The Greek Library Author

Euripides

Φοίνισσαι

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1913
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg015.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 1

Ἰοκάστη

1ὦ τὴν ἐν ἄστροις οὐρανοῦ τέμνων ὁδὸν

2καὶ χρυσοκολλήτοισιν ἐμβεβὼς δίφροις

3Ἥλιε, θοαῖς ἵπποισιν εἱλίσσων φλόγα,

4ὡς δυστυχῆ Θήβαισι τῇ τόθʼ ἡμέρᾳ

5ἀκτῖνʼ ἐφῆκας, Κάδμος ἡνίκʼ ἦλθε γῆν

6τήνδʼ, ἐκλιπὼν Φοίνισσαν ἐναλίαν χθόνα·

7ὃς παῖδα γήμας Κύπριδος Ἁρμονίαν ποτὲ

8Πολύδωρον ἐξέφυσε, τοῦ δὲ Λάβδακον

9φῦναι λέγουσιν, ἐκ δὲ τοῦδε Λάιον.

10ἐγὼ δὲ παῖς μὲν κλῄζομαι Μενοικέως,

11— Κρέων τʼ ἀδελφὸς μητρὸς ἐκ μιᾶς ἔφυ —

12καλοῦσι δʼ Ἰοκάστην με· τοῦτο γὰρ πατὴρ

13ἔθετο. γαμεῖ δὲ Λάιός μʼ· ἐπεὶ δʼ ἄπαις

14ἦν χρόνια λέκτρα τἄμʼ ἔχων ἐν δώμασιν,

15ἐλθὼν ἐρωτᾷ Φοῖβον ἐξαιτεῖ θʼ ἅμα

16παίδων ἐς οἴκους ἀρσένων κοινωνίαν.

17ὃ δʼ εἶπεν· ὦ Θήβαισιν εὐίπποις ἄναξ,

18μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ·

19εἰ γὰρ τεκνώσεις παῖδʼ, ἀποκτενεῖ σʼ ὁ φύς,

20καὶ πᾶς σὸς οἶκος βήσεται διʼ αἵματος.

21ὃ δʼ ἡδονῇ δοὺς ἔς τε βακχείαν πεσὼν

22ἔσπειρεν ἡμῖν παῖδα· καὶ σπείρας, βρέφος

23γνοὺς τἀμπλάκημα τοῦ θεοῦ τε τὴν φάτιν,

24λειμῶνʼ ἐς Ἥρας καὶ Κιθαιρῶνος λέπας

25δίδωσι βουκόλοισιν ἐκθεῖναι βρέφος,

26σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσον·

27ὅθεν νιν Ἑλλὰς ὠνόμαζεν Οἰδίπουν.

28Πολύβου δέ νιν λαβόντες ἱπποβουκόλοι

29φέρουσʼ ἐς οἴκους ἔς τε δεσποίνης χέρας

30ἔθηκαν. ἣ δὲ τὸν ἐμὸν ὠδίνων πόνον

31μαστοῖς ὑφεῖτο καὶ πόσιν πείθει τεκεῖν.

32ἤδη δὲ πυρσαῖς γένυσιν ἐξανδρούμενος

33παῖς οὑμὸς ἢ γνοὺς ἤ τινος μαθὼν πάρα

34ἔστειχε τοὺς φύσαντας ἐκμαθεῖν θέλων

35πρὸς δῶμα Φοίβου, Λάιός θʼ, οὑμὸς πόσις,

36τὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖν

37εἰ μηκέτʼ εἴη. καὶ ξυνάπτετον πόδα

38ἐς ταὐτὸν ἄμφω Φωκίδος σχιστῆς ὁδοῦ.

39καί νιν κελεύει Λαΐου τροχηλάτης·

40ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο.

41ὃ δʼ εἷρπʼ ἄναυδος, μέγα φρονῶν. πῶλοι δέ νιν

42χηλαῖς τένοντας ἐξεφοίνισσον ποδῶν.

43ὅθεν — τί τἀκτὸς τῶν κακῶν με δεῖ λέγειν; —

44παῖς πατέρα καίνει καὶ λαβὼν ὀχήματα

45Πολύβῳ τροφεῖ δίδωσιν. ὡς δʼ ἐπεζάρει

46Σφὶγξ ἁρπαγαῖσι πόλιν ἐμός τʼ οὐκ ἦν πόσις,

47Κρέων ἀδελφὸς τἀμὰ κηρύσσει λέχη,

48ὅστις σοφῆς αἴνιγμα παρθένου μάθοι,

49τούτῳ ξυνάψειν λέκτρα. τυγχάνει δέ πως

50μούσας ἐμὸς παῖς Οἰδίπους Σφιγγὸς μαθών·

51ὅθεν τύραννος τῆσδε γῆς καθίσταται

52καὶ σκῆπτρʼ ἔπαθλα τῆσδε λαμβάνει χθονός.

53γαμεῖ δὲ τὴν τεκοῦσαν οὐκ εἰδὼς τάλας

54οὐδʼ ἡ τεκοῦσα παιδὶ συγκοιμωμένη.

55τίκτω δὲ παῖδας παιδὶ δύο μὲν ἄρσενας,

56Ἐτεοκλέα κλεινήν τε Πολυνείκους βίαν,

57κόρας τε δισσάς· τὴν μὲν Ἰσμήνην πατὴρ

58ὠνόμασε, τὴν δὲ πρόσθεν Ἀντιγόνην ἐγώ.

59μαθὼν δὲ τἀμὰ λέκτρα μητρῴων γάμων

60ὁ πάντʼ ἀνατλὰς Οἰδίπους παθήματα

61ἐς ὄμμαθʼ αὑτοῦ δεινὸν ἐμβάλλει φόνον,

62χρυσηλάτοις πόρπαισιν αἱμάξας κόρας.

63ἐπεὶ δὲ τέκνων γένυς ἐμῶν σκιάζεται,

64κλῄθροις ἔκρυψαν πατέρʼ, ἵνʼ ἀμνήμων τύχη

65γένοιτο πολλῶν δεομένη σοφισμάτων·

66ζῶν δʼ ἔστʼ ἐν οἴκοις. πρὸς δὲ τῆς τύχης νοσῶν

67ἀρὰς ἀρᾶται παισὶν ἀνοσιωτάτας,

68θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τόδε.

69τὼ δʼ ἐς φόβον πεσόντε, μὴ τελεσφόρους

70εὐχὰς θεοὶ κραίνωσιν οἰκούντων ὁμοῦ,

71ξυμβάντʼ ἔταξαν τὸν νεώτερον πάρος

72φεύγειν ἑκόντα τήνδε Πολυνείκη χθόνα,

73Ἐτεοκλέα δὲ σκῆπτρʼ ἔχειν μένοντα γῆς,

74ἐνιαυτὸν ἀλλάσσοντε. ἐπεὶ δʼ ἐπὶ ζυγοῖς

75καθέζετʼ ἀρχῆς, οὐ μεθίσταται θρόνων,

76φυγάδα δʼ ἀπωθεῖ τῆσδε Πολυνείκη χθονός.

77ὃ δʼ Ἄργος ἐλθών, κῆδος Ἀδράστου λαβών,

78πολλὴν ἀθροίσας ἀσπίδʼ Ἀργείων ἄγει·

79ἐπʼ αὐτὰ δʼ ἐλθὼν ἑπτάπυλα τείχη τάδε,

80πατρῷʼ ἀπαιτεῖ σκῆπτρα καὶ μέρη χθονός.

81ἐγὼ δʼ ἔριν λύουσʼ ὑπόσπονδον μολεῖν

82ἔπεισα παιδὶ παῖδα πρὶν ψαῦσαι δορός.

83ἥξειν δʼ ὁ πεμφθείς φησιν αὐτὸν ἄγγελος.

84ἀλλʼ, ὦ φαεννὰς οὐρανοῦ ναίων πτυχὰς

85Ζεῦ, σῶσον ἡμᾶς, δὸς δὲ σύμβασιν τέκνοις.

86χρὴ δʼ, εἰ σοφὸς πέφυκας, οὐκ ἐᾶν βροτὸν

87τὸν αὐτὸν αἰεὶ δυστυχῆ καθεστάναι.

Παιδαγωγός

88ὦ κλεινὸν οἴκοις Ἀντιγόνη θάλος πατρί,

89ἐπεί σε μήτηρ παρθενῶνας ἐκλιπεῖν

90μεθῆκε μελάθρων ἐς διῆρες ἔσχατον

91στράτευμʼ ἰδεῖν Ἀργεῖον ἱκεσίαισι σαῖς,

92ἐπίσχες, ὡς ἂν προυξερευνήσω στίβον,

93μή τις πολιτῶν ἐν τρίβῳ φαντάζεται,

94κἀμοὶ μὲν ἔλθῃ φαῦλος ὡς δούλῳ ψόγος,

95σοὶ δʼ ὡς ἀνάσσῃ· πάντα δʼ ἐξειδὼς φράσω

96ἅ τʼ εἶδον εἰσήκουσά τʼ Ἀργείων πάρα,

97σπονδὰς ὅτʼ ἦλθον σῷ κασιγνήτῳ φέρων

98ἐνθένδʼ ἐκεῖσε, δεῦρό τʼ αὖ κείνων πάρα.

99ἀλλʼ οὔτις ἀστῶν τοῖσδε χρίμπτεται δόμοις,

100κέδρου παλαιὰν κλίμακʼ ἐκπέρα ποδί·

101σκόπει δὲ πεδία καὶ παρʼ Ἰσμηνοῦ ῥοὰς

102Δίρκης τε νᾶμα πολεμίων στράτευμʼ ὅσον.

Lyric 1

Ἀντιγόνη

103ὄρεγέ νυν ὄρεγε γεραιὰν νέᾳ

104χεῖρʼ ἀπὸ κλιμάκων

105ποδὸς ἴχνος ἐπαντέλλων.

Παιδαγωγός

106ἰδοὺ ξύναψον, παρθένʼ· ἐς καιρὸν δʼ ἔβης·

107κινούμενον γὰρ τυγχάνει Πελασγικὸν

108στράτευμα, χωρίζουσι δʼ ἀλλήλων λόχους.

Ἀντιγόνη

109ἰὼ πότνια παῖ

110Λατοῦς Ἑκάτα, κατάχαλκον ἅπαν

111πεδίον ἀστράπτει.

Παιδαγωγός

112οὐ γάρ τι φαύλως ἦλθε Πολυνείκης χθόνα,

113πολλοῖς μὲν ἵπποις, μυρίοις δʼ ὅπλοις βρέμων.

Ἀντιγόνη

114ἆρα πύλαι κλῄθροις — χαλκόδετʼ ἆρʼ ἔμβολα

115λαϊνέοισιν Ἀμφίονος ὀργάνοις

116τείχεος ἥρμοσται;

Παιδαγωγός

117θάρσει· τά γʼ ἔνδον ἀσφαλῶς ἔχει πόλις.

118ἀλλʼ εἰσόρα τὸν πρῶτον, εἰ βούλῃ μαθεῖν.

Ἀντιγόνη

119τίς οὗτος ὁ λευκολόφας,

120πρόπαρ ὃς ἁγεῖται στρατοῦ πάγχαλκον ἀσπίδʼ

122ἀμφὶ βραχίονι κουφίζων;

Παιδαγωγός

123λοχαγός, ὦ δέσποινα.

Ἀντιγόνη

123bτίς, πόθεν γεγώς;

124αὔδασον, ὦ γεραιέ, τίς ὀνομάζεται;

Παιδαγωγός

125οὗτος Μυκηναῖος μὲν αὐδᾶται γένος,

126Λερναῖα δʼ οἰκεῖ νάμαθʼ, Ἱππομέδων ἄναξ.

Ἀντιγόνη

127ἒ ἒ ὡς γαῦρος, ὡς φοβερὸς εἰσιδεῖν,

128γίγαντι γηγενέτᾳ προσόμοιος

129ἀστερωπὸς ἐν γραφαῖσιν, οὐχὶ πρόσφορος

130ἁμερίῳ γέννᾳ.

Παιδαγωγός

131τὸν δʼ ἐξαμείβοντʼ οὐχ ὁρᾷς Δίρκης ὕδωρ;

Ἀντιγόνη

132ἄλλος ἄλλος ὅδε τευχέων τρόπος.

133τίς δʼ ἐστὶν οὗτος;

Παιδαγωγός

133bπαῖς μὲν Οἰνέως ἔφυ

134Τυδεύς, Ἄρη δʼ Αἰτωλὸν ἐν στέρνοις ἔχει.

Ἀντιγόνη

135οὗτος ὁ τᾶς Πολυνείκεος,

136ὦ γέρον, αὐτοκασιγνήτᾳ νύμφας

137ὁμόγαμος κυρεῖ;

138ὡς ἀλλόχρως ὅπλοισι, μειξοβάρβαρος.

Παιδαγωγός

139σακεσφόροι γὰρ πάντες Αἰτωλοί, τέκνον,

140λόγχαις τʼ ἀκοντιστῆρες εὐστοχώτατοι.

Ἀντιγόνη

141σὺ δʼ, ὦ γέρον, πῶς αἰσθάνῃ σαφῶς τάδε;

Παιδαγωγός

142σημεῖʼ ἰδὼν τότʼ ἀσπίδων ἐγνώρισα,

143σπονδὰς ὅτʼ ἦλθον σῷ κασιγνήτῳ φέρων

144ἃ προσδεδορκὼς οἶδα τοὺς ὡπλισμένους.

Ἀντιγόνη

145τίς δʼ οὗτος ἀμφὶ μνῆμα τὸ Ζήθου περᾷ

146καταβόστρυχος, ὄμμασι γοργὸς

147εἰσιδεῖν νεανίας,

148λοχαγός, ὡς ὄχλος νιν ὑστέρῳ ποδὶ

149πάνοπλος ἀμφέπει;

Παιδαγωγός

150ὅδʼ ἐστὶ Παρθενοπαῖος, Ἀταλάντης γόνος.

Ἀντιγόνη

151ἀλλά νιν ἁ κατʼ ὄρη μετὰ ματέρος

152Ἄρτεμις ἱεμένα τόξοις δαμάσασʼ ὀλέσειεν,

153ὃς ἐπʼ ἐμὰν πόλιν ἔβα πέρσων.

Παιδαγωγός

154εἴη τάδʼ, ὦ παῖ. σὺν δίκῃ δʼ ἥκουσι γῆν·

155ὃ καὶ δέδοικα μὴ σκοπῶσʼ ὀρθῶς θεοί.

Ἀντιγόνη

156ποῦ δʼ ὃς ἐμοὶ μιᾶς ἐγένετʼ ἐκ ματρὸς

157πολυπόνῳ μοίρᾳ;

158ὦ φίλτατʼ, εἰπέ, ποῦ ʼστι Πολυνείκης, γέρον.

Παιδαγωγός

159ἐκεῖνος ἑπτὰ παρθένων τάφου πέλας

160Νιόβης Ἀδράστῳ πλησίον παραστατεῖ.

161ὁρᾷς;

Ἀντιγόνη

161bὁρῶ δῆτʼ οὐ σαφῶς, ὁρῶ δέ πως

162μορφῆς τύπωμα στέρνα τʼ ἐξῃκασμένα.

163ἀνεμώκεος εἴθε δρόμον νεφέλας ποσὶν ἐξανύσαιμι

164διʼ αἰθέρος

165πρὸς ἐμὸν ὁμογενέτορα, περὶ δʼ ὠλένας

166δέρᾳ φιλτάτᾳ βάλοιμʼ ἐν χρόνῳ

167φυγάδα μέλεον. ὡς

168ὅπλοισι χρυσέοισιν ἐκπρεπής, γέρον,

169ἑῴοις ὅμοια φλεγέθων βολαῖς ἀελίου.

Παιδαγωγός

170ἥξει δόμους τούσδʼ, ὥστε σʼ ἐμπλῆσαι χαρᾶς,

171ἔνσπονδος.

Ἀντιγόνη

171bοὗτος δʼ, ὦ γεραιέ, τίς κυρεῖ,

172ὃς ἅρμα λευκὸν ἡνιοστροφεῖ βεβώς;

Παιδαγωγός

173ὁ μάντις Ἀμφιάραος, ὦ δέσποινʼ, ὅδε·

174σφάγια δʼ ἅμʼ αὐτῷ, γῆς φιλαίματοι ῥοαί.

Ἀντιγόνη

175ὦ λιπαροζώνου θύγατερ Ἀελίου

176Σελαναία, χρυσεόκυκλον φέγγος,

177ὡς ἀτρεμαῖα κέντρα καὶ σώφρονα

178πώλοις μεταφέρων ἰθύνει.

179ποῦ δʼ ὃς τὰ δεινὰ τῇδʼ ἐφυβρίζει πόλει;

Παιδαγωγός

180Καπανεύς; ἐκεῖνος προσβάσεις τεκμαίρεται

181πύργων ἄνω τε καὶ κάτω τείχη μετρῶν.

Ἀντιγόνη

182ἰώ,

182aΝέμεσι καὶ Διὸς βαρύβρομοι βρονταί,

183κεραυνῶν τε φῶς αἰθαλόεν, σύ τοι

184μεγαλαγορίαν ὑπεράνορα κοιμίζεις·

185ὅδʼ ἐστίν, αἰχμαλώτιδας

186ὃς δορὶ Θηβαίας Μυκηνηΐσιν

187Λερναίᾳ τε δώσειν τριαίνᾳ,

188Ποσειδανίοις Ἀμυμωνίοις

189ὕδασι δουλείαν περιβαλών —

190μήποτε μήποτε τάνδʼ, ὦ πότνια,

191χρυσεοβόστρυχον ὦ Διὸς ἔρνος

192Ἄρτεμι, δουλοσύναν τλαίην.

Iambic 2

Παιδαγωγός

193ὦ τέκνον, ἔσβα δῶμα καὶ κατὰ στέγας

194ἐν παρθενῶσι μίμνε σοῖς, ἐπεὶ πόθου

195ἐς τέρψιν ἦλθες ὧν ἔχρῃζες εἰσιδεῖν.

196ὄχλος γάρ, ὡς ταραγμὸς εἰσῆλθεν πόλιν,

197χωρεῖ γυναικῶν πρὸς δόμους τυραννικούς,

198φιλόψογον δὲ χρῆμα θηλειῶν ἔφυ,

199σμικράς τʼ ἀφορμὰς ἢν λάβωσι τῶν λόγων,

200πλείους ἐπεσφέρουσιν· ἡδονὴ δέ τις

201γυναιξὶ μηδὲν ὑγιὲς ἀλλήλας λέγειν.

Choral 2

Strophe 1

Χορός

202Τύριον οἶδμα λιποῦσʼ ἔβαν

203ἀκροθίνια Λοξίᾳ

204Φοινίσσας ἀπὸ νάσου

205Φοίβῳ δούλα μελάθρων,

206ἵνʼ ὑπὸ δειράσι νιφοβόλοις

207Παρνασοῦ κατενάσθη,

208Ἰόνιον κατὰ πόντον ἐλά-

209τᾳ πλεύσασα περιρρύτῳ

210ὑπὲρ ἀκαρπίστων πεδίων

211Σικελίας Ζεφύρου πνοαῖς

212ἱππεύσαντος, ἐν οὐρανῷ

213κάλλιστον κελάδημα.

Antistrophe 1

Χορός

214πόλεος ἐκπροκριθεῖσʼ ἐμᾶς

215καλλιστεύματα Λοξίᾳ

216Καδμείων ἔμολον γᾶν,

217κλεινῶν Ἀγηνοριδᾶν

218ὁμογενεῖς ἐπὶ Λαΐου

219πεμφθεῖσʼ ἐνθάδε πύργους.

220ἴσα δʼ ἀγάλμασι χρυσοτεύ-

221κτοις Φοίβῳ λάτρις ἐγενόμαν·

222ἔτι δὲ Κασταλίας ὕδωρ

223περιμένει με κόμας ἐμᾶς

224δεῦσαι παρθένιον χλιδὰν

225Φοιβείαισι λατρείαις.

Mesode 3

Χορός

226ἰὼ λάμπουσα πέτρα πυρὸς

227δικόρυφον σέλας ὑπὲρ ἄκρων

228βακχειῶν Διονύσου,

229οἴνα θʼ ἃ καθαμέριον

230στάζεις τὸν πολύκαρπον

231οἰνάνθας ἱεῖσα βότρυν,

232ζάθεά τʼ ἄντρα δράκοντος οὔ-

233ρειαί τε σκοπιαὶ θεῶν

234νιφόβολόν τʼ ὄρος ἱερόν, εἱ-

235λίσσων ἀθανάτας θεοῦ

236χορὸς γενοίμαν ἄφοβος

237παρὰ μεσόμφαλα γύαλα Φοί-

238βου Δίρκαν προλιποῦσα.

Strophe 2

Χορός

239νῦν δέ μοι πρὸ τειχέων

240θούριος μολὼν Ἄρης

241αἷμα δάιον φλέγει

242τᾷδʼ, ὃ μὴ τύχοι, πόλει·

243κοινὰ γὰρ φίλων ἄχη,

244κοινὰ δʼ, εἴ τι πείσεται

245ἑπτάπυργος ἅδε γᾶ,

246Φοινίσσᾳ χώρᾳ. φεῦ φεῦ.

247κοινὸν αἷμα, κοινὰ τέκεα

248τᾶς κερασφόρου πέφυκεν Ἰοῦς·

249ὧν μέτεστί μοι πόνων.

Antistrophe 2

Χορός

250ἀμφὶ δὲ πτόλιν νέφος

251ἀσπίδων πυκνὸν φλέγει

252σχῆμα φοινίου μάχης,

253ἃν Ἄρης τάχʼ εἴσεται

254παισὶν Οἰδίπου φέρων

255πημονὰν Ἐρινύων.

256Ἄργος ὦ Πελασγικόν,

257δειμαίνω τὰν σὰν ἀλκάν,

258καὶ τὸ θεόθεν· οὐ γὰρ ἄδικον

259εἰς ἀγῶνα τόνδʼ ἔνοπλος ὁρμᾷ παῖς

260ὃς μετέρχεται δόμους.

Episode 3

Πολυνείκης

261τὰ μὲν πυλωρῶν κλῇθρά μʼ εἰσεδέξατο

262διʼ εὐπετείας τειχέων ἔσω μολεῖν.

263ὃ καὶ δέδοικα μή με δικτύων ἔσω

264λαβόντες οὐκ ἐκφρῶσʼ ἀναίμακτον χρόα.

265ὧν οὕνεκʼ ὄμμα πανταχῇ διοιστέον

266κἀκεῖσε καὶ τὸ δεῦρο, μὴ δόλος τις ᾖ.

267ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάνῳ

268τὰ πίστʼ ἐμαυτῷ τοῦ θράσους παρέξομαι.

269ὠή, τίς οὗτος; ἢ κτύπον φοβούμεθα;

270ἅπαντα γὰρ τολμῶσι δεινὰ φαίνεται,

271ὅταν διʼ ἐχθρᾶς ποὺς ἀμείβηται χθονός.

272πέποιθα μέντοι μητρί, κοὐ πέποιθʼ ἅμα,

273ἥτις μʼ ἔπεισε δεῦρʼ ὑπόσπονδον μολεῖν.

274ἀλλʼ ἐγγὺς ἀλκή· βώμιοι γὰρ ἐσχάραι

275πέλας πάρεισι, κοὐκ ἔρημα δώματα.

276φέρʼ ἐς σκοτεινὰς περιβολὰς μεθῶ ξίφος

277καὶ τάσδʼ ἔρωμαι, τίνες ἐφεστᾶσιν δόμοις.

278ξέναι γυναῖκες, εἴπατʼ, ἐκ ποίας πάτρας

279Ἑλληνικοῖσι δώμασιν πελάζετε;

Χορός

280Φοίνισσα μὲν γῆ πατρὶς ἡ θρέψασά με,

281Ἀγήνορος δὲ παῖδες ἐκ παίδων δορὸς

282Φοίβῳ μʼ ἔπεμψαν ἐνθάδʼ ἀκροθίνιον.

283μέλλων δὲ πέμπειν μʼ Οἰδίπου κλεινὸς γόνος

284μαντεῖα σεμνὰ Λοξίου τʼ ἐπʼ ἐσχάρας —

285ἐν τῷδʼ ἐπεστράτευσαν Ἀργεῖοι πόλιν.

286σὺ δʼ ἀντάμειψαί μʼ, ὅστις ὢν ἐλήλυθας

287ἑπτάστομον πύργωμα Θηβαίας χθονός.

Πολυνείκης

288πατὴρ μὲν ἡμῖν Οἰδίπους ὁ Λαΐου,

289ἔτικτε δʼ Ἰοκάστη με, παῖς Μενοικέως·

290καλεῖ δὲ Πολυνείκη με Θηβαῖος λεώς.

Χορός

291ὦ συγγένεια τῶν Ἀγήνορος τέκνων,

292ἐμῶν τυράννων, ὧν ἀπεστάλην ὕπο —

Χορός

293γονυπετεῖς ἕδρας προσπίτνω σʼ, ἄναξ,

294τὸν οἴκοθεν νόμον σέβουσʼ —

295ἔβας ὢ χρόνῳ γᾶν πατρῴαν.

296ἰὼ ἰώ· πότνια, μόλε πρόδομος,

297ἀμπέτασον πύλας.

298κλύεις, ὦ τεκοῦσα τόνδε μᾶτερ;

299τί μέλλεις ὑπώροφα μέλαθρα περᾶν

300θιγεῖν τʼ ὠλέναισιν τέκνου;

Lyric 1

Ἰοκάστη

301Φοίνισσαν βοὰν

302κλύουσʼ, ὦ νεάνιδες, γηραιὸν

303πόδʼ ἕλκω, τρομερὰν βάσιν· ἰὼ τέκνον,

305χρόνῳ σὸν ὄμμα μυρίαις τʼ ἐν ἁμέραις

306προσεῖδον· ἀμφίβαλλε μα-

307στὸν ὠλέναισι ματέρος,

308παρηίδων τʼ ὄρεγμα βο-

308aστρύχων τε κυανόχρωτα χαί-

309τας πλόκαμον, δέραν σκιάζων ἁμάν.

310ἰὼ ἰώ, μόλις φανεὶς

311ἄελπτα κἀδόκητα ματρὸς ὠλέναις.

312τί φῶ σε; πῶς ἅπαντα

313καὶ χερσὶ καὶ λόγοισι

314πολυέλικτον ἁδονὰν

315ἐκεῖσε καὶ τὸ δεῦρο

316περιχορεύουσα τέρψιν παλαιᾶν λάβω

317χαρμονᾶν; ἰὼ τέκος,

318ἔρημον πατρῷον ἔλιπες δόμον

319φυγὰς ἀποσταλεὶς ὁμαίμου λώβᾳ,

320ἦ ποθεινὸς φίλοις,

321ἦ ποθεινὸς Θήβαις.

322ὅθεν ἐμάν τε λευκόχροα κείρομαι

323δακρυόεσσʼ ἀνεῖσα πένθει κόμαν,

324ἄπεπλος φαρέων λευκῶν, ὦ τέκνον,

325δυσόρφναια δʼ ἀμφὶ τρύχη τάδε

326σκότιʼ ἀμείβομαι.

327ὁ δʼ ἐν δόμοισι πρέσβυς ὀμματοστερὴς

328ἀπήνας ὁμοπτέρου τᾶς ἀπο-

329ζυγείσας δόμων

330πόθον ἀμφιδάκρυτον ἀεὶ κατ-

331έχων ἀνῇξε μὲν ξίφους

332ἐπʼ αὐτόχειρά τε σφαγάν,

333ὑπὲρ τέραμνά τʼ ἀγχόνας,

334στενάζων ἀρὰς τέκνοις·

335σὺν ἀλαλαῖσι δʼ αἰὲν αἰαγμάτων

336σκότια κρύπτεται.

337σὲ δʼ, ὦ τέκνον, καὶ γάμοισι δὴ

338κλύω ζυγέντα παιδοποιὸν ἁδονὰν

339ξένοισιν ἐν δόμοις ἔχειν

340ξένον τε κῆδος ἀμφέπειν,

341ἄλαστα ματρὶ τᾷδε Λα-

342ίῳ τε τῷ παλαιγενεῖ,

343γάμων ἐπακτὸν ἄταν.

344ἐγὼ δʼ οὔτε σοι πυρὸς ἀνῆψα φῶς

345νόμιμον ἐν γάμοις

346ὡς πρέπει ματέρι μακαρίᾳ·

347ἀνυμέναια δʼ Ἰσμηνὸς ἐκηδεύθη

348λουτροφόρου χλιδᾶς, ἀνὰ δὲ Θηβαίαν

349πόλιν ἐσιγάθη σᾶς ἔσοδοι νύμφας.

350ὄλοιτο, τάδʼ εἴτε σίδαρος

351εἴτʼ ἔρις εἴτε πατὴρ ὁ σὸς αἴτιος,

352εἴτε τὸ δαιμόνιον κατεκώμασε

353δώμασιν Οἰδιπόδα·

354πρὸς ἐμὲ γὰρ κακῶν ἔμολε τῶνδʼ ἄχη.

Χορός

355δεινὸν γυναιξὶν αἱ διʼ ὠδίνων γοναί,

356καὶ φιλότεκνόν πως πᾶν γυναικεῖον γένος.

Πολυνείκης

357μῆτερ, φρονῶν εὖ κοὐ φρονῶν ἀφικόμην

358ἐχθροὺς ἐς ἄνδρας· ἀλλʼ ἀναγκαίως ἔχει

359πατρίδος ἐρᾶν ἅπαντας· ὃς δʼ ἄλλως λέγει,

360λόγοισι χαίρει τὸν δὲ νοῦν ἐκεῖσʼ ἔχει.

361οὕτω δʼ ἐτάρβουν ἐς φόβον τʼ ἀφικόμην,

362μή τις δόλος με πρὸς κασιγνήτου κτάνῃ,

363ὥστε ξιφήρη χεῖρʼ ἔχων διʼ ἄστεως

364κυκλῶν πρόσωπον ἦλθον. ἓν δέ μʼ ὠφελεῖ,

365σπονδαί τε καὶ σὴ πίστις, ἥ μʼ ἐσήγαγε

366τείχη πατρῷα· πολύδακρυς δʼ ἀφικόμην,

367χρόνιος ἰδὼν μέλαθρα καὶ βωμοὺς θεῶν

368γυμνάσιά θʼ οἷσιν ἐνετράφην Δίρκης θʼ ὕδωρ·

369ὧν οὐ δικαίως ἀπελαθεὶς ξένην πόλιν

370ναίω, διʼ ὄσσων νᾶμʼ ἔχων δακρύρροον.

371ἀλλʼ ἐκ γὰρ ἄλγους ἄλγος αὖ σὲ δέρκομαι

372κάρα ξυρῆκες καὶ πέπλους μελαγχίμους

373ἔχουσαν, οἴμοι τῶν ἐμῶν ἐγὼ κακῶν.

374ὡς δεινὸν ἔχθρα, μῆτερ, οἰκείων φίλων

375καὶ δυσλύτους ἔχουσα τὰς διαλλαγάς.

376τί γὰρ πατήρ μοι πρέσβυς ἐν δόμοισι δρᾷ,

377σκότον δεδορκώς; τί δὲ κασίγνηται δύο;

378ἦ που στένουσι τλήμονες φυγὰς ἐμάς;

Ἰοκάστη

379κακῶς θεῶν τις Οἰδίπου φθείρει γένος·

380οὕτω γὰρ ἤρξατʼ, ἄνομα μὲν τεκεῖν ἐμέ,

381κακῶς δὲ γῆμαι πατέρα σὸν φῦναί τε σέ.

382ἀτὰρ τί ταῦτα; δεῖ φέρειν τὰ τῶν θεῶν.

383ὅπως δʼ ἔρωμαι, μή τι σὴν δάκω φρένα,

384δέδοιχʼ, ἃ χρῄζω· διὰ πόθου δʼ ἐλήλυθα.

Πολυνείκης

385ἀλλʼ ἐξερώτα, μηδὲν ἐνδεὲς λίπῃς·

386ἃ γὰρ σὺ βούλῃ, ταὔτʼ ἐμοί, μῆτερ, φίλα.

Ἰοκάστη

387καὶ δή σʼ ἐρωτῶ πρῶτον ὧν χρῄζω τυχεῖν,

388τί τὸ στέρεσθαι πατρίδος; ἦ κακὸν μέγα;

Πολυνείκης

389μέγιστον· ἔργῳ δʼ ἐστὶ μεῖζον ἢ λόγῳ.

Ἰοκάστη

390τίς ὁ τρόπος αὐτοῦ; τί φυγάσιν τὸ δυσχερές;

Πολυνείκης

391ἓν μὲν μέγιστον, οὐκ ἔχει παρρησίαν.

Ἰοκάστη

392δούλου τόδʼ εἶπας, μὴ λέγειν ἅ τις φρονεῖ.

Πολυνείκης

393τὰς τῶν κρατούντων ἀμαθίας φέρειν χρεών.

Ἰοκάστη

394καὶ τοῦτο λυπρόν, συνασοφεῖν τοῖς μὴ σοφοῖς.

Πολυνείκης

395ἀλλʼ ἐς τὸ κέρδος παρὰ φύσιν δουλευτέον.

Ἰοκάστη

396αἱ δʼ ἐλπίδες βόσκουσι φυγάδας, ὡς λόγος.

Πολυνείκης

397καλοῖς βλέπουσαί γʼ ὄμμασιν, μέλλουσι δέ.

Ἰοκάστη

398οὐδʼ ὁ χρόνος αὐτὰς διεσάφησʼ οὔσας κενάς;

Πολυνείκης

399ἔχουσιν Ἀφροδίτην τινʼ ἡδεῖαν κακῶν.

Ἰοκάστη

400πόθεν δʼ ἐβόσκου, πρὶν γάμοις εὑρεῖν βίον;

Πολυνείκης

401ποτὲ μὲν ἐπʼ ἦμαρ εἶχον, εἶτʼ οὐκ εἶχον ἄν.

Ἰοκάστη

402φίλοι δὲ πατρὸς καὶ ξένοι σʼ οὐκ ὠφέλουν;

Πολυνείκης

403εὖ πρᾶσσε· τὰ φίλων δʼ οὐδέν, ἤν τι δυστυχῇς.

Ἰοκάστη

404οὐδʼ ηὑγένειά σʼ ἦρεν εἰς ὕψος μέγαν;

Πολυνείκης

405κακὸν τὸ μὴ ἔχειν· τὸ γένος οὐκ ἔβοσκέ με.

Ἰοκάστη

406ἡ πατρίς, ὡς ἔοικε, φίλτατον βροτοῖς.

Πολυνείκης

407οὐδʼ ὀνομάσαι δύναιʼ ἂν ὡς ἐστὶν φίλον.

Ἰοκάστη

408πῶς δʼ ἦλθες Ἄργος; τίνʼ ἐπίνοιαν ἔσχεθες;

Πολυνείκης

409ἔχρησʼ Ἀδράστῳ Λοξίας χρησμόν τινα.

Ἰοκάστη

410ποῖον; τί τοῦτʼ ἔλεξας; οὐκ ἔχω μαθεῖν.

Πολυνείκης

411κάπρῳ λέοντί θʼ ἁρμόσαι παίδων γάμους.

Ἰοκάστη

412καὶ σοὶ τί θηρῶν ὀνόματος μετῆν, τέκνον;

Πολυνείκης

413οὐκ οἶδʼ· ὁ δαίμων μʼ ἐκάλεσεν πρὸς τὴν τύχην.

Ἰοκάστη

414σοφὸς γὰρ ὁ θεός· τίνι τρόπῳ δʼ ἔσχες λέχος;

Πολυνείκης

415νὺξ ἦν, Ἀδράστου δʼ ἦλθον ἐς παραστάδας.

Ἰοκάστη

416κοίτας ματεύων, ᾗ φυγὰς πλανώμενος;

Πολυνείκης

417ἦν ταῦτα· κᾆτά γʼ ἦλθεν ἄλλος αὖ φυγάς.

Ἰοκάστη

418τίς οὗτος; ὡς ἄρʼ ἄθλιος κἀκεῖνος ἦν.

Πολυνείκης

419Τυδεύς, ὃν Οἰνέως φασὶν ἐκφῦναι πατρός.

Ἰοκάστη

420τί θηρσὶν ὑμᾶς δῆτʼ Ἄδραστος ᾔκασεν;

Πολυνείκης

421στρωμνῆς ἐς ἀλκὴν οὕνεκʼ ἤλθομεν πέρι.

Ἰοκάστη

422ἐνταῦθα Ταλαοῦ παῖς συνῆκε θέσφατα;

Πολυνείκης

423κἄδωκέ γʼ ἡμῖν δύο δυοῖν νεάνιδας.

Ἰοκάστη

424ἆρʼ εὐτυχεῖς οὖν τοῖς γάμοις ἢ δυστυχεῖς;

Πολυνείκης

425οὐ μεμπτὸς ἡμῖν ὁ γάμος ἐς τόδʼ ἡμέρας.

Ἰοκάστη

426πῶς δʼ ἐξέπεισας δεῦρό σοι σπέσθαι στρατόν;

Πολυνείκης

427δισσοῖς Ἄδραστος ὤμοσεν γαμβροῖς τόδε,

428Τυδεῖ τε κἀμοί· σύγγαμος γάρ ἐστʼ ἐμός·

429ἄμφω κατάξειν ἐς πάτραν, πρόσθεν δʼ ἐμέ.

430πολλοὶ δὲ Δαναῶν καὶ Μυκηναίων ἄκροι

431πάρεισι, λυπρὰν χάριν, ἀναγκαίαν δʼ, ἐμοὶ

432διδόντες· ἐπὶ γὰρ τὴν ἐμὴν στρατεύομαι

433πόλιν. θεοὺς δʼ ἐπώμοσʼ ὡς ἀκουσίως

434τοῖς φιλτάτοις ἑκοῦσιν ἠράμην δόρυ.

435ἀλλʼ ἐς σὲ τείνει τῶνδε διάλυσις κακῶν,

436μῆτερ, διαλλάξασαν ὁμογενεῖς φίλους

437παῦσαι πόνων με καὶ σὲ καὶ πᾶσαν πόλιν.

438πάλαι μὲν οὖν ὑμνηθέν, ἀλλʼ ὅμως ἐρῶ·

439τὰ χρήματʼ ἀνθρώποισι τιμιώτατα,

440δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχει.

441ἁγὼ μεθήκω δεῦρο μυρίαν ἄγων

442λόγχην· πένης γὰρ οὐδὲν εὐγενὴς ἀνήρ.

Χορός

443καὶ μὴν Ἐτεοκλῆς ἐς διαλλαγὰς ὅδε

444χωρεῖ· σὸν ἔργον, μῆτερ Ἰοκάστη, λέγειν

445τοιούσδε μύθους οἷς διαλλάξεις τέκνα.

Ἐτεοκλῆς

446μῆτερ, πάρειμι· τὴν χάριν δὲ σοὶ διδοὺς

447ἦλθον. τί χρὴ δρᾶν; ἀρχέτω δέ τις λόγου·

448ὡς ἀμφὶ τείχη καὶ ξυνωρίδας λόχων

449τάσσων ἐπέσχον πόλιν, ὅπως κλύοιμί σου

450κοινὰς βραβείας, αἷς ὑπόσπονδον μολεῖν

451τόνδʼ εἰσεδέξω τειχέων πείσασά με.

Ἰοκάστη

452ἐπίσχες· οὔτοι τὸ ταχὺ τὴν δίκην ἔχει,

453βραδεῖς δὲ μῦθοι πλεῖστον ἀνύουσιν σοφόν.

454σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς·

455οὐ γὰρ τὸ λαιμότμητον εἰσορᾷς κάρα

456Γοργόνος, ἀδελφὸν δʼ εἰσορᾷς ἥκοντα σόν.

457σύ τʼ αὖ πρόσωπον πρὸς κασίγνητον στρέφε,

458Πολύνεικες· ἐς γὰρ ταὐτὸν ὄμμασιν βλέπων

459λέξεις τʼ ἄμεινον τοῦδέ τʼ ἐνδέξῃ λόγους.

460παραινέσαι δὲ σφῷν τι βούλομαι σοφόν·

461ὅταν φίλος τις ἀνδρὶ θυμωθεὶς φίλῳ

462ἐς ἓν συνελθὼν ὄμματʼ ὄμμασιν διδῷ,

463ἐφʼ οἷσιν ἥκει, ταῦτα χρὴ μόνον σκοπεῖν,

464κακῶν δὲ τῶν πρὶν μηδενὸς μνείαν ἔχειν.

465λόγος μὲν οὖν σὸς πρόσθε, Πολύνεικες τέκνον·

466σὺ γὰρ στράτευμα Δαναϊδῶν ἥκεις ἄγων,

467ἄδικα πεπονθώς, ὡς σὺ φῄς· κριτὴς δέ τις

468θεῶν γένοιτο καὶ διαλλακτὴς κακῶν.

Πολυνείκης

469ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ,

470κοὐ ποικίλων δεῖ τἄνδιχʼ ἑρμηνευμάτων·

471ἔχει γὰρ αὐτὰ καιρόν· ὁ δʼ ἄδικος λόγος

472νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν.

473ἐγὼ δὲ πατρὸς δωμάτων προυσκεψάμην

474τοὐμόν τε καὶ τοῦδʼ, ἐκφυγεῖν χρῄζων ἀρὰς

475ἃς Οἰδίπους ἐφθέγξατʼ εἰς ἡμᾶς ποτε,

476ἐξῆλθον ἔξω τῆσδʼ ἑκὼν αὐτὸς χθονός,

477δοὺς τῷδʼ ἀνάσσειν πατρίδος ἐνιαυτοῦ κύκλον,

478ὥστʼ αὐτὸς ἄρχειν αὖθις ἀνὰ μέρος λαβὼν

479καὶ μὴ διʼ ἔχθρας τῷδε καὶ φθόνου μολὼν

480κακόν τι δρᾶσαι καὶ παθεῖν, ἃ γίγνεται.

481ὃ δʼ αἰνέσας ταῦθʼ ὁρκίους τε δοὺς θεούς,

482ἔδρασεν οὐδὲν ὧν ὑπέσχετʼ, ἀλλʼ ἔχει

483τυραννίδʼ αὐτὸς καὶ δόμων ἐμῶν μέρος.

484καὶ νῦν ἕτοιμός εἰμι τἀμαυτοῦ λαβὼν

485στρατὸν μὲν ἔξω τῆσδʼ ἀποστεῖλαι χθονός,

486οἰκεῖν δὲ τὸν ἐμὸν οἶκον ἀνὰ μέρος λαβὼν

487καὶ τῷδʼ ἀφεῖναι τὸν ἴσον αὖθις αὖ χρόνον,

488καὶ μήτε πορθεῖν πατρίδα μήτε προσφέρειν

489πύργοισι πηκτῶν κλιμάκων προσαμβάσεις,

490ἃ μὴ κυρήσας τῆς δίκης πειράσομαι

491δρᾶν. μάρτυρας δὲ τῶνδε δαίμονας καλῶ,

492ὡς πάντα πράσσων σὺν δίκῃ, δίκης ἄτερ

493ἀποστεροῦμαι πατρίδος ἀνοσιώτατα.

494ταῦτʼ αὔθʼ ἕκαστα, μῆτερ, οὐχὶ περιπλοκὰς

495λόγων ἀθροίσας εἶπον, ἀλλὰ καὶ σοφοῖς

496καὶ τοῖσι φαύλοις ἔνδιχʼ, ὡς ἐμοὶ δοκεῖ.

Χορός

497ἐμοὶ μέν, εἰ καὶ μὴ καθʼ Ἑλλήνων χθόνα

498τεθράμμεθʼ, ἀλλʼ οὖν ξυνετά μοι δοκεῖς λέγειν.

Ἐτεοκλῆς

499εἰ πᾶσι ταὐτὸν καλὸν ἔφυ σοφόν θʼ ἅμα,

500οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις·

501νῦν δʼ οὔθʼ ὅμοιον οὐδὲν οὔτʼ ἴσον βροτοῖς,

502πλὴν ὀνόμασαι· τὸ δʼ ἔργον οὐκ ἔστιν τόδε.

503ἐγὼ γὰρ οὐδέν, μῆτερ, ἀποκρύψας ἐρῶ·

504ἄστρων ἂν ἔλθοιμʼ ἡλίου πρὸς ἀντολὰς

505καὶ γῆς ἔνερθεν, δυνατὸς ὢν δρᾶσαι τάδε,

506τὴν θεῶν μεγίστην ὥστʼ ἔχειν Τυραννίδα.

507τοῦτʼ οὖν τὸ χρηστόν, μῆτερ, οὐχὶ βούλομαι

508ἄλλῳ παρεῖναι μᾶλλον ἢ σῴζειν ἐμοί·

509ἀνανδρία γάρ, τὸ πλέον ὅστις ἀπολέσας

510τοὔλασσον ἔλαβε. πρὸς δὲ τοῖσδʼ αἰσχύνομαι,

511ἐλθόντα σὺν ὅπλοις τόνδε καὶ πορθοῦντα γῆν

512τυχεῖν ἃ χρῄζει· ταῖς γὰρ ἂν Θήβαις τόδε

513γένοιτʼ ὄνειδος, εἰ Μυκηναίου δορὸς

514φόβῳ παρείην σκῆπτρα τἀμὰ τῷδʼ ἔχειν.

515χρῆν δʼ αὐτὸν οὐχ ὅπλοισι τὰς διαλλαγάς,

516μῆτερ, ποιεῖσθαι· πᾶν γὰρ ἐξαιρεῖ λόγος

517ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν.

518ἀλλʼ, εἰ μὲν ἄλλως τήνδε γῆν οἰκεῖν θέλει,

519ἔξεστʼ· ἐκεῖνο δʼ οὐχ ἑκὼν μεθήσομαι.

520ἄρχειν παρόν μοι, τῷδε δουλεύσω ποτέ;

521πρὸς ταῦτʼ ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανα,

522ζεύγνυσθε δʼ ἵππους, πεδία πίμπλαθʼ ἁρμάτων,

523ὡς οὐ παρήσω τῷδʼ ἐμὴν τυραννίδα.

524εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρι

525κάλλιστον ἀδικεῖν, τἄλλα δʼ εὐσεβεῖν χρεών.

Χορός

526οὐκ εὖ λέγειν χρὴ μὴ ʼπὶ τοῖς ἔργοις καλοῖς·

527οὐ γὰρ καλὸν τοῦτʼ, ἀλλὰ τῇ δίκῃ πικρόν.

Ἰοκάστη

528ὦ τέκνον, οὐχ ἅπαντα τῷ γήρᾳ κακά,

529Ἐτεόκλεες, πρόσεστιν· ἀλλʼ ἡμπειρία

530ἔχει τι λέξαι τῶν νέων σοφώτερον.

531τί τῆς κακίστης δαιμόνων ἐφίεσαι

532Φιλοτιμίας, παῖ; μὴ σύ γʼ· ἄδικος ἡ θεός·

533πολλοὺς δʼ ἐς οἴκους καὶ πόλεις εὐδαίμονας

534ἐσῆλθε κἀξῆλθʼ ἐπʼ ὀλέθρῳ τῶν χρωμένων·

535ἐφʼ ᾗ σὺ μαίνῃ. κεῖνο κάλλιον, τέκνον,

536Ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοις

537πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις

538συνδεῖ· τὸ γὰρ ἴσον μόνιμον ἀνθρώποις ἔφυ,

539τῷ πλέονι δʼ αἰεὶ πολέμιον καθίσταται

540τοὔλασσον ἐχθρᾶς θʼ ἡμέρας κατάρχεται.

541καὶ γὰρ μέτρʼ ἀνθρώποισι καὶ μέρη σταθμῶν

542Ἰσότης ἔταξε κἀριθμὸν διώρισε,

543νυκτός τʼ ἀφεγγὲς βλέφαρον ἡλίου τε φῶς

544ἴσον βαδίζει τὸν ἐνιαύσιον κύκλον,

545κοὐδέτερον αὐτῶν φθόνον ἔχει νικώμενον.

546εἶθʼ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς

547σὺ δʼ οὐκ ἀνέξῃ δωμάτων ἔχων ἴσον

548καὶ τῷδε νεῖμαι; κᾆτα ποῦ ʼστιν ἡ δίκη;

549τί τὴν τυραννίδʼ, ἀδικίαν εὐδαίμονα,

550τιμᾷς ὑπέρφευ καὶ μέγʼ ἥγησαι τόδε;

551περιβλέπεσθαι τίμιον; κενὸν μὲν οὖν.

552ἢ πολλὰ μοχθεῖν πόλλʼ ἔχων ἐν δώμασι

553βούλῃ; τί δʼ ἔστι τὸ πλέον; ὄνομʼ ἔχει μόνον·

554ἐπεὶ τά γʼ ἀρκοῦνθʼ ἱκανὰ τοῖς γε σώφροσιν.

555οὔτοι τὰ χρήματʼ ἴδια κέκτηνται βροτοί,

556τὰ τῶν θεῶν δʼ ἔχοντες ἐπιμελούμεθα·

557ὅταν δὲ χρῄζωσʼ, αὔτʼ ἀφαιροῦνται πάλιν.

558ὁ δʼ ὄλβος οὐ βέβαιος, ἀλλʼ ἐφήμερος.

559ἄγʼ, ἤν σʼ ἔρωμαι δύο λόγω προθεῖσʼ ἅμα,

560πότερα τυραννεῖν ἢ πόλιν σῷσαι θέλεις,

561ἐρεῖς τυραννεῖν; ἢν δὲ νικήσῃ σʼ ὅδε;

562Ἀργεῖά τʼ ἔγχη δόρυ τὸ Καδμείων ἕλῃ,

563ὄψῃ δαμασθὲν ἄστυ Θηβαῖον τόδε,

564ὄψῃ δὲ πολλὰς αἰχμαλωτίδας κόρας

565βίᾳ πρὸς ἀνδρῶν πολεμίων πορθουμένας.

566ὀδυνηρὸς ἆρʼ ὁ πλοῦτος, ὃν ζητεῖς ἔχειν,

567γενήσεται Θήβαισι, φιλότιμος δὲ σύ.

568σοὶ μὲν τάδʼ αὐδῶ. σοὶ δέ, Πολύνεικες, λέγω·

569ἀμαθεῖς Ἄδραστος χάριτας ἔς σʼ ἀνήψατο,

570ἀσύνετα δʼ ἦλθες καὶ σὺ πορθήσων πόλιν.

571φέρʼ, ἢν ἕλῃς γῆν τήνδʼ — ὃ μὴ τύχοι ποτέ —

572πρὸς θεῶν, τρόπαια πῶς ἀναστήσεις Διί;

573πῶς δʼ αὖ κατάρξῃ θυμάτων, ἑλὼν πάτραν,

574καὶ σκῦλα γράψεις πῶς ἐπʼ Ἰνάχου ῥοαῖς;

575Θήβας πυρώσας τάσδε Πολυνείκης θεοῖς

576ἀσπίδας ἔθηκε; μήποτʼ, ὦ τέκνον, κλέος

577τοιόνδε σοι γένοιθʼ ὑφʼ Ἑλλήνων λαβεῖν.

578ἢν δʼ αὖ κρατηθῇς καὶ τὰ τοῦδʼ ὑπερδράμῃ,

579πῶς Ἄργος ἥξεις μυρίους λιπὼν νεκρούς;

580ἐρεῖ δὲ δή τις· ὦ κακὰ μνηστεύματα

581Ἄδραστε προσθείς, διὰ μιᾶς νύμφης γάμον

582ἀπωλόμεσθα. δύο κακὼ σπεύδεις, τέκνον,

583κείνων στέρεσθαι τῶνδέ τʼ ἐν μέσῳ πεσεῖν.

584μέθετον τὸ λίαν, μέθετον· ἀμαθία δυοῖν,

585ἐς ταὔθʼ ὅταν μόλητον, ἔχθιστον κακόν.

Χορός

586ὦ θεοί, γένοισθε τῶνδʼ ἀπότροποι κακῶν

587καὶ ξύμβασίν τινʼ Οἰδίπου τέκνοις δότε.

Trochees 2

Ἐτεοκλῆς

588μῆτερ, οὐ λόγων ἔθʼ ἁγών, ἀλλʼ ἀναλοῦται χρόνος

589οὑν μέσῳ μάτην, περαίνει δʼ οὐδὲν ἡ προθυμία·

590οὐ γὰρ ἂν ξυμβαῖμεν ἄλλως ἢ ʼπὶ τοῖς εἰρημένοις,

591ὥστʼ ἐμὲ σκήπτρων κρατοῦντα τῆσδʼ ἄνακτʼ εἶναι χθονός·

592τῶν μακρῶν δʼ ἀπαλλαγεῖσα νουθετημάτων μʼ ἔα.

593καὶ σὺ τῶνδʼ ἔξω κομίζου τειχέων, ἢ κατθανῇ.

Πολυνείκης

594πρὸς τίνος; τίς ὧδʼ ἄτρωτος, ὅστις εἰς ἡμᾶς ξίφος

595φόνιον ἐμβαλὼν τὸν αὐτὸν οὐκ ἀποίσεται μόρον;

Ἐτεοκλῆς

596ἐγγύς, οὐ πρόσω βέβηκεν· ἐς χέρας λεύσσεις ἐμάς;

Πολυνείκης

597εἰσορῶ· δειλὸν δʼ ὁ πλοῦτος καὶ φιλόψυχον κακόν.

Ἐτεοκλῆς

598κᾆτα σὺν πολλοῖσιν ἦλθες πρὸς τὸν οὐδὲν ἐς μάχην;

Πολυνείκης

599ἀσφαλὴς γάρ ἐστʼ ἀμείνων ἢ θρασὺς στρατηλάτης.

Ἐτεοκλῆς

600κομπὸς εἶ σπονδαῖς πεποιθώς, αἵ σε σῴζουσιν θανεῖν.

Πολυνείκης

601καὶ σέ· δεύτερον δʼ ἀπαιτῶ σκῆπτρα καὶ μέρη χθονός.

Ἐτεοκλῆς

602οὐκ ἀπαιτούμεσθʼ· ἐγὼ γὰρ τὸν ἐμὸν οἰκήσω δόμον.

Πολυνείκης

603τοῦ μέρους ἔχων τὸ πλεῖον;

Ἐτεοκλῆς

603bφήμʼ· ἀπαλλάσσου δὲ γῆς.

Πολυνείκης

604ὦ θεῶν βωμοὶ πατρῴων —

Ἐτεοκλῆς

604bοὓς σὺ πορθήσων πάρει.

Πολυνείκης

605κλύετέ μου —

Ἐτεοκλῆς

605bτίς δʼ ἂν κλύοι σου πατρίδʼ ἐπεστρατευμένου;

Πολυνείκης

606καὶ θεῶν τῶν λευκοπώλων δώματα —

Ἐτεοκλῆς

606bοἳ στυγοῦσί σε.

Πολυνείκης

607ἐξελαυνόμεσθα πατρίδος —

Ἐτεοκλῆς

607bκαὶ γὰρ ἦλθες ἐξελῶν.

Πολυνείκης

608ἀδικίᾳ γʼ, ὦ θεοί.

Ἐτεοκλῆς

608bΜυκήναις, μὴ ʼνθάδʼ ἀνακάλει θεούς.

Πολυνείκης

609ἀνόσιος πέφυκας —

Ἐτεοκλῆς

609bἀλλʼ οὐ πατρίδος, ὡς σύ, πολέμιος.

Πολυνείκης

610ὅς μʼ ἄμοιρον ἐξελαύνεις.

Ἐτεοκλῆς

610bκαὶ κατακτενῶ γε πρός.

Πολυνείκης

611ὦ πάτερ, κλύεις ἃ πάσχω;

Ἐτεοκλῆς

611bκαὶ γὰρ οἷα δρᾷς κλύει.

Πολυνείκης

612καὶ σύ, μῆτερ;

Ἐτεοκλῆς

612bἀθέμιτόν σοι μητρὸς ὀνομάζειν κάρα.

Πολυνείκης

613ὦ πόλις.

Ἐτεοκλῆς

613bμολὼν ἐς Ἄργος ἀνακάλει Λέρνης ὕδωρ.

Πολυνείκης

614εἶμι, μὴ πόνει· σὲ δʼ αἰνῶ, μῆτερ.

Ἐτεοκλῆς

614bἔξιθι χθονός.

Πολυνείκης

615ἔξιμεν· πατέρα δέ μοι δὸς εἰσιδεῖν.

Ἐτεοκλῆς

615bοὐκ ἂν τύχοις.

Πολυνείκης

616ἀλλὰ παρθένους ἀδελφάς.

Ἐτεοκλῆς

616bοὐδὲ τάσδʼ ὄψῃ ποτέ.

Πολυνείκης

617ὦ κασίγνηται.

Ἐτεοκλῆς

617bτί ταύτας ἀνακαλεῖς ἔχθιστος ὤν;

Πολυνείκης

618μῆτερ, ἀλλά μοι σὺ χαῖρε.

Ἰοκάστη

618bχαρτὰ γοῦν πάσχω, τέκνον.

Πολυνείκης

619οὐκέτʼ εἰμὶ παῖς σός.

Ἰοκάστη

619bἐς πόλλʼ ἀθλία πέφυκʼ ἐγώ.

Πολυνείκης

620ὅδε γὰρ εἰς ἡμᾶς ὑβρίζει.

Ἐτεοκλῆς

620bκαὶ γὰρ ἀνθυβρίζομαι.

Πολυνείκης

621ποῦ ποτε στήσῃ πρὸ πύργων;

Ἐτεοκλῆς

621bὡς τί μʼ ἱστορεῖς τόδε;

Πολυνείκης

622ἀντιτάξομαι κτενῶν σε.

Ἐτεοκλῆς

622bκἀμὲ τοῦδʼ ἔρως ἔχει.

Ἰοκάστη

623ὦ τάλαινʼ ἐγώ· τί δράσετʼ, ὦ τέκνα;

Πολυνείκης

623bαὐτὸ σημανεῖ.

Ἰοκάστη

624πατρὸς οὐ φεύξεσθʼ Ἐρινῦς;

Ἐτεοκλῆς

624bἐρρέτω πρόπας δόμος.

Πολυνείκης

625ὡς τάχʼ οὐκέθʼ αἱματηρὸν τοὐμὸν ἀργήσει ξίφος.

626τὴν δὲ θρέψασάν με γαῖαν καὶ θεοὺς μαρτύρομαι,

627ὡς ἄτιμος οἰκτρὰ πάσχων ἐξελαύνομαι χθονός,

628δοῦλος ὥς, ἀλλʼ οὐχὶ ταὐτοῦ πατρὸς Οἰδίπου γεγώς·

629κἄν τί σοι, πόλις, γένηται, μὴ ἐμέ, τόνδε δʼ αἰτιῶ·

630οὐχ ἑκὼν γὰρ ἦλθον, ἄκων δʼ ἐξελαύνομαι χθονός.

631καὶ σύ, Φοῖβʼ ἄναξ Ἀγυιεῦ, καὶ μέλαθρα, χαίρετε,

632ἥλικές θʼ οὑμοί, θεῶν τε δεξίμηλʼ ἀγάλματα.

633οὐ γὰρ οἶδʼ εἴ μοι προσειπεῖν αὖθις ἔσθʼ ὑμᾶς ποτε·

634ἐλπίδες δʼ οὔπω καθεύδουσʼ, αἷς πέποιθα σὺν θεοῖς

635τόνδʼ ἀποκτείνας κρατήσειν τῆσδε Θηβαίας χθονός.

Ἐτεοκλῆς

636ἔξιθʼ ἐκ χώρας· ἀληθῶς δʼ ὄνομα Πολυνείκη πατὴρ

637ἔθετό σοι θείᾳ προνοίᾳ νεικέων ἐπώνυμον.

Choral 4

Strophe 1

Χορός

638Κάδμος ἔμολε τάνδε γᾶν

639Τύριος, ᾧ τετρασκελὴς

640μόσχος ἀδάματον πέσημα

641δίκε τελεσφόρον διδοῦσα

642χρησμόν, οὗ κατοικίσαι

643πεδία νιν τὸ θέσφατον

644πυροφόρα δόμων ἔχρη,

645καλλιπόταμος ὕδατος ἵνα τε

646νοτὶς ἐπέρχεται γύας,

647Δίρκας χλοηφόρους

648καὶ βαθυσπόρους γύας·

649Βρόμιον ἔνθα τέκετο μά-

650τηρ Διὸς γάμοισι,

651κισσὸς ὃν περιστεφὴς

652ἕλικος εὐθὺς ἔτι βρέφος

653χλοηφόροισιν ἔρνεσιν

654κατασκίοισιν ὀλβίσας ἐνώτισεν,

655Βάκχιον χόρευμα παρθένοισι Θηβαΐαισι

656καὶ γυναιξὶν εὐίοις.

Antistrophe 1

Χορός

657ἔνθα φόνιος ἦν δράκων

658Ἄρεος ὠμόφρων φύλαξ

659νάματʼ ἔνυδρα καὶ ῥέεθρα

660χλοερὰ δεργμάτων κόραισι

661πολυπλάνοις ἐπισκοπῶν·

662ὃν ἐπὶ χέρνιβας μολὼν

663Κάδμος ὄλεσε μαρμάρῳ·

664κρᾶτα φόνιον ὀλεσίθηρος

665ὠλένας δικὼν βολαῖς,

666δίας ἀμάτορος δʼ

669ἐς βαθυσπόρους γύας

668γαπετεῖς δικὼν ὀδόν-

667τας Παλλάδος φραδαῖσιν·

670ἔνθεν ἐξανῆκε γᾶ

671πάνοπλον ὄψιν ὑπὲρ ἄκρων

672ὅρων χθονός· σιδαρόφρων

673δέ νιν φόνος πάλιν ξυνῆψε γᾷ φίλᾳ.

674αἵματος δʼ ἔδευσε γαῖαν, ἅ νιν εὐηλίοισι

675δεῖξεν αἰθέρος πνοαῖς.

Epode 3

Χορός

676καὶ σέ, τὸν προμάτορος

677Ἰοῦς ποτʼ ἔκγονον

678Ἔπαφον, ὦ Διὸς γένεθλον,

679ἐκάλεσʼ ἐκάλεσα βαρβάρῳ βοᾷ,

680ἰώ, βαρβάροις λιταῖς·

681βᾶθι βᾶθι τάνδε γᾶν·

682— σοί νιν ἔκγονοι κτίσαν

683καὶ διώνυμοι θεαί,

684Περσέφασσα καὶ φίλα

685Δαμάτηρ θεά,

686πάντων ἄνασσα, πάντων δὲ Γᾶ τροφός,

687κτήσαντο — πέμπε πυρφόρους

688θεάς, ἄμυνε τᾷδε γᾷ·

689πάντα δʼ εὐπετῆ θεοῖς.

Episode 5

Ἐτεοκλῆς

690χώρει σὺ καὶ κόμιζε τὸν Μενοικέως

691Κρέοντʼ, ἀδελφὸν μητρὸς Ἰοκάστης ἐμῆς,

692λέγων τάδʼ, ὡς οἰκεῖα καὶ κοινὰ χθονὸς

693θέλω πρὸς αὐτὸν συμβαλεῖν βουλεύματα,

694πρὶν ἐς μάχην τε καὶ δορὸς τάξιν μολεῖν.

695καίτοι ποδῶν σῶν μόχθον ἐκλύει παρών·

696ὁρῶ γὰρ αὐτὸν πρὸς δόμους στείχοντʼ ἐμούς.

Κρέων

697ἦ πόλλʼ ἐπῆλθον εἰσιδεῖν χρῄζων σʼ, ἄναξ

698Ἐτεόκλεες, πέριξ δὲ Καδμείων πύλας

699φυλακάς τʼ ἐπῆλθον σὸν δέμας θηρώμενος.

Ἐτεοκλῆς

700καὶ μὴν ἐγὼ σʼ ἔχρῃζον εἰσιδεῖν, Κρέον·

701πολλῷ γὰρ ηὗρον ἐνδεεῖς διαλλαγάς

702ὡς ἐς λόγους συνῆψα Πολυνείκει μολών.

Κρέων

703ἤκουσα μεῖζον αὐτὸν ἢ Θήβας φρονεῖν,

704κήδει τʼ Ἀδράστου καὶ στρατῷ πεποιθότα.

705ἀλλʼ ἐς θεοὺς χρὴ ταῦτʼ ἀναρτήσαντʼ ἔχειν·

706ἃ δʼ ἐμποδὼν μάλιστα, ταῦθʼ ἥκω φράσων.

Ἐτεοκλῆς

707τὰ ποῖα ταῦτα; τὸν λόγον γὰρ ἀγνοῶ.

Κρέων

708ἥκει τις αἰχμάλωτος Ἀργείων πάρα.

Ἐτεοκλῆς

709λέγει δὲ δὴ τί τῶν ἐκεῖ νεώτερον;

Κρέων

710μέλλειν πέριξ πύργοισι Καδμείων πόλιν

711ὅπλοις ἑλίξειν αὐτίκʼ Ἀργείων στρατόν.

Ἐτεοκλῆς

712ἐξοιστέον τἄρʼ ὅπλα Καδμείων πόλει.

Κρέων

713ποῖ; μῶν νεάζων οὐχ ὁρᾷς ἃ χρή σʼ ὁρᾶν;

Ἐτεοκλῆς

714ἐκτὸς τάφρων τῶνδʼ, ὡς μαχουμένους τάχα.

Κρέων

715σμικρὸν τὸ πλῆθος τῆσδε γῆς, οἳ δʼ ἄφθονοι.

Ἐτεοκλῆς

716ἐγᾦδα κείνους τοῖς λόγοις ὄντας θρασεῖς.

Κρέων

717ἔχει τινʼ ὄγκον τἄργος Ἑλλήνων πάρα.

Ἐτεοκλῆς

718θάρσει· τάχʼ αὐτῶν πεδίον ἐμπλήσω φόνου.

Κρέων

719θέλοιμʼ ἄν· ἀλλὰ τοῦθʼ ὁρῶ πολλοῦ πόνου.

Ἐτεοκλῆς

720ὡς οὐ καθέξω τειχέων ἔσω στρατόν.

Κρέων

721καὶ μὴν τὸ νικᾶν ἐστι πᾶν εὐβουλία.

Ἐτεοκλῆς

722βούλῃ τράπωμαι δῆθʼ ὁδοὺς ἄλλας τινάς;

Κρέων

723πάσας γε, πρὶν κίνδυνον εἰς ἅπαξ μολεῖν.

Ἐτεοκλῆς

724εἰ νυκτὸς αὐτοῖς προσβάλοιμεν ἐκ λόχου;

Κρέων

725εἴπερ σφαλείς γε δεῦρο σωθήσῃ πάλιν.

Ἐτεοκλῆς

726ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον.

Κρέων

727ἐνδυστυχῆσαι δεινὸν εὐφρόνης κνέφας.

Ἐτεοκλῆς

728ἀλλʼ ἀμφὶ δεῖπνον οὖσι προσβάλω δόρυ;

Κρέων

729ἔκπληξις ἂν γένοιτο· νικῆσαι δὲ δεῖ.

Ἐτεοκλῆς

730βαθύς γέ τοι Διρκαῖος ἀναχωρεῖν πόρος.

Κρέων

731ἅπαν κάκιον τοῦ φυλάσσεσθαι καλῶς.

Ἐτεοκλῆς

732τί δʼ, εἰ καθιππεύσαιμεν Ἀργείων στρατόν;

Κρέων

733κἀκεῖ πέφρακται λαὸς ἅρμασιν πέριξ.

Ἐτεοκλῆς

734τί δῆτα δράσω; πολεμίοισι δῶ πόλιν;

Κρέων

735μὴ δῆτα· βουλεύου δʼ, ἐπείπερ εἶ σοφός.

Ἐτεοκλῆς

736τίς οὖν πρόνοια γίγνεται σοφωτέρα;

Κρέων

737ἕπτʼ ἄνδρας αὐτοῖς φασιν, ὡς ἤκουσʼ ἐγώ —

Ἐτεοκλῆς

738τί προστετάχθαι δρᾶν; τὸ γὰρ σθένος βραχύ.

Κρέων

739λόχων ἀνάσσειν ἑπτὰ προσκεῖσθαι πύλαις.

Ἐτεοκλῆς

740τί δῆτα δρῶμεν; ἀπορίαν γὰρ οὐ μενῶ.

Κρέων

741ἕπτʼ ἄνδρας αὐτοῖς καὶ σὺ πρὸς πύλαις ἑλοῦ.

Ἐτεοκλῆς

742λόχων ἀνάσσειν ἢ μονοστόλου δορός;

Κρέων

743λόχων, προκρίνας οἵπερ ἀλκιμώτατοι.

Ἐτεοκλῆς

744ξυνῆκʼ· ἀμύνειν τειχέων προσαμβάσεις.

Κρέων

745καὶ ξυστρατήγους γʼ· εἷς δʼ ἀνὴρ οὐ πάνθʼ ὁρᾷ.

Ἐτεοκλῆς

746θάρσει προκρίνας ἢ φρενῶν εὐβουλίᾳ;

Κρέων

747ἀμφότερον· ἀπολειφθὲν γὰρ οὐδὲν θάτερον.

Ἐτεοκλῆς

748ἔσται τάδʼ· ἐλθὼν ἑπτάπυργον ἐς πόλιν

749τάξω λοχαγοὺς πρὸς πύλαισιν, ὡς λέγεις,

750ἴσους ἴσοισι πολεμίοισιν ἀντιθείς.

751ὄνομα δʼ ἑκάστου διατριβὴ πολλὴ λέγειν,

752ἐχθρῶν ὑπʼ αὐτοῖς τείχεσιν καθημένων.

753ἀλλʼ εἶμʼ, ὅπως ἂν μὴ καταργῶμεν χέρα.

754καί μοι γένοιτʼ ἀδελφὸν ἀντήρη λαβεῖν

755καὶ ξυσταθέντα διὰ μάχης ἑλεῖν δορί.

756κτανεῖν θʼ, ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν.

757γάμους δʼ ἀδελφῆς Ἀντιγόνης παιδός τε σοῦ

758Αἵμονος, ἐάν τι τῆς τύχης ἐγὼ σφαλῶ,

759σοὶ χρὴ μέλεσθαι· τὴν δόσιν δʼ ἐχέγγυον

760τὴν πρόσθε ποιῶ νῦν ἐπʼ ἐξόδοις ἐμαῖς.

761μητρὸς δʼ ἀδελφὸς εἶ· τί δεῖ μακρηγορεῖν;

762τρέφʼ ἀξίως νιν σοῦ τε τήν τʼ ἐμὴν χάριν.

763πατὴρ δʼ ἐς αὑτὸν ἀμαθίαν ὀφλισκάνει,

764ὄψιν τυφλώσας· οὐκ ἄγαν σφʼ ἐπῄνεσα·

765ἡμᾶς δʼ ἀραῖσιν, ἢν τύχῃ, κατακτενεῖ.

766ἓν δʼ ἐστὶν ἡμῖν ἀργόν, εἴ τι θέσφατον

767οἰωνόμαντις Τειρεσίας ἔχει φράσαι,

768τοῦδʼ ἐκπυθέσθαι ταῦτʼ· ἐγὼ δὲ παῖδα σὸν

769Μενοικέα, σοῦ πατρὸς αὐτεπώνυμον,

770λαβόντα πέμψω δεῦρο Τειρεσίαν, Κρέον·

771σοὶ μὲν γὰρ ἡδὺς ἐς λόγους ἀφίξεται,

772ἐγὼ δὲ τέχνην μαντικὴν ἐμεμψάμην

773ἤδη πρὸς αὐτόν, ὥστε μοι μομφὰς ἔχειν.

774πόλει δὲ καὶ σοὶ ταῦτʼ ἐπισκήπτω, Κρέον·

775ἤνπερ κρατήσῃ τἀμά, Πολυνείκους νέκυν

776μήποτε ταφῆναι τῇδε Θηβαίᾳ χθονί,

777θνῄσκειν δὲ τὸν θάψαντα, κἂν φίλων τις ᾖ.

778σοὶ μὲν τάδʼ εἶπον· προσπόλοις δʼ ἐμοῖς λέγω·

779ἐκφέρετε τεύχη πάνοπλά τʼ ἀμφιβλήματα,

780ὡς εἰς ἀγῶνα τὸν προκείμενον δορὸς

781ὁρμώμεθʼ ἤδη ξὺν δίκῃ νικηφόρῳ.

782τῇ δʼ Εὐλαβείᾳ, χρησιμωτάτῃ θεῶν,

783προσευχόμεσθα τήνδε διασῷσαι πόλιν.

Choral 6

Strophe 1

Χορός

784ὦ πολύμοχθος Ἄρης, τί ποθʼ αἵματι

785καὶ θανάτῳ κατέχῃ Βρομίου παράμουσος ἑορταῖς;

786οὐκ ἐπὶ καλλιχόροις στεφάνοισι νεάνιδος ὥρας

787βόστρυχον ἀμπετάσας λωτοῦ κατὰ πνεύματα μέλπῃ

788μοῦσαν, ἐν ᾇ χάριτες χοροποιοί,

789ἀλλὰ σὺν ὁπλοφόροις στρατὸν Ἀργείων ἐπιπνεύσας

790αἵματι Θήβας

791κῶμον ἀναυλότατον προχορεύεις.

792οὐδʼ ὑπὸ θυρσομανεῖ νεβρίδων μέτα δίνᾳ,

793ἅρμασι καὶ ψαλίων τετραβάμοσι μωνυχοπώλων

793aἱππείαις ἐπὶ χεύμασι βαίνων

794Ἰσμηνοῖο θοάζεις, Ἀργείοις ἐπιπνεύσας

795Σπαρτῶν γένναν,

796ἀσπιδοφέρμονα θίασον ἐνόπλιον,

797ἀντίπαλον κατὰ λάινα τείχεα

798χαλκῷ κοσμήσας.

798aἦ δεινά τις Ἔρις θεός, ἃ τάδε

799μήσατο πήματα γᾶς βασιλεῦσιν,

800Λαβδακίδαις πολυμόχθοις.

Antistrophe 1

Χορός

801ὦ ζαθέων πετάλων πολυθηρότα-

802τον νάπος, Ἀρτέμιδος χιονοτρόφον ὄμμα Κιθαιρών,

803μήποτε τὸν θανάτῳ προτεθέντα, λόχευμʼ Ἰοκάστας,

804ὤφελες Οἰδιπόδαν θρέψαι, βρέφος ἔκβολον οἴκων,

805χρυσοδέτοις περόναις ἐπίσαμον·

806μηδὲ τὸ παρθένιον πτερόν, οὔρειον τέρας, ἐλθεῖν

807πένθεα γαίας

807aΣφιγγὸς ἀμουσοτάταισι σὺν ᾠδαῖς,

808ἅ ποτε Καδμογενῆ τετραβάμοσι χαλαῖς

809τείχεσι χριμπτομένα φέρεν αἰθέρος εἰς ἄβατον φῶς

810γένναν, ἃν ὁ κατὰ χθονὸς Ἅιδας

811Καδμείοις ἐπιπέμπει· δυσδαίμων δʼ ἔρις ἄλλα

812θάλλει παίδων

813Οἰδιπόδα κατὰ δώματα καὶ πόλιν.

814οὐ γὰρ ὃ μὴ καλὸν οὔποτʼ ἔφυ καλόν,

815οὐδʼ οἱ μὴ νόμιμοι

816παῖδες ματρὶ λόχευμα, μίασμα πατρός·

817ἣ δὲ συναίμονος ἐς λέχος ἦλθεν.

Epode 3

Χορός

818ἔτεκες, ὦ Γαῖʼ, ἔτεκές ποτε,

819βάρβαρον ὡς ἀκοὰν ἐδάην ἐδάην ποτʼ ἐν οἴκοις,

820τὰν ἀπὸ θηροτρόφου φοινικολόφοιο δράκοντος

821γένναν ὀδοντοφυῆ, Θήβαις κάλλιστον ὄνειδος·

822Ἁρμονίας δέ ποτʼ εἰς ὑμεναίους

823ἤλυθον οὐρανίδαι, φόρμιγγί τε τείχεα Θήβας

824τᾶς Ἀμφιονίας τε λύρας ὕπο πύργος ἀνέστα

825διδύμων ποταμῶν πόρον ἀμφὶ μέσον,

826Δίρκα χλοεροτρόφον ᾇ πεδίον

827πρόπαρ Ἰσμηνοῦ καταδεύει·

828Ἰώ θʼ, ἁ κερόεσσα προμάτωρ,

829Καδμείων βασιλῆας ἐγείνατο,

830μυριάδας δʼ ἀγαθῶν ἑτέροις ἑτέ-

831ρας μεταμειβομένα πόλις ἅδʼ ἐπʼ ἄκροις ἕστακʼ

832Ἀρηΐοις στεφάνοισιν.

Episode 7

Τειρεσίας

834ἡγοῦ πάροιθε, θύγατερ· ὡς τυφλῷ ποδὶ

835ὀφθαλμὸς εἶ σύ, ναυβάταισιν ἄστρον ὥς·

836δεῦρʼ ἐς τὸ λευρὸν πέδον ἴχνος τιθεῖσʼ ἐμόν,

837πρόβαινε, μὴ σφαλῶμεν· ἀσθενὴς πατήρ·

838κλήρους τέ μοι φύλασσε παρθένῳ χερί,

839οὓς ἔλαβον οἰωνίσματʼ ὀρνίθων μαθὼν

840θάκοισιν ἐν ἱεροῖσιν, οὗ μαντεύομαι.

841τέκνον Μενοικεῦ, παῖ Κρέοντος, εἰπέ μοι

842πόση τις ἡ ʼπίλοιπος ἄστεως ὁδὸς

843πρὸς πατέρα τὸν σόν· ὡς ἐμὸν κάμνει γόνυ,

844πυκνὴν δὲ βαίνων ἤλυσιν μόλις περῶ.

Κρέων

845θάρσει· πέλας γάρ, Τειρεσία, φίλοισι σοῖς

846ἐξώρμισαι σὸν πόδα· λαβοῦ δʼ αὐτοῦ, τέκνον·

847ὡς πᾶσʼ ἀπήνη πούς τε πρεσβύτου φιλεῖ

848χειρὸς θυραίας ἀναμένειν κουφίσματα.

Τειρεσίας

849εἶἑν, πάρεσμεν· τί με καλεῖς σπουδῇ, Κρέον;

Κρέων

850οὔπω λελήσμεθʼ· ἀλλὰ σύλλεξαι σθένος

851καὶ πνεῦμʼ ἄθροισον, αἶπος ἐκβαλὼν ὁδοῦ.

Τειρεσίας

852κόπῳ παρεῖμαι γοῦν Ἐρεχθειδῶν ἄπο

853δεῦρʼ ἐκκομισθεὶς τῆς πάροιθεν ἡμέρας·

854κἀκεῖ γὰρ ἦν τις πόλεμος Εὐμόλπου δορός,

855οὗ καλλινίκους Κεκροπίδας ἔθηκʼ ἐγώ·

856καὶ τόνδε χρυσοῦν στέφανον, ὡς ὁρᾷς, ἔχω

857λαβὼν ἀπαρχὰς πολεμίων σκυλευμάτων.

Κρέων

858οἰωνὸν ἐθέμην καλλίνικα σὰ στέφη·

859ἐν γὰρ κλύδωνι κείμεθʼ, ὥσπερ οἶσθα σύ,

860δορὸς Δαναϊδῶν, καὶ μέγας Θήβαις ἀγών.

861βασιλεὺς μὲν οὖν βέβηκε κοσμηθεὶς ὅπλοις

862ἤδη πρὸς ἀλκὴν Ἐτεοκλῆς Μυκηνίδα·

863ἐμοὶ δʼ ἐπέσταλκʼ ἐκμαθεῖν σέθεν πάρα,

864τί δρῶντες ἂν μάλιστα σώσαιμεν πόλιν.

Τειρεσίας

865Ἐτεοκλέους μὲν οὕνεκʼ ἂν κλῄσας στόμα

866χρησμοὺς ἐπέσχον· σοὶ δʼ, ἐπεὶ χρῄζεις μαθεῖν,

867λέξω. νοσεῖ γὰρ ἥδε γῆ πάλαι, Κρέον,

868ἐξ οὗ ʼτεκνώθη Λάιος βίᾳ θεῶν

869πόσιν τʼ ἔφυσε μητρὶ μέλεον Οἰδίπουν·

870αἵ θʼ αἱματωποὶ δεργμάτων διαφθοραὶ

871θεῶν σόφισμα κἀπίδειξις Ἑλλάδι.

872ἃ συγκαλύψαι παῖδες Οἰδίπου χρόνῳ

873χρῄζοντες, ὡς δὴ θεοὺς ὑπεκδραμούμενοι,

874ἥμαρτον ἀμαθῶς· οὔτε γὰρ γέρα πατρὶ

875οὔτʼ ἔξοδον διδόντες, ἄνδρα δυστυχῆ

876ἐξηγρίωσαν· ἐκ δʼ ἔπνευσʼ αὐτοῖς ἀρὰς

877δεινάς, νοσῶν τε καὶ πρὸς ἠτιμασμένος.

878ἁγὼ τί οὐ δρῶν, ποῖα δʼ οὐ λέγων ἔπη

879ἐς ἔχθος ἦλθον παισὶ τοῖσιν Οἰδίπου;

880ἐγγὺς δὲ θάνατος αὐτόχειρ αὐτοῖς, Κρέον·

881πολλοὶ δὲ νεκροὶ περὶ νεκροῖς πεπτωκότες

882Ἀργεῖα καὶ Καδμεῖα μείξαντες βέλη

883πικροὺς γόους δώσουσι Θηβαίᾳ χθονί.

884σύ τʼ ὦ τάλαινα συγκατασκάπτῃ πόλι,

885εἰ μὴ λόγοισι τοῖς ἐμοῖς τὶς πείσεται.

886ἐκεῖνο μὲν γὰρ πρῶτον ἦν, τῶν Οἰδίπου

887μηδένα πολίτην μηδʼ ἄνακτʼ εἶναι χθονός,

888ὡς δαιμονῶντας κἀνατρέψοντας πόλιν.

889ἐπεὶ δὲ κρεῖσσον τὸ κακόν ἐστι τἀγαθοῦ,

890μίʼ ἔστιν ἄλλη μηχανὴ σωτηρίας.

891ἀλλʼ — οὐ γὰρ εἰπεῖν οὔτʼ ἐμοὶ τόδʼ ἀσφαλὲς

892πικρόν τε τοῖσι τὴν τύχην κεκτημένοις

893πόλει παρασχεῖν φάρμακον σωτηρίας —

894ἄπειμι. χαίρεθʼ· εἷς γὰρ ὢν πολλῶν μέτα

895τὸ μέλλον, εἰ χρή, πείσομαι· τί γὰρ πάθω;

Κρέων

896ἐπίσχες αὐτοῦ, πρέσβυ.

Τειρεσίας

896bμὴ ʼπιλαμβάνου.

Κρέων

897μεῖνον, τί φεύγεις;

Τειρεσίας

897bἡ τύχη σʼ, ἀλλʼ οὐκ ἐγώ.

Κρέων

898φράσον πολίταις καὶ πόλει σωτηρίαν.

Τειρεσίας

899βούλῃ σὺ μέντοι κοὐχὶ βουλήσῃ τάχα.

Κρέων

900καὶ πῶς πατρῴαν γαῖαν οὐ σῷσαι θέλω;

Τειρεσίας

901θέλεις ἀκοῦσαι δῆτα καὶ σπουδὴν ἔχεις;

Κρέων

902ἐς γὰρ τί μᾶλλον δεῖ προθυμίαν ἔχειν;

Τειρεσίας

903κλύοις ἂν ἤδη τῶν ἐμῶν θεσπισμάτων.

904πρῶτον δʼ ἐκεῖνο βούλομαι σαφῶς μαθεῖν,

905ποῦ ʼστιν Μενοικεύς, ὅς με δεῦρʼ ἐπήγαγεν;

Κρέων

906ὅδʼ οὐ μακρὰν ἄπεστι, πλησίον δὲ σοῦ.

Τειρεσίας

907ἀπελθέτω νυν θεσφάτων ἐμῶν ἑκάς.

Κρέων

908ἐμὸς πεφυκὼς παῖς ἃ δεῖ σιγήσεται.

Τειρεσίας

909βούλῃ παρόντος δῆτά σοι τούτου φράσω;

Κρέων

910κλύων γὰρ ἂν τέρποιτο τῆς σωτηρίας.

Τειρεσίας

911ἄκουε δή νυν θεσφάτων ἐμῶν ὁδόν·

912ἃ δρῶντες ἂν σώσαιτε Καδμείων πόλιν

913σφάξαι Μενοικέα τόνδε δεῖ σʼ ὑπὲρ πάτρας,

914σὸν παῖδʼ, ἐπειδὴ τὴν τύχην αὐτὸς καλεῖς.

Κρέων

915τί φῄς; τίνʼ εἶπας τόνδε μῦθον, ὦ γέρον;

Τειρεσίας

916ἅπερ πέφυκε, ταῦτα κἀνάγκη σὲ δρᾶν.

Κρέων

917ὦ πολλὰ λέξας ἐν βραχεῖ χρόνῳ κακά.

Τειρεσίας

918σοί γʼ, ἀλλὰ πατρίδι μεγάλα καὶ σωτήρια.

Κρέων

919οὐκ ἔκλυον, οὐκ ἤκουσα· χαιρέτω πόλις.

Τειρεσίας

920ἁνὴρ ὅδʼ οὐκέθʼ αὑτός· ἐκνεύει πάλιν.

Κρέων

921χαίρων ἴθʼ· οὐ γὰρ σῶν με δεῖ μαντευμάτων.

Τειρεσίας

922ἀπόλωλεν ἡ ἀλήθειʼ, ἐπεὶ σὺ δυστυχεῖς;

Κρέων

923ὦ πρός σε γονάτων καὶ γερασμίου τριχὸς —

Τειρεσίας

924τί προσπίτνεις με; δυσφύλακτʼ αἰτῇ κακά.

Κρέων

925σίγα· πόλει δὲ τούσδε μὴ λέξῃς λόγους.

Τειρεσίας

926ἀδικεῖν κελεύεις μʼ· οὐ σιωπήσαιμεν ἄν.

Κρέων

927τί δή με δράσεις; παῖδά μου…

Τειρεσίας

928

The complete text is available when the reading interface loads.