The Greek Library Author

Euripides

Fragmenta

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
August Nauck
Edition reference
Tragicorum Graecorum Fragmenta · Leipzig · Teubner · 1889
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg020.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ποίαν σε φῶμεν γαῖαν ἐκλελοιπότα

πόλει ξενοῦσθαι τῇδε; τίς πάτρας ὅρος;

τίς ἔσθ’ ὁ φύσας; τοῦ κεκήρυξαι πατρός;

τί σε μάτηρ ἐν δεκάτᾳ τόκου ὠνόμαζεν;

δειλῶν γυναῖκες δεσποτῶν θρασύστομοι.

πέφυκε γάρ πως παισὶ πολέμιον γυνὴ

τοῖς πρόσθεν ἡ ζυγεῖσα δευτέρῳ πατρί.

εἰ μὴ καθέξεις γλῶσσαν, ἔσται σοι κακά.

τί γὰρ πατρῴας ἀνδρὶ φίλτερον χθονός;

κρεῖσσον δὲ πλούτου καὶ βαθυσπόρου χθονὸς

ἀνδρῶν δικαίων κἀγαθῶν ὁμιλίαι.

ἀνδρὸς ὑπ’ ἐσθλοῦ καὶ τυραννεῖσθαι καλόν.

ἦ που κρεῖσσον τῆς εὐγενίας

τὸ καλῶς πράσσειν.

κατθανεῖν δ’ ὀφείλεται

καὶ τῷ κατ’ οἴκους ἐκτὸς ἡμένῳ πόνων.

ἔστι καὶ πταίσαντ’ ἀρετὰν

ἀποδείξασθαι θανάτῳ.

Πάνακτος

ἀντραῖος

Ἕλλην γάρ, ὡς λέγουσι, γίγνεται Διός,

τοῦ δ’ Αἴολος παῖς, Αἰόλου δὲ Σίσυφος

Ἀθάμας τε Κρηθεύς θ’ ὅς τ’ ἐπ’ Ἀλφειοῦ ῥοαῖς

θεοῦ μανεὶς ἔρριψε Σαλμωνεὺς φλόγα.

ἴδοιμι δ’ αὐτῶν ἔκγον’ ἄρσεν’ ἀρσένων·

πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος·

πλείστη γὰρ ἀρετὴ τοῦθ’ ὑπάρχον ἐν βίῳ,

τὴν ἀξίωσιν τῶν καλῶν τὸ σῶμ’ ἔχειν.

λαμπροὶ δ’ ἐν αἰχμαῖς Ἄρεος ἔν τε συλλόγοις,

μή μοι τὰ κομψὰ ποικίλοι γενοίατο,

ἀλλ’ ὧν πόλει δεῖ μεγάλα βουλεύοντες εὖ.

ἆρ’ ἔτυμον φάτιν ἔγνων,

Αἴολε, σ’ εὐνάζειν τέκνα φίλτατα;

δοξάσαι ἔστι, κόραι· τὸ δ’ ἐτήτυμον οὐκ ἔχω εἰπεῖν.

τί δ’ αἰσχρὸν ἢν μὴ τοῖσι χρωμένοις δοκῇ;

μὴ πλοῦτον εἴπῃς· οὐχὶ θαυμάζω θεόν,

ὃν χὡ κάκιστος ῥᾳδίως ἐκτήσατο.

δοκεῖτ’ ἂν οἰκεῖν γαῖαν, εἰ πένης ἅπας

λαὸς πολιτεύοιτο πλουσίων ἄτερ;

οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά,

ἀλλ’ ἔστι τις σύγκρασις, ὥστ’ ἔχειν καλῶς.

5ἃ μὴ γὰρ ἔστι τῷ πένητι πλούσιος

δίδωσ’· ἃ δ’ οἱ πλουτοῦντες οὐ κεκτήμεθα,

τοῖσιν πένησι χρώμενοι τιμώμεθα.

τὴν δ’ εὐγένειαν πρὸς θεῶν μή μοι λέγε,

ἐν χρήμασιν τόδ’ ἐστί, μὴ γαυροῦ, πάτερ·

κύκλῳ γὰρ ἕρπει· τῷ μὲν ἔσθ’, ὃ δ’ οὐκ ἔχει·

κοινοῖσι δ’ αὐτοῖς χρώμεθ’· ᾧ δ’ ἂν ἐν δόμοις

5χρόνον συνοικῇ πλεῖστον, οὗτος εὐγενής.

ἀλλ’ ἢ τὸ γῆρας τὴν Κύπριν χαίρειν ἐᾷ,

ἥ τ’ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται.

κακὸν γυναῖκα πρὸς νέαν ζεῦξαι νέον·

μακρὰ γὰρ ἰσχὺς μᾶλλον ἀρσένων μένει,

θήλεια δ’ ἥβη θᾶσσον ἐκλείπει δέμας.

φεῦ φεῦ, παλαιὸς αἶνος ὡς καλῶς ἔχει·

γέροντες οὐδέν ἐσμεν ἄλλο πλὴν ψόφος

καὶ σχῆμ’, ὀνείρων δ’ ἕρπομεν μιμήματα·

νοῦς δ’ οὐκ ἔνεστιν, οἰόμεσθα δ’ εὖ φρονεῖν.

τῇ δ’ Ἀφροδίτῃ πόλλ’ ἔνεστι ποικίλα·

τέρπει τε γὰρ μάλιστα καὶ λυπεῖ βροτούς.

τύχοιμι δ’ αὐτῆς ἡνίκ’ ἐστὶν εὐμενής.

ἡ βραχύ τοι σθένος ἀνέρος· ἀλλὰ

ποικιλίᾳ πραπίδων

δεινὰ μὲν φῦλα πόντου

χθονίων τ’ ἀερίων τε

5δάμναται παιδεύματα.

παῖδες, σοφοῦ πρὸς ἀνδρὸς ὅστις ἐν βραχεῖ

πολλοὺς καλῶς οἷός τε συντέμνειν λόγους.

σιγᾶν φρονοῦντα κρείσσον’ εἰς ὁμιλίαν

πεσόντα· τούτῳ δ’ ἀνδρὶ μήτ’ εἴην φίλος

μήτε ξυνείην, ὅστις αὐτάρκη φρονεῖν

πέποιθε δούλους τοὺς φίλους ἡγούμενος.

ἀλλ ὅμως

οἰκτρός τις αἰὼν πατρίδος ἐκλιπεῖν ὅρους.

ὀργῇ γὰρ ὅστις εὐθέως χαρίζεται,

κακῶς τελευτᾷ· πλεῖστα γὰρ σφάλλει βροτούς.

κακῆς 〈ἀπ’〉 ἀρχῆς γίγνεται τέλος κακόν.

οἴμοι, τίς ἀλγεῖν οὐκ ἐπίσταται κακοῖς;

τίς ἂν κλύων τῶνδ’ οὐκ ἂν ἐκβάλοι δάκρυ;

γλυκεῖα γάρ μοι φροντὶς οὐδαμῇ βίου.

αἰεὶ τὸ μὲν ζῇ, τὸ δὲ μεθίσταται κακόν,

τὸ δ’ αὖ πέφηνεν αὖθις ἐξ ἀρχῆς νέον.

γυναῖκα δ’ ὅστις παύσεται λέγων κακῶς,

δύστηνος ἆρα κοὐ σοφὸς κεκλήσεται.

μοχθεῖν ἀνάγκη· τὰς δὲ δαιμόνων τύχας

ὅστις φέρει κάλλιστ’ ἀνὴρ οὗτος σοφός.

τὰ πόλλ’ ἀνάγκη διαφέρει τολμήματα.

ἀκρατές

κατηρτυκέναι

καὶ χρόνου προύβαινε πούς

παλαιὰ καινοῖς δακρύοις οὐ χρὴ στένειν.

〈Α.〉 οἶδ’· ἀλλὰ κάμπτειν τῷ χρόνῳ λύπας χρεών.

〈Β.〉 χρῆν· τοῦτο δ’ εἰπεῖν ῥᾷον ἢ φέρειν κακά.

ὥστ’ οὔτις ἀνδρῶν εἰς ἅπαντ’ εὐδαιμονεῖ.

πάντων τὸ θανεῖν· τὸ δὲ κοινὸν ἄχος

μετρίως ἀλγεῖν σοφία μελετᾷ.

ὅθεν δὲ νικᾶν χρῆν σε, δυστυχεῖς, ἄναξ·

ὅθεν δέ σ’ οὐ χρῆν, εὐτυχεῖς. δούλοισι γὰρ

τοῖς σοῖσι νικᾷς, τοῖς δ’ ἐλευθέροισιν οὔ.

σοφὸς μὲν οὖν εἶ, Πρίαμ’, ὅμως δέ σοι λέγω·

δούλου φρονοῦντος μᾶλλον ἢ φρονεῖν χρεὼν

οὐκ ἔστιν ἄχθος μεῖζον οὐδὲ δώμασιν

κτῆσις κακίων οὐδ’ ἀνωφελεστέρα.

ἤλεγχον· οὕτω γὰρ κακὸν δούλων γένος·

γαστὴρ ἅπαντα, τοὐπίσω δ’ οὐδὲν σκοπεῖ.

δούλων ὅσοι φιλοῦσι δεσποτῶν γένος,

πρὸς τῶν ὁμοίων πόλεμον αἴρονται μέγαν.

δούλους γὰρ οὐ

καλὸν πεπᾶσθαι κρείσσονας τῶν δεσποτῶν.

περισσόμυθος ὁ λόγος, εὐγένειαν εἰ

βρότειον εὐλογήσομεν.

τὸ γὰρ πάλαι καὶ πρῶτον ὅτ’ ἐγενόμεθα,

διὰ δ’ ἔκρινεν ἁ τεκοῦσα γᾶ βροτούς,

5ὁμοίαν χθὼν ἅπασιν ἐξεπαίδευσεν ὄψιν.

ἴδιον οὐδὲν ἔσχομεν· μία δὲ γονὰ

τό τ’ εὐγενὲς καὶ τὸ δυσγενές·

νόμῳ δὲ γαῦρον αὐτὸ κραίνει χρόνος.

τὸ φρόνιμον εὐγένεια καὶ τὸ συνετὸν

10ὁ θεὸς δίδωσιν, οὐχ ὁ πλοῦτος.

οὐκ ἔστιν ἐν κακοῖσιν εὐγένεια,

παρ’ ἀγαθοῖσι δ’ ἀνδρῶν.

κακόν τι παίδευμ’ ἦν ἄρ’ εἰς εὐανδρίαν

ὁ πλοῦτος ἀνθρώποισιν αἵ τ’ ἄγαν τρυφαί·

πενία δὲ δύστηνον μέν, ἀλλ’ ὅμως τρέφει

μοχθεῖν τ’ ἀμείνω τέκνα καὶ δραστήρια.

ἄδικον ὁ πλοῦτος, πολλὰ δ’ οὐκ ὀρθῶς ποεῖ.

ἄναξ, διαβολαὶ δεινὸν ἀνθρώποις κακόν·

ἀγλωσσίᾳ δὲ πολλάκις ληφθεὶς ἀνὴρ

δίκαια λέξας ἧσσον εὐγλώσσου φέρει.

ὦ παγκάκιστοι καὶ τὸ δοῦλον οὐ λόγῳ

ἔχοντες, ἀλλὰ τῇ τύχῃ κεκτημένοι

οἴμοι, θανοῦμαι διὰ τὸ χρήσιμον φρενῶν,

ἥ τοῖσιν ἄλλοις γίγνεται σωτηρία.

ἐκ τῶν ὁμοίων οἱ κακοὶ γαμοῦσ’ ἀεί.

χρόνος δὲ δείξει 〈σ’〉· ᾧ τεκμηρίῳ μαθὼν

ἢ χρηστὸν ὄντα γνώσομαί σ’ ἢ κακόν.

μισῶ σοφὸν ἐν λόγοισιν, ἐς δ’ ὄνησιν οὐ σοφόν.

Ἑκάβη, τὸ θεῖον ὡς ἄελπτον ἔρχεται

θνητοῖσιν, ἕλκει δ’ οὔποτ’ ἐκ ταὐτοῦ τύχας.

ἄρρητος κόρη

ἥκω δ’ ἀτενὴς ἀπ’ οἴκων

οὐδὲ πυνθάνεσθε ταῦτ’, ὦ παρθένοι, τἀν τῇ πόλει;

ὁ φόβος, ὅταν τις αἵματος μέλλῃ πέρι

λέγειν καταστὰς εἰς ἀγῶν’ ἐναντίον,

τό τε στόμ’ εἰς ἔκπληξιν ἀνθρώπων ἄγει

τὸν νοῦν τ’ ἀπείργει μὴ λέγειν ἃ βούλεται.

5τῷ μὲν γὰρ ἔνι κίνδυνος, ὃ δ’ ἀθῷος μένει.

ὅμως δ’ ἀγῶνα τόνδε δεῖ μ’ ὑπεκδραμεῖν·

ψυχὴν γὰρ ἆθλα κειμένην ἐμὴν ὁρῶ.

〈Α.〉 μητέρα κατέκταν τὴν ἐμήν, βραχὺς λόγος.

〈Φ.〉 ἑκὼν ἑκοῦσαν ἢ 〈οὐ〉 θέλουσαν οὐχ ἑκών;

μάλιστα μέν μ’ ἐπῆρ’ ἐπισκήψας πατήρ,

ὅθ’ ἅρματ’ εἰσέβαινεν εἰς Θήβας ἰών.

ὃς Οἰδίπουν ἀπώλεσ’, Οἰδίπους δ’ ἐμέ,

χρυσοῦν ἐνεγκὼν ὅρμον εἰς Ἄργους πόλιν.

αἷμα γὰρ σόν, μῆτερ, ἀπενίψατο

χαῖρ’, ὦ γεραιέ· τήν τε παῖδ’ ἐκδοὺς ἐμοὶ

γαμβρὸς νομίζῃ καὶ πατὴρ σωτήρ τ’ ἐμός.

ἀργαίνειν

φίλαι φίλαι,

πρόβατε, μόλε τις ὧδε· ποδαπὸς ὁ ξένος

Κορινθίοις ἔμολεν ἀγχίαλος;

ὦ παῖ Κρέοντος, ὡς ἀληθὲς ἦν ἄρα,

ἐσθλῶν ἀπ’ ἀνδρῶν ἐσθλὰ γίγνεσθαι τέκνα,

κακῶν δ’ ὅμοια τῇ φύσει τῇ τοῦ πατρός.

ὁρᾶτε τὸν τύραννον ὡς ἄπαις γέρων

φεύγει· φρονεῖν δὲ θνητὸν ὄντ’ οὐ χρὴ μέγα.

ἀπαιώνιστον

γυναῖκα καὶ ὠφελίαν

καὶ νόσον ἀνδρὶ φέρειν

μεγίσταν ἐδίδαξα τὠμῷ λόγῳ.

βροτοῖς τὰ μείζω τῶν μέσων τίκτει νόσους·

θεῶν δὲ θνητοὺς κόσμον οὐ πρέπει φέρειν.

φεῦ 〈φεῦ〉, τὰ μεγάλα μεγάλα καὶ πάσχει κακά.

ταπεινὰ γὰρ χρὴ τοὺς κακῶς πεπραγότας

λέγειν, ἐς ὄγκον δ’ οὐκ ἄνω βλέπειν τύχης.

τὰ τῶν τεκόντων ὡς μετέρχεται θεὸς

μιάσματα

εἰ τοῦ τεκόντος οὐδὲν ἐντρέπῃ πατρός

ἢ τί πλέον εἶναι παῖδας ἀνθρώποις, πάτερ,

εἰ μὴ ἐπὶ τοῖς δεινοῖσιν ὠφελήσομεν;

μέτεστι τοῖς δούλοισι δεσποτῶν νόσου.

ὅστις δὲ δούλῳ φωτὶ πιστεύει βροτῶν,

πολλὴν παρ’ ἡμῖν μωρίαν ὀφλισκάνει.

γυναῖκες, ὁρμήθητε μηδ’ ἀθυμία

σχέθῃ τις ὑμᾶς· ταῦτα γὰρ σκεθρῶς ὁρᾶν

ἡμᾶς ἀνάγκη τοὺς νομίζοντας τέχνην

πολὺς δ’ ἀνεῖρπε κισσὸς εὐφυὴς κλάδος,

ἀηδόνων μουσεῖον

οὐ γάρ ποτ’ εἴων Σθένελον εἰς τὸν εὐτυχῆ

χωροῦντα τοῖχον τῆς δίκης ἀποστερεῖν.

πόθεν δὲ πεύκης πανὸν ἐξηῦρες λαβεῖν;

ἀτρέκεια δ’ ἄριστον ἀνδρὸς ἐν πόλει δικαίου πέλει.

ἴστω τ’ ἄφρων ὢν ὅστις ἄνθρωπος γεγὼς

δῆμον κολούει χρήμασιν γαυρούμενος.

ἀεὶ δ’ ἀρέσκειν τοῖς κρατοῦσι· ταῦτα γὰρ

δούλοις ἄριστα· κἀφ’ ὅτῳ τεταγμένος

εἴη τις, ἁνδάνοντα δεσπόταις ποεῖν.

τῶν γὰρ δυναστῶν πλεῖστος ἐν πόλει λόγος.

ἀλλ’ οὐδὲν ηὑγένεια πρὸς τὰ χρήματα·

τὸν γὰρ κάκιστον πλοῦτος εἰς πρώτους ἄγει.

σκαιόν τι χρῆμα πλοῦτος ἥ τ’ ἀπειρία.

ἀλλ’ οὐ γὰρ ὀρθῶς ταῦτα, γενναίως 〈δ’〉 ἴσως

ἔπραξας· αἰνεῖσθαι δὲ δυστυχῶν ἐγὼ

μισῶ· λόγος γὰρ τοὔργον οὐ νικᾷ ποτε.

ἀλλ’ εὖ φέρειν χρὴ συμφορὰς τὸν εὐγενῆ.

τὸν εὐτυχοῦντα χρῆν σοφὸν πεφυκέναι.

θάρσει, τάχ’ ἂν γένοιτο· πολλά τοι θεὸς

κἀκ τῶν ἀέλπτων εὔπορ’ ἀνθρώποις τελεῖ.

ἀλλ’ ἡμέρα τοι πολλὰ καὶ μέλαινα νὺξ

τίκτει βροτοῖσιν.

σοφώτεροι γὰρ συμφορὰς τὰς τῶν πέλας

πάντες διαθρεῖν ἢ τύχας τὰς οἴκοθεν.

δεινόν τι τέκνων φίλτρον ἐνῆκεν

θεὸς ἀνθρώποις.

ἀμολγὸν νύκτα

ὁρῶ μὲν ἀνδρῶν τόνδε γυμνάδα στόλον

στείχοντα θεωρὸν ἐκ τρόχων πεπαυμένον.

. . .γέμουσαν κύματος θεοσπόρου

πλήσας δὲ νηδὺν οὐδ’ ὄναρ κατ’ εὐφρόνην

φίλοις ἔδειξεν αὑτόν.

γυνὴ γυναικὶ σύμμαχος πέφυκέ πως.

οὐ μὴν σύ γ’ ἡμᾶς τοὺς τεκόντας ᾐδέσω.

ἐγὼ δ’, ὃ μὲν μέγιστον, ἄρξομαι λέγειν

ἐκ τοῦδε πρῶτον· πατρὶ πείθεσθαι χρεὼν

παῖδας νομίζειν τ’ αὐτὸ τοῦτ’ εἶναι δίκην.

τί δῆτα μοχθεῖν δεῖ γυναικεῖον γένος

φρουροῦντας; αἱ γὰρ εὖ τεθραμμέναι πλέον

σφάλλουσιν οἴκους τῶν παρημελημένων.

ὁ χρόνος ἅπαντα τοῖσιν ὕστερον φράσει,

λάλος ἐστὶν οὗτος, οὐκ ἐρωτῶσιν λέγει.

ὁδῆσαι

ΑΝΔΡ. Ὦ νὺξ ἱερά,

ὡς μακρὸν ἵππευμα διώκεις

ἀστεροειδέα νῶτα διφρεύουσ’

αἰθέρος ἱερᾶς

5τοῦ σεμνοτάτου δι’ Ὀλύμπου.

τί ποτ’ Ἀνδρομέδα περίαλλα κακῶν

μέρος ἐξέλαχον, θανάτου τλήμων

μέλλουσα τυχεῖν;

ποῖαι λιβάδες, ποία σειρήν

φίλαι παρθένοι, φίλαι μοι

προσαυδῶ σὲ τὰν ἐν ἄντροις,

ἀπόπαυσον, ἔασον Ἀ-

χοῖ με σὺν φίλαισιν

γόου κόρον λαβεῖν.

συνάλγησον, ὡς ὁ κάμνων

δακρύων μεταδοὺς ἔχει

κουφότητα μόχθων.

ἄνοικτος ὃς τεκὼν σὲ τὴν

πολυπονωτάτην βροτῶν

μεθῆκεν Ἅιδᾳ πάτρας ὑπερθανεῖν.

ἐκθεῖναι κήτει φορβάν

Ar. Thesm. 1029―1041:

ὁρᾶς; οὐ χοροῖσιν

1030οὐδ’ ὑφ’ ἡλίκων νεανίδων

. . . . ἕστηκx ’ ἔχουσ’,

ἀλλ ἐν πυκνοῖςx δεσμοῖσιν ἐμπεπλεγμένη

κήτει βορὰ . . . πρόκειμαι.

γαμηλίῳ μὲν οὐ ξὺν

1035παιῶνι, δεσμίῳ δέ,

γοᾶσθέ μ’, ὦ γυναῖκες, ὡς

μέλεα μὲν πέπονθα μέλεος,

ὦ τάλας ἐγὼ τάλας,

ἀπὸ δὲ συγγόνων τάλαν’ ἄνομα πάθεα

1040φῶτά τε λιτομένα,

πολυδάκρυτον Ἀίδα γόον φλέγουσαν

et mox v. 1047―1055:

ἰὼ μοίρας ἄτεγκτε δαίμων·

ὦ κατάρατος ἐγώ·

τίς ἐμὸν οὐκ ἐπόψεται

πάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ;

1050εἴθε με πυρφόρος ἀστεροπητὴς

τὸν βάρβαρον ἐξολέσειεν.

οὐ γὰρ ἔτ’ ἀθανάταν φλόγα λεύσσειν

ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην

λαιμότμητ’ ἄχη, δαιμονῶν αἰόλαν

1055νέκυσιν ἐπὶ πορείαν.

Περσεὺς πρὸς Ἄργος ναυστολῶν τὸ Γοργόνος

κάρα κομίζων

ὦ θεοί, τίν’ εἰς γῆν βαρβάρων ἀφίγμεθα

ταχεῖ πεδίλῳ; διὰ μέσου γὰρ αἰθέρος

τέμνων κέλευθον πόδα τίθημ’ ὑπόπτερον.

ἔα, τίν’ ὄχθον τόνδ’ ὁρῶ περίρρυτον

ἀφρῷ θαλάσσης; παρθένου τ’ εἰκώ τινα

ἐξ αὐτομόρφων λαίνων τυκισμάτων

σοφῆς ἄγαλμα χειρός.

σιγᾷς· σιωπὴ δ’ ἄπορος ἑρμηνεὺς λόγων.

ΠΕΡΣ. ὦ παρθέν’, οἰκτίρω σε κρεμαμένην ὁρῶν.

ΑΝΔΡ. σὺ δ’ εἶ τίς ὅστις τοὐμὸν ᾤκτιρας πάθος;

ὦ ξένε, κατοίκτιρόν με τὴν παναθλίαν,

λῦσόν με δεσμῶν.

ὦ παρθέν’, εἰ σῴσαιμί σ’, εἴσῃ μοι χάριν;

τὰς συμφορὰς γὰρ τῶν κακῶς πεπραγότων

οὐπώποθ’ ὕβρισ’, αὐτὸς ὀρρωδῶν παθεῖν.

μή μοι προτείνων ἐλπίδ’ ἐξάγου δάκρυ.

γένοιτό τἄν πόλλ’ ὧν δόκησις οὐκ ἔνι.

ἄγου δέ μ’, ὦ ξεῖν’, εἴτε πρόσπολον θέλεις

εἴτ’ ἄλοχον εἴτε δμωίδ’. . . . .

ἀλλ’ ἡδύ τοι σωθέντα μεμνῆσθαι πόνων.

εὔκλειαν ἔλαβον οὐκ ἄνευ πολλῶν πόνων.

ἦ που τὸ μέλλον ἐκφοβεῖ καθ’ ἡμέραν·

ὡς τοῦ γε πάσχειν τοὐπιὸν μεῖζον κακόν.

σὺ δ’ ὦ θεῶν τύραννε κἀνθρώπων Ἔρως,

ἢ μὴ δίδασκε τὰ καλὰ φαίνεσθαι καλά,

ἢ τοῖς ἐρῶσιν εὐτυχῶς συνεκπόνει

μοχθοῦσι μόχθους ὧν σὺ δημιουργὸς εἶ.

5καὶ ταῦτα μὲν δρῶν τίμιος θεοῖς ἔσῃ,

μὴ δρῶν δ’ ὑπ’ αὐτοῦ τοῦ διδάσκεσθαι φιλεῖν

ἀφαιρεθήσῃ χάριτας αἷς τιμῶσί σε.

τῶν γὰρ πλούτων ὅδ’ ἄριστος

γενναῖον λέχος εὑρεῖν.

ὅσοι γὰρ εἰς ἔρωτα πίπτουσιν βροτῶν,

ἐσθλῶν ὅταν τύχωσι τῶν ἐρωμένων,

οὐκ ἔσθ’ ὁποίας λείπεται τόδ’ ἡδονῆς.

αἰαῖ, τί δράσω; πρὸς τίνας στρεφθῶ λόγους;

ἀλλ’ οὐκ ἂν ἐνδέξαιτο βάρβαρος φύσις.

ὦ τλῆμον, ὡς σοὶ τὰς τύχας μὲν ἀσθενεῖς

ἔδωχ’ ὁ δαίμων, μέγα φρονοῦσι δ’ οἱ λόγοι.

ἐγὼ δὲ παῖδας οὐκ ἐῶ νόθους λαβεῖν·

τῶν γνησίων γὰρ οὐδὲν ὄντες ἐνδεεῖς

νόμῳ νοσοῦσιν· ὅ σε φυλάξασθαι χρεών.

χρυσὸν μάλιστα βούλομαι δόμοις ἔχειν·

καὶ δοῦλος ὢν γὰρ τίμιος πλουτῶν ἀνήρ,

ἐλεύθερος δὲ χρεῖος ὢν οὐδὲν σθένει.

χρυσοῦ νόμιζε σαυτὸν εἵνεκ’ εὐτυχεῖν.

χρήμασιν γὰρ εὐτυχῶ·

ταῖς συμφοραῖσι δ’, ὡς ὁρᾷς, οὐκ εὐτυχῶ.

μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἐγὼ γὰρ ἀρκέσω.

ὁρῶ δὲ πρὸς τὰ παρθένου θοινάματα

κῆτος θοάζον ἐξ Ἀτλαντικῆς ἁλός.

πᾶς δὲ ποιμένων ἔρρει λεώς,

ὃ μὲν γάλακτος κίσσινον φέρων σκύφος

πόνων ἀναψυκτῆρ’, ὃ δ’ ἀμπέλων γάνος.

οἱ κατ’ οἶκον ἀμφὶ δαῖτα καὶ τράπεζαν

τέλειος

νεότης μ’ ἐπῆρε καὶ θράσος τοῦ νοῦ πλέον.

οὐκ ἔστιν ὅστις εὐτυχὴς ἔφυ βροτῶν,

ὃν μὴ τὸ θεῖον ὡς τὰ πολλὰ συνθέλει.

τήν τοι Δίκην λέγουσι παῖδ’ εἶναι Διὸς

ἐγγύς τε ναίειν τῆς βροτῶν ἁμαρτίας.

. . .τὸ δαιμόνιον οὐχ ὁρᾷς

ὅπῃ μοίρας διεξέρχεται;

στρέφει δ’ ἄλλους ἄλλως εἰς ἁμέραν.

ὃ μὲν ὄλβιος ἦν, τὸ δ’ ἀπέκρυψεν

θεὸς ἐκ κείνων τῶν ποτε λαμπρῶν·

νεύει βίοτος, νεύει δὲ τύχα

κατὰ πνεῦμ’ ἀνέμων.

〈Α.〉 τὸ ζῆν ἀφέντες τὸ κατὰ γῆς τιμῶσί σου.

〈Β.〉 κενόν γ’· ὅταν γὰρ ζῇ τις, εὐτυχεῖ χρεών.

ἀγρεύματα

ἀμείβεται

Ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ

εἶτ’ ἐγένετ’ αὖθις ἀθλιώτατος βροτῶν.

χρυσεόνωτον ἀσπίδα τὰν Καπανέως

νέοι νέοισι συννοσοῦσι τἀφανῆ.

ἤρων· τὸ μαίνεσθαι δ’ ἄρ’ ἦν ἔρως βροτοῖς.

ἀνδρὸς δ’ ὁρῶντος εἰς Κύπριν νεανίου

ἀφύλακτος ἡ τήρησις, ὡς κἂν φαῦλος ᾖ

τἄλλ’, εἰς ἔρωτα πᾶς ἀνὴρ σοφώτατος·

ἢν δ’ ἂν προσῆται Κύπρις, ἥδιστον λαβεῖν.

ἀνδρὸς φίλου δὲ χρυσὸς ἀμαθίας μέτα

ἄχρηστος, εἰ μὴ κἀρετὴν ἔχων τύχοι.

ἄριστον ἀνδρὶ κτῆμα συμπαθὴς γυνή.

ἄκουσον· οὐ γὰρ οἱ κακῶς πεπραγότες

σὺν ταῖς τύχαισι τοὺς λόγους ἀπώλεσαν.

τὸ μῶρον αὐτῷ τοῦ πατρὸς νόσημ’ ἔνι·

φιλεῖ γὰρ οὕτως ἐκ κακῶν εἶναι κακούς.

ἡ γὰρ δόκησις πατράσι παῖδας εἰκέναι·

τὰ πολλὰ ταύτῃ γίγνεται τέκνων πέρι.

ὀνόματι μεμπτὸν τὸ νόθον, ἡ φύσις δ’ ἴση.

. . ἐπ’ ἄκραν ἥκομεν γραμμὴν κακῶν.

οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος,

καὶ βωμὸς αὐτῆς ἔστ’ ἐν ἀνθρώπου φύσει.

δεῖ τοῖσι πολλοῖς τὸν τύραννον ἁνδάνειν.

οὔτ’ εἰκὸς ἄρχειν οὔτε χρῆν εἶναι νόμον

τύραννον εἶναι· μωρία δὲ καὶ θέλειν

ὃς τῶν ὁμοῖων βούλεται κρατεῖν μόνος.

οἰκεῖος ἀνθρώποισι γίγνεσθαι φιλεῖ

πόλεμος ἐν ἀστοῖς, ἢν διχοστατῇ πόλις.

[μὴ οὖν ἔθελε λυπεῖν σαυτὸν ἐξειδὼς ὅτι

πολλάκι τὸ λυποῦν ὕστερον χαρὰν ἄγει

καὶ τὸ κακὸν ἀγαθοῦ γίγνεται παραίτιον.]

ὅστις δὲ πρὸς τὸ πῖπτον εὐλόφως φέρει,

τὸν δαίμον’ οὗτος ἧσσόν ἐστιν ἄθλιος.

θάνατος γὰρ ἀνθρώποισι νεικέων τέλος

ἔχει· μαθεῖν δὲ πᾶσίν ἐστιν εὐμαρές.

τίς γὰρ πετραῖον σκόπελον οὐτάζων δορὶ

ὀδύναισι δώσει; τίς δ’ ἀτιμάζων νέκυς,

5εἰ μηδὲν αἰσθάνοιντο τῶν παθημάτων;

ὦ παῖ Διώνης, ὡς ἔφυς μέγας θεός,

Διόνυσε, θνητοῖς τ’ οὐδαμῶς ὑποστατός.

Οἰνόῃ

σύγχορτα ναίω πεδία ταῖς τ’ Ἐλευθεραῖς

Ὑσιαί

τὸν μὲν κίκλησκε Ζῆθον· ἐζήτησε γὰρ

τόκοισιν εὐμάρειαν ἡ τεκοῦσά νιν.

λαμπρός θ’ ἕκαστος κἀπὶ τοῦτ’ ἐπείγεται

νέμων τὸ πλεῖστον ἡμέρας τούτῳ μέρος,

ἵν’ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν.

μοῦσάν τιν’ ἄτοπον εἰσάγεις, ἀσύμφορον,

ἀργόν, φίλοινον, χρημάτων ἀτημελῆ.

. . . ἀμελεῖς ὧν 〈σε φροντίζειν ἐχρῆν·〉

ψυχῆς φύσιν 〈γὰρ〉 ὧδε γενναίαν 〈λαχὼν〉

γυναικομίμῳ διαπρέπεις μορφώματι

. . . . . κοὔτ’ ἂν ἀσπίδος κύτει

5〈καλῶς〉 ὁμιλήσειας οὔτ’ ἄλλων ὕπερ

νεανικὸν βούλευμά βουλεύσαιό 〈τι〉.

πῶς γὰρ σοφὸν τοῦτ’ ἔστιν, ἥτις εὐφυᾶ

λαβοῦσα τέχνη φῶτ’ ἔθηκε χείρονα;

ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος

τὰ μὲν κατ’ οἴκους ἀμελίᾳ παρεὶς ἐᾷ,

μολπαῖσι δ’ ἡσθεὶς τοῦτ’ ἀεὶ θηρεύεται,

ἀργὸς μὲν οἴκοις καὶ πόλει γενήσεται,

5φίλοισι δ’ οὐδείς· ἡ φύσις γὰρ οἴχεται,

ὅταν γλυκείας ἡδονῆς ἥσσων τις ᾖ.

ἀλλ’ ἐμοὶ πιθοῦ·

παῦσαι μελῳδῶν, πολέμων δ’ εὐμουσίαν

ἄσκει· τοιαῦτ’ ἄειδε καὶ δόξεις φρονεῖν,

σκάπτων, ἀρῶν γῆν, ποιμνίοις ἐπιστατῶν,

5ἄλλοις τὰ κομψὰ ταῦτ’ ἀφεὶς σοφίσματα,

ἐξ ὧν κενοῖσιν ἐγκατοικήσεις δόμοις.

ἐκ παντὸς ἄν τις πράγματος δισσῶν λόγων

ἀγῶνα θεῖτ’ ἄν, εἰ λέγειν εἴη σοφός.

λύρα βοῶν . . ῥύσι’ ἐξερρύσατο

. . κρεῖσσον ὄλβου κτῆμα

χρόνος θεῶν τε πνεῦμ’ ἔρως θ’ ὑμνῳδίας

ὅστις δὲ πράσσει πολλὰ μὴ πράσσειν παρόν,

μῶρος, παρὸν ζῆν ἡδέως ἀπράγμονα.

ὁ δ’ ἥσυχος φίλοισί τ’ ἀσφαλὴς φίλος

πόλει τ’ ἄριστος. μὴ τὰ κινδυνεύματα

αἰνεῖτ’ · ἐγὼ γὰρ οὔτε ναυτίλον φιλῶ

τολμῶντα λίαν οὔτε προστάτην χθονός.

ἅπαντα τίκτει χθὼν πάλιν τε λαμβάνει.

τοιόσδε θνητῶν τῶν ταλαιπώρων βίος·

οὔτ’ εὐτυχεῖ τὸ πάμπαν οὔτε δυστυχεῖ.

[εὐδαιμονεῖ τε καὖθις οὐκ εὐδαιμονεῖ.]

τί δῆτ’ ἐν ὄλβῳ μὴ σαφεῖ βεβηκότες

5οὐ ζῶμεν ὡς ἥδιστα μὴ λυπούμενοι;

βροτοῖσιν εὔκρας οὐ γένοιτ’ ἂν ἡδονή.

εἰ δ’ εὐτυχῶν τις καὶ βίον κεκτημένος

μηδὲν δόμοισι τῶν καλῶν πειράσεται,

ἐγὼ μὲν οὔποτ’ αὐτὸν ὄλβιον καλῶ,

φύλακα δὲ μᾶλλον χρημάτων εὐδαίμονα.

τὸ δ’ ἀσθενές μου καὶ τὸ θῆλυ σώματος

κακῶς ἐμέμφθης· εἰ γὰρ εὖ φρονεῖν ἔχω,

κρεῖσσον τόδ’ ἐστὶ καρτεροῦ βραχίονος.

γνώμαις γὰρ ἀνδρὸς εὖ μὲν οἰκοῦνται πόλεις,

εὖ δ’ οἶκος, εἴς τ’ αὖ πόλεμον ἰσχύει μέγα·

σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας

νικᾷ, σὺν ὄχλῳ δ’ ἀμαθία πλεῖστον κακόν.

καὶ μὴν ὅσοι μὲν σαρκὸς εἰς εὐεξίαν

ἀσκοῦσι βίοτον, ἢν σφαλῶσι χρημάτων,

κακοὶ πολῖται· δεῖ γὰρ ἄνδρ’ εἰθισμένον

ἀκόλαστον ἦθος γαστρὸς ἐν ταὐτῷ μένειν.

ἐγὼ μὲν οὖν ᾄδοιμι καὶ λέγοιμί τι

σοφόν, ταράσσων μηδὲν ὧν πόλις νοσεῖ.

ἔνδον δὲ θαλάμοις βουκόλον. . . .

κομῶντα κισσῷ στῦλον εὐίου θεοῦ.

πόλλ’ ἔστιν ἀνθρώποισιν, ὦ ξένοι, κακά.

φρονῶ δ’ ὃ πάσχω, καὶ τόδ’ οὐ σμικρὸν κακόν·

τὸ μὴ εἰδέναι γὰρ ἡδονὴν ἔχει τινὰ

νοσοῦντα, κέρδος δ’ ἐν κακοῖς ἀγνωσία.

ὦ παῖ, γένοιντ’ ἂν εὖ λελεγμένοι λόγοι

ψευδεῖς, ἐπῶν δὲ κάλλεσιν νικῷεν ἂν

τἀληθές· ἀλλ’ οὐ τοῦτο τἀκριβέστατον,

ἀλλ’ ἡ φύσις καὶ τοὐρθόν· ὃς δ’ εὐγλωσσίᾳ

5νικᾷ, σοφὸς μέν, ἀλλ’ ἐγὼ τὰ πράγματα

κρείσσω νομίζω τῶν λόγων ἀεί ποτε.

κύουσα τίκτω ἡνίκ’ ἠγόμην πάλιν

εἰ δ’ ἠμελήθην ἐκ θεῶν καὶ παῖδ’ ἐμώ,

ἔχει λόγον καὶ τοῦτο· τῶν πολλῶν βροτῶν

δεῖ τοὺς μὲν εἶναι δυστυχεῖς, τοὺς δ’ εὐτυχεῖς.

οὐ σωφρονίζειν ἔμαθον· αἰδεῖσθαι δὲ χρή,

γύναι, τὸ λίαν καὶ φυλάσσεσθαι φθόνον.

οὐδὲ γὰρ λάθρᾳ δοκῶ

φωτὸς κακούργου σχήματ’ ἐκμιμούμενον

σοὶ Ζῆν’ ἐς εὐνὴν ὥσπερ ἄνθρωπον μολεῖν.

φεῦ φεῦ, βροτείων πημάτων ὅσαι τύχαι

ὅσαι τε μορφαί· τέρμα δ’ οὐκ εἴποι τις ἄν.

εἰ νοῦς ἔνεστιν· εἰ δὲ μή, τί δεῖ καλῆς

γυναικός, εἰ μὴ τὰς φρένας χρηστὰς ἔχοι;

κόρος δὲ πάντων· καὶ γὰρ ἐκ καλλιόνων

λέκτροις ἐπ’ αἰσχροῖς εἶδον ἐκπεπληγμένους,

δαιτὸς δὲ πληρωθείς τις ἄσμενος πάλιν

φαύλῃ διαίτῃ προσβαλὼν ἥσθη στόμα.

κῆδος καθ’ αὐτὸν τὸν σοφὸν κτᾶσθαι χρεών.

πᾶσι δ’ ἀγγέλλω βροτοῖς

ἐσθλῶν ἀπ’ ἀλόχων εὐγενῆ σπείρειν τέκνα.

οὐ χρή ποτ’ ἄνδρα δοῦλον ὄντ’ ἐλευθέρας

γνώμας διώκειν οὐδ’ ἐς ἀργίαν βλέπειν.

. .τὸ δοῦλον οὐχ ὁρᾷς ὅσον κακόν;

φεῦ φεῦ, τὸ δοῦλον ὡς ἁπανταχῇ γένος

πρὸς τὴν ἐλάσσω μοῖραν ὥρισεν θεός.

κόσμος δὲ σιγὴ στεγανὸς ἀνδρὸς οὐ κακοῦ·

τὸ δ’ ἐκλαλοῦν τοῦθ’ ἡδονῆς μὲν ἅπτεται,

κακὸν δ’ ὁμίλημ’, ἀσθενὲς δὲ καὶ πόλει.

πολλοὶ δὲ θνητῶν τοῦτο πάσχουσιν κακόν·

γνώμῃ φρονοῦντες οὐ θέλουσ’ ὑπηρετεῖν

ψυχῇ τὰ πολλὰ πρὸς φίλων νικώμενοι.

εἰ δέ που τύχοι

πέριξ ἑλίξας εἷλκε . . ὁμοῦ λαβὼν

γυναῖκα πέτραν δρῦν μεταλλάσσων ἀεί.

τήν τοι Δίκην λέγουσι παῖδ’ εἶναι χρόνου,

δείκνυσι δ’ ἡμῶν ὅστις ἐστὶ μὴ κακός.

Δίκα τοι Δίκα χρόνιος, ἀλλ’ ὅμως ὑποπεσοῦσ’

ἔλαθεν, ὅταν ἔχῃ τιν’ ἀσεβῆ βροτῶν.

Ζῆθον μὲν ἐλθόνθ’ ἁγνὸν ἐς Θήβης πέδον

οἰκεῖν κελεύω, τὸν δὲ μουσικώτατον

κλεινὰς Ἀθήνας ἐκπερᾶν Ἀμφίονα.

νόσον ἔχειν

εὐθύδημον

Δαναὸς ὁ πεντήκοντα θυγατέρων πατὴρ

Νείλου λιπὼν κάλλιστον ἐκ γαίας ὕδωρ,

ὃς ἐκ μελαμβρότοιο πληροῦται ῥοὰς

Αἰθιοπίδος γῆς, ἡνίκ’ ἂν τακῇ χιὼν

5τέθριππ’ ἄγοντος ἡλίου κατ’ αἰθέρα,

ἐλθὼν ἐς Ἄργος ᾤκισ’ Ἰνάχου πόλιν·

Πελασγιώτας δ’ ὠνομασμένους τὸ πρὶν

Δαναοὺς καλεῖσθαι νόμον ἔθηκ’ ἀν’ Ἑλλάδα.

βασιλεῦ χώρας τῆς πολυβώλου

Κισσεῦ, πεδίον πυρὶ μαρμαίρει

οὐ γὰρ ὑπερθεῖν κύματος ἄκραν

δυνάμεσθ’· ἔτι γὰρ θάλλει πενία

κακὸν ἔχθιστον, φεύγει δ’ ὄλβος.

ἡμῶν τί δῆτα τυγχάνεις χρείαν ἔχων;

πατέρων γὰρ ἐσθλῶν ἐλπίδας δίδως γεγώς.

ἐν τοῖς τέκνοις γὰρ ἁρετὴ τῶν εὐγενῶν

ἔλαμψε, κρεῖσσόν τ’ ἐστὶ πλουσίου γάμου

〈γένος〉· πένης γὰρ οὐκ ἐκεῖν’ ἀπώλεσεν

τὸ τοῦ πατρὸς γενναῖον.

σοὶ δ’ εἶπον, ὦ παῖ, τὰς τύχας ἐκ τῶν πόνων

θηρᾶν· ὁρᾶς γὰρ πατέρα σὸν τιμώμενον.

πατρὸς δ’ ἀνάγκη παισὶ πείθεσθαι λόγῳ.

πλουτεῖς, ὁ πλοῦτος δ’ ἀμαθία δειλόν θ’ ἅμα.

σὺν μυρίοισι τὰ καλὰ γίγνεται πόνοις.

νεανίαν γὰρ ἄνδρα χρὴ τολμᾶν ἀεί·

οὐδεὶς γὰρ ὢν ῥᾴθυμος εὐκλεὴς ἀνήρ,

ἀλλ’ οἱ πόνοι τίκτουσι τὴν εὐδοξίαν.

οὐκ ἔστιν ὅστις ἡδέως ζητῶν βιοῦν

εὔκλειαν εἰσεκτήσατ’, ἀλλὰ χρὴ πονεῖν.

ὁ δ’ ἡδὺς αἰὼν ἡ κακή τ’ ἀνανδρία

οὔτ’ οἶκον οὔτε πόλιν ἀνορθώσειεν ἄν.

ἐμὲ δ’ ἄρ’ οὐ

μοχθεῖν δίκαιον; τίς δ’ ἄμοχθος εὐκλεής;

τίς τῶν μεγίστων δειλὸς ὢν ὠρέξατο;

ἐγὼ δὲ τὸν σὸν κρᾶτ’ ἀναστέψαι θέλω.

φέρει δὲ καὶ τοῦτ’ οὐχὶ μικρόν, εὐγενὴς

ἀνὴρ στρατηγῶν εὐκλεᾶ τ’ ἔχων φάτιν.

ὀλίγον ἄλκιμον δόρυ

κρεῖσσον στρατηγοῦ μυρίου στρατεύματος.

ὀλίγοι γὰρ ἐσθλοὶ κρείσσονες πολλῶν κακῶν.

ἓν δέ σοι μόνον προφωνῶ, μὴ ἐπὶ δουλείαν ποτὲ

ζῶν ἑκὼν ἔλθῃς παρὸν σοὶ κατθανεῖν ἐλευθέρῳ.

νεανίας τε καὶ πένης σοφός θ’ ἅμα·

ταῦτ’ εἰς ἓν ἐλθόντ’ ἄξι’ ἐνθυμήσεως.

τί δ’ οὐκ ἂν εἴη χρηστὸς ὄλβιος γεγώς;

οὐκ ἔστι πενίας ἱερὸν αἰσχίστης θεοῦ.

μισῶ γὰρ ὄντως οἵτινες φρονοῦσι μέν,

φρονοῦσι δ’ οὐδὲν ὥς γε χρημάτων ὕπερ.

μὴ πλούσιον θῇς· ἐνδεέστερος γὰρ ὢν

ταπεινὸς ἔσται· κεῖνο δ’ ἰσχύει μέγα,

πλοῦτος λαβών 〈τε〉 τοῦτον εὐγενὴς ἀνήρ.

τυραννίδ’ ἥ θεῶν δευτέρα νομίζεται·

τὸ μὴ θανεῖν γὰρ οὐκ ἔχει, τὰ δ’ ἄλλ’ ἔχει.

κρείσσω γὰρ οὔτε δοῦλον οὔτ’ ἐλεύθερον

τρέφειν ἐν οἴκοις ἀσφαλὲς τοῖς σώφροσιν.

ἐκ τῶν δικαίων γὰρ νόμοι τ’ αὐξήματα

μεγάλα φέρουσι πάντα δ’ ἀνθρώποις. .

τάδ’ ἐστὶ χρήματ’, ἤν τις εὐσεβῇ θεόν.

ἀπλοῦς ὁ μῦθος, μὴ λέγ’ εὖ· τὸ γὰρ λέγειν

εὖ δεινόν ἐστιν, εἰ φέρει τινα βλάβην.

πόλλ’, ὦ τέκνον, σφάλλουσιν ἀνθρώπους θεοί.

τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς.

δοκεῖς τὰ τῶν θεῶν ξυνετὰ νικήσειν ποτὲ

καὶ τὴν Δίκην που μάκρ’ ἀπῳκίσθαι βροτῶν·

ἢ δ’ ἐγγύς ἐστιν, οὐχ ὁρωμένη δ’ ὁρᾷ

ὃν χρὴ κολάζειν τ’ οἶδεν· ἀλλ’ οὐκ οἶσθα σὺ

5ὁπόταν ἄφνω μολοῦσα διολέσῃ κακούς.

μακάριος ὅστις νοῦν ἔχων τιμᾷ θεὸν

καὶ κέρδος αὐτῷ τοῦτο ποιεῖται μέγα.

πολλοὺς δ’ ὁ θυμὸς ὁ μέγας ὤλεσεν βροτῶν

ἥ τ’ ἀξυνεσία, δύο κακὼ τοῖς χρωμένοις.

τῷ γὰρ βιαίῳ κἀγρίῳ τὸ μαλθακὸν

εἰς ταὐτὸν ἐλθὸν τοῦ λίαν παρείλετο.

ὀργῇ δὲ φαύλῃ πόλλ’ ἔνεστ’ ἀσχήμονα.

ἔπαυσ’ ὁδουροὺς λυμεῶνας

ἔσῳσα δούλην οὖσαν· οἱ γὰρ ἥσσονες

τοῖς κρείσσοσιν φιλοῦσι δουλεύειν βροτῶν.

πάλαι σκοποῦμαι τὰς τύχας τῶν βροτῶν

ὡς εὖ μεταλλάσσουσιν· ὃς γὰρ ἂν σφαλῇ

εἰς ὀρθὸν ἔστη χώ πρὶν εὐτυχῶν πίτνει.

ἔστι καὶ παρὰ δάκρυσι

κείμενον ἡδὺ βροτοῖς, ὅταν

ἄνδρα φίλον στενάχῃ τις ἐν οἴκῳ.

τὰ γὰρ οὐκ ὀρθῶς πρασσόμεν’ ὀρθῶς

τοῖς πράσσουσιν κακὸν ἦλθεν.

νοῦ δ’ οἶνος ἐξέστησέ μ’· ὁμολογῶ δέ σε

ἀδικεῖν, τὸ δ’ ἀδίκημ’ ἐγένετ’ οὐχ ἑκούσιον.

σκῦλα μὲν βροτοφθόρα

χαίρεις ὁρῶσα καὶ νεκρῶν ἐρείπια,

κοὐ μυσαρά σοι ταῦτ’ ἐστίν· εἰ δ’ ἐγὼ ἔτεκον,

δεινὸν τόδ’ ἡγῇ;

δεινὴ πόλις νοσοῦσ’ ἀνευρίσκειν κακά.

καὶ βουθυτεῖν γὰρ ἠξίους ἐμὴν χάριν.

Ἔρωτα δ’ ὅστις μὴ θεὸν κρίνει μέγαν

καὶ τῶν ἀπάντων δαιμόνων ὑπέρτατον,

ἢ σκαιός ἐστιν ἢ καλῶν ἄπειρος ὢν

οὐκ οἶδε τὸν μέγιστον ἀνθρώποις θεόν.

οὐ τῶν κακούργων οἶκτος ἀλλὰ τῆς δίκης.

πτηνὰς διώκεις, ὦ τέκνον, τὰς ἐλπίδας.

οὐχ ἡ τύχη γε· τῆς τύχης δ’ οὐχ εἷς τρόπος.

τίς δ’ οὐχὶ χαίρει νηπίοις ἀθύρμασιν;

πᾶσιν γὰρ ἀνθρώποισιν, οὐχ ἡμῖν μόνον,

ἢ καὶ παραυτίκ’ ἢ χρόνῳ δαίμων βίον

ἔσφηλε, κοὐδεὶς διὰ τέλους εὐδαιμονεῖ.

τὸ γὰρ ἐπιεικὲς ὠφελεῖ τὰς ξυμφοράς.

κακῶς δ’ ὄλοιντο πάντες οἳ τυραννίδι

χαίρουσιν ὀλίγῃ τ’ ἐν πόλει μοναρχίᾳ·

τοὐλεύθερον γὰρ ὄνομα παντὸς ἄξιον,

κἂν σμίκρ’ ἔχῃ τις, μεγάλ’ ἔχειν νομιζέτω.

γυναῖκές ἐσμεν· τὰ μὲν ὄκνῳ νικώμεθα,

τὰ δ’ οὐκ ἂν ἡμῶν θράσος ὑπερβάλοιτό τις.

ποῖ; πῶς δὲ λήσει; τίς δὲ νῶν πιστὸς φίλος;

ζητῶμεν· ἡ δόκησις ἀνθρώποις κακόν,

καὶ τοὐπιχειρεῖν γ’ ἐξαμαρτάνειν φιλεῖ.

κέρας ὄρθιον

ἀπενήσω

διέφθειρε

φιλοτραφής

κακῶν γὰρ ὄντων μυρίων καθ’ Ἑλλάδα

οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους·

οἳ πρῶτα μὲν ζῆν οὔτε μανθάνουσιν εὖ

οὔτ’ ἂν δύναιντο· πῶς γὰρ ὅστις ἔστ’ ἀνὴρ

5γνάθου τε δοῦλος νηδύος θ’ ἡσσημένος

κτήσαιτ’ ἂν ὄλβον εἰς ὑπερβολὴν πατρός;

οὐδ’ αὖ πένεσθαι κἀξυπηρετεῖν τύχαις

οἷοί τ’ · ἔθη γὰρ οὐκ ἐθισθέντες καλὰ

σκληρῶς μεταλλάσσουσιν εἰς τἀμήχανον.

10λαμπροὶ δ’ ἐν ἥβῃ καὶ πόλεως ἀγάλματα

φοιτῶσ’· ὅταν δὲ προσπέσῃ γῆρας πικρόν,

τρίβωνες ἐκβαλόντες οἴχονται κρόκας.

ἐμεμψάμην δὲ καὶ τὸν Ἐλλήνων νόμον,

οἳ τῶνδ’ ἕκατι σύλλογον ποιούμενοι

15τιμῶσ’ ἀχρείους ἡδονὰς δαιτὸς χάριν.

τίς γὰρ παλαίσας εὖ, τίς ὠκύπους ἀνὴρ

ἢ δίσκον ἄρας ἢ γνάθον παίσας καλῶς

πόλει πατρῴᾳ στέφανον ἤρκεσεν λαβών;

πότερα μαχοῦνται πολεμίοισιν ἐν χεροῖν

20δίσκους ἔχοντες ἢ δι’ ἀσπίδων χερὶ

θείνοντες ἐκβαλοῦσι πολεμίους πάτρας;

οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας

στάς. ἄνδρας χρὴ σοφούς τε κἀγαθοὺς

φύλλοις στέφεσθαι, χὥστις ἡγεῖται πόλει

25κάλλιστα σώφρων καὶ δίκαιος ὢν ἀνήρ,

ὅστις τε μύθοις ἔργ’ ἀπαλλάσσει κακὰ

μάχας τ’ ἀφαιρῶν καὶ στάσεις· τοιαῦτα γὰρ

πόλει τε πάσῃ πᾶσί θ’ Ἕλλησιν καλά.

τοὺς ὄνους τοὺς λαρκαγωγοὺς ἐξ ὄρους οἴσειν ξύλα

σχοινίνας γὰρ ἵπποισι φλοίνας ἡνίας πλέκει.

ἐγὼ τὸ μὲν δὴ πανταχοῦ θρυλούμενον

κράτιστον εἶναι φημὶ μὴ φῦναι βροτῷ·

τρισσῶν δὲ μοιρῶν ἐγκρινῶ νικᾶν μίαν,

πλούτου τε χὥτῳ σπέρμα γενναῖον προσῇ

5πενίας τ’· ἀριθμὸν γὰρ τοσόνδε προυθέμην.

ὁ μὲν ζάπλουτος, εἰς γένος δ’ οὐκ εὐτυχής,

ἀλγεῖ μὲν ἀλγεῖ, παγκάλως δ’ ἀλγύνεται

ὄλβου διοίγων θάλαμον ἥδιστον χερί.

ἔξω δὲ βαίνων τοῦδε τὸν πάρος χρόνον

10πλουτῶν ὑπ’ ἄτης ζεῦγλαν ἀσχάλλει πεσών.

ὅστις δὲ γαῦρον σπέρμα γενναῖόν τ’ ἔχων

βίου σπανίζει, τῷ γένει μὲν εὐτυχεῖ,

πενίᾳ δ’ ἐλάσσων ἐστίν, ἐν δ’ ἀλγύνεται

φρονῶν, ὑπ’ αἰδοῦς δ’ ἔργ’ ἀπωθεῖται χερῶν.

15ὁ δ’ οὐδὲν οὐδείς, διὰ τέλους δὲ δυστυχῶν

τοσῷδε νικᾷ· τοῦ γὰρ εὖ τητώμενος

οὐκ οἶδεν, ἀεὶ δυστυχῶν κακῶς τ’ ἔχων.

οὕτως ἄριστον μὴ πεπειρᾶσθαι καλῶν.

ἐκεῖνο γὰρ μεμνήμεθ’ · οἷος ἦν ποτε

20κἀγὼ μετ’ ἀνδρῶν ἡνίκ’ ηὐτύχουν βίῳ

φησίν τις εἶναι δῆτ’ ἐν οὐρανῷ θεούς;

οὐκ εἰσίν, οὐκ εἶσ’, εἴ τις ἀνθρώπων θέλει

μὴ τῷ παλαιῷ μῶρος ὢν χρῆσθαι λόγῳ.

σκέψασθε δ’ αὐτοί, μὴ ἐπὶ τοῖς ἐμοῖς λόγοις

5γνώμην ἔχοντες. φήμ’ ἐγὼ τυραννίδα

κτείνειν τε πλείστους κτημάτων τ’ ἀποστερεῖν

ὅρκους τε παραβαίνοντας ἐκπορθεῖν πόλεις·

καὶ ταῦτα δρῶντες μᾶλλόν εἰσ’ εὐδαίμονες

τῶν εὐσεβούντων ἡσυχῇ καθ’ ἡμέραν.

10πόλεις τε μικρὰς οἶδα τιμώσας θεούς,

αἳ μειζόνων κλύουσι δυσσεβεστέρων

λόγχης ἀριθμῷ πλείονος κρατούμεναι.

οἶμαι δ’ ἂν ὑμᾶς, εἴ τις ἀργὸς ὢν θεοῖς

εὔχοιτο καὶ μὴ χειρὶ συλλέγοι βίον,

15τὰ θεῖα πυργοῦσιν αἱ κακαί τε συμφοραί.

τοῖς πράγμασιν γὰρ οὐχὶ θυμοῦσθαι χρεών·

μέλει γὰρ αὐτοῖς οὐδέν· ἀλλ’ οὑντυγχάνων

τὰ πράγματ’ ὀρθῶς ἢν τιθῇ, πράσσει καλῶς.

δόλοι δὲ καὶ σκοτεινὰ μηχανήματα

χρείας ἀνάνδρου φάρμαχ’ ηὕρηται βροτοῖς.

νείκη γὰρ ἀνδρῶν φόνια καὶ μάχας χρεὼν

δόλοισι κλέπτειν· τῆς δ’ ἀληθείας ὁδὸς

φαύλη τίς ἐστι· ψεύδεσιν δ’ Ἄρης φίλος.

ἀεὶ γὰρ ἄνδρα σκαιὸν ἰσχυρὸν φύσει

ἧσσον δέδοικα τἀσθενοῦς τε καὶ σοφοῦ.

ὦ παῖ, νέων τοι δρᾶν μὲν ἔντονοι χέρες,

γνῶμαι δ’ ἀμείνους εἰσὶ τῶν γεραιτέρων·

ὁ γὰρ χρόνος δίδαγμα ποικιλώτατον.

πρὸς τὴν νόσον τοι καὶ τὸν ἰατρὸν χρεὼν

ἰδόντ’ ἀκεῖσθαι, μὴ ἐπιτὰξ τὰ φάρμακα

διδόντ’, ἐάν μὴ ταῦτα τῇ νόσῳ πρέπῃ.

νόσοι δὲ θνητῶν αἵ μέν εἰσ’ αὐθαίρετοι,

5αἳ δ’ ἐκ θεῶν πάρεισιν, ἀλλὰ τῷ νόμῳ

ἰώμεθ’ αὐτάς. ἀλλά σοι λέξαι θέλω,

εἰ θεοί τι δρῶσιν αἰσχρόν, οὐκ εἰσὶν θεοί.

τιμή σ’ ἐπαίρει τῶν πέλας μεῖζον φρονεῖν.

θνήσκοιμ’ ἄν· οὐ γὰρ ἄξιον λεύσσειν φάος

κακοὺς ὁρῶντας ἐκδίκως τιμωμένους.

φθονοῦσιν αὐτοὶ χείρονες πεφυκότες·

εἰς τἀπίσημα δ’ ὁ φθόνος πηδᾶν φιλεῖ.

ἤδη γὰρ εἶδον καὶ δίκης παραστάτας

ἐσθλοὺς πονηρῷ τῷ φθόνῳ νικωμένους.

ἀνὴρ δὲ χρηστὸς χρηστὸν οὐ μισεῖ ποτε,

κακὸς κακῷ δὲ συντέτηκεν ἡδονῇ·

φιλεῖ δὲ θοὑμόφυλον ἀνθρώπους ἄγειν.

ὡς ἔμφυτος μὲν πᾶσιν ἀνθρώποις κάκη·

ὅστις δὲ πλεῖστον μισθὸν εἰς χεῖρας λαβὼν

κακὸς γένηται, τῷδε συγγνώμη μὲν οὔ,

πλείω δὲ μισθὸν μείζονος τόλμης ἔχων

τὸν τῶν ψεγόντων ῥᾷον ἂν φέροι λόγον.

οὐκ ἂν γένοιτο τραῦμ’, ἐάν τις ἐγξέσῃ

θάμνοις ἑλείοις, οὐδ’ ἂν ἐκ μητρὸς κακῆς

ἐσθλοὶ γένοιντο παῖδες εἰς ἀλκὴν δορός.

πρὸς τὴν ἀνάγκην πάντα τἄλλ’ ἔστ’ ἀσθενῆ.

οἴμοι· τί δ’ οἴμοι; θνητά τοι πεπόνθαμεν.

ὁρᾷς δ’ ἀέλπτους μυρίων ἀναστροφάς·

πολλοὶ μὲν οἶδμα διέφυγον θαλάσσιον,

πολλοὶ δὲ λόγχαις πολεμίων ἀμείνονες

ἥσσους γεγῶτες κρείσσον’ ἦλθον εἰς τύχην.

θάρσος δὲ πρὸς τὰς συμφορὰς μέγα σθένει.

οὐδέποτ’ εὐτυχίαν κακοῦ ἀνδρὸς ὑπέρφρονά τ’ ὄλβον

βέβαιον εἰκάσαι χρεών,

οὐδ’ ἀδίκων γενεάν· ὁ γὰρ οὐδενὸς ἐκφὺς

χρόνος δικαίους ἐπάγων κανόνας

5δείκνυσιν ἀνθρώπων κακότητας ἐμοί.

ποῦ δή τὸ σαφὲς θνατοῖσι βιοτᾶς;

θοαῖσι μὲν ναυσὶ πόρον πνοαὶ κατὰ βένθος ἅλιον

ἰθύνουσι· τύχας δὲ θνητῶν

τὸ μὲν μέγ’ εἰς οὐδὲν ὁ πολὺς χρόνος

5μεθίστησι, τὸ δὲ μεῖον αὔξων

καὶ ξεστὸν ὄχθον Δαναϊδῶν ἑδρασμάτων

στὰς ἐν μέσοισιν εἶπε κηρύκων . .

ἄγ’, ὦ φίλον μοι Πηγάσου πτερόν. .

ἴθι χρυσοχάλιν’ αἴρων πτέρυγας

πάρες, ὦ σκιερὰ φυλλάς, ὑπερβῶ·

κρηναῖα νάπη· τὸν ὑπὲρ κεφαλῆς

αἰθέρ’ ἰδέσθαι σπεύδω, τίν’ ἔχει

στάσιν Εἰνοδία.

ἔπτησσ’ ὑπείκων μᾶλλον, εἰ μᾶλλον θέλοι

κομίζετ’ εἴσω τόνδε τὸν δυσδαίμονα.

ἦσθ’ εἰς θεοὺς μὲν εὐσεβής, ὅτ’ ἦσθ’, ἀεὶ

ξένοις τ’ ἐπήρκεις οὐδ’ ἔκαμνες εἰς φίλους.

ὑφ’ ἅρματ’ ἐλθὼν Ζηνὸς ἀστραπηφορεῖ.

δούλῳ γὰρ οὐχ οἷόν τε τἀληθῆ λέγειν,

εἰ δεσπόταισι μὴ πρέποντα τυγχάνοι.

ἁγνίσαι

ἀτρεκήσασα

γύναι, καλὸν μὲν φέγγος ἡλίου τόδε,

καλὸν δὲ πόντου χεῦμ’ ἰδεῖν εὐήνεμον,

γῆ τ’ ἠρινὸν θάλλουσα πλούσιόν θ’ ὕδωρ,

πολλῶν τ’ ἔπαινον ἔστι μοι λέξαι καλῶν·

5ἀλλ’ οὐδὲν οὕτω λαμπρὸν οὐδ’ ἰδεῖν καλὸν

ὡς τοῖς ἄπαισι καὶ πόθῳ δεδηγμένοις

παίδων νεογνῶν ἐν δόμοις ἰδεῖν θάλος.

καὶ νῦν παραινῶ πᾶσι τοῖς νεωτέροις

μὴ πρὸς τὸ γῆρας ἀναβολὰς ποιουμένους

σχολῇ τεκνοῦσθαι παῖδας· οὐ γὰρ ἡδονή,

γυναικί τ’ ἐχθρὸν χρῆμα πρεσβύτης ἀνήρ·

5ἀλλ’ ὡς τάχιστα. καὶ γὰρ ἐκτροφαὶ καλαὶ

καὶ συννεάζων ἡδὺ παῖς νέῳ πατρί.

γυνὴ γὰρ ἐξελθοῦσα πατρῴων δόμων

οὐ τῶν τεκόντων ἐστίν, ἀλλὰ τοῦ λέχους·

τὸ δ’ ἄρσεν ἕστηκ’ ἐν δόμοις ἀεὶ γένος

θεῶν πατρῴων καὶ τάφων τιμάορον.

συμμαρτυρῶ σοι· πανταχοῦ λελείμμεθα

πᾶσαι γυναῖκες ἀρσένων ἀεὶ δίχα.

οὐκ ἔστιν οὔτε τεῖχος οὔτε χρήματα

οὔτ’ ἄλλο δυσφύλακτον οὐδὲν ὡς γυνή.

ἦν γάρ τις αἶνος, ὡς γυναιξὶ μὲν τέχναι

μέλουσι, λόγχῃ δ’ ἄνδρες εὐστοχώτεροι.

εἰ γὰρ δόλοισιν ἦν τὸ νικητήριον,

ἡμεῖς ἂν ἀνδρῶν εἴχομεν τυραννίδα.

ἔρως γὰρ ἀργὸν κἀπὶ τοιούτοις ἔφυ·

φιλεῖ κάτοπτρα καὶ κόμης ξανθίσματα,

φεύγει δὲ μόχθους. ἓν δέ μοι τεκμήριον·

οὐδεὶς προσαιτῶν βίοτον ἠράσθη βροτῶν,

5ἐν τοῖς δ’ ἔχουσιν ἡβητὴς πέφυχ’ ὅδε.

τάχ’ ἂν πρὸς ἀγκάλαισι καὶ στέρνοις ἐμοῖς

πηδῶν ἀθύροι καὶ φιλημάτων ὄχλῳ

ψυχὴν ἐμὴν κτήσαιτο· ταῦτα γὰρ βροτοῖς

φίλτρον μέγιστον, αἱ ξυνουσίαι, πάτερ.

ὦ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς,

ὡς οὔτε μήτηρ ἡδονὰς τοίας ἔχει,

οὐ παῖδες ἀνθρώποισιν, οὐ φίλος πατήρ,

οἵας σὺ χοὶ σὲ δώμασιν κεκτημένοι.

5εἰ δ’ ἡ Κύπρις τοιοῦτον ὀφθαλμοῖς ὁρᾷ,

οὐ θαῦμ’ ἔρωτας μυρίους αὐτὴν τρέφειν.

κρείσσων γὰρ οὔτις χρημάτων πέφυκ’ ἀνήρ,

πλὴν εἴ τις· ὅστις δ’ οὗτός ἐστιν οὐχ ὁρῶ.

ἀρ’ οἶσθ’ ὁθούνεχ’ οἱ μὲν εὐγενεῖς βροτῶν

πένητες ὄντες οὐδὲν ἀλφάνουσ’ ἔτι,

οἳ δ’ οὐδὲν ἦσαν πρόσθεν, ὄλβιοι δὲ νῦν,

δόξαν φέρονται τοῦ νομίσματος χάριν

5καὶ συμπλέκοντες σπέρμα καὶ γάμους τέκνων;

δοῦναι δὲ πᾶς τις μᾶλλον ὀλβίῳ κακῷ

πρόθυμός ἐστιν ἢ πένητι κἀγαθῷ.

κακὸς δ’ ὁ μὴ ἔχων, οἱ δ’ ἔχοντες ὄλβιοι.

φιλοῦσι γάρ τοι τῶν μὲν ὀλβίων βροτοὶ

σοφοὺς τίθεσθαι τοὺς λόγους, ὅταν δέ τις

λειτῶν ἀπ’ οἴκων εὖ λέγῃ πένης ἀνήρ,

γελᾶν· ἐγὼ δὲ πολλάκις σοφωτέρους

5πένητας ἄνδρας εἰσορῶ τῶν πλουσίων

καὶ 〈τοὺς〉 θεοῖσι μικρὰ θύοντας τέλη

τῶν βουθυτούντων ὄντας εὐσεβεστέρους.

ὅστις δόμους μὲν ἥδεται πληρουμένους,

γαστρὸς δ’ ἀφαιρῶν σῶμα δύστηνος κακοῖ,

τοῦτον νομίζω κἂν θεῶν συλᾶν βρέτη

τοῖς φιλτάτοις τε πολέμιον πεφυκέναι.

φεῦ, τοῖσι γενναίοισιν ὡς ἁπανταχοῦ

πρέπει χαρακτὴρ χρηστὸς εἰς εὐψυχίαν.

ἐς ταὐτὸν ἥκειν φημὶ ταῖς βροτῶν τύχαις

τόνδ’ ὃν καλοῦσιν αἰθέρ’, ᾧ τάδ’ ἔστι δή.

οὗτος θέρους τε λαμπρὸν ἐκπέμπει σέλας,

χειμῶνά τ’ αὔξει συντιθεὶς πυκνὸν νέφος,

5θάλλειν τε καὶ μή, ζῆν τε καὶ φθίνειν ποεῖ·

οὕτω δὲ θνητῶν σπέρμα τῶν μὲν εὐτυχεῖ

λαμπρᾷ γαλήνῃ, τῶν δὲ συννέφει πάλιν,

ζῶσίν τε σὺν κακοῖσιν, οἳ δ’ ὄλβου μέτα

φθίνουσ’ ἐτείοις προσφερεῖς μεταλλαγαῖς.

φίλος γὰρ ἦν μοι, καί μ’ ἔρως ἕλοι ποτὲ

οὐκ εἰς τὸ μῶρον οὐδέ μ’ εἰς Κύπριν τρέπων.

δοκεῖς τὸν Ἅιδην σῶν τι φροντίζειν γόων

καὶ παῖδ’ ἀνήσειν τὸν σόν, εἰ θέλοις στένειν;

παῦσαι· βλέπουσα δ’ εἰς τὰ τῶν πέλας κακὰ

ῥᾴων γένοι’ ἄν, εἰ λογίζεσθαι θέλοις

5ὅσοι τε δεσμοῖς ἐκμεμόχθηνται βροτῶν

ὅσοι τε γηράσκουσιν ὀρφανοὶ τέκνων,

τοὺς δ’ ἐκ μέγιστον ὀλβίας τυραννίδος

τὸ μηδὲν ὄντας· ταῦτά σε σκοπεῖν χρεών.

φεῦ φεῦ, παλαιὸς αἶνος ὡς καλῶς ἔχει·

οὐκ ἂν γένοιτο χρηστὸς ἐκ κακοῦ πατρός.

πολλοῖς παρέστην κἀφθόνησα δὴ βροτῶν

ὅστις κακοῖσιν ἐσθλὸς ὢν ὅμοιος ᾖ,

λόγων ματαίων εἰς ἅμιλλαν ἐξιών.

τὸ δ’ ἦν ἄρ’ οὐκ ἀκουστὸν οὐδ’ ἀνασχετόν,

5σιγᾶν κλύοντα δεινὰ πρὸς κακιόνων.

τυραννικόν τοι πόλλ’ ἐπίστασθαι λέγειν.

εἰς δ’ εὐγένειαν ὀλίγ’ ἔχω φράσαι καλά·

ὁ μὲν γὰρ ἐσθλὸς εὐγενὴς ἔμοιγ’ ἀνήρ,

ὁ δ’ οὐ δίκαιος κἂν ἀμείνονος πατρὸς

Ζηνὸς πεφύκῃ, δυσγενὴς εἶναι δοκεῖ.

μὴ νεῖκος, ὦ γεραιέ, κοιράνοις τίθου·

σέβειν δὲ τοὺς κρατοῦντας ἀρχαῖος νόμος.

ὄντων δὲ παίδων καὶ πεφυκότος γένους

καινοὺς φυτεῦσαι παῖδας ἐν δόμοις θέλεις,

ἔχθραν μεγίστην σοῖσι συμβάλλων τέκνοις.

πατέρα τε παισὶν ἡδέως συνεκφέρειν

φίλους ἔρωτας ἐκβαλόντ’ αὐθαδίαν,

παῖδάς τε πατρί· καὶ γὰρ οὐκ αὐθαίρετοι

βροτοῖς ἔρωτες οὐδ’ ἑκουσία νόσος.

5σκαιόν τι δὴ τὸ χρῆμα γίγνεσθαι φιλεῖ,

θεῶν ἀνάγκας ὅστις ἰᾶσθαι θέλει.

Κύπρις γὰρ οὐδὲν νουθετουμένη χαλᾷ,

ἤν τ’ αὗ βιάζῃ, μᾶλλον ἐντείνειν φιλεῖ,

κἄπειτα τίκτει πόλεμον· εἰς δ’ ἀνάστασιν

δόμων περαίνει πολλάκις τὰ τοιάδε.

μή μοί ποτ’ εἴη χρημάτων νικωμένῳ

κακῷ γενέσθαι, μηδ’ ὁμιλοίην κακοῖς.

. .τί μ’ ἄρτι πημάτων λελησμένην

ὀρθοῖς;

θάρσει· τό τοι δίκαιον ἰσχύει μέγα.

νέος, πόνοις δέ γ’ οὐκ ἀγύμναστος φρένας.

ἐγὼ νομίζω πατρὶ φίλτατον τέκνα

παισίν τε τοὺς τεκόντας, οὐδὲ συμμάχους

ἄλλους γενέσθαι φήμ’ ἂν ἐνδικωτέρους.

εἷς γάρ τις ἔστι κοινὸς ἀνθρώποις νόμος

καὶ θεοῖσι τοῦτο δόξαν, ὡς σαφῶς λέγω,

θηρσίν τε πᾶσι, τέκνα τίκτουσιν φιλεῖν·

τὰ δ’ ἄλλα χωρὶς χρώμεθ’ ἀλλήλων νόμοις.

εἰ δ’ ἦσθα μὴ κάκιστος, οὔποτ’ ἂν πάτραν

τὴν σὴν ἀτίζων τήνδ’ ἂν ηὐλόγεις πόλιν·

ὡς ἔν γ’ ἐμοὶ κρίνοιτ’ ἂν οὐ καλῶς φρονεῖν

ὅστις πατρῴας γῆς ἀτιμάζων ὅρους

5ἄλλην ἐπαινεῖ καὶ τρόποισιν ἥδεται.

ἁζοίμην

Αἰθιοπίαν νιν ἐξέσῳσ’ ἐπὶ χθόνα

καί μοι, πολὺν γὰρ πέλανον ἐκπέμπεις δόμων,

φράσον σελήνας τάσδε πυρίνου χλόης

ὀλολύζετ’, ὦ γυναῖκες, ὡς ἔλθῃ θεὰ

χρυσῆν ἔχουσα Γοργόν’ ἐπίκουρος πόλει.

ὡς σὺν θεοῖσι τοὺς σοφοὺς κινεῖν δόρυ

στρατηλάτας χρή, τῶν θεῶν δὲ μὴ βίᾳ.

οὐδεὶς στρατεύσας ἄδικα σῶς ἦλθεν πάλιν.

τὰς οὐσίας γὰρ μᾶλλον ἢ τὰς ἁρπαγὰς

τιμᾶν δίκαιον· οὔτε γὰρ πλοῦτός ποτε

βέβαιος ἄδικος

ναῦς ἡ μεγίστη κρεῖσσον ἢ μικρὸν σκάφος.

ὀλίγους ἐπαινῶ μᾶλλον ἢ πολλοὺς κακούς.

ζεῦγος τριπάρθενον

οὐκ ἔστι μητρὸς οὐδὲν ἥδιον τέκνοις·

ἐρᾶτε μητρός, παῖδες, ὡς οὐκ ἔστ’ ἔρως

τοιοῦτος ἄλλος ὅστις ἡδίων ἐρᾶν.

θετῶν δὲ παίδων ποῦ κράτος; τὰ φύντα γὰρ

κρείσσω νομίζειν τῶν δοκημάτων χρεών.

τὰς χάριτις ὅστις εὐγενῶς χαρίζεται,

ἥδιον ἐν βροτοῖσιν· οἳ δὲ δρῶσι μέν,

χρόνῳ δὲ δρῶσι, δυσγενέστερον . .

ἐγὼ δὲ δώσω παῖδα τὴν ἐμὴν κτανεῖν.

5λογίζομαι δὲ πολλά· πρῶτα μὲν πόλιν

οὐκ ἄν τιν’ ἄλλην τῆσδε βελτίω λαβεῖν·

ᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν,

αὐτόχθονες δ’ ἔφυμεν· αἱ δ’ ἄλλαι πόλεις

πεσσῶν ὁμοίως διαφοραῖς ἐκτισμέναι

10ἄλλαι παρ’ ἄλλων εἰσὶν εἰσαγώγιμοι.

ὅστις δ’ ἀπ’ ἄλλης πόλεος οἰκήσῃ πόλιν,

ἁρμὸς πονηρὸς ὥσπερ ἐν ξύλῳ παγείς,

λόγῳ πολίτης ἐστί, τοῖς δ’ ἔργοισιν οὔ.

ἔπειτα τέκνα τοῦδ’ ἕκατι τίκτομεν,

15ὡς θεῶν τε βωμοὺς πατρίδα τε ῥυώμεθα.

πόλεως δ’ ἀπάσης τοὔνομ’ ἕν, πολλοὶ δέ νιν

ναίουσι· τούτους πῶς διαφθεῖραί με χρή,

ἐξὸν προπάντων μίαν ὑπερδοῦναι θανεῖν;

εἴπερ γὰρ ἀριθμὸν οἶδα καὶ τοὐλάσσονος

20τὸ μεῖζον, οὑνὸς οἶκος οὐ πλέον σθένει

πταίσας ἀπάσης πόλεος οὐδ’ ἴσον φέρει.

εἰ δ’ ἦν ἐν οἴκοις ἀντὶ θηλειῶν στάχυς

ἄρσην, πόλιν δὲ πολεμία κατεῖχε φλόξ,

οὐκ ἄν νιν ἐξέπεμπον εἰς μάχην δορός,

25θάνατον προταρβοῦσ’; ἀλλ’ ἔμοιγ’ εἴη τέκνα

〈ἃ〉 καὶ μάχοιτο καὶ μετ’ ἀνδράσιν πρέποι,

μὴ σχήματ’ ἄλλως ἐν πόλει πεφυκότα.

τὰ μητέρων δὲ δάκρυ’ ὅταν πέμπῃ τέκνα,

πολλοὺς ἐθήλυν’ εἰς μάχην ὁρμωμένους.

30μισῶ γυναῖκας αἵτινες πρὸ τοῦ καλοῦ

ζῆν παῖδας εἵλοντ’ ἢ παρῄνεσαν κακά.

καὶ μὴν θανόντες γ’ ἐν μάχῃ πολλῶν μέτα

τύμβον τε κοινὸν ἔλαχον εὔκλειάν τ’ ἴσην·

τἠμῇ δὲ παιδὶ στέφανος εἷς μιᾷ μόνῃ

35πόλεως θανούσῃ τῆσδ’ ὑπερδοθήσεται.

καὶ τὴν τεκοῦσαν καὶ σὲ δύο θ’ ὁμοσπόρω

σώσει· τί τούτων οὐχὶ δέξασθαι καλόν;

τὴν οὐκ ἐμὴν . . πλὴν φύσει δώσω κόρην

θῦσαι πρὸ γαίας. εἰ γὰρ αἱρεθήσεται

40πόλις, τί παίδων τῶν ἐμῶν μέτεστί μοι;

οὐκ οὖν ἅπαντα τοὐπ’ ἐμοὶ σωθήσεται;

ἄρξουσιν ἄλλοι, τήνδ’ ἐγὼ σώσω πόλιν.

ἐκεῖνο δ’ οὗ 〈τὸ〉 πλεῖστον ἐν κοινῷ μέρος,

οὐκ ἔσθ’ ἑκούσης τῆς ἐμῆς ψυχῆς ἄτερ

45προγόνων παλαιὰ θέσμι’ ὅστις ἐκβαλεῖ·

οὐδ’ ἀντ’ ἐλαίας χρυσέας τε Γοργόνος

τρίαιναν ὀρθὴν στᾶσαν ἐν πόλεως βάθροις

Εὔμολπος οὐδὲ Θρῂξ ἀναστέψει λεὼς

στεφάνοισι, Παλλὰς δ’ οὐδαμοῦ τιμήσεται.

50χρῆσθ’, ὦ πολῖται, τοῖς ἐμοῖς λοχεύμασιν,

σῴζεσθε, νικᾶτ’· ἀντὶ γὰρ ψυχῆς μιᾶς

οὐκ ἔσθ’ ὅπως οὐ τήνδ’ ἐγὼ σώσω πόλιν.

ὦ πατρίς, εἴθε πάντες οἳ ναίουσί σε

οὕτω φιλοῖεν ὡς ἐγώ· καὶ ῥᾳδίως

55οἰκοῖμεν ἄν σε κοὐδὲν ἂν πάσχοις κακόν.

ἐγὼ δὲ τοὺς καλῶς τεθνηκότας

ζῆν φημὶ μᾶλλον τοῦ βλέπειν τοὺς μὴ καλῶς.

ὀρθῶς μ’ ἐπήρου· βούλομαι δὲ σοί, τέκνον,

φρονεῖς γὰρ ἤδη κἀποσῴσαι’ ἂν πατρὸς

γνώμας φράσαντος, ἢν θάνω, παραινέσαι

κειμήλι’ ἐσθλὰ καὶ…

5βρ…

The complete text is available when the reading interface loads.