Cyclops
- Authority group
- Euripides (catalogue association; authorship remains anonymous)
- Edition reference
- Cyclops, ed. J. Diggle, Euripidis fabulae, vol. 1, Oxford: Clarendon Press, 1984: 3–29.
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg034.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
99
τί χρῆμα; Βρομίου πόλιν ἔοιγμεν ἐσβαλεῖν·
100
Σατύρων πρὸς ἄντροις τόνδ' ὅμιλον εἰσορῶ.
101
χαίρειν προσεῖπα πρῶτα τὸν γεραίτατον.
102
{Σι.} χαῖρ', ὦ ξέν', ὅστις δ' εἶ φράσον πάτραν τε σήν.
103
{Οδ.} Ἴθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ.
104
{Σι.} οἶδ' ἄνδρα, κρόταλον δριμύ, Σισύφου γένος.
105
{Οδ.} ἐκεῖνος αὐτός εἰμι· λοιδόρει δὲ μή.
106
{Σι.} πόθεν Σικελίαν τήνδε ναυστολῶν πάρει;
107
{Οδ.} ἐξ Ἰλίου γε κἀπὸ Τρωϊκῶν πόνων.
108
{Σι.} πῶς; πορθμὸν οὐκ ἤιδησθα πατρώιας χθονός;
109
{Οδ.} ἀνέμων θύελλαι δεῦρό μ' ἥρπασαν βίαι.
110
{Σι.} παπαῖ· τὸν αὐτὸν δαίμον' ἐξαντλεῖς ἐμοί.
111
{Οδ.} ἦ καὶ σὺ δεῦρο πρὸς βίαν ἀπεστάλης;
112
{Σι.} ληιστὰς διώκων οἳ Βρόμιον ἀνήρπασαν.
113
{Οδ.} τίς δ' ἥδε χώρα καὶ τίνες ναίουσί νιν;
114
{Σι.} Αἰτναῖος ὄχθος Σικελίας ὑπέρτατος.
115
{Οδ.} τείχη δὲ ποῦ 'στι καὶ πόλεως πυργώματα;
116
{Σι.} οὐκ ἔστ'· ἔρημοι πρῶνες ἀνθρώπων, ξένε.
117
{Οδ.} τίνες δ' ἔχουσι γαῖαν; ἦ θηρῶν γένος;
118
{Σι.} Κύκλωπες, ἄντρ' ἔχοντες, οὐ στέγας δόμων.
119
{Οδ.} τίνος κλύοντες; ἢ δεδήμευται κράτος;
120
{Σι.} μονάδες· ἀκούει δ' οὐδὲν οὐδεὶς οὐδενός.
121
{Οδ.} σπείρουσι δ'—ἢ τῶι ζῶσι; —Δήμητρος στάχυν;
122
{Σι.} γάλακτι καὶ τυροῖσι καὶ μήλων βορᾶι.
123
{Οδ.} Βρομίου δὲ πῶμ' ἔχουσιν, ἀμπέλου ῥοάς;
124
{Σι.} ἥκιστα· τοιγὰρ ἄχορον οἰκοῦσι χθόνα.
125
{Οδ.} φιλόξενοι δὲ χὤσιοι περὶ ξένους;
126
{Σι.} γλυκύτατά φασι τὰ κρέα τοὺς ξένους φορεῖν.
127
{Οδ.} τί φήις; βορᾶι χαίρουσιν ἀνθρωποκτόνωι;
128
{Σι.} οὐδεὶς μολὼν δεῦρ' ὅστις οὐ κατεσφάγη.
129
{Οδ.} αὐτὸς δὲ Κύκλωψ ποῦ 'στιν; ἦ δόμων ἔσω;
130
{Σι.} φροῦδος, πρὸς Αἴτνηι θῆρας ἰχνεύων κυσίν.
131
{Οδ.} οἶσθ' οὖν ὃ δρᾶσον, ὡς ἀπαίρωμεν χθονός.
132
{Σι.} οὐκ οἶδ', Ὀδυσσεῦ· πᾶν δέ σοι δρώιημεν ἄν.
133
{Οδ.} ὅδησον ἡμῖν σῖτον, οὖ σπανίζομεν.
134
{Σι.} οὐκ ἔστιν, ὥσπερ εἶπον, ἄλλο πλὴν κρέας.
135
{Οδ.} ἀλλ' ἡδὺ λιμοῦ καὶ τόδε σχετήριον.
136
{Σι.} καὶ τυρὸς ὀπίας ἔστι καὶ βοὸς γάλα.
137
{Οδ.} ἐκφέρετε· φῶς γὰρ ἐμπολήμασιν πρέπει.
138
{Σι.} σὺ δ' ἀντιδώσεις, εἰπέ μοι, χρυσὸν πόσον;
139
{Οδ.} οὐ χρυσὸν ἀλλὰ πῶμα Διονύσου φέρω.
140
{Σι.} ὦ φίλτατ' εἰπών, οὖ σπανίζομεν πάλαι.
141
{Οδ.} καὶ μὴν Μάρων μοι πῶμ' ἔδωκε, παῖς θεοῦ.
142
{Σι.} ὃν ἐξέθρεψα ταῖσδ' ἐγώ ποτ' ἀγκάλαις;
143
{Οδ.} ὁ Βακχίου παῖς, ὡς σαφέστερον μάθηις.
144
{Σι.} ἐν σέλμασιν νεώς ἐστιν ἢ φέρεις σύ νιν;
145
{Οδ.} ὅδ' ἁσκὸς ὃς κεύθει νιν, ὡς ὁρᾶις, γέρον.
146
{Σι.} οὗτος μὲν οὐδ' ἂν τὴν γνάθον πλήσειέ μου.
post 146
〈{Οδ.} 〉〈{Σι.} 〉
147
{Οδ.} ναί· δὶς τόσον πῶμ' ὅσον ἂν ἐξ ἀσκοῦ ῥυῆι.
148
{Σι.} καλήν γε κρήνην εἶπας ἡδεῖάν τ' ἐμοί.
149
{Οδ.} βούληι σε γεύσω πρῶτον ἄκρατον μέθυ;
150
{Σι.} δίκαιον· ἦ γὰρ γεῦμα τὴν ὠνὴν καλεῖ.
151
{Οδ.} καὶ μὴν ἐφέλκω καὶ ποτῆρ' ἀσκοῦ μέτα.
152
{Σι.} φέρ' ἐγκάναξον, ὡς ἀναμνησθῶ πιών.
153
{Οδ.} ἰδού. {Σι.} παπαιάξ, ὡς καλὴν ὀσμὴν ἔχει.
154
{Οδ.} εἶδες γὰρ αὐτήν; {Σι.} οὐ μὰ Δί', ἀλλ' ὀσφραίνομαι.
155
{Οδ.} γεῦσαί νυν, ὡς ἂν μὴ λόγωι 'παινῆις μόνον.
156
{Σι.} βαβαί· χορεῦσαι παρακαλεῖ μ' ὁ Βάκχιος.
157
ἆ ἆ ἆ.
158
{Οδ.} μῶν τὸν λάρυγγα διεκάναξέ σου καλῶς;
159
{Σι.} ὥστ' εἰς ἄκρους γε τοὺς ὄνυχας ἀφίκετο.
160
{Οδ.} πρὸς τῶιδε μέντοι καὶ νόμισμα δώσομεν.
161
{Σι.} χάλα τὸν ἀσκὸν μόνον· ἔα τὸ χρυσίον.
162
{Οδ.} ἐκφέρετέ νυν τυρεύματ' ἢ μήλων τόκον.
163
{Σι.} δράσω τάδ', ὀλίγον φροντίσας γε δεσποτῶν.
164
ὡς ἐκπιών γ' ἂν κύλικα μαινοίμην μίαν,
165
πάντων Κυκλώπων ἀντιδοὺς βοσκήματα
166
ῥίψας τ' ἐς ἅλμην Λευκάδος πέτρας ἄπο
167
ἅπαξ μεθυσθεὶς καταβαλών τε τὰς ὀφρῦς.
168
ὡς ὅς γε πίνων μὴ γέγηθε μαίνεται·
169
ἵν' ἔστι τουτί τ' ὀρθὸν ἐξανιστάναι
170
μαστοῦ τε δραγμὸς καὶ †παρεσκευασμένου†
171
ψαῦσαι χεροῖν λειμῶνος ὀρχηστύς θ' ἅμα
172
κακῶν τε λῆστις. εἶτ' ἐγὼ 〈οὐ〉 κυνήσομαι
173
τοιόνδε πῶμα, τὴν Κύκλωπος ἀμαθίαν
174
κλαίειν κελεύων καὶ τὸν ὀφθαλμὸν μέσον;
175
{Χο.} ἄκου', Ὀδυσσεῦ· διαλαλήσωμέν τί σοι.
176
{Οδ.} καὶ μὴν φίλοι γε προσφέρεσθε πρὸς φίλον.
177
{Χο.} ἐλάβετε Τροίαν τὴν Ἑλένην τε χειρίαν;
178
{Οδ.} καὶ πάντα γ' οἶκον Πριαμιδῶν ἐπέρσαμεν.
179
{Χο.} οὔκουν, ἐπειδὴ τὴν νεᾶνιν εἵλετε,
180
ἅπαντες αὐτὴν διεκροτήσατ' ἐν μέρει,
181
ἐπεί γε πολλοῖς ἥδεται γαμουμένη,
182
τὴν προδότιν, ἣ τοὺς θυλάκους τοὺς ποικίλους
183
περὶ τοῖν σκελοῖν ἰδοῦσα καὶ τὸν χρύσεον
184
κλωιὸν φοροῦντα περὶ μέσον τὸν αὐχένα
185
ἐξεπτοήθη, Μενέλεων ἀνθρώπιον
186
λῶιστον λιποῦσα; μηδαμοῦ γένος ποτὲ
187
φῦναι γυναικῶν ὤφελ', εἰ μὴ 'μοὶ μόνωι.
188
{Σι.} ἰδού· τάδ' ὑμῖν ποιμνίων βοσκήματα,
189
ἄναξ Ὀδυσσεῦ, μηκάδων ἀρνῶν τροφαί,
190
πηκτοῦ γάλακτός τ' οὐ σπάνια τυρεύματα.
191
φέρεσθε· χωρεῖθ' ὡς τάχιστ' ἄντρων ἄπο,
192
βότρυος ἐμοὶ πῶμ' ἀντιδόντες εὐίου.
193
οἴμοι· Κύκλωψ ὅδ' ἔρχεται· τί δράσομεν;
194
{Οδ.} ἀπολώλαμέν τἄρ', ὦ γέρον· ποῖ χρὴ φυγεῖν;
195
{Σι.} ἔσω πέτρας τῆσδ', οὗπερ ἂν λάθοιτέ γε.
196
{Οδ.} δεινὸν τόδ' εἶπας, ἀρκύων μολεῖν ἔσω.
197
{Σι.} οὐ δεινόν· εἰσὶ καταφυγαὶ πολλαὶ πέτρας.
198
{Οδ.} οὐ δῆτ'· ἐπεί τἂν μεγάλα γ' ἡ Τροία στένοι,
199
εἰ φευξόμεσθ' ἕν' ἄνδρα, μυρίον δ' ὄχλον
200
Φρυγῶν ὑπέστην πολλάκις σὺν ἀσπίδι.
201
ἀλλ', εἰ θανεῖν δεῖ, κατθανούμεθ' εὐγενῶς
202
ἢ ζῶντες αἶνον τὸν πάρος συσσώσομεν.
203
{ΚΥΚΛΩΨ} ἄνεχε πάρεχε· τί τάδε; τίς ἡ ῥαιθυμία;
204
τί βακχιάζετ'; οὐχὶ Διόνυσος τάδε,
205
οὐ κρόταλα χαλκοῦ τυμπάνων τ' ἀράγματα.
206
πῶς μοι κατ' ἄντρα νεόγονα βλαστήματα;
207
ἦ πρός τε μαστοῖς εἰσι χὐπὸ μητέρων
208
πλευρὰς τρέχουσι, σχοινίνοις τ' ἐν τεύχεσιν
209
πλήρωμα τυρῶν ἐστιν ἐξημελγμένον;
210
τί φάτε, τί λέγετε; τάχα τις ὑμῶν τῶι ξύλωι
211
δάκρυα μεθήσει. βλέπετ' ἄνω καὶ μὴ κάτω.
212
{Χο.} ἰδού· πρὸς αὐτὸν τὸν Δί' ἀνακεκύφαμεν
213
καὶ τἄστρα καὶ τὸν Ὠρίωνα δέρκομαι.
214
{Κυ.} ἄριστόν ἐστιν εὖ παρεσκευασμένον;
215
{Χο.} πάρεστιν· ὁ φάρυγξ εὐτρεπὴς ἔστω μόνον.
216
{Κυ.} ἦ καὶ γάλακτός εἰσι κρατῆρες πλέωι;
217
{Χο.} ὥστ' ἐκπιεῖν γέ ς', ἢν θέληις, ὅλον πίθον.
218
{Κυ.} μήλειον ἢ βόειον ἢ μεμειγμένον;
219
{Χο.} ὃν ἂν θέληις σύ· μὴ 'μὲ καταπίηις μόνον.
220
{Κυ.} ἥκιστ'· ἐπεί μ' ἂν ἐν μέσηι τῆι γαστέρι
221
πηδῶντες ἀπολέσαιτ' ἂν ὑπὸ τῶν σχημάτων.
222
ἔα· τίν' ὄχλον τόνδ' ὁρῶ πρὸς αὐλίοις;
223
ληισταί τινες κατέσχον ἢ κλῶπες χθόνα;
224
ὁρῶ γέ τοι τούσδ' ἄρνας ἐξ ἄντρων ἐμῶν
225
στρεπταῖς λύγοισι σῶμα συμπεπλεγμένους
226
τεύχη τε τυρῶν συμμιγῆ γέροντά τε
227
πληγαῖς μέτωπον φαλακρὸν ἐξωιδηκότα.
228
{Σι.} ὤμοι, πυρέσσω συγκεκομμένος τάλας.
229
{Κυ.} ὑπὸ τοῦ; τίς ἐς σὸν κρᾶτ' ἐπύκτευσεν, γέρον;
230
{Σι.} ὑπὸ τῶνδε, Κύκλωψ, ὅτι τὰ ς' οὐκ εἴων φέρειν.
231
{Κυ.} οὐκ ἦισαν ὄντα θεόν με καὶ θεῶν ἄπο;
232
{Σι.} ἔλεγον ἐγὼ τάδ'· οἱ δ' ἐφόρουν τὰ χρήματα,
233
καὶ τόν γε τυρὸν οὐκ ἐῶντος ἤσθιον
234
τούς τ' ἄρνας ἐξεφοροῦντο· δήσαντες δὲ σὲ
235
κλωιῶι τριπήχει, κατὰ τὸν ὀφθαλμὸν μέσον
236
τὰ σπλάγχν' ἔφασκον ἐξαμήσεσθαι βίαι,
237
μάστιγί τ' εὖ τὸ νῶτον ἀπολέψειν σέθεν,
238
κἄπειτα συνδήσαντες ἐς θἀδώλια
239
τῆς ναὸς ἐμβαλόντες ἀποδώσειν τινὶ
240
πέτρους μοχλεύειν, ἢ 'ς μυλῶνα καταβαλεῖν.
241
{Κυ.} ἄληθες; οὔκουν κοπίδας ὡς τάχιστ' ἰὼν
242
θήξεις μαχαίρας καὶ μέγαν φάκελον ξύλων
243
ἐπιθεὶς ἀνάψεις; ὡς σφαγέντες αὐτίκα
244
πλήσουσι νηδὺν τὴν ἐμὴν ἀπ' ἄνθρακος
245
θερμὴν διδόντες δαῖτα τῶι κρεανόμωι,
246
τὰ δ' ἐκ λέβητος ἑφθὰ καὶ τετηκότα.
247
ὡς ἔκπλεώς γε δαιτός εἰμ' ὀρεσκόου·
248
ἅλις λεόντων ἐστί μοι θοινωμένωι
249
ἐλάφων τε, χρόνιος δ' εἴμ' ἀπ' ἀνθρώπων βορᾶς.
250
{Σι.} τὰ καινά γ' ἐκ τῶν ἠθάδων, ὦ δέσποτα,
251
ἡδίον' ἐστίν. οὐ γὰρ οὖν νεωστί γε
252
ἄλλοι πρὸς ἄντρα σοὐσαφίκοντο ξένοι.
253
{Οδ.} Κύκλωψ, ἄκουσον ἐν μέρει καὶ τῶν ξένων.
254
ἡμεῖς βορᾶς χρήιζοντες ἐμπολὴν λαβεῖν
255
σῶν ἆσσον ἄντρων ἤλθομεν νεὼς ἄπο.
256
τοὺς δ' ἄρνας ἡμῖν οὖτος ἀντ' οἴνου σκύφου
257
ἀπημπόλα τε κἀδίδου πιεῖν λαβὼν
258
ἑκὼν ἑκοῦσι, κοὐδὲν ἦν τούτων βίαι.
259
ἀλλ' οὗτος ὑγιὲς οὐδὲν ὧν φησιν λέγει,
260
ἐπεὶ κατελήφθη σοῦ λάθραι πωλῶν τὰ σά.
261
{Σι.} ἐγώ; κακῶς γ' ἄρ' ἐξόλοι'. {Οδ.} εἰ ψεύδομαι.
262
{Σι.} μὰ τὸν Ποσειδῶ τὸν τεκόντα ς', ὦ Κύκλωψ,
263
μὰ τὸν μέγαν Τρίτωνα καὶ τὸν Νηρέα,
264
μὰ τὴν Καλυψὼ τάς τε Νηρέως κόρας,
265
μὰ θαἰερὰ κύματ' ἰχθύων τε πᾶν γένος,
266
ἀπώμος', ὦ κάλλιστον ὦ Κυκλώπιον,
267
ὦ δεσποτίσκε, μὴ τὰ ς' ἐξοδᾶν ἐγὼ
268
ξένοισι χρήματ'. ἢ κακῶς οὗτοι κακοὶ
269
οἱ παῖδες ἀπόλοινθ', οὓς μάλιστ' ἐγὼ φιλῶ.
270
{Χο.} αὐτὸς ἔχ'. ἔγωγε τοῖς ξένοις τὰ χρήματα
271
περνάντα ς' εἶδον· εἰ δ' ἐγὼ ψευδῆ λέγω,
272
ἀπόλοιθ' ὁ πατήρ μου· τοὺς ξένους δὲ μὴ ἀδίκει.
273
{Κυ.} ψεύδεσθ'· ἔγωγε τῶιδε τοῦ Ῥαδαμάνθυος
274
μᾶλλον πέποιθα καὶ δικαιότερον λέγω.
275
θέλω δ' ἐρέσθαι· πόθεν ἐπλεύσατ', ὦ ξένοι;
276
ποδαποί; τίς ὑμᾶς ἐξεπαίδευσεν πόλις;
277
{Οδ.} Ἰθακήσιοι μὲν τὸ γένος, Ἰλίου δ' ἄπο,
278
πέρσαντες ἄστυ, πνεύμασιν θαλασσίοις
279
σὴν γαῖαν ἐξωσθέντες ἥκομεν, Κύκλωψ.
280
{Κυ.} ἦ τῆς κακίστης οἳ μετήλθεθ' ἁρπαγὰς
281
Ἑλένης Σκαμάνδρου γείτον' Ἰλίου πόλιν;
282
{Οδ.} οὗτοι, πόνον τὸν δεινὸν ἐξηντληκότες.
283
{Κυ.} αἰσχρὸν στράτευμά γ', οἵτινες μιᾶς χάριν
284
γυναικὸς ἐξεπλεύσατ' ἐς γαῖαν Φρυγῶν.
285
{Οδ.} θεοῦ τὸ πρᾶγμα· μηδέν' αἰτιῶ βροτῶν.
286
ἡμεῖς δέ ς', ὦ θεοῦ ποντίου γενναῖε παῖ,
287
ἱκετεύομέν τε καὶ λέγομεν ἐλευθέρως·
288
μὴ τλῆις πρὸς ἄντρα σοὐσαφιγμένους φίλους
289
κτανεῖν βοράν τε δυσσεβῆ θέσθαι γνάθοις·
290
οἳ τὸν σόν, ὦναξ, πατέρ' ἔχειν ναῶν ἕδρας
291
ἐρρυσάμεσθα γῆς ἐν Ἑλλάδος μυχοῖς·
292
ἱερᾶς τ' ἄθραυστος Ταινάρου μένει λιμὴν
293
Μαλέας τ' ἄκρας κευθμῶνες ἥ τε Σουνίου
294
δίας Ἀθάνας σῶς ὑπάργυρος πέτρα
295
Γεραίστιοί τε καταφυγαί· τά θ' Ἑλλάδος
296
†δύσφρον' ὀνείδη† Φρυξὶν οὐκ ἐδώκαμεν.
297
ὧν καὶ σὺ κοινοῖ· γῆς γὰρ Ἑλλάδος μυχοὺς
298
οἰκεῖς ὑπ' Αἴτνηι, τῆι πυριστάκτωι πέτραι.
299
νόμος δὲ θνητοῖς, εἰ λόγους ἀποστρέφηι,
300
ἱκέτας δέχεσθαι ποντίους ἐφθαρμένους
301
ξένιά τε δοῦναι καὶ πέπλους ἐπαρκέσαι,
302
οὐκ ἀμφὶ βουπόροισι πηχθέντας μέλη
303
ὀβελοῖσι νηδὺν καὶ γνάθον πλῆσαι σέθεν.
304
ἅλις δὲ Πριάμου γαῖ' ἐχήρως' Ἑλλάδα
305
πολλῶν νεκρῶν πιοῦσα δοριπετῆ φόνον
306
ἀλόχους τ' ἀνάνδρους γραῦς τ' ἄπαιδας ὤλεσεν
307
πολιούς τε πατέρας. εἰ δὲ τοὺς λελειμμένους
308
σὺ συμπυρώσας δαῖτ' ἀναλώσεις πικράν,
309
ποῖ τρέψεταί τις; ἀλλ' ἐμοὶ πιθοῦ, Κύκλωψ·
310
πάρες τὸ μάργον σῆς γνάθου, τὸ δ' εὐσεβὲς
311
τῆς δυσσεβείας ἀνθελοῦ· πολλοῖσι γὰρ
312
κέρδη πονηρὰ ζημίαν ἠμείψατο.
313
{Σι.} παραινέσαι σοι βούλομαι· τῶν γὰρ κρεῶν
314
μηδὲν λίπηις τοῦδ'· ἢν δὲ τὴν γλῶσσαν δάκηις,
315
κομψὸς γενήσηι καὶ λαλίστατος, Κύκλωψ.
316
{Κυ.} ὁ πλοῦτος, ἀνθρωπίσκε, τοῖς σοφοῖς θεός,
317
τὰ δ' ἄλλα κόμποι καὶ λόγων εὐμορφία.
318
ἄκρας δ' ἐναλίας αἷς καθίδρυται πατὴρ
319
χαίρειν κελεύω· τί τάδε προυστήσω λόγωι;
320
Ζηνὸς δ' ἐγὼ κεραυνὸν οὐ φρίσσω, ξένε,
321
οὐδ' οἶδ' ὅτι Ζεύς ἐστ' ἐμοῦ κρείσσων θεός.
322
οὔ μοι μέλει τὸ λοιπόν· ὡς δ' οὔ μοι μέλει
323
ἄκουσον· ὅταν ἄνωθεν ὄμβρον ἐκχέηι,
324
ἐν τῆιδε πέτραι στέγν' ἔχων σκηνώματα,
325
ἢ μόσχον ὀπτὸν ἤ τι θήρειον δάκος
326
δαινύμενος, εὖ τέγγων τε γαστέρ' ὑπτίαν,
327
ἐπεκπιὼν γάλακτος ἀμφορέα, πέπλον
328
κρούω, Διὸς βρονταῖσιν εἰς ἔριν κτυπῶν.
329
ὅταν δὲ βορέας χιόνα Θρήικιος χέηι,
330
δοραῖσι θηρῶν σῶμα περιβαλὼν ἐμὸν
331
καὶ πῦρ ἀναίθων, χιόνος οὐδέν μοι μέλει.
332
ἡ γῆ δ' ἀνάγκηι, κἂν θέληι κἂν μὴ θέληι,
333
τίκτουσα ποίαν τἀμὰ πιαίνει βοτά.
334
ἁγὼ οὔτινι θύω πλὴν ἐμοί, θεοῖσι δ' οὔ,
335
καὶ τῆι μεγίστηι, γαστρὶ τῆιδε, δαιμόνων.
336
ὡς τοὐμπιεῖν γε καὶ φαγεῖν τοὐφ' ἡμέραν,
337
Ζεὺς οὖτος ἀνθρώποισι τοῖσι σώφροσιν,
338
λυπεῖν δὲ μηδὲν αὑτόν. οἳ δὲ τοὺς νόμους
339
ἔθεντο ποικίλλοντες ἀνθρώπων βίον,
340
κλαίειν ἄνωγα· τὴν 〈δ'〉 ἐμὴν ψυχὴν ἐγὼ
341
οὐ παύσομαι δρῶν εὖ, κατεσθίων γε σέ.
342
ξένια δὲ λήψηι τοιάδ', ὡς ἄμεμπτος ὦ,
343
πῦρ καὶ πατρῶιον τόνδε χαλκόν, ὃς ζέσας
344
σὴν σάρκα διαφόρητον ἀμφέξει καλῶς.
345
ἀλλ' ἕρπετ' εἴσω, τοῦ κατ' αὔλιον θεοῦ
346
ἵν' ἀμφὶ βωμὸν στάντες εὐωχῆτέ με.
347
{Οδ.} αἰαῖ, πόνους μὲν Τρωϊκοὺς ὑπεξέδυν
348
θαλασσίους τε, νῦν δ' ἐς ἀνδρὸς ἀνοσίου
349
ὠμὴν κατέσχον ἀλίμενόν τε καρδίαν.
350
ὦ Παλλάς, ὦ δέσποινα Διογενὲς θεά,
351
νῦν νῦν ἄρηξον· κρείσσονας γὰρ Ἰλίου
352
πόνους ἀφῖγμαι κἀπὶ κινδύνου βάθρα.
353
σύ τ', ὦ φαεννὰς ἀστέρων οἰκῶν ἕδρας
354
Ζεῦ ξένι', ὅρα τάδ'· εἰ γὰρ αὐτὰ μὴ βλέπεις,
355
ἄλλως νομίζηι Ζεὺς τὸ μηδὲν ὢν θεός.
356
{Χο.} Εὐρείας φάρυγος, ὦ Κύκλωψ,
357
ἀναστόμου τὸ χεῖλος· ὡς ἕτοιμά σοι
358
ἑφθὰ καὶ ὀπτὰ καὶ ἀνθρακιᾶς ἄπο 〈θερμὰ〉 χναύειν βρύκειν
359
κρεοκοπεῖν μέλη ξένων
360
δασυμάλλωι ἐν αἰγίδι κλινομένωι.
361
μὴ 'μοὶ μὴ προσδίδου·
362
μόνος μόνωι γέμιζε πορθμίδος σκάφος.
363
χαιρέτω μὲν αὖλις ἅδε,
364
χαιρέτω δὲ θυμάτων
365
ἀποβώμιος †ἃν ἔχει θυσίαν†
366
Κύκλωψ Αἰτναῖος ξενικῶν
367
κρεῶν κεχαρμένος βορᾶι.
368
†νηλὴς ὦ τλᾶμον ὅστις δωμάτων†
371
ἐφεστίους ἱκτῆρας ἐκθύει δόμων,
373
ἑφθά τε δαινύμενος μυσαροῖσί τ' ὀδοῦσιν
372
κόπτων βρύκων
374
θέρμ' ἀπ' ἀνθράκων κρέα
post 374
〈 〉
post 375
{Οδ.} ὦ Ζεῦ, τί λέξω, δείν' ἰδὼν ἄντρων ἔσω
post 376
κοὐ πιστά, μύθοις εἰκότ' οὐδ' ἔργοις βροτῶν;
post 377
{Χο.} τί δ' ἔστ', Ὀδυσσεῦ; μῶν τεθοίναται σέθεν
post 378
φίλους ἑταίρους ἀνοσιώτατος Κύκλωψ;
post 379
{Οδ.} δισσούς γ' ἀθρήσας κἀπιβαστάσας χεροῖν,
post 37:
οἳ σαρκὸς εἶχον εὐτραφέστατον πάχος.
post 37;
{Χο.} πῶς, ὦ ταλαίπωρ', ἦτε πάσχοντες τάδε;
post 37<
{Οδ.} ἐπεὶ πετραίαν τήνδ' ἐσήλθομεν †χθόνα†,
post 37=
ἀνέκαυσε μὲν πῦρ πρῶτον, ὑψηλῆς δρυὸς
post 37>
κορμοὺς πλατείας ἐσχάρας βαλὼν ἔπι,
post 37?
τρισσῶν ἁμαξῶν ὡς ἀγώγιμον βάρος,
392
καὶ χάλκεον λέβητ' ἐπέζεσεν πυρί.
386
ἔπειτα φύλλων ἐλατίνων χαμαιπετῆ
387
ἔστρωσεν εὐνὴν πλησίον πυρὸς φλογί.
388
κρατῆρα δ' ἐξέπλησεν ὡς δεκάμφορον,
389
μόσχους ἀμέλξας, λευκὸν ἐσχέας γάλα,
390
σκύφος τε κισσοῦ παρέθετ' εἰς εὖρος τριῶν
391
πήχεων, βάθος δὲ τεσσάρων ἐφαίνετο,
393
ὀβελούς τ', ἄκρους μὲν ἐγκεκαυμένους πυρί,
394
ξεστοὺς δὲ δρεπάνωι τἄλλα, παλιούρου κλάδων,
395
†Αἰτναῖά τε σφαγεῖα πελέκεων γνάθοις†.
396
ὡς δ' ἦν ἕτοιμα πάντα τῶι θεοστυγεῖ
397
Ἅιδου μαγείρωι, φῶτε συμμάρψας δύο
398
ἔσφαζ' ἑταίρων τῶν ἐμῶν, ῥυθμῶι θ' ἑνὶ
399
τὸν μὲν λέβητος ἐς κύτος χαλκήλατον
post 399
〈 〉
post 39:
τὸν δ' αὖ, τένοντος ἁρπάσας ἄκρου ποδός,
post 39;
παίων πρὸς ὀξὺν στόνυχα πετραίου λίθου
post 39<
ἐγκέφαλον ἐξέρρανε· καὶ †καθαρπάσας†
post 39=
λάβρωι μαχαίραι σάρκας ἐξώπτα πυρί,
post 39>
τὰ δ' ἐς λέβητ' ἐφῆκεν ἕψεσθαι μέλη.
post 39?
ἐγὼ δ' ὁ τλήμων δάκρυ' ἀπ' ὀφθαλμῶν χέων
post 39@
ἐχριμπτόμην Κύκλωπι κἀδιακόνουν·
post 39A
ἅλλοι δ' ὅπως ὄρνιθες ἐν μυχοῖς πέτρας
post 39B
πτήξαντες εἶχον, αἷμα δ' οὐκ ἐνῆν χροΐ.
post 39C
ἐπεὶ δ' ἑταίρων τῶν ἐμῶν πλησθεὶς βορᾶς
post 39D
ἀνέπεσε, φάρυγος αἰθέρ' ἐξανεὶς βαρύν,
post 39E
ἐσῆλθέ μοί τι θεῖον· ἐμπλήσας σκύφος
post 39F
Μάρωνος αὐτῶι τοῦδε προσφέρω πιεῖν,
post 39G
λέγων τάδ'· Ὦ τοῦ ποντίου θεοῦ Κύκλωψ,
post 39H
σκέψαι τόδ' οἷον Ἑλλὰς ἀμπέλων ἄπο
post 39I
θεῖον κομίζει πῶμα, Διονύσου γάνος.
post 39J
ὁ δ' ἔκπλεως ὢν τῆς ἀναισχύντου βορᾶς
post 39K
ἐδέξατ' ἔσπασέν 〈τ'〉 ἄμυστιν ἑλκύσας
post 39L
κἀπήινες' ἄρας χεῖρα· Φίλτατε ξένων,
post 39M
καλὸν τὸ πῶμα δαιτὶ πρὸς καλῆι δίδως.
post 39N
ἡσθέντα δ' αὐτὸν ὡς ἐπηισθόμην ἐγώ,
post 39O
ἄλλην ἔδωκα κύλικα, γιγνώσκων ὅτι
422
τρώσει νιν οἶνος καὶ δίκην δώσει τάχα.
423
καὶ δὴ πρὸς ὠιδὰς εἷρπ'· ἐγὼ δ' ἐπεγχέων
424
ἄλλην ἐπ' ἄλληι σπλάγχν' ἐθέρμαινον ποτῶι.
425
ἄιδει δὲ παρὰ κλαίουσι συνναύταις ἐμοῖς
426
ἄμους', ἐπηχεῖ δ' ἄντρον. ἐξελθὼν δ' ἐγὼ
427
σιγῆι σὲ σῶσαι κἄμ', ἐὰν βούληι, θέλω.
428
ἀλλ' εἴπατ' εἴτε χρήιζετ' εἴτ' οὐ χρήιζετε
429
φεύγειν ἄμεικτον ἄνδρα καὶ τὰ Βακχίου
430
ναίειν μέλαθρα Ναΐδων νυμφῶν μέτα.
431
ὁ μὲν γὰρ ἔνδον σὸς πατὴρ τάδ' ἤινεσεν·
432
ἀλλ' ἀσθενὴς γὰρ κἀποκερδαίνων ποτοῦ
433
ὥσπερ πρὸς ἰξῶι τῆι κύλικι λελημμένος
434
πτέρυγας ἀλύει· σὺ δέ (νεανίας γὰρ εἶ)
435
σώθητι μετ' ἐμοῦ καὶ τὸν ἀρχαῖον φίλον
436
Διόνυσον ἀνάλαβ', οὐ Κύκλωπι προσφερῆ.
437
{Χο.} ὦ φίλτατ', εἰ γὰρ τήνδ' ἴδοιμεν ἡμέραν
438
Κύκλωπος ἐκφυγόντες ἀνόσιον κάρα.
439
ὡς διὰ μακροῦ γε †τὸν σίφωνα τὸν φίλον
440
χηρεύομεν τόνδ' οὐκ ἔχομεν καταφαγεῖν.†
441
{Οδ.} ἄκουε δή νυν ἣν ἔχω τιμωρίαν
442
θηρὸς πανούργου σῆς τε δουλείας φυγήν.
443
{Χο.} λέγ', ὡς Ἀσιάδος οὐκ ἂν ἥδιον ψόφον
444
κιθάρας κλύοιμεν ἢ Κύκλωπ' ὀλωλότα.
445
{Οδ.} ἐπὶ κῶμον ἕρπειν πρὸς κασιγνήτους θέλει
446
Κύκλωπας ἡσθεὶς τῶιδε Βακχίου ποτῶι.
447
{Χο.} ξυνῆκ'· ἔρημον ξυλλαβὼν δρυμοῖσί νιν
448
σφάξαι μενοινᾶις ἢ πετρῶν ὦσαι κάτα.
449
{Οδ.} οὐδὲν τοιοῦτον· δόλιος ἡ προθυμία.
450
{Χο.} πῶς δαί; σοφόν τοί ς' ὄντ' ἀκούομεν πάλαι.
451
{Οδ.} κώμου μὲν αὐτὸν τοῦδ' ἀπαλλάξαι, λέγων
452
ὡς οὐ Κύκλωψι πῶμα χρὴ δοῦναι τόδε,
453
μόνον δ' ἔχοντα βίοτον ἡδέως ἄγειν.
454
ὅταν δ' ὑπνώσσηι Βακχίου νικώμενος,
455
ἀκρεμὼν ἐλαίας ἔστιν ἐν δόμοισί τις,
456
ὃν φασγάνωι τῶιδ' ἐξαποξύνας ἄκρον
457
ἐς πῦρ καθήσω· κἆιθ' ὅταν κεκαυμένον
458
ἴδω νιν, ἄρας θερμὸν ἐς μέσην βαλῶ
459
Κύκλωπος ὄψιν ὄμμα τ' ἐκτήξω πυρί.
460
ναυπηγίαν δ' ὡσεί τις ἁρμόζων ἀνὴρ
461
διπλοῖν χαλινοῖν τρύπανον κωπηλατεῖ,
462
οὕτω κυκλώσω δαλὸν ἐν φαεσφόρωι
463
Κύκλωπος ὄψει καὶ συναυανῶ κόρας.
464
{Χο.} ἰοὺ ἰού·
465
γέγηθα μαινόμεσθα τοῖς εὑρήμασιν.
466
{Οδ.} κἄπειτα καὶ σὲ καὶ φίλους γέροντά τε
467
νεὼς μελαίνης κοῖλον ἐμβήσας σκάφος
468
διπλαῖσι κώπαις τῆσδ' ἀποστελῶ χθονός.
469
{Χο.} ἔστ' οὖν ὅπως ἂν ὡσπερεὶ σπονδῆς θεοῦ
470
κἀγὼ λαβοίμην τοῦ τυφλοῦντος ὄμματα
471
δαλοῦ; πόνου γὰρ τοῦδε κοινωνεῖν θέλω.
472
{Οδ.} δεῖ γοῦν· μέγας γὰρ δαλός, οὗ ξυλληπτέον.
473
{Χο.} ὡς κἂν ἁμαξῶν ἑκατὸν ἀραίμην βάρος,
474
εἰ τοῦ Κύκλωπος τοῦ κακῶς ὀλουμένου
475
ὀφθαλμὸν ὥσπερ σφηκιὰν ἐκθύψομεν.
476
{Οδ.} σιγᾶτέ νυν· δόλον γὰρ ἐξεπίστασαι·
477
χὤταν κελεύω, τοῖσιν ἀρχιτέκτοσιν
478
πείθεσθ'. ἐγὼ γὰρ ἄνδρας ἀπολιπὼν φίλους
479
τοὺς ἔνδον ὄντας οὐ μόνος σωθήσομαι.
480
[καίτοι φύγοιμ' ἂν κἀκβέβηκ' ἄντρου μυχῶν·
481
ἀλλ' οὐ δίκαιον ἀπολιπόντ' ἐμοὺς φίλους
482
ξὺν οἷσπερ ἦλθον δεῦρο σωθῆναι μόνον.]
483
{Χο.} ἄγε, τίς πρῶτος, τίς δ' ἐπὶ πρώτωι
484
ταχθεὶς δαλοῦ κώπην ὀχμάσαι.
485
Κύκλωπος ἔσω βλεφάρων ὤσας
486
λαμπρὰν ὄψιν διακναίσει;
487
[ὠιδὴ ἔνδοθεν.]
488
σίγα σίγα. καὶ δὴ μεθύων
489
ἄχαριν κέλαδον μουσιζόμενος
490
σκαιὸς ἀπωιδὸς καὶ κλαυσόμενος
491
χωρεῖ πετρίνων ἔξω μελάθρων.
492
φέρε νιν κώμοις παιδεύσωμεν
493
τὸν ἀπαίδευτον·
494
πάντως μέλλει τυφλὸς εἶναι.
495
μάκαρ ὅστις εὐιάζει
496
βοτρύων φίλαισι πηγαῖς
497
ἐπὶ κῶμον ἐκπετασθεὶς
498
φίλον ἄνδρ' ὑπαγκαλίζων,
499
ἐπὶ δεμνίοις τε †ξανθὸν†
500
χλιδανᾶς ἔχων ἑταίρας
501
μυρόχριστος λιπαρὸν βό-
502
στρυχον, αὐδᾶι δέ· Θύραν τίς οἴξει μοι;
503
{Κυ.} παπαπαῖ· πλέως μὲν οἴνου,
504
γάνυμαι 〈δὲ〉 δαιτὸς ἥβαι,
505
σκάφος ὁλκὰς ὣς γεμισθεὶς
506
ποτὶ σέλμα γαστρὸς ἄκρας.
507
ὑπάγει μ' ὁ φόρτος εὔφρων
508
ἐπὶ κῶμον ἦρος ὥραις
509
ἐπὶ Κύκλωπας ἀδελφούς.
510
φέρε μοι, ξεῖνε, φέρ', ἀσκὸν ἔνδος μοι.
511
{Χο.} καλὸν ὄμμασιν δεδορκὼς
512
καλὸς ἐκπερᾶι μελάθρων.
513
〈 〉 φιλεῖ τίς ἡμᾶς;
514
λύχνα δ' †ἀμμένει δαΐα σὸν
515
χρόα χὡς† τέρεινα νύμφα
516
δροσερῶν ἔσωθεν ἄντρων.
517
στεφάνων δ' οὐ μία χροιὰ
518
περὶ σὸν κρᾶτα τάχ' ἐξομιλήσει.
519
{Οδ.} Κύκλωψ, ἄκουσον· ὡς ἐγὼ τοῦ Βακχίου
520
τούτου τρίβων εἴμ', ὃν πιεῖν ἔδωκά σοι.
521
{Κυ.} ὁ Βάκχιος δὲ τίς; θεὸς νομίζεται;
522
{Οδ.} μέγιστος ἀνθρώποισιν ἐς τέρψιν βίου.
523
{Κυ.} ἐρυγγάνω γοῦν αὐτὸν ἡδέως ἐγώ.
524
{Οδ.} τοιόσδ' ὁ δαίμων· οὐδένα βλάπτει βροτῶν.
525
{Κυ.} θεὸς δ' ἐν ἀσκῶι πῶς γέγηθ' οἴκους ἔχων;
526
{Οδ.} ὅπου τιθῆι τις, ἐνθάδ' ἐστὶν εὐπετής.
527
{Κυ.} οὐ τοὺς θεοὺς χρὴ σῶμ' ἔχειν ἐν δέρμασιν.
528
{Οδ.} τί δ', εἴ σε τέρπει γ'; ἢ τὸ δέρμα σοι πικρόν;
529
{Κυ.} μισῶ τὸν ἀσκόν· τὸ δὲ ποτὸν φιλῶ τόδε.
530
{Οδ.} μένων νυν αὐτοῦ πῖνε κεὐθύμει, Κύκλωψ.
531
{Κυ.} οὐ χρή μ' ἀδελφοῖς τοῦδε προσδοῦναι ποτοῦ;
532
{Οδ.} ἔχων γὰρ αὐτὸς τιμιώτερος φανῆι.
533
{Κυ.} διδοὺς δὲ τοῖς φίλοισι χρησιμώτερος.
534
{Οδ.} πυγμὰς ὁ κῶμος λοίδορόν τ' ἔριν φιλεῖ.
535
{Κυ.} μεθύω μέν, ἔμπας δ' οὔτις ἂν ψαύσειέ μου.
536
{Οδ.} ὦ τᾶν, πεπωκότ' ἐν δόμοισι χρὴ μένειν.
537
{Κυ.} ἠλίθιος ὅστις μὴ πιὼν κῶμον φιλεῖ.
538
{Οδ.} ὃς δ' ἂν μεθυσθείς γ' ἐν δόμοις μείνηι σοφός.
539
{Κυ.} τί δρῶμεν, ὦ Σιληνέ; σοὶ μένειν δοκεῖ;
540
{Σι.} δοκεῖ· τί γὰρ δεῖ συμποτῶν ἄλλων, Κύκλωψ;
541
{Οδ.} καὶ μὴν λαχνῶδές γ' οὖδας ἀνθηρᾶς χλόης.
542
{Σι.} καὶ πρός γε θάλπος ἡλίου πίνειν καλόν.
543
κλίθητί νύν μοι πλευρὰ θεὶς ἐπὶ χθονός.
544
{Κυ.} ἰδού.
545
τί δῆτα τὸν κρατῆρ' ὄπισθ' ἐμοῦ τίθης;
546
{Σι.} ὡς μὴ παριών τις καταβάληι. {Κυ.} πίνειν μὲν οὖν
547
κλέπτων σὺ βούληι· κάτθες αὐτὸν ἐς μέσον.
548
σὺ δ', ὦ ξέν', εἰπὲ τοὔνομ' ὅτι σε χρὴ καλεῖν.
549
{Οδ.} Οὖτιν· χάριν δὲ τίνα λαβών ς' ἐπαινέσω;
550
{Κυ.} πάντων ς' ἑταίρων ὕστερον θοινάσομαι.
551
{Σι.} καλόν γε τὸ γέρας τῶι ξένωι δίδως, Κύκλωψ.
552
{Κυ.} οὗτος, τί δρᾶις; τὸν οἶνον ἐκπίνεις λάθραι;
553
{Σι.} οὔκ, ἀλλ' ἔμ' οὗτος ἔκυσεν ὅτι καλὸν βλέπω.
554
{Κυ.} κλαύσηι, φιλῶν τὸν οἶνον οὐ φιλοῦντα σέ.
555
{Σι.} οὐ μὰ Δί', ἐπεί μού φης' ἐρᾶν ὄντος καλοῦ.
556
{Κυ.} ἔγχει, πλέων δὲ τὸν σκύφον δίδου μόνον.
557
{Σι.} πῶς οὖν κέκραται; φέρε διασκεψώμεθα.
558
{Κυ.} ἀπολεῖς· δὸς οὕτως. {Σι.} οὐ μὰ δί', οὐ πρὶν ἄν γέ σε
559
στέφανον ἴδω λαβόντα γεύσωμαί τ' ἔτι.
560
{Κυ.} οἱνοχόος ἄδικος. {Σι.} 〈οὐ〉 μὰ δί', ἀλλ' οἷνος γλυκύς.
561
ἀπομακτέον δέ σοὐστὶν ὡς λήψηι πιεῖν.
562
{Κυ.} ἰδού, καθαρὸν τὸ χεῖλος αἱ τρίχες τέ μου.
563
{Σι.} θές νυν τὸν ἀγκῶν' εὐρύθμως κἆιτ' ἔκπιε,
564
ὥσπερ μ' ὁρᾶις πίνοντα χὤσπερ οὐκ ἐμέ.
565
{Κυ.} ἆ ἆ, τί δράσεις; {Σι.} ἡδέως ἠμύστισα.
566
{Κυ.} λάβ', ὦ ξέν', αὐτὸς οἰνοχόος τέ μοι γενοῦ.
567
{Οδ.} γιγνώσκεται γοῦν ἅμπελος τἠμῆι χερί.
568
{Κυ.} φέρ' ἔγχεόν νυν. {Οδ.} ἐγχέω, σίγα μόνον.
569
{Κυ.} χαλεπὸν τόδ' εἶπας, ὅστις ἂν πίνηι πολύν.
570
{Οδ.} ἰδού, λαβὼν ἔκπιθι καὶ μηδὲν λίπηις·
571
συνεκθανεῖν δὲ σπῶντα χρὴ τῶι πώματι.
572
{Κυ.} παπαῖ, σοφόν γε τὸ ξύλον τῆς ἀμπέλου.
573
{Οδ.} κἂν μὲν σπάσηις γε δαιτὶ πρὸς πολλῆι πολύν,
574
τέγξας ἄδιψον νηδύν, εἰς ὕπνον βαλεῖ,
575
ἢν δ' ἐλλίπηις τι, ξηρανεῖ ς' ὁ Βάκχιος.
576
{Κυ.} ἰοὺ ἰού·
577
ὡς ἐξένευσα μόγις· ἄκρατος ἡ χάρις.
578
ὁ δ' οὐρανός μοι συμμεμειγμένος δοκεῖ
579
τῆι γῆι φέρεσθαι, τοῦ Διός τε τὸν θρόνον
580
λεύσσω τὸ πᾶν τε δαιμόνων ἁγνὸν σέβας.
581
οὐκ ἂν φιλήσαιμ'; αἱ Χάριτες πειρῶσί με.
582
ἅλις· Γανυμήδη τόνδ' ἔχων ἀναπαύσομαι
583
κάλλιον ἢ τὰς Χάριτας. ἥδομαι δέ πως
584
τοῖς παιδικοῖσι μᾶλλον ἢ τοῖς θήλεσιν.
585
{Σι.} ἐγὼ γὰρ ὁ Διός εἰμι Γανυμήδης, Κύκλωψ;
586
{Κυ.} ναὶ μὰ Δί', ὃν ἁρπάζω γ' ἐγὼ 'κ τῆς Δαρδάνου.
587
{Σι.} ἀπόλωλα, παῖδες· σχέτλια πείσομαι κακά.
588
{Κυ.} μέμφηι τὸν ἐραστὴν κἀντρυφᾶις πεπωκότι;
589
{Σι.} οἴμοι· πικρότατον οἶνον ὄψομαι τάχα.
590
{Οδ.} ἄγε δή, Διονύσου παῖδες, εὐγενῆ τέκνα,
591
ἔνδον μὲν ἁνήρ· τῶι δ' ὕπνωι παρειμένος
592
τάχ' ἐξ ἀναιδοῦς φάρυγος ὠθήσει κρέα.
593
δαλὸς δ' ἔσωθεν αὐλίων †ὠθεῖ† καπνὸν
594
παρευτρέπισται, κοὐδὲν ἄλλο πλὴν πυροῦν
595
Κύκλωπος ὄψιν· ἀλλ' ὅπως ἀνὴρ ἔσηι.
596
{Χο.} πέτρας τὸ λῆμα κἀδάμαντος ἕξομεν.
597
χώρει δ' ἐς οἴκους πρίν τι τὸν πατέρα παθεῖν
598
ἀπάλαμνον· ὥς σοι τἀνθάδ' ἐστὶν εὐτρεπῆ.
599
{Οδ.} Ἥφαιστ', ἄναξ Αἰτναῖε, γείτονος κακοῦ
600
λαμπρὸν πυρώσας ὄμμ' ἀπαλλάχθηθ' ἅπαξ,
601
σύ τ', ὦ μελαίνης Νυκτὸς ἐκπαίδευμ', Ὕπνε,
602
ἄκρατος ἐλθὲ θηρὶ τῶι θεοστυγεῖ,
603
καὶ μὴ 'πὶ καλλίστοισι Τρωϊκοῖς πόνοις
604
αὐτόν τε ναύτας τ' ἀπολέσητ' Ὀδυσσέα
605
ὑπ' ἀνδρὸς ὧι θεῶν οὐδὲν ἢ βροτῶν μέλει.
606
ἢ τὴν τύχην μὲν δαίμον' ἡγεῖσθαι χρεών,
607
τὰ δαιμόνων δὲ τῆς τύχης ἐλάσσονα.
608
{Χο.} λήψεται τὸν τράχηλον
609
ἐντόνως ὁ καρκίνος
610
τοῦ ξενοδαιτυμόνος· πυρὶ γὰρ τάχα
611
φωσφόρους ὀλεῖ κόρας.
612
ἤδη δαλὸς ἠνθρακωμένος
615
κρύπτεται ἐς σποδιάν, δρυὸς ἄσπετον
616
ἔρνος. ἀλλ' ἴτω Μάρων, πρασσέτω,
617
μαινομένου 'ξελέτω βλέφαρον
618
Κύκλωπος, ὡς πίηι κακῶς.
620
κἀγὼ τὸν φιλοκισσοφόρον Βρόμιον
621
ποθεινὸν εἰσιδεῖν θέλω,
622
Κύκλωπος λιπὼν ἐρημίαν·
623
ἆρ' ἐς τοσόνδ' ἀφίξομαι;
624
{Οδ.} σιγᾶτε πρὸς θεῶν, θῆρες, ἡσυχάζετε,
625
συνθέντες ἄρθρα στόματος· οὐδὲ πνεῖν ἐῶ,
626
οὐ σκαρδαμύσσειν οὐδὲ χρέμπτεσθαί τινα,
627
ὡς μὴ 'ξεγερθῆι τὸ κακόν, ἔστ' ἂν ὄμματος
628
ὄψις Κύκλωπος ἐξαμιλληθῆι πυρί.
629
{Χο.} σιγῶμεν ἐγκάψαντες αἰθέρα γνάθοις.
630
{Οδ.} ἄγε νυν ὅπως ἅψεσθε τοῦ δαλοῦ χεροῖν
631
ἔσω μολόντες· διάπυρος δ' ἐστὶν καλῶς.
632
{Χο.} οὔκουν σὺ τάξεις οὕστινας πρώτους χρεὼν
633
καυτὸν μοχλὸν λαβόντας ἐκκαίειν τὸ φῶς
634
Κύκλωπος, ὡς ἂν τῆς τύχης κοινώμεθα;
635
{Χο.α} ἡμεῖς μέν ἐσμεν μακροτέρω πρὸ τῶν θυρῶν
636
ἑστῶτες ὠθεῖν ἐς τὸν ὀφθαλμὸν τὸ πῦρ.
637
{Χο.β} ἡμεῖς δὲ χωλοί γ' ἀρτίως γεγενήμεθα.
638
{Χο.α} ταὐτὸν πεπόνθατ' ἆρ' ἐμοί· τοὺς γὰρ πόδας
639
ἑστῶτες ἐσπάσθημεν οὐκ οἶδ' ἐξ ὅτου.
640
{Οδ.} ἑστῶτες ἐσπάσθητε; {Χο.α} καὶ τά γ' ὄμματα
641
μέστ' ἐστὶν ἡμῖν κόνεος ἢ τέφρας ποθέν.
642
{Οδ.} ἄνδρες πονηροὶ κοὐδὲν οἵδε σύμμαχοι.
643
{Χο.} ὁτιὴ τὸ νῶτον τὴν ῥάχιν τ' οἰκτίρομεν
644
καὶ τοὺς ὀδόντας ἐκβαλεῖν οὐ βούλομαι
645
τυπτόμενος, αὕτη γίγνεται πονηρία;
646
ἀλλ' οἶδ' ἐπωιδὴν Ὀρφέως ἀγαθὴν πάνυ,
647
ὥστ' αὐτόματον τὸν δαλὸν ἐς τὸ κρανίον
648
στείχονθ' ὑφάπτειν τὸν μονῶπα παῖδα γῆς.
649
{Οδ.} πάλαι μὲν ἤιδη ς' ὄντα τοιοῦτον φύσει,
650
νῦν δ' οἶδ' ἄμεινον. τοῖσι δ' οἰκείοις φίλοις
651
χρῆσθαί μ' ἀνάγκη. χειρὶ δ' εἰ μηδὲν σθένεις,
652
ἀλλ' οὖν ἐπεγκέλευέ γ', ὡς εὐψυχίαν
653
φίλων κελευσμοῖς τοῖσι σοῖς κτησώμεθα.
654
{Χο.} δράσω τάδ'· ἐν τῶι Καρὶ κινδυνεύσομεν.
655
κελευσμάτων δ' ἕκατι τυφέσθω Κύκλωψ.
656
ἰὼ ἰώ· γενναιότατ' ὠ-
657
θεῖτε σπεύδετ', ἐκκαίετε τὰν ὀφρὺν
658
θηρὸς τοῦ ξενοδαίτα.
659
τύφετ' ὦ, καίετ' ὦ
660
τὸν Αἴτνας μηλονόμον.
661
τόρνευ' ἕλκε, μή ς' ἐξοδυνηθεὶς
662
δράσηι τι μάταιον.
663
{Κυ.} ὤμοι, κατηνθρακώμεθ' ὀφθαλμοῦ σέλας.
664
{Χο.} καλός γ' ὁ παιάν· μέλπε μοι τόνδ' αὖ, Κύκλωψ.
665
{Κυ.} ὤμοι μάλ', ὡς ὑβρίσμεθ', ὡς ὀλώλαμεν.
666
ἀλλ' οὔτι μὴ φύγητε τῆσδ' ἔξω πέτρας
667
χαίροντες, οὐδὲν ὄντες· ἐν πύλαισι γὰρ
668
σταθεὶς φάραγγος τῆσδ' ἐναρμόσω χέρας.
669
{Χο.} τί χρῆμ' ἀυτεῖς, ὦ Κύκλωψ; {Κυ.} ἀπωλόμην.
670
{Χο.} αἰσχρός γε φαίνηι. {Κυ.} κἀπὶ τοῖσδέ γ' ἄθλιος.
671
{Χο.} μεθύων κατέπεσες ἐς μέσους τοὺς ἄνθρακας;
672
{Κυ.} Οὖτίς μ' ἀπώλες'. {Χο.} οὐκ ἄρ' οὐδείς 〈ς'〉 ἠδίκει.
673
{Κυ.} Οὖτίς με τυφλοῖ βλέφαρον. {Χο.} οὐκ ἄρ' εἶ τυφλός.
674
{Κυ.} †ὣς δὴ σύ†. {Χο.} καὶ πῶς ς' οὔτις ἂν θείη τυφλόν;
675
{Κυ.} σκώπτεις. ὁ δ' Οὖτις ποῦ 'στιν; {Χο.} οὐδαμοῦ, Κύκλωψ.
676
{Κυ.} ὁ ξένος ἵν' ὀρθῶς ἐκμάθηις μ' ἀπώλεσεν,
677
ὁ μιαρός, ὅς μοι δοὺς τὸ πῶμα κατέκλυσεν.
678
{Χο.} δεινὸς γὰρ οἷνος καὶ παλαίεσθαι βαρύς.
679
{Κυ.} πρὸς θεῶν, πεφεύγας' ἢ μένους' ἔσω δόμων;
680
{Χο.} οὗτοι σιωπῆι τὴν πέτραν ἐπήλυγα
681
λαβόντες ἑστήκασι. {Κυ.} ποτέρας τῆς χερός;
682
{Χο.} ἐν δεξιᾶι σου. {Κυ.} ποῦ; {Χο.} πρὸς αὐτῆι τῆι πέτραι.
683
ἔχεις; {Κυ.} κακόν γε πρὸς κακῶι· τὸ κρανίον
684
παίσας κατέαγα. {Χο.} καί σε διαφεύγουσί γε.
685
{Κυ.} οὐ τῆιδέ πηι, τῆιδ' εἶπας; {Χο.} οὔ· ταύτηι λέγω.
686
{Κυ.} πῆι γάρ; {Χο.} περιάγου κεῖσε, πρὸς τἀριστερά.
687
{Κυ.} οἴμοι γελῶμαι· κερτομεῖτέ μ' ἐν κακοῖς.
688
{Χο.} ἀλλ' οὐκέτ', ἀλλὰ πρόσθεν οὗτός ἐστι σοῦ.
689
{Κυ.} ὦ παγκάκιστε, ποῦ ποτ' εἶ; {Οδ.} τηλοῦ σέθεν
690
φυλακαῖσι φρουρῶ σῶμ' Ὀδυσσέως τόδε.
691
{Κυ.} πῶς εἶπας; ὄνομα μεταβαλὼν καινὸν λέγεις.
692
{Οδ.} ὅπερ μ' ὁ φύσας ὠνόμαζ' Ὀδυσσέα.
693
δώσειν δ' ἔμελλες ἀνοσίου δαιτὸς δίκας·
694
καλῶς γὰρ ἂν Τροίαν γε διεπυρώσαμεν
695
εἰ μή ς' ἑταίρων φόνον ἐτιμωρησάμην.
696
{Κυ.} αἰαῖ· παλαιὸς χρησμὸς ἐκπεραίνεται·
697
τυφλὴν γὰρ ὄψιν ἐκ σέθεν σχήσειν μ' ἔφη
698
Τροίας ἀφορμηθέντος. ἀλλὰ καὶ σέ τοι
699
δίκας ὑφέξειν ἀντὶ τῶνδ' ἐθέσπισεν,
700
πολὺν θαλάσσηι χρόνον ἐναιωρούμενον.
701
{Οδ.} κλαίειν ς' ἄνωγα· καὶ δέδραχ' ὅπερ λέγω.
702
ἐγὼ δ' ἐπ' ἀκτὰς εἶμι καὶ νεὼς σκάφος
703
ἥσω 'πὶ πόντον Σικελὸν ἔς τ' ἐμὴν πάτραν.
704
{Κυ.} οὐ δῆτ', ἐπεί σε τῆσδ' ἀπορρήξας πέτρας
705
αὐτοῖσι συνναύταισι συντρίψω βαλών.
706
ἄνω δ' ἐπ' ὄχθον εἶμι, καίπερ ὢν τυφλός,
707
δι' ἀμφιτρῆτος τῆσδε προσβαίνων ποδί.
708
{Χο.} ἡμεῖς δὲ συνναῦταί γε τοῦδ' Ὀδυσσέως
709
ὄντες τὸ λοιπὸν Βακχίωι δουλεύσομεν.
{ΑΛΚΗΣΤΙΣ}{ΑΠΟΛΛΩΝ} Ὦ δώματ' Ἀδμήτει', ἐν οἷς ἔτλην ἐγὼ θῆσσαν τράπεζαν αἰνέσαι θεός περ ὤν. Ζεὺς γὰρ κατακτὰς παῖδα τὸν ἐμὸν αἴτιος Ἀσκληπιόν, στέρνοισιν ἐμβαλὼν φλόγα· οὗ δὴ χολωθεὶς τέκτονας Δίου πυρὸς κτείνω Κύκλωπας· καί με θητεύειν πατὴρ θνητῶι παρ' ἀνδρὶ τῶνδ' ἄποιν' ἠνάγκασεν. ἐλθὼν δὲ γαῖαν τήνδ' ἐβουφόρβουν ξένωι καὶ τόνδ' ἔσωιζον οἶκον ἐς τόδ' ἡμέρας. ὁσίου γὰρ ἀνδρὸς ὅσιος ὢν ἐτύγχανον παιδὸς Φέρητος, ὃν θανεῖν ἐρρυσάμην, Μοίρας δολώσας· ἤινεσαν δέ μοι θεαὶ Ἄδμητον Ἅιδην τὸν παραυτίκ' ἐκφυγεῖν, ἄλλον διαλλάξαντα τοῖς κάτω νεκρόν. πάντας δ' ἐλέγξας καὶ διεξελθὼν φίλους, [πατέρα γεραιάν θ' ἥ σφ' ἔτικτε μητέρα,] οὐχ ηὗρε πλὴν γυναικὸς ὅστις ἤθελεν θανὼν πρὸ κείνου μηκέτ' εἰσορᾶν φάος· ἣν νῦν κατ' οἴκους ἐν χεροῖν βαστάζεται ψυχορραγοῦσαν· τῆιδε γάρ σφ' ἐν ἡμέραι θανεῖν πέπρωται καὶ μεταστῆναι βίου. ἐγὼ δέ, μὴ μίασμά μ' ἐν δόμοις κίχηι, λείπω μελάθρων τῶνδε φιλτάτην στέγην. ἤδη δὲ τόνδε Θάνατον εἰσορῶ πέλας, ἱερέα θανόντων, ὅς νιν εἰς Ἅιδου δόμους μέλλει κατάξειν· συμμέτρως δ' ἀφίκετο, φρουρῶν τόδ' ἦμαρ ὧι θανεῖν αὐτὴν χρεών.{ΘΑΝΑΤΟΣ} ἆ ἆ· τί σὺ πρὸς μελάθροις; τί σὺ τῆιδε πολεῖς, Φοῖβ'; ἀδικεῖς αὖ τιμὰς ἐνέρων ἀφοριζόμενος καὶ καταπαύων; οὐκ ἤρκεσέ σοι μόρον Ἀδμήτου διακωλῦσαι, Μοίρας δολίωι σφήλαντι τέχνηι; νῦν δ' ἐπὶ τῆιδ' αὖ χέρα τοξήρη φρουρεῖς ὁπλίσας, ἣ τόδ' ὑπέστη, πόσιν ἐκλύσας' αὐτὴ προθανεῖν Πελίου παῖς;{Απ.} θάρσει· δίκην τοι καὶ λόγους κεδνοὺς ἔχω.{Θα.} τί δῆτα τόξων ἔργον, εἰ δίκην ἔχεις;{Απ.} σύνηθες αἰεὶ ταῦτα βαστάζειν ἐμοί.{Θα.} καὶ τοῖσδέ γ' οἴκοις ἐκδίκως προσωφελεῖν.{Απ.} φίλου γὰρ ἀνδρὸς συμφοραῖς βαρύνομαι.{Θα.} καὶ νοσφιεῖς με τοῦδε δευτέρου νεκροῦ;{Απ.} ἀλλ' οὐδ' ἐκεῖνον πρὸς βίαν ς' ἀφειλόμην.{Θα.} πῶς οὖν ὑπὲρ γῆς ἐστι κοὐ κάτω χθονός;{Απ.} δάμαρτ' ἀμείψας, ἣν σὺ νῦν ἥκεις μέτα.{Θα.} κἀπάξομαί γε νερτέραν ὑπὸ χθόνα.{Απ.} λαβὼν ἴθ'· οὐ γὰρ οἶδ' ἂν εἰ πείσαιμί σε.{Θα.} κτείνειν γ' ὃν ἂν χρῆι; τοῦτο γὰρ τετάγμεθα.