The Greek Library Author

Euripides

Ἰφιγένεια ἐν Αὐλίδι

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1913
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg018.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 1

Ἀγαμέμνων

49Ἐγένοντο Λήδᾳ Θεστιάδι τρεῖς παρθένοι,

50Φοίβη Κλυταιμήστρα τʼ, ἐμὴ ξυνάορος,

51Ἑλένη τε· ταύτης οἱ τὰ πρῶτʼ ὠλβισμένοι

52μνηστῆρες ἦλθον Ἑλλάδος νεανίαι.

53δειναὶ δʼ ἀπειλαὶ καὶ κατʼ ἀλλήλων φόνος

54ξυνίσταθʼ, ὅστις μὴ λάβοι τὴν παρθένον.

55τὸ πρᾶγμα δʼ ἀπόρως εἶχε Τυνδάρεῳ πατρί,

56δοῦναί τε μὴ δοῦναί τε, τῆς τύχης ὅπως

57ἅψαιτʼ ἄριστα. καί νιν εἰσῆλθεν τάδε·

58ὅρκους συνάψαι δεξιάς τε συμβαλεῖν

59μνηστῆρας ἀλλήλοισι καὶ διʼ ἐμπύρων

60σπονδὰς καθεῖναι κἀπαράσασθαι τάδε·

61ὅτου γυνὴ γένοιτο Τυνδαρὶς κόρη,

62τούτῳ ξυναμυνεῖν, εἴ τις ἐκ δόμων λαβὼν

63οἴχοιτο τόν τʼ ἔχοντʼ ἀπωθοίη λέχους,

64κἀπιστρατεύσειν καὶ κατασκάψειν πόλιν

65Ἕλληνʼ ὁμοίως βάρβαρόν θʼ ὅπλων μέτα.

66ἐπεὶ δʼ ἐπιστώθησαν — εὖ δέ πως γέρων

67ὑπῆλθεν αὐτοὺς Τυνδάρεως πυκνῇ φρενί —

68δίδωσʼ ἑλέσθαι θυγατρὶ μνηστήρων ἕνα,

69ὅτου πνοαὶ φέροιεν Ἀφροδίτης φίλαι.

70ἣ δʼ εἵλεθʼ, ὅς σφε μήποτʼ ὤφελεν λαβεῖν,

71Μενέλαον. ἐλθὼν δʼ ἐκ Φρυγῶν ὁ τὰς θεὰς

72κρίνων ὅδʼ, ὡς ὁ μῦθος Ἀργείων ἔχει,

73Λακεδαίμονʼ, ἀνθηρὸς μὲν εἱμάτων στολῇ

74χρυσῷ δὲ λαμπρός, βαρβάρῳ χλιδήματι,

75ἐρῶν ἐρῶσαν ᾤχετʼ ἐξαναρπάσας

76Ἑλένην πρὸς Ἴδης βούσταθμʼ, ἔκδημον λαβὼν

77Μενέλαον. ὃ δὲ καθʼ Ἑλλάδʼ οἰστρήσας δρόμῳ

78ὅρκους παλαιοὺς Τυνδάρεω μαρτύρεται,

79ὡς χρὴ βοηθεῖν τοῖσιν ἠδικημένοις.

80τοὐντεῦθεν οὖν Ἕλληνες ᾄξαντες δορί,

81τεύχη λαβόντες στενόπορʼ Αὐλίδος βάθρα

82ἥκουσι τῆσδε, ναυσὶν ἀσπίσιν θʼ ὁμοῦ

83ἵπποις τε πολλοῖς ἅρμασίν τʼ ἠσκημένοι.

84κἀμὲ στρατηγεῖν κἆτα Μενέλεω χάριν

85εἵλοντο, σύγγονόν γε. τἀξίωμα δὲ

86ἄλλος τις ὤφελʼ ἀντʼ ἐμοῦ λαβεῖν τόδε.

87ἠθροισμένου δὲ καὶ ξυνεστῶτος στρατοῦ

88ἥμεσθʼ ἀπλοίᾳ χρώμενοι κατʼ Αὐλίδα.

89Κάλχας δʼ ὁ μάντις ἀπορίᾳ κεχρημένοις

90ἀνεῖλεν Ἰφιγένειαν ἣν ἔσπειρʼ ἐγὼ

91Ἀρτέμιδι θῦσαι τῇ τόδʼ οἰκούσῃ πέδον,

92καὶ πλοῦν τʼ ἔσεσθαι καὶ κατασκαφὰς Φρυγῶν

93θύσασι, μὴ θύσασι δʼ οὐκ εἶναι τάδε.

94κλύων δʼ ἐγὼ ταῦτʼ, ὀρθίῳ κηρύγματι

95Ταλθύβιον εἶπον πάντʼ ἀφιέναι στρατόν,

96ὡς οὔποτʼ ἂν τλὰς θυγατέρα κτανεῖν ἐμήν.

97οὗ δή μʼ ἀδελφὸς πάντα προσφέρων λόγον

98ἔπεισε τλῆναι δεινά. κἀν δέλτου πτυχαῖς

99γράψας ἔπεμψα πρὸς δάμαρτα τὴν ἐμὴν

100πέμπειν Ἀχιλλεῖ θυγατέρʼ ὡς γαμουμένην,

101τό τʼ ἀξίωμα τἀνδρὸς ἐκγαυρούμενος,

102συμπλεῖν τʼ Ἀχαιοῖς οὕνεκʼ οὐ θέλοι λέγων,

103εἰ μὴ παρʼ ἡμῶν εἶσιν ἐς Φθίαν λέχος·

104πειθὼ γὰρ εἶχον τήνδε πρὸς δάμαρτʼ ἐμήν,

105ψευδῆ συνάψας ἀντὶ παρθένου γάμον.

106μόνοι δʼ Ἀχαιῶν ἴσμεν ὡς ἔχει τάδε

107Κάλχας Ὀδυσσεὺς Μενέλεώς θʼ. ἃ δʼ οὐ καλῶς

108ἔγνων τότʼ, αὖθις μεταγράφω καλῶς πάλιν

109ἐς τήνδε δέλτον, ἣν κατʼ εὐφρόνης σκιὰν

110λύοντα καὶ συνδοῦντά μʼ εἰσεῖδες, γέρον.

111ἀλλʼ εἶα χώρει τάσδʼ ἐπιστολὰς λαβὼν

112πρὸς Ἄργος. ἃ δὲ κέκευθε δέλτος ἐν πτυχαῖς,

113λόγῳ φράσω σοι πάντα τἀγγεγραμμένα·

114πιστὸς γὰρ ἀλόχῳ τοῖς τʼ ἐμοῖς δόμοισιν εἶ.

Anapests 1

Ἀγαμέμνων

1Ὦ πρέσβυ, δόμων τῶνδε πάροιθεν

1aστεῖχε.

Πρεσβύτης

2στείχω. τί δὲ καινουργεῖς,

3Ἀγάμεμνον ἄναξ;

Ἀγαμέμνων

3bσπεύσεις;

Πρεσβύτης

3cσπεύδω.

4μάλα τοι γῆρας τοὐμὸν ἄυπνον

5καὶ ἐπʼ ὀφθαλμοῖς ὀξὺ πάρεστιν.

Ἀγαμέμνων

6τίς ποτʼ ἄρʼ ἀστὴρ ὅδε πορθμεύει;

Πρεσβύτης

7Σείριος ἐγγὺς τῆς ἑπταπόρου

8Πλειάδος ᾄσσων ἔτι μεσσήρης.

Ἀγαμέμνων

9οὔκουν φθόγγος γʼ οὔτʼ ὀρνίθων

10οὔτε θαλάσσης· σιγαὶ δʼ ἀνέμων

11τόνδε κατʼ Εὔριπον ἔχουσιν.

Πρεσβύτης

12τί δὲ σὺ σκηνῆς ἐκτὸς ἀίσσεις,

13Ἀγάμεμνον ἄναξ;

14ἔτι δʼ ἡσυχία τῇδε κατʼ Αὖλιν

15καὶ ἀκίνητοι φυλακαὶ τειχέων.

16στείχωμεν ἔσω.

Ἀγαμέμνων

16bζηλῶ σέ, γέρον,

17ζηλῶ δʼ ἀνδρῶν ὃς ἀκίνδυνον

18βίον ἐξεπέρασʼ ἀγνὼς ἀκλεής·

19τοὺς δʼ ἐν τιμαῖς ἧσσον ζηλῶ.

Πρεσβύτης

20καὶ μὴν τὸ καλόν γʼ ἐνταῦθα βίου.

Ἀγαμέμνων

21τοῦτο δέ γʼ ἐστὶν τὸ καλὸν σφαλερόν,

22καὶ τὸ πρότιμον

23γλυκὺ μέν, λυπεῖ δὲ προσιστάμενον.

24τοτὲ μὲν τὰ θεῶν οὐκ ὀρθωθέντʼ

25ἀνέτρεψε βίον, τοτὲ δʼ ἀνθρώπων

26γνῶμαι πολλαὶ

27καὶ δυσάρεστοι διέκναισαν.

Πρεσβύτης

28οὐκ ἄγαμαι ταῦτʼ ἀνδρὸς ἀριστέως.

29οὐκ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς,

30Ἀγάμεμνον, Ἀτρεύς.

31δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι·

32θνητὸς γὰρ ἔφυς. κἂν μὴ σὺ θέλῃς,

33τὰ θεῶν οὕτω βουλόμενʼ ἔσται.

34σὺ δὲ λαμπτῆρος φάος ἀμπετάσας

35δέλτον τε γράφεις

36τήνδʼ ἣν πρὸ χερῶν ἔτι βαστάζεις,

37καὶ ταὐτὰ πάλιν γράμματα συγχεῖς

38καὶ σφραγίζεις λύεις τʼ ὀπίσω

39ῥίπτεις τε πέδῳ πεύκην, θαλερὸν

40κατὰ δάκρυ χέων,

41καὶ τῶν ἀπόρων οὐδενὸς ἐνδεῖς

42μὴ οὐ μαίνεσθαι.

43τί πονεῖς; τί νέον περὶ σοί, βασιλεῦ;

44φέρε κοίνωσον μῦθον ἐς ἡμᾶς.

45πρὸς δʼ ἄνδρʼ ἀγαθὸν πιστόν τε φράσεις·

46σῇ γάρ μʼ ἀλόχῳ τότε Τυνδάρεως

47πέμπει φερνὴν

48συννυμφοκόμον τε δίκαιον.

Ἀγαμέμνων

115πέμπω σοι πρὸς ταῖς πρόσθεν

116δέλτους, ὦ Λήδας ἔρνος—

Πρεσβύτης

117λέγε καὶ σήμαινʼ, ἵνα καὶ γλώσσῃ

118σύντονα τοῖς σοῖς γράμμασιν αὐδῶ.

Ἀγαμέμνων

119μὴ στέλλειν τὰν σὰν ἶνιν πρὸς

120τὰν κολπώδη πτέρυγʼ Εὐβοίας

121Αὖλιν ἀκλύσταν.

122εἰς ἄλλας ὥρας γὰρ δὴ

123παιδὸς δαίσομεν ὑμεναίους.

Πρεσβύτης

124καὶ πῶς Ἀχιλεὺς λέκτρων ἀπλακὼν

125οὐ μέγα φυσῶν θυμὸν ἐπαρεῖ

126σοὶ σῇ τʼ ἀλόχῳ;

127τόδε καὶ δεινόν· σήμαινʼ ὅ τι φῄς.

Ἀγαμέμνων

128ὄνομʼ, οὐκ ἔργον, παρέχων Ἀχιλεὺς

129οὐκ οἶδε γάμους, οὐδʼ ὅ τι πράσσομεν,

130οὐδʼ ὅτι κείνῳ παῖδʼ ἐπεφήμισα

131νυμφείους εἰς ἀγκώνων

132εὐνὰς ἐκδώσειν λέκτροις.

Πρεσβύτης

133δεινά γʼ ἐτόλμας, Ἀγάμεμνον ἄναξ,

134ὃς τῷ τῆς θεᾶς σὴν παῖδʼ ἄλοχον

135φατίσας ἦγες σφάγιον Δαναοῖς.

Ἀγαμέμνων

136οἴμοι, γνώμας ἐξέσταν,

137αἰαῖ, πίπτω δʼ εἰς ἄταν.

139ἀλλʼ ἴθʼ ἐρέσσων σὸν πόδα, γήρᾳ

140μηδὲν ὑπείκων.

Πρεσβύτης

140bσπεύδω, βασιλεῦ.

Ἀγαμέμνων

141μή νυν μήτʼ ἀλσώδεις ἵζου

142κρήνας μήθʼ ὕπνῳ θελχθῇς.

Πρεσβύτης

143εὔφημα θρόει.

Ἀγαμέμνων

144πάντῃ δὲ πόρον σχιστὸν ἀμείβων

145λεῦσσε, φυλάσσων μή τίς σε λάθῃ

146τροχαλοῖσιν ὄχοις παραμειψαμένη

147παῖδα κομίζουσʼ ἐνθάδʼ ἀπήνη

148Δαναῶν πρὸς ναῦς.

Πρεσβύτης

149ἔσται τάδε.

Ἀγαμέμνων

149bκλῄθρων δʼ ἐξόρμοις

150ἤν νιν πομπαῖς ἀντήσῃς,

151πάλιν εἰσόρμα, σεῖε χαλινούς,

152ἐπὶ Κυκλώπων ἱεὶς θυμέλας.

Πρεσβύτης

153πιστὸς δὲ φράσας τάδε πῶς ἔσομαι,

154λέγε, παιδὶ σέθεν τῇ σῇ τʼ ἀλόχῳ;

Ἀγαμέμνων

155σφραγῖδα φύλασσʼ ἣν ἐπὶ δέλτῳ

156τήνδε κομίζεις. ἴθι. λευκαίνει

157τόδε φῶς ἤδη λάμπουσʼ ἠὼς

158πῦρ τε τεθρίππων τῶν Ἀελίου·

160σύλλαβε μόχθων.

161θνητῶν δʼ ὄλβιος ἐς τέλος οὐδεὶς

162οὐδʼ εὐδαίμων·

163οὔπω γὰρ ἔφυ τις ἄλυπος.

Choral 2

Strophe 1

Χορός

164—ἔμολον ἀμφὶ παρακτίαν

165ψάμαθον Αὐλίδος ἐναλίας,

166Εὐρίπου διὰ χευμάτων

167κέλσασα στενοπόρθμων,

168Χαλκίδα πόλιν ἐμὰν προλιποῦσʼ,

169ἀγχιάλων ὑδάτων τροφὸν

170τᾶς κλεινᾶς Ἀρεθούσας,

171Ἀχαιῶν στρατιὰν ὡς ἐσιδοίμαν

172Ἀχαιῶν τε πλάτας ναυσιπόρους ἡ-

173μιθέων, οὓς ἐπὶ Τροίαν

174ἐλάταις χιλιόναυσιν

175τὸν ξανθὸν Μενέλαόν θʼ

176ἁμέτεροι πόσεις

177ἐνέπουσʼ Ἀγαμέμνονά τʼ εὐπατρίδαν

178στέλλειν ἐπὶ τὰν Ἑλέναν, ἀπʼ

179Εὐρώτα δονακοτρόφου

180Πάρις ὁ βουκόλος ἃν ἔλαβε

181δῶρον τᾶς Ἀφροδίτας,

182ὅτʼ ἐπὶ κρηναίαισι δρόσοις

183Ἥρᾳ Παλλάδι τʼ ἔριν ἔριν

184μορφᾶς ἁ Κύπρις ἔσχεν.

Antistrophe 1

Χορός

185—πολύθυτον δὲ διʼ ἄλσος Ἀρ-

186τέμιδος ἤλυθον ὀρομένα,

187φοινίσσουσα παρῇδʼ ἐμὰν

188αἰσχύνᾳ νεοθαλεῖ,

189ἀσπίδος ἔρυμα καὶ κλισίας

190ὁπλοφόρους Δαναῶν θέλουσʼ

191ἵππων τʼ ὄχλον ἰδέσθαι.

192κατεῖδον δὲ δύʼ Αἴαντε συνέδρω,

193τὸν Οἰλέως Τελαμῶνός τε γόνον, τὸν

194Σαλαμῖνος στέφανον· Πρω-

195τεσίλαόν τʼ ἐπὶ θάκοις

196πεσσῶν ἡδομένους μορ-

197φαῖσι πολυπλόκοις

198Παλαμήδεά θʼ, ὃν τέκε παῖς ὁ Ποσει-

199δᾶνος, Διομήδεά θʼ ἡδο-

200ναῖς δίσκου κεχαρημένον,

201παρὰ δὲ Μηριόνην, Ἄρεος

202ὄζον, θαῦμα βροτοῖσιν,

203τὸν ἀπὸ νησαίων τʼ ὀρέων

204Λαέρτα τόκον, ἅμα δὲ Νι-

205ρέα, κάλλιστον Ἀχαιῶν.

Mesode 3

Χορός

206—τὸν ἰσάνεμόν τε ποδοῖν

207λαιψηροδρόμον Ἀχιλῆα,

208τὸν ἁ Θέτις τέκε καὶ Χείρων

209ἐξεπόνησεν, εἶδον

210αἰγιαλοῖς παρά τε κροκάλαις

211δρόμον ἔχοντα σὺν ὅπλοις·

213ἅμιλλαν δʼ ἐπόνει ποδοῖν

214πρὸς ἅρμα τέτρωρον

215ἑλίσσων περὶ νίκας.

216ὁ δὲ διφρηλάτας ἐβοᾶτʼ,

217Εὔμηλος Φερητιάδας,

218ᾧ καλλίστους ἰδόμαν

219χρυσοδαιδάλτους στομίοις

220πώλους κέντρῳ θεινομένους,

221τοὺς μὲν μέσους ζυγίους

222λευκοστίκτῳ τριχὶ βαλιούς,

223τοὺς δʼ ἔξω σειροφόρους

224ἀντήρεις καμπαῖσι δρόμων,

225πυρσότριχας, μονόχαλα δʼ ὑπὸ σφυρὰ

226ποικιλοδέρμονας· οἷς παρεπάλλετο

229Πηλεΐδας σὺν ὅπλοισι παρʼ ἄντυγα καὶ σύ-

230ριγγας ἁρματείους.

Strophe 2

Χορός

231—ναῶν δʼ εἰς ἀριθμὸν ἤλυθον

232καὶ θέαν ἀθέσφατον,

233τὰν γυναικεῖον ὄψιν ὀμμάτων

234ὡς πλήσαιμι, μέλινον ἁδονάν.

235καὶ κέρας μὲν ἦν

236δεξιὸν πλάτας ἔχων

237Φθιώτας ὁ Μυρμιδὼν Ἄρης

238πεντήκοντα ναυσὶ θουρίαις.

239χρυσέαις δʼ εἰκόσιν κατʼ ἄκρα Νη-

240ρῇδες ἕστασαν θεαί,

241πρύμναις σῆμʼ Ἀχιλλείου στρατοῦ.

Antistrophe 2

Χορός

242—Ἀργείων δὲ ταῖσδʼ ἰσήρετμοι

243νᾶες ἕστασαν πέλας·

244ὧν ὁ Μηκιστέως στρατηλάτας

245παῖς ἦν, Ταλαὸς ὃν τρέφει πατήρ,

246Καπανέως τε παῖς

247Σθένελος· Ἀτθίδας δʼ ἄγων

248ἑξήκοντα ναῦς ὁ Θησέως

249παῖς ἑξῆς ἐναυλόχει, θεὰν

250Παλλάδʼ ἐν μωνύχοις ἔχων πτερω-

251τοῖσιν ἅρμασιν θετόν,

252εὔσημόν γε φάσμα ναυβάταις.

Strophe 3

Χορός

253Βοιωτῶν δʼ ὅπλισμα πόντιον

254πεντήκοντα νῆας εἰδόμαν

255σημείοισιν ἐστολισμένας·

256τοῖς δὲ Κάδμος ἦν

257χρύσεον δράκοντʼ ἔχων

258ἀμφὶ ναῶν κόρυμβα·

259Λήιτος δʼ ὁ γηγενὴς

260ἆρχε ναΐου στρατοῦ·

261Φωκίδος δʼ ἀπὸ χθονὸς

262Λοκρᾶς τε τοῖσδʼ ἴσας ἄγων

263ναῦς ἦλθʼ Οἰλέως τόκος κλυτὰν

264Θρονιάδʼ ἐκλιπὼν πόλιν.

Antistrophe 3

Χορός

265—Μυκήνας δὲ τᾶς Κυκλωπίας

266παῖς Ἀτρέως ἔπεμπε ναυβάτας

267ναῶν ἑκατὸν ἠθροϊσμένους·

268σὺν δʼ Ἄδραστος ἦν

269ταγός, ὡς φίλος φίλῳ,

270τᾶς φυγούσας μέλαθρα

271βαρβάρων χάριν γάμων

272πρᾶξιν Ἑλλὰς ὡς λάβοι.

273ἐκ Πύλου δὲ Νέστορος

274Γερηνίου κατειδόμαν

275πρύμνας σῆμα ταυρόπουν ὁρᾶν,

276τὸν πάροικον Ἀλφεόν.

Strophe 4

Χορός

277—Αἰνιάνων δὲ δωδεκάστολοι

278νᾶες ἦσαν, ὧν ἄναξ

279Γουνεὺς ἆρχε· τῶνδε δʼ αὖ πέλας

280Ἤλιδος δυνάστορες,

281οὓς Ἐπειοὺς ὠνόμαζε πᾶς λεώς·

282Εὔρυτος δʼ ἄνασσε τῶνδε,

283λευκήρετμον δʼ Ἄρη

284Τάφιον ἦγεν, ὧν Μέγης ἄνασσε,

285Φυλέως λόχευμα,

286τὰς Ἐχίνας λιπὼν

287νήσους ναυβάταις ἀπροσφόρους.

Antistrophe 4

Χορός

288—Αἴας δʼ ὁ Σαλαμῖνος ἔντροφος

290δεξιὸν κέρας πρὸς τὸ λαιὸν ξυνᾶγε,

291τῶν ἆσσον ὥρμει πλάταισιν

292ἐσχάταισι συμπλέκων

293δώδεκʼ εὐστροφωτάταισι ναυσίν. ὣς

294ἄιον καὶ ναυβάταν

295εἰδόμαν λεών·

296ᾧ τις εἰ προσαρμόσει

297βαρβάρους βάριδας,

298νόστον οὐκ ἀποίσεται,

299ἐνθάδʼ οἷον εἰδόμαν

300νάιον πόρευμα,

301τὰ δὲ κατʼ οἴκους κλύουσα συγκλήτου

302μνήμην σῴζομαι στρατεύματος.

Episode 3

Πρεσβύτης

303Μενέλαε, τολμᾷς δείνʼ, ἅ σʼ οὐ τολμᾶν χρεών.

Μενέλαος

304ἄπελθε· λίαν δεσπόταισι πιστὸς εἶ.

Πρεσβύτης

305καλόν γέ μοι τοὔνειδος ἐξωνείδισας.

Μενέλαος

306κλαίοις ἄν, εἰ πράσσοις ἃ μὴ πράσσειν σε δεῖ.

Πρεσβύτης

307οὐ χρῆν σε λῦσαι δέλτον, ἣν ἐγὼ ʼφερον.

Μενέλαος

308οὐδέ γε φέρειν σὲ πᾶσιν Ἕλλησιν κακά.

Πρεσβύτης

309ἄλλοις ἁμιλλῶ ταῦτʼ· ἄφες δὲ τήνδʼ ἐμοί.

Μενέλαος

310οὐκ ἂν μεθείμην.

Πρεσβύτης

310bοὐδʼ ἔγωγʼ ἀφήσομαι.

Μενέλαος

311σκήπτρῳ τάχʼ ἆρα σὸν καθαιμάξω κάρα.

Πρεσβύτης

312ἀλλʼ εὐκλεές τοι δεσποτῶν θνῄσκειν ὕπερ.

Μενέλαος

313μέθες· μακροὺς δὲ δοῦλος ὢν λέγεις λόγους.

Πρεσβύτης

314ὦ δέσποτʼ, ἀδικούμεσθα. σὰς δʼ ἐπιστολὰς

315ἐξαρπάσας ὅδʼ ἐκ χερῶν ἐμῶν βίᾳ,

316Ἀγάμεμνον, οὐδὲν τῇ δίκῃ χρῆσθαι θέλει.

Trochees 1

Ἀγαμέμνων

317ἔα·

317bτίς ποτʼ ἐν πύλαισι θόρυβος καὶ λόγων ἀκοσμία;

Μενέλαος

318οὑμὸς οὐχ ὁ τοῦδε μῦθος κυριώτερος λέγειν.

Ἀγαμέμνων

319σὺ δὲ τί τῷδʼ ἐς ἔριν ἀφῖξαι, Μενέλεως, βίᾳ τʼ ἄγεις;

Μενέλαος

320βλέψον εἰς ἡμᾶς, ἵνʼ ἀρχὰς τῶν λόγων ταύτας λάβω.

Ἀγαμέμνων

321μῶν τρέσας οὐκ ἀνακαλύψω βλέφαρον, Ἀτρέως γεγώς;

Μενέλαος

322τήνδʼ ὁρᾷς δέλτον, κακίστων γραμμάτων ὑπηρέτιν;

Ἀγαμέμνων

323εἰσορῶ· καὶ πρῶτα ταύτην σῶν ἀπάλλαξον χερῶν.

Μενέλαος

324οὔ, πρὶν ἂν δείξω γε Δαναοῖς πᾶσι τἀγγεγραμμένα.

Ἀγαμέμνων

325ἦ γὰρ οἶσθʼ ἃ μή σε καιρὸς εἰδέναι σήμαντρʼ ἀνείς;

Μενέλαος

326ὥστε σʼ ἀλγῦναί γʼ, ἀνοίξας ἃ σὺ κάκʼ εἰργάσω λάθρᾳ.

Ἀγαμέμνων

327ποῦ δὲ κἄλαβές νιν; ὦ θεοί, σῆς ἀναισχύντου φρενός.

Μενέλαος

328προσδοκῶν σὴν παῖδʼ ἀπʼ Ἄργους, εἰ στράτευμʼ ἀφίξεται.

Ἀγαμέμνων

329τί δέ σε τἀμὰ δεῖ φυλάσσειν; οὐκ ἀναισχύντου τόδε;

Μενέλαος

330ὅτι τὸ βούλεσθαί μʼ ἔκνιζε· σὸς δὲ δοῦλος οὐκ ἔφυν.

Ἀγαμέμνων

331οὐχὶ δεινά; τὸν ἐμὸν οἰκεῖν οἶκον οὐκ ἐάσομαι;

Μενέλαος

332πλάγια γὰρ φρονεῖς, τὰ μὲν νῦν, τὰ δὲ πάλαι, τὰ δʼ αὐτίκα.

Ἀγαμέμνων

333εὖ κεκόμψευσαι πονηρά· γλῶσσʼ ἐπίφθονον σοφή.

Μενέλαος

334νοῦς δέ γʼ οὐ βέβαιος ἄδικον κτῆμα κοὐ σαφὲς φίλοις.

335βούλομαι δέ σʼ ἐξελέγξαι, καὶ σὺ μήτʼ ὀργῆς ὕπο

336ἀποτρέπου τἀληθὲς οὔτʼ αὖ κατατενῶ λίαν ἐγώ.

337οἶσθʼ, ὅτʼ ἐσπούδαζες ἄρχειν Δαναΐδαις πρὸς Ἴλιον,

338τῷ δοκεῖν μὲν οὐχὶ χρῄζων, τῷ δὲ βούλεσθαι θέλων,

339ὡς ταπεινὸς ἦσθα, πάσης δεξιᾶς προσθιγγάνων

340καὶ θύρας ἔχων ἀκλῄστους τῷ θέλοντι δημοτῶν

341καὶ διδοὺς πρόσρησιν ἑξῆς πᾶσι — κεἰ μή τις θέλοι —

342τοῖς τρόποις ζητῶν πρίασθαι τὸ φιλότιμον ἐκ μέσου;

343κᾆτʼ, ἐπεὶ κατέσχες ἀρχάς, μεταβαλὼν ἄλλους τρόπους

344τοῖς φίλοισιν οὐκέτʼ ἦσθα τοῖς πρὶν ὡς πρόσθεν φίλος,

345δυσπρόσιτος ἔσω τε κλῄθρων σπάνιος. ἄνδρα δʼ οὐ χρεὼν

346τὸν ἀγαθὸν πράσσοντα μεγάλα τοὺς τρόπους μεθιστάναι,

347ἀλλὰ καὶ βέβαιον εἶναι τότε μάλιστα τοῖς φίλοις,

348ἡνίκʼ ὠφελεῖν μάλιστα δυνατός ἐστιν εὐτυχῶν.

349ταῦτα μέν σε πρῶτʼ ἐπῆλθον, ἵνα σε πρῶθʼ ηὗρον κακόν.

350ὡς δʼ ἐς Αὖλιν ἦλθες αὖθις χὡ Πανελλήνων στρατός,

351οὐδὲν ἦσθʼ, ἀλλʼ ἐξεπλήσσου τῇ τύχῃ τῇ τῶν θεῶν,

352οὐρίας πομπῆς σπανίζων· Δαναΐδαι δʼ ἀφιέναι

353ναῦς διήγγελλον, μάτην δὲ μὴ πονεῖν ἐν Αὐλίδι.

354ὡς ἄνολβον εἶχες ὄμμα σύγχυσίν τʼ, εἰ μὴ νεῶν

355χιλίων ἄρχων τὸ Πριάμου πεδίον ἐμπλήσεις δορός.

356κἀμὲ παρεκάλεις· Τί δράσω; τίνα δὲ πόρον εὕρω πόθεν; —

357ὥστε μὴ στερέντα σʼ ἀρχῆς ἀπολέσαι καλὸν κλέος.

358κᾆτʼ, ἐπεὶ Κάλχας ἐν ἱεροῖς εἶπε σὴν θῦσαι κόρην

359Ἀρτέμιδι, καὶ πλοῦν ἔσεσθαι Δαναΐδαις, ἡσθεὶς φρένας

360ἄσμενος θύσειν ὑπέστης παῖδα· καὶ πέμπεις ἑκών,

361οὐ βίᾳ — μὴ τοῦτο λέξῃς — σῇ δάμαρτι, παῖδα σὴν

362δεῦρʼ ἀποστέλλειν, Ἀχιλλεῖ πρόφασιν ὡς γαμουμένην.

363κᾆθʼ ὑποστρέψας λέληψαι μεταβαλὼν ἄλλας γραφάς,

364ὡς φονεὺς οὐκέτι θυγατρὸς σῆς ἔσῃ. μάλιστά γε.

365οὗτος αὑτός ἐστιν αἰθὴρ ὃς τάδʼ ἤκουσεν σέθεν.

366μυρίοι δέ τοι πεπόνθασʼ αὐτό· πρὸς τὰ πράγματα

367ἐκπονοῦσʼ ἔχοντες, εἶτα δʼ ἐξεχώρησαν κακῶς,

368τὰ μὲν ὑπὸ γνώμης πολιτῶν ἀσυνέτου, τὰ δʼ ἐνδίκως

369ἀδύνατοι γεγῶτες αὐτοὶ διαφυλάξασθαι πόλιν.

370Ἑλλάδος μάλιστʼ ἔγωγε τῆς ταλαιπώρου στένω,

371ἥ, θέλουσα δρᾶν τι κεδνόν, βαρβάρους τοὺς οὐδένας

372καταγελῶντας ἐξανήσει διὰ σὲ καὶ τὴν σὴν κόρην.

373μηδένʼ ἀνδρείας ἕκατι προστάτην θείμην χθονός,

374μηδʼ ὅπλων ἄρχοντα· νοῦν χρὴ τὸν στρατηλάτην ἔχειν·

375πόλεος ὡς ἄρχων ἀνὴρ πᾶς, ξύνεσιν ἢν ἔχων τύχῃ.

Χορός

376δεινὸν κασιγνήτοισι γίγνεσθαι λόγους

377μάχας θʼ, ὅταν ποτʼ ἐμπέσωσιν εἰς ἔριν.

Ἀγαμέμνων

378βούλομαί σʼ εἰπεῖν κακῶς εὖ, βραχέα, μὴ λίαν ἄνω

379βλέφαρα πρὸς τἀναιδὲς ἀγαγών, ἀλλὰ σωφρονεστέρως,

380ὡς ἀδελφὸν ὄντʼ· ἀνὴρ γὰρ χρηστὸς αἰδεῖσθαι φιλεῖ.

381εἰπέ μοι, τί δεινὰ φυσᾷς αἱματηρὸν ὄμμʼ ἔχων;

382τίς ἀδικεῖ σε; τοῦ κέχρησαι; χρηστὰ λέκτρʼ ἐρᾷς λαβεῖν;

383οὐκ ἔχοιμʼ ἄν σοι παρασχεῖν· ὧν γὰρ ἐκτήσω, κακῶς

384ἦρχες. εἶτʼ ἐγὼ δίκην δῶ σῶν κακῶν, ὁ μὴ σφαλείς;

385οὐ δάκνει σε τὸ φιλότιμον τοὐμόν, ἀλλʼ ἐν ἀγκάλαις

386εὐπρεπῆ γυναῖκα χρῄζεις, τὸ λελογισμένον παρεὶς

387καὶ τὸ καλόν, ἔχειν. πονηροῦ φωτὸς ἡδοναὶ κακαί.

388εἰ δʼ ἐγώ, γνοὺς πρόσθεν οὐκ εὖ, μετετέθην εὐβουλίᾳ,

389μαίνομαι; σὺ μᾶλλον, ὅστις ἀπολέσας κακὸν λέχος

390ἀναλαβεῖν θέλεις, θεοῦ σοι τὴν τύχην διδόντος εὖ.

391ὤμοσαν τὸν Τυνδάρειον ὅρκον οἱ κακόφρονες

392φιλόγαμοι μνηστῆρες — ἡ δέ γʼ Ἐλπίς, οἶμαι μέν, θεός,

393κἀξέπραξεν αὐτὸ μᾶλλον ἢ σὺ καὶ τὸ σὸν σθένος —

394οὓς λαβὼν στράτευε· ἕτοιμοι δʼ εἰσὶ μωρίᾳ φρενῶν.

394aοὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλʼ ἔχει συνιέναι

395τοὺς κακῶς παγέντας ὅρκους καὶ κατηναγκασμένους.

396τἀμὰ δʼ οὐκ ἀποκτενῶ ʼγὼ τέκνα· κοὐ τὸ σὸν μὲν εὖ

397παρὰ δίκην ἔσται κακίστης εὔνιδος τιμωρίᾳ,

398ἐμὲ δὲ συντήξουσι νύκτες ἡμέραι τε δακρύοις,

399ἄνομα δρῶντα κοὐ δίκαια παῖδας οὓς ἐγεινάμην.

400ταῦτά σοι βραχέα λέλεκται καὶ σαφῆ καὶ ῥᾴδια·

401εἰ δὲ μὴ βούλῃ φρονεῖν εὖ, τἄμʼ ἐγὼ θήσω καλῶς.

Dialogue 2

Χορός

402οἵδʼ αὖ διάφοροι τῶν πάρος λελεγμένων

403μύθων, καλῶς δʼ ἔχουσι, φείδεσθαι τέκνων.

Μενέλαος

404αἰαῖ, φίλους ἄρʼ οὐχὶ κεκτήμην τάλας.

Ἀγαμέμνων

405εἰ τοὺς φίλους γε μὴ θέλεις ἀπολλύναι.

Μενέλαος

406δείξεις δὲ ποῦ μοι πατρὸς ἐκ ταὐτοῦ γεγώς;

Ἀγαμέμνων

407συνσωφρονεῖν σοι βούλομʼ, ἀλλʼ οὐ συννοσεῖν.

Μενέλαος

408ἐς κοινὸν ἀλγεῖν τοῖς φίλοισι χρὴ φίλους.

Ἀγαμέμνων

409εὖ δρῶν παρακάλει μʼ, ἀλλὰ μὴ λυπῶν ἐμέ.

Μενέλαος

410οὐκ ἄρα δοκεῖ σοι τάδε πονεῖν σὺν Ἑλλάδι;

Ἀγαμέμνων

411Ἑλλὰς δὲ σὺν σοὶ κατὰ θεὸν νοσεῖ τινα.

Μενέλαος

412σκήπτρῳ νυν αὔχει, σὸν κασίγνητον προδούς.

413ἐγὼ δʼ ἐπʼ ἄλλας εἶμι μηχανάς τινας

414φίλους τʼ ἐπʼ ἄλλους —

Αγγελος Α

414bὦ Πανελλήνων ἄναξ,

415Ἀγάμεμνον, ἥκω παῖδά σοι τὴν σὴν ἄγων,

416ἣν Ἰφιγένειαν ὠνόμαζες ἐν δόμοις.

417μήτηρ δʼ ὁμαρτεῖ, σῆς Κλυταιμήστρας δέμας,

418καὶ παῖς Ὀρέστης, ὥς τι τερφθείης ἰδών,

419χρόνον παλαιὸν δωμάτων ἔκδημος ὤν.

420ἀλλʼ ὡς μακρὰν ἔτεινον, εὔρυτον παρὰ

421κρήνην ἀναψύχουσι θηλύπουν βάσιν,

422αὐταί τε πῶλοί τʼ· ἐς δὲ λειμώνων χλόην

423καθεῖμεν αὐτάς, ὡς βορᾶς γευσαίατο.

424ἐγὼ δὲ πρόδρομος σῆς παρασκευῆς χάριν

425ἥκω· πέπυσται γὰρ στρατός — ταχεῖα γὰρ

426διῇξε φήμη — παῖδα σὴν ἀφιγμένην.

427πᾶς δʼ ἐς θένα ὅμιλος ἔρχεται δρόμῳ,

428σὴν παῖδʼ ὅπως ἴδωσιν· οἱ δʼ εὐδαίμονες

429ἐν πᾶσι κλεινοὶ καὶ περίβλεπτοι βροτοῖς.

430λέγουσι δʼ· Ὑμέναιός τις ἢ τί πράσσεται;

431ἢ πόθον ἔχων θυγατρὸς Ἀγαμέμνων ἄναξ

432ἐκόμισε παῖδα; τῶν δʼ ἂν ἤκουσας τάδε·

433Ἀρτέμιδι προτελίζουσι τὴν νεάνιδα,

434Αὐλίδος ἀνάσσῃ. τίς νιν ἄξεταί ποτε;

435ἀλλʼ εἶα, τἀπὶ τοισίδʼ ἐξάρχου κανᾶ,

436στεφανοῦσθε κρᾶτα καὶ σύ, Μενέλεως ἄναξ,

437ὑμέναιον εὐτρέπιζε καὶ κατὰ στέγας

438λωτὸς βοάσθω καὶ ποδῶν ἔστω κτύπος·

439φῶς γὰρ τόδʼ ἥκει μακάριον τῇ παρθένῳ.

Ἀγαμέμνων

440ἐπῄνεσʼ, ἀλλὰ στεῖχε δωμάτων ἔσω·

441τὰ δʼ ἄλλʼ ἰούσης τῆς τύχης ἔσται καλῶς.

442οἴμοι, τί φῶ δύστηνος; ἄρξωμαι πόθεν;

443ἐς οἷʼ ἀνάγκης ζεύγματʼ ἐμπεπτώκαμεν.

444ὑπῆλθε δαίμων, ὥστε τῶν σοφισμάτων

445πολλῷ γενέσθαι τῶν ἐμῶν σοφώτερος.

446ἡ δυσγένεια δʼ ὡς ἔχει τι χρήσιμον.

447καὶ γὰρ δακρῦσαι ῥᾳδίως αὐτοῖς ἔχει,

448ἅπαντά τʼ εἰπεῖν. τῷ δὲ γενναίῳ φύσιν

449ἄνολβα ταῦτα. προστάτην δὲ τοῦ βίου

450τὸν ὄγκον ἔχομεν τῷ τʼ ὄχλῳ δουλεύομεν.

451ἐγὼ γὰρ ἐκβαλεῖν μὲν αἰδοῦμαι δάκρυ,

452τὸ μὴ δακρῦσαι δʼ αὖθις αἰδοῦμαι τάλας,

453ἐς τὰς μεγίστας συμφορὰς ἀφιγμένος.

454εἶἑν· τί φήσω πρὸς δάμαρτα τὴν ἐμήν;

455πῶς δέξομαί νιν; ποῖον ὄμμα συμβαλῶ;

456καὶ γάρ μʼ ἀπώλεσʼ ἐπὶ κακοῖς ἅ μοι πάρος

457ἐλθοῦσʼ ἄκλητος. εἰκότως δʼ ἅμʼ ἕσπετο

458θυγατρὶ νυμφεύσουσα καὶ τὰ φίλτατα

459δώσουσʼ, ἵνʼ ἡμᾶς ὄντας εὑρήσει κακούς.

460τὴν δʼ αὖ τάλαιναν παρθένον — τί παρθένον;

461Ἅιδης νιν, ὡς ἔοικε, νυμφεύσει τάχα —

462ὡς ᾤκτισʼ· οἶμαι γάρ νιν ἱκετεύσειν τάδε·

463Ὦ πάτερ, ἀποκτενεῖς με; τοιούτους γάμους

464γήμειας αὐτὸς χὥστις ἐστί σοι φίλος.

465παρὼν δʼ Ὀρέστης ἐγγὺς ἀναβοήσεται

466οὐ συνετὰ συνετῶς· ἔτι γάρ ἐστι νήπιος.

467αἰαῖ, τὸν Ἑλένης ὥς μʼ ἀπώλεσεν γάμον

468γήμας ὁ Πριάμου Πάρις, ὃς εἴργασται τάδε.

Χορός

469κἀγὼ κατῴκτιρʼ, ὡς γυναῖκα δεῖ ξένην

470ὑπὲρ τυράννων συμφορᾶς καταστένειν.

Μενέλαος

471ἀδελφέ, δός μοι δεξιᾶς τῆς σῆς θιγεῖν.

Ἀγαμέμνων

472δίδωμι· σὸν γὰρ τὸ κράτος, ἄθλιος δʼ ἐγώ.

Μενέλαος

473Πέλοπα κατόμνυμʼ, ὃς πατὴρ τοὐμοῦ πατρὸς

474τοῦ σοῦ τʼ ἐκλήθη, τὸν τεκόντα τʼ Ἀτρέα,

475ἦ μὴν ἐρεῖν σοι τἀπὸ καρδίας σαφῶς

476καὶ μὴ ʼπίτηδες μηδέν, ἀλλʼ ὅσον φρονῶ.

477ἐγώ σʼ ἀπʼ ὄσσων ἐκβαλόντʼ ἰδὼν δάκρυ

478ᾤκτιρα, καὐτὸς ἀνταφῆκά σοι πάλιν

479καὶ τῶν παλαιῶν ἐξαφίσταμαι λόγων,

480οὐκ ἐς σὲ δεινός· εἰμὶ δʼ οὗπερ εἶ σὺ νῦν·

481καί σοι παραινῶ μήτʼ ἀποκτείνειν τέκνον

482μήτʼ ἀνθελέσθαι τοὐμόν. οὐ γὰρ ἔνδικον

483σὲ μὲν στενάζειν, τἀμὰ δʼ ἡδέως ἔχειν,

484θνῄσκειν τε τοὺς σούς, τοὺς δʼ ἐμοὺς ὁρᾶν φάος.

485τί βούλομαι γάρ; οὐ γάμους ἐξαιρέτους

486ἄλλους λάβοιμʼ ἄν, εἰ γάμων ἱμείρομαι;

487ἀλλʼ ἀπολέσας ἀδελφόν, ὅν μʼ ἥκιστα χρῆν,

488Ἑλένην ἕλωμαι, τὸ κακὸν ἀντὶ τἀγαθοῦ;

489ἄφρων νέος τʼ ἦ, πρὶν τὰ πράγματʼ ἐγγύθεν

490σκοπῶν ἐσεῖδον οἷον ἦν κτείνειν τέκνα.

491ἄλλως τέ μʼ ἔλεος τῆς ταλαιπώρου κόρης

492ἐσῆλθε, συγγένειαν ἐννοουμένῳ,

493ἣ τῶν ἐμῶν ἕκατι θύεσθαι γάμων

494μέλλει. τί δʼ Ἑλένης παρθένῳ τῇ σῇ μέτα;

495ἴτω στρατεία διαλυθεῖσʼ ἐξ Αὐλίδος,

496σὺ δʼ ὄμμα παῦσαι δακρύοις τέγγων τὸ σόν,

497ἀδελφέ, κἀμὲ παρακαλῶν ἐς δάκρυα.

498εἰ δέ τι κόρης σῆς θεσφάτων μέτεστι σοί,

499μὴ ʼμοὶ μετέστω· σοὶ νέμω τοὐμὸν μέρος.

500ἀλλʼ ἐς μεταβολὰς ἦλθον ἀπὸ δεινῶν λόγων;

501εἰκὸς πέπονθα· τὸν ὁμόθεν πεφυκότα

502στέργων μετέπεσον. ἀνδρὸς οὐ κακοῦ τροπαὶ

503τοιαίδε, χρῆσθαι τοῖσι βελτίστοις ἀεί.

Χορός

504γενναῖʼ ἔλεξας Ταντάλῳ τε τῷ Διὸς

505πρέποντα· προγόνους οὐ καταισχύνεις σέθεν.

Ἀγαμέμνων

506αἰνῶ σε, Μενέλαʼ, ὅτι παρὰ γνώμην ἐμὴν

507ὑπέθηκας ὀρθῶς τοὺς λόγους σοῦ τʼ ἀξίως.

508ταραχὴ δʼ ἀδελφῶν διά τʼ ἔρωτα γίγνεται

509πλεονεξίαν τε δωμάτων· ἀπέπτυσα

510τοιάνδε συγγένειαν ἀλλήλοιν πικράν.

511ἀλλʼ ἥκομεν γὰρ εἰς ἀναγκαίας τύχας,

512θυγατρὸς αἱματηρὸν ἐκπρᾶξαι φόνον.

Μενέλαος

513πῶς; τίς δʼ ἀναγκάσει σε τήν γε σὴν κτανεῖν;

Ἀγαμέμνων

514ἅπας Ἀχαιῶν σύλλογος στρατεύματος.

Μενέλαος

515οὔκ, ἤν νιν εἰς Ἄργος γʼ ἀποστείλῃς πάλιν.

Ἀγαμέμνων

516λάθοιμι τοῦτʼ ἄν. ἀλλʼ ἐκεῖνʼ οὐ λήσομεν.

Μενέλαος

517τὸ ποῖον; οὔτοι χρὴ λίαν ταρβεῖν ὄχλον.

Ἀγαμέμνων

518Κάλχας ἐρεῖ μαντεύματʼ Ἀργείων στρατῷ.

Μενέλαος

519οὔκ, ἢν θάνῃ γε πρόσθε· τοῦτο δʼ εὐμαρές.

Ἀγαμέμνων

520τὸ μαντικὸν πᾶν σπέρμα φιλότιμον κακόν.

Μενέλαος

521κοὐδέν γʼ ἄχρηστον, οὐδὲ χρήσιμον παρόν.

Ἀγαμέμνων

522ἐκεῖνο δʼ οὐ δέδοικας ὃ ἔμʼ ἐσέρχεται;

Μενέλαος

523ὃν μὴ σὺ φράζεις, πῶς ὑπολάβοιμʼ ἂν λόγον;

Ἀγαμέμνων

524τὸ Σισύφειον σπέρμα πάντʼ οἶδεν τάδε.

Μενέλαος

525οὐκ ἔστʼ Ὀδυσσεὺς ὅ τι σὲ κἀμὲ πημανεῖ.

Ἀγαμέμνων

526ποικίλος ἀεὶ πέφυκε τοῦ τʼ ὄχλου μέτα.

Μενέλαος

527φιλοτιμίᾳ μὲν ἐνέχεται, δεινῷ κακῷ.

Ἀγαμέμνων

528οὐκ οὖν δοκεῖς νιν στάντʼ ἐν Ἀργείοις μέσοις

529λέξειν ἃ Κάλχας θέσφατʼ ἐξηγήσατο,

530κἄμʼ ὡς ὑπέστην θῦμα, κᾆτʼ ἐψευδόμην,

531Ἀρτέμιδι θύσειν; οὐ ξυναρπάσας στρατόν,

532σὲ κἄμʼ ἀποκτείναντας Ἀργείους κόρην

533σφάξαι κελεύσει; κἂν πρὸς Ἄργος ἐκφύγω,

534ἐλθόντες αὐτοῖς τείχεσιν Κυκλωπίοις

535συναρπάσουσι καὶ κατασκάψουσι γῆν.

536τοιαῦτα τἀμὰ πήματʼ· ὦ τάλας ἐγώ,

537ὡς ἠπόρημαι πρὸς θεῶν τὰ νῦν τάδε.

538ἕν μοι φύλαξον, Μενέλεως, ἀνὰ στρατὸν

539ἐλθών, ὅπως ἂν μὴ Κλυταιμήστρα τάδε

540μάθῃ, πρὶν Ἅιδῃ παῖδʼ ἐμὴν προσθῶ λαβών,

541ὡς ἐπʼ ἐλαχίστοις δακρύοις πράσσω κακῶς.

542ὑμεῖς τε σιγήν, ὦ ξέναι, φυλάσσετε.

Choral 4

Strophe 1

Χορός

543—μάκαρες οἳ μετρίας θεοῦ

544μετά τε σωφροσύνας μετέ-

545σχον λέκτρων Ἀφροδίτας,

546γαλανείᾳ χρησάμενοι

547μανιάδων οἴστρων, ὅθι δὴ

548δίδυμʼ Ἔρως ὁ χρυσοκόμας

549τόξʼ ἐντείνεται χαρίτων,

550τὸ μὲν ἐπʼ εὐαίωνι πότμῳ,

551τὸ δʼ ἐπὶ συγχύσει βιοτᾶς.

552ἀπενέπω νιν ἁμετέρων,

553Κύπρι καλλίστα, θαλάμων.

554εἴη δέ μοι μετρία μὲν

555χάρις, πόθοι δʼ ὅσιοι,

556καὶ μετέχοιμι τᾶς Ἀφροδί-

557τας, πολλὰν δʼ ἀποθείμαν.

Antistrophe 1

Χορός

558—διάφοροι δὲ φύσεις βροτῶν,

559διάφοροι δὲ τρόποι· τὸ δʼ ὀρ-

560θῶς ἐσθλὸν σαφὲς αἰεί·

561τροφαί θʼ αἱ παιδευόμεναι

562μέγα φέρουσʼ ἐς τὰν ἀρετάν·

563τό τε γὰρ αἰδεῖσθαι σοφία,

564τάν τʼ ἐξαλλάσσουσαν ἔχει

565χάριν ὑπὸ γνώμας ἐσορᾶν

566τὸ δέον, ἔνθα δόξα φέρει

567κλέος ἀγήρατον βιοτᾷ.

568μέγα τι θηρεύειν ἀρετάν,

569γυναιξὶ μὲν κατὰ Κύπριν

570κρυπτάν, ἐν ἀνδράσι δʼ αὖ

571κόσμος ἐνὼν ὁ μυριοπλη-

572θὴς μείζω πόλιν αὔξει.

Epode 3

Χορός

573—ἔμολες, ὦ Πάρις, ᾗτε σύ γε

574βουκόλος ἀργενναῖς ἐτράφης

575Ἰδαίαις παρὰ μόσχοις,

576βάρβαρα συρίζων, Φρυγίων

577αὐλῶν Ὀλύμπου καλάμοις

578μιμήματα πνείων.

579εὔθηλοι δὲ τρέφοντο βόες,

580ὅτε σε κρίσις ἔμηνε θεᾶν,

581ἅ σʼ Ἑλλάδα πέμπει·

582ἐλεφαντοδέτων πάροι-

583θεν δόμων δὲ στὰς Ἑλένας

584ἐν ἀντωποῖς βλεφάροισιν

585ἔρωτά τʼ ἔδωκας, ἔρωτι δʼ

586αὐτὸς ἐπτοάθης.

587ὅθεν ἔρις ἔριν

588Ἑλλάδα σὺν δορὶ ναυσί τʼ ἄγει

589ἐς Τροίας πέργαμα

Episode 5

Anapests 1

Χορὸς ἀνδρῶν Ἀργείων

590ἰὼ ἰώ· μεγάλαι μεγάλων

591εὐδαιμονίαι· τὴν τοῦ βασιλέως

592ἴδετʼ Ἰφιγένειαν, ἄνασσαν ἐμήν,

593τὴν Τυνδάρεω τε Κλυταιμήστραν·

594ὡς ἐκ μεγάλων ἐβλαστήκασʼ

595ἐπί τʼ εὐμήκεις ἥκουσι τύχας.

596θεοί γʼ οἱ κρείσσους οἵ τʼ ὀλβοφόροι

597τοῖς οὐκ εὐδαίμοσι θνητῶν.

Anapests 2

Χορός

598στῶμεν, Χαλκίδος ἔκγονα θρέμματα,

599τὴν βασίλειαν δεξώμεθʼ ὄχων

600ἄπο μὴ σφαλερῶς ἐπὶ γαῖαν,

601ἀγανῶς δὲ χεροῖν μαλακῇ ῥώμῃ,

602μὴ ταρβήσῃ νεωστί μοι μολὸν

603κλεινὸν τέκνον Ἀγαμέμνονος,

604μηδὲ θόρυβον μηδʼ ἔκπληξιν

605ταῖς Ἀργείαις

606ξεῖναι ξείναις παρέχωμεν.

Κλυταιμήστρα

607ὄρνιθα μὲν τόνδʼ αἴσιον ποιούμεθα,

608τὸ σόν τε χρηστὸν καὶ λόγων εὐφημίαν·

609ἐλπίδα δʼ ἔχω τινʼ ὡς ἐπʼ ἐσθλοῖσιν γάμοις

610πάρειμι νυμφαγωγός. ἀλλʼ ὀχημάτων

611ἔξω πορεύεθʼ ἃς φέρω φερνὰς κόρῃ,

612καὶ πέμπετʼ ἐς μέλαθρον εὐλαβούμενοι.

613σὺ δʼ, ὦ τέκνον μοι, λεῖπε πωλικοὺς ὄχους,

614ἁβρὸν τιθεῖσα κῶλον ἀσθενές θʼ ἅμα.

615ὑμεῖς δέ, νεάνιδές, νιν ἀγκάλαις ἔπι

616δέξασθε καὶ πορεύσατʼ ἐξ ὀχημάτων.

617κἀμοὶ χερός τις ἐνδότω στηρίγματα,

618θάκους ἀπήνης ὡς ἂν ἐκλίπω καλῶς.

619αἳ δʼ ἐς τὸ πρόσθεν στῆτε πωλικῶν ζυγῶν·

620φοβερὸν γὰρ ἀπαράμυθον ὄμμα πωλικόν·

621καὶ παῖδα τόνδε, τὸν Ἀγαμέμνονος γόνον,

622λάζυσθʼ, Ὀρέστην· ἔτι γάρ ἐστι νήπιος.

623τέκνον, καθεύδεις πωλικῷ δαμεὶς ὄχῳ;

624ἔγειρʼ ἀδελφῆς ἐφʼ ὑμέναιον εὐτυχῶς·

625ἀνδρὸς γὰρ ἀγαθοῦ κῆδος αὐτὸς ἐσθλὸς ὢν

626λήψῃ, κόρης Νηρῇδος ἰσόθεον γένος.

627ἑξῆς κάθησο δεῦρό μου ποδός, τέκνον·

628πρὸς μητέρʼ, Ἰφιγένεια, μακαρίαν δέ με

629ξέναισι ταῖσδε πλησία σταθεῖσα δός,

630καὶ — δεῦρο δὴ — πατέρα πρόσειπε σὸν φίλον.

Ἰφιγένεια

631ὦ μῆτερ, ὑποδραμοῦσά σʼ· ὀργισθῇς δὲ μή·

632πρὸς στέρνα πατρὸς στέρνα τἀμὰ περιβαλῶ.

Κλυταιμήστρα

633ὦ σέβας ἐμοὶ μέγιστον, Ἀγαμέμνων ἄναξ,

634ἥκομεν, ἐφετμαῖς οὐκ ἀπιστοῦσαι σέθεν.

Ἰφιγένεια

635ἐγὼ δὲ βούλομαι τὰ σὰ στέρνʼ, ὦ πάτερ,

636ὑποδραμοῦσα προσβαλεῖν διὰ χρόνου·

637ποθῶ γὰρ ὄμμα δὴ σόν. ὀργισθῇς δὲ μή.

Κλυταιμήστρα

638ἀλλʼ, ὦ τέκνον, χρή· φιλοπάτωρ δʼ ἀεί ποτʼ εἶ

639μάλιστα παίδων τῷδʼ ὅσους ἐγὼ ʼτεκον.

Ἰφιγένεια

640ὦ πάτερ, ἐσεῖδόν σʼ ἀσμένη πολλῷ χρόνῳ.

Ἀγαμέμνων

641καὶ γὰρ πατὴρ σέ· τόδʼ ἴσον ὑπὲρ ἀμφοῖν λέγεις.

Ἰφιγένεια

642χαῖρʼ· εὖ δέ μʼ ἀγαγὼν πρὸς σʼ ἐποίησας, πάτερ.

Ἀγαμέμνων

643οὐκ οἶδʼ ὅπως φῶ τοῦτο καὶ μὴ φῶ, τέκνον.

Ἰφιγένεια

644ἔα·

644aὡς οὐ βλέπεις ἕκηλον ἄσμενός μʼ ἰδών.

Ἀγαμέμνων

645πόλλʼ ἀνδρὶ βασιλεῖ καὶ στρατηλάτῃ μέλει.

Ἰφιγένεια

646παρʼ ἐμοὶ γενοῦ νῦν, μὴ ʼπὶ φροντίδας τρέπου.

Ἀγαμέμνων

647ἀλλʼ εἰμὶ παρὰ σοὶ νῦν ἅπας κοὐκ ἄλλοθι.

Ἰφιγένεια

648μέθες νυν ὀφρὺν ὄμμα τʼ ἔκτεινον φίλον.

Ἀγαμέμνων

649ἰδού, γέγηθά σʼ ὡς γέγηθʼ ὁρῶν, τέκνον.

Ἰφιγένεια

650κἄπειτα λείβεις δάκρυʼ ἀπʼ ὀμμάτων σέθεν;

Ἀγαμέμνων

651μακρὰ γὰρ ἡμῖν ἡ ʼπιοῦσʼ ἀπουσία.

Ἰφιγένεια

652οὐκ οἶδʼ ὅ τι φῄς, οὐκ οἶδα, φίλτατʼ ἐμοὶ πάτερ.

Ἀγαμέμνων

653συνετὰ λέγουσα μᾶλλον εἰς οἶκτόν μʼ ἄγεις.

Ἰφιγένεια

654ἀσύνετά νυν ἐροῦμεν, εἰ σέ γʼ εὐφρανῶ.

Ἀγαμέμνων

655παπαῖ. τὸ σιγᾶν οὐ σθένω· σὲ δʼ ᾔνεσα.

Ἰφιγένεια

656μένʼ, ὦ πάτερ, κατʼ οἶκον ἐπὶ τέκνοις σέθεν.

Ἀγαμέμνων

657θέλω γε· τὸ θέλειν δʼ οὐκ ἔχων ἀλγύνομαι.

Ἰφιγένεια

658ὄλοιντο λόγχαι καὶ τὰ Μενέλεω κακά.

Ἀγαμέμνων

659ἄλλους ὀλεῖ πρόσθʼ ἃ ἐμὲ διολέσαντʼ ἔχει.

Ἰφιγένεια

660ὡς πολὺν ἀπῆσθα χρόνον ἐν Αὐλίδος μυχοῖς.

Ἀγαμέμνων

661καὶ νῦν γέ μʼ ἴσχει δή τι μὴ στέλλειν στρατόν.

Ἰφιγένεια

662ποῦ τοὺς Φρύγας λέγουσιν ᾠκίσθαι, πάτερ;

Ἀγαμέμνων

663οὗ μήποτʼ οἰκεῖν ὤφελʼ ὁ Πριάμου Πάρις.

Ἰφιγένεια

664μακρὰν ἀπαίρεις, ὦ πάτερ, λιπὼν ἐμέ.

Ἀγαμέμνων

665εἰς ταὐτόν, ὦ θύγατερ, ἥκεις σῷ πατρί.

Ἰφιγένεια

666φεῦ·

666aεἴθʼ ἦν καλόν μοι σοί τʼ ἄγειν σύμπλουν ἐμέ.

Ἀγαμέμνων

667ἔτʼ ἔστι καὶ σοὶ πλοῦς, ἵνʼ ἀμμνήσῃ πατρός.

Ἰφιγένεια

668σὺν μητρὶ πλεύσασʼ ἢ μόνη πορεύσομαι;

Ἀγαμέμνων

669μόνη, μονωθεῖσʼ ἀπὸ πατρὸς καὶ μητέρος.

Ἰφιγένεια

670οὔ πού μʼ ἐς ἄλλα δώματʼ οἰκίζεις, πάτερ;

Ἀγαμέμνων

671ἐατέʼ· οὐ χρὴ τοιάδʼ εἰδέναι κόρας.

Ἰφιγένεια

672σπεῦδʼ ἐκ Φρυγῶν μοι, θέμενος εὖ τἀκεῖ, πάτερ.

Ἀγαμέμνων

673θῦσαί με θυσίαν πρῶτα δεῖ τινʼ ἐνθάδε.

Ἰφιγένεια

674ἀλλὰ ξὺν ἱεροῖς χρὴ τό γʼ εὐσεβὲς σκοπεῖν.

Ἀγαμέμνων

675εἴσῃ σύ· χερνίβων γὰρ ἑστήξῃ πέλας.

Ἰφιγένεια

676στήσομεν ἄρʼ ἀμφὶ βωμόν, ὦ πάτερ, χορούς;

Ἀγαμέμνων

677ζηλῶ σὲ μᾶλλον ἢ ʼμὲ τοῦ μηδὲν φρονεῖν.

678χώρει δὲ μελάθρων ἐντός — ὀφθῆναι κόραις

679πικρόν — φίλημα δοῦσα δεξιάν τέ μοι,

680μέλλουσα δαρὸν πατρὸς ἀποικήσειν χρόνον.

681ὦ στέρνα καὶ παρῇδες, ὦ ξανθαὶ κόμαι,

682ὡς ἄχθος ὑμῖν ἐγένεθʼ ἡ Φρυγῶν πόλις

683Ἑλένη τε. — παύω τοὺς λόγους· ταχεῖα γὰρ

684νοτὶς διώκει μʼ ὀμμάτων ψαύσαντά σου.

685ἴθʼ ἐς μέλαθρα. σὲ δὲ παραιτοῦμαι τάδε,

686Λήδας γένεθλον, εἰ κατῳκτίσθην ἄγαν,

687μέλλων Ἀχιλλεῖ θυγατέρʼ ἐκδώσειν ἐμήν.

688ἀποστολαὶ γὰρ μακάριαι μέν, ἀλλʼ ὅμως

689δάκνουσι τοὺς τεκόντας, ὅταν ἄλλοις δόμοις

690παῖδας παραδιδῷ πολλὰ μοχθήσας πατήρ.

Κλυταιμήστρα

691οὐχ ὧδʼ ἀσύνετός εἰμι, πείσεσθαι δέ με

692καὐτὴν δόκει τάδʼ, ὥστε μή σε νουθετεῖν,

693ὅταν σὺν ὑμεναίοισιν ἐξάγω κόρην·

694ἀλλʼ ὁ νόμος αὐτὰ τῷ χρόνῳ συνισχανεῖ.

695τοὔνομα μὲν οὖν παῖδʼ οἶδʼ ὅτῳ κατῄνεσας,

696γένους δʼ ὁποίου χὡπόθεν, μαθεῖν θέλω.

Ἀγαμέμνων

697Αἴγινα θυγάτηρ ἐγένετʼ Ἀσωποῦ πατρός.

Κλυταιμήστρα

698ταύτην δὲ θνητῶν ἢ θεῶν ἔζευξε τίς;

Ἀγαμέμνων

699Ζεύς· Αἰακὸν δʼ ἔφυσεν, Οἰνώνης πρόμον.

Κλυταιμήστρα

700τὰ δʼ Αἰακοῦ παῖς τίς κατέσχε δώματα;

Ἀγαμέμνων

701Πηλεύς· ὁ Πηλεὺς δʼ ἔσχε Νηρέως κόρην.

Κλυταιμήστρα

702θεοῦ διδόντος, ἢ βίᾳ θεῶν λαβών;

Ἀγαμέμνων

703Ζεὺς ἠγγύησε καὶ δίδωσʼ ὁ κύριος.

Κλυταιμήστρα

704γαμεῖ δὲ ποῦ νιν; ἦ κατʼ οἶδμα πόντιον;

Ἀγαμέμνων

705Χείρων ἵνʼ οἰκεῖ σεμνὰ Πηλίου βάθρα.

Κλυταιμήστρα

706οὗ φασι Κενταύρειον ᾠκίσθαι γένος;

Ἀγαμέμνων

707ἐνταῦθʼ ἔδαισαν Πηλέως γάμους θεοί.

Κλυταιμήστρα

708Θέτις δʼ ἔθρεψεν ἢ πατὴρ Ἀχιλλέα;

Ἀγαμέμνων

709Χείρων, ἵνʼ ἤθη μὴ μάθοι κακῶν βροτῶν.

Κλυταιμήστρα

710φεῦ·

710aσοφός γʼ ὁ θρέψας χὡ διδοὺς σοφώτερος.

Ἀγαμέμνων

711τοιόσδε παιδὸς σῆς ἀνὴρ ἔσται πόσις.

Κλυταιμήστρα

712οὐ μεμπτός. οἰκεῖ δʼ ἄστυ ποῖον Ἑλλάδος;

Ἀγαμέμνων

713Ἀπιδανὸν ἀμφὶ ποταμὸν ἐν Φθίας ὅροις.

Κλυταιμήστρα

714ἐκεῖσʼ ἀπάξει σὴν ἐμήν τε παρθένον;

Ἀγαμέμνων

715κείνῳ μελήσει ταῦτα, τῷ κεκτημένῳ.

Κλυταιμήστρα

716ἀλλʼ εὐτυχοίτην. τίνι δʼ ἐν ἡμέρᾳ γαμεῖ;

Ἀγαμέμνων

717ὅταν σελήνης εὐτυχὴς ἔλθῃ κύκλος.

Κλυταιμήστρα

718προτέλεια δʼ ἤδη παιδὸς ἔσφαξας θεᾷ;

Ἀγαμέμνων

719μέλλω· ʼπὶ ταύτῃ καὶ καθέσταμεν τύχῃ.

Κλυταιμήστρα

720κἄπειτα δαίσεις τοὺς γάμους ἐς ὕστερον;

Ἀγαμέμνων

721θύσας γε θύμαθʼ ἃ ἐμὲ χρὴ θῦσαι θεοῖς.

Κλυταιμήστρα

722ἡμεῖς δὲ θοίνην ποῦ γυναιξὶ θήσομεν;

Ἀγαμέμνων

723ἐνθάδε παρʼ εὐπρύμνοισιν Ἀργείων πλάταις.

Κλυταιμήστρα

724καλῶς ἀναγκαίως τε· συνενέγκοι δʼ ὅμως.

Ἀγαμέμνων

725οἶσθʼ οὖν ὃ δρᾶσον, ὦ γύναι; πιθοῦ δέ μοι.

Κλυταιμήστρα

726τί χρῆμα; πείθεσθαι γὰρ εἴθισμαι σέθεν.

Ἀγαμέμνων

727ἡμεῖς μὲν ἐνθάδʼ, οὗπέρ ἐσθʼ ὁ νυμφίος—

Κλυταιμήστρα

728μητρὸς τί χωρὶς δράσεθʼ, ἃ ἐμὲ δρᾶν χρεών;

Ἀγαμέμνων

729ἐκδώσομεν σὴν παῖδα Δαναϊδῶν μέτα.

Κλυταιμήστρα

730ἡμᾶς δὲ ποῦ χρὴ τηνικαῦτα τυγχάνειν;

Ἀγαμέμνων

731χώρει πρὸς Ἄργος παρθένους τε τημέλει.

Κλυταιμήστρα

732λιποῦσα παῖδα; τίς δʼ ἀνασχήσει φλόγα;

Ἀγαμέμνων

733ἐγὼ παρέξω φῶς ὃ νυμφίοις πρέπει.

Κλυταιμήστρα

734οὐχ ὁ νόμος οὗτος οὐδὲ φαῦλʼ ἡγητέα.

Ἀγαμέμνων

735οὐ καλὸν ἐν ὄχλῳ σʼ ἐξομιλεῖσθαι στρατοῦ.

Κλυταιμήστρα

736καλὸν τεκοῦσαν τἀμά μʼ ἐκδοῦναι τέκνα.

Ἀγαμέμνων

737καὶ τάς γʼ ἐν οἴκῳ μὴ μόνας εἶναι κόρας.

Κλυταιμήστρα

738ὀχυροῖσι παρθενῶσι φρουροῦνται καλῶς.

Ἀγαμέμνων

739πιθοῦ.

Κλυταιμήστρα

730bμὰ τὴν ἄνασσαν Ἀργείαν θεάν.

740ἐλθὼν δὲ τἄξω πρᾶσσε, τἀν δόμοις δʼ ἐγώ,

741ἃ χρὴ παρεῖναι νυμφίοισι παρθένοις.

Ἀγαμέμνων

742οἴμοι· μάτην ᾖξʼ, ἐλπίδος δʼ ἀπεσφάλην,

743ἐξ ὀμμάτων δάμαρτʼ ἀποστεῖλαι θέλων.

744σοφίζομαι δὲ κἀπὶ τοῖσι φιλτάτοις

745τέχνας πορίζω, πανταχῇ νικώμενος.

746ὅμως δὲ σὺν Κάλχαντι τῷ θυηπόλῳ

747κοινῇ τὸ τῆς θεοῦ φίλον, ἐμοὶ δʼ οὐκ εὐτυχές,

748ἐξευπορήσων εἶμι, μόχθον Ἑλλάδος.

749χρὴ δʼ ἐν δόμοισιν ἄνδρα τὸν σοφὸν τρέφειν

750γυναῖκα χρηστὴν κἀγαθήν, ἢ μὴ τρέφειν.

Choral 6

Strophe 1

Χορός

751ἥξει δὴ Σιμόεντα καὶ

752δίνας ἀργυροειδεῖς

753ἄγυρις Ἑλλάνων στρατιᾶς

754ἀνά τε ναυσὶν καὶ σὺν ὅπλοις

755Ἴλιον ἐς τὸ Τροίας

756Φοιβήιον δάπεδον,

757τὰν Κασάνδραν ἵνʼ ἀκούω

758ῥίπτειν ξανθοὺς πλοκάμους

759χλωροκόμῳ στεφάνῳ δάφνας

760κοσμηθεῖσαν, ὅταν θεοῦ

761μαντόσυνοι πνεύσωσʼ ἀνάγκαι.

Antistrophe 1

Χορός

762στάσονται δʼ ἐπὶ περγάμων

763Τροίας ἀμφί τε τείχη

764Τρῶες, ὅταν χάλκασπις Ἄρης

765πόντιος εὐπρῴροιο πλάτας

766εἰρεσίᾳ πελάζῃ

767Σιμουντίοις ὀχετοῖς,

768τὰν τῶν ἐν αἰθέρι δισσῶν

769Διοσκούρων Ἑλέναν

770ἐκ Πριάμου κομίσαι θέλων

771ἐς γᾶν Ἑλλάδα δοριπόνοις

772ἀσπίσι καὶ λόγχαις Ἀχαιῶν.

Epode 3

Χορός

773Πέργαμον δὲ Φρυγῶν πόλιν

774λαΐνους περὶ πύργους

775κυκλώσας Ἄρει φονίῳ,

776λαιμοτόμου κεφαλᾶς

777σπάσας Πάριν Ἀτρεΐδας,

778πέρσας κατάκρας πόλιν,

779θήσει κόρας πολυκλαύτους

780δάμαρτά τε Πριάμου.

781ἁ δὲ Διὸς Ἑλένα κόρα

782πολύκλαυτος ἑδεῖται

783πόσιν προλιποῦσα.

784μήτʼ ἐμοὶ

784aμήτʼ ἐμοῖσι τέκνων τέκνοις

785ἐλπὶς ἅδε ποτʼ ἔλθοι,

786οἵαν αἱ πολύχρυσοι

787Λυδαὶ καὶ Φρυγῶν ἄλοχοι

788στήσουσι παρʼ ἱστοῖς

789μυθεῦσαι τάδʼ ἐς ἀλλήλας·

790Τίς ἄρα μʼ εὐπλοκάμου κόμας

791ῥῦμα δακρυόεν τανύσας

792πατρίδος ὀλλυμένας ἀπολωτιεῖ;

793διὰ σέ, τὰν κύκνου δολιχαύχενος γόνον,

794εἰ δὴ φάτις ἔτυμος ὡς

795ἔτυχεν, Λήδα ὄρνιθι πταμένῳ

797Διὸς ὅτʼ ἠλλάχθη δέμας, εἴτʼ

798ἐν δέλτοις Πιερίσιν

799μῦθοι τάδʼ ἐς ἀνθρώπους

800ἤνεγκαν παρὰ καιρὸν ἄλλως.

Episode 7

Ἀχιλλεύς

801ποῦ τῶν Ἀχαιῶν ἐνθάδʼ ὁ στρατηλάτης;

802τίς ἂν φράσειε προσπόλων τὸν Πηλέως

803ζητοῦντά νιν παῖδʼ ἐν πύλαις Ἀχιλλέα;

804οὐκ ἐξ ἴσου γὰρ μένομεν Εὐρίπου πέλας.

805οἳ μὲν γὰρ ἡμῶν, ὄντες ἄζυγες γάμων,

806οἴκους ἐρήμους ἐκλιπόντες ἐνθάδε

807θάσσουσʼ ἐπʼ ἀκταῖς, οἳ δʼ ἔχοντες εὔνιδας

808ἄπαιδες· οὕτω δεινὸς ἐμπέπτωκʼ ἔρως

809τῆσδε στρατείας Ἑλλάδʼ οὐκ ἄνευ θεῶν.

810τοὐμὸν μὲν οὖν δίκαιον ἐμὲ λέγειν χρεών,

811ἄλλος δʼ ὁ χρῄζων αὐτὸς ὑπὲρ αὑτοῦ φράσει.

812γῆν γὰρ λιπὼν Φάρσαλον ἠδὲ Πηλέα

813μένω ʼπὶ λεπταῖς ταισίδʼ Εὐρίπου πνοαῖς,

814Μυρμιδόνας ἴσχων· οἳ δʼ ἀεὶ προσκείμενοι

815λέγουσʼ· Ἀχιλλεῦ, τί μένομεν; πόσον χρόνον

816ἔτʼ ἐκμετρῆσαι χρὴ πρὸς Ἰλίου στόλον;

817δρᾶ γʼ, εἴ τι δράσεις, ἢ ἄπαγʼ οἴκαδε στρατόν,

818τὰ τῶν Ἀτρειδῶν μὴ μένων μελλήματα.

Κλυταιμήστρα

819ὦ παῖ θεᾶς Νηρῇδος, ἔνδοθεν λόγων

820τῶν σῶν ἀκούσασʼ ἐξέβην πρὸ δωμάτων.

Ἀχιλλεύς

821ὦ πότνιʼ αἰδώς, τήνδε τίνα λεύσσω ποτὲ

822γυναῖκα, μορφὴν εὐπρεπῆ κεκτημένην;

Κλυταιμήστρα

823οὐ θαῦμά σʼ ἡμᾶς ἀγνοεῖν, οἷς μὴ πάρος

824προσῆκες· αἰνῶ δʼ ὅτι σέβεις τὸ σωφρονεῖν.

Ἀχιλλεύς

825τίς δʼ εἶ; τί δʼ ἦλθες Δαναϊδῶν ἐς σύλλογον,

826γυνὴ πρὸς ἄνδρας ἀσπίσιν πεφραγμένους;

Κλυταιμήστρα

827Λήδας μέν εἰμι παῖς, Κλυταιμήστρα δέ μοι

828ὄνομα, πόσις δέ μοὐστὶν Ἀγαμέμνων ἄναξ.

Ἀχιλλεύς

829καλῶς ἔλεξας ἐν βραχεῖ τὰ καίρια.

830αἰσχρὸν δέ μοι γυναιξὶ συμβάλλειν λόγους.

Κλυταιμήστρα

831μεῖνον — τί φεύγεις; — δεξιάν τʼ ἐμῇ χερὶ

832σύναψον, ἀρχὴν μακαρίαν νυμφευμάτων.

Ἀχιλλεύς

833τί φῄς; ἐγώ σοι δεξιάν; αἰδοίμεθʼ ἂν

834Ἀγαμέμνονʼ, εἰ ψαύοιμεν ὧν μή μοι θέμις.

Κλυταιμήστρα

835θέμις μάλιστα, τὴν ἐμὴν ἐπεὶ γαμεῖς

836παῖδʼ, ὦ θεᾶς παῖ ποντίας Νηρηίδος.

Ἀχιλλεύς

837ποίους γάμους φῄς; ἀφασία μʼ ἔχει, γύναι·

838εἰ μή τι παρανοοῦσα καινουργεῖς λόγον;

Κλυταιμήστρα

839πᾶσιν τόδʼ ἐμπέφυκεν, αἰδεῖσθαι φίλους

840καινοὺς ὁρῶσι καὶ γάμου μεμνημένοις.

Ἀχιλλεύς

841οὐπώποτʼ ἐμνήστευσα παῖδα σήν, γύναι,

842οὐδʼ ἐξ Ἀτρειδῶν ἦλθέ μοι λόγος γάμων.

Κλυταιμήστρα

843τί δῆτʼ ἂν εἴη; σὺ πάλιν αὖ λόγους ἐμοὺς

844θαύμαζʼ· ἐμοὶ γὰρ θαύματʼ ἐστὶ τὰ παρὰ σοῦ.

Ἀχιλλεύς

845εἴκαζε· κοινόν ἐστιν εἰκάζειν τάδε·

846ἄμφω γὰρ οὐ ψευδόμεθα τοῖς λόγοις ἴσως.

Κλυταιμήστρα

847ἀλλʼ ἦ πέπονθα δεινά; μνηστεύω γάμους

848οὐκ ὄντας, ὡς εἴξασιν· αἰδοῦμαι τάδε.

Ἀχιλλεύς

849ἴσως ἐκερτόμησε κἀμὲ καὶ σέ τις.

850ἀλλʼ ἀμελίᾳ δὸς αὐτὰ καὶ φαύλως φέρε.

Κλυταιμήστρα

851χαῖρʼ· οὐ γὰρ ὀρθοῖς ὄμμασίν σʼ ἔτʼ εἰσορῶ,

852ψευδὴς γενομένη καὶ παθοῦσʼ ἀνάξια.

Ἀχιλλεύς

853καὶ σοὶ τόδʼ ἐστὶν ἐξ ἐμοῦ· πόσιν δὲ σὸν

854στείχω ματεύσων τῶνδε δωμάτων ἔσω.

Trochees 1

Πρεσβύτης

855ὦ ξένʼ, Αἰακοῦ γένεθλον, μεῖνον· ὦ, σέ τοι λέγω,

856τὸν θεᾶς γεγῶτα παῖδα, καὶ σέ, τὴν Λήδας κόρην.

Ἀχιλλεύς

857τίς ὁ καλῶν πύλας παροίξας; ὡς τεταρβηκὼς καλεῖ.

Πρεσβύτης

858δοῦλος, οὐχ ἁβρύνομαι τῷδʼ· ἡ τύχη γὰρ οὐκ ἐᾷ.

Ἀχιλλεύς

859τίνος; ἐμὸς μὲν οὐχί· χωρὶς τἀμὰ καὶ Ἀγαμέμνονος.

Πρεσβύτης

860τῆσδε τῆς πάροιθεν οἴκων, Τυνδάρεω δόντος πατρός.

Ἀχιλλεύς

861ἕσταμεν· φράζʼ, εἴ τι χρῄζεις, ὧν μʼ ἐπέσχες οὕνεκα.

Πρεσβύτης

862ἦ μόνω παρόντε δῆτα ταῖσδʼ ἐφέστατον πύλαις;

Ἀχιλλεύς

863ὡς μόνοιν λέγοις ἄν, ἔξω δʼ ἐλθὲ βασιλείων δόμων.

Πρεσβύτης

864ὦ Τύχη πρόνοιά θʼ ἡμή, σῴσαθʼ οὓς ἐγὼ θέλω.

Ἀχιλλεύς

865ὁ λόγος ἐς μέλλοντʼ ἂν ὤση χρόνον· ἔχει δʼ ὄγκον τινά.

Κλυταιμήστρα

866δεξιᾶς ἕκατι μὴ μέλλʼ, εἴ τί μοι χρῄζεις λέγειν.

Πρεσβύτης

867οἶσθα δῆτʼ ἔμʼ, ὅστις ὢν σοὶ καὶ τέκνοις εὔνους ἔφυν;

Κλυταιμήστρα

868οἶδά σʼ ὄντʼ ἐγὼ παλαιὸν δωμάτων ἐμῶν λάτριν.

Πρεσβύτης

869χὥτι μʼ ἐν ταῖς σαῖσι φερναῖς ἔλαβεν Ἀγαμέμνων ἄναξ;

Κλυταιμήστρα

870ἦλθες εἰς Ἄργος μεθʼ ἡμῶν καὶ ἐμὸς ἦσθʼ ἀεί ποτε.

Πρεσβύτης

871ὧδʼ ἔχει. καὶ σοὶ μὲν εὔνους εἰμί, σῷ δʼ ἧσσον πόσει.

Κλυταιμήστρα

872ἐκκάλυπτε νῦν ποθʼ ἡμῖν οὕστινας λέγεις λόγους.

Πρεσβύτης

873παῖδα σὴν πατὴρ ὁ φύσας αὐτόχειρ μέλλει κτενεῖν.

Κλυταιμήστρα

874πῶς; ἀπέπτυσʼ, ὦ γεραιέ, μῦθον· οὐ γὰρ εὖ φρονεῖς.

Πρεσβύτης

875φασγάνῳ λευκὴν φονεύων τῆς ταλαιπώρου δέρην.

Κλυταιμήστρα

876ὦ τάλαινʼ ἐγώ. μεμηνὼς ἆρα τυγχάνει πόσις;

Πρεσβύτης

877ἀρτίφρων, πλὴν ἐς σὲ καὶ σὴν παῖδα· τοῦτο δʼ οὐ φρονεῖ.

Κλυταιμήστρα

878ἐκ τίνος λόγου; τίς αὐτὸν οὑπάγων ἀλαστόρων;

Πρεσβύτης

879θέσφαθʼ, ὥς γέ φησι Κάλχας, ἵνα πορεύηται στρατός.

Κλυταιμήστρα

880ποῖ; τάλαινʼ ἐγώ, τάλαινα δʼ ἣν πατὴρ μέλλει κτενεῖν.

Πρεσβύτης

881Δαρδάνου πρὸς δώμαθʼ, Ἑλένην Μενέλεως ὅπως λάβῃ.

Κλυταιμήστρα

882εἰς ἄρʼ Ἰφιγένειαν Ἑλένης νόστος ἦν πεπρωμένος;

Πρεσβύτης

883πάντʼ ἔχεις· Ἀρτέμιδι θύσειν παῖδα σὴν μέλλει πατήρ.

Κλυταιμήστρα

884ὁ δὲ γάμος τίνʼ εἶχε πρόφασιν, ᾧ μʼ ἐκόμισεν ἐκ δόμων;

Πρεσβύτης

885ἵνʼ ἀγάγοις χαίρουσʼ Ἀχιλλεῖ παῖδα νυμφεύσουσα σήν.

Κλυταιμήστρα

886ὦ θύγατερ, ἥκεις ἐπʼ ὀλέθρῳ καὶ σὺ καὶ μήτηρ σέθεν.

Πρεσβύτης

887οἰκτρὰ πάσχετον δύʼ οὖσαι· δεινὰ δʼ Ἀγαμέμνων ἔτλη.

Κλυταιμήστρα

888οἴχομαι τάλαινα, δακρύων τʼ ὄμματʼ οὐκέτι στέγω.

Πρεσβύτης

889εἴπερ ἀλγεινὸν τὸ τέκνων στερόμενον, δακρυρρόει.

Κλυταιμήστρα

890σὺ δὲ τάδʼ, ὦ γέρον, πόθεν φῂς εἰδέναι πεπυσμένος;

Πρεσβύτης

891δέλτον ᾠχόμην φέρων σοι πρὸς τὰ πρὶν γεγραμμένα.

Κλυταιμήστρα

892οὐκ ἐῶν ἢ ξυγκελεύων παῖδʼ ἄγειν θανουμένην;

Πρεσβύτης

893μὴ μὲν οὖν ἄγειν· φρονῶν γὰρ ἔτυχε σὸς πόσις τότʼ εὖ.

Κλυταιμήστρα

894κᾆτα πῶς φέρων γε δέλτον οὐκ ἐμοὶ δίδως λαβεῖν;

Πρεσβύτης

895Μενέλεως ἀφείλεθʼ ἡμᾶς, ὃς κακῶν τῶνδʼ αἴτιος.

Κλυταιμήστρα

896ὦ τέκνον Νηρῇδος, ὦ παῖ Πηλέως, κλύεις τάδε;

Ἀχιλλεύς

897ἔκλυον οὖσαν ἀθλίαν σε, τὸ δʼ ἐμὸν οὐ φαύλως φέρω.

Κλυταιμήστρα

898παῖδά μου κατακτενοῦσι σοῖς δολώσαντες γάμοις.

Ἀχιλλεύς

899μέμφομαι κἀγὼ πόσει σῷ, κοὐχ ἁπλῶς οὕτω φέρω.

Κλυταιμήστρα

900οὐκ ἐπαιδεσθήσομαί γε προσπεσεῖν τὸ σὸν γόνυ,

901θνητὸς ἐκ θεᾶς γεγῶτα· τί γὰρ ἐγὼ σεμνύνομαι;

902ἢ τίνος σπουδαστέον μοι μᾶλλον ἢ τέκνου πέρι;

903ἀλλʼ ἄμυνον, ὦ θεᾶς παῖ, τῇ τʼ ἐμῇ δυσπραξίᾳ

904τῇ τε λεχθείσῃ δάμαρτι σῇ — μάτην μέν, ἀλλʼ ὅμως.

905σοὶ καταστέψασʼ ἐγώ νιν ἦγον ὡς γαμουμένην,

906νῦν δʼ ἐπὶ σφαγὰς κομίζω· σοὶ δʼ ὄνειδος ἵξεται,

907ὅστις οὐκ ἤμυνας· εἰ γὰρ μὴ γάμοισιν ἐζύγης,

908ἀλλʼ ἐκλήθης γοῦν ταλαίνης παρθένου φίλος πόσις.

909πρὸς γενειάδος σε, πρός σε δεξιᾶς, πρὸς μητέρος —

910ὄνομα γὰρ τὸ σόν μʼ ἀπώλεσʼ, ᾧ σʼ ἀμυναθεῖν χρεών —

911οὐκ ἔχω βωμὸν καταφυγεῖν ἄλλον ἢ τὸ σὸν γόνυ·

912οὐδὲ φίλος οὐδεὶς…

913ὠμὰ…

914

The complete text is available when the reading interface loads.