The Greek Library Author

Anonymous

Fragmenta

Authority group
Euripides (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta, ed. B. Snell, Tragicorum Graecorum fragmenta. Supplementum, Hildesheim: Olms, 1964: 3–20.
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg033.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

674a-678

{ΣΚΙΡΩΝ ΣΑΤΥΡΟΙ}

674a

Ἑρμῆ{ι}, σὺ γὰρ δὴ [–⏑–×–] ἔχεις

681a-683a*

{ΣΚΥΡΙΟΙ}

681a

Ὦ Τυνδάρεια παῖ Λάκαινα [–⏑–

683a*

{ΟΔΥΣΣ.} σὺ δ' ὦ τὸ λαμπρὸν φῶς ἀποσβεννὺς γένους

ξαίνεις ἀρίστου πατρὸς Ἑλλήνων γεγώς;

705a-708a

{ΤΗΛΕΦΟΣ}

705a

{〈ΤΗΛ.〉} λῃστὰς ἐλαύνων καὶ κατασπέρχων δορί

708a

φέρ' εἰ — — ἐκπλεύσας σκάφει

741a-751a

{ΤΗΜΕΝΟΣ}

741a

!!!!!!]!ω[!]ως ἀ?ρε[ί]φατος? τ?ι?ς?[

751a

Χαλύβοις

790a**-799a

{ΦΙΛΟΚΤΗΤΗΣ}

790a**

{〈ΦΙΛΟΚΤΗΤΗΣ〉}οὐκ ἔστ' ἐν ἄντροις λευκός, ὦ ξέν', ἄργυρος

799a

ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι

813-813a

{ΦΟΙΝΙΞ}

813a

καὶ τῷδε δηλώσαιμ' ἄν, εἰ βούλοιο σύ,

τἀληθές, ὡς ἔγωγε καὐτὸς ἄχθομαι,

ὅστις λέγειν μὲν εὐπρεπῶς ἐπίσταται,

τὰ δ' ἔργα χείρω τῶν λόγων παρέσχετο

821

{ΦΡΙΞΟΣ Αʹ}

826a

{ΦΡΙΞΟΣ Βʹ}

838a

{ΧΡΥΣΙΠΠΟΣ}

!αι![ ]!![

845a-1128b

{INCERTARUM FABULARUM FRAGMENTA}

845a

{⊗} ×–⏑–×–⏑–]ωνος σθέν?ο?[ς

860

φοινίσσεται

ἅλμη

882a

οὐδὲν γὰρ ὧδε θρέμμ' ἀναιδὲς ὡς γυνή

889a*

τί δ' ἔστιν, ὦ παῖ; παῖδα γάρ, κἂν ᾖ γέρων,

καλεῖν δίκαιον ὅστις ἂν ...

898a

ἐγὼ δὲ φεύξομαί 〈γ'〉 ἐλεύθερος γεγώς

908a

×– ἔμοιγε νῦν τε καὶ πάλαι δοκεῖ

παῖδας φυτεύειν οὔποτ' ἀνθρώπους ἐχρῆν

πόνους ὁρῶντας εἰς ὅσους φυτεύομεν

908b*

ὡς δυστυχεῖν φὺς καὶ κακῶς πεπραγέναι,

ἄνθρωπος ἐγένου καὶ τὸ δυστυχὲς βίου

ἐκεῖθεν ἔλαβες, ὅθεν ἅπασιν ἤρξατο

τρέφειν ὅδ' αἰθὴρ ἐνδιδοὺς θνητοῖς πνοάς·

μή νυν τὰ θνητὰ θνητὸς ὢν ἀγνωμόνει

913

τίς ἀτιμ]όθεος [κ]αὶ [βα]ρυδαίμ[ων]

[ὃς] τάδε λεύσσων οὐ προδι[δ]άσκει

ψυχὴν αὑτοῦ θεὸν ἡ[γεῖ]σθαι,

μετεωρολόγων δ' ἑκὰς ἔρριψεν

σκολιὰς ἀπάτας, ὧν τολμηρὰ

γλῶσς' εἰκοβολεῖ περὶ τῶν ἀφανῶν

οὐδὲν γνώμης μετέχουσα

920a

φιμώσ?[ατ' α]ὐ?τοῦ κἀποκλείσ?α[τε στό]μα

921,3

τριδάκτυλον σῴζει 〈σφε〉 πεύκινον ξύλον

925a

γενύων τ' ἀμυχάς

925b

ἄρδην φερούσῃ

926a

×–⏑ ᾔδη ταῦτ' ἐγὼ φράσαι καλῶς

929a

δισσὰ πνεύματα πνεῖς, Ἔρως

941a*

×– ὅμως τἀληθὲς οὐ προδώσομεν

εἴξαντες ὄκνῳ

942a

Ἀθάνα

944a

τὰς γὰρ συμφοράς

ἀπροσδοκήτους δαίμον[ες δι]ώρισαν

954a

{〈ΧΟΡ.〉} πρὸς σὲ πελάζω

τὸν ὀπισθοβάτην πόδα γηροκομῶν

955a

ἀμαυρὰ γλῶσσα

955b

βρύττος μέγας

955c

Ἄφιδνε, γαίας υἱὲ τῆς ἀμήτορος

955d

ὡς ἀμφιπρύμνω δύο μ' ἐλέγχετον λόγω

955e

ἀναβεβίωκα

955f

ἀνάστατα ποιεῖν

955g

ἀνθηρὸς ᾠδός

955h

ἄνυδρα δ' ᾠκηκὼς ἄναξ

κριωπὸς Ἄμμων δάπεδα θεσπίζει τάδε

955i

ἁπαλά

989a

θεῶν κήρυκας

1007a

Βοσπό]ρου πέρα

Ν[είλου] τε ναυστολοῦσι χρημάτων χάριν

ἀστρο[σκο]ποῦντες [ἐνα]λίαν τρικυ[μί]αν

1007b

θύραθεν [οὐ] θέλοιμ' ἂν [ἐλθ]οῦσαν μα[κράν]

χρυσοῦν [τὸν] Ἴστρον [οὐ]δὲ Βόσπο[ρον λα]βών

1007c

{—} λ]άθρᾳ δὲ τούτων δρωμένων τίνας φοβῇ;

{—} τοὺς μείζονα βλέποντας ἀνθρώπων θεούς.

1007d

κτήσασθ' ἐν ὑστέροισιν εὔκλειαν χρόνοις

ἅπασαν ἀντλή[σαν]τες ἡμέραν [πόν]ον

ψυχαῖς [!!!!]ερ[!!!]ε[

1007e

[ ]οδ!!ης|!!!!!υστ?!τ?α!|!!!! χ]ρεών

καὶ] τ?[ῷ] τεκόν[τι] πατρὶ δυσμενέστατοι.

δόμων γὰρ ἄρχειν εἰς ἔρωτ' ἀφιγμένοι

τοῖς φιλτάτοις κυροῦσι πολεμιώτατοι

1007f

σμικροὶ γέροντι παῖδες ἡδίους πατρί

1007g?

[ ]δῳ[ ]!ολης παρ[

!!]ει δ' ἕωλος [ὥσ]τε παρθέν[ος] χ?οροῦ

τρι[!!!]ι? τις κή[λησι]ν ἐξηῦ[ρεν] π?οδός.

ἅπα]ς δ' ἄτιμος [ὅς γε] μὴ κείνῳ [συνῇ

1009a

[!! ἄ]κοντι συνκλαδα[!!₍!₎]

πή]δησε κοῦφ' ἀπὸ Δ[ιὸς? ]

1024

ἔπειτα χ?ρ?ῆσθαι [

ὅσοι δοκοῦσιν ε?ἰ?δ?[έναι

εἰδὼς ὁθούνεκ' ἀ?[

φθείρουσιν ἤθ?⸤η χρήσθ' ὁμιλίαι κακαί

1043a

οὐ δεινὸν οὐδὲν τῶν ἀναγκαίων βροτοῖς

1087

εὐφημία γὰρ παρὰ σπονδαῖσι κάλλιστον

1097a

ἀπηύρων

1098a

αὔξιμον

1100a

ζύγαστρον

1110a

Ἕλληνες ᾄξαντες ποσίν

1128a

τὰ καλὰ καὶ τὰ μὴ καλά

καλῶς ἔχουσιν

1128b

εὐρύθμοις προβήμασιν

{ΚΥΚΛΩΨ}{ΣΙΛΗΝΟΣ} Ὦ Βρόμιε, διὰ σὲ μυρίους ἔχω πόνους νῦν χὤτ' ἐν ἥβηι τοὐμὸν εὐσθένει δέμας· πρῶτον μὲν ἡνίκ' ἐμμανὴς Ἥρας ὕπο Νύμφας ὀρείας ἐκλιπὼν ὤιχου τροφούς· ἔπειτά γ' ἀμφὶ γηγενῆ μάχην δορὸς ἐνδέξιος σῶι ποδὶ παρασπιστὴς βεβὼς Ἐγκέλαδον ἰτέαν ἐς μέσην θενὼν δορὶ ἔκτεινα—φέρ' ἴδω, τοῦτ' ἰδὼν ὄναρ λέγω; οὐ μὰ Δί', ἐπεὶ καὶ σκῦλ' ἔδειξα Βακχίωι. καὶ νῦν ἐκείνων μείζον' ἐξαντλῶ πόνον. ἐπεὶ γὰρ Ἥρα σοι γένος Τυρσηνικὸν ληιστῶν ἐπῶρσεν, ὡς ὁδηθείης μακράν, 〈ἐγὼ〉 πυθόμενος σὺν τέκνοισι ναυστολῶ σέθεν κατὰ ζήτησιν. ἐν πρύμνηι δ' ἄκραι αὐτὸς λαβὼν ηὔθυνον ἀμφῆρες δόρυ, παῖδες δ' 〈ἐπ'〉 ἐρετμοῖς ἥμενοι γλαυκὴν ἅλα ῥοθίοισι λευκαίνοντες ἐζήτουν ς', ἄναξ. ἤδη δὲ Μαλέας πλησίον πεπλευκότας ἀπηλιώτης ἄνεμος ἐμπνεύσας δορὶ ἐξέβαλεν ἡμᾶς τήνδ' ἐς Αἰτναίαν πέτραν, ἵν' οἱ μονῶπες ποντίου παῖδες θεοῦ Κύκλωπες οἰκοῦς' ἄντρ' ἔρημ' ἀνδροκτόνοι. τούτων ἑνὸς ληφθέντες ἐσμὲν ἐν δόμοις δοῦλοι· καλοῦσι δ' αὐτὸν ὧι λατρεύομεν Πολύφημον· ἀντὶ δ' εὐίων βακχευμάτων ποίμνας Κύκλωπος ἀνοσίου ποιμαίνομεν. παῖδες μὲν οὖν μοι κλειτύων ἐν ἐσχάτοις νέμουσι μῆλα νέα νέοι πεφυκότες, ἐγὼ δὲ πληροῦν πίστρα καὶ σαίρειν στέγας μένων τέταγμαι τάσδε, τῶιδε δυσσεβεῖ Κύκλωπι δείπνων ἀνοσίων διάκονος. καὶ νῦν, τὰ προσταχθέντ', ἀναγκαίως ἔχει σαίρειν σιδηρᾶι τῆιδέ μ' ἁρπάγηι δόμους, ὡς τόν τ' ἀπόντα δεσπότην Κύκλωπ' ἐμὸν καθαροῖσιν ἄντροις μῆλά τ' ἐσδεχώμεθα. ἤδη δὲ παῖδας προσνέμοντας εἰσορῶ ποίμνας. τί ταῦτα; μῶν κρότος σικινίδων ὁμοῖος ὑμῖν νῦν τε χὤτε Βακχίωι κῶμος συνασπίζοντες Ἀλθαίας δόμους προσῆιτ' ἀοιδαῖς βαρβίτων σαυλούμενοι;{ΧΟΡΟΣ} παῖ γενναίων μὲν πατέρων γενναίων δ' ἐκ τοκάδων, πᾶι δή μοι νίσηι σκοπέλους; οὐ τᾶιδ' ὑπήνεμος αὔ- ρα καὶ ποιηρὰ βοτάνα, δινᾶέν θ' ὕδωρ ποταμῶν ἐν πίστραις κεῖται πέλας ἄν- τρων, οὗ σοι βλαχαὶ τεκέων; ψύττ'· οὐ τᾶιδ', οὔ; οὐ τᾶιδε νεμῆι κλειτὺν δροσεράν; ὠή, ῥίψω πέτρον τάχα σου· ὕπαγ' ὦ ὕπαγ' ὦ κεράστα 〈πρὸς〉 μηλοβότα στασιωρὸν Κύκλωπος ἀγροβάτα. σπαργῶντας μαστοὺς χάλασον· δέξαι θηλὰς πορίσας' οὓς λείπεις ἀρνῶν θαλάμοις. ποθοῦσί ς' ἁμερόκοι- τοι βλαχαὶ σμικρῶν τεκέων. εἰς αὐλὰν πότ' †ἀμφιβαίνεις† ποιηροὺς λιποῦσα νομοὺς Αἰτναίων εἴσω σκοπελῶν; οὐ τάδε Βρόμιος, οὐ τάδε χοροὶ Βάκχαι τε θυρσοφόροι, οὐ τυμπάνων ἀλαλαγμοί, οὐκ οἴνου χλωραὶ σταγόνες κρήναις παρ' ὑδροχύτοις· οὐδ' ἐν Νύσαι μετὰ Νυμ- φᾶν ἴακχον ἴακχον ὠι- δὰν μέλπω πρὸς τὰν Ἀφροδί- ταν, ἃν θηρεύων πετόμαν Βάκχαις σὺν λευκόποσιν. †ὦ φίλος ὦ φίλε Βακχεῖε ποῖ οἰοπολεῖς ξανθὰν χαίταν σείεις;† ἐγὼ δ' ὁ σὸς πρόπολος Κύκλωπι θητεύω τῶι μονοδέρκται δοῦλος ἀλαίνων σὺν τᾶιδε τράγου χλαίναι μελέαι σᾶς χωρὶς φιλίας.{Σι.} σιγήσατ', ὦ τέκν', ἄντρα δ' ἐς πετρηρεφῆ ποίμνας ἀθροῖσαι προσπόλους κελεύσατε.{Χο.} χωρεῖτ'· ἀτὰρ δὴ τίνα, πάτερ, σπουδὴν ἔχεις;{Σι.} ὁρῶ πρὸς ἀκταῖς ναὸς Ἑλλάδος σκάφος κώπης τ' ἄνακτας σὺν στρατηλάτηι τινὶ στείχοντας ἐς τόδ' ἄντρον· ἀμφὶ δ' αὐχέσιν τεύχη φέρονται κενά, βορᾶς κεχρημένοι, κρωσσούς θ' ὑδρηλούς. ὦ ταλαίπωροι ξένοι· τίνες ποτ' εἰσίν; οὐκ ἴσασι δεσπότην Πολύφημον οἷός ἐστιν ἄξενόν τε γῆν τήνδ' ἐμβεβῶτες καὶ Κυκλωπίαν γνάθον τὴν ἀνδροβρῶτα δυστυχῶς ἀφιγμένοι. ἀλλ' ἥσυχοι γίγνεσθ', ἵν' ἐκπυθώμεθα πόθεν πάρεισι Σικελὸν Αἰτναῖον πάγον.{ΟΔΥΣΣΕΥΣ} ξένοι, φράσαιτ' ἂν νᾶμα ποτάμιον πόθεν δίψης ἄκος λάβοιμεν εἴ τέ τις θέλει βορὰν ὁδῆσαι ναυτίλοις κεχρημένοις; 〈ἔα·〉