Ὀρέστης
Author namesEuripide · Euripides · Ευριπιδης
- Scientific editors
- Gilbert Murray
- Edition reference
- Euripidis Fabulae · Oxford · Clarendon Press · 1913
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg016.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 1
Ἠλέκτρα
1Οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδʼ εἰπεῖν ἔπος
2οὐδὲ πάθος οὐδὲ ξυμφορὰ θεήλατος,
3ἧς οὐκ ἂν ἄραιτʼ ἄχθος ἀνθρώπου φύσις.
4ὁ γὰρ μακάριος — κοὐκ ὀνειδίζω τύχας —
5Διὸς πεφυκώς, ὡς λέγουσι, Τάνταλος
6κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον
7ἀέρι ποτᾶται· καὶ τίνει ταύτην δίκην,
8ὡς μὲν λέγουσιν, ὅτι θεοῖς ἄνθρωπος ὢν
9κοινῆς τραπέζης ἀξίωμʼ ἔχων ἴσον,
10ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον.
11οὗτος φυτεύει Πέλοπα, τοῦ δʼ Ἀτρεὺς ἔφυ,
12ᾧ στέμματα ξήνασʼ ἐπέκλωσεν θεὰ
13ἔριν, Θυέστῃ πόλεμον ὄντι συγγόνῳ
14θέσθαι. τί τἄρρητʼ ἀναμετρήσασθαί με δεῖ;
15ἔδαισε δʼ οὖν νιν τέκνʼ ἀποκτείνας Ἀτρεύς.
16Ἀτρέως δέ· τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας·
17ὁ κλεινός, εἰ δὴ κλεινός, Ἀγαμέμνων ἔφυ
18Μενέλεώς τε Κρήσσης μητρὸς Ἀερόπης ἄπο.
19γαμεῖ δʼ ὃ μὲν δὴ τὴν θεοῖς στυγουμένην
20Μενέλαος Ἑλένην, ὃ δὲ Κλυταιμήστρας λέχος
21ἐπίσημον εἰς Ἕλληνας Ἀγαμέμνων ἄναξ·
22ᾧ παρθένοι μὲν τρεῖς ἔφυμεν ἐκ μιᾶς,
23Χρυσόθεμις Ἰφιγένειά τʼ Ἠλέκτρα τʼ ἐγώ,
24ἄρσην δʼ Ὀρέστης, μητρὸς ἀνοσιωτάτης,
25ἣ πόσιν ἀπείρῳ περιβαλοῦσʼ ὑφάσματι
26ἔκτεινεν· ὧν δʼ ἕκατι, παρθένῳ λέγειν
27οὐ καλόν· ἐῶ τοῦτʼ ἀσαφὲς ἐν κοινῷ σκοπεῖν.
28Φοίβου δʼ ἀδικίαν μὲν τί δεῖ κατηγορεῖν;
29πείθει δʼ Ὀρέστην μητέρʼ ἥ σφʼ ἐγείνατο
30κτεῖναι, πρὸς οὐχ ἅπαντας εὔκλειαν φέρον.
31ὅμως δʼ ἀπέκτεινʼ οὐκ ἀπειθήσας θεῷ·
32κἀγὼ μετέσχον, οἷα δὴ γυνή, φόνου.
33Πυλάδης θʼ, ὃς ἡμῖν συγκατείργασται τάδε.
34ἐντεῦθεν ἀγρίᾳ συντακεὶς νόσῳ νοσεῖ
35τλήμων Ὀρέστης ὅδε πεσὼν ἐν δεμνίοις
36κεῖται, τὸ μητρὸς δʼ αἷμά νιν τροχηλατεῖ
37μανίαισιν· ὀνομάζειν γὰρ αἰδοῦμαι θεὰς
38εὐμενίδας, αἳ τόνδʼ ἐξαμιλλῶνται φόβῳ.
39ἕκτον δὲ δὴ τόδʼ ἦμαρ ἐξ ὅτου σφαγαῖς
40θανοῦσα μήτηρ πυρὶ καθήγνισται δέμας,
41ὧν οὔτε σῖτα διὰ δέρης ἐδέξατο,
42οὐ λούτρʼ ἔδωκε χρωτί· χλανιδίων δʼ ἔσω
43κρυφθείς, ὅταν μὲν σῶμα κουφισθῇ νόσου,
44ἔμφρων δακρύει, ποτὲ δὲ δεμνίων ἄπο
45πηδᾷ δρομαῖος, πῶλος ὣς ὑπὸ ζυγοῦ.
46ἔδοξε δʼ Ἄργει τῷδε μήθʼ ἡμᾶς στέγαις,
47μὴ πυρὶ δέχεσθαι, μήτε προσφωνεῖν τινα
48μητροκτονοῦντας· κυρία δʼ ἥδʼ ἡμέρα,
49ἐν ᾗ διοίσει ψῆφον Ἀργείων πόλις,
50εἰ χρὴ θανεῖν νὼ λευσίμῳ πετρώματι.
51ἢ φάσγανον θήξαντʼ ἐπʼ αὐχένος βαλεῖν.
52ἐλπίδα δὲ δή τινʼ ἔχομεν ὥστε μὴ θανεῖν·
53ἥκει γὰρ ἐς γῆν Μενέλεως Τροίας ἄπο,
54λιμένα δὲ Ναυπλίειον ἐκπληρῶν πλάτῃ
55ἀκταῖσιν ὁρμεῖ, δαρὸν ἐκ Τροίας χρόνον
56ἄλαισι πλαγχθείς· τὴν δὲ δὴ πολύστονον
57Ἑλένην, φυλάξας νύκτα, μή τις εἰσιδὼν
58μεθʼ ἡμέραν στείχουσαν, ὧν ὑπʼ Ἰλίῳ
59παῖδες τεθνᾶσιν, ἐς πέτρων ἔλθῃ βολάς,
60προύπεμψεν ἐς δῶμʼ ἡμέτερον· ἔστιν δʼ ἔσω
61κλαίουσʼ ἀδελφὴν συμφοράν τε δωμάτων.
62ἔχει δὲ δή τινʼ ἀλγέων παραψυχήν·
63ἣν γὰρ κατʼ οἴκους ἔλιφʼ, ὅτʼ ἐς Τροίαν ἔπλει,
64παρθένον ἐμῇ τε μητρὶ παρέδωκεν τρέφειν
65Μενέλαος ἀγαγὼν Ἑρμιόνην Σπάρτης ἄπο,
66ταύτῃ γέγηθε κἀπιλήθεται κακῶν.
67βλέπω δὲ πᾶσαν εἰς ὁδόν, πότʼ ὄψομαι
68Μενέλαον ἥκονθʼ· ὡς τά γʼ ἄλλʼ ἐπʼ ἀσθενοῦς
69ῥώμης ὀχούμεθʼ, ἤν τι μὴ κείνου πάρα
70σωθῶμεν. ἄπορον χρῆμα δυστυχῶν δόμος.
Ἑλένη
71ὦ παῖ Κλυταιμήστρας τε καὶ Ἀγαμέμνονος,
72παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου,
73πῶς, ὦ τάλαινα, σύ τε κασίγνητός τε σὸς
74τλήμων Ὀρέστης μητρὸς ὅδε φονεὺς ἔχει;
75προσφθέγμασιν γὰρ οὐ μιαίνομαι σέθεν,
76ἐς Φοῖβον ἀναφέρουσα τὴν ἁμαρτίαν.
77καίτοι στένω γε τὸν Κλυταιμήστρας μόρον,
78ἐμῆς ἀδελφῆς, ἥν, ἐπεὶ πρὸς Ἴλιον
79ἔπλευσʼ ὅπως ἔπλευσα θεομανεῖ πότμῳ,
80οὐκ εἶδον, ἀπολειφθεῖσα δʼ αἰάζω τύχας.
Ἠλέκτρα
81Ἑλένη, τί σοι λέγοιμʼ ἂν ἅ γε παροῦσʼ ὁρᾷς;
82ἐν συμφοραῖσι τὸν Ἀγαμέμνονος δόμον
83ἐγὼ μὲν ἄυπνος πάρεδρος ἀθλίῳ νεκρῷ
84— νεκρὸς γὰρ οὗτος οὕνεκα σμικρᾶς πνοῆς —
85θάσσω· τὰ τούτου δʼ οὐκ ὀνειδίζω κακά.
86σὺ δʼ εἶ μακαρία μακάριός θʼ ὁ σὸς πόσις.
87ἥκετον ἐφʼ ἡμᾶς ἀθλίως πεπραγότας
Ἑλένη
88πόσον χρόνον δʼ ἐν δεμνίοις πέπτωχʼ ὅδε;
Ἠλέκτρα
89ἐξ οὗπερ αἷμα γενέθλιον κατήνυσεν.
Ἑλένη
90ὢ μέλεος· ἡ τεκοῦσά θʼ, ὡς διώλετο.
Ἠλέκτρα
91οὕτως ἔχει τάδʼ, ὥστʼ ἀπείρηκεν κακοῖς.
Ἑλένη
92πρὸς θεῶν, πίθοιʼ ἂν δῆτά μοί τι, παρθένε;
Ἠλέκτρα
93ὡς ἄσχολός γε συγγόνου προσεδρίᾳ.
Ἑλένη
94βούλῃ τάφον μοι πρὸς κασιγνήτης μολεῖν;
Ἠλέκτρα
95μητρὸς κελεύεις τῆς ἐμῆς; τίνος χάριν;
Ἑλένη
96κόμης ἀπαρχὰς καὶ χοὰς φέρουσʼ ἐμάς.
Ἠλέκτρα
97σοὶ δʼ οὐχὶ θεμιτὸν πρὸς φίλων στείχειν τάφον;
Ἑλένη
98δεῖξαι γὰρ Ἀργείοισι σῶμʼ αἰσχύνομαι.
Ἠλέκτρα
99ὀψέ γε φρονεῖς εὖ, τότε λιποῦσʼ αἰσχρῶς δόμους.
Ἑλένη
100ὀρθῶς ἔλεξας, οὐ φίλως δʼ ἐμοὶ λέγεις.
Ἠλέκτρα
101αἰδὼς δὲ δὴ τίς σʼ ἐς Μυκηναίους ἔχει;
Ἑλένη
102δέδοικα πατέρας τῶν ὑπʼ Ἰλίῳ νεκρῶν.
Ἠλέκτρα
103δεινὸν γάρ· Ἄργει τʼ ἀναβοᾷ διὰ στόμα.
Ἑλένη
104σύ νυν χάριν μοι τὸν φόβον λύσασα δός.
Ἠλέκτρα
105οὐκ ἂν δυναίμην μητρὸς ἐσβλέψαι τάφον.
Ἑλένη
106αἰσχρόν γε μέντοι προσπόλους φέρειν τάδε.
Ἠλέκτρα
107τί δʼ οὐχὶ θυγατρὸς Ἑρμιόνης πέμπεις δέμας;
Ἑλένη
108ἐς ὄχλον ἕρπειν παρθένοισιν οὐ καλόν.
Ἠλέκτρα
109καὶ μὴν τίνοι γʼ ἂν τῇ τεθνηκυίᾳ τροφάς.
Ἑλένη
110ὀρθῶς ἔλεξας, πείθομαί τέ σοι, κόρη.
111καὶ πέμψομέν γε θυγατέρʼ· εὖ γάρ τοι λέγεις.
112ὦ τέκνον, ἔξελθʼ, Ἑρμιόνη, δόμων πάρος
113καὶ λαβὲ χοὰς τάσδʼ ἐν χεροῖν κόμας τʼ ἐμάς·
114ἐλθοῦσα δʼ ἀμφὶ τὸν Κλυταιμήστρας τάφον
115μελίκρατʼ ἄφες γάλακτος οἰνωπόν τʼ ἄχνην,
116καὶ στᾶσʼ ἐπʼ ἄκρου χώματος λέξον τάδε·
117Ἑλένη σʼ ἀδελφὴ ταῖσδε δωρεῖται χοαῖς,
118φόβῳ προσελθεῖν μνῆμα σόν, ταρβοῦσά τε
119Ἀργεῖον ὄχλον. πρευμενῆ δʼ ἄνωγέ νιν
120ἐμοί τε καὶ σοὶ καὶ πόσει γνώμην ἔχειν
121τοῖν τʼ ἀθλίοιν τοῖνδʼ, οὓς ἀπώλεσεν θεός.
122ἃ δʼ εἰς ἀδελφὴν καιρὸς ἐκπονεῖν ἐμέ,
123ἅπανθʼ ὑπισχνοῦ νερτέρων δωρήματα.
124ἴθʼ, ὦ τέκνον μοι, σπεῦδε καὶ χοὰς τάφῳ
125δοῦσʼ ὡς τάχιστα τῆς πάλιν μέμνησʼ ὁδοῦ.
Ἠλέκτρα
126ὦ φύσις, ἐν ἀνθρώποισιν ὡς μέγʼ εἶ κακόν,
127σωτήριόν τε τοῖς καλῶς κεκτημένοις.
128εἴδετε παρʼ ἄκρας ὡς ἀπέθρισεν τρίχας,
129σῴζουσα κάλλος; ἔστι δʼ ἡ πάλαι γυνή.
130θεοί σε μισήσειαν, ὥς μʼ ἀπώλεσας
131καὶ τόνδε πᾶσάν θʼ Ἑλλάδα. ὦ τάλαινʼ ἐγώ·
132αἵδʼ αὖ πάρεισι τοῖς ἐμοῖς θρηνήμασι
133φίλαι ξυνῳδοί· τάχα μεταστήσουσʼ ὕπνου
134τόνδʼ ἡσυχάζοντʼ, ὄμμα δʼ ἐκτήξουσʼ ἐμὸν
135δακρύοις, ἀδελφὸν ὅταν ὁρῶ μεμηνότα.
136ὦ φίλταται γυναῖκες, ἡσύχῳ ποδὶ
137χωρεῖτε, μὴ ψοφεῖτε, μηδʼ ἔστω κτύπος.
138φιλία γὰρ ἡ σὴ πρευμενὴς μέν, ἀλλʼ ἐμοὶ
139τόνδʼ ἐξεγεῖραι συμφορὰ γενήσεται.
Choral 2
Strophe 1
Χορός
140σῖγα σῖγα, λεπτὸν ἴχνος ἀρβύλης
141τίθετε, μὴ κτυπεῖτʼ.
Ἠλέκτρα
142ἀποπρὸ βᾶτʼ ἐκεῖσʼ, ἀποπρό μοι κοίτας.
Χορός
143ἰδού, πείθομαι.
Ἠλέκτρα
145ἆ ἆ σύριγγος ὅπως πνοὰ
146λεπτοῦ δόνακος, ὦ φίλα, φώνει μοι.
Χορός
147ἴδʼ, ἀτρεμαῖον ὡς ὑπόροφον φέρω
148βοάν.
Ἠλέκτρα
148bναί, οὕτως·
149κάταγε κάταγε, πρόσιθʼ ἀτρέμας, ἀτρέμας ἴθι·
150λόγον ἀπόδος ἐφʼ ὅ τι χρέος ἐμόλετέ ποτε.
151χρόνια γὰρ πεσὼν ὅδʼ εὐνάζεται.
Antistrophe 1
Χορός
153πῶς ἔχει; λόγου μετάδος, ὦ φίλα·
154τίνα τύχαν εἴπω; τίνα δὲ συμφοράν;
Ἠλέκτρα
155ἔτι μὲν ἐμπνέει, βραχὺ δʼ ἀναστένει.
Χορός
156τί φῄς; ὦ τάλας.
Ἠλέκτρα
158ὀλεῖς, εἰ βλέφαρα κινήσεις
159ὕπνου γλυκυτάταν φερομένῳ χάριν.
Χορός
160μέλεος ἐχθίστων θεόθεν ἐργμάτων,
161τάλας.
Ἠλέκτρα
162φεῦ μόχθων.
163ἄδικος ἄδικα τότʼ ἄρʼ ἔλακεν ἔλακεν, ἀπό-
164φονον ὅτʼ ἐπὶ τρίποδι Θέμιδος ἄρʼ ἐδίκασε
165φόνον ὁ Λοξίας ἐμᾶς ματέρος.
Strophe 2
Χορός
166ὁρᾷς; ἐν πέπλοισι κινεῖ δέμας.
Ἠλέκτρα
167σὺ γάρ νιν, ὦ τάλαινα,
168θωΰξασʼ ἔβαλες ἐξ ὕπνου.
Χορός
169εὕδειν μὲν οὖν ἔδοξα.
Ἠλέκτρα
170οὐκ ἀφʼ ἡμῶν, οὐκ ἀπʼ οἴκων
171πάλιν ἀνὰ πόδα σὸν εἱλίξεις
172μεθεμένα κτύπου;
Χορός
173ὑπνώσσει.
Ἠλέκτρα
173bλέγεις εὖ.
174πότνια, πότνια νύξ,
175ὑπνοδότειρα τῶν πολυπόνων βροτῶν,
178ἐρεβόθεν ἴθι, μόλε μόλε κατάπτερος
179τὸν Ἀγαμεμνόνιον ἐπὶ δόμον.
180ὑπὸ γὰρ ἀλγέων ὑπό τε συμφορᾶς
181διοιχόμεθʼ, οἰχόμεθα. κτύπον ἠγάγετʼ· οὐχὶ σῖγα
182σῖγα φυλασσομένα στόματος
185ἄνα κέλαδον ἀπὸ λέχεος ἥ-
186συχον ὕπνου χάριν παρέξεις, φίλα;
Antistrophe 2
Χορός
187θρόει τίς κακῶν τελευτὰ μένει.
Ἠλέκτρα
188θανεῖν θανεῖν, τί δʼ ἄλλο;
189οὐδὲ γὰρ πόθον ἔχει βορᾶς.
Χορός
190πρόδηλος ἆρʼ ὁ πότμος.
Ἠλέκτρα
191ἐξέθυσʼ ὁ Φοῖβος ἡμᾶς
192μέλεον ἀπόφονον αἷμα δοὺς
193πατροφόνου ματρός.
Χορός
194δίκᾳ μέν.
Ἠλέκτρα
194bκαλῶς δʼ οὔ.
195ἔκανες ἔθανες, ὦ
196τεκομένα με μᾶτερ, ἀπὸ δʼ ὤλεσας
197πατέρα τέκνα τε τάδε σέθεν ἀφʼ αἵματος·
200ὀλόμεθʼ ἰσονέκυες, ὀλόμεθα.
201σύ τε γὰρ ἐν νεκροῖς, τό τʼ ἐμὸν οἴχεται
204βίου τὸ πλέον μέρος ἐν στοναχαῖσί τε καὶ γόοισι
205δάκρυσί τʼ ἐννυχίοις, ἄγαμος
206ἐπὶ δʼ ἄτεκνος ἅτε βίοτον ἁ
207μέλεος ἐς τὸν αἰὲν ἕλκω χρόνον.
Episode 3
Χορός
208ὅρα παροῦσα, παρθένʼ Ἠλέκτρα, πέλας,
209μὴ κατθανών σε σύγγονος λέληθʼ ὅδε·
210οὐ γάρ μʼ ἀρέσκει τῷ λίαν παρειμένῳ.
Ὀρέστης
211ὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου,
212ὡς ἡδύ μοι προσῆλθες — ἐν δέοντί γε.
213ὦ πότνια Λήθη τῶν κακῶν, ὡς εἶ σοφὴ
214καὶ τοῖσι δυστυχοῦσιν εὐκταία θεός.
215πόθεν ποτʼ ἦλθον δεῦρο; πῶς δʼ ἀφικόμην;
216ἀμνημονῶ γάρ, τῶν πρὶν ἀπολειφθεὶς φρενῶν.
Ἠλέκτρα
217ὦ φίλταθʼ, ὥς μʼ ηὔφρανας εἰς ὕπνον πεσών.
218βούλῃ θίγω σου κἀνακουφίσω δέμας;
Ὀρέστης
219λαβοῦ λαβοῦ δῆτʼ, ἐκ δʼ ὄμορξον ἀθλίου
220στόματος ἀφρώδη πέλανον ὀμμάτων τʼ ἐμῶν.
Ἠλέκτρα
221ἰδού· τὸ δούλευμʼ ἡδύ, κοὐκ ἀναίνομαι
222ἀδέλφʼ ἀδελφῇ χειρὶ θεραπεύειν μέλη.
Ὀρέστης
223ὑπόβαλε πλευροῖς πλευρά, καὐχμώδη κόμην
224ἄφελε προσώπου· λεπτὰ γὰρ λεύσσω κόραις.
Ἠλέκτρα
225ὦ βοστρύχων πινῶδες ἄθλιον κάρα,
226ὡς ἠγρίωσαι διὰ μακρᾶς ἀλουσίας.
Ὀρέστης
227κλῖνόν μʼ ἐς εὐνὴν αὖθις· ὅταν ἀνῇ νόσος
228μανίας, ἄναρθρός εἰμι κἀσθενῶ μέλη.
Ἠλέκτρα
229ἰδού. φίλον τοι τῷ νοσοῦντι δέμνιον,
230ἀνιαρὸν ὂν τὸ κτῆμʼ, ἀναγκαῖον δʼ ὅμως.
Ὀρέστης
231αὖθίς μʼ ἐς ὀρθὸν στῆσον, ἀνακύκλει δέμας·
232δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο.
Ἠλέκτρα
233ἦ κἀπὶ γαίας ἁρμόσαι πόδας θέλεις,
234χρόνιον ἴχνος θείς; μεταβολὴ πάντων γλυκύ.
Ὀρέστης
235μάλιστα· δόξαν γὰρ τόδʼ ὑγιείας ἔχει.
236κρεῖσσον δὲ τὸ δοκεῖν, κἂν ἀληθείας ἀπῇ.
Ἠλέκτρα
237ἄκουε δὴ νῦν, ὦ κασίγνητον κάρα,
238ἕως ἐῶσιν εὖ φρονεῖν Ἐρινύες.
Ὀρέστης
239λέξεις τι καινόν· κεἰ μὲν εὖ, χάριν φέρεις·
240εἰ δʼ ἐς βλάβην τινʼ, ἅλις ἔχω τὸ δυστυχεῖν.
Ἠλέκτρα
241Μενέλαος ἥκει, σοῦ κασίγνητος πατρός,
242ἐν Ναυπλίᾳ δὲ σέλμαθʼ ὥρμισται νεῶν.
Ὀρέστης
243πῶς εἶπας; ἥκει φῶς ἐμοῖς καὶ σοῖς κακοῖς
244ἀνὴρ ὁμογενὴς καὶ χάριτας ἔχων πατρός;
Ἠλέκτρα
245ἥκει — τὸ πιστὸν τόδε λόγων ἐμῶν δέχου —
246Ἑλένην ἀγόμενος Τρωικῶν ἐκ τειχέων.
Ὀρέστης
247εἰ μόνος ἐσώθη, μᾶλλον ἂν ζηλωτὸς ἦν·
248εἰ δʼ ἄλοχον ἄγεται, κακὸν ἔχων ἥκει μέγα.
Ἠλέκτρα
249ἐπίσημον ἔτεκε Τυνδάρεως ἐς τὸν ψόγον
250γένος θυγατέρων δυσκλεές τʼ ἀνʼ Ἑλλάδα.
Ὀρέστης
251σύ νυν διάφερε τῶν κακῶν· ἔξεστι γάρ·
252καὶ μὴ μόνον λέγʼ, ἀλλὰ καὶ φρόνει τάδε.
Ἠλέκτρα
253οἴμοι, κασίγνητʼ, ὄμμα σὸν ταράσσεται,
254ταχὺς δὲ μετέθου λύσσαν, ἄρτι σωφρονῶν.
Ὀρέστης
255ὦ μῆτερ, ἱκετεύω σε, μὴ ʼπίσειέ μοι
256τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας.
257αὗται γὰρ αὗται πλησίον θρῴσκουσί μου.
Ἠλέκτρα
258μένʼ, ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις·
259ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφʼ εἰδέναι.
Ὀρέστης
260ὦ Φοῖβʼ, ἀποκτενοῦσί μʼ αἱ κυνώπιδες
261γοργῶπες, ἐνέρων ἱέρεαι, δειναὶ θεαί.
Ἠλέκτρα
262οὔτοι μεθήσω· χεῖρα δʼ ἐμπλέξασʼ ἐμὴν
263σχήσω σε πηδᾶν δυστυχῆ πηδήματα.
Ὀρέστης
264μέθες· μίʼ οὖσα τῶν ἐμῶν Ἐρινύων
265μέσον μʼ ὀχμάζεις, ὡς βάλῃς ἐς Τάρταρον.
Ἠλέκτρα
266οἲ ʼγὼ τάλαινα, τίνʼ ἐπικουρίαν λάβω,
267ἐπεὶ τὸ θεῖον δυσμενὲς κεκτήμεθα;
Ὀρέστης
268δὸς τόξα μοι κερουλκά, δῶρα Λοξίου,
269οἷς μʼ εἶπʼ Ἀπόλλων ἐξαμύνασθαι θεάς,
270εἴ μʼ ἐκφοβοῖεν μανιάσιν λυσσήμασιν.
271βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί,
272εἰ μὴ ʼξαμείψει χωρὶς ὀμμάτων ἐμῶν.
273οὐκ εἰσακούετʼ; οὐχ ὁρᾶθʼ ἑκηβόλων
274τόξων πτερωτὰς γλυφίδας ἐξορμωμένας;
274bἆ ἆ·
275τί δῆτα μέλλετʼ; ἐξακρίζετʼ αἰθέρα
276πτεροῖς· τὰ Φοίβου δʼ αἰτιᾶσθε θέσφατα.
276bἔα·
277τί χρῆμʼ ἀλύω, πνεῦμʼ ἀνεὶς ἐκ πλευμόνων;
278ποῖ ποῖ ποθʼ ἡλάμεσθα δεμνίων ἄπο;
279ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήνʼ ὁρῶ.
280σύγγονε, τί κλαίεις κρᾶτα θεῖσʼ ἔσω πέπλων;
281αἰσχύνομαί σε, μεταδιδοὺς πόνων ἐμῶν
282ὄχλον τε παρέχων παρθένῳ νόσοις ἐμαῖς.
283μὴ τῶν ἐμῶν ἕκατι συντήκου κακῶν·
284σὺ μὲν γὰρ ἐπένευσας τάδʼ, εἴργασται δʼ ἐμοὶ
285μητρῷον αἷμα· Λοξίᾳ δὲ μέμφομαι,
286ὅστις μʼ ἐπάρας ἔργον ἀνοσιώτατον,
287τοῖς μὲν λόγοις ηὔφρανε, τοῖς δʼ ἔργοισιν οὔ.
288οἶμαι δὲ πατέρα τὸν ἐμόν, εἰ κατʼ ὄμματα
289ἐξιστόρουν νιν, μητέρʼ εἰ κτεῖναι χρεών,
290πολλὰς γενείου τοῦδʼ ἂν ἐκτεῖναι λιτὰς
291μήποτε τεκούσης ἐς σφαγὰς ὦσαι ξίφος,
292εἰ μήτʼ ἐκεῖνος ἀναλαβεῖν ἔμελλε φῶς,
293ἐγώ θʼ ὁ τλήμων τοιάδʼ ἐκπλήσειν κακά.
294καὶ νῦν ἀνακάλυπτʼ, ὦ κασιγνήτη, κάρα,
295ἐκ δακρύων τʼ ἄπελθε, κεἰ μάλʼ ἀθλίως
296ἔχομεν. ὅταν δὲ τἄμʼ ἀθυμήσαντʼ ἴδῃς,
297σύ μου τὸ δεινὸν καὶ διαφθαρὲν φρενῶν
298ἴσχναινε παραμυθοῦ θʼ· ὅταν δὲ σὺ στένῃς,
299ἡμᾶς παρόντας χρή σε νουθετεῖν φίλα·
300ἐπικουρίαι γὰρ αἵδε τοῖς φίλοις καλαί.
301ἀλλʼ, ὦ τάλαινα, βᾶσα δωμάτων ἔσω
302ὕπνῳ τʼ ἄυπνον βλέφαρον ἐκταθεῖσα δός,
303σίτων τʼ ὄρεξαι λουτρά τʼ ἐπιβαλοῦ χροΐ.
304εἰ γὰρ προλείψεις ἢ προσεδρείᾳ νόσον
305κτήσῃ τινʼ, οἰχόμεσθα· σὲ γὰρ ἔχω μόνην
306ἐπίκουρον, ἄλλων, ὡς ὁρᾷς, ἔρημος ὤν.
Ἠλέκτρα
307οὐκ ἔστι· σὺν σοὶ καὶ θανεῖν αἱρήσομαι
308καὶ ζῆν· ἔχει γὰρ ταὐτόν· ἢν σὺ κατθάνῃς,
309γυνὴ τί δράσω; πῶς μόνη σωθήσομαι,
310ἀνάδελφος ἀπάτωρ ἄφιλος; εἰ δὲ σοὶ δοκεῖ,
311δρᾶν χρὴ τάδʼ. ἀλλὰ κλῖνον εἰς εὐνὴν δέμας,
312καὶ μὴ τὸ ταρβοῦν κἀκφοβοῦν σʼ ἐκ δεμνίων
313ἄγαν ἀποδέχου, μένε δʼ ἐπὶ στρωτοῦ λέχους.
314κἂν μὴ νοσῇς γάρ, ἀλλὰ δοξάζῃς νοσεῖν,
315κάματος βροτοῖσιν ἀπορία τε γίγνεται.
Choral 4
Strophe 1
Χορός
316αἰαῖ,
317δρομάδες ὦ πτεροφόροι
318ποτνιάδες θεαί,
319ἀβάκχευτον αἳ θίασον ἐλάχετʼ ἐν
320δάκρυσι καὶ γόοις,
321μελάγχρωτες εὐμενίδες, αἵτε τὸν
322ταναὸν αἰθέρʼ ἀμπάλλεσθʼ, αἵματος
323τινύμεναι δίκαν, τινύμεναι φόνον,
324καθικετεύομαι καθικετεύομαι,
325τὸν Ἀγαμέμνονος
326γόνον ἐάσατʼ ἐκλαθέσθαι λύσσας
327μανιάδος φοιταλέου. φεῦ μόχθων,
328οἵων, ὦ τάλας, ὀρεχθεὶς ἔρρεις,
329τρίποδος ἄπο φάτιν, ἃν ὁ Φοῖβος ἔλακε, δε-
330ξάμενος ἀνὰ δάπεδον,
331ἵνα μεσόμφαλοι λέγονται μυχοί.
Antistrophe 1
Χορός
332ἰὼ Ζεῦ,
333τίς ἔλεος, τίς ὅδʼ ἀγὼν
334φόνιος ἔρχεται,
335θοάζων σε τὸν μέλεον, ᾧ δάκρυα
336δάκρυσι συμβάλλει
337πορεύων τις ἐς δόμον ἀλαστόρων
338ματέρος αἷμα σᾶς, ὅ σʼ ἀναβακχεύει;
340ὁ μέγας ὄλβος οὐ μόνιμος ἐν βροτοῖς·
339κατολοφύρομαι κατολοφύρομαι.
341ἀνὰ δὲ λαῖφος ὥς
342τις ἀκάτου θοᾶς τινάξας δαίμων
343κατέκλυσεν δεινῶν πόνων ὡς πόντου
344λάβροις ὀλεθρίοισιν ἐν κύμασιν.
345τίνα γὰρ ἔτι πάρος οἶκον ἕτερον ἢ τὸν ἀπὸ
346θεογόνων γάμων,
347τὸν ἀπὸ Ταντάλου, σέβεσθαί με χρή;
Episode 5
Anapests 1
Χορός
348καὶ μὴν βασιλεὺς ὅδε δὴ στείχει,
349Μενέλαος ἄναξ, πολλῇ ἁβροσύνῃ
350δῆλος ὁρᾶσθαι
351τῶν Τανταλιδῶν ἐξ αἵματος ὤν.
352ὦ χιλιόναυν στρατὸν ὁρμήσας
353ἐς γῆν Ἀσίαν,
354χαῖρʼ, εὐτυχίᾳ δʼ αὐτὸς ὁμιλεῖς,
355θεόθεν πράξας ἅπερ ηὔχου.
Iambic 2
Μενέλαος
356ὦ δῶμα, τῇ μέν σʼ ἡδέως προσδέρκομαι
357Τροίαθεν ἐλθών, τῇ δʼ ἰδὼν καταστένω·
358κύκλῳ γὰρ εἱλιχθεῖσαν ἀθλίως κακοῖς
359οὐπώποτʼ ἄλλην μᾶλλον εἶδον ἑστίαν.
360Ἀγαμέμνονος μὲν γὰρ τύχας ἠπιστάμην
361καὶ θάνατον, οἵῳ πρὸς δάμαρτος ὤλετο,
362Μαλέᾳ προσίσχων πρῷραν· ἐκ δὲ κυμάτων
363ὁ ναυτίλοισι μάντις ἐξήγγειλέ μοι
364Νηρέως προφήτης Γλαῦκος, ἀψευδὴς θεός,
365ὅς μοι τόδʼ εἶπεν ἐμφανῶς κατασταθείς·
366Μενέλαε, κεῖται σὸς κασίγνητος θανών,
367λουτροῖσιν ἀλόχου περιπεσὼν πανυστάτοις.
368δακρύων δʼ ἔπλησεν ἐμέ τε καὶ ναύτας ἐμοὺς
369πολλῶν. ἐπεὶ δὲ Ναυπλίας ψαύω χθονός,
370ἤδη δάμαρτος ἐνθάδʼ ἐξορμωμένης,
371δοκῶν Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος
372φίλαισι χερσὶ περιβαλεῖν καὶ μητέρα,
373ὡς εὐτυχοῦντας, ἔκλυον ἁλιτύπων τινὸς
374τῆς Τυνδαρείας παιδὸς ἀνόσιον φόνον.
375καὶ νῦν ὅπου ʼστὶν εἴπατʼ, ὦ νεάνιδες,
376Ἀγαμέμνονος παῖς, ὃς τὰ δείνʼ ἔτλη κακά.
377βρέφος γὰρ ἦν τότʼ ἐν Κλυταιμήστρας χεροῖν,
378ὅτʼ ἐξέλειπον μέλαθρον ἐς Τροίαν ἰών,
379ὥστʼ οὐκ ἂν αὐτὸν γνωρίσαιμʼ ἂν εἰσιδών.
Ὀρέστης
380ὅδʼ εἴμʼ Ὀρέστης, Μενέλεως, ὃν ἱστορεῖς.
381ἑκὼν ἐγώ σοι τἀμὰ μηνύσω κακά.
382τῶν σῶν δὲ γονάτων πρωτόλεια θιγγάνω
383ἱκέτης, ἀφύλλου στόματος ἐξάπτων λιτάς·
384σῷσόν μʼ· ἀφῖξαι δʼ αὐτὸς ἐς καιρὸν κακῶν.
Μενέλαος
385ὦ θεοί, τί λεύσσω; τίνα δέδορκα νερτέρων;
Ὀρέστης
386εὖ γʼ εἶπας· οὐ γὰρ ζῶ κακοῖς, φάος δʼ ὁρῶ.
Μενέλαος
387ὡς ἠγρίωσαι πλόκαμον αὐχμηρόν, τάλας.
Ὀρέστης
388οὐχ ἡ πρόσοψίς μʼ, ἀλλὰ τἄργʼ αἰκίζεται.
Μενέλαος
389δεινὸν δὲ λεύσσεις ὀμμάτων ξηραῖς κόραις.
Ὀρέστης
390τὸ σῶμα φροῦδον· τὸ δʼ ὄνομʼ οὐ λέλοιπέ μοι.
Μενέλαος
391ὦ παρὰ λόγον μοι σὴ φανεῖσʼ ἀμορφία.
Ὀρέστης
392ὅδʼ εἰμὶ μητρὸς τῆς ταλαιπώρου φονεύς.
Μενέλαος
393ἤκουσα, φείδου δʼ· ὀλιγάκις λέγειν κακά.
Ὀρέστης
394φειδόμεθʼ· ὁ δαίμων δʼ ἐς ἐμὲ πλούσιος κακῶν.
Μενέλαος
395τί χρῆμα πάσχεις; τίς σʼ ἀπόλλυσιν νόσος;
Ὀρέστης
396ἡ σύνεσις, ὅτι σύνοιδα δείνʼ εἰργασμένος.
Μενέλαος
397πῶς φῄς; σοφόν τοι τὸ σαφές, οὐ τὸ μὴ σαφές.
Ὀρέστης
398λύπη μάλιστά γʼ ἡ διαφθείρουσά με —
Μενέλαος
399δεινὴ γὰρ ἡ θεός, ἀλλʼ ὅμως ἰάσιμος.
Ὀρέστης
400μανίαι τε, μητρὸς αἵματος τιμωρίαι.
Μενέλαος
401ἤρξω δὲ λύσσης πότε; τίς ἡμέρα τότʼ ἦν;
Ὀρέστης
402ἐν ᾗ τάλαιναν μητέρʼ ἐξώγκουν τάφῳ.
Μενέλαος
403πότερα κατʼ οἴκους ἢ προσεδρεύων πυρᾷ;
Ὀρέστης
404νυκτὸς φυλάσσων ὀστέων ἀναίρεσιν.
Μενέλαος
405παρῆν τις ἄλλος, ὃς σὸν ὤρθευεν δέμας;
Ὀρέστης
406Πυλάδης, ὁ συνδρῶν αἷμα καὶ μητρὸς φόνον.
Μενέλαος
407ἐκ φασμάτων δὲ τάδε νοσεῖς· ποίων ὕπο;
Ὀρέστης
408ἔδοξʼ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας.
Μενέλαος
409οἶδʼ ἃς ἔλεξας, ὀνομάσαι δʼ οὐ βούλομαι.
Ὀρέστης
410σεμναὶ γάρ· εὐπαίδευτα δʼ ἀπετρέπου λέγειν.
Μενέλαος
411αὗταί σε βακχεύουσι συγγενῆ φόνον;
Ὀρέστης
412οἴμοι διωγμῶν, οἷς ἐλαύνομαι τάλας.
Μενέλαος
413οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους.
Ὀρέστης
414ἀλλʼ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς.
Μενέλαος
415μὴ θάνατον εἴπῃς· τοῦτο μὲν γὰρ οὐ σοφόν.
Ὀρέστης
416Φοῖβος, κελεύσας μητρὸς ἐκπρᾶξαι φόνον.
Μενέλαος
417ἀμαθέστερός γʼ ὢν τοῦ καλοῦ καὶ τῆς δίκης.
Ὀρέστης
418δουλεύομεν θεοῖς, ὅ τι ποτʼ εἰσὶν οἱ θεοί.
Μενέλαος
419κᾆτʼ οὐκ ἀμύνει Λοξίας τοῖς σοῖς κακοῖς;
Ὀρέστης
420μέλλει· τὸ θεῖον δʼ ἐστὶ τοιοῦτον φύσει.
Μενέλαος
421πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί;
Ὀρέστης
422ἕκτον τόδʼ ἦμαρ· ἔτι πυρὰ θερμὴ τάφου.
Μενέλαος
423ὡς ταχὺ μετῆλθόν σʼ αἷμα μητέρος θεαί.
Ὀρέστης
424οὐ σοφός, ἀληθὴς δʼ ἐς φίλους ἔφυν φίλος.
Μενέλαος
425πατρὸς δὲ δή τι σʼ ὠφελεῖ τιμωρία;
Ὀρέστης
426οὔπω· τὸ μέλλον δʼ ἴσον ἀπραξίᾳ λέγω.
Μενέλαος
427τὰ πρὸς πόλιν δὲ πῶς ἔχεις δράσας τάδε;
Ὀρέστης
428μισούμεθʼ οὕτως ὥστε μὴ προσεννέπειν.
Μενέλαος
429οὐδʼ ἥγνισαι σὸν αἷμα κατὰ νόμον χεροῖν;
Ὀρέστης
430ἐκκλῄομαι γὰρ δωμάτων ὅποι μόλω.
Μενέλαος
431τίνες πολιτῶν ἐξαμιλλῶνταί σε γῆς;
Ὀρέστης
432Οἴαξ, τὸ Τροίας μῖσος ἀναφέρων πατρί.
Μενέλαος
433συνῆκα· Παλαμήδους σε τιμωρεῖ φόνου.
Ὀρέστης
434οὗ γʼ οὐ μετῆν μοι· διὰ τριῶν δʼ ἀπόλλυμαι.
Μενέλαος
435τίς δʼ ἄλλος; ἦ που τῶν ἀπʼ Αἰγίσθου φίλων;
Ὀρέστης
436οὗτοί μʼ ὑβρίζουσʼ, ὧν πόλις τὰ νῦν κλύει.
Μενέλαος
437Ἀγαμέμνονος δὲ σκῆπτρʼ ἐᾷ σʼ ἔχειν πόλις;
Ὀρέστης
438πῶς, οἵτινες ζῆν οὐκ ἐῶσʼ ἡμᾶς ἔτι;
Μενέλαος
439τί δρῶντες ὅ τι καὶ σαφὲς ἔχεις εἰπεῖν ἐμοί;
Ὀρέστης
440ψῆφος καθʼ ἡμῶν οἴσεται τῇδʼ ἡμέρᾳ.
Μενέλαος
441φεύγειν πόλιν τήνδʼ; ἢ θανεῖν ἢ μὴ θανεῖν;
Ὀρέστης
442θανεῖν ὑπʼ ἀστῶν λευσίμῳ πετρώματι.
Μενέλαος
443κᾆτʼ οὐχὶ φεύγεις γῆς ὑπερβαλὼν ὅρους;
Ὀρέστης
444κύκλῳ γὰρ εἱλισσόμεθα παγχάλκοις ὅπλοις.
Μενέλαος
445ἰδίᾳ πρὸς ἐχθρῶν ἢ πρὸς Ἀργείας χερός;
Ὀρέστης
446πάντων πρὸς ἀστῶν, ὡς θάνω· βραχὺς λόγος.
Μενέλαος
447ὦ μέλεος, ἥκεις συμφορᾶς ἐς τοὔσχατον.
Ὀρέστης
448ἐς σὲ ἐλπὶς ἡμὴ καταφυγὰς ἔχει κακῶν.
449ἀλλʼ ἀθλίως πράσσουσιν εὐτυχὴς μολὼν
450μετάδος φίλοισι σοῖσι σῆς εὐπραξίας,
451καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχε,
452ἀλλʼ ἀντιλάζου καὶ πόνων ἐν τῷ μέρει,
453χάριτας πατρῴας ἐκτίνων ἐς οὕς σε δεῖ.
454ὄνομα γάρ, ἔργον δʼ οὐκ ἔχουσιν οἱ φίλοι
455οἱ μὴ ʼπὶ ταῖσι συμφοραῖς ὄντες φίλοι.
Χορός
456καὶ μὴν γέροντι δεῦρʼ ἁμιλλᾶται ποδὶ
457ὁ Σπαρτιάτης Τυνδάρεως, μελάμπεπλος
458κουρᾷ τε θυγατρὸς πενθίμῳ κεκαρμένος.
Ὀρέστης
459ἀπωλόμην, Μενέλαε· Τυνδάρεως ὅδε
460στείχει πρὸς ἡμᾶς, οὗ μάλιστʼ αἰδώς μʼ ἔχει
461ἐς ὄμματʼ ἐλθεῖν τοῖσιν ἐξειργασμένοις.
462καὶ γάρ μʼ ἔθρεψε σμικρὸν ὄντα, πολλὰ δὲ
463φιλήματʼ ἐξέπλησε, τὸν Ἀγαμέμνονος
464παῖδʼ ἀγκάλαισι περιφέρων, Λήδα θʼ ἅμα,
465τιμῶντέ μʼ οὐδὲν ἧσσον ἢ Διοσκόρω·
466οἷς, ὦ τάλαινα καρδία ψυχή τʼ ἐμή,
467ἀπέδωκʼ ἀμοιβὰς οὐ καλάς. τίνα σκότον
468λάβω προσώπῳ; ποῖον ἐπίπροσθεν νέφος
469θῶμαι, γέροντος ὀμμάτων φεύγων κόρας;
Τυνδάρεως
470ποῦ ποῦ θυγατρὸς τῆς ἐμῆς ἴδω πόσιν,
471Μενέλαον; ἐπὶ γὰρ τῷ Κλυταιμήστρας τάφῳ
472χοὰς χεόμενος ἔκλυον ὡς ἐς Ναυπλίαν
473ἥκοι σὺν ἀλόχῳ πολυετὴς σεσῳσμένος.
474ἄγετέ με· πρὸς γὰρ δεξιὰν αὐτοῦ θέλω
475στὰς ἀσπάσασθαι, χρόνιος εἰσιδὼν φίλον.
Μενέλαος
476ὦ πρέσβυ, χαῖρε, Ζηνὸς ὁμόλεκτρον κάρα.
Τυνδάρεως
477ὦ χαῖρε καὶ σύ, Μενέλεως, κήδευμʼ ἐμόν.
478ἔα· τὸ μέλλον ὡς κακὸν τὸ μὴ εἰδέναι.
479ὁ μητροφόντης ὅδε πρὸ δωμάτων δράκων
480στίλβει νοσώδεις ἀστραπάς, στύγημʼ ἐμόν.
481Μενέλαε, προσφθέγγῃ νιν, ἀνόσιον κάρα;
Μενέλαος
482τί γάρ; φίλου μοι πατρός ἐστιν ἔκγονος.
Τυνδάρεως
483κείνου γὰρ ὅδε πέφυκε, τοιοῦτος γεγώς;
Μενέλαος
484πέφυκεν· εἰ δὲ δυστυχεῖ, τιμητέος.
Τυνδάρεως
485βεβαρβάρωσαι, χρόνιος ὢν ἐν βαρβάροις.
Μενέλαος
486Ἑλληνικόν τοι τὸν ὁμόθεν τιμᾶν ἀεί.
Τυνδάρεως
487καὶ τῶν νόμων γε μὴ πρότερον εἶναι θέλειν.
Μενέλαος
488πᾶν τοὐξ ἀνάγκης δοῦλόν ἐστʼ ἐν τοῖς σοφοῖς.
Τυνδάρεως
489κέκτησό νυν σὺ τοῦτʼ, ἐγὼ δʼ οὐ κτήσομαι.
Μενέλαος
490ὀργὴ γὰρ ἅμα σου καὶ τὸ γῆρας οὐ σοφόν.
Τυνδάρεως
491πρὸς τόνδʼ ἀγὼν τίς ἀσοφίας ἥκει πέρι;
492εἰ τὰ καλὰ πᾶσι φανερὰ καὶ τὰ μὴ καλά,
493τούτου τίς ἀνδρῶν ἐγένετʼ ἀσυνετώτερος,
494ὅστις τὸ μὲν δίκαιον οὐκ ἐσκέψατο
495οὐδʼ ἦλθεν ἐπὶ τὸν κοινὸν Ἑλλήνων νόμον;
496ἐπεὶ γὰρ ἐξέπνευσεν Ἀγαμέμνων βίον
497πληγεὶς θυγατρὸς τῆς ἐμῆς ὑπὲρ κάρα,
499αἴσχιστον ἔργον — οὐ γὰρ αἰνέσω ποτέ —
500χρῆν αὐτὸν ἐπιθεῖναι μὲν αἵματος δίκην,
501ὁσίαν διώκοντʼ, ἐκβαλεῖν τε δωμάτων
502μητέρα· τὸ σῶφρόν τʼ ἔλαβεν ἀντὶ συμφορᾶς
503καὶ τοῦ νόμου τʼ ἂν εἴχετʼ εὐσεβής τʼ ἂν ἦν.
504νῦν δʼ ἐς τὸν αὐτὸν δαίμονʼ ἦλθε μητέρι.
505κακὴν γὰρ αὐτὴν ἐνδίκως ἡγούμενος,
506αὐτὸς κακίων μητέρʼ ἐγένετο κτανών.
507ἐρήσομαι δέ, Μενέλεως, τοσόνδε σε·
508εἰ τόνδʼ ἀποκτείνειεν ὁμόλεκτρος γυνή,
509χὡ τοῦδε παῖς αὖ μητέρʼ ἀνταποκτενεῖ,
510κἄπειθʼ ὁ κείνου γενόμενος φόνῳ φόνον
511λύσει, πέρας δὴ ποῖ κακῶν προβήσεται;
512καλῶς ἔθεντο ταῦτα πατέρες οἱ πάλαι·
513ἐς ὀμμάτων μὲν ὄψιν οὐκ εἴων περᾶν
514οὐδʼ εἰς ἀπάντημʼ, ὅστις αἷμʼ ἔχων κυροῖ,
515φυγαῖσι δʼ ὁσιοῦν, ἀνταποκτείνειν δὲ μή.
516αἰεὶ γὰρ εἷς ἔμελλʼ ἐνέξεσθαι φόνῳ,
517τὸ λοίσθιον μίασμα λαμβάνων χεροῖν.
518ἐγὼ δὲ μισῶ μὲν γυναῖκας ἀνοσίους,
519πρώτην δὲ θυγατέρʼ, ἣ πόσιν κατέκτανεν·
520Ἑλένην τε, τὴν σὴν ἄλοχον, οὔποτʼ αἰνέσω
521οὐδʼ ἂν προσείποιμʼ· οὐδὲ σὲ ζηλῶ, κακῆς
522γυναικὸς ἐλθόνθʼ οὕνεκʼ ἐς Τροίας πέδον.
523ἀμυνῶ δʼ, ὅσονπερ δυνατός εἰμι, τῷ νόμῳ,
524τὸ θηριῶδες τοῦτο καὶ μιαιφόνον
525παύων, ὃ καὶ γῆν καὶ πόλεις ὄλλυσʼ ἀεί.
526ἐπεὶ τίνʼ εἶχες, ὦ τάλας, ψυχὴν τότε,
527ὅτʼ ἐξέβαλλε μαστὸν ἱκετεύουσά σε
528μήτηρ; ἐγὼ μὲν οὐκ ἰδὼν τἀκεῖ κακά,
529δακρύοις γέροντʼ ὀφθαλμὸν ἐκτήκω τάλας.
530ἓν δʼ οὖν λόγοισι τοῖς ἐμοῖς ὁμορροθεῖ·
531μισῇ γε πρὸς θεῶν καὶ τίνεις μητρὸς δίκας,
532μανίαις ἀλαίνων καὶ φόβοις. τί μαρτύρων
533ἄλλων ἀκούειν δεῖ μʼ, ἅ γʼ εἰσορᾶν πάρα;
534ὡς οὖν ἂν εἰδῇς, Μενέλεως, τοῖσιν θεοῖς
535μὴ πρᾶσσʼ ἐναντίʼ, ὠφελεῖν τοῦτον θέλων,
536ἔα δʼ ὑπʼ ἀστῶν καταφονευθῆναι πέτροις,
537ἢ μὴ ʼπίβαινε Σπαρτιάτιδος χθονός.
538θυγάτηρ δʼ ἐμὴ θανοῦσʼ ἔπραξεν ἔνδικα·
539ἀλλʼ οὐχὶ πρὸς τοῦτʼ εἰκὸς ἦν αὐτὴν θανεῖν.
540ἐγὼ δὲ τἄλλα μακάριος πέφυκʼ ἀνήρ,
541πλὴν ἐς θυγατέρας· τοῦτο δʼ οὐκ εὐδαιμονῶ.
Χορός
542ζηλωτὸς ὅστις εὐτύχησεν ἐς τέκνα
543καὶ μὴ ʼπισήμους συμφορὰς ἐκτήσατο.
Ὀρέστης
544ὦ γέρον, ἐγώ τοι πρὸς σὲ δειμαίνω λέγειν,
545ὅπου σὲ μέλλω σήν τε λυπήσειν φρένα.
546ἐγᾦδʼ, ἀνόσιός εἰμι μητέρα κτανών,
547ὅσιος δέ γʼ ἕτερον ὄνομα, τιμωρῶν πατρί.
548ἀπελθέτω δὴ τοῖς λόγοισιν ἐκποδὼν
549τὸ γῆρας ἡμῖν τὸ σόν, ὅ μʼ ἐκπλήσσει λόγου,
550καὶ καθʼ ὁδὸν εἶμι· νῦν δὲ σὴν ταρβῶ τρίχα.
551τί χρῆν με δρᾶσαι; δύο γὰρ ἀντίθες δυοῖν·
552πατὴρ μὲν ἐφύτευσέν με, σὴ δʼ ἔτικτε παῖς,
553τὸ σπέρμʼ ἄρουρα παραλαβοῦσʼ ἄλλου πάρα·
554ἄνευ δὲ πατρὸς τέκνον οὐκ εἴη ποτʼ ἄν.
555ἐλογισάμην οὖν τῷ γένους ἀρχηγέτῃ
556μᾶλλόν με φῦναι τῆς ὑποστάσης τροφάς.
557ἡ σὴ δὲ θυγάτηρ — μητέρʼ αἰδοῦμαι λέγειν —
558ἰδίοισιν ὑμεναίοισι κοὐχὶ σώφροσιν
559ἐς ἀνδρὸς ᾔει λέκτρʼ· ἐμαυτόν, ἢν λέγω
560κακῶς ἐκείνην, ἐξερῶ· λέξω δʼ ὅμως.
561Αἴγισθος ἦν ὁ κρυπτὸς ἐν δόμοις πόσις.
562τοῦτον κατέκτεινʼ, ἐπὶ δʼ ἔθυσα μητέρα,
563ἀνόσια μὲν δρῶν, ἀλλὰ τιμωρῶν πατρί.
564ἐφʼ οἷς δʼ ἀπειλεῖς ὡς πετρωθῆναί με χρή,
565ἄκουσον ὡς ἅπασαν Ἑλλάδʼ ὠφελῶ.
566εἰ γὰρ γυναῖκες ἐς τόδʼ ἥξουσιν θράσους,
567ἄνδρας φονεύειν, καταφυγὰς ποιούμεναι
568ἐς τέκνα, μαστοῖς τὸν ἔλεον θηρώμεναι,
569παρʼ οὐδὲν αὐταῖς ἦν ἂν ὀλλύναι πόσεις
570ἐπίκλημʼ ἐχούσαις ὅ τι τύχοι. δράσας δʼ ἐγὼ
571δείνʼ, ὡς σὺ κομπεῖς, τόνδʼ ἔπαυσα τὸν νόμον.
572μισῶν δὲ μητέρʼ ἐνδίκως ἀπώλεσα,
573ἥτις μεθʼ ὅπλων ἄνδρʼ ἀπόντʼ ἐκ δωμάτων
574πάσης ὑπὲρ γῆς Ἑλλάδος στρατηλάτην
575προύδωκε κοὐκ ἔσῳσʼ ἀκήρατον λέχος·
576ἐπεὶ δʼ ἁμαρτοῦσʼ ᾔσθετʼ, οὐχ αὑτῇ δίκην
577ἐπέθηκεν, ἀλλʼ, ὡς μὴ δίκην δοίη πόσει,
578ἐζημίωσε πατέρα κἀπέκτεινʼ ἐμόν.
579πρὸς θεῶν — ἐν οὐ καλῷ μὲν ἐμνήσθην θεῶν,
580φόνον δικάζων· εἰ δὲ δὴ τὰ μητέρος
581σιγῶν ἐπῄνουν, τί μʼ ἂν ἔδρασʼ ὁ κατθανών;
582οὐκ ἄν με μισῶν ἀνεχόρευʼ Ἐρινύσιν;
583ἢ μητρὶ μὲν πάρεισι σύμμαχοι θεαί,
584τῷ δʼ οὐ πάρεισι, μᾶλλον ἠδικημένῳ;
585σύ τοι φυτεύσας θυγατέρʼ, ὦ γέρον, κακὴν
586ἀπώλεσάς με· διὰ τὸ γὰρ κείνης θράσος
587πατρὸς στερηθεὶς ἐγενόμην μητροκτόνος.
588ὁρᾷς, Ὀδυσσέως ἄλοχον οὐ κατέκτανε
589Τηλέμαχος· οὐ γὰρ ἐπεγάμει πόσει πόσιν,
590μένει δʼ ἐν οἴκοις ὑγιὲς εὐνατήριον.
591ὁρᾷς δʼ Ἀπόλλωνʼ, ὃς μεσομφάλους ἕδρας
592ναίων βροτοῖσι στόμα νέμει σαφέστατον,
593ᾧ πειθόμεσθα πάνθʼ ὅσʼ ἂν κεῖνος λέγῃ·
594τούτῳ πιθόμενος τὴν τεκοῦσαν ἔκτανον.
595ἐκεῖνον ἡγεῖσθʼ ἀνόσιον καὶ κτείνετε·
596ἐκεῖνος ἥμαρτʼ, οὐκ ἐγώ. τί χρῆν με δρᾶν;
597ἢ οὐκ ἀξιόχρεως ὁ θεὸς ἀναφέροντί μοι
598μίασμα λῦσαι; ποῖ τις οὖν ἔτʼ ἂν φύγοι,
599εἰ μὴ ὁ κελεύσας ῥύσεταί με μὴ θανεῖν;
600ἀλλʼ ὡς μὲν οὐκ εὖ μὴ λέγʼ εἴργασται τάδε,
601ἡμῖν δὲ τοῖς δράσασιν οὐκ εὐδαιμόνως.
602γάμοι δʼ ὅσοις μὲν εὖ καθεστᾶσιν βροτῶν,
603μακάριος αἰών· οἷς δὲ μὴ πίπτουσιν εὖ,
604τά τʼ ἔνδον εἰσὶ τά τε θύραζε δυστυχεῖς.
Χορός
605αἰεὶ γυναῖκες ἐμποδὼν ταῖς συμφοραῖς
606ἔφυσαν ἀνδρῶν πρὸς τὸ δυστυχέστερον.
Τυνδάρεως
607ἐπεὶ θρασύνῃ κοὐχ ὑποστέλλῃ λόγῳ,
608οὕτω δʼ ἀμείβῃ μʼ ὥστε μʼ ἀλγῆσαι φρένα,
609μᾶλλόν μʼ ἀνάξεις ἐπὶ σὸν ἐξελθεῖν φόνον·
610καλὸν πάρεργον δʼ αὐτὸ θήσομαι πόνων
611ὧν εἵνεκʼ ἦλθον θυγατρὶ κοσμήσων τάφον.
612μολὼν γὰρ εἰς ἔκκλητον Ἀργείων ὄχλον
613ἑκοῦσαν οὐχ ἑκοῦσαν ἐπισείσω πόλιν
614σοὶ σῇ τʼ ἀδελφῇ, λεύσιμον δοῦναι δίκην.
615μᾶλλον δʼ ἐκείνη σοῦ θανεῖν ἐστʼ ἀξία,
616ἣ τῇ τεκούσῃ σʼ ἠγρίωσʼ, ἐς οὖς ἀεὶ
617πέμπουσα μύθους ἐπὶ τὸ δυσμενέστερον,
618ὀνείρατʼ ἀγγέλλουσα τὰ Ἀγαμέμνονος,
619καὶ τοῦθʼ — ὃ μισήσειαν — Αἰγίσθου λέχος —
620οἱ νέρτεροι θεοί· καὶ γὰρ ἐνθάδʼ ἦν πικρόν·
621ἕως ὑφῆψε δῶμʼ ἀνηφαίστῳ πυρί.
622Μενέλαε, σοὶ δὲ τάδε λέγω δράσω τε πρός·
623εἰ τοὐμὸν ἔχθος ἐναριθμῇ κῆδός τʼ ἐμόν,
624μὴ τῷδʼ ἀμύνειν φόνον ἐναντίον θεοῖς·
625ἔα δʼ ὑπʼ ἀστῶν καταφονευθῆναι πέτροις,
626ἢ μὴ ʼπίβαινε Σπαρτιάτιδος χθονός.
627τοσαῦτʼ ἀκούσας ἴσθι, μηδὲ δυσσεβεῖς
628ἕλῃ, παρώσας εὐσεβεστέρους φίλους·
629ἡμᾶς δʼ ἀπʼ οἴκων ἄγετε τῶνδε, πρόσπολοι.
Ὀρέστης
630στεῖχʼ, ὡς ἀθορύβως οὑπιὼν ἡμῖν λόγος
631πρὸς τόνδʼ ἵκηται, γῆρας ἀποφυγὼν τὸ σόν.
632Μενέλαε, ποῖ σὸν πόδʼ ἐπὶ συννοίᾳ κυκλεῖς,
633διπλῆς μερίμνης διπτύχους ἰὼν ὁδούς;
Μενέλαος
634ἔασον· ἐν ἐμαυτῷ τι συννοούμενος
635ὅποι τράπωμαι τῆς τύχης ἀμηχανῶ.
Ὀρέστης
636μή νυν πέραινε τὴν δόκησιν, ἀλλʼ ἐμοὺς
637λόγους ἀκούσας πρόσθε, βουλεύου τότε.
Μενέλαος
638λέγʼ· εὖ γὰρ εἶπας· ἔστι δʼ οὗ σιγὴ λόγου
639κρείσσων γένοιτʼ ἄν. ἔστι δʼ οὗ σιγῆς λόγος.
Ὀρέστης
640λέγοιμʼ ἂν ἤδη. τὰ μακρὰ τῶν σμικρῶν λόγων
641ἐπίπροσθέν ἐστι καὶ σαφῆ μᾶλλον κλύειν.
642ἐμοὶ σὺ τῶν σῶν, Μενέλεως, μηδὲν δίδου,
643ἃ δʼ ἔλαβες ἀπόδος πατρὸς ἐμοῦ λαβὼν πάρα.
644— οὐ χρήματʼ εἶπον· χρήματʼ, ἢν ψυχὴν ἐμὴν
645σῴσῃς, ἅπερ μοι φίλτατʼ ἐστὶ τῶν ἐμῶν. —
646ἀδικῶ· λαβεῖν χρή μʼ ἀντὶ τοῦδε τοῦ κακοῦ
647ἄδικόν τι παρὰ σοῦ· καὶ γὰρ Ἀγαμέμνων πατὴρ
648ἀδίκως ἀθροίσας Ἑλλάδʼ ἦλθʼ ὑπʼ Ἴλιον,
649οὐκ ἐξαμαρτὼν αὐτός, ἀλλʼ ἁμαρτίαν
650τῆς σῆς γυναικὸς ἀδικίαν τʼ ἰώμενος.
651ἓν μὲν τόδʼ ἡμῖν ἀνθʼ ἑνὸς δοῦναί σε χρή.
652ἀπέδοτο δʼ, ὡς χρὴ τοῖς φίλοισι τοὺς φίλους,
653τὸ σῶμʼ ἀληθῶς, σοὶ παρʼ ἀσπίδʼ ἐκπονῶν,
654ὅπως σὺ τὴν σὴν ἀπολάβοις ξυνάορον.
655ἀπότεισον οὖν μοι ταὐτὸ τοῦτʼ ἐκεῖ λαβών,
656μίαν πονήσας ἡμέραν, ἡμῶν ὕπερ
657σωτήριος στάς, μὴ δέκʼ ἐκπλήσας ἔτη.
658ἃ δʼ Αὐλὶς ἔλαβε σφάγιʼ ἐμῆς ὁμοσπόρου,
659ἐῶ σʼ ἔχειν ταῦθʼ· Ἑρμιόνην μὴ κτεῖνε σύ.
660δεῖ γὰρ σʼ ἐμοῦ πράσσοντος ὡς πράσσω τὰ νῦν
661πλέον φέρεσθαι, κἀμὲ συγγνώμην ἔχειν.
662ψυχὴν δʼ ἐμὴν δὸς τῷ ταλαιπώρῳ πατρὶ
663κἀμῆς ἀδελφῆς, παρθένου μακρὸν χρόνον·
664θανὼν γὰρ οἶκον ὀρφανὸν λείψω πατρός.
665ἐρεῖς· ἀδύνατον. αὐτὸ τοῦτο· τοὺς φίλους
666ἐν τοῖς κακοῖς χρὴ τοῖς φίλοισιν ὠφελεῖν·
667ὅταν δʼ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;
668ἀρκεῖ γὰρ αὐτὸς ὁ θεὸς ὠφελεῖν θέλων.
669φιλεῖν δάμαρτα πᾶσιν Ἕλλησιν δοκεῖς·
670κοὐχ ὑποτρέχων σε τοῦτο θωπείᾳ λέγω·
671ταύτης ἱκνοῦμαί σʼ — ὦ μέλεος ἐμῶν κακῶν,
672ἐς οἷον ἥκω. τί δέ; ταλαιπωρεῖν με δεῖ·
673ὑπὲρ γὰρ οἴκου παντὸς ἱκετεύω τάδε.
674ὦ πατρὸς ὅμαιμε θεῖε, τὸν κατὰ χθονὸς
675θανόντʼ ἀκούειν τάδε δόκει, ποτωμένην
676ψυχὴν ὑπὲρ σοῦ, καὶ λέγειν ἃ ἐγὼ λέγω,
677ταὔτʼ ἔς τε δάκρυα καὶ γόους καὶ συμφοράς.
678εἴρηκα κἀπῄτηκα τὴν σωτηρίαν,
679θηρῶν ὃ πάντες κοὐκ ἐγὼ ζητῶ μόνος.
Χορός
680κἀγώ σʼ ἱκνοῦμαι καὶ γυνή περ οὖσʼ ὅμως
681τοῖς δεομένοισιν ὠφελεῖν· οἷός τε δʼ εἶ.
Μενέλαος
682Ὀρέστʼ, ἐγώ τοι σὸν καταιδοῦμαι κάρα
683καὶ ξυμπονῆσαι σοῖς κακοῖσι βούλομαι·
684καὶ χρὴ γὰρ οὕτω τῶν ὁμαιμόνων κακὰ
685ξυνεκκομίζειν, δύναμιν ἢν διδῷ θεός,
686θνῄσκοντα καὶ κτείνοντα τοὺς ἐναντίους·
687τὸ δʼ αὖ δύνασθαι πρὸς θεῶν χρῄζω τυχεῖν.
688ἥκω γὰρ ἀνδρῶν συμμάχων κενὸν δόρυ
689ἔχων, πόνοισι μυρίοις ἀλώμενος,
690σμικρᾷ σὺν ἀλκῇ τῶν λελειμμένων φίλων.
691μάχῃ μὲν οὖν ἂν οὐχ ὑπερβαλοίμεθα
692Πελασγὸν Ἄργος· εἰ δὲ μαλθακοῖς λόγοις
693δυναίμεθʼ, ἐνταῦθʼ ἐλπίδος προσήκομεν.
694σμικροῖσι μὲν γὰρ μεγάλα πῶς ἕλοι τις ἄν;
695πόνοισιν; ἀμαθὲς καὶ τὸ βούλεσθαι τάδε.
696ὅταν γὰρ ἡβᾷ δῆμος εἰς ὀργὴν πεσών,
697ὅμοιον ὥστε πῦρ κατασβέσαι λάβρον·
698εἰ δʼ ἡσύχως τις αὑτὸν ἐντείνοντι μὲν
699χαλῶν ὑπείκοι καιρὸν εὐλαβούμενος,
700ἴσως ἂν ἐκπνεύσειεν· ἢν δʼ ἀνῇ πνοάς,
701τύχοις ἂν αὐτοῦ ῥᾳδίως ὅσον θέλεις.
702ἔνεστι δʼ οἶκτος, ἔνι δὲ καὶ θυμὸς μέγας,
703καραδοκοῦντι κτῆμα τιμιώτατον.
704ἐλθὼν δὲ Τυνδάρεών τέ σοι πειράσομαι
705πόλιν τε πεῖσαι τῷ λίαν χρῆσθαι καλῶς.
706καὶ ναῦς γὰρ ἐνταθεῖσα πρὸς βίαν ποδὶ
707ἔβαψεν, ἔστη δʼ αὖθις, ἢν χαλᾷ πόδα.
708μισεῖ γὰρ ὁ θεὸς τὰς ἄγαν προθυμίας,
709μισοῦσι δʼ ἀστοί· δεῖ δέ μʼ — οὐκ ἄλλως λέγω —
710σῴζειν σε σοφίᾳ, μὴ βίᾳ τῶν κρεισσόνων.
711ἀλκῇ δέ σʼ οὐκ ἄν, ᾗ σὺ δοξάζεις ἴσως,
712σῴσαιμʼ ἄν· οὐ γὰρ ῥᾴδιον λόγχῃ μιᾷ
713στῆσαι τροπαῖα τῶν κακῶν ἅ σοι πάρα.
714οὐ γάρ ποτʼ Ἄργους γαῖαν ἐς τὸ μαλθακὸν
715προσηγόμεσθα· νῦν δʼ ἀναγκαίως ἔχει.
716δούλοισιν εἶναι τοῖς σοφοῖσι τῆς τύχης
Ὀρέστης
717ὦ πλὴν γυναικὸς οὕνεκα στρατηλατεῖν
718τἄλλʼ οὐδέν, ὦ κάκιστε τιμωρεῖν φίλοις,
720φεύγεις ἀποστραφείς με, τὰ δʼ Ἀγαμέμνονος
721φροῦδʼ; ἄφιλος ἦσθʼ ἄρʼ, ὦ πάτερ, πράσσων κακῶς.
722οἴμοι, προδέδομαι, κοὐκέτʼ εἰσὶν ἐλπίδες,
723ὅποι τραπόμενος θάνατον Ἀργείων φύγω·
724οὗτος γὰρ ἦν μοι καταφυγὴ σωτηρίας.
725ἀλλʼ εἰσορῶ γὰρ τόνδε φίλτατον βροτῶν
726Πυλάδην δρόμῳ στείχοντα Φωκέων ἄπο,
727ἡδεῖαν ὄψιν· πιστὸς ἐν κακοῖς ἀνὴρ
728κρείσσων γαλήνης ναυτίλοισιν εἰσορᾶν.
Trochees 3
Πυλάδης
729θᾶσσον ᾗ με χρῆν προβαίνων ἱκόμην διʼ ἄστεως,
730σύλλογον πόλεως ἀκούσας, τὸν δʼ ἰδὼν αὐτὸς σαφῶς,
731ἐπὶ σὲ σύγγονόν τε τὴν σήν, ὡς κτενοῦντας αὐτίκα.
732τί τάδε; πῶς ἔχεις; τί πράσσεις, φίλταθʼ ἡλίκων ἐμοὶ
733καὶ φίλων καὶ συγγενείας; πάντα γὰρ τάδʼ εἶ σύ μοι.
Ὀρέστης
734οἰχόμεσθʼ, ὡς ἐν βραχεῖ σοι τἀμὰ δηλώσω κακά.
Πυλάδης
735συγκατασκάπτοις ἂν ἡμᾶς· κοινὰ γὰρ τὰ τῶν φίλων.
Ὀρέστης
736Μενέλεως κάκιστος ἐς ἐμὲ καὶ κασιγνήτην ἐμήν.
Πυλάδης
737εἰκότως, κακῆς γυναικὸς ἄνδρα γίγνεσθαι κακόν.
Ὀρέστης
738ὥσπερ οὐκ ἐλθὼν ἔμοιγε ταὐτὸν ἀπέδωκεν μολών.
Πυλάδης
739ἦ γάρ ἐστιν ὡς ἀληθῶς τήνδʼ ἀφιγμένος χθόνα;
Ὀρέστης
740χρόνιος· ἀλλʼ ὅμως τάχιστα κακὸς ἐφωράθη φίλοις.
Πυλάδης
741καὶ δάμαρτα τὴν κακίστην ναυστολῶν ἐλήλυθεν;
Ὀρέστης
742οὐκ ἐκεῖνος, ἀλλʼ ἐκείνη κεῖνον ἐνθάδʼ ἤγαγεν.
Πυλάδης
743ποῦ ʼστιν ἣ πλείστους Ἀχαιῶν ὤλεσεν γυνὴ μία;
Ὀρέστης
744ἐν δόμοις ἐμοῖσιν, εἰ δὴ τούσδʼ ἐμοὺς καλεῖν χρεών.
Πυλάδης
745σὺ δὲ τίνας λόγους ἔλεξας σοῦ κασιγνήτῳ πατρός;
Ὀρέστης
746μή μʼ ἰδεῖν θανόνθʼ ὑπʼ ἀστῶν καὶ κασιγνήτην ἐμήν.
Πυλάδης
747πρὸς θεῶν, τί πρὸς τάδʼ εἶπε; τόδε γὰρ εἰδέναι θέλω.
Ὀρέστης
748εὐλαβεῖθʼ, ὃ τοῖς φίλοισι δρῶσιν οἱ κακοὶ φίλοι.
Πυλάδης
749σκῆψιν ἐς ποίαν προβαίνων; τοῦτο πάντʼ ἔχω μαθών.
Ὀρέστης
750οὗτος ἦλθʼ, ὁ τὰς ἀρίστας θυγατέρας σπείρας πατήρ.
Πυλάδης
751Τυνδάρεων λέγεις· ἴσως σοι θυγατέρος θυμούμενος;
Ὀρέστης
752αἰσθάνῃ. τὸ τοῦδε κῆδος μᾶλλον εἵλετʼ ἢ πατρός.
Πυλάδης
753κοὐκ ἐτόλμησεν πόνων σῶν ἀντιλάζυσθαι παρών;
Ὀρέστης
754οὐ γὰρ αἰχμητὴς πέφυκεν, ἐν γυναιξὶ δʼ ἄλκιμος.
Πυλάδης
755ἐν κακοῖς ἄρʼ εἶ μεγίστοις· καί σʼ ἀναγκαῖον θανεῖν;
Ὀρέστης
756ψῆφον ἀμφʼ ἡμῶν πολίτας ἐπὶ φόνῳ θέσθαι χρεών.
Πυλάδης
757ἣ κρινεῖ τί χρῆμα; λέξον· διὰ φόβου γὰρ ἔρχομαι.
Ὀρέστης
758ἢ θανεῖν ἢ ζῆν· ὁ μῦθος οὐ μακρὸς μακρῶν πέρι.
Πυλάδης
759φεῦγέ νυν λιπὼν μέλαθρα σὺν κασιγνήτῃ σέθεν.
Ὀρέστης
760οὐχ ὁρᾷς; φυλασσόμεσθα φρουρίοισι πανταχῇ.
Πυλάδης
761εἶδον ἄστεως ἀγυιὰς τεύχεσιν πεφραγμένας.
Ὀρέστης
762ὡσπερεὶ πόλις πρὸς ἐχθρῶν σῶμα πυργηρούμεθα.
Πυλάδης
763κἀμὲ νῦν ἐροῦ τί πάσχω· καὶ γὰρ αὐτὸς οἴχομαι.
Ὀρέστης
764πρὸς τίνος; τοῦτʼ ἂν προσείη τοῖς ἐμοῖς κακοῖς κακόν.
Πυλάδης
765Στρόφιος ἤλασέν μʼ ἀπʼ οἴκων φυγάδα θυμωθεὶς πατήρ.
Ὀρέστης
766ἴδιον ἢ κοινὸν πολίταις ἐπιφέρων ἔγκλημά τι;
Πυλάδης
767ὅτι συνηράμην φόνον σοι μητρός, ἀνόσιον λέγων.
Ὀρέστης
768ὦ τάλας, ἔοικε καὶ σὲ τἀμὰ λυπήσειν κακά.
Πυλάδης
769οὐχὶ Μενέλεω τρόποισι χρώμεθʼ· οἰστέον τάδε.
Ὀρέστης
770οὐ φοβῇ μή σʼ Ἄργος ὥσπερ κἄμʼ ἀποκτεῖναι θέλῃ;
Πυλάδης
771οὐ προσήκομεν κολάζειν τοῖσδε, Φωκέων δὲ γῇ.
Ὀρέστης
772δεινὸν οἱ πολλοί, κακούργους ὅταν ἔχωσι προστάτας.
Πυλάδης
773ἀλλʼ ὅταν χρηστοὺς λάβωσι, χρηστὰ βουλεύουσʼ ἀεί.
Ὀρέστης
774εἶἑν. ἐς κοινὸν λέγειν χρή.
Πυλάδης
774bτίνος ἀναγκαίου πέρι;
Ὀρέστης
775εἰ λέγοιμʼ ἀστοῖσιν ἐλθὼν —
Πυλάδης
775bὡς ἔδρασας ἔνδικα;
Ὀρέστης
776πατρὶ τιμωρῶν ἐμαυτοῦ;
Πυλάδης
776bμὴ λάβωσί σʼ ἄσμενοι.
Ὀρέστης
777ἀλλʼ ὑποπτήξας σιωπῇ κατθάνω;
Πυλάδης
777bδειλὸν τόδε.
Ὀρέστης
778πῶς ἂν οὖν δρῴην;
Πυλάδης
778bἔχεις τινʼ, ἢν μένῃς, σωτηρίαν;
Ὀρέστης
779οὐκ ἔχω.
Πυλάδης
779bμολόντι δʼ ἐλπίς ἐστι σωθῆναι κακῶν;
Ὀρέστης
780εἰ τύχοι, γένοιτʼ ἄν.
Πυλάδης
780bοὐκοῦν τοῦτο κρεῖσσον ἢ μένειν.
Ὀρέστης
781ἀλλὰ δῆτʼ ἔλθω.
Πυλάδης
781bθανὼν γοῦν ὧδε κάλλιον θανῇ.
Ὀρέστης
783εὖ λέγεις· φεύγω τὸ δειλὸν τῇδε.
Πυλάδης
783bμᾶλλον ἢ μένων.
Ὀρέστης
782καὶ τὸ πρᾶγμά γʼ ἔνδικόν μοι.
Πυλάδης
782bτῷ Δοκεῖν εὔχου μόνον.
Ὀρέστης
784καί τις ἄν γέ μʼ οἰκτίσειε
Πυλάδης
784bμέγα γὰρ ἡ εὐγένειά σου.
Ὀρέστης
785θάνατον ἀσχάλλων πατρῷον.
Πυλάδης
785bπάντα ταῦτʼ ἐν ὄμμασιν.
Ὀρέστης
786ἰτέον, ὡς ἄνανδρον ἀκλεῶς κατθανεῖν.
Πυλάδης
786bαἰνῶ τάδε.
Ὀρέστης
787ἦ λέγωμεν οὖν ἀδελφῇ ταῦτʼ ἐμῇ;
Πυλάδης
787bμὴ πρὸς θεῶν.
Ὀρέστης
788δάκρυα γοῦν γένοιτʼ ἄν.
Πυλάδης
788bοὐκοῦν οὗτος οἰωνὸς μέγας.
Ὀρέστης
789δηλαδὴ σιγᾶν ἄμεινον.
Πυλάδης
789bτῷ χρόνῳ δὲ κερδανεῖς.
Ὀρέστης
790κεῖνό μοι μόνον πρόσαντες.
Πυλάδης
790bτί τόδε καινὸν αὖ λέγεις;
Ὀρέστης
791μὴ θεαί μʼ οἴστρῳ κατάσχωσι.
Πυλάδης
791bἀλλὰ κηδεύσω σʼ ἐγώ.
Ὀρέστης
792δυσχερὲς ψαύειν νοσοῦντος ἀνδρός.
Πυλάδης
792bοὐκ ἔμοιγε σοῦ.
Ὀρέστης
793εὐλαβοῦ λύσσης μετασχεῖν τῆς ἐμῆς.
Πυλάδης
793bτόδʼ οὖν ἴτω.
Ὀρέστης
794οὐκ ἄρʼ ὀκνήσεις;
Πυλάδης
794bὄκνος γὰρ τοῖς φίλοις κακὸν μέγα.
Ὀρέστης
795ἕρπε νυν οἴαξ ποδός μοι.
Πυλάδης
795bφίλα γʼ ἔχων κηδεύματα.
Ὀρέστης
796καί με πρὸς τύμβον πόρευσον πατρός.
Πυλάδης
796bὡς τί δὴ τόδε;
Ὀρέστης
797ὥς νιν ἱκετεύσω με σῶσαι.
Πυλάδης
797bτό γε δίκαιον ὧδʼ ἔχει.
Ὀρέστης
798μητέρος δὲ μηδʼ ἴδοιμι μνῆμα.
Πυλάδης
798bπολεμία γὰρ ἦν.
799ἀλλʼ ἔπειγʼ, ὡς μή σε πρόσθε ψῆφος Ἀργείων ἕλῃ,
800περιβαλὼν πλευροῖς ἐμοῖσι πλευρὰ νωχελῆ νόσῳ·
801ὡς ἐγὼ διʼ ἄστεώς σε, σμικρὰ φροντίζων ὄχλου,
802οὐδὲν αἰσχυνθεὶς ὀχήσω. ποῦ γὰρ ὢν δείξω φίλος,
803εἴ σε μὴ ʼν δειναῖσιν ὄντα συμφοραῖς ἐπαρκέσω;
Ὀρέστης
804τοῦτʼ ἐκεῖνο, κτᾶσθʼ ἑταίρους, μὴ τὸ συγγενὲς μόνον·
805ὡς ἀνὴρ ὅστις τρόποισι συντακῇ, θυραῖος ὢν
806μυρίων κρείσσων ὁμαίμων ἀνδρὶ κεκτῆσθαι φίλος.
Choral 6
Strophe 1
Χορός
807ὁ μέγας ὄλβος ἅ τʼ ἀρετὰ
808μέγα φρονοῦσʼ ἀνʼ Ἑλλάδα καὶ
809παρὰ Σιμουντίοις ὀχετοῖς
810πάλιν ἀνῆλθʼ ἐξ εὐτυχίας Ἀτρείδαις
811πάλαι παλαιᾶς ἀπὸ συμφορᾶς δόμων,
812ὁπότε χρυσείας ἔρις ἀρνὸς
813ἤλυθε Τανταλίδαις,
814οἰκτρότατα θοινάματα καὶ
815σφάγια γενναίων τεκέων·
816ὅθεν φόνῳ φόνος ἐξαμεί-
817βων διʼ αἵματος οὐ προλεί-
818πει δισσοῖσιν Ἀτρείδαις.
Antistrophe 1
Χορός
819τὸ καλὸν οὐ καλόν, τοκέων
820πυριγενεῖ τεμεῖν παλάμᾳ
821χρόα μελάνδετον δὲ φόνῳ
822ξίφος ἐς αὐγὰς ἀελίοιο δεῖξαι·
823τὸ δʼ εὖ κακουργεῖν ἀσέβεια ποικίλα
824κακοφρόνων τʼ ἀνδρῶν παράνοια.
825θανάτου γὰρ ἀμφὶ φόβῳ
826Τυνδαρὶς ἰάχησε τάλαι-
827να· Τέκνον, οὐ τολμᾷς ὅσια
828κτείνων σὰν ματέρα· μὴ πατρῴ-
829αν τιμῶν χάριν ἐξανά-
830ψῃ δύσκλειαν ἐς αἰεί.
Epode 3
Χορός
831τίς νόσος ἢ τίνα δάκρυα καὶ
832τίς ἔλεος μείζων κατὰ γᾶν
833ἢ ματροκτόνον αἷμα χειρὶ θέσθαι;
834οἷον ἔργον τελέσας
835βεβάκχευται μανίαις,
836Εὐμενίσι θήραμα, φόνον
837δρομάσι δινεύων βλεφάροις,
838Ἀγαμεμνόνιος παῖς.
839ὦ μέλεος, ματρὸς ὅτε
840χρυσεοπηνήτων φαρέων
841μαστὸν ὑπερτέλλοντʼ ἐσιδὼν
842σφάγιον ἔθετο ματέρα, πατρῴ-
843ων παθέων ἀμοιβάν.
Episode 7
Ἠλέκτρα
844γυναῖκες, ἦ που τῶνδʼ ἀφώρμηται δόμων
845τλήμων Ὀρέστης θεομανεῖ λύσσῃ δαμείς;
Χορός
846ἥκιστα· πρὸς δʼ Ἀργεῖον οἴχεται λεών,
847ψυχῆς ἀγῶνα τὸν προκείμενον πέρι
848δώσων, ἐν ᾧ ζῆν ἢ θανεῖν ὑμᾶς χρεών.
Ἠλέκτρα
849οἴμοι· τί χρῆμʼ ἔδρασε; τίς δʼ ἔπεισέ νιν;
Χορός
850Πυλάδης· ἔοικε δʼ οὐ μακρὰν ὅδʼ ἄγγελος
851λέξειν τὰ κεῖθεν σοῦ κασιγνήτου πέρι.
Ἄγγελος
852ὦ τλῆμον, ὦ δύστηνε τοῦ στρατηλάτου
853Ἀγαμέμνονος παῖ, πότνιʼ Ἠλέκτρα, λόγους
854ἄκουσον οὕς σοι δυστυχεῖς ἥκω φέρων.
Ἠλέκτρα
855αἰαῖ, διοιχόμεσθα· δῆλος εἶ λόγῳ.
856κακῶν γὰρ ἥκεις, ὡς ἔοικεν, ἄγγελος.
Ἄγγελος
857ψήφῳ Πελασγῶν σὸν κασίγνητον θανεῖν
858καὶ σέ, ὦ τάλαινʼ, ἔδοξε τῇδʼ ἐν ἡμέρᾳ.
Ἠλέκτρα
859οἴμοι· προσῆλθεν ἐλπίς, ἣν φοβουμένη
860πάλαι τὸ μέλλον ἐξετηκόμην γόοις.
861ἀτὰρ τίς ἁγών, τίνες ἐν Ἀργείοις λόγοι
862καθεῖλον ἡμᾶς κἀπεκύρωσαν θανεῖν;
863λέγʼ, ὦ γεραιέ· πότερα λευσίμῳ χερὶ
864ἢ διὰ σιδήρου πνεῦμʼ ἀπορρῆξαί με δεῖ,
865κοινὰς ἀδελφῷ συμφορὰς κεκτημένην;
Ἄγγελος
866ἐτύγχανον μὲν ἀγρόθεν πυλῶν ἔσω
867βαίνων, πυθέσθαι δεόμενος τά τʼ ἀμφὶ σοῦ
868τά τʼ ἀμφʼ Ὀρέστου· σῷ γὰρ εὔνοιαν πατρὶ
869ἀεί ποτʼ εἶχον, καί μʼ ἔφερβε σὸς δόμος
870πένητα μέν, χρῆσθαι δὲ γενναῖον φίλοις.
871ὁρῶ δʼ ὄχλον στείχοντα καὶ θάσσοντʼ ἄκραν,
872οὗ φασι πρῶτον Δαναὸν Αἰγύπτῳ δίκας
873διδόντʼ ἀθροῖσαι λαὸν ἐς κοινὰς ἕδρας.
874ἀστῶν δὲ δή τινʼ ἠρόμην ἄθροισμʼ ἰδών·
875Τί καινὸν Ἄργει; μῶν τι πολεμίων πάρα
876ἄγγελμʼ ἀνεπτέρωκε Δαναϊδῶν πόλιν;
877ὃ δʼ εἶπʼ· Ὀρέστην κεῖνον οὐχ ὁρᾷς πέλας
878στείχοντʼ, ἀγῶνα θανάσιμον δραμούμενον;
879ὁρῶ δʼ ἄελπτον φάσμʼ, ὃ μήποτʼ ὤφελον,
880Πυλάδην τε καὶ σὸν σύγγονον στείχονθʼ ὁμοῦ,
881τὸν μὲν κατηφῆ καὶ παρειμένον νόσῳ,
882τὸν δʼ ὥστʼ ἀδελφὸν ἴσα φίλῳ λυπούμενον,
883νόσημα κηδεύοντα παιδαγωγίᾳ.
884ἐπεὶ δὲ πλήρης ἐγένετʼ Ἀργείων ὄχλος,
885κῆρυξ…
886πό…
The complete text is available when the reading interface loads.