ ἅψασαν εὐγενῆ δέρην.
Ἑλένη
137οἱ Τυνδάρειοι δʼ εἰσὶν ἢ οὐκ εἰσὶν κόροι;
Τεῦκρος
138τεθνᾶσι καὶ οὐ τεθνᾶσι· δύο δʼ ἐστὸν λόγω.
Ἑλένη
139πότερος ὁ κρείσσων; ὦ τάλαινʼ ἐγὼ κακῶν.
Τεῦκρος
140ἄστροις σφʼ ὁμοιωθέντε φάσʼ εἶναι θεώ.
Ἑλένη
141καλῶς ἔλεξας τοῦτο· θάτερον δὲ τί;
Τεῦκρος
142σφαγαῖς ἀδελφῆς οὕνεκʼ ἐκπνεῦσαι βίον.
143ἅλις δὲ μύθων· οὐ διπλᾶ χρῄζω στένειν.
144ὧν δʼ οὕνεκʼ ἦλθον τούσδε βασιλείους δόμους,
145τὴν θεσπιῳδὸν Θεονόην χρῄζων ἰδεῖν,
146σὺ προξένησον, ὡς τύχω μαντευμάτων
147ὅπῃ νεὼς στείλαιμʼ ἂν οὔριον πτερὸν
148ἐς γῆν ἐναλίαν Κύπρον, οὗ μʼ ἐθέσπισεν
149οἰκεῖν Ἀπόλλων, ὄνομα νησιωτικὸν
150Σαλαμῖνα θέμενον τῆς ἐκεῖ χάριν πάτρας.
Ἑλένη
151πλοῦς, ὦ ξένʼ, αὐτὸς σημανεῖ· σὺ δʼ ἐκλιπὼν
152γῆν τήνδε φεῦγε πρίν σε παῖδα Πρωτέως
153ἰδεῖν, ὃς ἄρχει τῆσδε γῆς· ἄπεστι δὲ
154κυσὶν πεποιθὼς ἐν φοναῖς θηροκτόνοις·
155κτείνει γὰρ Ἕλληνʼ ὅντινʼ ἂν λάβῃ ξένον.
156ὅτου δʼ ἕκατι, μήτε σὺ ζήτει μαθεῖν
157ἐγώ τε σιγῶ· τί γὰρ ἂν ὠφελοῖμί σε;
Τεῦκρος
158καλῶς ἔλεξας, ὦ γύναι· θεοὶ δέ σοι
159ἐσθλῶν ἀμοιβὰς ἀντιδωρησαίατο.
160Ἑλένῃ δʼ ὅμοιον σῶμʼ ἔχουσʼ οὐ τὰς φρένας
161ἔχεις ὁμοίας, ἀλλὰ διαφόρους πολύ.
162κακῶς δʼ ὄλοιτο μηδʼ ἐπʼ Εὐρώτα ῥοὰς
163ἔλθοι· σὺ δʼ εἴης εὐτυχὴς ἀεί, γύναι.
Choral 2
Hexameter 1
Ἑλένη
164ὤ, μεγάλων ἀχέων καταβαλλομένα μέγαν οἶκτον
165ποῖον ἁμιλλαθῶ γόον; ἢ τίνα μοῦσαν ἐπέλθω
166δάκρυσιν ἢ θρήνοις ἢ πένθεσιν; αἰαῖ.
Strophe 1
Ἑλένη
167πτεροφόροι νεάνιδες,
168παρθένοι Χθονὸς κόραι
169Σειρῆνες, εἴθʼ ἐμοῖς γόοις
170μόλοιτʼ ἔχουσαι Λίβυν
171λωτὸν ἢ σύριγγας ἢ
171aφόρμιγγας, αἰλίνοις κακοῖς
172τοῖς ἐμοῖσι σύνοχα δάκρυα·
173πάθεσι πάθεα, μέλεσι μέλεα,
174μουσεῖα θρηνήμα-
174aσι ξυνῳδὰ πέμψειε
175Φερσέφασσα
176φόνια, χάριτας ἵνʼ ἐπὶ δάκρυσι
177παρʼ ἐμέθεν ὑπὸ μέλαθρα νύχια
177aπαιᾶνα
178νέκυσιν ὀλομένοις λάβῃ.
Antistrophe 1
Χορός
179κυανοειδὲς ἀμφʼ ὕδωρ
180ἔτυχον ἕλικά τʼ ἀνὰ χλόαν
181φοίνικας ἁλίου πέπλους
182αὐγαῖσιν ἐν χρυσέαις
183ἀμφὶ δόνακος ἔρνεσιν
183aθάλπουσα· ποτνίας δʼ ἐμᾶς,
184ἔνθεν οἰκτρὸν ἀνεβόασεν,
185ὅμαδον ἔκλυον, ἄλυρον ἔλεγον,
186ὅτι ποτʼ ἔλακεν αἰάγμα-
186aσι στένουσα, Νύμφα τις
187οἷα Ναῒς
188ὄρεσι φυγάδα νόμον ἱεῖσα
189γοερόν, ὑπὸ δὲ πέτρινα γύαλα
189aκλαγγαῖσι
190Πανὸς ἀναβοᾷ γάμους.
Strophe 2
Ἑλένη
191ἰὼ ἰώ·
192θήραμα βαρβάρου πλάτας,
193Ἑλλανίδες κόραι,
194ναύτας Ἀχαιῶν
195τις ἔμολεν ἔμολε δάκρυα δάκρυσί μοι φέρων.
196Ἰλίου κατασκαφαὶ
197πυρὶ μέλουσι δαΐῳ
198διʼ ἐμὲ τὰν πολυκτόνον,
199διʼ ἐμὸν ὄνομα πολύπονον.
200Λήδα δʼ ἐν ἀγχόναις
201θάνατον ἔλαβεν αἰσχύ-
202νας ἐμᾶς ὑπʼ ἀλγέων.
203ὁ δʼ ἐμὸς ἐν ἁλὶ πολυπλανὴς
204πόσις ὀλόμενος οἴχεται,
205κάστορός τε συγγόνου τε
206διδυμογενὲς ἄγαλμα πατρίδος
207ἀφανὲς ἀφανὲς ἱππόκροτα λέ-
208λοιπε δάπεδα γυμνάσιά τε
210δονακόεντος Εὐρώ-
210aτα, νεανιᾶν πόνον.
Antistrophe 2
Χορός
211αἰαῖ αἰαῖ·
211aὦ δαίμονος πολυστόνου
212μοίρας τε σᾶς, γύναι.
213αἰὼν δυσαίων
214τις ἔλαχεν ἔλαχεν, ὅτε σʼ ἐτέκετο ματρόθεν
215χιονόχρως κύκνου πτερῷ
216Ζεὺς πρέπων διʼ αἰθέρος·
217τί γὰρ ἄπεστί σοι κακῶν;
218τίνα δὲ βίοτον οὐκ ἔτλας;
219μάτηρ μὲν οἴχεται,
220δίδυμά τε Διὸς οὐκ εὐ-
221δαιμονεῖ τέκεα φίλα,
222χθόνα δὲ πάτριον οὐχ ὁρᾷς,
223διὰ δὲ πόλεας ἔρχεται
224βάξις, ἅ σε βαρβάροισι,
225πότνια, παραδίδωσι λέχεσιν,
226ὁ δὲ σὸς ἐν ἁλὶ κύμασί τε λέ-
227λοιπε βίοτον, οὐδέ ποτʼ ἔτι
228πάτρια μέλαθρα καὶ τὰν
228aΧαλκίοικον ὀλβιεῖς.
Epode 6
Ἑλένη
229φεῦ φεῦ, τίς ἢ Φρυγῶν
230ἢ τίς Ἑλλανίας ἀπὸ χθονὸς
231ἔτεμε τὰν δακρυόεσσαν
232Ἰλίῳ πεύκαν;
233ἔνθεν ὀλόμενον σκάφος
234συναρμόσας ὁ Πριαμίδας
234aἔπλευσε βαρβάρῳ πλάτᾳ
235τὰν ἐμὰν ἐφʼ ἑστίαν,
236ἐπὶ τὸ δυστυχέστατον
237κάλλος, ὡς ἕλοι, γάμων
238ἀμῶν· ἅ τε δόλιος
239ἁ πολυκτόνος Κύπρις
239aΔαναΐδαις ἄγουσα θάνατον Πριαμίδαις,
240ὦ τάλαινα συμφορᾶς.
241ἁ δὲ χρυσέοις θρόνοις
242Διὸς ὑπαγκάλισμα σεμνὸν
243Ἥρα τὸν ὠκύπουν
243aἔπεμψε Μαιάδος γόνον·
244ὅς με χλοερὰ δρεπομέναν
245ἔσω πέπλων ῥόδεα πέταλα,
245aΧαλκίοικον ὡς Ἀθάναν μόλοιμʼ,
246ἀναρπάσας διʼ αἰθέρος
247τάνδε γαῖαν εἰς ἄνολβον
248ἔριν ἔριν τάλαιναν ἔθετο
249Πριαμίδαισιν Ἑλλάδος.
249aτὸ δʼ ἐμὸν ὄνομα
250παρὰ Σιμουντίοις ῥοαῖσι
251μαψίδιον ἔχει φάτιν.
Episode 3
Χορός
253ἔχεις μὲν ἀλγείνʼ, οἶδα· σύμφορον δέ τοι
254ὡς ῥᾷστα τἀναγκαῖα τοῦ βίου φέρειν.
Ἑλένη
255φίλαι γυναῖκες, τίνι πότμῳ συνεζύγην;
256ἆρʼ ἡ τεκοῦσά μʼ ἔτεκεν ἀνθρώποις τέρας;
257γυνὴ γὰρ οὔθʼ Ἑλληνὶς οὔτε βάρβαρος
258τεῦχος νεοσσῶν λευκὸν ἐκλοχεύεται,
259ἐν ᾧ με Λήδαν φασὶν ἐκ Διὸς τεκεῖν.
260τέρας γὰρ ὁ βίος καὶ τὰ πράγματʼ ἐστί μου,
261τὰ μὲν διʼ Ἥραν, τὰ δὲ τὸ κάλλος αἴτιον.
262εἴθʼ ἐξαλειφθεῖσʼ ὡς ἄγαλμʼ αὖθις πάλιν
263αἴσχιον εἶδος ἔλαβον ἀντὶ τοῦ καλοῦ,
264καὶ τὰς τύχας μὲν τὰς κακὰς ἃς νῦν ἔχω
265Ἕλληνες ἐπελάθοντο, τὰς δὲ μὴ κακὰς
266ἔσῳζον ὥσπερ τὰς κακὰς σῴζουσί μου.
267ὅστις μὲν οὖν ἐς μίαν ἀποβλέπων τύχην
268πρὸς θεῶν κακοῦται, βαρὺ μέν, οἰστέον δʼ ὅμως·
269ἡμεῖς δὲ πολλαῖς συμφοραῖς ἐγκείμεθα.
270πρῶτον μὲν οὐκ οὖσʼ ἄδικος, εἰμὶ δυσκλεής·
271καὶ τοῦτο μεῖζον τῆς ἀληθείας κακόν,
272ὅστις τὰ μὴ προσόντα κέκτηται κακά.
273ἔπειτα πατρίδος θεοί μʼ ἀφιδρύσαντο γῆς
274ἐς βάρβαρʼ ἤθη, καὶ φίλων τητωμένη
275δούλη καθέστηκʼ οὖσʼ ἐλευθέρων ἄπο·
276τὰ βαρβάρων γὰρ δοῦλα πάντα πλὴν ἑνός.
277ἄγκυρα δʼ ἥ μου τὰς τύχας ὤχει μόνη,
278πόσιν ποθʼ ἥξειν καί μʼ ἀπαλλάξειν κακῶν —
279οὗτος τέθνηκεν, οὗτος οὐκέτʼ ἔστι δή.
280μήτηρ δʼ ὄλωλε, καὶ φονεὺς αὐτῆς ἐγώ,
281ἀδίκως μέν, ἀλλὰ τἄδικον τοῦτʼ ἔστʼ ἐμόν·
282ὃ δʼ ἀγλάισμα δωμάτων ἐμοῦ τʼ ἔφυ,
283θυγάτηρ ἄνανδρος πολιὰ παρθενεύεται·
284τὼ τοῦ Διὸς δὲ λεγομένω Διοσκόρω
285οὐκ ἐστόν. ἀλλὰ πάντʼ ἔχουσα δυστυχῆ
286τοῖς πράγμασιν τέθνηκα, τοῖς δʼ ἔργοισιν οὔ.
287τὸ δʼ ἔσχατον τοῦτʼ, εἰ μόλοιμεν ἐς πάτραν,
288κλῄθροις ἂν εἰργοίμεσθα — τὴν ὑπʼ Ἰλίῳ
289δοκοῦντες Ἑλένην Μενέλεώ μʼ ἐλθεῖν μέτα.
290εἰ μὲν γὰρ ἔζη πόσις, ἀνεγνώσθημεν ἂν
291ἐλθόντες, ἃ φανέρʼ ἦν μόνοις, ἐς ξύμβολα.
292νῦν δʼ οὔτε τοῦτʼ ἔστʼ οὔτε μὴ σωθῇ ποτε.
293τί δῆτʼ ἔτι ζῶ; τίνʼ ὑπολείπομαι τύχην;
294γάμους ἑλομένη τῶν κακῶν ὑπαλλαγάς,
295μετʼ ἀνδρὸς οἰκεῖν βαρβάρου πρὸς πλουσίαν
296τράπεζαν ἵζουσʼ; ἀλλʼ ὅταν πόσις πικρὸς
297ξυνῇ γυναικί, καὶ τὸ σῶμʼ ἐστιν πικρόν.
298θανεῖν κράτιστον· πῶς θάνοιμʼ ἂν οὐ καλῶς;
299ἀσχήμονες μὲν ἀγχόναι μετάρσιοι,
300κἀν τοῖσι δούλοις δυσπρεπὲς νομίζεται·
301σφαγαὶ δʼ ἔχουσιν εὐγενές τι καὶ καλόν,
302σμικρὸν δʼ ὁ καιρὸς σάρκʼ ἀπαλλάξαι βίου.
303ἐς γὰρ τοσοῦτον ἤλθομεν βάθος κακῶν·
304αἱ μὲν γὰρ ἄλλαι διὰ τὸ κάλλος εὐτυχεῖς
305γυναῖκες, ἡμᾶς δʼ αὐτὸ τοῦτʼ ἀπώλεσεν.
Χορός
306Ἑλένη, τὸν ἐλθόνθʼ, ὅστις ἐστὶν ὁ ξένος,
307μὴ πάντʼ ἀληθῆ δοξάσῃς εἰρηκέναι.
Ἑλένη
308καὶ μὴν σαφῶς γʼ ἔλεξʼ ὀλωλέναι πόσιν.
Χορός
309πόλλʼ ἂν γένοιτο καὶ διὰ ψευδῶν ἔπη.
Ἑλένη
310καὶ τἄμπαλίν γε τῶνδʼ ἀληθείᾳ σαφῆ.
Χορός
311ἐς ξυμφορὰν γὰρ ἀντὶ τἀγαθοῦ φέρῃ.
Ἑλένη
312φόβος γὰρ ἐς τὸ δεῖμα περιβαλών μʼ ἄγει.
Χορός
313πῶς δʼ εὐμενείας τοισίδʼ ἐν δόμοις ἔχεις;
Ἑλένη
314πάντες φίλοι μοι πλὴν ὁ θηρεύων γάμους.
Χορός
315οἶσθʼ οὖν ὃ δρᾶσον; μνήματος λιποῦσʼ ἕδραν —
Ἑλένη
316ἐς ποῖον ἕρπεις μῦθον ἢ παραίνεσιν;
Χορός
317ἐλθοῦσʼ ἐς οἴκους, ἣ τὰ πάντʼ ἐπίσταται,
318τῆς ποντίας Νηρῇδος ἐκγόνου κόρης,
319πυθοῦ πόσιν σὸν Θεονόης, εἴτʼ ἔστʼ ἔτι
320εἴτʼ ἐκλέλοιπε φέγγος· ἐκμαθοῦσα δʼ εὖ
321πρὸς τὰς τύχας τὸ χάρμα τοὺς γόους τʼ ἔχε.
322πρὶν δʼ οὐδὲν ὀρθῶς εἰδέναι, τί σοι πλέον
323λυπουμένῃ γένοιτʼ ἄν; ἀλλʼ ἐμοὶ πιθοῦ·
324τάφον λιποῦσα τόνδε σύμμειξον κόρῃ·
325ὅθενπερ εἴσῃ πάντα τἀληθῆ μαθεῖν
326ἔχουσʼ ἐν οἴκοις τοῖσδε, τί βλέπεις πρόσω;
327θέλω δὲ κἀγὼ σοὶ συνεισελθεῖν δόμους
328καὶ συμπυθέσθαι παρθένου θεσπίσματα·
329γυναῖκα γὰρ δὴ συμπονεῖν γυναικὶ χρή.
Lyric 1
Ἑλένη
330φίλαι, λόγους ἐδεξάμαν·
331βᾶτε βᾶτε δʼ ἐς δόμους,
332ἀγῶνας ἐντὸς οἴκων
333ὡς πύθησθε τοὺς ἐμούς.
Χορός
334θέλουσαν οὐ μόλις καλεῖς.
Ἑλένη
335ἰὼ μέλεος ἁμέρα.
336τίνʼ ἄρα τάλαινα τίνα δακρυό-
337εντα λόγον ἀκούσομαι;
Χορός
338μὴ πρόμαντις ἀλγέων
339προλάμβανʼ, ὦ φίλα, γόους.
Ἑλένη
340τί μοι πόσις μέλεος ἔτλα;
341πότερα δέρκεται φάος
342τέθριππά θʼ ἁλίου κέλευθά τʼ ἀστέρων,
344ἢ ʼν νέκυσι κατὰ χθονὸς
345τὰν χρόνιον ἔχει τύχαν;
Χορός
346ἐς τὸ φέρτερον τίθει
347τὸ μέλλον, ὅ τι γενήσεται.
Ἑλένη
348σὲ γὰρ ἐκάλεσα, σὲ δὲ κατόμοσα,
349τὸν ὑδρόεντι δόνακι χλωρὸν
350Εὐρώταν, θανόντος
351εἰ βάξις ἔτυμος ἀνδρὸς
352ἅδε μοι — τί τάδʼ ἀσύνετα; —
353φόνιον αἰώρημα
353aδιὰ δέρης ὀρέξομαι,
354ἢ ξιφοκτόνον δίωγμα
355λαιμορρύτου σφαγᾶς
356αὐτοσίδαρον ἔσω πελάσω διὰ σαρκὸς ἅμιλλαν,
357θῦμα τριζύγοις θεαῖσι
358τῷ τε σήραγγας Ἰδαί-
359ας ἐνίζοντι Πριαμί-
359aδᾳ ποτʼ ἀμφὶ βουστάθμους.
Χορός
360ἄλλοσʼ ἀποτροπὰ κακῶν
361γένοιτο, τὸ δὲ σὸν εὐτυχές.
Ἑλένη
362ἰὼ Τροία τάλαινα,
362aδιʼ ἔργʼ ἄνεργʼ ὄλλυσαι
363μέλεά τʼ ἔτλας· τὰ δʼ ἐμὰ δῶρα
364Κύπριδος ἔτεκε πολὺ μὲν αἷμα,
365πολὺ δὲ δάκρυον· ἄχεά τʼ ἄχεσι,
366δάκρυα δάκρυσιν ἔλαβε, πάθεα
367ματέρες τε παῖδας ὄλεσαν,
368ἀπὸ δὲ παρθένοι κόμας
369ἔθεντο σύγγονοι νεκρῶν Σκαμάνδριον
369aἀμφὶ Φρύγιον οἶδμα.
370βοὰν βοὰν δʼ Ἑλλὰς
371κελάδησε κἀνοτότυξεν,
372ἐπὶ δὲ κρατὶ χέρας ἔθηκεν,
373ὄνυχι δʼ ἁπαλόχροα γένυν
374δεῦσε φονίαισι πλαγαῖς.
375ὦ μάκαρ Ἀρκαδίᾳ ποτὲ παρθένε Καλλιστοῖ, Διὸς
376ἃ λεχέων ἐπέβας τετραβάμοσι γυίοις,
377ὡς πολὺ ματρὸς ἐμᾶς ἔλαχες πλέον,
378ἁ μορφᾷ θηρῶν λαχνογυίων —
379ὄμματι λάβρῷ σχῆμα λεαίνης —
380ἐξαλλάξασʼ ἄχθεα λύπης·
381ἅν τέ ποτʼ Ἄρτεμις ἐξεχορεύσατο
382χρυσοκέρατʼ ἔλαφον Μέροπος Τιτανίδα κούραν
383καλλοσύνας ἕνεκεν· τὸ δʼ ἐμὸν δέμας
384ὤλεσεν ὤλεσε πέργαμα Δαρδανίας
385ὀλομένους τʼ Ἀχαιούς.
Dialogue 2
Μενελέως
386ὦ τὰς τεθρίππους Οἰνομάῳ Πῖσαν κάτα
387Πέλοψ ἁμίλλας ἐξαμιλληθείς ποτε,
388εἴθʼ ὤφελες τόθʼ, ἡνίκʼ ἔρανον εἰς θεοὺς
389πεισθεὶς ἐποίεις, ἐν θεοῖς λιπεῖν βίον,
390πρὶν τὸν ἐμὸν Ἀτρέα πατέρα γεννῆσαί ποτε,
391ὃς ἐξέφυσεν Ἀερόπης λέκτρων ἄπο
392Ἀγαμέμνονʼ ἐμέ τε Μενέλεων, κλεινὸν ζυγόν·
393πλεῖστον γὰρ οἶμαι — καὶ τόδʼ οὐ κόμπῳ λέγω —
394στράτευμα κώπῃ διορίσαι Τροίαν ἔπι,
395τύραννος οὐδὲν πρὸς βίαν στρατηλατῶν,
396ἑκοῦσι δʼ ἄρξας Ἑλλάδος νεανίαις.
397καὶ τοὺς μὲν οὐκέτʼ ὄντας ἀριθμῆσαι πάρα,
398τοὺς δʼ ἐκ θαλάσσης ἀσμένους πεφευγότας,
399νεκρῶν φέροντας ὀνόματʼ εἰς οἴκους πάλιν.
400ἐγὼ δʼ ἐπʼ οἶδμα πόντιον γλαυκῆς ἁλὸς
401τλήμων ἀλῶμαι χρόνον ὅσονπερ Ἰλίου
402πύργους ἔπερσα, κἀς πάτραν χρῄζων μολεῖν
403οὐκ ἀξιοῦμαι τοῦδε πρὸς θεῶν τυχεῖν.
404Λιβύης τʼ ἐρήμους ἀξένους τʼ ἐπιδρομὰς
405πέπλευκα πάσας· χὥταν ἐγγὺς ὦ πάτρας,
406πάλιν μʼ ἀπωθεῖ πνεῦμα, κοὔποτʼ οὔριον
407ἐσῆλθε λαῖφος ὥστε μʼ ἐς πάτραν μολεῖν.
408καὶ νῦν τάλας ναυαγὸς ἀπολέσας φίλους
409ἐξέπεσον ἐς γῆν τήνδε· ναῦς δὲ πρὸς πέτρας
410πολλοὺς ἀριθμοὺς ἄγνυται ναυαγίων.
411τρόπις δʼ ἐλείφθη ποικίλων ἁρμοσμάτων,
412ἐφʼ ἧς ἐσώθην μόλις ἀνελπίστῳ τύχῃ
413Ἑλένη τε, Τροίας ἣν ἀποσπάσας ἔχω.
414ὄνομα δὲ χώρας ἥτις ἥδε καὶ λεὼς
415οὐκ οἶδα· ὄχλον γὰρ ἐσπεσεῖν ᾐσχυνόμην
416ὥσθʼ ἱστορῆσαι, τὰς ἐμὰς δυσχλαινίας
417κρύπτων ὑπʼ αἰδοῦς τῆς τύχης. ὅταν δʼ ἀνὴρ
418πράξῃ κακῶς ὑψηλός, εἰς ἀηθίαν
419πίπτει κακίω τοῦ πάλαι δυσδαίμονος.
420χρεία δὲ τείρει μʼ· οὔτε γὰρ σῖτος πάρα
421οὔτʼ ἀμφὶ χρῶτʼ ἐσθῆτες· αὐτὰ δʼ εἰκάσαι
422πάρεστι ναὸς ἐκβόλοις ἃ ἀμπίσχομαι.
423πέπλους δὲ τοὺς πρὶν λαμπρά τʼ ἀμφιβλήματα
424χλιδάς τε πόντος ἥρπασʼ· ἐν δʼ ἄντρου μυχοῖς
425κρύψας γυναῖκα τὴν κακῶν πάντων ἐμοὶ
426ἄρξασαν ἥκω τούς τε περιλελειμμένους
427φίλων φυλάσσειν τἄμʼ ἀναγκάσας λέχη.
428μόνος δὲ νοστῶ, τοῖς ἐκεῖ ζητῶν φίλοις
429τὰ πρόσφορʼ ἤν πως ἐξερευνήσας λάβω.
430ἰδὼν δὲ δῶμα περιφερὲς θριγκοῖς τόδε
431πύλας τε σεμνὰς ἀνδρὸς ὀλβίου τινός,
432προσῆλθον· ἐλπὶς δʼ ἔκ γε πλουσίων δόμων
433λαβεῖν τι ναύταις· ἐκ δὲ μὴ ἐχόντων βίον —
434οὐδʼ εἰ θέλοιεν, ὠφελεῖν ἔχοιεν ἄν.
435ὠή· τίς ἂν πυλωρὸς ἐκ δόμων μόλοι,
436ὅστις διαγγείλειε τἄμʼ ἔσω κακά;
Γραῦς
437τίς πρὸς πύλαισιν; οὐκ ἀπαλλάξῃ δόμων
438καὶ μὴ πρὸς αὐλείοισιν ἑστηκὼς πύλαις
439ὄχλον παρέξεις δεσπόταις; ἢ κατθανῇ
440Ἕλλην πεφυκώς, οἷσιν οὐκ ἐπιστροφαί.
Μενελέως
441ὦ γραῖα, ταὐτὰ ταῦτʼ ἔπη κἄλλως λέγειν
442ἔξεστι, πείσομαι γάρ· ἀλλʼ ἄνες λόγον.
Γραῦς
443ἄπελθʼ· ἐμοὶ γὰρ τοῦτο πρόσκειται, ξένε,
444μηδένα πελάζειν τοισίδʼ Ἑλλήνων δόμοις.
Μενελέως
445ἆ· μὴ προσείλει χεῖρα μηδʼ ὤθει βίᾳ.
Γραῦς
446πείθῃ γὰρ οὐδὲν ὧν λέγω, σὺ δʼ αἴτιος.
Μενελέως
447ἄγγειλον εἴσω δεσπόταισι τοῖσι σοῖς
Γραῦς
448πικρῶς ἄρʼ οἶμαί γʼ ἀγγελεῖν τοὺς σοὺς λόγους.
Μενελέως
449ναυαγὸς ἥκω ξένος, ἀσύλητον γένος.
Γραῦς
450οἶκον πρὸς ἄλλον νύν τινʼ ἀντὶ τοῦδʼ ἴθι.
Μενελέως
451οὔκ, ἀλλʼ ἔσω πάρειμι· καὶ σύ μοι πιθοῦ.
Γραῦς
452ὀχληρὸς ἴσθʼ ὤν· καὶ τάχʼ ὠσθήσῃ βίᾳ.
Μενελέως
453αἰαῖ· τὰ κλεινὰ ποῦ ʼστί μοι στρατεύματα;
Γραῦς
454οὐκοῦν ἐκεῖ που σεμνὸς ἦσθʼ, οὐκ ἐνθάδε.
Μενελέως
455ὦ δαῖμον, ὡς ἀνάξιʼ ἠτιμώμεθα.
Γραῦς
456τί βλέφαρα τέγγεις δάκρυσι; πρὸς τίνʼ οἰκτρὸς εἶ;
Μενελέως
457πρὸς τὰς πάροιθεν συμφορὰς εὐδαίμονας.
Γραῦς
458οὔκουν ἀπελθὼν δάκρυα σοῖς δώσεις φίλοις;
Μενελέως
459τίς δʼ ἥδε χώρα; τοῦ δὲ βασίλειοι δόμοι;
Γραῦς
460Πρωτεὺς τάδʼ οἰκεῖ δώματʼ, Αἴγυπτος δὲ γῆ.
Μενελέως
461Αἴγυπτος; ὦ δύστηνος, οἷ πέπλευκʼ ἄρα.
Γραῦς
462τί δὴ τὸ Νείλου μεμπτόν ἐστί σοι γάνος;
Μενελέως
463οὐ τοῦτʼ ἐμέμφθην· τὰς ἐμὰς στένω τύχας.
Γραῦς
464πολλοὶ κακῶς πράσσουσιν, οὐ σὺ δὴ μόνος.
Μενελέως
465ἔστʼ οὖν ἐν οἴκοις ὅντινʼ ὀνομάζεις ἄναξ;
Γραῦς
466τόδʼ ἐστὶν αὐτοῦ μνῆμα, παῖς δʼ ἄρχει χθονός.
Μενελέως
467ποῦ δῆτʼ ἂν εἴη; πότερον ἐκτὸς ἢ ʼν δόμοις;
Γραῦς
468οὐκ ἔνδον· Ἕλλησιν δὲ πολεμιώτατος.
Μενελέως
469τίνʼ αἰτίαν σχὼν ἧς ἐπηυρόμην ἐγώ;
Γραῦς
470Ἑλένη κατʼ οἴκους ἐστὶ τούσδʼ ἡ τοῦ Διός.
Μενελέως
471πῶς φῄς; τίνʼ εἶπας μῦθον; αὖθίς μοι φράσον.
Γραῦς
472ἡ Τυνδαρὶς παῖς, ἣ κατὰ Σπάρτην ποτʼ ἦν.
Μενελέως
473πόθεν μολοῦσα; τίνα τὸ πρᾶγμʼ ἔχει λόγον;
Γραῦς
474Λακεδαίμονος γῆς δεῦρο νοστήσασʼ ἄπο.
Μενελέως
475πότε; οὔ τί που λελῄσμεθʼ ἐξ ἄντρων λέχος;
Γραῦς
476πρὶν τοὺς Ἀχαιούς, ὦ ξένʼ, ἐς Τροίαν μολεῖν.
477ἀλλʼ ἕρπʼ ἀπʼ οἴκων· ἔστι γάρ τις ἐν δόμοις
478τύχη, τύραννος ᾗ ταράσσεται δόμος.
479καιρὸν γὰρ οὐδένʼ ἦλθες· ἢν δὲ δεσπότης
480λάβῃ σε, θάνατος ξένιά σοι γενήσεται.
481εὔνους γάρ εἰμʼ Ἕλλησιν, οὐχ ὅσον πικροὺς
482λόγους ἔδωκα δεσπότην φοβουμένη.
Μενελέως
483τί φῶ; τί λέξω; συμφορὰς γὰρ ἀθλίας
484ἐκ τῶν πάροιθεν τὰς παρεστώσας κλύω,
485εἰ τὴν μὲν αἱρεθεῖσαν ἐκ Τροίας ἄγων
486ἥκω δάμαρτα καὶ κατʼ ἄντρα σῴζεται,
487ὄνομα δὲ ταὐτὸν τῆς ἐμῆς ἔχουσά τις
488δάμαρτος ἄλλη τοισίδʼ ἐνναίει δόμοις.
489Διὸς δʼ ἔλεξε παῖδά νιν πεφυκέναι.
490ἀλλʼ ἦ τις ἔστι Ζηνὸς ὄνομʼ ἔχων ἀνὴρ
491Νείλου παρʼ ὄχθας; εἷς γὰρ ὅ γε κατʼ οὐρανόν.
492Σπάρτη δὲ ποῦ γῆς ἐστι πλὴν ἵνα ῥοαὶ
493τοῦ καλλιδόνακός εἰσιν Εὐρώτα μόνον;
494ἁπλοῦν δὲ Τυνδάρειον ὄνομα κλῄζεται.
495Λακεδαίμονος δὲ γαῖα τίς ξυνώνυμος
496Τροίας τε; ἐγὼ μὲν οὐκ ἔχω τί χρὴ λέγειν.
497πολλοὶ γάρ, ὡς εἴξασιν, ἐν πολλῇ χθονὶ
498ὀνόματα ταὔτʼ ἔχουσι καὶ πόλις πόλει
499γυνὴ γυναικί τʼ· οὐδὲν οὖν θαυμαστέον.
500οὐδʼ αὖ τὸ δεινὸν προσπόλου φευξούμεθα·
501ἀνὴρ γὰρ οὐδεὶς ὧδε βάρβαρος φρένας,
502ὃς ὄνομʼ ἀκούσας τοὐμὸν οὐ δώσει βοράν.
503κλεινὸν τὸ Τροίας πῦρ ἐγώ θʼ ὃς ἧψά νιν,
504Μενέλαος, οὐκ ἄγνωστος ἐν πάσῃ χθονί.
505δόμων ἄνακτα προσμενῶ· δισσὰς δέ μοι
506ἔχει φυλάξεις· ἢν μὲν ὠμόφρων τις ᾖ,
507κρύψας ἐμαυτὸν εἶμι πρὸς ναυάγια·
508ἢν δʼ ἐνδιδῷ τι μαλθακόν, τὰ πρόσφορα
509τῆς νῦν παρούσης συμφορᾶς αἰτήσομαι.
510κακῶν μὲν ἡμῖν ἔσχατον τοῖς ἀθλίοις,
511ἄλλους τυράννους αὐτὸν ὄντα βασιλέα
512βίον προσαιτεῖν· ἀλλʼ ἀναγκαίως ἔχει.
513λόγος γάρ ἐστιν οὐκ ἐμός, σοφὸν δʼ ἔπος,
514δεινῆς ἀνάγκης οὐδὲν ἰσχύειν πλέον.
Lyric 3
Χορός
515ἤκουσα τᾶς θεσπιῳδοῦ κόρας,
516ἃ χρῄζουσʼ ἐφάνη τυράννοις
517δόμοις, ὡς Μενέλαος οὔ-
518πω μελαμφαὲς οἴχεται
519διʼ ἔρεβος χθονὶ κρυφθείς,
520ἀλλʼ ἔτι κατʼ οἶδμʼ ἅλιον
521τρυχόμενος οὔπω λιμένων
522ψαύσειεν πατρίας γᾶς,
523ἀλατείᾳ βιότου
524ταλαίφρων, ἄφιλος φίλων,
525παντοδαπᾶς ἐπὶ γᾶς πόδα
526χριμπτόμενος εἰναλίῳ
527κώπᾳ Τρῳάδος ἐκ γᾶς.
Dialogue 4
Ἑλένη
528ἥδʼ αὖ τάφου τοῦδʼ εἰς ἕδρας ἐγὼ πάλιν
529στείχω, μαθοῦσα Θεονόης φίλους λόγους,
530ἣ πάντʼ ἀληθῶς οἶδε· φησὶ δʼ ἐν φάει
531πόσιν τὸν ἁμὸν ζῶντα φέγγος εἰσορᾶν,
532πορθμοὺς δʼ ἀλᾶσθαι μυρίους πεπλωκότα
533ἐκεῖσε κἀκεῖσʼ οὐδʼ ἀγύμναστον πλάνοις,
534ἥξειν δʼ ὅταν δὴ πημάτων λάβῃ τέλος.
535ἓν δʼ οὐκ ἔλεξεν, εἰ μολὼν σωθήσεται.
536ἐγὼ δʼ ἀπέστην τοῦτʼ ἐρωτῆσαι σαφῶς,
537ἡσθεῖσʼ ἐπεί νιν εἶπέ μοι σεσῳσμένον.
538ἐγγὺς δέ νίν που τῆσδʼ ἔφασκʼ εἶναι χθονός,
539ναυαγὸν ἐκπεσόντα σὺν παύροις φίλοις.
540ὤμοι, πόθʼ ἥξεις; ὡς ποθεινὸς ἂν μόλοις.
541ἔα, τίς οὗτος; οὔ τί που κρυπτεύομαι
542Πρωτέως ἀσέπτου παιδὸς ἐκ βουλευμάτων;
543οὐχ ὡς δρομαία πῶλος ἢ Βάκχη θεοῦ
544τάφῳ ξυνάψω κῶλον; ἄγριος δέ τις
545μορφὴν ὅδʼ ἐστίν, ὅς με θηρᾶται λαβεῖν.
Μενελέως
546σὲ τὴν ὄρεγμα δεινὸν ἡμιλλημένην
547τύμβου ʼπὶ κρηπῖδʼ ἐμπύρους τʼ ὀρθοστάτας,
548μεῖνον· τί φεύγεις; ὡς δέμας δείξασα σὸν
549ἔκπληξιν ἡμῖν ἀφασίαν τε προστίθης.
Ἑλένη
550ἀδικούμεθʼ, ὦ γυναῖκες· εἰργόμεσθα γὰρ
551τάφου πρὸς ἀνδρὸς τοῦδε, καί μʼ ἑλὼν θέλει
552δοῦναι τυράννοις ὧν ἐφεύγομεν γάμους.
Μενελέως
553οὐ κλῶπές ἐσμεν, οὐχ ὑπηρέται κακῶν.
Ἑλένη
554καὶ μὴν στολήν γʼ ἄμορφον ἀμφὶ σῶμʼ ἔχεις.
Μενελέως
555στῆσον, φόβου μεθεῖσα, λαιψηρὸν πόδα.
Ἑλένη
556ἵστημʼ, ἐπεί γε τοῦδʼ ἐφάπτομαι τόπου.
Μενελέως
557τίς εἶ; τίνʼ ὄψιν σήν, γύναι, προσδέρκομαι;
Ἑλένη
558σὺ δʼ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμʼ ἔχει λόγος.
Μενελέως
559οὐπώποτʼ εἶδον προσφερέστερον δέμας.
Ἑλένη
560ὦ θεοί· θεὸς γὰρ καὶ τὸ γιγνώσκειν φίλους.
Μενελέως
561Ἑλληνὶς εἶ τις ἢ ἐπιχωρία γυνή;
Ἑλένη
562Ἑλληνίς· ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.
Μενελέως
563Ἑλένῃ σʼ ὁμοίαν δὴ μάλιστʼ εἶδον, γύναι.
Ἑλένη
564ἐγὼ δὲ Μενέλεῴ γε σέ· οὐδʼ ἔχω τί φῶ.
Μενελέως
565ἔγνως γὰρ ὀρθῶς ἄνδρα δυστυχέστατον.
Ἑλένη
566ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας.
Μενελέως
567ποίας δάμαρτος; μὴ θίγῃς ἐμῶν πέπλων.
Ἑλένη
568ἥν σοι δίδωσι Τυνδάρεως, ἐμὸς πατήρ.
Μενελέως
569ὦ φωσφόρʼ Ἑκάτη, πέμπε φάσματʼ εὐμενῆ.
Ἑλένη
570οὐ νυκτίφαντον πρόπολον Ἐνοδίας μʼ ὁρᾷς.
Μενελέως
571οὐ μὴν γυναικῶν γʼ εἷς δυοῖν ἔφυν πόσις.
Ἑλένη
572ποίων δὲ λέκτρων δεσπότης ἄλλων ἔφυς;
Μενελέως
573ἣν ἄντρα κεύθει κἀκ Φρυγῶν κομίζομαι.
Ἑλένη
574οὐκ ἔστιν ἄλλη σή τις ἀντʼ ἐμοῦ γυνή.
Μενελέως
575οὔ που φρονῶ μὲν εὖ, τὸ δʼ ὄμμα μου νοσεῖ;
Ἑλένη
576οὐ γάρ με λεύσσων σὴν δάμαρθʼ ὁρᾶν δοκεῖς;
Μενελέως
577τὸ σῶμʼ ὅμοιον, τὸ δὲ σαφές μʼ ἀποστερεῖ.
Ἑλένη
578σκέψαι· τί σοὐνδεῖ; τίς δὲ σοῦ σοφώτερος;
Μενελέως
579ἔοικας· οὔτοι τοῦτό γʼ ἐξαρνήσομαι.
Ἑλένη
580τίς οὖν διδάξει σʼ ἄλλος ἢ τὰ σʼ ὄμματα;
Μενελέως
581ἐκεῖ νοσοῦμεν, ὅτι δάμαρτʼ ἄλλην ἔχω.
Ἑλένη
582οὐκ ἦλθον ἐς γῆν Τρῳάδʼ, ἀλλʼ εἴδωλον ἦν.
Μενελέως
583καὶ τίς βλέποντα σώματʼ ἐξεργάζεται;
Ἑλένη
584αἰθήρ, ὅθεν σὺ θεοπόνητʼ ἔχεις λέχη.
Μενελέως
585τίνος πλάσαντος θεῶν; ἄελπτα γὰρ λέγεις.
Ἑλένη
586Ἥρας, διάλλαγμʼ, ὡς Πάρις με μὴ λάβοι.
Μενελέως
587πῶς οὖν ἂν ἐνθάδʼ ἦσθά τʼ ἐν Τροίᾳ θʼ ἅμα;
Ἑλένη
588τοὔνομα γένοιτʼ ἂν πολλαχοῦ, τὸ σῶμα δʼ οὔ.
Μενελέως
589μέθες με, λύπης ἅλις ἔχων ἐλήλυθα.
Ἑλένη
590λείψεις γὰρ ἡμᾶς, τὰ δὲ κένʼ ἐξάξεις λέχη;
Μενελέως
591καὶ χαῖρέ γʼ, Ἑλένῃ προσφερὴς ὁθούνεκʼ εἶ.
Ἑλένη
592ἀπωλόμην· λαβοῦσά σʼ οὐχ ἕξω πόσιν.
Μενελέως
593τοὐκεῖ με μέγεθος τῶν πόνων πείθει, σὺ δʼ οὔ.
Ἑλένη
594οἲ ἐγώ· τίς ἡμῶν ἐγένετʼ ἀθλιωτέρα;
595οἱ φίλτατοι λείπουσί μʼ οὐδʼ ἀφίξομαι
596Ἕλληνας οὐδὲ πατρίδα τὴν ἐμήν ποτε.
Ἄγγελος
597Μενέλαε, μαστεύων σε κιγχάνω μόλις
598πᾶσαν πλανηθεὶς τήνδε βάρβαρον χθόνα,
599πεμφθεὶς ἑταίρων τῶν λελειμμένων ὕπο.
Μενελέως
600τί δʼ ἔστιν; οὔ που βαρβάρων συλᾶσθʼ ὕπο;
Ἄγγελος
601θαῦμʼ ἔστʼ, ἔλασσον τοὔνομʼ ἢ τὸ πρᾶγμʼ ἔχον.
Μενελέως
602λέγʼ· ὡς φέρεις τι τῇδε τῇ σπουδῇ νέον.
Ἄγγελος
603λέγω πόνους σε μυρίους τλῆναι μάτην.
Μενελέως
604παλαιὰ θρηνεῖς πήματʼ· ἀγγέλλεις δὲ τί;
Ἄγγελος
605βέβηκεν ἄλοχος σὴ πρὸς αἰθέρος πτυχὰς
606ἀρθεῖσʼ ἄφαντος· οὐρανῷ δὲ κρύπτεται
607λιποῦσα σεμνὸν ἄντρον οὗ σφʼ ἐσῴζομεν,
608τοσόνδε λέξασʼ· ὦ ταλαίπωροι Φρύγες
609πάντες τʼ Ἀχαιοί, διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοις
610ἀκταῖσιν Ἥρας μηχαναῖς ἐθνῄσκετε,
611δοκοῦντες Ἑλένην οὐκ ἔχοντʼ ἔχειν Πάριν.
612ἐγὼ δʼ, ἐπειδὴ χρόνον ἔμεινʼ ὅσον με χρῆν,
613τὸ μόρσιμον σῴσασα, πατέρʼ ἐς οὐρανὸν
614ἄπειμι· φήμας δʼ ἡ τάλαινα Τυνδαρὶς
615ἄλλως κακὰς ἤκουσεν οὐδὲν αἰτία.
616ὦ χαῖρε, Λήδας θύγατερ, ἐνθάδʼ ἦσθʼ ἄρα;
617ἐγὼ δέ σʼ ἄστρων ὡς βεβηκυῖαν μυχοὺς
618ἤγγελλον εἰδὼς οὐδὲν ὡς ὑπόπτερον
619δέμας φοροίης. οὐκ ἐῶ σε κερτομεῖν
620ἡμᾶς τόδʼ αὖθις, ὡς ἄδην ἐν Ἰλίῳ
621πόνους παρεῖχες σῷ πόσει καὶ συμμάχοις.
Μενελέως
622τοῦτʼ ἔστʼ ἐκεῖνο· ξυμβεβᾶσιν οἱ λόγοι
623οἱ τῆσδʼ ἀληθεῖς. ὦ ποθεινὸς ἡμέρα,
624ἥ σʼ εἰς ἐμὰς ἔδωκεν ὠλένας λαβεῖν.
Ἑλένη
625ὦ φίλτατʼ ἀνδρῶν Μενέλεως, ὁ μὲν χρόνος
626παλαιός, ἡ δὲ τέρψις ἀρτίως πάρα.
627ἔλαβον ἀσμένα πόσιν ἐμόν, φίλαι,
628περί τʼ ἐπέτασα χέρα
629φίλιον ἐν μακρᾷ φλογὶ φαεσφόρῳ.
Μενελέως
630κἀγὼ σέ· πολλοὺς δʼ ἐν μέσῳ λόγους ἔχων
631οὐκ οἶδʼ ὁποίου πρῶτον ἄρξωμαι τὰ νῦν.
Lyric 5
Ἑλένη
632γέγηθα, κρατὶ δʼ ὀρθίους ἐθείρας
633ἀνεπτέρωκα καὶ δάκρυ σταλάσσω,
634περὶ δὲ γυῖα χέρας ἔβαλον, ἡδονάν,
635ὦ πόσις, ὡς λάβω.
Μενελέως
636ὦ φιλτάτη πρόσοψις, οὐκ ἐμέμφθην·
637ἔχω τὰ τῆς Διός τε λέκτρα Λήδας θʼ,
638ἃν ὑπὸ λαμπάδων κόροι λεύκιπποι
640ξυνομαίμονες ὤλβισαν ὤλβισαν
641τὸ πρόσθεν, ἐκ δόμων δὲ νοσφίσας σʼ ἐμοῦ
642πρὸς ἄλλαν ἐλαύνει
643θεὸς συμφορὰν τᾶσδε κρείσσω.
644τὸ κακὸν δʼ ἀγαθὸν σέ τε κἀμὲ συνάγαγε, πόσιν
645χρόνιον, ἀλλʼ ὅμως ὀναίμαν τύχας.
Χορός
646ὄναιο δῆτα. ταὐτὰ δὴ ξυνεύχομαι·
647δυοῖν γὰρ ὄντοιν οὐχ ὃ μὲν τλήμων, ὃ δʼ οὔ.
Ἑλένη
648φίλαι φίλαι, τὰ πάρος οὐκέτι
649στένομεν οὐδʼ ἀλγῶ.
650πόσιν ἐμὸν ἔχομεν ἔχομεν, ὃν ἔμενον
651ἔμενον ἐκ Τροίας πολυετῆ μολεῖν.
Μενελέως
652ἔχεις, ἐγώ τε σέ· ἡλίους δὲ μυρίους
653μόλις διελθὼν ᾐσθόμην τὰ τῆς θεοῦ.
654ἐμὰ δὲ χαρμονὰ δάκρυα· πλέον ἔχει
655χάριτος ἢ λύπας.
Ἑλένη
656τί φῶ; τίς ἂν τάδʼ ἤλπισεν βροτῶν ποτε;
657ἀδόκητον ἔχω σε πρὸς στέρνοις.
Μενελέως
658κἀγὼ σὲ τὴν δοκοῦσαν Ἰδαίαν πόλιν
659μολεῖν Ἰλίου τε μελέους πύργους.
660πρὸς θεῶν, δόμων πῶς τῶν ἐμῶν ἀπεστάλης;
Ἑλένη
661ἒ ἔ· πικρὰς ἐς ἀρχὰς βαίνεις,
662ἒ ἔ· πικρὰν δʼ ἐρευνᾷς φάτιν.
Μενελέως
663λέγʼ· ὡς ἀκουστὰ πάντα δῶρα δαιμόνων.
Ἑλένη
664ἀπέπτυσα μὲν λόγον, οἷον οἷον ἐσοίσομαι.
Μενελέως
665ὅμως δὲ λέξον· ἡδύ τοι μόχθων κλύειν.
Ἑλένη
666οὐκ ἐπὶ βαρβάρου λέκτρα νεανία
667πετομένας κώπας,
668πετομένου δʼ ἔρωτος ἀδίκων γάμων
Μενελέως
669τίς γάρ σε δαίμων ἢ πότμος συλᾷ πάτρας;
Ἑλένη
670ὁ Διὸς ὁ Διός, ὦ πόσι, παῖς μʼ
671ἐπέλασεν Νείλῳ.
Μενελέως
672θαυμαστά· τοῦ πέμψαντος; ὦ δεινοὶ λόγοι.
Ἑλένη
673κατεδάκρυσα καὶ βλέφαρον ὑγραίνω
674δάκρυσιν· ἁ Διός μʼ ἄλοχος ὤλεσεν.
Μενελέως
675Ἥρα; τί νῷν χρῄζουσα προσθεῖναι κακόν;
Ἑλένη
676ὤμοι ἐμῶν δεινῶν, λουτρῶν καὶ κρηνῶν,
677ἵνα θεαὶ μορφὰν
678ἐφαίδρυναν, ἔνθεν ἔμολεν κρίσις.
Μενελέως
679τὰ δʼ ἐς κρίσιν σοι τῶνδʼ ἔθηχʼ Ἥρα κακῶν — ;
Ἑλένη
680Πάριν ὡς ἀφέλοιτο —
Μενελέως
680bπῶς; αὔδα.
Ἑλένη
681Κύπρις ᾧ μʼ ἐπένευσεν —
Μενελέως
681bὦ τλᾶμον.
Ἑλένη
682τλάμων, τλάμων· ὧδʼ ἐπέλασʼ Αἰγύπτῳ.
Μενελέως
683εἶτʼ ἀντέδωκʼ εἴδωλον, ὡς σέθεν κλύω.
Ἑλένη
684τὰ δὲ σὰ κατὰ μέλαθρα πάθεα πάθεα, μᾶ-
685τερ, οἲ ʼγώ.
Μενελέως
685bτί φῄς;
Ἑλένη
686οὐκ ἔστι μάτηρ· ἀγχόνιον δὲ βρόχον
687διʼ ἐμὰν κατεδήσατο δυσγάμου αἰσχύναν.
Μενελέως
688ὤμοι· θυγατρὸς δʼ Ἑρμιόνης ἔστιν βίος;
Ἑλένη
689ἄγαμος ἄτεκνος, ὦ πόσι, καταστένει
690γάμον ἄγαμον ἐμόν.
Μενελέως
691ὦ πᾶν κατʼ ἄκρας δῶμʼ ἐμὸν πέρσας Πάρις,
692τάδε καὶ σὲ διώλεσε μυριάδας τε
693χαλκεόπλων Δαναῶν.
Ἑλένη
694ἐμὲ δὲ πατρίδος ἄπο κακόποτμον ἀραίαν
695ἔβαλε θεὸς ἀπό τε πόλεος ἀπό τε σέθεν,
696ὅτε μέλαθρα λέχεά τʼ ἔλιπον — οὐ λιποῦσʼ
697ἐπʼ αἰσχροῖς γάμοις.
Dialogue 6
Χορός
698εἰ καὶ τὰ λοιπὰ τῆς τύχης εὐδαίμονος
699τύχοιτε, πρὸς τὰ πρόσθεν ἀρκέσειεν ἄν.
Ἄγγελος
700Μενέλαε, κἀμοὶ πρόσδοτον τῆς ἡδονῆς,
701ἣν μανθάνω μὲν καὐτός, οὐ σαφῶς δʼ ἔχω.
Μενελέως
702ἀλλʼ, ὦ γεραιέ, καὶ σὺ κοινώνει λόγων.
Ἄγγελος
703οὐχ ἥδε μόχθων τῶν ἐν Ἰλίῳ βραβεύς;
Μενελέως
704οὐχ ἥδε, πρὸς θεῶν δʼ ἦμεν ἠπατημένοι,
705νεφέλης ἄγαλμʼ ἔχοντες ἐν χεροῖν λυγρόν.
Ἄγγελος
706τί φῄς;
707νεφέλης ἄρʼ ἄλλως εἴχομεν πόνους πέρι;
Μενελέως
708Ἥρας τάδʼ ἔργα καὶ θεῶν τρισσῶν ἔρις.
Ἄγγελος
709ἡ δʼ οὖσʼ ἀληθῶς ἐστιν ἥδε σὴ δάμαρ;
Μενελέως
710αὕτη· λόγοις δʼ ἐμοῖσι πίστευσον τάδε.
Ἄγγελος
711ὦ θύγατερ, ὁ θεὸς ὡς ἔφυ τι ποικίλον
712καὶ δυστέκμαρτον. εὖ δέ πως πάντα στρέφει
713ἐκεῖσε κἀκεῖσʼ ἀναφέρων· ὃ μὲν πονεῖ,
714ὃ δʼ οὐ πονήσας αὖθις ὄλλυται κακῶς,
715βέβαιον οὐδὲν τῆς ἀεὶ τύχης ἔχων.
716σὺ γὰρ πόσις τε σὸς πόνων μετέσχετε,
717σὺ μὲν λόγοισιν, ὃ δὲ δορὸς προθυμίᾳ.
718σπεύδων δʼ ὅτʼ ἔσπευδʼ οὐδὲν εἶχε· νῦν δʼ ἔχει
719αὐτόματα πράξας τἀγάθʼ εὐτυχέστατα.
720οὐκ ἄρα γέροντα πατέρα καὶ Διοσκόρω
721ᾔσχυνας, οὐδʼ ἔδρασας οἷα κλῄζεται.
722νῦν ἀνανεοῦμαι τὸν σὸν ὑμέναιον πάλιν
723καὶ λαμπάδων μεμνήμεθʼ ἃς τετραόροις
724ἵπποις τροχάζων παρέφερον· σὺ δʼ ἐν δίφροις
725ξὺν τῷδε νύμφη δῶμʼ ἔλειπες ὄλβιον.
726κακὸς γὰρ ὅστις μὴ σέβει τὰ δεσποτῶν
727καὶ ξυγγέγηθε καὶ συνωδίνει κακοῖς.
728ἐγὼ μὲν εἴην, κεἰ πέφυχʼ ὅμως λάτρις,
729ἐν τοῖσι γενναίοισιν ἠριθμημένος
730δούλοισι, τοὔνομʼ οὐκ ἔχων ἐλεύθερον,
731τὸν νοῦν δέ· κρεῖσσον γὰρ τόδʼ ἢ δυοῖν κακοῖν
732ἕνʼ ὄντα χρῆσθαι, τὰς φρένας τʼ ἔχειν κακὰς
733ἄλλων τʼ ἀκούειν δοῦλον ὄντα τῶν πέλας.
Μενελέως
734ἄγʼ, ὦ γεραιέ, πολλὰ μὲν παρʼ ἀσπίδα
735μοχθήματʼ ἐξέπλησας ἐκπονῶν ἐμοί,
736καὶ νῦν μετασχὼν τῆς ἐμῆς εὐπραξίας
737ἄγγειλον ἐλθὼν τοῖς λελειμμένοις φίλοις
738τάδʼ ὡς ἔχονθʼ ηὕρηκας οἷ τʼ ἐσμὲν τύχης,
739μένειν τʼ ἐπʼ ἀκταῖς τούς τʼ ἐμοὺς καραδοκεῖν
740ἀγῶνας οἳ μένουσί μʼ, ὡς ἐλπίζομεν,
741κεἰ τήνδε πως δυναίμεθʼ ἐκκλέψαι χθονός,
742φρουρεῖν ὅπως ἂν εἰς ἓν ἐλθόντες τύχης
743ἐκ βαρβάρων σωθῶμεν, ἢν δυνώμεθα.
Ἄγγελος
744ἔσται τάδʼ, ὦναξ. ἀλλά τοι τὰ μάντεων
745ἐσεῖδον ὡς φαῦλʼ ἐστὶ καὶ ψευδῶν πλέα.
746οὐδʼ ἦν ἄρʼ ὑγιὲς οὐδὲν ἐμπύρου φλογὸς
747οὐδὲ πτερωτῶν φθέγματʼ· εὔηθες δέ τοι
748τὸ καὶ δοκεῖν ὄρνιθας ὠφελεῖν βροτούς.
749Κάλχας γὰρ οὐκ εἶπʼ οὐδʼ ἐσήμηνε στρατῷ
750νεφέλης ὑπερθνῄσκοντας εἰσορῶν φίλους
751οὐδʼ Ἕλενος, ἀλλὰ πόλις ἀνηρπάσθη μάτην.
752εἴποις ἄν· οὕνεχʼ ὁ θεὸς οὐκ ἠβούλετο;
753τί δῆτα μαντευόμεθα; τοῖς θεοῖσι χρὴ
754θύοντας αἰτεῖν ἀγαθά, μαντείας δʼ ἐᾶν·
755βίου γὰρ ἄλλως δέλεαρ ηὑρέθη τόδε,
756κοὐδεὶς ἐπλούτησʼ ἐμπύροισιν ἀργὸς ὤν·
757γνώμη δʼ ἀρίστη μάντις ἥ τʼ εὐβουλία.
Χορός
758ἐς ταὐτὸ κἀμοὶ δόξα μαντειῶν πέρι
759χωρεῖ γέροντι· τοὺς θεοὺς ἔχων τις ἂν
760φίλους ἀρίστην μαντικὴν ἔχοι δόμοις.
Ἑλένη
761εἶἑν· τὰ μὲν δὴ δεῦρʼ ἀεὶ καλῶς ἔχει.
762ὅπως δʼ ἐσώθης, ὦ τάλας, Τροίας ἄπο,
763κέρδος μὲν οὐδὲν εἰδέναι, πόθος δέ τις
764τὰ τῶν φίλων φίλοισιν αἰσθέσθαι κακά.
Μενελέως
765ἦ πόλλʼ ἀνήρου μʼ ἑνὶ λόγῳ μιᾷ θʼ ὁδῷ.
766τί σοι λέγοιμʼ ἂν τὰς ἐν Αἰγαίῳ φθορὰς
767τὰ Ναυπλίου τʼ Εὐβοικὰ πυρπολήματα
768Κρήτην τε Λιβύης θʼ ἃς ἐπεστράφην πόλεις,
769σκοπιάς τε Περσέως; οὐ γὰρ ἐμπλήσαιμί σʼ ἂν
770μύθων, λέγων τʼ ἄν σοι κάκʼ ἀλγοίην ἔτι,
771πάσχων τʼ ἔκαμνον· δὶς δὲ λυπηθεῖμεν ἄν.
Ἑλένη
772κάλλιον εἶπας ἤ σʼ ἀνηρόμην ἐγώ.
773ἓν δʼ εἰπὲ πάντα παραλιπών, πόσον χρόνον
774πόντου ʼπὶ νώτοις ἅλιον ἐφθείρου πλάνον;
Μενελέως
775ἐν ναυσὶν ὢν πρὸς τοῖσιν ἐν Τροίᾳ δέκα
776ἔτεσι διῆλθον ἑπτὰ περιδρομὰς ἐτῶν.
Ἑλένη
777φεῦ φεῦ· μακρόν γʼ ἔλεξας, ὦ τάλας, χρόνον
778σωθεὶς δʼ ἐκεῖθεν ἐνθάδʼ ἦλθες ἐς σφαγάς.
Μενελέως
779πῶς φῄς; τί λέξεις; ὥς μʼ ἀπώλεσας, γύναι.
Ἑλένη
780φεῦγʼ ὡς τάχιστα τῆσδʼ ἀπαλλαχθεὶς χθονός.
781θανῇ πρὸς ἀνδρὸς οὗ τάδʼ ἐστὶ δώματα.
Μενελέως
782τί χρῆμα δράσας ἄξιον τῆς συμφορᾶς;
Ἑλένη
783ἥκεις ἄελπτος ἐμποδὼν ἐμοῖς γάμοις.
Μενελέως
784ἦ γὰρ γαμεῖν τις τἄμʼ ἐβουλήθη λέχη;
Ἑλένη
785ὕβριν θʼ ὑβρίζειν εἰς ἔμʼ, ἣν ἔτλην ἐγώ.
Μενελέως
786ἰδίᾳ σθένων τις ἢ τυραννεύων χθονός;
Ἑλένη
787ὃς γῆς ἀνάσσει τῆσδε Πρωτέως γόνος.
Μενελέως
788τόδʼ ἔστʼ ἐκεῖνʼ αἴνιγμʼ ὃ προσπόλου κλύω.
Ἑλένη
789ποίοις ἐπιστὰς βαρβάροις πυλώμασιν;
Μενελέως
790τοῖσδʼ, ἔνθεν ὥσπερ πτωχὸς ἐξηλαυνόμην.
Ἑλένη
791οὔ που προσῄτεις βίοτον; ὦ τάλαινʼ ἐγώ.
Μενελέως
792τοὔργον μὲν ἦν τοῦτʼ, ὄνομα δʼ οὐκ εἶχεν τόδε.
Ἑλένη
793πάντʼ οἶσθʼ ἄρʼ, ὡς ἔοικας, ἀμφʼ ἐμῶν γάμων.
Μενελέως
794οἶδʼ· εἰ δὲ λέκτρα διέφυγες τάδʼ οὐκ ἔχω.
Ἑλένη
795ἄθικτον εὐνὴν ἴσθι σοι σεσῳσμένην.
Μενελέως
796τίς τοῦδε πειθώ; φίλα γάρ, εἰ σαφῆ λέγεις.
Ἑλένη
797ὁρᾷς τάφου τοῦδʼ ἀθλίους ἕδρας ἐμάς;
Μενελέως
798ὁρῶ ταλαίνας στιβάδας, ὧν τί σοὶ μέτα;
Ἑλένη
799ἐνταῦθα λέκτρων ἱκετεύομεν φυγάς.
Μενελέως
800βωμοῦ σπανίζουσʼ ἢ νόμοισι βαρβάροις;
Ἑλένη
801ἐρρύεθʼ ἡμᾶς τοῦτʼ ἴσον ναοῖς θεῶν.
Μενελέως
802οὐδʼ ἄρα πρὸς οἴκους ναυστολεῖν σʼ ἔξεστί μοι;
Ἑλένη
803ξίφος μένει σε μᾶλλον ἢ τοὐμὸν λέχος.
Μενελέως
804οὕτως ἂν εἴην ἀθλιώτατος βροτῶν.
Ἑλένη
805μή νυν καταιδοῦ, φεῦγε δʼ ἐκ τῆσδε χθονός.
Μενελέως
806λιπών σε; Τροίαν ἐξέπερσα σὴν χάριν.
Ἑλένη
807κρεῖσσον γὰρ ἤ σε τἄμʼ ἀποκτεῖναι λέχη.
Μενελέως
808ἄνανδρά γʼ εἶπας Ἰλίου τʼ οὐκ ἄξια.
Ἑλένη
809οὐκ ἂν κτάνοις τύραννον, ὃ σπεύδεις ἴσως.
Μενελέως
810οὕτω σιδήρῳ τρωτὸν οὐκ ἔχει δέμας;
Ἑλένη
811εἴσῃ. τὸ τολμᾶν δʼ ἀδύνατʼ ἀνδρὸς οὐ σοφοῦ.
Μενελέως
812σιγῇ παράσχω δῆτʼ ἐμὰς δῆσαι χέρας;
Ἑλένη
813ἐς ἄπορον ἥκεις· δεῖ δὲ μηχανῆς τινος.
Μενελέως
814δρῶντας γὰρ ἢ μὴ δρῶντας ἥδιον θανεῖν.
Ἑλένη
815μίʼ ἔστιν ἐλπίς, ᾗ μόνῃ σωθεῖμεν ἄν.
Μενελέως
816ὠνητὸς ἢ τολμητὸς ἢ λόγων ὕπο;
Ἑλένη
817εἰ μὴ τύραννός σʼ ἐκπύθοιτʼ ἀφιγμένον.
Μενελέως
818ἐρεῖ δὲ τίς μʼ; οὐ γνώσεταί γʼ ὅς εἰμʼ ἐγώ.
Ἑλένη
819ἔστʼ ἔνδον αὐτῷ ξύμμαχος θεοῖς ἴση.
Μενελέως
820φήμη τις οἴκων ἐν μυχοῖς ἱδρυμένη;
Ἑλένη
821οὔκ, ἀλλʼ ἀδελφή· Θεονόην καλοῦσί νιν.
Μενελέως
822χρηστήριον μὲν τοὔνομʼ· ὅ τι δὲ δρᾷ φράσον.
Ἑλένη
823πάντʼ οἶδʼ, ἐρεῖ τε συγγόνῳ παρόντα σε.
Μενελέως
824θνῄσκοιμεν ἄν· λαθεῖν γὰρ οὐχ οἷόν τέ μοι.
Ἑλένη
825ἴσως ἂν ἀναπείσαιμεν ἱκετεύοντέ νιν —
Μενελέως
826τί χρῆμα δρᾶσαι; τίνʼ ὑπάγεις μʼ ἐς ἐλπίδα;
Ἑλένη
827παρόντα γαίᾳ μὴ φράσαι σε συγγόνῳ.
Μενελέως
828πείσαντε δʼ ἐκ γῆς διορίσαιμεν ἂν πόδα;
Ἑλένη
829κοινῇ γʼ ἐκείνῃ ῥᾳδίως, λάθρᾳ δʼ ἂν οὔ.
Μενελέως
830σὸν ἔργον, ὡς γυναικὶ πρόσφορον γυνή.
Ἑλένη
831ὡς οὐκ ἄχρωστα γόνατʼ ἐμῶν ἕξει χερῶν.
Μενελέως
832φέρʼ, ἢν δὲ δὴ νῷν μὴ ἀποδέξηται λόγους;
Ἑλένη
833θανῇ· γαμοῦμαι δʼ ἡ τάλαινʼ ἐγὼ βίᾳ.
Μενελέως
834προδότις ἂν εἴης· τὴν βίαν σκήψασʼ ἔχεις.
Ἑλένη
835ἀλλʼ ἁγνὸν ὅρκον σὸν κάρα κατώμοσα
Μενελέως
836τί φῄς; θανεῖσθαι; κοὔποτʼ ἀλλάξεις λέχη;
Ἑλένη
837ταὐτῷ ξίφει γε· κείσομαι δὲ σοῦ πέλας.
Μενελέως
838ἐπὶ τοῖσδε τοίνυν δεξιᾶς ἐμῆς θίγε.
Ἑλένη
839ψαύω, θανόντος σοῦ τόδʼ ἐκλείψειν φάος.
Μενελέως
840κἀγὼ στερηθεὶς σοῦ τελευτήσειν βίον.
Ἑλένη
841πῶς οὖν θανούμεθʼ ὥστε καὶ δόξαν λαβεῖν;
Μενελέως
842τύμβου ʼπὶ νώτῳ σὲ κτανὼν ἐμὲ κτενῶ.
843πρῶτον δʼ ἀγῶνα μέγαν ἀγωνιούμεθα
844λέκτρων ὑπὲρ σῶν. ὁ δὲ θέλων ἴτω πέλας·
845τὸ Τρωικὸν γὰρ οὐ καταισχυνῶ κλέος
846οὐδʼ Ἑλλάδʼ ἐλθὼν λήψομαι πολὺν ψόγον,
847ὅστις Θέτιν μὲν ἐστέρησʼ Ἀχιλλέως,
848Τελαμωνίου δʼ Αἴαντος εἰσεῖδον σφαγάς,
849τὸν Νηλέως τʼ ἄπαιδα· διὰ δὲ τὴν ἐμὴν
850οὐκ ἀξιώσω κατθανεῖν δάμαρτʼ ἐγώ;
851μάλιστά γε· εἰ γάρ εἰσιν οἱ θεοὶ σοφοί,
852εὔψυχον ἄνδρα πολεμίων θανόνθʼ ὕπο
853κούφῃ καταμπίσχουσιν ἐν τύμβῳ χθονί,
854κακοὺς δʼ ἐφʼ ἕρμα στερεὸν ἐκβάλλουσι γῆς.
Χορός
855ὦ θεοί, γενέσθω δή ποτʼ εὐτυχὲς γένος
856τὸ Ταντάλειον καὶ μεταστήτω κακῶν.
Ἑλένη
857οἲ ἐγὼ τάλαινα· τῆς τύχης γὰρ ὧδʼ ἔχω.
858Μενέλαε, διαπεπράγμεθʼ· ἐκβαίνει δόμων
859ἡ θεσπιῳδὸς Θεονόη· κτυπεῖ δόμος
860κλῄθρων λυθέντων. φεῦγʼ· ἀτὰρ τί φευκτέον;
861ἀποῦσα γάρ σε καὶ παροῦσʼ ἀφιγμένον
862δεῦρʼ οἶδεν· ὦ δύστηνος, ὡς ἀπωλόμην.
863Τροίας δὲ σωθεὶς κἀπὸ βαρβάρου χθονὸς
864ἐς βάρβαρʼ ἐλθὼν φάσγανʼ αὖθις ἐμπεσῇ.
Θεονόη
865ἡγοῦ σύ μοι φέρουσα λαμπτήρων σέλας
866θείου δε σεμνὸν θεσμὸν αἰθέρος μυχούς,
867ὡς πνεῦμα καθαρὸν οὐρανοῦ δεξώμεθα·
868σὺ δʼ αὖ κέλευθον εἴ τις ἔβλαψεν ποδὶ
869στείβων ἀνοσίῳ, δὸς καθαρσίῳ φλογί,
870κροῦσον δὲ πεύκην, ἵνα διεξέλθω, πυρός.
871νόμον δὲ τὸν ἐμὸν θεοῖσιν ἀποδοῦσαι πάρος
872ἐφέστιον φλόγʼ ἐς δόμους κομίζετε.
873Ἑλένη, τί τἀμὰ — πῶς ἔχει — θεσπίσματα;
874ἥκει πόσις σοι Μενέλεως ὅδʼ ἐμφανής,
875νεῶν στερηθεὶς τοῦ τε σοῦ μιμήματος.
876ὦ τλῆμον, οἵους διαφυγὼν ἦλθες πόνους,
877οὐδʼ οἶσθα νόστον οἴκαδʼ εἴτʼ αὐτοῦ μενεῖς·
878ἔρις γὰρ ἐν θεοῖς σύλλογός τε σοῦ πέρι
879ἔσται πάρεδρος Ζηνὶ τῷδʼ ἐν ἤματι.
880Ἥρα μέν, ἥ σοι δυσμενὴς πάροιθεν ἦν,
881νῦν ἐστιν εὔνους κἀς πάτραν σῷσαι θέλει
882ξὺν τῇδʼ, ἵνʼ Ἑλλὰς τοὺς Ἀλεξάνδρου γάμους,
883δώρημα Κύπριδος, ψευδονυμφεύτους μάθῃ·
884Κύπρις δὲ νόστον σὸν διαφθεῖραι θέλει,
885ὡς μὴ ʼξελεγχθῇ μηδὲ πριαμένη φανῇ
886τὸ κάλλος, Ἑλένης οὕνεκʼ, ἀνονήτοις γάμοις.
887τέλος δʼ ἐφʼ ἡμῖν, εἴθʼ, ἃ βούλεται Κύπρις,
888λέξασʼ ἀδελφῷ σʼ ἐνθάδʼ ὄντα διολέσω,
889εἴτʼ αὖ μεθʼ Ἥρας στᾶσα σὸν σώσω βίον,
890κρύψασʼ ὁμαίμονʼ, ὅς με προστάσσει τάδε
891εἰπεῖν, ὅταν γῆν τήνδε νοστήσας τύχῃς
892τίς εἶσʼ ἀδελφῷ τόνδε σημανῶν ἐμῷ
893παρόνθʼ, ὅπως ἂν τοὐμὸν ἀσφαλῶς ἔχῃ;
Ἑλένη
894ὦ παρθένʼ, ἱκέτις ἀμφὶ σὸν πίτνω γόνυ
895καὶ προσκαθίζω θᾶκον οὐκ εὐδαίμονα
896ὑπέρ τʼ ἐμαυτῆς τοῦδέ θʼ, ὃν μόλις ποτὲ
897λαβοῦσʼ ἐπʼ ἀκμῆς εἰμι κατθανόντʼ ἰδεῖν·
898μή μοι κατείπῃς σῷ κασιγνήτῳ πόσιν
899τόνδʼ εἰς ἐμὰς ἥκοντα φιλτάτας χέρας,
900σῷσον δέ, λίσσομαί σε· συγγόνῳ δὲ σῷ
901τὴν εὐσέβειαν μὴ προδῷς τὴν σήν ποτε,
902χάριτας πονηρὰς κἀδίκους ὠνουμένη.
903μισεῖ γὰρ ὁ θεὸς τὴν βίαν, τὰ κτητὰ δὲ
904κτᾶσθαι κελεύει πάντας οὐκ ἐς ἁρπαγάς.
905ἐατέος δʼ ὁ πλοῦτος ἄδικός τις ὤν.
906κοινὸς γάρ ἐστιν οὐρανὸς πᾶσιν βροτοῖς
907καὶ γαῖʼ, ἐν ᾗ χρὴ δώματʼ ἀναπληρουμένους
908τἀλλότρια μὴ σχεῖν μηδʼ ἀφαιρεῖσθαι βίᾳ.
909ἡμᾶς δὲ καιρίως μέν, ἀθλίως δʼ ἐμοί,
910Ἑρμῆς ἔδωκε πατρὶ σῷ σῴζειν πόσει
911τῷδʼ ὃς πάρεστι κἀπολάζυσθαι θέλει.
912πῶς οὖν θανὼν ἂν ἀπολάβοι; κεῖνος δὲ πῶς
913τὰ ζῶντα τοῖς θανοῦσιν ἀποδοίη ποτʼ ἄν;
914ἤδη τὰ τοῦ θεοῦ καὶ τὰ τοῦ πατρὸς σκόπει·
915πότερον ὁ δαίμων χὡ θανὼν τὰ τῶν πέλας
916βούλοιντʼ ἂν ἢ οὐ βούλοιντʼ ἂν ἀποδοῦναι πάλιν;
917δοκῶ μέν. οὔκουν χρή σε συγγόνῳ πλέον
918νέμ…
The complete text is available when the reading interface loads.