The Greek Library Author

Anonymous

Fragmenta Phaethontis

Authority group
Euripides (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta Phaethontis, ed. J. Diggle, Euripides. Phaethon, Cambridge: Cambridge University Press, 1970: 55–69.
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg023.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

35

[ ]θων? ὅτου

36

[ ]!!!!φυ?!⁚

37

[ ]₍!!!!!!₎

38

[ ]ν?έπουσά μοι

39

[ ]λησ?ω πατρός

40

[ ]₍!!!!!!₎

41

[ ]!ο?ν? φίλον⁚

42

[ τ]ὰ φίλτατα·

43

[ ]ε?υ?δ?η?!ι?θ?ε?ις?

44

[ ]ο?τ?α?ν φαν!

45

(desunt versus quattuor){(Κλ.)} μνησθεὶς ὅ μοί ποτ' εἶφ' ὅτ' ηὐνάσθη θεὸς

46

αἰτοῦ τί χρήιζεις ἕν· πέρα γὰρ οὐ θέμις

47

λαβεῖν σε· κἂν μὲν τυγχάνηις 〈ὅπερ θέλεις〉

48

θεοῦ πέφυκας· εἰ δὲ μή, ψευδὴς ἐγώ.

49

{Φα.} πῶς οὖν πρόσειμι δῶμα θερμὸν Ἡλίου;

50

{Κλ.} κείνωι μελήσει σῶμα μὴ βλάπτειν τὸ σόν.

51

{Φα.} εἴπερ πατὴρ πέφυκεν, οὐ κακῶς λέγεις.

52

{Κλ.} σάφ' ἴσθι· πεύσηι δ' αὐτὸ τῶι χρόνωι σαφῶς.

53

{Φα.} ἀρκεῖ· πέποιθα γάρ σε μὴ ψευδῆ λέγειν.

54

ἀλλ' ἕρπ' ἐς οἴκους· καὶ γὰρ αἵδ' ἔξω δόμων

55

δμωιαὶ περῶσιν, αἳ πατρὸς κατὰ σταθμὰ

56

σαίρουσι δῶμα καὶ δόμων κειμήλια

57

καθ' ἡμέραν φοιβῶσι κἀπιχωρίοις

58

ὀσμαῖσι θυμιῶσιν εἰσόδους δόμων.

59

ὅταν δ' ὕπνον γεραιὸς ἐκλιπὼν πατὴρ

60

πύλας ἀμείψηι καὶ λόγους γάμων πέρι

61

λέξηι πρὸς ἡμᾶς, Ἡλίου μολὼν δόμους

62

τοὺς σοὺς ἐλέγξω, μῆτερ, εἰ σαφεῖς λόγοι.

63

{ΧΟΡΟΣ}ἤ?δ?η? μὲν ἀρτιφανὴς

64

Ἀὼς ἱ?[ππεύει] κατὰ γᾶν,

65

ὑπὲρ δ' ἐμᾶς κεφαλᾶς

66

Πλειά[δων πέφευγε χορός],

67

μέλπει δὲ δένδρεσι λεπτ-

68

ὰν ἀηδὼν ἁρμονίαν

69

ὀρθρευομένα γόοις

70

Ἴτυν Ἴτυν πολύθρηνον.

71

σύριγγας δ' οὐριβάται

72

κινοῦσιν ποιμνᾶν ἐλάται,

73

ἔγρονται δ' εἰς βοτάναν

74

ξανθᾶν πώλων συζυγίαι·

75

ἤδη δ' εἰς ἔργα κυνα-

76

γοὶ στείχουσιν θηροφόνοι,

77

παγαῖς τ' ἐπ' Ὠκεανοῦ

78

μελιβόας κύκνος ἀχεῖ.

79

ἄκατοι δ' ἀνάγονται ὑπ' εἰρεσίαις

80

ἀνέμων τ' εὐαέσσιν ῥοθίοις,

81

ἀνὰ? δ?' ἱ?σ?τ?ί?α? ν?[αῦται] ἀειράμενοι

82

ἰαχοῦσιν [Ἕπου] π?ό?τνι' αὔρ[α]

83

[ἡμῖν ὑπ'] ἀκύμονι πομπᾶι

84

σιγώντων ἀνέμων

85

[ποτὶ τέκνα] τε καὶ φιλίας ἀλόχους·

86

σινδὼν δὲ πρότ?ονον ἐπὶ μέσον πελάζει.

87

τὰ μὲν οὖν ἑτέροισι μέριμνα π?έλει,

88

κόσμον δ' ὑμεναίων δεσποσύνων

89

ἐμὲ καὶ τὸ δίκαιον ἄγει καὶ ἔρως

90

ὑμνεῖν· δμωσὶν γὰρ ἀνάκτων

91

εὐαμερίαι προσιοῦσαι

92

μολπᾶι θάρσος ἄγους'

93

ἐπιχάρματά τ'· εἰ δὲ τύχα τι τέκοι

94

βαρὺν βαρεῖα φόβον ἔπεμψεν οἴκοις.

95

ὁρίζεται δὲ τόδε φάος γάμων τέλει,

96

τὸ δή ποτ' εὐχαῖς ἐγὼ

97

λισσομένα προσέβαν ὑμέναιον ἀεῖσαι

98

φίλον φίλων δεσποτᾶν·

99

θεὸς ἔδωκε, χρόνος ἔκρανε

100

λέχος ἐμοῖσιν ἀρχέταις.

101

ἴτω τελεία γάμων ἀοιδά.

102

ἀλλ' ὅδε γὰρ δὴ βασιλεὺς πρὸ δόμων

103

κῆρύξ θ' ἱερὸς καὶ παῖς Φαέθων

104

βαίνουσι τριπλοῦν ζεῦγος, ἔχειν χρὴ

105

στόμ' ἐν ἡσυχίαι·

106

περὶ γὰρ μεγάλων γνώμας δείξει

107

παῖδ' ὑμεναίοις ὁσίοισι θέλων

108

ζεῦξαι νύμφης τε λεπάδνοις.

109

{ΚΗΡΥΞ}Ὠκεανοῦ πεδίων οἰκήτορες,

110

εὐφαμεῖτ' ὦ,

111

ἐκτόπιοί τε δόμων ἀπαείρετε·

112

ὦ ἴτε λαοί.

113

κηρύσσω †δ' ὁσίαν βασιλήϊον

114

αὐτῶι δ' αὐδὰν†

115

εὐτεκνίαν τε γάμοις, ὧν ἔξοδος

116

ἅδ' ἕνεχ' ἥκει,

117

παιδὸς πατρός τε τῆιδ' ἐν ἡμέραι λέχη

118

κρᾶναι θελόντων· ἀλλὰ σῖγ' ἔστω λεώς.

119

{ΜΕΡΟΨ}. . . . . . .

120

. . . . εἰ γὰρ εὖ λέγω

121

(desunt versus quinque)ὧν δ' υ[

122

ε!ο?ι?μ?![

123

ἐν σοι ν?[

124

ναῦν τοι μί' ἄγκυρ' οὐχ ὁμῶς σώιζειν φιλεῖ

125

τῶι τρεῖς ἀφέντι· προστάτης θ' ἁπλοῦς πόλει

126

σφαλερός, ὑπὼν δὲ κἄλλος οὐ κακὸν πέλει.

127

ἰσχὺ?ν ν?[

128

γήμας?![

129

γάμ?ο?ι?ς?[

130

ἄλλος?![

131

δώσει![

132

νέος δ?![

133

ἥβης!![

134

ουχε?ι?χ![

135

παι?!!!₍!₎[

136

γέρων![

137

νέαι!υ?[

138

τοσῶιδ[ε

139

δεινὸν[

140

σπουδ[

141

κανδ?ι?[

142

πεσὼν[

143

ἔχων δ?[

144

κλέψ?ει?[

145

πολεμ?[

146

κῆδο?ς?[

147

δεδοικ[

148

ἕξε?ι?ς? δ?' α?[

149

ὅταν τ?ε[

150

καὶ ζῶν?[

151

γαμεῖς[

152

καιουχ[

153

ουσαν![

154

αρου!α[

155

π?ᾶ?σ?ι?ν? ς?[

156

εισοψε?[

157

αγνω![

158

. . .{(Φα.)} ἐλεύθερος δ' ὢν δοῦλός ἐστι τοῦ λέχους,

159

πεπραμένον τὸ σῶμα τῆς φερνῆς ἔχων.

160

. . .{(Μερ.)} ἐν τοῖσι μώροις τοῦτ' ἐγὼ κρίνω βροτῶν,

161

ὅστις πατρῶια παισὶ μὴ φρονοῦσιν εὖ

162

ἢ καὶ πολίταις παραδίδως' ἐξουσίαν.

163

. . .{(Φα.)} ὡς πανταχοῦ γε πατρὶς ἡ βόσκουσα γῆ.

164

. . .{(Φα.)} δεινόν γε, τοῖς πλουτοῦσι τοῦτο δ' ἔμφυτον

165

σκαιοῖσιν εἶναι· τί ποτε τοῦδ' ἐπαίτιον;

166

ἆρ' ὄλβος αὐτοῖς ὅτι τυφλὸς συνηρετεῖ

167

τυφλὰς ἔχουσι τὰς φρένας †καὶ τῆς τύχης†;

168

. . .{(ΤΡΟΦΕΥΣ)}

169

ἔλα δὲ μήτε Λιβυκὸν αἰθέρ' εἰσβαλών·

170

κρᾶσιν γὰρ ὑγρὰν οὐκ ἔχων ἁψῖδα σὴν

171

καίων διοίσει . . . .

170

. . . . . . .. . . . . . .

171

ἵει δ' ἐφ' ἑπτὰ Πλειάδων ἔχων δρόμον.

172

τοσαῦτ' ἀκούσας παῖς ἔμαρψεν ἡνίας·

173

κρούσας δὲ πλευρὰ πτεροφόρων ὀχημάτων

174

μεθῆκεν, αἱ δ' ἔπταντ' ἐπ' αἰθέρος πτυχάς.

175

πατὴρ δ' ὄπισθε νῶτα Σειρίου βεβὼς

176

ἵππευε παῖδα νουθετῶν· Ἐκεῖς' ἔλα,

177

τῆιδε στρέφ' ἅρμα, τῆιδε.

178

. . .[ ]ι? προθυμίαι

179

[ ]ω?ψ?ο?υ?ο?

180

[ ]!κ?ι?ο?λ?τ?υ?χ?α?ι?

181

[ ]δυστ?υχεῖς?

182

[ ]γ?ὰ?ρ? λ?ί?π?ω?

183

[ ]ε?σ?!₍!₎χθονός

184

[ ]πλοῦτον δ' ἐμῶι

185

[ ]ι?σ?ο?υσαγ?η?

186

[ ]!οησεκ?ω

187

[ ]ων ἴ?χνος

188

[ ]ς ἅπ?αντ?' ἐρ?ῶ?

189

[ ]χ?θονὸς σκότου

190

[ ]π?ό?λει

191

[τυ]ραννίδι

192

[ ]α?!ω?ν?μ?ε?!₍!₎ο?υ?

193

[ ἐ]λ?εύθεροι? ₍!₎

194

[ ]ον πλούσ?ιον?

195

[ ]ν?η πόλι?ς?

196

[ ]μη νόμος

197

[ ]ς ἐπήινεσα

198

[ ]!₍!₎η?ν σοφή

199

[ π]ράγματα

200

[ ]θυμοσ?ω?

201

[ ]!ἀμήχανοι ₍!₎

202

[ ]!γὰρ αὖ πλοκή

203

[ ]η?μαι τόδε

204

[ ]λ?ο?τ?ερα

205

[ ]!ιτοις κακοῖς

206

[ ]σ?κ?ό?τωι

207

[ ]π?οίωι τάφωι?

208

[ ]!η?σεται

209

[ ]ν δι' ἄστεως

210

[ κ]ειμήλιον

211

[ ]ς νεκροί?

212

[ ]!ι?τας τύχας

213

[ ]ο?ς? π?ειρα?τ?έ?ο?₍!₎

214

(desunt versus sex){(Κλ.)} †πυροσθ† Ἐρινὺς ἐν †νεκρο?ι?ς? θ?!ρ?!₍!₎ν?υ?αι?†

215

ζώσης δ' ἀνίης' ἀτμὸν ἐμφανῆ 〈φλογός〉.

216

ἀπωλόμην· οὐκ οἴσετ' εἰς δόμους νέκυν;

217

πόσις πόσις μοι πλησίον γαμηλίους

218

μολπὰς ἀϋτεῖ παρθένοις ἡγούμενος.

219

οὐ θᾶσσον; οὐ σταλαγμὸν ἐξομόρξετε,

220

εἴ πού τίς ἐστιν αἵματος χαμαὶ πεσών;

221

ἐπείγετ' ἤδη δμωΐδες· κρύψω δέ νιν

222

ξεστοῖσι θαλάμοις, ἔνθ' ἐμῶι κεῖται πόσει

223

χρυσός, μόνη δὲ κλῆιθρ' ἐγὼ σφραγίζομαι.

224

ὦ καλλιφεγγὲς Ἥλι', ὥς μ' ἀπώλεσας

225

καὶ τόνδ'· Ἀπόλλων δ' ἐν βροτοῖς ὀρθῶς καλῆι,

226

ὅστις τὰ σιγῶντ' ὀνόματ' οἶδε δαιμόνων.

227

{ΠΑΡΘΕΝΟΙ}Ὑμὴν Ὑμήν.

228

τὰν Διὸς οὐρανίαν ἀείδομεν,

229

τὰν ἐρώτων πότνιαν, τὰν παρθένοις

230

γαμήλιον Ἀφροδίταν.

231

πότνια, σοὶ τάδ' ἐγὼ νυμφεῖ' ἀείδω,

232

Κύπρι θεῶν καλλίστα,

233

τῶι τε νεόζυγι σῶι

234

πώλωι τὸν ἐν αἰθέρι κρύπτεις,

235

σῶν γάμων γένναν·

236

ἃ τὸν μέγαν

237

τᾶσδε πόλεως βασιλῆ νυμφεύεαι

238

ἀστερωποῖσιν δόμοισι χρυσέοις

239

ἀρχὸν φίλον Ἀφροδίτα·

240

ὦ μάκαρ, ὦ βασιλεὺς μείζων ἔτ' ὄλβον,

241

ὃς θεὰν κηδεύσεις

242

καὶ μόνος ἀθανάτων

243

γαμβρὸς δι' ἀπείρονα γαῖαν

244

θνατὸς ὑμνήσηι.

245

{Μερ.} χώρει σὺ καὶ τάσδ' εἰς δόμους ἄγων κόρας

246

γυναῖκ' ἄνωχθι πᾶσι τοῖς κατὰ σταθμὰ

247

θεοῖς χορεῦσαι κἀγκυκλώσασθαι δόμοις

248

σεμνοῖσιν ὑμεναίοισιν, Ἑστίας θ' ἕδος,

249

ἀφ' ἧς γε σώφρων πᾶς τις ἄρχεται θεοῖς

250

εὐχὰς π?ο?[ιεῖσθαι

251

(desunt versus quattuor)θεᾶς προσελθεῖν τέμενος ἐξ ἐμῶν δόμων.

252

{ΘΕΡΑΠΩΝ}ὦ δέσποτ', ἔστρεψ' ἐκ δόμων ταχὺν πόδα.

253

οὗ γὰρ σὺ σώιζηι σεμνὰ θησαυρίσματα

254

χρυσοῦ, δι' ἁρμῶν ἐξαμείβεται πύλης

255

καπνοῦ μέλαιν' ἄησις ἔνδοθεν στέγης.

256

προσθεὶς πρόσωπον φλόγα μὲν οὐχ ὁρῶ πυρός,

257

γέμοντα δ' οἶκον μέλανος ἔνδοθεν καπνοῦ.

258

ἀλλ' ἔσιθ' ἐς οἶκον, μή τιν' Ἥφαιστος χόλον

259

δόμοις ἐπεισφρεὶς μέλαθρα συμφλέξηι πυρὶ

260

ἐν τοῖσιν ἡδίστοισι Φαέθοντος γάμοις.

261

{Μερ.} πῶς φήις; ὅρα μὴ θυμάτων πυρουμένων

262

κατ' οἶκον ἀτμὸν κεῖς' ἀποσταλέντ' ἴδηις.

263

{Θερ.} ἅπαντα ταῦτ' ἤθρης'· ἀκαπνώτως ἔχει.

264

{Μερ.} οἶδεν δ' ἐμὴ τάδ' ἢ οὐκ ἐπίσταται δάμαρ;

265

{Θερ.} θυηπολοῦσα θεοῖς ἐκεῖς' ἔχει φρένας.

266

{Μερ.} ἀλλ' εἶμ', ἐπεί τοι καὶ φιλεῖ τὰ τοιάδε

267

ληφθέντα φαύλως ἐς μέγαν χειμῶν' ἄγειν.

268

σὺ δ' ὦ πυρὸς δέσποινα Δήμητρος κόρη

269

Ἥφαιστέ τ' εἴητ' εὐμενεῖς δόμοις ἐμοῖς.

270

{Χο.} τάλαιν' ἐγὼ τάλαινα ποῖ

271

πόδα πτερόεντα καταστάσω

272

ἀν' αἰθέρ', ἢ γᾶς ὑπὸ κεῦθος ἄφαν-

273

τον ἐξαμαυρωθῶ;

274

ἰώ μοί μοι.

275

κακὰ φανήσεται·

276

βασίλεια τάλαινα παῖς τ' ἔσω

277

κρυφαῖος νέκυς,

278

ὀτοτοτοῖ, κεραύνιαί τ' ἐκ Διὸς

279

πυριβόλοι πλαγαὶ λέχεά θ' Ἁλίου.

280

ὦ δυστάλαινα τῶν ἀμετρήτων κακῶν·

281

Ὠκεανοῦ κόρα,

282

†πατρὸς ἴθι πρόσπεσε γόνυ λιταῖς σφαγὰς

283

σφαγὰς οἰκτρὰς ἀρκέσαι σᾶς δειρᾶς†.

284

{Μερ.} {(ἔσωθεν)}ἰώ μοί μοι.

285

{Χο.} ἠκούσατ' ἀρχὰς δεσπότου στεναγμάτων;

286

{Μερ.} {(ἔσωθεν)}ἰὼ τέκνον.

287

{Χο.} κ?α?λ?ε?ῖ? τ?ὸ?ν? οὐ κλύοντα δυστυχῆ γόνον.

288

[ ]ά?τ?ων ὁρᾶν σαφῆ.

289

(desunt versus tres){(Μερ.)} α?ια[

290

ὃς ὑμεν[αι-

291

εὐκελαδ?[

292

ὡς ουρα[

293

σὺ δὲ παρ?[

294

δα?[

295

ουκει?θ?![

296

ὑμεναι[

297

ολ?[

298

β?ο?[

299

δα[

300

οι?[

301

το?[

302

μ![

303

φ![

304

ὅστ?ι?ς ι?![

305

ς![

306

κα?[

307

λι?[

308

καλεῖτε[

309

ὃ?ς? ἐμαν?[

310

κακὰ δε[

311

{Χο.} ὅδ' ἐκ δό[μων

312

παιδὸς![

313

{Μερ.} εἶἑν· θ?υ?ρ?[

314

ὡς εἰσο?[

315

ο?!α?νεκ?[

316

θεᾶς δε?[

317

{ΤΡΟΦΕΥΣ}ὤμοι⁚ [

318

{Μερ.} στέναζ[ε

319

{Τρ.} αἰαῖ⁚ [

320

{Μερ.} δ?ι?π?λᾶ δ?[

321

{Τρ.} τ?ί? γ?ὰρ? λ?ε?[

322

{Μερ.} τίς παιδ[

323

{Τρ.} εἰδὼ?ς α[

324

{Μερ.} ἵν' ἀντα?[

325

{Τρ.} σμικρο?[

326

{Μερ.} κρεισς?[

327

{Τρ.} ὃς σεθ?[

{ΕΥΡΙΠΙΔΟΥ ΑΝΤΙΟΠΗ}{(ΒΟΥΚΟΛΟΣ)} ἔχεις,εὖ μοι διδοίης δεσπότηι θ' ὃς Οἰνόηςσύγχορτα ναίει πεδία ταῖσδ' Ἐλευθεραῖςτὸν μὲν κικλήσκω Ζῆθον· ἐζήτησε γὰρτόκοισιν εὐμάρειαν ἡ τεκοῦσά νιν Ἀμφίονα{(ΑΜΦΙΩΝ)}λύρα βοῶν ... ῥύσι' ἐξερρύσατοχρόνος θεῶν τε πνεῦμ' ἔρως θ' ὑμνωιδίαςΑἰθέρα καὶ Γαῖαν πάντων γενέτειραν ἀείδω{(ΖΗΘΟΣ)}κακῶν κατάρχεις τήνδε μοῦσαν εἰσάγωνἀργόν, φίλοινον, χρημάτων ἀτημελῆἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένοςτὰ μὲν κατ' οἴκους ἀμελίαι παρεὶς ἐᾶι,μολπαῖσι δ' ἡσθεὶς τοῦτ' ἀεὶ θηρεύεται,ἀργὸς μὲν οἴκοις καὶ πόλει γενήσεται,φίλοισι δ' οὐδείς· ἡ φύσις γὰρ οἴχεται,ὅταν γλυκείας ἡδονῆς ἥσσων τις ἦι. ἀμελεῖς ὧν 〈σε φροντίζειν ἐχρῆν·〉ψυχῆς φύσιν 〈γὰρ〉 ὧδε γενναίαν 〈λαχὼν〉γυναικομίμωι διαπρέπεις μορφώματικοὔτ' ἂν δίκης βουλαῖσι προσθεῖ' ἂν λόγον,οὔτ' εἰκὸς ἂν καὶ πιθανὸν 〈οὐδὲν〉 ἂν λάκοις κοὔτ' ἂν ἀσπίδος κύτει〈καλῶς〉 ὁμιλήσειας οὔτ' ἄλλων ὕπερνεανικὸν βούλευμα βουλεύσαιό 〈τι〉 ἀλλ' ἐμοὶ πιθοῦ·παῦσαι ματάιζων καὶ πόνων εὐμουσίανἄσκει· τοιαῦτ' ἄειδε καὶ δόξεις φρονεῖν,σκάπτων, ἀρῶν γῆν, ποιμνίοις ἐπιστατῶν,ἄλλοις τὰ κομψὰ ταῦτ' ἀφεὶς σοφίσματα,ἐξ ὧν κενοῖσιν ἐγκατοικήσεις δόμοις.{(Ἀμφ.)} .. κρεῖσσον ὄλβου κτῆμα ...ἅπαντα τίκτει χθὼν πάλιν τε λαμβάνειβροτοῖσιν εὐκρὰς οὐ γένοιτ' ἂν ἡδονή.τοιόσδε θνητῶν τῶν ταλαιπώρων βίος·οὔτ' εὐτυχεῖ τὸ πάμπαν οὔτε δυστυχεῖ,εὐδαιμονεῖ τε καὖθις οὐκ εὐδαιμονεῖ.τί δῆτ' ἐν ὄλβωι μὴ σαφεῖ βεβηκότεςοὐ ζῶμεν ὡς ἥδιστα μὴ λυπούμενοι;ὅστις δὲ πράσσει πολλὰ μὴ πράσσειν παρόν,μῶρος, παρὸν ζῆν ἡδέως ἀπράγμονα.εἰ δ' εὐτυχῶν τις καὶ βίον κεκτημένοςμηδὲν δόμοισι τῶν καλῶν θηράσεται,ἐγὼ μὲν αὐτὸν οὔποτ' ὄλβιον καλῶ,φύλακα δὲ μᾶλλον χρημάτων εὐδαίμονα.ὁ δ' ἥσυχος φίλοισί τ' ἀσφαλὴς φίλοςπόλει τ' ἄριστος· μὴ τὰ κινδυνεύματααἰνεῖτ'· ἐγὼ γὰρ οὔτε ναυτίλον φιλῶτολμῶντα λίαν οὔτε προστάτην χθονός.τὸ δ' ἀσθενές μου καὶ τὸ θῆλυ σώματοςκακῶς ἐμέμφθης· εἰ γὰρ εὖ φρονεῖν ἔχω,κρεῖσσον τόδ' ἐστὶ καρτεροῦ βραχίονος.γνώμαις γὰρ ἀνδρὸς εὖ μὲν οἰκοῦνται πόλεις,εὖ δ' οἶκος, εἴς τ' αὖ πόλεμον ἰσχύει μέγα·σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέραςνικᾶι, σὺν ὄχλωι δ' ἀμαθία πλεῖστον κακόν.καὶ μὴν ὅσοι μὲν σαρκὸς εἰς εὐεξίανἀσκοῦσι βίοτον, ἢν σφαλῶσι χρημάτων,κακοὶ πολῖται· δεῖ γὰρ ἄνδρ' εἰθισμένονἀκόλαστον ἦθος γαστρὸς ἐν ταὐτῶι μένειν.{(ΧΟΡ.)} ἐκ παντὸς ἄν τις πράγματος δισσῶν λόγωνἀγῶνα θεῖτ' ἄν, εἰ λέγειν εἴη σοφός.{(Ζῆθ.)}πῶς γὰρ σοφὸν τοῦτ' ἔστιν, ἥτις εὐφυῆλαβοῦσα τέχνη φῶτ' ἔθηκε χείρονα; ἐν τούτωι 〈γέ τοι〉λαμπρός θ' ἕκαστος κἀπὶ τοῦτ' ἐπείγεται,νέμων τὸ πλεῖστον ἡμέρας τούτωι μέρος,ἵν' αὐτὸς αὑτοῦ τυγχάνει βέλτιστος ὤν.κόσμος δὲ σιγῆς στέφανος ἀνδρὸς οὐ κακοῦτὸ δ' ἐκλαλοῦν τοῦθ' ἡδονῆς μὲν ἅπτεται,κακὸν δ' ὁμίλημ', ἀσθενὲς δὲ καὶ πόλει.πολλοὶ δὲ θνητῶν τοῦτο πάσχουσι κακόν·γνώμηι φρονοῦντες οὐ θέλους' ὑπηρετεῖνψυχῆι τὰ πολλὰ πρὸς φίλων νικώμενοι.{(Ἀμφ.)}ἐγὼ μὲν οὖν ἄιδοιμι καὶ λέγοιμί τισοφόν, ταράσσων μηδὲν ὧν πόλις νοσεῖ.{(ΑΝΤΙΟΠΗ)}πόλλ' ἔστιν ἀνθρώποισιν, ὦ ξένοι, κακά. Ὑσιαὶ ἡνίκ' ἠγόμην πάλινκύουσα τίκτω{(Χορ.)}φεῦ φεῦ, βροτείων πημάτων ὅσαι τύχαιὅσαι τε μορφαί· τέρμα δ' οὐκ εἴποι τις ἄν.{(Ἀμφ.)} οὐδὲ γὰρ λάθραι δοκῶθηρὸς κακούργου σχήματ' ἐκμιμούμενονσοὶ Ζῆν' ἐς εὐνὴν ὥσπερ ἄνθρωπον μολεῖν{(Ἀντ.)}ὦ παῖ, γένοιντ' ἂν εὖ λελεγμένοι λόγοιψευδεῖς, ἐπῶν δὲ κάλλεσιν νικῶιεν ἂντἀληθές· ἀλλ' οὐ τοῦτο τἀκριβέστατον,ἀλλ' ἡ φύσις καὶ τοὐρθόν· ὃς δ' εὐγλωσσίαινικᾶι, σοφὸς μέν, ἀλλ' ἐγὼ τὰ πράγματακρείσσω νομίζω τῶν λόγων ἀεί ποτε.εἰ δ' ἠμελήθην ἐκ θεῶν καὶ παῖδ' ἐμώ,ἔχει λόγον καὶ τοῦτο· τῶν πολλῶν βροτῶνδεῖ τοὺς μὲν εἶναι δυστυχεῖς, τοὺς δ' εὐτυχεῖς.φρονῶ δ' ἃ πάσχω, καὶ τόδ' οὐ σμικρὸν κακόν·τὸ μὴ εἰδέναι γὰρ ἡδονὴν ἔχει τινὰνοσοῦντα, κέρδος δ' ἐν κακοῖς ἀγνωσία.{(Ἀμφ.)} τὸ δοῦλον οὐχ ὁρᾶις ὅσον κακόν;{(Χορ.)}φεῦ, φεῦ, τὸ δοῦλον ὡς ἁπανταχῆι γένοςπρὸς τὴν ἐλάσσω μοῖραν ὥρισεν θεός.εἶδον δὲ θαλάμοις ... βουκόλωνκομῶντα κισσῶι στῦλον εὐίου θεοῦ{(Βουκ.)}οὐ σωφρονίζειν ἔμαθον· αἰδεῖσθαι δὲ χρή,γύναι, τὸ λίαν καὶ φυλάσσεσθαι φθόνον.{(ΑΓΓΕΛΟΣ)} εἰ δέ που τύχοιπέριξ ἑλίξας ... εἷλχ' ὁμοῦ λαβὼνγυναῖκα πέτραν δρῦν μεταλλάσσων ἀεί.τήν τοι Δίκην λέγουσι παῖδ' εἶναι Χρόνου,δείκνυσι δ' ἡμῶν ὅστις ἐστὶ μὴ κακός.εἰ νοῦς ἔνεστιν· εἰ δὲ μή, τί δεῖ καλῆςγυναικός, εἰ μὴ τὰς φρένας χρηστὰς ἔχοι;κόρος δὲ πάντων· καὶ γὰρ ἐκ καλλιόνωνλέκτροις ἐπ' αἰσχροῖς εἶδον ἐκπεπληγμένους,δαιτὸς δὲ πληρωθείς τις ἄσμενος πάλινφαύληι διαίτηι προσβαλὼν ἥσθη στόμα.κῆδος καθ' αὑτὸν τὸν σοφὸν κτᾶσθαι χρεών. πᾶσι δ' ἀγγέλλω βροτοῖςἐσθλῶν ἀπ' ἀνδρῶν εὐγενῆ σπείρειν τέκνα.οὐ χρή ποτ' ἄνδρα δοῦλον ὄντ' ἐλευθέραςγνώμας διώκειν οὐδ' εἰς ἀργίαν βλέπειν.νόσον ἔχεινεὐθύδημον{(ΑΜΦΙΩΝ)}[ το]ύ?σδε μηδ' ὅπως φευξούμεθα.[ ἡμ]ᾶς [Ζεὺ]ς ἐγέννησεν πατήρ,σώσ]ει μεθ' ἡμῶν τ' ἐχθρὸν ἄνδρα τείσεται.ἷ]κται δὲ πάντως εἰς τοσόνδε συμφορᾶςὥσ]τ' οὐδ' ἂν ἐκφύγοιμεν εἰ βουλοίμεθαΔί]ρ?[κ]η?ς νεῶρες αἷμα μὴ δοῦναι δίκην.[ ]σι δ' ἡμῖν εἰς τόδ' ἔρχεται τύχη[ ]θανεῖν δεῖ τῶιδ' ἐν ἡμέρας φάει[ ]τροπαῖα πολεμίων στῆσαι χερί·[ μ]εν οὕτω, μῆτερ, ἐξαυδῶ τάδε,[ ὃς τ]ὸ λαμπρὸν αἰθέρος ναίεις πέδον,[ τ]οσοῦτον μὴ γαμεῖν μὲν ἡδέως,[ ]τα δ' εἶναι σοῖς τέκνοις [ἀνω]φελῆ·[ κ]αλὸν τόδ', ἀλλὰ συμμαχεῖν φίλοις.[ ]πρὸς ἄγραν τ' εὐτυχῆ θείης [μολ]εῖν,ὅπως ἕ]λωμεν ἄνδρα δυσσεβέστατον.{(ΧΟΡΟΣ)} ὅδ'] αὐ[τό]ς, εἰ χρὴ δοξάσαι τυραννικῶισ]κ[ή]πτρωι, Λύκος πάρεστι· σιγῶμεν, φίλοι.{(ΛΥΚΟΣ)} ποὔστ' Ἀντιόπη!!!![!!!!!!!!!!!!]αι πέτρανδρασμοῖς επ[!!!!!!!!!] δε [!!!!]κηντίνες δὲ χοἰ συνδρῶντες; ἐκ ποίας χ?θ?ο?[νός;σημήνατ', εἴπαθ' ὡ[ς ἔ]ν[εστ'] αὐτοὺς ἑλε[ῖν.δεινὸν νομίζων αὐτὸς οὐκ ἀτιμάσαςἦλθ[ον] θ[!]αλαιτις[!!]ανκατε [!!!!!!!!]ω πειρω[!!!] αιπο[!!!!!!!]αφ[!!!]σ?το φθεγμ[