Ῥῆσος
Author namesEuripide · Euripides · Ευριπιδης
- Scientific editors
- Gilbert Murray
- Edition reference
- Euripidis Fabulae · Oxford · Clarendon Press · 1913
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg019.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Choral 1
Anapests 1
Χορός
1— Βᾶθι πρὸς εὐνὰς τὰς Ἑκτορέους.
2τίς ὑπασπιστῶν ἄγρυπνος βασιλέως,
3ἢ τευχοφόρων;
4— δέξαιτο νέων κληδόνα μύθων,
5οἳ τετράμοιρον νυκτὸς φυλακὴν
6πάσης στρατιᾶς προκάθηνται.
7— ὄρθου κεφαλὴν πῆχυν ἐρείσας,
8λῦσον βλεφάρων γοργωπὸν ἕδραν,
9λεῖπε χαμεύνας φυλλοστρώτους,
10Ἕκτορ· καιρὸς γὰρ ἀκοῦσαι.
Ἕκτωρ
11τίς ὅδʼ; ἦ φίλιος φθόγγος· τίς ἀνήρ;
12τί τὸ σῆμα; θρόει·
13τίνες ἐκ νυκτῶν τὰς ἡμετέρας
14κοίτας πλάθουσʼ; ἐνέπειν χρή.
Χορός
15φύλακες στρατιᾶς.
Ἕκτωρ
15bτί φέρῃ θορύβῳ;
Χορός
16θάρσει.
Ἕκτωρ
16bθαρσῶ.
17μῶν τις λόχος ἐκ νυκτῶν;
Χορός
17bοὐκ ἔστι.
Ἕκτωρ
17cτί σὺ γὰρ
18φυλακὰς προλιπὼν κινεῖς στρατιάν,
19εἰ μή τινʼ ἔχων νυκτηγορίαν;
20οὐκ οἶσθα δορὸς πέλας Ἀργείου
21νυχίαν ἡμᾶς
22κοίταν πανόπλους κατέχοντας;
Strophe 1
Χορός
23— ὁπλίζου χέρα· συμμάχων,
24Ἕκτορ, βᾶθι πρὸς εὐνάς,
25ὄτρυνον ἔγχος αἴρειν, ἀφύπνισον.
26— πέμπε φίλους ἰέναι ποτὶ σὸν λόχον,
27ἁρμόσατε ψαλίοις ἵππους.
28— τίς εἶσʼ ἐπὶ Πανθοΐδαν,
29ἢ τὸν Εὐρώπας, Λυκίων ἀγὸν ἀνδρῶν;
30— ποῦ σφαγίων ἔφοροι;
31— ποῦ δὲ γυμνήτων μόναρχοι
32τοξοφόροι τε Φρυγῶν;
33— ζεύγνυτε κερόδετα τόξα νευραῖς.
Anapests 3
Ἕκτωρ
34τὰ μὲν ἀγγέλλεις δείματʼ ἀκούειν,
35τὰ δὲ θαρσύνεις, κοὐδὲν καθαρῶς.
36ἀλλʼ ἦ Κρονίου Πανὸς τρομερᾷ
37μάστιγι φοβῇ; φυλακὰς δὲ λιπὼν
38κινεῖς στρατιάν. τί θροεῖς; τί σε φῶ
39νέον ἀγγέλλειν; πολλὰ γὰρ εἰπὼν
40οὐδὲν τρανῶς ἀπέδειξας.
Antistrophe 1
Χορός
41— πύρʼ αἴθει στρατὸς Ἀργόλας,
42Ἕκτορ, πᾶσαν ἀνʼ ὄρφναν,
43διειπετῆ δὲ ναῶν πυρσοῖς σταθμά.
44πᾶς δʼ Ἀγαμεμνονίαν προσέβα στρατὸς
45ἐννύχιος θορύβῳ σκηνάν,
46νέαν τινʼ ἐφιέμενοι
47βάξιν. οὐ γάρ πω πάρος ὧδʼ ἐφοβήθη
48ναυσιπόρος στρατιά.
49σοὶ δʼ, ὑποπτεύων τὸ μέλλον,
50ἤλυθον ἄγγελος, ὡς
51μήποτʼ ἐς ἐμέ τινα μέμψιν εἴπῃς.
Episode 2
Ἕκτωρ
52ἐς καιρὸν ἥκεις, καίπερ ἀγγέλλων φόβον·
53ἅνδρες γὰρ ἐκ γῆς τῆσδε νυκτέρῳ πλάτῃ
54λαθόντες ὄμμα τοὐμὸν ἀρεῖσθαι φυγὴν
55μέλλουσι· σαίνει μʼ ἔννυχος φρυκτωρία.
56ὦ δαῖμον, ὅστις μʼ εὐτυχοῦντʼ ἐνόσφισας
57θοίνης λέοντα, πρὶν τὸν Ἀργείων στρατὸν
58σύρδην ἅπαντα τῷδʼ ἀναλῶσαι δορί.
59εἰ γὰρ φαεννοὶ μὴ ξυνέσχον ἡλίου
60λαμπτῆρες, οὔτἂν ἔσχον εὐτυχοῦν δόρυ,
61πρὶν ναῦς πυρῶσαι καὶ διὰ σκηνῶν μολεῖν
62κτείνων Ἀχαιοὺς τῇδε πολυφόνῳ χερί.
63κἀγὼ μὲν ἦ πρόθυμος ἱέναι δόρυ
64ἐν νυκτὶ χρῆσθαί τʼ εὐτυχεῖ ῥύμῃ θεοῦ·
65ἀλλʼ οἱ σοφοί με καὶ τὸ θεῖον εἰδότες
66μάντεις ἔπεισαν ἡμέρας μεῖναι φάος
67κἄπειτʼ Ἀχαιῶν μηδένʼ ἐν χέρσῳ λιπεῖν.
68οἳ δʼ οὐ μένουσι τῶν ἐμῶν θυοσκόων
69βουλάς· ἐν ὄρφνῃ δραπέτης μέγα σθένει.
70ἀλλʼ ὡς τάχιστα χρὴ παραγγέλλειν στρατῷ
71τεύχη πρόχειρα λαμβάνειν λῆξαί θʼ ὕπνου,
72ὡς ἄν τις αὐτῶν καὶ νεὼς θρῴσκων ἔπι
73νῶτον χαραχθεὶς κλίμακας ῥάνῃ φόνῳ,
74οἳ δʼ ἐν βρόχοισι δέσμιοι λελημμένοι
75Φρυγῶν ἀρούρας ἐκμάθωσι γαπονεῖν.
Χορός
76Ἕκτορ, ταχύνεις πρὶν μαθεῖν τὸ δρώμενον·
77ἅνδρες γὰρ εἰ φεύγουσιν οὐκ ἴσμεν τορῶς.
Ἕκτωρ
78τίς γὰρ πύρʼ αἴθειν πρόφασις Ἀργείων στρατόν;
Χορός
79οὐκ οἶδʼ· ὕποπτον δʼ ἐστὶ κάρτʼ ἐμῇ φρενί.
Ἕκτωρ
80πάντʼ ἂν φοβηθεὶς ἴσθι, δειμαίνων τόδε.
Χορός
81οὔπω πρὶν ἧψαν πολέμιοι τοσόνδε φῶς.
Ἕκτωρ
82οὐδʼ ὧδέ γʼ αἰσχρῶς ἔπεσον ἐν τροπῇ δορός.
Χορός
83σὺ ταῦτʼ ἔπραξας· καὶ τὰ λοιπὰ νῦν σκόπει.
Ἕκτωρ
84ἁπλοῦς ἐπʼ ἐχθροῖς μῦθος ὁπλίζειν χέρα.
Χορός
85καὶ μὴν ὅδʼ Αἰνέας καὶ μάλα σπουδῇ ποδὸς
86στείχει, νέον τι πρᾶγμʼ ἔχων φίλοις φράσαι.
Αἰνείας
87Ἕκτορ, τί χρῆμα νύκτεροι κατὰ στρατὸν
88τὰς σὰς πρὸς εὐνὰς φύλακες ἐλθόντες φόβῳ
89νυκτηγοροῦσι καὶ κεκίνηται· στρατός;
Ἕκτωρ
90Αἰνέα, πύκαζε τεύχεσιν δέμας σέθεν.
Αἰνείας
91τί δʼ ἔστι; μῶν τις πολεμίων ἀγγέλλεται
92δόλος κρυφαῖος ἑστάναι κατʼ εὐφρόνην;
Ἕκτωρ
93φεύγουσιν ἅνδρες κἀπιβαίνουσιν νεῶν.
Αἰνείας
94τί τοῦδʼ ἂν εἴποις ἀσφαλὲς τεκμήριον;
Ἕκτωρ
95αἴθουσι πᾶσαν νύκτα λαμπάδας πυρός·
96καί μοι δοκοῦσιν οὐ μενεῖν ἐς αὔριον,
97ἀλλʼ ἐκκέαντες πύρσʼ ἐπʼ εὐσέλμων νεῶν
98φυγῇ πρὸς οἴκους τῆσδʼ ἀφορμήσειν χθονός.
Αἰνείας
99σὺ δʼ ὡς τί δράσων πρὸς τάδʼ ὁπλίζῃ χέρας;
Ἕκτωρ
100φεύγοντας αὐτοὺς κἀπιθρῴσκοντας νεῶν
101λόγχῃ καθέξω κἀπικείσομαι βαρύς·
102αἰσχρὸν γὰρ ἡμῖν, καὶ πρὸς αἰσχύνῃ κακόν,
103θεοῦ διδόντος πολεμίους ἄνευ μάχης
104φεύγειν ἐᾶσαι πολλὰ δράσαντας κακά.
Αἰνείας
105εἴθʼ ἦσθʼ ἀνὴρ εὔβουλος ὡς δρᾶσαι χερί.
106ἀλλʼ οὐ γὰρ αὑτὸς πάντʼ ἐπίστασθαι βροτῶν
107πέφυκεν· ἄλλῳ δʼ ἄλλο πρόσκειται γέρας,
108σὲ μὲν μάχεσθαι, τοὺς δὲ βουλεύειν καλῶς·
109ὅστις πυρὸς λαμπτῆρας ἐξήρθης κλύων
110φλέγειν Ἀχαιούς, καὶ στρατὸν μέλλεις ἄγειν
111τάφρους ὑπερβὰς νυκτὸς ἐν καταστάσει.
112καίτοι περάσας κοῖλον αὐλώνων βάθος,
113εἰ μὴ κυρήσεις πολεμίους ἀπὸ χθονὸς
114φεύγοντας, ἀλλὰ σὸν βλέποντας ἐς δόρυ,
115νικώμενος μὲν οὔτι μὴ μόλῃς πάλιν·
116πῶς γὰρ περάσει σκόλοπας ἐν τροπῇ στρατός;
117πῶς δʼ αὖ γεφύρας διαβαλοῦσʼ ἱππηλάται,
118ἢν ἆρα μὴ θραύσαντες ἀντύγων χνόας;
119νικῶν δʼ ἔφεδρον παῖδʼ ἔχεις τὸν Πηλέως,
120ὅς σʼ οὐκ ἐάσει ναυσὶν ἐμβαλεῖν φλόγα,
121οὐδʼ ὧδʼ Ἀχαιούς, ὡς δοκεῖς, ἀναρπάσαι.
122αἴθων γὰρ ἁνὴρ καὶ πεπύργωται χερί.
123ἀλλὰ στρατὸν μὲν ἥσυχον παρʼ ἀσπίδας
124εὕδειν ἐῶμεν ἐκ κόπων ἀρειφάτων,
125κατάσκοπον δὲ πολεμίων, ὃς ἂν θέλῃ,
126πέμπειν δοκεῖ μοι· κἂν μὲν αἴρωνται φυγήν,
127στείχοντες ἐμπέσωμεν Ἀργείων στρατῷ·
128εἰ δʼ ἐς δόλον τινʼ ἥδʼ ἄγει φρυκτωρία,
129μαθόντες ἐχθρῶν μηχανὰς κατασκόπου
130βουλευσόμεσθα· τήνδʼ ἔχω γνώμην, ἄναξ.
Strophe 1
Χορός
131τάδε δοκεῖ, τάδε μεταθέμενος νόει.
132σφαλερὰ δʼ οὐ φιλῶ στρατηγῶν κράτη.
133τί γὰρ ἄμεινον ἢ
134ταχυβάταν νεῶν κατόπταν μολεῖν
135πέλας ὅ τί ποτʼ ἄρα δαΐοις
136πυρὰ κατʼ ἀντίπρῳρα ναυστάθμων δαίεται;
Iambic 2
Ἕκτωρ
137νικᾶτʼ, ἐπειδὴ πᾶσιν ἁνδάνει τάδε.
138στείχων δὲ κοίμα συμμάχους· τάχʼ ἂν στρατὸς
139κινοῖτʼ ἀκούσας νυκτέρους ἐκκλησίας.
140ἐγὼ δὲ πέμψω πολεμίων κατάσκοπον.
141κἂν μέν τινʼ ἐχθρῶν μηχανὴν πυθώμεθα,
142σὺ πάντʼ ἀκούσῃ καὶ παρὼν εἴσῃ λόγον·
143ἐὰν δʼ ἀπαίρωσʼ ἐς φυγὴν ὁρμώμενοι,
144σάλπιγγος αὐδὴν προσδοκῶν καραδόκει,
145ὡς οὐ μενοῦντά μʼ· ἀλλὰ προσμείξω νεῶν
146ὁλκοῖσι νυκτὸς τῆσδʼ ἐπʼ Ἀργείων στρατῷ.
Αἰνείας
147πέμφʼ ὡς τάχιστα· νῦν γὰρ ἀσφαλῶς φρονεῖς.
148σὺν σοὶ δʼ ἔμʼ ὄψῃ καρτεροῦνθʼ, ὅταν δέῃ.
Ἕκτωρ
149τίς δῆτα Τρώων οἳ πάρεισιν ἐν λόγῳ
150θέλει κατόπτης ναῦς ἐπʼ Ἀργείων μολεῖν;
151τίς ἂν γένοιτο τῆσδε γῆς εὐεργέτης;
152τίς φησιν; οὔτοι πάντʼ ἐγὼ δυνήσομαι
153πόλει πατρῴᾳ συμμάχοις θʼ ὑπηρετεῖν.
Δόλων
154ἐγὼ πρὸ γαίας τόνδε κίνδυνον θέλω
155ῥίψας κατόπτης ναῦς ἐπʼ Ἀργείων μολεῖν,
156καὶ πάντʼ Ἀχαιῶν ἐκμαθὼν βουλεύματα
157ἥξω· ἐπὶ τούτοις τόνδʼ ὑφίσταμαι πόνον.
Ἕκτωρ
158ἐπώνυμος μὲν κάρτα καὶ φιλόπτολις
159Δόλων· πατρὸς δὲ καὶ πρὶν εὐκλεᾶ δόμον
160νῦν δὶς τόσως ἔθηκας εὐκλεέστερον.
Δόλων
161οὐκοῦν πονεῖν μὲν χρή, πονοῦντα δʼ ἄξιον
162μισθὸν φέρεσθαι. παντὶ γὰρ προσκείμενον
163κέρδος πρὸς ἔργῳ τὴν χάριν τίκτει διπλῆν.
Ἕκτωρ
164ναί, καὶ δίκαια ταῦτα κοὐκ ἄλλως λέγω.
165τάξαι δὲ μισθόν, πλὴν ἐμῆς τυραννίδος.
Δόλων
166οὐ σῆς ἐρῶμεν πολιόχου τυραννίδος.
Ἕκτωρ
167σὺ δʼ ἀλλὰ γήμας Πριαμιδῶν γαμβρὸς γενοῦ.
Δόλων
168οὐδʼ ἐξ ἐμαυτοῦ μειζόνων γαμεῖν θέλω.
Ἕκτωρ
169χρυσὸς πάρεστιν, εἰ τόδʼ αἰτήσεις γέρας.
Δόλων
170ἀλλʼ ἔστʼ ἐν οἴκοις· οὐ βίου σπανίζομεν.
Ἕκτωρ
171τί δῆτα χρῄζεις ὧν κέκευθεν Ἴλιος;
Δόλων
172ἑλὼν Ἀχαιοὺς δῶρά μοι ξυναίνεσον.
Ἕκτωρ
173δώσω· σὺ δʼ αἴτει πλὴν στρατηλάτας νεῶν.
Δόλων
174κτεῖνʼ, οὔ σʼ ἀπαιτῶ Μενέλεω σχέσθαι χέρα.
Ἕκτωρ
175οὐ μὴν τὸν Ἰλέως παῖδά μʼ ἐξαιτῇ λαβεῖν;
Δόλων
176κακαὶ γεωργεῖν χεῖρες εὖ τεθραμμέναι.
Ἕκτωρ
177τίνʼ οὖν Ἀχαιῶν ζῶντʼ ἀποινᾶσθαι θέλεις;
Δόλων
178καὶ πρόσθεν εἶπον· ἔστι χρυσὸς ἐν δόμοις.
Ἕκτωρ
179καὶ μὴν λαφύρων γʼ αὐτὸς αἱρήσῃ παρών.
Δόλων
180θεοῖσιν αὐτὰ πασσάλευε πρὸς δόμοις.
Ἕκτωρ
181τί δῆτα μεῖζον τῶνδέ μʼ αἰτήσεις γέρας;
Δόλων
182ἵππους Ἀχιλλέως· χρὴ δʼ ἐπʼ ἀξίοις πονεῖν
183ψυχὴν προβάλλοντʼ ἐν κύβοισι δαίμονος.
Ἕκτωρ
184καὶ μὴν ἐρῶντί γʼ ἀντερᾷς ἵππων ἐμοί·
185ἐξ ἀφθίτων γὰρ ἄφθιτοι πεφυκότες
186τὸν Πηλέως φέρουσι θούριον γόνον·
187δίδωσι δʼ αὐτοὺς πωλοδαμνήσας ἄναξ
188Πηλεῖ Ποσειδῶν, ὡς λέγουσι, πόντιος.
189ἀλλʼ οὔ σʼ ἐπάρας ψεύσομαι· δώσω δέ σοι,
190κάλλιστον οἴκοις κτῆμʼ, Ἀχιλλέως ὄχον.
Δόλων
191αἰνῶ· λαβὼν δʼ ἄν φημι κάλλιστον Φρυγῶν
192δῶρον δέχεσθαι τῆς ἐμῆς εὐσπλαγχνίας.
193σὲ δʼ οὐ φθονεῖν χρή· μυρίʼ ἔστιν ἄλλα σοι,
194ἐφʼ οἷσι τέρψῃ τῆσδʼ ἀριστεύων χθονός.
Antistrophe 3
Χορός
195μέγας ἀγών, μεγάλα δʼ ἐπινοεῖς ἑλεῖν·
196μακάριός γε μὴν κυρήσας ἔσῃ.
197πόνος ὅδʼ εὐκλεής·
198μέγα δὲ κοιράνοισι γαμβρὸν πέλειν.
199τὰ θεόθεν ἐπιδέτω Δίκα,
200τὰ δὲ παρʼ ἀνδράσιν τέλειά σοι φαίνεται.
Iambic 4
Δόλων
201στείχοιμʼ ἄν· ἐλθὼν δʼ ἐς δόμους ἐφέστιος
202σκευῇ πρεπόντως σῶμʼ ἐμὸν καθάψομαι,
203κἀκεῖθεν ἥσω ναῦς ἐπʼ Ἀργείων πόδα.
Χορός
204ἐπεὶ τίνʼ ἄλλην ἀντὶ τῆσδʼ ἕξεις στολήν;
Δόλων
205πρέπουσαν ἔργῳ κλωπικοῖς τε βήμασι.
Χορός
206σοφοῦ παρʼ ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν·
207λέξον, τίς ἔσται τοῦδε σώματος σαγή;
Δόλων
208λύκειον ἀμφὶ νῶτʼ ἐνάψομαι δορὰν
209καὶ χάσμα θηρὸς ἀμφʼ ἐμῷ θήσω κάρᾳ,
210βάσιν τε χερσὶ προσθίαν καθαρμόσας
211καὶ κῶλα κώλοις, τετράπουν μιμήσομαι
212λύκου κέλευθον πολεμίοις δυσεύρετον,
213τάφροις πελάζων καὶ νεῶν προβλήμασιν.
214ὅταν δʼ ἔρημον χῶρον ἐμβαίνω ποδί,
215δίβαμος εἶμι· τῇδε σύγκειται δόλος.
Χορός
216ἀλλʼ εὖ σʼ ὁ Μαίας παῖς ἐκεῖσε καὶ πάλιν
217πέμψειεν Ἑρμῆς, ὅς γε φηλητῶν ἄναξ.
218ἔχεις δὲ τοὔργον· εὐτυχεῖν μόνον σε δεῖ.
Δόλων
219σωθήσομαί γε καὶ κτανὼν Ὀδυσσέως
220οἴσω κάρα σοι — σύμβολον δʼ ἔχων σαφὲς
221φήσεις Δόλωνα ναῦς ἐπʼ Ἀργείων μολεῖν —
222ἢ παῖδα Τυδέως· οὐδʼ ἀναιμάκτῳ χερὶ
223ἥξω πρὸς οἴκους πρὶν φάος μολεῖν χθόνα.
Choral 3
Strophe 1
Χορός
224Θυμβραῖε καὶ Δάλιε καὶ Λυκίας
225ναὸν ἐμβατεύων
226Ἄπολλον, ὦ δία κεφαλά, μόλε τοξή-
227ρης, ἱκοῦ ἐννύχιος
229καὶ γενοῦ σωτήριος ἀνέρι πομπᾶς
230ἁγεμὼν καὶ ξύλλαβε Δαρδανίδαις,
231ὦ παγκρατές, ὦ Τροΐας
232τείχη παλαιὰ δείμας.
Antistrophe 1
Χορός
233μόλοι δὲ ναυκλήρια, καὶ στρατιᾶς
234Ἑλλάδος διόπτας
235ἵκοιτο, καὶ κάμψειε πάλιν θυμέλας οἴ-
236κων πατρὸς Ἰλιάδας.
237Φθιάδων δʼ ἵππων ποτʼ ἐπʼ ἄντυγα βαίη,
238δεσπότου πέρσαντος Ἀχαιὸν Ἄρη,
240τὰς πόντιος Αἰακίδᾳ
241Πηλεῖ δίδωσι δαίμων.
Strophe 2
Χορός
243ἐπεὶ πρό τʼ οἴκων πρό τε γᾶς ἔτλα μόνος
244ναύσταθμα βὰς κατιδεῖν· ἄγαμαι
245λήματος· ἦ σπανία τις
246τῶν ἀγαθῶν, ὅταν ᾖ
247δυσάλιος ἐν πελάγει
248καὶ σαλεύῃ
250πόλις. ἔστι Φρυγῶν τις ἔστιν ἄλκιμος·
251ἔνι δὲ θράσος ἐν αἰχ-
252μᾷ· πόθι Μυσῶν ὃς ἐμὰν
253συμμαχίαν ἀτίζει;
Antistrophe 2
Χορός
254τίνʼ ἄνδρʼ Ἀχαιῶν ὁ πεδοστιβὴς σφαγεὺς
255οὐτάσει ἐν κλισίαις, τετράπουν
256μῖμον ἔχων ἐπιγαίου
257θηρός; ἕλοι Μενέλαν,
258κτανὼν δʼ Ἀγαμεμνόνιον
259κρᾶτʼ ἐνέγκοι
260Ἑλένᾳ κακόγαμβρον ἐς χέρας γόον,
261ὃς ἐπὶ πόλιν, ὃς ἐπὶ
262γᾶν Τροΐαν χιλιόναυν
263ἤλυθʼ ἔχων στρατείαν.
Episode 4
Ἄγγελος Ποιμήν
264ἄναξ, τοιούτων δεσπόταισιν ἄγγελος
265εἴην τὸ λοιπὸν οἷά σοι φέρω μαθεῖν.
Ἕκτωρ
266ἦ πόλλʼ ἀγρώταις σκαιὰ πρόσκειται φρενί·
267καὶ γὰρ σὺ ποίμνας δεσπόταις τευχεσφόροις
268ἥκειν ἔοικας ἀγγελῶν ἵνʼ οὐ πρέπει.
269οὐκ οἶσθα δῶμα τοὐμὸν ἢ θρόνους πατρός,
270οἷ χρῆν γεγωνεῖν σʼ εὐτυχοῦντα ποίμνια;
Ἄγγελος
271σκαιοὶ βοτῆρές ἐσμεν· οὐκ ἄλλως λέγω.
272ἀλλʼ οὐδὲν ἧσσον σοι φέρω κεδνοὺς λόγους.
Ἕκτωρ
273παῦσαι λέγων μοι τὰς προσαυλείους τύχας·
274μάχας πρὸ χειρῶν καὶ δόρη βαστάζομεν.
Ἄγγελος
275τοιαῦτα κἀγὼ σημανῶν ἐλήλυθα·
276ἀνὴρ γὰρ ἀλκῆς μυρίας στρατηλατῶν
277στείχει φίλος σοὶ σύμμαχός τε τῇδε γῇ.
Ἕκτωρ
278ποίας πατρῴας γῆς ἐρημώσας πέδον;
Ἄγγελος
279Θρῄκης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται.
Ἕκτωρ
280Ῥῆσον τιθέντʼ ἔλεξας ἐν Τροίᾳ πόδα;
Ἄγγελος
281ἔγνως· λόγου δὲ δὶς τόσου μʼ ἐκούφισας.
Ἕκτωρ
282καὶ πῶς πρὸς Ἴδης ὀργάδας πορεύεται,
283πλαγχθεὶς πλατείας πεδιάδος θʼ ἁμαξιτοῦ;
Ἄγγελος
284οὐκ οἶδʼ ἀκριβῶς· εἰκάσαι γε μὴν πάρα.
285νυκτὸς γὰρ οὔτι φαῦλον ἐμβαλεῖν στρατόν,
286κλύοντα πλήρη πεδία πολεμίας χερός.
287φόβον δʼ ἀγρώσταις, οἳ κατʼ Ἰδαῖον λέπας
288οἰκοῦμεν αὐτόρριζον ἑστίαν χθονός,
289παρέσχε δρυμὸν νυκτὸς ἔνθηρον μολών.
290πολλῇ γὰρ ἠχῇ Θρῄκιος ῥέων στρατὸς
291ἔστειχε· θάμβει δʼ ἐκπλαγέντες ἵεμεν
292ποίμνας πρὸς ἄκρας, μή τις Ἀργείων μόλῃ
293λεηλατήσων καὶ σὰ πορθήσων σταθμά,
294πρὶν δὴ διʼ ὤτων γῆρυν οὐχ Ἑλληνικὴν
295ἐδεξάμεσθα καὶ μετέστημεν φόβου.
296στείχων δʼ ἄνακτος προυξερευνητὰς ὁδοῦ
297ἀνιστόρησα Θρῃκίοις προσφθέγμασι,
298Τίς ὁ στρατηγὸς καὶ τίνος κεκλημένος
299στείχει πρὸς ἄστυ Πριαμίδαισι σύμμαχος;
300καὶ πάντʼ ἀκούσας ὧν ἐφιέμην μαθεῖν,
301ἔστην· ὁρῶ δὲ Ῥῆσον ὥστε δαίμονα
302ἑστῶτʼ ἐν ἵπποις Θρῃκίοις τʼ ὀχήμασι.
303χρυσῆ δὲ πλάστιγξ αὐχένα ζυγηφόρον
304πώλων ἔκλῃε χιόνος ἐξαυγεστέρων.
305πέλτη δʼ ἐπʼ ὤμων χρυσοκολλήτοις τύποις
306ἔλαμπε· Γοργὼν δʼ ὡς ἐπʼ αἰγίδος θεᾶς
307χαλκῆ μετώποις ἱππικοῖσι πρόσδετος
308πολλοῖσι σὺν κώδωσιν ἐκτύπει φόβον.
309στρατοῦ δὲ πλῆθος οὐδʼ ἂν ἐν ψήφου λόγῳ
310θέσθαι δυναίμην, ὡς ἄπλατον ἦν ἰδεῖν,
311πολλοὶ μὲν ἱππῆς, πολλὰ πελταστῶν τέλη,
312πολλοὶ δʼ ἀτράκτων τοξόται, πολὺς δʼ ὄχλος
313γυμνὴς ὁμαρτῇ, Θρῃκίαν ἔχων στολήν.
314τοιόσδε Τροίᾳ σύμμαχος πάρεστʼ ἀνήρ,
315ὃν οὔτε φεύγων οὔθʼ ὑποσταθεὶς δορὶ
316ὁ Πηλέως παῖς ἐκφυγεῖν δυνήσεται.
Χορός
317ὅταν πολίταις εὐσταθῶσι δαίμονες,
318ἕρπει κατάντης ξυμφορὰ πρὸς τἀγαθά.
Ἕκτωρ
319πολλούς, ἐπειδὴ τοὐμὸν εὐτυχεῖ δόρυ
320καὶ Ζεὺς πρὸς ἡμῶν ἐστιν, εὑρήσω φίλους.
321ἀλλʼ οὐδὲν αὐτῶν δεόμεθʼ, οἵτινες πάλαι
322μὴ ξυμπονοῦσιν, ἡνίκʼ ἐξώστης Ἄρης
323ἔθραυε λαίφη τῆσδε γῆς μέγας πνέων.
324Ῥῆσος δʼ ἔδειξεν οἷος ἦν Τροίᾳ φίλος·
325ἥκει γὰρ ἐς δαῖτʼ, οὐ παρὼν κυνηγέταις
326αἱροῦσι λείαν οὐδὲ συγκαμὼν δορί.
Χορός
327ὀρθῶς ἀτίζεις κἀπίμομφος εἶ φίλοις·
328δέχου δὲ τοὺς θέλοντας ὠφελεῖν πόλιν.
Ἕκτωρ
329ἀρκοῦμεν οἱ σῴζοντες Ἴλιον πάλαι.
Χορός
330πέποιθας ἤδη πολεμίους ᾑρηκέναι;
Ἕκτωρ
331πέποιθα· δείξει τοὐπιὸν σέλας θεοῦ.
Χορός
332ὅρα τὸ μέλλον· πόλλʼ ἀναστρέφει θεός.
Ἕκτωρ
333μισῶ φίλοισιν ὕστερον βοηδρομεῖν.
336ὃ δʼ οὖν, ἐπείπερ ἦλθε, σύμμαχος μὲν οὔ,
337ξένος δὲ πρὸς τράπεζαν ἡκέτω ξένων·
338χάρις γὰρ αὐτῷ Πριαμιδῶν διώλετο.
Χορός
334ἄναξ, ἀπωθεῖν συμμάχους ἐπίφθονον.
Ἄγγελος
335φόβος γένοιτʼ ἂν πολεμίοις ὀφθεὶς μόνον.
Ἕκτωρ
339σύ τʼ εὖ παραινεῖς καὶ σὺ καιρίως σκοπεῖς.
340ὁ χρυσοτευχὴς δʼ οὕνεκʼ ἀγγέλου λόγων
341Ῥῆσος παρέστω τῇδε σύμμαχος χθονί.
Choral 5
Strophe 1
Χορός
342Ἀδράστεια μὲν ἁ Διὸς
343παῖς εἴργοι στομάτων φθόνον·
344φράσω γὰρ δὴ ὅσον μοι ψυχᾷ
345προσφιλές ἐστιν εἰπεῖν.
346ἥκεις, ὦ ποταμοῦ παῖ,
347ἥκεις, ἐπλάθης Φιλίου πρὸς αὐλὰν
348ἀσπαστός, ἐπεί σε χρόνῳ
349Πιερὶς μάτηρ ὅ τε καλλιγέφυ-
350ρος ποταμὸς πορεύει
Antistrophe 1
Χορός
351Στρυμών, ὅς ποτε τᾶς μελῳ-
352δοῦ Μούσας διʼ ἀκηράτων
353δινηθεὶς ὑδροειδὴς κόλπων
354σὰν ἐφύτευσεν ἥβαν.
355σύ μοι Ζεὺς ὁ φαναῖος
356ἥκεις διφρεύων βαλιαῖσι πώλοις.
357νῦν, ὦ πατρὶς ὦ Φρυγία,
358ξὺν θεῷ νῦν σοι τὸν ἐλευθέριον
359Ζῆνα πάρεστιν εἰπεῖν.
Strophe 2
Χορός
360ἆρά ποτʼ αὖθις ἁ παλαιὰ Τροΐα
361τοὺς προπότας παναμερεύ-
362σει θιάσους ἐρώτων
363ψαλμοῖσι καὶ κυλίκων οἰνοπλανή-
364τοις ὑποδεξίαις ἁμίλ-
365λαις κατὰ πόντον Ἀτρειδᾶν
366Σπάρταν οἰχομένων
366aἸλιάδος παρʼ ἀκτᾶς;
367ὦ φίλος, εἴθε μοι
368σᾷ χερὶ καὶ σῷ δορὶ πρά-
369ξας τάδʼ ἐς οἶκον ἔλθοις.
Antistrophe 2
Χορός
370ἐλθέ, φάνηθι, τὰν ζάχρυσον προβαλοῦ
371Πηλεΐδα κατʼ ὄμμα πέλ-
372ταν δοχμίαν πεδαίρων
373σχιστὰν παρʼ ἄντυγα, πώλους ἐρεθί-
374ζων δίβολόν τʼ ἄκοντα πάλ-
375λων. σὲ γὰρ οὔτις ὑποστὰς
376Ἀργείας ποτʼ ἐν Ἥ-
377ρας δαπέδοις χορεύσει·
378ἀλλά νιν ἅδε γᾶ
378aκαπφθίμενον Θρῃκὶ μόρῳ
379φίλτατον ἄχθος οἴσει.
Episode 6
Anapests 1
Χορός
380— ἰὼ ἰώ, μέγας ὦ βασιλεῦ.
380aκαλόν, ὦ Θρῄκη,
381σκύμνον ἔθρεψας πολίαρχον ἰδεῖν.
382ἴδε χρυσόδετον σώματος ἀλκήν,
383κλύε καὶ κόμπους κωδωνοκρότους
384παρὰ πορπάκων κελαδοῦντας.
385θεός, ὦ Τροία, θεός, αὐτὸς Ἄρης
386ὁ Στρυμόνιος πῶλος ἀοιδοῦ
387Μούσης ἥκων καταπνεῖ σε.
Iambics 2
Ῥῆσος
388χαῖρʼ, ἐσθλὸς ἐσθλοῦ παῖς, τύραννε τῆσδε γῆς,
389Ἕκτορ· παλαιᾷ σʼ ἡμέρᾳ προσεννέπω.
390χαίρω δέ σʼ εὐτυχοῦντα καὶ προσήμενον
391πύργοισιν ἐχθρῶν· συγκατασκάψων δʼ ἐγὼ
392τείχη πάρειμι καὶ νεῶν πρήσων σκάφη.
Ἕκτωρ
393παῖ τῆς μελῳδοῦ μητέρος Μουσῶν μιᾶς
394Θρῃκός τε ποταμοῦ Στρυμόνος, φιλῶ λέγειν
395τἀληθὲς αἰεὶ κοὐ διπλοῦς πέφυκʼ ἀνήρ.
396πάλαι πάλαι χρῆν τῇδε συγκάμνειν χθονὶ
397ἐλθόντα, καὶ μὴ τοὐπί σʼ Ἀργείων ὕπο
398Τροίαν ἐᾶσαι πολεμίῳ πεσεῖν δορί.
399οὐ γάρ τι λέξεις ὡς ἄκλητος ὢν φίλοις
400οὐκ ἦλθες οὐδʼ ἤμυνας οὐδʼ ἐπεστράφης.
401τίς γάρ σε κῆρυξ ἢ γερουσία Φρυγῶν
402ἐλθοῦσʼ ἀμύνειν οὐκ ἐπέσκηψεν πόλει;
403ποῖον δὲ δώρων κόσμον οὐκ ἐπέμψαμεν;
404σὺ δʼ ἐγγενὴς ὢν βάρβαρός τε βαρβάρους
405Ἕλλησιν ἡμᾶς προύπιες τὸ σὸν μέρος.
406καίτοι σε μικρᾶς ἐκ τυραννίδος μέγαν
407Θρῃκῶν ἄνακτα τῇδʼ ἔθηκʼ ἐγὼ χερί,
408ὅτʼ ἀμφὶ Πάγγαιόν τε Παιόνων τε γῆν
409Θρῃκῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμα
410ἔρρηξα πέλτην, σοὶ δὲ δουλώσας λεὼν
411παρέσχον· ὧν σὺ λακτίσας πολλὴν χάριν,
412φίλων νοσούντων ὕστερος βοηδρομεῖς.
413οἱ δʼ οὐδὲν ἡμῖν ἐν γένει πεφυκότες,
414πάλαι παρόντες, οἳ μὲν ἐν χωστοῖς τάφοις
415κεῖνται πεσόντες, πίστις οὐ σμικρὰ πόλει,
416οἳ δʼ ἔν θʼ ὅπλοισι καὶ παρʼ ἱππείοις ὄχοις
417ψυχρὰν ἄησιν δίψιόν τε πῦρ θεοῦ
418μένουσι καρτεροῦντες, οὐκ ἐν δεμνίοις
419πυκνὴν ἄμυστιν ὡς σὺ δεξιούμενοι.
420ταῦθʼ, ὡς ἂν εἰδῇς Ἕκτορʼ ὄντʼ ἐλεύθερον,
421καὶ μέμφομαί σοι καὶ λέγω κατʼ ὄμμα σόν.
Ῥῆσος
422τοιοῦτός εἰμι καὐτός, εὐθεῖαν λόγων
423τέμνων κέλευθον, κοὐ διπλοῦς πέφυκʼ ἀνήρ.
424ἐγὼ δὲ μεῖζον ἢ σὺ τῆσδʼ ἀπὼν χθονὸς
425λύπῃ πρὸς ἧπαρ δυσφορῶν ἐτειρόμην·
426ἀλλʼ ἀγχιτέρμων γαῖά μοι, Σκύθης λεώς,
427μέλλοντι νόστον τὸν πρὸς Ἴλιον περᾶν
428ξυνῆψε πόλεμον· Εὐξένου δʼ ἀφικόμην
429πόντου πρὸς ἀκτάς, Θρῇκα πορθμεύσων στρατόν.
430ἔνθʼ αἱματηρὸς πέλανος ἐς γαῖαν Σκύθης
431ἠντλεῖτο λόγχῃ Θρῄξ τε συμμιγὴς φόνος.
432τοιάδε τοί μʼ ἀπεῖργε συμφορὰ πέδον
433Τροίας ἱκέσθαι σύμμαχόν τέ σοι μολεῖν.
434ἐπεὶ δʼ ἔπερσα, τῶνδʼ ὁμηρεύσας τέκνα
435τάξας τʼ ἔτειον δασμὸν ἐς δόμους φέρειν,
436ἥκω περάσας ναυσὶ πόντιον στόμα,
437τὰ δʼ ἄλλα πεζὸς γῆς περῶν ὁρίσματα —
438οὐχ ὡς σὺ κομπεῖς τὰς ἐμὰς ἀμύστιδας,
439οὐδʼ ἐν ζαχρύσοις δώμασιν κοιμώμενος,
440ἀλλʼ οἷα πόντον Θρῄκιον φυσήματα
441κρυσταλλόπηκτα Παιόνας τʼ ἐπεζάρει,
442ξὺν τοῖσδʼ ἄυπνος οἶδα τλὰς πορπάμασιν.
443ἀλλʼ ὕστερος μὲν ἦλθον, ἐν καιρῷ δʼ ὅμως·
444σὺ μὲν γὰρ ἤδη δέκατον αἰχμάζεις ἔτος
445κοὐδὲν περαίνεις, ἡμέραν δʼ ἐξ ἡμέρας
446πίπτεις κυβεύων τὸν πρὸς Ἀργείους Ἄρη·
447ἐμοὶ δὲ φῶς ἓν ἡλίου καταρκέσει
448πέρσαντι πύργους ναυστάθμοις ἐπεσπεσεῖν
449κτεῖναί τʼ Ἀχαιούς· θατέρᾳ δʼ ἀπʼ Ἰλίου
450πρὸς οἶκον εἶμι, συντεμὼν τοὺς σοὺς πόνους,
451ὑμῶν δὲ μή τις ἀσπίδʼ ἄρηται χερί·
452ἐγὼ γὰρ ἕξω τοὺς μέγʼ αὐχοῦντας δορὶ
453πέρσας Ἀχαιούς, καίπερ ὕστερος μολών.
Strophe 1
Χορός
454ἰὼ ἰώ.
455φίλα θροεῖς, φίλος Διόθεν εἶ· μόνον
456φθόνον ἄμαχον ὕπατος
457Ζεὺς θέλοι ἀμφὶ σοῖς λόγοισιν εἴργειν.
459τὸ δὲ νάιον Ἀργόθεν δόρυ
460οὔτε πρίν τινʼ οὔτε νῦν
461ἀνδρῶν ἐπόρευσε σέθεν κρείσσω. πῶς μοι
462Ἀχιλεὺς τὸ σὸν ἔγχος ἂν δύναιτο,
463πῶς δʼ Αἴας ὑπομεῖναι;
464εἰ γὰρ ἐγὼ τόδʼ ἦμαρ εἰσίδοιμʼ, ἄναξ,
465ὅτῳ πολυφόνου
466χειρὸς ἀποινάσαιο λόγχᾳ.
Iambic 4
Ῥῆσος
467τοιαῦτα μέν σοι τῆς μακρᾶς ἀπουσίας
468πρᾶξαι παρέξω — σὺν δʼ Ἀδραστείᾳ λέγω —
469ἐπειδἂν ἐχθρῶν τήνδʼ ἐλευθέραν πόλιν
470θῶμεν θεοῖσί τʼ ἀκροθίνιʼ ἐξέλῃς,
471ξὺν σοὶ στρατεύειν γῆν ἐπʼ Ἀργείων θέλω
472καὶ πᾶσαν ἐλθὼν Ἑλλάδʼ ἐκπέρσαι δορί,
473ὡς ἂν μάθωσιν ἐν μέρει πάσχειν κακῶς.
Ἕκτωρ
474εἰ τοῦ παρόντος τοῦδʼ ἀπαλλαχθεὶς κακοῦ
475πόλιν νεμοίμην ὡς τὸ πρίν ποτʼ ἀσφαλῆ,
476ἦ κάρτα πολλὴν θεοῖς ἂν εἰδείην χάριν.
477τὰ δʼ ἀμφί τʼ Ἄργος καὶ νομὸν τὸν Ἑλλάδος
478οὐχ ὧδε πορθεῖν ῥᾴδιʼ, ὡς λέγεις, δορί.
Ῥῆσος
479οὐ τούσδʼ ἀριστέας φασὶν Ἑλλήνων μολεῖν;
Ἕκτωρ
480κοὐ μεμφόμεσθά γʼ, ἀλλʼ ἄδην ἐλαύνομεν.
Ῥῆσος
481οὐκ οὖν κτανόντες τούσδε πᾶν εἰργάσμεθα;
Ἕκτωρ
482μή νυν τὰ πόρρω τἀγγύθεν μεθεὶς σκόπει.
Ῥῆσος
483ἀρκεῖν ἔοικέ σοι παθεῖν, δρᾶσαι δὲ μή.
Ἕκτωρ
484πολλῆς γὰρ ἄρχω κἀνθάδʼ ὢν τυραννίδος.
485ἀλλʼ εἴτε λαιὸν εἴτε δεξιὸν κέρας
486εἴτʼ ἐν μέσοισι συμμάχοις πάρεστί σοι
487πέλτην ἐρεῖσαι καὶ καταστῆσαι στρατόν.
Ῥῆσος
488μόνος μάχεσθαι πολεμίοις, Ἕκτορ, θέλω.
489εἰ δʼ αἰσχρὸν ἡγῇ μὴ συνεμπρῆσαι νεῶν
490πρύμνας, πονήσας τὸν πάρος πολὺν χρόνον,
491τάξον μʼ Ἀχιλλέως καὶ στρατοῦ κατὰ στόμα.
Ἕκτωρ
492οὐκ ἔστʼ ἐκείνῳ θοῦρον ἐντάξαι δόρυ.
Ῥῆσος
493καὶ μὴν λόγος γʼ ἦν ὡς ἔπλευσʼ ἐπʼ Ἴλιον.
Ἕκτωρ
494ἔπλευσε καὶ πάρεστιν· ἀλλὰ μηνίων
495στρατηλάταισιν οὐ συναίρεται δόρυ.
Ῥῆσος
496τίς δὴ μετʼ αὐτὸν ἄλλος εὐδοξεῖ στρατοῦ;
Ἕκτωρ
497Αἴας ἐμοὶ μὲν οὐδὲν ἡσσᾶσθαι δοκεῖ
498χὡ Τυδέως παῖς· ἔστι δʼ αἱμυλώτατον
499κρότημʼ Ὀδυσσεύς, λῆμά τʼ ἀρκούντως θρασὺς
500καὶ πλεῖστα χώραν τήνδʼ ἀνὴρ καθυβρίσας·
501ὃς εἰς Ἀθάνας σηκὸν ἔννυχος μολὼν
502κλέψας ἄγαλμα ναῦς ἐπʼ Ἀργείων φέρει.
503ἤδη δʼ ἀγύρτης πτωχικὴν ἔχων στολὴν
504ἐσῆλθε πύργους, πολλὰ δʼ Ἀργείοις κακὰ
505ἠρᾶτο, πεμφθεὶς Ἰλίου κατάσκοπος·
506κτανὼν δὲ φρουροὺς καὶ παραστάτας πυλῶν
507ἐξῆλθεν· αἰεὶ δʼ ἐν λόχοις εὑρίσκεται
508Θυμβραῖον ἀμφὶ βωμὸν ἄστεως πέλας
509θάσσων· κακῷ δὲ μερμέρῳ παλαίομεν.
Ῥῆσος
510οὐδεὶς ἀνὴρ εὔψυχος ἀξιοῖ λάθρᾳ
511κτεῖναι τὸν ἐχθρόν, ἀλλʼ ἰὼν κατὰ στόμα.
512τοῦτον δʼ ὃν ἵζειν φὴς σὺ κλωπικὰς ἕδρας
513καὶ μηχανᾶσθαι, ζῶντα συλλαβὼν ἐγὼ
514πυλῶν ἐπʼ ἐξόδοισιν ἀμπείρας ῥάχιν
515στήσω πετεινοῖς γυψὶ θοινατήριον.
516λῃστὴν γὰρ ὄντα καὶ θεῶν ἀνάκτορα
517συλῶντα δεῖ νιν τῷδε κατθανεῖν μόρῳ.
Ἕκτωρ
518νῦν μὲν καταυλίσθητε· καὶ γὰρ εὐφρόνη.
519δείξω δʼ ἐγώ σοι χῶρον, ἔνθα χρὴ στρατὸν
520τὸν σὸν νυχεῦσαι τοῦ τεταγμένου δίχα.
521ξύνθημα δʼ ἡμῖν Φοῖβος, ἤν τι καὶ δέῃ·
522μέμνησʼ ἀκούσας, Θρῃκί τʼ ἄγγειλον στρατῷ.
523ὑμᾶς δὲ βάντας χρὴ προταινὶ τάξεων
524φρουρεῖν ἐγερτὶ καὶ νεῶν κατάσκοπον
525δέχθαι Δόλωνα· καὶ γάρ, εἴπερ ἐστὶ σῶς,
526ἤδη πελάζει στρατοπέδοισι Τρωικοῖς.
Choral 7
Strophe 1
Χορός
527— τίνος ἁ φυλακά; τίς ἀμείβει
528τὰν ἐμάν; πρῶτα
529δύεται σημεῖα καὶ ἑπτάποροι
530Πλειάδες αἰθέριαι· μέσα δʼ αἰετὸς οὐρανοῦ ποτᾶται.
532— ἔγρεσθε, τί μέλλετε; κοιτᾶν
533ἔγρεσθε πρὸς φυλακάν.
534οὐ λεύσσετε μηνάδος αἴγλαν;
535— ἀὼς δὴ πέλας, ἀὼς
536γίγνεται, καί τις προδρόμων
537ὅδε γʼ ἐστὶν ἀστήρ.
538— τίς ἐκηρύχθη πρώτην φυλακήν;
539— Μυγδόνος υἱόν φασι Κόροιβον.
540— τίς γὰρ ἐπʼ αὐτῷ; — Κίλικας Παίων
541στρατὸς ἤγειρεν, Μυσοὶ δʼ ἡμᾶς.
543— οὐκ οὖν Λυκίους πέμπτην φυλακὴν
544βάντας ἐγείρειν
545καιρὸς κλήρου κατὰ μοῖραν;
Antistrophe 1
Χορός
547— καὶ μὴν ἀΐω· Σιμόεντος
548ἡμένα κοίτας
549φοινίας ὑμνεῖ πολυχορδοτάτᾳ
550γήρυϊ παιδολέτωρ μελοποιὸν ἀηδονὶς μέριμναν.
551— ἤδη δὲ νέμουσι κατʼ Ἴδαν
552ποίμνια· νυκτιβρόμου
553σύριγγος ἰὰν κατακούω.
554— θέλγει δʼ ὄμματος ἕδραν
555ὕπνος· ἅδιστος γὰρ ἔβα
556βλεφάροις πρὸς ἀοῦς.
557— τί ποτʼ οὐ πλάθει σκοπός, ὃν ναῶν
558Ἕκτωρ ὤτρυνε κατόπταν;
559— ταρβῶ· χρόνιος γὰρ ἄπεστιν.
560— ἀλλʼ ἦ κρυπτὸν λόχον ἐσπαίσας
561διόλωλε; — τάχʼ ἄν. φοβερόν μοι.
562— αὐδῶ Λυκίους πέμπτην φυλακὴν
563βάντας ἐγείρειν
564ἡμᾶς κλήρου κατὰ μοῖραν.
Episode 8
Ὀδυσσεύς
565Διόμηδες, οὐκ ἤκουσας — ἢ κενὸς ψόφος
566στάζει διʼ ὤτων; — τευχέων τινὰ κτύπον;
Διομήδης
567οὔκ, ἀλλὰ δεσμὰ πωλικῶν ἐξ ἀντύγων
568κλάζει σιδήρου· κἀμέ τοι, πρὶν ᾐσθόμην
569δεσμῶν ἀραγμὸν ἱππικῶν, ἔδυ φόβος.
Ὀδυσσεύς
570ὅρα κατʼ ὄρφνην μὴ φύλαξιν ἐντύχῃς.
Διομήδης
571φυλάξομαί τοι κἀν σκότῳ τιθεὶς πόδα.
Ὀδυσσεύς
572ἢν δʼ οὖν ἐγείρῃς, οἶσθα σύνθημα στρατοῦ;
Διομήδης
573Φοῖβον Δόλωνος οἶδα σύμβολον κλύων.
Ὀδυσσεύς
574ἔα·
574aεὐνὰς ἐρήμους τάσδε πολεμίων ὁρῶ.
Διομήδης
575καὶ μὴν Δόλων γε τάσδʼ ἔφραζεν Ἕκτορος
576κοίτας, ἐφʼ ᾧπερ ἔγχος εἵλκυσται τόδε.
Ὀδυσσεύς
577τί δῆτʼ ἂν εἴη; μῶν λόχος βέβηκέ ποι;
Διομήδης
578ἴσως ἐφʼ ἡμῖν μηχανὴν στήσων τινά.
Ὀδυσσεύς
579θρασὺς γὰρ Ἕκτωρ νῦν, ἐπεὶ κρατεῖ, θρασύς.
Διομήδης
580τί δῆτʼ, Ὀδυσσεῦ, δρῶμεν; οὐ γὰρ ηὕρομεν
581τὸν ἄνδρʼ ἐν εὐναῖς, ἐλπίδων δʼ ἡμάρτομεν.
Ὀδυσσεύς
582στείχωμεν ὡς τάχιστα ναυστάθμων πέλας.
583σῴζει γὰρ αὐτὸν ὅστις εὐτυχῆ θεῶν
584τίθησιν· ἡμῖν δʼ οὐ βιαστέον τύχην.
Διομήδης
585οὐκ οὖν ἐπʼ Αἰνέαν ἢ τὸν ἔχθιστον Φρυγῶν
586Πάριν μολόντε χρὴ καρατομεῖν ξίφει;
Ὀδυσσεύς
587πῶς οὖν ἐν ὄρφνῃ πολεμίων ἀνὰ στρατὸν
588ζητῶν δυνήσῃ τούσδʼ ἀκινδύνως κτανεῖν;
Διομήδης
589αἰσχρόν γε μέντοι ναῦς ἐπʼ Ἀργείων μολεῖν
590δράσαντε μηδὲν πολεμίους νεώτερον.
Ὀδυσσεύς
591πῶς δʼ οὐ δέδρακας; οὐ κτανόντε ναυστάθμων
592κατάσκοπον Δόλωνα σῴζομεν τάδε
593σκυλεύματʼ; ἢ πᾶν στρατόπεδον πέρσειν δοκεῖς;
Διομήδης
594πείθεις, πάλιν στείχωμεν· εὖ δʼ εἴη τυχεῖν.
Ἀθήνα
595ποῖ δὴ λιπόντες Τρωικῶν ἐκ τάξεων
596χωρεῖτε, λύπῃ καρδίαν δεδηγμένοι,
597εἰ μὴ κτανεῖν σφῷν Ἕκτορʼ ἢ Πάριν θεὸς
598δίδωσιν; ἄνδρα δʼ οὐ πέπυσθε σύμμαχον
599Τροίᾳ μολόντα Ῥῆσον οὐ φαύλῳ τρόπῳ.
600ὃς εἰ διοίσει νύκτα τήνδʼ ἐς αὔριον,
601οὔτε σφʼ Ἀχιλλεὺς οὔτʼ ἂν Αἴαντος δόρυ
602μὴ πάντα πέρσαι ναύσταθμʼ Ἀργείων σχέθοι,
603τείχη κατασκάψαντα καὶ πυλῶν ἔσω
604λόγχῃ πλατεῖαν ἐσδρομὴν ποιούμενον.
605τοῦτον κατακτὰς πάντʼ ἔχεις. τὰς δʼ Ἕκτορος
606εὐνὰς ἔασον καὶ καρατόμους σφαγάς·
607ἔσται γὰρ αὐτῷ θάνατος ἐξ ἄλλης χερός.
Ὀδυσσεύς
608δέσποινʼ Ἀθάνα, φθέγματος γὰρ ᾐσθόμην
609τοῦ σοῦ συνήθη γῆρυν· ἐν πόνοισι γὰρ
610παροῦσʼ ἀμύνεις τοῖς ἐμοῖς ἀεί ποτε·
611τὸν ἄνδρα δʼ ἡμῖν, ποῦ κατηύνασται, φράσον·
612πόθεν τέτακται βαρβάρου στρατεύματος;
Ἀθήνα
613ὅδʼ ἐγγὺς ἧσται κοὐ συνήθροισται στρατῷ,
614ἀλλʼ ἐκτὸς αὐτὸν τάξεων κατηύνασεν
615Ἕκτωρ, ἕως ἂν νὺξ ἀμείψηται φάος.
616πέλας δὲ πῶλοι Θρῃκίων ἐξ ἁρμάτων
617λευκαὶ δέδενται, διαπρεπεῖς ἐν εὐφρόνῃ·
618στίλβουσι δʼ ὥστε ποταμίου κύκνου πτερόν.
619ταύτας, κτανόντες δεσπότην, κομίζετε,
620κάλλιστον οἴκοις σκῦλον· οὐ γὰρ ἔσθʼ ὅπου
621τοιόνδʼ ὄχημα χθὼν κέκευθε πωλικόν.
Ὀδυσσεύς
622Διόμηδες, ἢ σὺ κτεῖνε Θρῄκιον λεών,
623ἢ ʼμοὶ πάρες γε, σοὶ δὲ χρὴ πώλους μέλειν.
Διομήδης
624ἐγὼ φονεύσω, πωλοδαμνήσεις δὲ σύ·
625τρίβων γὰρ εἶ τὰ κομψὰ καὶ νοεῖν σοφός.
626χρὴ δʼ ἄνδρα τάσσειν οὗ μάλιστʼ ἂν ὠφελοῖ.
Ἀθήνα
627καὶ μὴν καθʼ ἡμᾶς τόνδʼ Ἀλέξανδρον βλέπω
628στείχοντα, φυλάκων ἔκ τινος πεπυσμένον
629δόξας ἀσήμους πολεμίων μεμβλωκότων.
Διομήδης
630πότερα σὺν ἄλλοις ἢ μόνος πορεύεται;
Ἀθήνα
631μόνος· πρὸς εὐνὰς δʼ, ὡς ἔοικεν, Ἕκτορος
632χωρεῖ, κατόπτας σημανῶν ἥκειν στρατοῦ.
Διομήδης
633οὐκ οὖν ὑπάρχειν τόνδε κατθανόντα χρή;
Ἀθήνα
634οὐκ ἂν δύναιο τοῦ πεπρωμένου πλέον.
635τοῦτον δὲ πρὸς σῆς χειρὸς οὐ θέμις θανεῖν.
636ἀλλʼ ᾧπερ ἥκεις μορσίμους φέρων σφαγάς,
637τάχυνʼ· ἐγὼ δέ, τῷδε σύμμαχος Κύπρις
638δοκοῦσʼ ἀρωγὸς ἐν πόνοις παραστατεῖν,
639σαθροῖς λόγοισιν ἐχθρὸν ἄνδρʼ ἀμείψομαι.
640καὶ ταῦτʼ ἐγὼ μὲν εἶπον· ὃν δὲ χρὴ παθεῖν,
641οὐκ οἶδεν οὐδʼ ἤκουσεν ἐγγὺς ὢν λόγου.
Ἀλέξανδρος
642σὲ τὸν στρατηγὸν καὶ κασίγνητον λέγω,
643Ἕκτορ, καθεύδεις; οὐκ ἐγείρεσθαί σε χρῆν;
644ἐχθρῶν τις ἡμῖν χρίμπτεται στρατεύματι,
645ἢ κλῶπες ἄνδρες ἢ κατάσκοποί τινες.
Ἀθήνα
646θάρσει· φυλάσσει σʼ ἥδε πρευμενὴς Κύπρις.
647μέλει δʼ ὁ σός μοι πόλεμος, οὐδʼ ἀμνημονῶ
648τιμῆς, ἐπαινῶ δʼ εὖ παθοῦσα πρὸς σέθεν.
649καὶ νῦν ἐπʼ εὐτυχοῦντι Τρωικῷ στρατῷ
650ἥκω πορεύουσʼ ἄνδρα σοι μέγαν φίλον,
651τῆς ὑμνοποιοῦ παῖδα Θρῄκιον θεᾶς
652Μούσης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται.
Ἀλέξανδρος
653αἰεί ποτʼ εὖ φρονοῦσα τυγχάνεις πόλει
654κἀμοί, μέγιστον δʼ ἐν βίῳ κειμήλιον
655κρίνας σέ φημι τῇδε προσθέσθαι πόλει.
656ἥκω δʼ ἀκούσας οὐ τορῶς — φήμη δέ τις
657φύλαξιν ἐμπέπτωκεν — ὡς κατάσκοποι
658ἥκουσʼ Ἀχαιῶν. χὣ μὲν οὐκ ἰδὼν λέγει,
659ὃ δʼ εἰσιδὼν μολόντας οὐκ ἔχει φράσαι·
660ὧν οὕνεκʼ εὐνὰς ἤλυθον πρὸς Ἕκτορος.
Ἀθήνα
661μηδὲν φοβηθῇς· οὐδὲν ἐν στρατῷ νέον·
662Ἕκτωρ δὲ φροῦδος Θρῇκα κοιμήσων στρατόν.
Ἀλέξανδρος
663σύ τοί με πείθεις, σοῖς δὲ πιστεύων λόγοις
664τάξιν φυλάξων εἶμʼ ἐλεύθερος φόβου.
Ἀθήνα
665χώρει· μέλειν γὰρ πάντʼ ἐμοὶ δόκει τὰ σά,
666ὥστʼ εὐτυχοῦντας συμμάχους ἐμοὺς ὁρᾶν.
667γνώσῃ δὲ καὶ σὺ τὴν ἐμὴν προθυμίαν.
668ὑμᾶς δʼ ἀυτῶ τοὺς ἄγαν ἐρρωμένους,
669Λαερτίου παῖ, θηκτὰ κοιμίσαι ξίφη.
670κεῖται γὰρ ἡμῖν Θρῄκιος στρατηλάτης,
671ἵπποι τʼ ἔχονται, πολέμιοι δʼ ᾐσθημένοι
672χωροῦσʼ ἐφʼ ὑμᾶς· ἀλλʼ ὅσον τάχιστα χρὴ
673φεύγειν πρὸς ὁλκοὺς ναυστάθμων. τί μέλλετε
674σκηπτοῦ ʼπιόντος πολεμίων σῷσαι βίον;
Lyric 1
Χορός
675— ἔα ἔα·
676βάλε βάλε βάλε βάλε.
677θένε θένε.
678— τίς ἁνήρ; λεύσσετε· τοῦτον αὐδῶ.
679— κλῶπες οἵτινες κατʼ ὄρφνην τόνδε κινοῦσι στρατόν.
680— δεῦρο δεῦρο πᾶς.
681— τούσδʼ ἔχω, τούσδʼ ἔμαρψα.
682— τίς ὁ λόχος; πόθεν ἔβας; ποδαπὸς εἶ;
Trochees 2
Ὀδυσσεύς
683οὔ σε χρὴ εἰδέναι· θανῇ γὰρ σήμερον δράσας κακῶς.
Χορός
684οὐκ ἐρεῖς ξύνθημα, λόγχην πρὶν διὰ στέρνων μολεῖν;
Ὀδυσσεύς
685ἵστω. θάρσει.
Χορός
685bπέλας ἴθι. παῖε πᾶς.
Ὀδυσσεύς
686ἦ σὺ δὴ Ῥῆσον κατέκτας;
Χορός
686bἀλλὰ τὸν κτενοῦντα σὲ
Ὀδυσσεύς
687ἴσχε πᾶς τις.
Χορός
687bοὐ μὲν οὖν.
Ὀδυσσεύς
687cἆ· φίλιον ἄνδρα μὴ θένῃς.
Χορός
688καὶ τί δὴ τὸ σῆμα;
Ὀδυσσεύς
688bΦοῖβος.
Χορός
688cἔμαθον· ἴσχε πᾶς δόρυ.
689οἶσθʼ ὅποι βεβᾶσιν ἅνδρες;
Ὀδυσσεύς
689bτῇδέ πῃ κατείδομεν.
Χορός
690ἕρπω πᾶς κατʼ ἴχνος αὐτῶν. ἢ βοὴν ἐγερτέον;
691ἀλλὰ συμμάχους ταράσσειν δεινὸν ἐκ νυκτῶν φόβῳ.
Choral 9
Strophe 1
Χορός
692—τίς ἀνδρῶν ὁ βάς;
693τίς ὁ μέγα θρασὺς ἐπεύξεται
694χέρα φυγὼν ἐμάν;
695πόθεν νιν κυρήσω;
696τίνι προσεικάσω,
697ὅστις διʼ ὄρφνης ἦλθʼ ἀδειμάντῳ ποδὶ
698διά τε τάξεων καὶ φυλάκων ἕδρας;
699Θεσσαλὸς ἢ
700παραλίαν Λοκρῶν νεμόμενος πόλιν;
701ἢ νησιώτην σποράδα κέκτηται βίον;
702τίς ἦν; πόθεν; ποίας πάτρας;
703ποῖον δʼ εὔχεται τὸν ὕπατον θεῶν;
704— ἆρʼ ἔστʼ Ὀδυσσέως τοὔργον ἢ τίνος τόδε;
705εἰ τοῖς πάροιθε χρὴ τεκμαίρεσθαι· τί μήν;
706— δοκεῖς γάρ; — τί μὴν οὔ;
707— θρασὺς γοῦν ἐς ἡμᾶς.
708— τίνʼ ἀλκήν; τίνʼ αἰνεῖς; — Ὀδυσσῆ.
709— μὴ κλωπὸς αἴνει φωτὸς αἱμύλον δόρυ.
Antistrophe 1
Χορός
710ἔβα καὶ πάρος
711κατὰ πόλιν, ὕπαφρον ὄμμʼ ἔχων,
712ῥακοδύτῳ στολᾷ
713πυκασθείς, ξιφήρης
714κρύφιος ἐν πέπλοις.
715βίον δʼ ἐπαιτῶν εἷρπʼ ἀγύρτης τις λάτρις,
716ψαφαρόχρουν κάρα πολυπινές τʼ ἔχων·
717πολλὰ δὲ τὰν
718βασιλίδʼ ἑστίαν Ἀτρειδᾶν κακῶς
719ἔβαζε δῆθεν ἐχθρὸς ὢν στρατηλάταις.
720ὄλοιτʼ ὄλοιτο πανδίκως,
721πρὶν ἐπὶ γᾶν Φρυγῶν ποδὸς ἴχνος βαλεῖν.
722— εἴτʼ οὖν Ὀδυσσέως εἴτε μή, φόβος μʼ ἔχει·
723Ἕκτωρ γὰρ ἡμῖν τοῖς φύλαξι μέμψεται.
724— τί λάσκων; — δυσοίζων.
725— τί δρᾶσαι; τί ταρβεῖς;
726— καθʼ ἡμᾶς περᾶσαι — τίνʼ ἀνδρῶν;
727— οἳ τῆσδε νυκτὸς ἦλθον ἐς Φρυγῶν στρατόν.
Episode 10
Lyric 1
Ἡνίοχος
728ἰὼ, ἰώ, δαίμονος τύχα βαρεῖα. φεῦ φεῦ.
Trochees 2
Χορός
729ἔα, ἔα·
730σῖγα πᾶς ὕφιζʼ· ἴσως γὰρ ἐς βόλον τις ἔρχεται.
Ἡνίοχος
731ἰὼ ἰώ,
732συμφορὰ βαρεῖα Θρῃκῶν.
Χορός
732bσυμμάχων τις ὁ στένων.
Lyric 3
Ἡνίοχος
733ἰὼ ἰώ,
733aδύστηνος ἐγώ· σύ τʼ, ἄναξ Θρῃκῶν,
734ὦ στυγνοτάτην Τροίαν ἐσιδών,
735οἷόν σε βίου τέλος εἷλεν.
Χορός
736τίς εἶ ποτʼ ἀνδρῶν συμμάχων; κατʼ εὐφρόνην
737ἀμβλῶπες αὐγαὶ κοὔ σε γιγνώσκω τορῶς.
Lyric 4
Ἡνίοχος
738ποῦ τινʼ ἀνάκτων Τρωικῶν εὕρω;
739ποῦ δῆθʼ Ἕκτωρ
740τὸν ὑπασπίδιον κοῖτον ἰαύει;
741τίνι σημήνω διόπων στρατιᾶς
742οἷα πεπόνθαμεν, οἷά τις ἡμᾶς
743δράσας ἀφανῆ φροῦδος, φανερὸν
744Θρῃξὶν πένθος τολυπεύσας;
Χορός
745κακὸν κυρεῖν τι Θρῃκίῳ στρατεύματι
746ἔοικεν, οἷα τοῦδε γιγνώσκω κλύων.
Ἡνίοχος
747ἔρρει στρατιά, πέπτωκεν ἄναξ
748δολίῳ πληγῇ.
749ἆ ἆ ἆ ἆ,
750οἵα μʼ ὀδύνη τείρει φονίου
751τραύματος εἴσω. πῶς ἂν ὀλοίμην;
752χρῆν γάρ μʼ ἀκλεῶς Ῥῆσόν τε θανεῖν,
753Τροίᾳ κέλσαντʼ ἐπίκουρον;
Iambic 5
Χορός
754τάδʼ οὐκ ἐν αἰνιγμοῖσι σημαίνει κακά·
755σαφῶς γὰρ αὐδᾷ συμμάχους ὀλωλότας.
Ἡνίοχος
756κακῶς πέπρακται κἀπὶ τοῖς κακοῖσι πρὸς
757αἴσχιστα· καίτοι δὶς τόσον κακὸν τόδε·
758θανεῖν γὰρ εὐκλεῶς μέν, εἰ θανεῖν χρεών,
759λυπρὸν μὲν οἶμαι τῷ θανόντι — πῶς γὰρ οὔ; —
760τοῖς ζῶσι δʼ ὄγκος καὶ δόμων εὐδοξία.
761ἡμεῖς δʼ ἀβούλως κἀκλεῶς ὀλώλαμεν.
762ἐπεὶ γὰρ ἡμᾶς ηὔνασʼ Ἑκτόρεια χείρ,
763ξύνθημα λέξας, ηὕδομεν πεδοστιβεῖ
764κόπῳ δαμέντες, οὐδʼ ἐφρουρεῖτο στρατὸς
765φυλακαῖσι νυκτέροισιν, οὐδʼ ἐν τάξεσιν
766ἔκειτο τεύχη, πλῆκτρά τʼ οὐκ ἐπὶ ζυγοῖς
767ἵππων καθήρμοσθʼ, ὡς ἄναξ ἐπεύθετο
768κρατοῦντας ὑμᾶς κἀφεδρεύοντας νεῶν
769πρύμναισι· φαύλως δʼ ηὕδομεν πεπτωκότες.
770κἀγὼ μελούσῃ καρδίᾳ λήξας ὕπνου
771πώλοισι χόρτον, προσδοκῶν ἑωθινὴν
772ζεύξειν ἐς ἀλκήν, ἀφθόνῳ μετρῶ χερί.
773λεύσσω δὲ φῶτε περιπολοῦνθʼ ἡμῶν στρατὸν
774πυκνῆς διʼ ὄρφνης· ὡς δʼ ἐκινήθην ἐγώ,
775ἐπτηξάτην τε κἀνεχωρείτην πάλιν·
776ἤπυσα δʼ αὐτοῖς μὴ πελάζεσθαι στρατῷ,
777κλῶπας δοκήσας συμμάχων πλάθειν τινάς.
778οἳ δʼ οὐδέν· οὐ μὴν οὐδʼ ἐγὼ τὰ πλείονα.
779ηὗδον δʼ ἀπελθὼν αὖθις ἐς κοίτην πάλιν.
780καί μοι καθʼ ὕπνον δόξα τις παρίσταται·
781ἵππους γὰρ ἃς ἔθρεψα κἀδιφρηλάτουν
782Ῥήσῳ παρεστώς, εἶδον, ὡς ὄναρ δοκῶν,
783λύκους ἐπεμβεβῶτας ἑδραίαν ῥάχιν·
784θείνοντε δʼ οὐρᾷ πωλικῆς ῥινοῦ τρίχα
785ἤλαυνον, αἳ δʼ ἔρρεγκον ἐξ ἀντηρίδων
786θυμὸν πνέουσαι κἀνεχαίτιζον φόβῳ.
787ἐγὼ δʼ ἀμύνων θῆρας ἐξεγείρομαι
788πώλοισιν· ἔννυχος γὰρ ἐξώρμα φόβος.
789κλύω δʼ ἐπάρας κρᾶτα μυχθισμὸν νεκρῶν.
790θερμὸς δὲ κρουνὸς δεσπότου πάρα σφαγαῖς
791βάλλει με δυσθνῄσκοντος αἵματος νέου.
792ὀρθὸς δʼ ἀνᾴσσω χειρὶ σὺν κενῇ δορός.
793καί μʼ ἔγχος αὐγάζοντα καὶ θηρώμενον
794παίει παραστὰς νεῖραν ἐς πλευρὰν ξίφει
795ἀνὴρ ἀκμάζων· φασγάνου γὰρ ᾐσθόμην
796πληγῆς, βαθεῖαν ἄλοκα τραύματος λαβών.
797πίπτω δὲ πρηνής· οἳ δʼ ὄχημα πωλικὸν
798λαβόντες ἵππων ἵεσαν φυγῇ πόδα.
798aἆ ἆ.
799ὀδύνη με τείρει, κοὐκέτʼ ὀρθοῦμαι τάλας.
800καὶ ξυμφορὰν μὲν οἶδʼ ὁρῶν, τρόπῳ δʼ ὅτῳ
801τεθνᾶσιν οἱ θανόντες οὐκ ἔχω φράσαι,
802οὐδʼ ἐξ ὁποίας χειρός. εἰκάσαι δέ μοι
803πάρεστι λυπρὰ πρὸς φίλων πεπονθέναι.
Χορός
804ἡνίοχε Θρῃκὸς τοῦ κακῶς πεπραγότος,
805μηδὲν δυσοίζου· πολέμιοι ῎δρασαν τάδε.
806Ἕκτωρ δὲ καὐτὸς συμφορᾶς πεπυσμένος
807χωρεῖ· συναλγεῖ δʼ, ὡς ἔοικε, σοῖς κακοῖς.
Ἕκτωρ
808πῶς, ὦ μέγιστα πήματʼ ἐξειργασμένοι,
809μολόντες ὑμᾶς πολεμίων κατάσκοποι
810λήθουσιν αἰσχρῶς, καὶ κατεσφάγη στρατός,
811κοὔτʼ εἰσιόντας στρατόπεδʼ ἐξαπώσατε
812οὔτʼ ἐξιόντας; τῶνδε τίς τείσει δίκην
813πλὴν σοῦ; σὲ γὰρ δὴ φύλακά φημʼ εἶναι στρατοῦ.
814φροῦδοι δʼ ἄπληκτοι, τῇ Φρυγῶν κακανδρίᾳ
815πόλλʼ ἐγγελῶντες τῷ στρατηλάτῃ τʼ ἐμοί.
816εὖ νυν τόδʼ ἴστε — Ζεὺς ὀμώμοται πατήρ —
817ἤτοι μάραγνά γʼ ἢ καρανιστὴς μόρος
818μένει σε δρῶντα τοιάδʼ, ἢ τὸν Ἕκτορα
819τὸ μηδὲν εἶναι καὶ κακὸν νομίζετε.
Antistrophe 1
Χορός
820ἰὼ ἰώ,
821μετὰ σέ, ναί, μετὰ σέ, ὦ πολίοχον κράτος,
822τότʼ ἄρʼ ἔμολον, ὅτε σοι
824ἄγγελος ἦλθον ἀμφὶ ναῦς πύρʼ αἴθειν·
825ἐπεὶ ἄγρυπνον ὄμμʼ ἐν εὐφρόνῃ
826οὔτʼ ἐκοίμισʼ οὔτʼ ἔβριξʼ,
827οὐ τὰς Σιμοεντιάδας πηγάς· μή μοι
828κότον, ὦ ἄνα, θῇς· ἀναίτιος γὰρ
829ἔγωγε πάντων.
830εἰ δὲ χρόνῳ παράκαιρον ἔργον ἢ λόγον
831πύθῃ, κατά με γᾶς
832ζῶντα πόρευσον· οὐ παραιτοῦμαι.
Ἡνίοχος
833τί τοῖσδʼ ἀπειλεῖς βάρβαρός τε βαρβάρου
834γνώμην ὑφαιρῇ τὴν ἐμήν, πλέκων λόγους;
835σὺ ταῦτʼ ἔδρασας· οὐδένʼ ἂν δεξαίμεθα
836οὔθʼ οἱ θανόντες οὔτʼ ἂν οἱ τετρωμένοι
837ἄλλον· μακροῦ γε δεῖ σε καὶ σοφοῦ λόγου,
838ὅτῳ με πείσεις μὴ φίλους κατακτανεῖν,
839ἵππων ἐρασθείς, ὧν ἕκατι συμμάχους
840τοὺς σοὺς φονεύεις, πόλλʼ ἐπισκήπτων μολεῖν.
841ἦλθον, τεθνᾶσιν· εὐπρεπέστερον Πάρις
842ξενίαν κατῄσχυνʼ ἢ σὺ συμμάχους κτανών.
843μὴ γάρ τι λέξῃς ὥς τις Ἀργείων μολὼν
844διώλεσʼ ἡμᾶς· τίς δʼ ὑπερβαλὼν λόχους
845Τρώων ἐφʼ ἡμᾶς ἦλθεν, ὥστε καὶ λαθεῖν;
846σὺ πρόσθεν ἡμῶν ἧσο καὶ Φρυγῶν στρατός.
847τίς οὖν τέτρωται, τίς τέθνηκε συμμάχων
848τῶν σῶν, μολόντων ὧν σὺ πολεμίων λέγεις;
849ἡμεῖς δʼ ἑκὰς τετρώμεθʼ, οἳ δὲ μειζόνως
850παθόντες οὐχ ὁρῶσιν ἡλίου φάος.
851ἁπλῶς δʼ Ἀχαιῶν οὐδένʼ αἰτιώμεθα.
852τίς δʼ ἂν χαμεύνας πολεμίων κατʼ εὐφρόνην
853Ῥήσου μολὼν ἐξηῦρεν, εἰ μή τις θεῶν
854ἔφραζε τοῖς κτανοῦσιν; οὐδʼ ἀφιγμένον
855τὸ πάμπαν ᾖσαν· ἀλλὰ μηχανᾷ τάδε.
Ἕκτωρ
856χρόνον μὲν ἤδη συμμάχοισι χρώμεθα
857ὅσονπερ ἐν γῇ τῇδʼ Ἀχαιικὸς λεώς,
858κοὐδὲν πρὸς αὐτῶν οἶδα πλημμελὲς κλύων·
859ἐν σοὶ δʼ ἂν ἀρχοίμεσθα. μή μʼ ἔρως ἕλοι
860τοιοῦτος ἵππων ὥστʼ ἀποκτείνειν φίλους.
861καὶ ταῦτʼ Ὀδυσσεύς· τίς γὰρ ἄλλος ἄν ποτε
862ἔδρασεν ἢ ʼβούλευσεν Ἀργείων ἀνήρ;
863δέδοικα δʼ αὐτὸν καί τί μου θράσσει φρένας,
864μὴ καὶ Δόλωνα συντυχὼν κατακτάνῃ·
865χρόνον γὰρ ἤδη φροῦδος ὢν οὐ φαίνεται.
Ἡνίοχος
866οὐκ οἶδα τοὺς σοὺς οὓς λέγεις Ὀδυσσέας·
867ἡμεῖς δʼ ὑπʼ ἐχθρῶν οὐδενὸς πεπλήγμεθα.
Ἕκτωρ
868σὺ δʼ οὖν νόμιζε ταῦτʼ, ἐπείπερ σοι δοκεῖ.
Ἡνίοχος
869ὦ γαῖα πατρίς, πῶς ἂν ἐνθάνοιμί σοι;
Ἕκτωρ
870μὴ θνῇσχʼ· ἅλις γὰρ τῶν τεθνηκότων ὄχλος.
Ἡνίοχος
871ποῖ δὴ τράπωμαι δεσποτῶν μονούμενος;
Ἕκτωρ
872οἶκός σε κεύθων οὑμὸς ἐξιάσεται.
Ἡνίοχος
873καὶ πῶς με κηδεύσουσιν αὐθεντῶν χέρες;
Ἕκτωρ
874ὅδʼ αὖ τὸν αὐτὸν μῦθον οὐ λήξει λέγων.
Ἡνίοχος
875ὄλοιθʼ ὁ δράσας. οὐ γὰρ ἐς σὲ τείνεται
876γλῶσσʼ, ὡς σὺ κομπεῖς· ἡ Δίκη δʼ ἐπίσταται.
Ἕκτωρ
877λάζυσθʼ· ἄγοντες δʼ αὐτὸν ἐς δόμους ἐμούς,
878οὕτως ὅπως ἂν μὴ ʼγκαλῇ πορσύνετε·
879ὑμᾶς δʼ ἰόντας τοῖσιν ἐν τείχει χρεὼν
880Πριάμῳ τε καὶ γέρουσι σημῆναι νεκροὺς
881θάπτειν κελεύθου λεωφόρου πρὸς ἐκτροπάς.
Anapests 7
Χορός
882τί ποτʼ εὐτυχίας ἐκ τῆς μεγάλης
883Τροίαν ἀνάγει πάλιν ἐς πένθη
884δαίμων ἄλλος, τί φυτεύων;
885ἔα ἔα. ὦ ὦ.
886τίς ὑπὲρ κεφαλῆς θεός, ὦ βασιλεῦ,
887τὸν νεόκμητον νεκρὸν ἐν χειροῖν
888φοράδην πέμπει;
889ταρβῶ, λεύσσων τόδε, πῆμα.
Μοῦσα
890ὁρᾶν πάρεστι, Τρῶες· ἡ γὰρ ἐν σοφοῖς
891τιμὰς ἔχουσα Μοῦσα συγγόνων μία
892πάρειμι, παῖδα τόνδʼ ὁρῶσʼ οἰκτρῶς φίλον
893θανόνθʼ ὑπʼ ἐχθρῶν· ὅν ποθʼ ὁ κτείνας χρόνῳ
894δόλιος Ὀδυσσεὺς ἀξίαν τείσει δίκην.
Strophe 1
Μοῦσα
895ἰαλέμῳ αὐθιγενεῖ,
896τέκνον, σʼ ὀλοφύρομαι, ὦ
897ματρὸς ἄλγος, οἵαν
898ἔκελσας ὁδὸν ποτὶ Τροίαν·
899ἦ δυσδαίμονα καὶ μελέαν,
900ἀπομεμφομένας ἐμοῦ πορευθείς,
901ἀπὸ δʼ ἀντομένου πατρὸς βιαίως.
902ὤμοι ἐγὼ σέθεν, ὦ φιλία
903φιλία κεφαλά, τέκνον, ὤμοι.
Χορός
904ὅσον προσήκει μὴ γένους κοινωνίαν
905ἔχοντι λύπῃ τὸν σὸν οἰκτίρω γόνον.
Antistrophe 1
Μοῦσα
906ὄλοιτο μὲν Οἰνεΐδας,
907ὄλοιτο δὲ Λαρτιάδας,
908ὅς μʼ ἄπαιδα γέννας
909ἔθηκεν ἀριστοτόκοιο·
910ἅ θʼ Ἕλλανα λιποῦσα δόμον
911Φρυγίων λεχέων ἔπλευσε πλαθεῖσʼ
912ὑπʼ Ἰλίῳ ὤλεσε μὲν σʼ ἕκατι Τροίας,
913φίλτατε, μυριάδας τε πόλεις
914ἀνδρῶν ἀγαθῶν ἐκένωσεν.
Μοῦσα
915ἦ πολλὰ μὲν ζῶν, πολλὰ δʼ εἰς Ἅιδου μολών,
916Φιλάμμονος παῖ, τῆς ἐμῆς ἥψω φρενός·
917ὕβρις γάρ, ἥ σʼ ἔσφηλε, καὶ Μουσῶν ἔρις
918τεκεῖν μʼ ἔθηκε τόνδε δύστηνον γόνον.
919περῶσα γὰρ δὴ ποταμίους διὰ ῥοὰς
920λέκτροις ἐπλάθην Στρυμόνος φυταλμίοις,
921ὅτʼ ἤλθομεν γῆς χρυσόβωλον ἐς λέπας
922Πάγγαιον ὀργάνοισιν ἐξησκημέναι
923Μοῦσαι μεγίστην εἰς ἔριν μελῳδίας
924κείνῳ σοφιστῇ Θρῃκί, κἀκτυφλώσαμεν
925Θάμυριν, ὃς ἡμῶν πόλλʼ ἐδέννασεν τέχνην.
926κἀπεὶ σὲ τίκτω, συγγόνους αἰδουμένη
927καὶ παρθενείαν, ἧκʼ ἐς εὐύδρου πατρὸς
928δίνας· τρέφειν δέ σʼ οὐ βρότειον ἐς χέρα
929Στρυμὼν δίδωσιν, ἀλλὰ πηγαίαις κόραις.
930ἔνθʼ ἐκτραφεὶς κάλλιστα Παρθένων ὕπο,
931Θρῄκης ἀνάσσων πρῶτος ἦσθʼ ἀνδρῶν, τέκνον.
932καί σʼ ἀμφὶ γῆν μὲν πατρίαν φιλαιμάτους
933ἀλκὰς κορύσσοντʼ οὐκ ἐδείμαινον θανεῖν·
934Τροίας δʼ ἀπηύδων ἄστυ μὴ κέλσαι ποτε,
935εἰδυῖα τὸν σὸν πότμον· ἀλλά σʼ Ἕκτορος
936πρεσβεύμαθʼ αἵ τε μυρίαι γερουσίαι
937ἔπεισαν ἐλθεῖν κἀπικουρῆσαι φίλοις.
938καὶ τοῦδʼ, Ἀθάνα, παντὸς αἰτία μόρου,
939— οὐδὲν δʼ Ὀδυσσεὺς οὐδʼ ὁ Τυδέως τόκος
940ἔδρασε δράσας — μὴ δόκει λεληθέναι.
941καίτοι πόλιν σὴν σύγγονοι πρεσβεύομεν
942Μοῦσαι μάλιστα κἀπιχρώμεθα χθονί,
943μυστηρίων τε τῶν ἀπορρήτων φανὰς
944ἔδειξεν Ὀρφεύς, αὐτανέψιος νεκροῦ
945τοῦδʼ ὃν κατακτείνεις σύ· Μουσαῖόν τε, σὸν
946σεμνὸν πολίτην κἀπὶ πλεῖστον ἄνδρʼ ἕνα
947ἐλθόντα, Φοῖβος σύγγονοί τʼ ἠσκήσαμεν.
948καὶ τῶνδε μισθὸν παῖδʼ ἔχουσʼ ἐν ἀγκάλαις
949θρηνῶ· σοφιστὴν δʼ ἄλλον οὐκ ἐπάξομαι.
Χορός
950μάτην ἄρʼ ἡμᾶς Θρῄκιος τροχηλάτης
951ἐδέννασʼ, Ἕκτορ, τῷδε βουλεῦσαι φόνον.
Ἕκτωρ
952ᾔδη τάδʼ· οὐδὲν μάντεων ἔδει φράσαι
953Ὀδυσσέως τέχναισι τόνδʼ ὀλωλότα.
954ἐγὼ δὲ γῆς ἔφεδρον Ἑλλήνων στρατὸν
955λεύσσων, τί μὴν ἔμελλον οὐ πέμψειν φίλοις
956κήρυκας, ἐλθεῖν κἀπικουρῆσαι χθονί;
957ἔπεμψʼ· ὀφείλων δʼ ἦλθε συμπονεῖν ἐμοί.
958οὐ μὴν θανόντι γʼ οὐδαμῶς συνήδομαι.
959καὶ νῦν ἕτοιμος τῷδε καὶ τεῦξαι τάφον
960καὶ ξυμπυρῶσαι μυρίων πέπλων χλιδήν·
961φίλος γὰρ ἐλθὼν δυστυχῶς ἀπέρχεται.
Μοῦσα
962οὐκ εἶσι γαίας ἐς μελάγχιμον πέδον·
963τοσόνδε Νύμφην τὴν ἔνερθʼ αἰτήσομαι,
964τῆς καρποποιοῦ παῖδα Δήμητρος θεᾶς,
965ψυχὴν ἀνεῖναι τοῦδʼ· ὀφειλέτις δέ μοι
966τοὺς Ὀρφέως τιμῶσα φαίνεσθαι φίλους.
967κἀμοὶ μὲν ὡς θανών τε κοὐ λεύσσων φάος
968ἔσται τὸ λοιπόν· οὐ γὰρ ἐς ταὐτόν ποτε
969οὔτʼ εἶσιν οὔτε μητρὸς ὄψεται δέμας·
970κρυπτὸς δʼ ἐν ἄντροις τῆς ὑπαργύρου χθονὸς
971ἀνθρωποδαίμων κείσεται βλέπων φάος,
972Βάκχου προφήτης ὥστε Παγγαίου πέτραν
973ᾤκησε, σεμνὸς τοῖσιν εἰδόσιν θεός.
974ῥᾷον δὲ πένθος τῆς θαλασσίας θεοῦ
975οἴσω· θανεῖν γὰρ καὶ τὸν ἐκ κείνης χρεών.
976θρήνοις δʼ ἀδελφαὶ πρῶτα μὲν σὲ ὑμνήσομεν,
977ἔπειτʼ Ἀχιλλέα Θέτιδος ἐν πένθει ποτέ.
978οὐ…
979τοῖ…
The complete text is available when the reading interface loads.