The Greek Library Author

Anonymous

Alcestis

Authority group
Euripides (catalogue association; authorship remains anonymous)
Edition reference
Alcestis, ed. Diggle, op. cit., vol. 1, 37–83.
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg035.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

50

{Απ.} οὔκ, ἀλλὰ τοῖς μέλλουσι θάνατον ἀμβαλεῖν.

51

{Θα.} ἔχω λόγον δὴ καὶ προθυμίαν σέθεν.

52

{Απ.} ἔστ' οὖν ὅπως Ἄλκηστις ἐς γῆρας μόλοι;

53

{Θα.} οὐκ ἔστι· τιμαῖς κἀμὲ τέρπεσθαι δόκει.

54

{Απ.} οὔτοι πλέον γ' ἂν ἢ μίαν ψυχὴν λάβοις.

55

{Θα.} νέων φθινόντων μεῖζον ἄρνυμαι γέρας.

56

{Απ.} κἂν γραῦς ὄληται, πλουσίως ταφήσεται.

57

{Θα.} πρὸς τῶν ἐχόντων, Φοῖβε, τὸν νόμον τίθης.

58

{Απ.} πῶς εἶπας; ἀλλ' ἦ καὶ σοφὸς λέληθας ὤν;

59

{Θα.} ὠνοῖντ' ἂν οἷς πάρεστι γηραιοὶ θανεῖν.

60

{Απ.} οὔκουν δοκεῖ σοι τήνδε μοι δοῦναι χάριν;

61

{Θα.} οὐ δῆτ'· ἐπίστασαι δὲ τοὺς ἐμοὺς τρόπους.

62

{Απ.} ἐχθρούς γε θνητοῖς καὶ θεοῖς στυγουμένους.

63

{Θα.} οὐκ ἂν δύναιο πάντ' ἔχειν ἃ μή σε δεῖ.

64

{Απ.} ἦ μὴν σὺ πείσηι καίπερ ὠμὸς ὢν ἄγαν·

65

τοῖος Φέρητος εἶσι πρὸς δόμους ἀνὴρ

66

Εὐρυσθέως πέμψαντος ἵππειον μετὰ

67

ὄχημα Θρήικης ἐκ τόπων δυσχειμέρων,

68

ὃς δὴ ξενωθεὶς τοῖσδ' ἐν Ἀδμήτου δόμοις

69

βίαι γυναῖκα τήνδε ς' ἐξαιρήσεται.

70

κοὔθ' ἡ παρ' ἡμῶν σοι γενήσεται χάρις

71

δράσεις θ' ὁμοίως ταῦτ' ἀπεχθήσηι τ' ἐμοί.

72

{Θα.} πόλλ' ἂν σὺ λέξας οὐδὲν ἂν πλέον λάβοις·

73

ἡ δ' οὖν γυνὴ κάτεισιν εἰς Ἅιδου δόμους.

74

στείχω δ' ἐπ' αὐτήν, ὡς κατάρξωμαι ξίφει·

75

ἱερὸς γὰρ οὗτος τῶν κατὰ χθονὸς θεῶν

76

ὅτου τόδ' ἔγχος κρατὸς ἁγνίσηι τρίχα.

77

{ΧΟΡΟΣ} τί ποθ' ἡσυχία πρόσθεν μελάθρων;

78

τί σεσίγηται δόμος Ἀδμήτου;

79

—ἀλλ' οὐδὲ φίλων πέλας 〈ἔστ'〉 οὐδείς,

80

ὅστις ἂν εἴποι πότερον φθιμένην

81

χρὴ βασίλειαν πενθεῖν ἢ ζῶς'

82

ἔτι φῶς λεύσσει Πελίου τόδε παῖς

83

Ἄλκηστις, ἐμοὶ πᾶσί τ' ἀρίστη

84

δόξασα γυνὴ

85

πόσιν εἰς αὑτῆς γεγενῆσθαι.

86

—κλύει τις ἢ στεναγμὸν ἢ

87

χειρῶν κτύπον κατὰ στέγας

88

ἢ γόον ὡς πεπραγμένων;

89

—οὐ μὰν οὐδέ τις ἀμφιπόλων

90

στατίζεται ἀμφὶ πύλας.

91

εἰ γὰρ μετακοίμιος ἄτας,

92

ὦ Παιάν, φανείης.

93

—οὔ τἂν φθιμένας γ' ἐσιώπων.

94

—†οὐ γὰρ δὴ φροῦδός γ' ἐξ οἴκων νέκυς ἤδη.†

95

—πόθεν; οὐκ αὐχῶ. τί σε θαρσύνει;

96

—πῶς ἂν ἔρημον τάφον Ἄδμητος

97

κεδνῆς ἂν ἔπραξε γυναικός;

98

—πυλῶν πάροιθε δ' οὐχ ὁρῶ

99

πηγαῖον ὡς νομίζεται

100

χέρνιβ' ἐπὶ φθιτῶν πύλαις.

101

—χαίτα τ' οὔτις ἐπὶ προθύροις

102

τομαῖος, †ἃ δὴ νεκύων

103

πένθει πίτνει, οὐδὲ νεολαία†

104

δουπεῖ χεὶρ γυναικῶν.

105

—καὶ μὴν τόδε κύριον ἦμαρ

106

—†τί τόδ' αὐδᾶις;†

107

—ὧι χρή σφε μολεῖν κατὰ γαίας.

108

—ἔθιγες ψυχᾶς, ἔθιγες δὲ φρενῶν.

109

—χρὴ τῶν ἀγαθῶν διακναιομένων

110

πενθεῖν ὅστις

111

χρηστὸς ἀπ' ἀρχῆς νενόμισται.

112

ἀλλ' οὐδὲ ναυκληρίαν

113

ἔσθ' ὅποι τις αἴας

114

στείλας, ἢ Λυκίαν

115

εἴτ' ἐπὶ τὰς ἀνύδρους

116

†Ἀμμωνιάδας ἕδρας†,

117

δυστάνου παραλύσαι

118

ψυχάν· μόρος γὰρ ἀπότομος

119

πλάθει. θεῶν δ' ἐπ' ἐσχάραν

120

οὐκέτ' ἔχω τίνα μηλοθύταν πορευθῶ.

122

μόνα δ' ἄν, εἰ φῶς τόδ' ἦν

123

ὄμμασιν δεδορκὼς

124

Φοίβου παῖς, προλιποῦς'

125

ἦλθ' ἂν ἕδρας σκοτίους

126

Ἅιδα τε πύλας·

127

δμαθέντας γὰρ ἀνίστη,

128

πρὶν αὐτὸν εἷλε διόβολον

129

πλῆκτρον πυρὸς κεραυνίου.

130-131

νῦν δὲ βίου τίν' ἔτ' ἐλπίδα προσδέχωμαι;

132

[πάντα γὰρ ἤδη †τετέλεσται βασιλεῦσιν†,

133

πάντων δὲ θεῶν ἐπὶ βωμοῖς

134

αἱμόρραντοι θυσίαι πλήρεις,

135

οὐδ' ἔστι κακῶν ἄκος οὐδέν.]

136

—ἀλλ' ἥδ' ὀπαδῶν ἐκ δόμων τις ἔρχεται

137

δακρυρροοῦσα· τίνα τύχην ἀκούσομαι;

138

πενθεῖν μέν, εἴ τι δεσπόταισι τυγχάνει,

139

συγγνωστόν· εἰ δ' ἔτ' ἐστὶν ἔμψυχος γυνὴ

140

εἴτ' οὖν ὄλωλεν εἰδέναι βουλοίμεθ' ἄν.

141

{ΘΕΡΑΠΑΙΝΑ} καὶ ζῶσαν εἰπεῖν καὶ θανοῦσαν ἔστι σοι.

142

{Χο.} καὶ πῶς ἂν αὑτὸς κατθάνοι τε καὶ βλέποι;

143

{Θε.} ἤδη προνωπής ἐστι καὶ ψυχορραγεῖ.

146

{Χο.} ἐλπὶς μὲν οὐκέτ' ἐστὶ σώιζεσθαι βίον;

147

{Θε.} πεπρωμένη γὰρ ἡμέρα βιάζεται.

148

{Χο.} οὔκουν ἐπ' αὐτῆι πράσσεται τὰ πρόσφορα;

149

{Θε.} κόσμος γ' ἕτοιμος, ὧι σφε συνθάψει πόσις.

144

{Χο.} ὦ τλῆμον, οἵας οἷος ὢν ἁμαρτάνεις.

145

{Θε.} οὔπω τόδ' οἶδε δεσπότης, πρὶν ἂν πάθηι.

150

{Χο.} ἴστω νυν εὐκλεής γε κατθανουμένη

151

γυνή τ' ἀρίστη τῶν ὑφ' ἡλίωι μακρῶι.

152

{Θε.} πῶς δ' οὐκ ἀρίστη; τίς δ' ἐναντιώσεται;

153

τί χρὴ λέγεσθαι τὴν ὑπερβεβλημένην

154

γυναῖκα; πῶς δ' ἂν μᾶλλον ἐνδείξαιτό τις

155

πόσιν προτιμῶς' ἢ θέλους' ὑπερθανεῖν;

156

καὶ ταῦτα μὲν δὴ πᾶς' ἐπίσταται πόλις·

157

ἃ δ' ἐν δόμοις ἔδρασε θαυμάσηι κλύων.

158

ἐπεὶ γὰρ ἤισθεθ' ἡμέραν τὴν κυρίαν

159

ἥκουσαν, ὕδασι ποταμίοις λευκὸν χρόα

160

ἐλούσατ', ἐκ δ' ἑλοῦσα κεδρίνων δόμων

161

ἐσθῆτα κόσμον τ' εὐπρεπῶς ἠσκήσατο,

162

καὶ στᾶσα πρόσθεν Ἑστίας κατηύξατο·

163

Δέσποιν', ἐγὼ γὰρ ἔρχομαι κατὰ χθονός,

164

πανύστατόν σε προσπίτνους' αἰτήσομαι

165

τέκν' ὀρφανεῦσαι τἀμά· καὶ τῶι μὲν φίλην

166

σύζευξον ἄλοχον, τῆι δὲ γενναῖον πόσιν·

167

μηδ' ὥσπερ αὐτῶν ἡ τεκοῦς' ἀπόλλυμαι

168

θανεῖν ἀώρους παῖδας, ἀλλ' εὐδαίμονας

169

ἐν γῆι πατρώιαι τερπνὸν ἐκπλῆσαι βίον.

170

πάντας δὲ βωμούς, οἳ κατ' Ἀδμήτου δόμους,

171

προσῆλθε κἀξέστεψε καὶ προσηύξατο,

172

πτόρθων ἀποσχίζουσα μυρσίνης φόβην,

173

ἄκλαυτος ἀστένακτος, οὐδὲ τοὐπιὸν

174

κακὸν μεθίστη χρωτὸς εὐειδῆ φύσιν.

175

κἄπειτα θάλαμον ἐσπεσοῦσα καὶ λέχος

176

ἐνταῦθα δὴ 'δάκρυσε καὶ λέγει τάδε·

177

Ὦ λέκτρον, ἔνθα παρθένει' ἔλυς' ἐγὼ

178

κορεύματ' ἐκ τοῦδ' ἀνδρός, οὗ θνήισκω πάρος,

179

χαῖρ'· οὐ γὰρ ἐχθαίρω ς'· ἀπώλεσας δέ με

180

μόνον· προδοῦναι γάρ ς' ὀκνοῦσα καὶ πόσιν

181

θνήισκω. σὲ δ' ἄλλη τις γυνὴ κεκτήσεται,

182

σώφρων μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ' ἴσως.

183

κυνεῖ δὲ προσπίτνουσα, πᾶν δὲ δέμνιον

184

ὀφθαλμοτέγκτωι δεύεται πλημμυρίδι.

185

ἐπεὶ δὲ πολλῶν δακρύων εἶχεν κόρον,

186

στείχει προνωπὴς ἐκπεσοῦσα δεμνίων,

187

καὶ πολλὰ θαλάμων ἐξιοῦς' ἐπεστράφη

188

κἄρριψεν αὑτὴν αὖθις ἐς κοίτην πάλιν.

189

παῖδες δὲ πέπλων μητρὸς ἐξηρτημένοι

190

ἔκλαιον· ἡ δὲ λαμβάνους' ἐς ἀγκάλας

191

ἠσπάζετ' ἄλλοτ' ἄλλον ὡς θανουμένη.

192

πάντες δ' ἔκλαιον οἰκέται κατὰ στέγας

193

δέσποιναν οἰκτίροντες· ἡ δὲ δεξιὰν

194

προύτειν' ἑκάστωι κοὔτις ἦν οὕτω κακὸς

195

ὃν οὐ προσεῖπε καὶ προσερρήθη πάλιν.

196

τοιαῦτ' ἐν οἴκοις ἐστὶν Ἀδμήτου κακά.

197

καὶ κατθανών τἂν ὤιχετ', ἐκφυγὼν δ' ἔχει

198

τοσοῦτον ἄλγος, οὔποθ' οὗ λελήσεται.

199

{Χο.} ἦ που στενάζει τοισίδ' Ἄδμητος κακοῖς,

200

ἐσθλῆς γυναικὸς εἰ στερηθῆναί σφε χρή;

201

{Θε.} κλαίει γ' ἄκοιτιν ἐν χεροῖν φίλην ἔχων

202

καὶ μὴ προδοῦναι λίσσεται, τἀμήχανα

203

ζητῶν· φθίνει γὰρ καὶ μαραίνεται νόσωι.

204

παρειμένη δέ, χειρὸς ἄθλιον βάρος,

205

ὅμως δέ, καίπερ σμικρόν, ἐμπνέους' ἔτι,

206

βλέψαι πρὸς αὐγὰς βούλεται τὰς ἡλίου

207

[ὡς οὔποτ' αὖθις ἀλλὰ νῦν πανύστατον

208

ἀκτῖνα κύκλον θ' ἡλίου προσόψεται].

209

ἀλλ' εἶμι καὶ σὴν ἀγγελῶ παρουσίαν·

210

οὐ γάρ τι πάντες εὖ φρονοῦσι κοιράνοις,

211

ὥστ' ἐν κακοῖσιν εὐμενεῖς παρεστάναι·

212

σὺ δ' εἶ παλαιὸς δεσπόταις ἐμοῖς φίλος.

213

{Χο.} —ἰὼ Ζεῦ, τίς ἂν πᾶι πόρος κακῶν

214

γένοιτο καὶ λύσις τύχας ἃ πάρεστι κοιράνοις;

215

—〈αἰαῖ〉· †ἔξεισί τις† ἢ τέμω τρίχα

216

καὶ μέλανα στολμὸν πέπλων

217

ἀμφιβαλώμεθ' ἤδη;

218

—δεινὰ μέν, φίλοι, δεινά γ', ἀλλ' ὅμως

219

θεοῖσιν εὐξόμεσθα·

220

θεῶν γὰρ δύναμις μεγίστα. —ὦναξ Παιάν,

221

ἔξευρε μηχανάν τιν' Ἀδμήτωι κακῶν.

222

—πόριζε δὴ πόριζε· καὶ πάρος γὰρ

223

†τοῦδ' ἐφεῦρες† καὶ νῦν

224

λυτήριος ἐκ θανάτου γενοῦ,

225

φόνιον δ' ἀπόπαυσον Ἅιδαν.

226

—παπαῖ 〈 〉 ὦ παῖ Φέρητος, οἷ' ἔπρα-

227

ξας δάμαρτος σᾶς στερείς.

228

—αἰαῖ· ἄξια καὶ σφαγᾶς τάδε

229

καὶ πλέον ἢ βρόχωι δέραν οὐρανίωι πελάσσαι.

230

—τὰν γὰρ οὐ φίλαν ἀλλὰ φιλτάταν

231

γυναῖκα κατθανοῦσαν

232

ἐν ἄματι τῶιδ' ἐπόψηι.

233

—ἰδοὺ ἰδού· ἥδ' ἐκ δόμων δὴ καὶ πόσις πορεύεται.

234

—βόασον ὦ στέναξον ὦ Φεραία

235

χθὼν τὰν ἀρίσταν

236

γυναῖκα μαραινομέναν νόσωι

237

κατὰ γᾶς χθόνιον παρ' Ἅιδαν.

238

οὔποτε φήσω γάμον εὐφραίνειν

239

πλέον ἢ λυπεῖν, τοῖς τε πάροιθεν

240

τεκμαιρόμενος καὶ τάσδε τύχας

241

λεύσσων βασιλέως, ὅστις ἀρίστης

242

ἀπλακὼν ἀλόχου τῆσδ' ἀβίωτον

243

τὸν ἔπειτα χρόνον βιοτεύσει.

244

{ΑΛΚΗΣΤΙΣ} Ἅλιε καὶ φάος ἁμέρας

245

οὐράνιαί τε δῖ- ναι νεφέλας δρομαίου.

246

{ΑΔΜΗΤΟΣ} ὁρᾶι σε κἀμέ, δύο κακῶς πεπραγότας,

247

οὐδὲν θεοὺς δράσαντας ἀνθ' ὅτου θανῆι.

248

{Αλ.} γαῖά τε καὶ μελάθρων στέγαι

249

νυμφίδιοί τε κοῖ- ται πατρίας Ἰωλκοῦ.

250

{Αδ.} ἔπαιρε σαυτήν, ὦ τάλαινα, μὴ προδῶις·

251

λίσσου δὲ τοὺς κρατοῦντας οἰκτῖραι θεούς.

252

{Αλ.} ὁρῶ δίκωπον ὁρῶ σκάφος ἐν

253

λίμναι· νεκύων δὲ πορθμεὺς

254

ἔχων χέρ' ἐπὶ κοντῶι Χάρων

255

μ' ἤδη καλεῖ· Τί μέλλεις;

256

ἐπείγου· σὺ κατείργεις. τάδε τοί με σπερχόμενος ταχύνει.

257

{Αδ.} οἴμοι· πικράν γε τήνδε μοι ναυκληρίαν

258

ἔλεξας. ὦ δύσδαιμον, οἷα πάσχομεν.

259

{Αλ.} ἄγει μ' ἄγει τις, ἄγει μέ τις (οὐχ

260

ὁρᾶις;) νεκύων ἐς αὐλάν,

261

ὑπ' ὀφρύσι κυαναυγέσι

262

βλέπων πτερωτὸς Ἅιδας.

263

τί ῥέξεις; ἄφες. οἵαν ὁδὸν ἁ δει- λαιοτάτα προβαίνω.

264

{Αδ.} οἰκτρὰν φίλοισιν, ἐκ δὲ τῶν μάλιστ' ἐμοὶ

265

καὶ παισίν, οἷς δὴ πένθος ἐν κοινῶι τόδε.

266

{Αλ.} μέθετε μέθετέ μ' ἤδη·

267

κλίνατ', οὐ σθένω ποσίν.

268

πλησίον Ἅιδας, σκοτία

269

δ' ἐπ' ὄσσοισι νὺξ ἐφέρπει.

270

τέκνα τέκν', οὐκέτι δὴ

271

οὐκέτι μάτηρ σφῶιν ἔστιν.

272

χαίροντες, ὦ τέκνα, τόδε φάος ὁρῶιτον.

273

{Αδ.} οἴμοι· τόδ' ἔπος λυπρὸν ἀκούειν

274

καὶ παντὸς ἐμοὶ θανάτου μεῖζον.

275

μὴ πρός 〈σε〉 θεῶν τλῆις με προδοῦναι,

276

μὴ πρὸς παίδων οὓς ὀρφανιεῖς, ἀλλ' ἄνα, τόλμα.

277

σοῦ γὰρ φθιμένης οὐκέτ' ἂν εἴην,

278

ἐν σοὶ δ' ἐσμὲν καὶ ζῆν καὶ μή·

279

σὴν γὰρ φιλίαν σεβόμεσθα.

280

{Αλ.} Ἄδμηθ', ὁρᾶις γὰρ τἀμὰ πράγμαθ' ὡς ἔχει,

281

λέξαι θέλω σοι πρὶν θανεῖν ἃ βούλομαι.

282

ἐγώ σε πρεσβεύουσα κἀντὶ τῆς ἐμῆς

283

ψυχῆς καταστήσασα φῶς τόδ' εἰσορᾶν

284

θνήισκω, παρόν μοι μὴ θανεῖν, ὑπὲρ σέθεν,

285

ἀλλ' ἄνδρα τε σχεῖν Θεσσαλῶν ὃν ἤθελον

286

καὶ δῶμα ναίειν ὄλβιον τυραννίδι.

287

οὐκ ἠθέλησα ζῆν ἀποσπασθεῖσα σοῦ

288

σὺν παισὶν ὀρφανοῖσιν, οὐδ' ἐφεισάμην

289

ἥβης, ἔχους' ἐν οἷς ἐτερπόμην ἐγώ.

290

καίτοι ς' ὁ φύσας χἠ τεκοῦσα προύδοσαν,

291

καλῶς μὲν αὐτοῖς κατθανεῖν ἧκον βίου,

292

καλῶς δὲ σῶσαι παῖδα κεὐκλεῶς θανεῖν.

293

μόνος γὰρ αὐτοῖς ἦσθα, κοὔτις ἐλπὶς ἦν

294

σοῦ κατθανόντος ἄλλα φιτύσειν τέκνα.

295

κἀγώ τ' ἂν ἔζων καὶ σὺ τὸν λοιπὸν χρόνον,

296

κοὐκ ἂν μονωθεὶς σῆς δάμαρτος ἔστενες

297

καὶ παῖδας ὠρφάνευες. ἀλλὰ ταῦτα μὲν

298

θεῶν τις ἐξέπραξεν ὥσθ' οὕτως ἔχειν.

299

εἶἑν· σύ νύν μοι τῶνδ' ἀπόμνησαι χάριν·

300

αἰτήσομαι γάρ ς' ἀξίαν μὲν οὔποτε

301

(ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον),

302

δίκαια δ', ὡς φήσεις σύ· τούσδε γὰρ φιλεῖς

303

οὐχ ἧσσον ἢ 'γὼ παῖδας, εἴπερ εὖ φρονεῖς.

304

τούτους ἀνάσχου δεσπότας ἐμῶν δόμων

305

καὶ μὴ 'πιγήμηις τοῖσδε μητρυιὰν τέκνοις,

306

ἥτις κακίων οὖς' ἐμοῦ γυνὴ φθόνωι

307

τοῖς σοῖσι κἀμοῖς παισὶ χεῖρα προσβαλεῖ.

308

μὴ δῆτα δράσηις ταῦτά γ', αἰτοῦμαί ς' ἐγώ·

309

ἐχθρὰ γὰρ ἡ 'πιοῦσα μητρυιὰ τέκνοις

310

τοῖς πρόσθ', ἐχίδνης οὐδὲν ἠπιωτέρα.

311

καὶ παῖς μὲν ἄρσην πατέρ' ἔχει πύργον μέγαν

312

[ὃν καὶ προσεῖπε καὶ προσερρήθη πάλιν]·

313

σὺ δ', ὦ τέκνον μοι, πῶς κορευθήσηι καλῶς;

314

ποίας τυχοῦσα συζύγου τῶι σῶι πατρί;

315

μή σοί τιν' αἰσχρὰν προσβαλοῦσα κληδόνα

316

ἥβης ἐν ἀκμῆι σοὺς διαφθείρηι γάμους.

317

οὐ γάρ σε μήτηρ οὔτε νυμφεύσει ποτὲ

318

οὔτ' ἐν τόκοισι σοῖσι θαρσυνεῖ, τέκνον,

319

παροῦς', ἵν' οὐδὲν μητρὸς εὐμενέστερον.

320

δεῖ γὰρ θανεῖν με· καὶ τόδ' οὐκ ἐς αὔριον

321

οὐδ' ἐς τρίτην μοι †μηνὸς† ἔρχεται κακόν,

322

ἀλλ' αὐτίκ' ἐν τοῖς οὐκέτ' οὖσι λέξομαι.

323

χαίροντες εὐφραίνοισθε· καὶ σοὶ μέν, πόσι,

324

γυναῖκ' ἀρίστην ἔστι κομπάσαι λαβεῖν,

325

ὑμῖν δέ, παῖδες, μητρὸς ἐκπεφυκέναι.

326

{Χο.} θάρσει· πρὸ τούτου γὰρ λέγειν οὐχ ἅζομαι·

327

δράσει τάδ', εἴπερ μὴ φρενῶν ἁμαρτάνει.

328

{Αδ.} ἔσται τάδ', ἔσται, μὴ τρέσηις· ἐπεί ς' ἐγὼ

329

καὶ ζῶσαν εἶχον καὶ θανοῦς' ἐμὴ γυνὴ

330

μόνη κεκλήσηι, κοὔτις ἀντὶ σοῦ ποτε

331

τόνδ' ἄνδρα νύμφη Θεσσαλὶς προσφθέγξεται.

332

οὐκ ἔστιν οὕτως οὔτε πατρὸς εὐγενοῦς

333

οὔτ' εἶδος ἄλλως ἐκπρεπεστάτη γυνή.

334

ἅλις δὲ παίδων· τῶνδ' ὄνησιν εὔχομαι

335

θεοῖς γενέσθαι· σοῦ γὰρ οὐκ ὠνήμεθα.

336

οἴσω δὲ πένθος οὐκ ἐτήσιον τὸ σὸν

337

ἀλλ' ἔστ' ἂν αἰὼν οὑμὸς ἀντέχηι, γύναι,

338

στυγῶν μὲν ἥ μ' ἔτικτεν, ἐχθαίρων δ' ἐμὸν

339

πατέρα· λόγωι γὰρ ἦσαν οὐκ ἔργωι φίλοι.

340

σὺ δ' ἀντιδοῦσα τῆς ἐμῆς τὰ φίλτατα

341

ψυχῆς ἔσωσας. ἆρά μοι στένειν πάρα

342

τοιᾶσδ' ἁμαρτάνοντι συζύγου σέθεν;

343

παύσω δὲ κώμους συμποτῶν θ' ὁμιλίας

344

στεφάνους τε μοῦσάν θ' ἣ κατεῖχ' ἐμοὺς δόμους.

345

οὐ γάρ ποτ' οὔτ' ἂν βαρβίτου θίγοιμ' ἔτι

346

οὔτ' ἂν φρέν' ἐξάραιμι πρὸς Λίβυν λακεῖν

347

αὐλόν· σὺ γάρ μου τέρψιν ἐξείλου βίου.

348

σοφῆι δὲ χειρὶ τεκτόνων δέμας τὸ σὸν

349

εἰκασθὲν ἐν λέκτροισιν ἐκταθήσεται,

350

ὧι προσπεσοῦμαι καὶ περιπτύσσων χέρας

351

ὄνομα καλῶν σὸν τὴν φίλην ἐν ἀγκάλαις

352

δόξω γυναῖκα καίπερ οὐκ ἔχων ἔχειν·

353

ψυχρὰν μέν, οἶμαι, τέρψιν, ἀλλ' ὅμως βάρος

354

ψυχῆς ἀπαντλοίην ἄν. ἐν δ' ὀνείρασιν

355

φοιτῶσά μ' εὐφραίνοις ἄν· ἡδὺ γὰρ φίλους

356

κἀν νυκτὶ λεύσσειν, ὅντιν' ἂν παρῆι χρόνον.

357

εἰ δ' Ὀρφέως μοι γλῶσσα καὶ μέλος παρῆν,

358

ὥστ' ἢ κόρην Δήμητρος ἢ κείνης πόσιν

359

ὕμνοισι κηλήσαντά ς' ἐξ Ἅιδου λαβεῖν,

360

κατῆλθον ἄν, καί μ' οὔθ' ὁ Πλούτωνος κύων

361

οὔθ' οὑπὶ κώπηι ψυχοπομπὸς ἂν Χάρων

362

ἔσχ' ἄν, πρὶν ἐς φῶς σὸν καταστῆσαι βίον.

363

ἀλλ' οὖν ἐκεῖσε προσδόκα μ', ὅταν θάνω,

364

καὶ δῶμ' ἑτοίμαζ', ὡς συνοικήσουσά μοι.

365

ἐν ταῖσιν αὐταῖς γάρ μ' ἐπισκήψω κέδροις

366

σοὶ τούσδε θεῖναι πλευρά τ' ἐκτεῖναι πέλας

367

πλευροῖσι τοῖς σοῖς· μηδὲ γὰρ θανών ποτε

368

σοῦ χωρὶς εἴην τῆς μόνης πιστῆς ἐμοί.

369

{Χο.} καὶ μὴν ἐγώ σοι πένθος ὡς φίλος φίλωι

370

λυπρὸν συνοίσω τῆσδε· καὶ γὰρ ἀξία.

371

{Αλ.} ὦ παῖδες, αὐτοὶ δὴ τάδ' εἰσηκούσατε

372

πατρὸς λέγοντος μὴ γαμεῖν ἄλλην ποτὲ

373

γυναῖκ' ἐφ' ὑμῖν μηδ' ἀτιμάσειν ἐμέ.

374

{Αδ.} καὶ νῦν γέ φημι καὶ τελευτήσω τάδε.

375

{Αλ.} ἐπὶ τοῖσδε παῖδας χειρὸς ἐξ ἐμῆς δέχου.

376

{Αδ.} δέχομαι, φίλον γε δῶρον ἐκ φίλης χερός.

377

{Αλ.} σύ νυν γενοῦ τοῖσδ' ἀντ' ἐμοῦ μήτηρ τέκνοις.

378

{Αδ.} πολλή μ' ἀνάγκη, σοῦ γ' ἀπεστερημένοις.

379

{Αλ.} ὦ τέκν', ὅτε ζῆν χρῆν μ', ἀπέρχομαι κάτω.

380

{Αδ.} οἴμοι, τί δράσω δῆτα σοῦ μονούμενος;

381

{Αλ.} χρόνος μαλάξει ς'· οὐδέν ἐσθ' ὁ κατθανών.

382

{Αδ.} ἄγου με σὺν σοί, πρὸς θεῶν, ἄγου κάτω.

383

{Αλ.} ἀρκοῦμεν ἡμεῖς οἱ προθνήισκοντες σέθεν.

384

{Αδ.} ὦ δαῖμον, οἵας συζύγου μ' ἀποστερεῖς.

385

{Αλ.} καὶ μὴν σκοτεινὸν ὄμμα μου βαρύνεται.

386

{Αδ.} ἀπωλόμην ἄρ', εἴ με δὴ λείψεις, γύναι.

387

{Αλ.} ὡς οὐκέτ' οὖσαν οὐδὲν ἂν λέγοις ἐμέ.

388

{Αδ.} ὄρθου πρόσωπον, μὴ λίπηις παῖδας σέθεν.

389

{Αλ.} οὐ δῆθ' ἑκοῦσά γ'· ἀλλὰ χαίρετ', ὦ τέκνα.

390

{Αδ.} βλέψον πρὸς αὐτούς, βλέψον. {Αλ.} οὐδέν εἰμ' ἔτι.

391

{Αδ.} τί δρᾶις; προλείπεις; {Αλ.} χαῖρ'. {Αδ.} ἀπωλόμην τάλας.

392

{Χο.} βέβηκεν, οὐκέτ' ἔστιν Ἀδμήτου γυνή.

393

{ΠΑΙΣ} ἰώ μοι τύχας. μαῖα δὴ κάτω

394

βέβακεν, οὐκέτ' ἔστιν, ὦ

395

πάτερ, ὑφ' ἁλίωι,

396-397

προλιποῦσα δ' ἐμὸν βίον ὠρφάνισεν τλάμων.

398

†ἴδε γὰρ ἴδε βλέφαρον καὶ†

399

παρατόνους χέρας.

400

ὑπάκουσον ἄκουσον, ὦ μᾶτερ, ἀντιάζω.

401

ἐγώ ς' ἐγώ, μᾶτερ,

402

†καλοῦμαι ὁ σὸς ποτὶ σοῖσι πίτ-

403

νων† στόμασιν νεοσσός.

404

{Αδ.} τὴν οὐ κλύουσαν οὐδ' ὁρῶσαν· ὥστ' ἐγὼ

405

καὶ σφὼ βαρείαι συμφορᾶι πεπλήγμεθα.

406

{Πα.} νέος ἐγώ, πάτερ, λείπομαι φίλας

407

μονόστολός τε ματρός· ὦ

408

σχέτλια δὴ παθὼν

409-410

ἐγὼ ἔργ', ἃ σὺ σύγκασί μοι συνέτλας κούρα.

post 410

411

〉 ὦ πάτερ,

412

ἀνόνατ' ἀνόνατ' ἐνύμφευσας οὐδὲ γήρως

413

ἔβας τέλος σὺν τᾶιδ'·

414

ἔφθιτο γὰρ πάρος· οἰχομένας δὲ σοῦ,

415

μᾶτερ, ὄλωλεν οἶκος.

416

{Χο.} Ἄδμητ', ἀνάγκη τάσδε συμφορὰς φέρειν·

417

οὐ γάρ τι πρῶτος οὐδὲ λοίσθιος βροτῶν

418

γυναικὸς ἐσθλῆς ἤμπλακες· γίγνωσκε δὲ

419

ὡς πᾶσιν ἡμῖν κατθανεῖν ὀφείλεται.

420

{Αδ.} ἐπίσταμαί τοι, κοὐκ ἄφνω κακὸν τόδε

421

προσέπτατ'· εἰδὼς δ' αὔτ' ἐτειρόμην πάλαι.

422

ἀλλ', ἐκφορὰν γὰρ τοῦδε θήσομαι νεκροῦ,

423

πάρεστε καὶ μένοντες ἀντηχήσατε

424

παιᾶνα τῶι κάτωθεν ἄσπονδον θεῶι.

425

πᾶσιν δὲ Θεσσαλοῖσιν ὧν ἐγὼ κρατῶ

426

πένθους γυναικὸς τῆσδε κοινοῦσθαι λέγω

427

κουρᾶι ξυρήκει καὶ μελαμπέπλωι στολῆι·

428

τέθριππά θ' οἳ ζεύγνυσθε καὶ μονάμπυκας

429

πώλους, σιδήρωι τέμνετ' αὐχένων φόβην.

430

αὐλῶν δὲ μὴ κατ' ἄστυ, μὴ λύρας κτύπος

431

ἔστω σελήνας δώδεκ' ἐκπληρουμένας.

432

οὐ γάρ τιν' ἄλλον φίλτερον θάψω νεκρὸν

433

τοῦδ' οὐδ' ἀμείνον' εἰς ἔμ'· ἀξία δέ μοι

434

τιμῆς, ἐπεὶ τέθνηκεν ἀντ' ἐμοῦ μόνη.

435

{Χο.} ὦ Πελίου θύγατερ,

436

χαίρουσά μοι εἰν Ἀίδα δόμοισιν

437

τὸν ἀνάλιον οἶκον οἰκετεύοις.

438

ἴστω δ' Ἀίδας ὁ μελαγχαί-

439

τας θεὸς ὅς τ' ἐπὶ κώπαι

440

πηδαλίωι τε γέρων

441

νεκροπομπὸς ἵζει

442

πολὺ δὴ πολὺ δὴ γυναῖκ' ἀρίσταν

443

λίμναν Ἀχεροντίαν πορεύ-

444

σας ἐλάται δικώπωι.

445

πολλά σε μουσοπόλοι

446

μέλψουσι καθ' ἑπτάτονόν τ' ὀρείαν

447

χέλυν ἔν τ' ἀλύροις κλέοντες ὕμνοις,

448

Σπάρται κυκλὰς ἁνίκα Καρνεί-

449

ου περινίσεται ὥρα

450

μηνός, ἀειρομένας

451

παννύχου σελάνας,

452

λιπαραῖσί τ' ἐν ὀλβίαις Ἀθάναις.

453

τοίαν ἔλιπες θανοῦσα μολ-

454

πὰν μελέων ἀοιδοῖς.

455

εἴθ' ἐπ' ἐμοὶ μὲν εἴη,

456

δυναίμαν δέ σε πέμψαι

457

φάος ἐξ Ἀίδα τεράμνων

458

καὶ Κωκυτοῖο ῥεέθρων

459

ποταμίαι νερτέραι τε κώπαι.

460

σὺ γάρ, ὦ μόνα ὦ φίλα γυναικῶν,

461

σὺ τὸν αὑτᾶς ἔτλας 〈ἔτλας〉 πόσιν ἀντὶ σᾶς ἀμεῖψαι

462

ψυχᾶς ἐξ Ἅιδα. κούφα σοι

463

χθὼν ἐπάνωθε πέσοι, γύναι. εἰ δέ τι

464

καινὸν ἕλοιτο πόσις λέχος, ἦ μάλ' ἂν

465

ἔμοιγ' ἂν εἴη στυγη- θεὶς τέκνοις τε τοῖς σοῖς.

466

ματέρος οὐ θελούσας

467

πρὸ παιδὸς χθονὶ κρύψαι

468

δέμας οὐδὲ πατρὸς γεραιοῦ

post 468

〈 〉

post 469

ὃν ἔτεκον δ', οὐκ ἔτλαν ῥύεσθαι,

post 46:

σχετλίω, πολιὰν ἔχοντε χαίταν.

post 46;

σὺ δ' ἐν ἥβαι

471

νέαι νέου προθανοῦσα φωτὸς οἴχηι.

472

τοιαύτας εἴη μοι κῦρσαι

473

συνδυάδος φιλίας ἀλόχου· τὸ γὰρ

474

ἐν βιότωι σπάνιον μέρος· ἦ γὰρ ἂν

475

ἔμοιγ' ἄλυπος δι' αἰ- ῶνος ἂν ξυνείη.

476

{ΗΡΑΚΛΗΣ} ξένοι, Φεραίας τῆσδε κωμῆται χθονός,

477

Ἄδμητον ἐν δόμοισιν ἆρα κιγχάνω;

478

{Χο.} ἔστ' ἐν δόμοισι παῖς Φέρητος, Ἡράκλεις.

479

ἀλλ' εἰπὲ χρεία τίς σε Θεσσαλῶν χθόνα

480

πέμπει, Φεραῖον ἄστυ προσβῆναι τόδε.

481

{Ηρ.} Τιρυνθίωι πράσσω τιν' Εὐρυσθεῖ πόνον.

482

{Χο.} καὶ ποῖ πορεύηι; τῶι συνέζευξαι πλάνωι;

483

{Ηρ.} Θρηικὸς τέτρωρον ἅρμα Διομήδους μέτα.

484

{Χο.} πῶς οὖν δυνήσηι; μῶν ἄπειρος εἶ ξένου;

485

{Ηρ.} ἄπειρος· οὔπω Βιστόνων ἦλθον χθόνα.

486

{Χο.} οὐκ ἔστιν ἵππων δεσπόσαι ς' ἄνευ μάχης.

487

{Ηρ.} ἀλλ' οὐδ' ἀπειπεῖν μὴν πόνους οἷόν τ' ἐμοί.

488

{Χο.} κτανὼν ἄρ' ἥξεις ἢ θανὼν αὐτοῦ μενεῖς.

489

{Ηρ.} οὐ τόνδ' ἀγῶνα πρῶτον ἂν δράμοιμ' ἐγώ.

490

{Χο.} τί δ' ἂν κρατήσας δεσπότην πλέον λάβοις;

491

{Ηρ.} πώλους ἀπάξω κοιράνωι Τιρυνθίωι.

492

{Χο.} οὐκ εὐμαρὲς χαλινὸν ἐμβαλεῖν γνάθοις.

493

{Ηρ.} εἰ μή γε πῦρ πνέουσι μυκτήρων ἄπο.

494

{Χο.} ἀλλ' ἄνδρας ἀρταμοῦσι λαιψηραῖς γνάθοις.

495

{Ηρ.} θηρῶν ὀρείων χόρτον, οὐχ ἵππων, λέγεις.

496

{Χο.} φάτνας ἴδοις ἂν αἵμασιν πεφυρμένας.

497

{Ηρ.} τίνος δ' ὁ θρέψας παῖς πατρὸς κομπάζεται;

498

{Χο.} Ἄρεος, ζαχρύσου Θρηικίας πέλτης ἄναξ.

499

{Ηρ.} καὶ τόνδε τοὐμοῦ δαίμονος πόνον λέγεις

500

(σκληρὸς γὰρ αἰεὶ καὶ πρὸς αἶπος ἔρχεται),

501

εἰ χρή με παισὶν οἷς Ἄρης ἐγείνατο

502

μάχην συνάψαι, πρῶτα μὲν Λυκάονι

503

αὖθις δὲ Κύκνωι, τόνδε δ' ἔρχομαι τρίτον

504

ἀγῶνα πώλοις δεσπότηι τε συμβαλῶν.

505

ἀλλ' οὔτις ἔστιν ὃς τὸν Ἀλκμήνης γόνον

506

τρέσαντα χεῖρα πολεμίαν ποτ' ὄψεται.

507

{Χο.} καὶ μὴν ὅδ' αὐτὸς τῆσδε κοίρανος χθονὸς

508

Ἄδμητος ἔξω δωμάτων πορεύεται.

509

{Αδ.} χαῖρ', ὦ Διὸς παῖ Περσέως τ' ἀφ' αἵματος.

510

{Ηρ.} Ἄδμητε, καὶ σὺ χαῖρε, Θεσσαλῶν ἄναξ.

511

{Αδ.} θέλοιμ' ἄν· εὔνουν δ' ὄντα ς' ἐξεπίσταμαι.

512

{Ηρ.} τί χρῆμα κουρᾶι τῆιδε πενθίμωι πρέπεις;

513

{Αδ.} θάπτειν τιν' ἐν τῆιδ' ἡμέραι μέλλω νεκρόν.

514

{Ηρ.} ἀπ' οὖν τέκνων σῶν πημονὴν εἴργοι θεός.

515

{Αδ.} ζῶσιν κατ' οἴκους παῖδες οὓς ἔφυς' ἐγώ.

516

{Ηρ.} πατήρ γε μὴν ὡραῖος, εἴπερ οἴχεται.

517

{Αδ.} κἀκεῖνος ἔστι χἠ τεκοῦσά μ', Ἡράκλεις.

518

{Ηρ.} οὐ μὴν γυνή γ' ὄλωλεν Ἄλκηστις σέθεν;

519

{Αδ.} διπλοῦς ἐπ' αὐτῆι μῦθος ἔστι μοι λέγειν.

520

{Ηρ.} πότερα θανούσης εἶπας ἢ ζώσης ἔτι;

521

{Αδ.} ἔστιν τε κοὐκέτ' ἔστιν, ἀλγύνει δέ με.

522

{Ηρ.} οὐδέν τι μᾶλλον οἶδ'· ἄσημα γὰρ λέγεις.

523

{Αδ.} οὐκ οἶσθα μοίρας ἧς τυχεῖν αὐτὴν χρεών;

524

{Ηρ.} οἶδ', ἀντὶ σοῦ γε κατθανεῖν ὑφειμένην.

525

{Αδ.} πῶς οὖν ἔτ' ἔστιν, εἴπερ ἤινεσεν τάδε;

526

{Ηρ.} ἆ, μὴ πρόκλαι' ἄκοιτιν, ἐς τότ' ἀμβαλοῦ.

527

{Αδ.} τέθνηχ' ὁ μέλλων κἀνθάδ' ὢν οὐκ ἔστ' ἔτι.

528

{Ηρ.} χωρὶς τό τ' εἶναι καὶ τὸ μὴ νομίζεται.

529

{Αδ.} σὺ τῆιδε κρίνεις, Ἡράκλεις, κείνηι δ' ἐγώ.

530

{Ηρ.} τί δῆτα κλαίεις; τίς φίλων ὁ κατθανών;

531

{Αδ.} γυνή· γυναικὸς ἀρτίως μεμνήμεθα.

532

{Ηρ.} ὀθνεῖος ἢ σοὶ συγγενὴς γεγῶσά τις;

533

{Αδ.} ὀθνεῖος, ἄλλως δ' ἦν ἀναγκαία δόμοις.

534

{Ηρ.} πῶς οὖν ἐν οἴκοις σοῖσιν ὤλεσεν βίον;

535

{Αδ.} πατρὸς θανόντος ἐνθάδ' ὠρφανεύετο.

536

{Ηρ.} φεῦ. εἴθ' ηὕρομέν ς', Ἄδμητε, μὴ λυπούμενον.

537

{Αδ.} ὡς δὴ τί δράσων τόνδ' ὑπορράπτεις λόγον;

538

{Ηρ.} ξένων πρὸς ἄλλων ἑστίαν πορεύσομαι.

539

{Αδ.} οὐκ ἔστιν, ὦναξ· μὴ τοσόνδ' ἔλθοι κακόν.

540

{Ηρ.} λυπουμένοις ὀχληρός, εἰ μόλοι, ξένος.

541

{Αδ.} τεθνᾶσιν οἱ θανόντες· ἀλλ' ἴθ' ἐς δόμους.

542

{Ηρ.} αἰσχρόν 〈γε〉 παρὰ κλαίουσι θοινᾶσθαι ξένους.

543

{Αδ.} χωρὶς ξενῶνές εἰσιν οἷ ς' ἐσάξομεν.

544

{Ηρ.} μέθες με καί σοι μυρίαν ἕξω χάριν.

545

{Αδ.} οὐκ ἔστιν ἄλλου ς' ἀνδρὸς ἑστίαν μολεῖν.

546

ἡγοῦ σὺ τῶιδε δωμάτων ἐξωπίους

547

ξενῶνας οἴξας τοῖς τ' ἐφεστῶσιν φράσον

548

σίτων παρεῖναι πλῆθος, εὖ δὲ κλήισατε

549

θύρας μεταύλους· οὐ πρέπει θοινωμένους

550

κλύειν στεναγμῶν οὐδὲ λυπεῖσθαι ξένους.

551

{Χο.} τί δρᾶις; τοσαύτης συμφορᾶς προσκειμένης,

552

Ἄδμητε, τολμᾶις ξενοδοκεῖν; τί μῶρος εἶ;

553

{Αδ.} ἀλλ' εἰ δόμων σφε καὶ πόλεως ἀπήλασα

554

ξένον μολόντα, μᾶλλον ἄν μ' ἐπήινεσας;

555

οὐ δῆτ', ἐπεί μοι συμφορὰ μὲν οὐδὲν ἂν

556

μείων ἐγίγνετ', ἀξενώτερος δ' ἐγώ.

557

καὶ πρὸς κακοῖσιν ἄλλο τοῦτ' ἂν ἦν κακόν,

558

δόμους καλεῖσθαι τοὺς ἐμοὺς ἐχθροξένους.

559

αὐτὸς δ' ἀρίστου τοῦδε τυγχάνω ξένου,

560

ὅταν ποτ' Ἄργους διψίαν ἔλθω χθόνα.

561

{Χο.} πῶς οὖν ἔκρυπτες τὸν παρόντα δαίμονα,

562

φίλου μολόντος ἀνδρὸς ὡς αὐτὸς λέγεις;

563

{Αδ.} οὐκ ἄν ποτ' ἠθέλησεν εἰσελθεῖν δόμους,

564

εἰ τῶν ἐμῶν τι πημάτων ἐγνώρισεν.

565

καὶ τῶι μέν, οἶμαι, δρῶν τάδ' οὐ φρονεῖν δοκῶ

566

οὐδ' αἰνέσει με· τἀμὰ δ' οὐκ ἐπίσταται

567

μέλαθρ' ἀπωθεῖν οὐδ' ἀτιμάζειν ξένους.

568

{Χο.} ὦ πολύξεινος καὶ ἐλευθέρου ἀνδρὸς ἀεί ποτ'

569

οἶκος,

570

σέ τοι καὶ ὁ Πύθιος εὐλύρας Ἀπόλλων

571

ἠξίωσε ναίειν,

573

ἔτλα δὲ σοῖσι μηλονόμας

574

ἐν νομοῖς γενέσθαι,

575

δοχμιᾶν διὰ κλειτύων

576

βοσκήμασι σοῖσι συρίζων

577

ποιμνίτας ὑμεναίους.

578

σὺν δ' ἐποιμαίνοντο χαρᾶι μελέων βαλιαί τε

579

λύγκες,

580

ἔβα δὲ λιποῦς' Ὄθρυος νάπαν λεόντων

581

ἁ δαφοινὸς ἴλα·

583

χόρευσε δ' ἀμφὶ σὰν κιθάραν,

584

Φοῖβε, ποικιλόθριξ

585

νεβρὸς ὑψικόμων πέραν

586

βαίνους' ἐλατᾶν σφυρῶι κούφωι,

587

χαίρους' εὔφρονι μολπᾶι.

588

τοιγὰρ πολυμηλοτάταν

589

ἑστίαν οἰκεῖ παρὰ καλλίναον

590

Βοιβίαν λίμναν. ἀρότοις δὲ γυᾶν

591

καὶ πεδίων δαπέδοις ὅρον ἀμφὶ μὲν

592

ἀελίου κνεφαίαν

593

ἱππόστασιν †αἰθέρα τὰν† Μολοσ-

594

σῶν 〈 〉 τίθεται,

595

πόντιον δ' Αἰγαῖον ἐπ' ἀκτὰν

596

ἀλίμενον Πηλίου κρατύνει.

597

καὶ νῦν δόμον ἀμπετάσας

598

δέξατο ξεῖνον νοτερῶι βλεφάρωι,

599

τᾶς φίλας κλαίων ἀλόχου νέκυν ἐν

600

δώμασιν ἀρτιθανῆ· τὸ γὰρ εὐγενὲς

601

ἐκφέρεται πρὸς αἰδῶ.

602

ἐν τοῖς ἀγαθοῖσι δὲ πάντ' ἔνε-

603

στιν· σοφίας ἄγαμαι.

604

πρὸς δ' ἐμᾶι ψυχᾶι θράσος ἧσται

605

θεοσεβῆ φῶτα κεδνὰ πράξειν.

606

{Αδ.} ἀνδρῶν Φεραίων εὐμενὴς παρουσία,

607

νέκυν μὲν ἤδη πάντ' ἔχοντα πρόσπολοι

608

φέρουσιν ἄρδην πρὸς τάφον τε καὶ πυράν·

609

ὑμεῖς δὲ τὴν θανοῦσαν, ὡς νομίζεται,

610

προσείπατ' ἐξιοῦσαν ὑστάτην ὁδόν.

611

{Χο.} καὶ μὴν ὁρῶ σὸν πατέρα γηραιῶι ποδὶ

612

στείχοντ', ὀπαδούς τ' ἐν χεροῖν δάμαρτι σῆι

613

κόσμον φέροντας, νερτέρων ἀγάλματα.

614

{ΦΕΡΗΣ} ἥκω κακοῖσι σοῖσι συγκάμνων, τέκνον·

615

ἐσθλῆς γάρ, οὐδεὶς ἀντερεῖ, καὶ σώφρονος

616

γυναικὸς ἡμάρτηκας. ἀλλὰ ταῦτα μὲν

617

φέρειν ἀνάγκη καίπερ ὄντα δύσφορα.

618

δέχου δὲ κόσμον τόνδε καὶ κατὰ χθονὸς

619

ἴτω. τὸ ταύτης σῶμα τιμᾶσθαι χρεών,

620

ἥτις γε τῆς σῆς προύθανε ψυχῆς, τέκνον,

621

καί μ' οὐκ ἄπαιδ' ἔθηκεν οὐδ' εἴασε σοῦ

622

στερέντα γήραι πενθίμωι καταφθίνειν,

623

πάσαις δ' ἔθηκεν εὐκλεέστερον βίον

624

γυναιξίν, ἔργον τλᾶσα γενναῖον τόδε.

625

ὦ τόνδε μὲν σώσας', ἀναστήσασα δὲ

626

ἡμᾶς πίτνοντας, χαῖρε, κἀν Ἅιδου δόμοις

627

εὖ σοι γένοιτο. φημὶ τοιούτους γάμους

628

λύειν βροτοῖσιν, ἢ γαμεῖν οὐκ ἄξιον.

629

{Αδ.} οὔτ' ἦλθες ἐς τόνδ' ἐξ ἐμοῦ κληθεὶς τάφον

630

οὔτ' ἐν φίλοισι σὴν παρουσίαν λέγω.

631

κόσμον δὲ τὸν σὸν οὔποθ' ἥδ' ἐνδύσεται·

632

οὐ γάρ τι τῶν σῶν ἐνδεὴς ταφήσεται.

633

τότε ξυναλγεῖν χρῆν ς' ὅτ' ὠλλύμην ἐγώ·

634

σὺ δ' ἐκποδὼν στὰς καὶ παρεὶς ἄλλωι θανεῖν

635

νέωι γέρων ὢν τόνδ' ἀποιμώξηι νεκρόν;

636

οὐκ ἦσθ' ἄρ' ὀρθῶς τοῦδε σώματος πατήρ,

637

οὐδ' ἡ τεκεῖν φάσκουσα καὶ κεκλημένη

638

μήτηρ μ' ἔτικτε, δουλίου δ' ἀφ' αἵματος

639

μαστῶι γυναικὸς σῆς ὑπεβλήθην λάθραι.

640

ἔδειξας εἰς ἔλεγχον ἐξελθὼν ὃς εἶ,

641

καί μ' οὐ νομίζω παῖδα σὸν πεφυκέναι.

642

ἦ τἄρα πάντων διαπρέπεις ἀψυχίαι,

643

ὃς τηλικόσδ' ὢν κἀπὶ τέρμ' ἥκων βίου

644

οὐκ ἠθέλησας οὐδ' ἐτόλμησας θανεῖν

645

τοῦ σοῦ πρὸ παιδός, ἀλλὰ τήνδ' εἰάσατε

646

γυναῖκ' ὀθνείαν, ἣν ἐγὼ καὶ μητέρα

647

καὶ πατέρ' ἂν ἐνδίκως ἂν ἡγοίμην μόνην.

648

καίτοι καλόν γ' ἂν τόνδ' ἀγῶν' ἠγωνίσω

649

τοῦ σοῦ πρὸ παιδὸς κατθανών, βραχὺς δέ σοι

650

πάντως ὁ λοιπὸς ἦν βιώσιμος χρόνος.

651

[κἀγώ τ' ἂν ἔζων χἤδε τὸν λοιπὸν χρόνον,

652

κοὐκ ἂν μονωθεὶς ἔστενον κακοῖς ἐμοῖς.]

653

καὶ μὴν ὅς' ἄνδρα χρὴ παθεῖν εὐδαίμονα

654

πέπονθας· ἥβησας μὲν ἐν τυραννίδι,

655

παῖς δ' ἦν ἐγώ σοι τῶνδε διάδοχος δόμων,

656

ὥστ' οὐκ ἄτεκνος κατθανὼν ἄλλοις δόμον

657

λείψειν ἔμελλες ὀρφανὸν διαρπάσαι.

658

οὐ μὴν ἐρεῖς γέ μ' ὡς ἀτιμάζοντα σὸν

659

γῆρας θανεῖν προύδωκας, ὅστις αἰδόφρων

660

πρὸς ς' ἦ μάλιστα· κἀντὶ τῶνδέ μοι χάριν

661

τοιάνδε καὶ σὺ χἠ τεκοῦς' ἠλλαξάτην.

662

τοιγὰρ φυτεύων παῖδας οὐκέτ' ἂν φθάνοις,

663

οἳ γηροβοσκήσουσι καὶ θανόντα σε

664

περιστελοῦσι καὶ προθήσονται νεκρόν.

665

οὐ γάρ ς' ἔγωγε τῆιδ' ἐμῆι θάψω χερί·

666

τέθνηκα γὰρ δὴ τοὐπὶ ς'. εἰ δ' ἄλλου τυχὼν

667

σωτῆρος αὐγὰς εἰσορῶ, κείνου λέγω

668

καὶ παῖδά μ' εἶναι καὶ φίλον γηροτρόφον.

669

μάτην ἄρ' οἱ γέροντες εὔχονται θανεῖν,

670

γῆρας ψέγοντες καὶ μακρὸν χρόνον βίου·

671

ἢν δ' ἐγγὺς ἔλθηι θάνατος, οὐδεὶς βούλεται

672

θνήισκειν, τὸ γῆρας δ' οὐκέτ' ἔστ' αὐτοῖς βαρύ.

673

{Χο.} παύσασθ', ἅλις γὰρ ἡ παροῦσα συμφορά·

674

ὦ παῖ, πατρὸς δὲ μὴ παροξύνηις φρένας.

675

{Φε.} ὦ παῖ, τίν' αὐχεῖς, πότερα Λυδὸν ἢ Φρύγα

676

κακοῖς ἐλαύνειν ἀργυρώνητον σέθεν;

677

οὐκ οἶσθα Θεσσαλόν με κἀπὸ Θεσσαλοῦ

678

πατρὸς γεγῶτα γνησίως ἐλεύθερον;

679

ἄγαν ὑβρίζεις καὶ νεανίας λόγους

680

ῥίπτων ἐς ἡμᾶς οὐ βαλὼν οὕτως ἄπει.

681

ἐγὼ δέ ς' οἴκων δεσπότην ἐγεινάμην

682

κἄθρεψ', ὀφείλω δ' οὐχ ὑπερθνήισκειν σέθεν·

683

οὐ γὰρ πατρῶιον τόνδ' ἐδεξάμην νόμον,

684

παίδων προθνήισκειν πατέρας, οὐδ' Ἑλληνικόν.

685

σαυτῶι γὰρ εἴτε δυστυχὴς εἴτ' εὐτυχὴς

686

ἔφυς· ἃ δ' ἡμῶν χρῆν σε τυγχάνειν ἔχεις.

687

πολλῶν μὲν ἄρχεις, πολυπλέθρους δέ σοι γύας

688

λείψω· πατρὸς γὰρ ταὔτ' ἐδεξάμην πάρα.

689

τί δῆτά ς' ἠδίκηκα; τοῦ ς' ἀποστερῶ;

690

μὴ θνῆισχ' ὑπὲρ τοῦδ' ἀνδρός, οὐδ' ἐγὼ πρὸ σοῦ.

691

χαίρεις ὁρῶν φῶς· πατέρα δ' οὐ χαίρειν δοκεῖς;

692

ἦ μὴν πολύν γε τὸν κάτω λογίζομαι

693

χρόνον, τὸ δὲ ζῆν σμικρὸν ἀλλ' ὅμως γλυκύ.

694

σὺ γοῦν ἀναιδῶς διεμάχου τὸ μὴ θανεῖν

695

καὶ ζῆις παρελθὼν τὴν πεπρωμένην τύχην,

696

ταύτην κατακτάς· εἶτ' ἐμὴν ἀψυχίαν

697

λέγεις, γυναικός, ὦ κάκισθ', ἡσσημένος,

698

ἣ τοῦ καλοῦ σοῦ προύθανεν νεανίου;

699

σοφῶς δ' ἐφηῦρες ὥστε μὴ θανεῖν ποτε,

700

εἰ τὴν παροῦσαν κατθανεῖν πείσεις ἀεὶ

701

γυναῖχ' ὑπὲρ σοῦ· κἆιτ' ὀνειδίζεις φίλοις

702

τοῖς μὴ θέλουσι δρᾶν τάδ', αὐτὸς ὢν κακός;

703

σίγα· νόμιζε δ', εἰ σὺ τὴν σαυτοῦ φιλεῖς

704

ψυχήν, φιλεῖν ἅπαντας· εἰ δ' ἡμᾶς κακῶς

705

ἐρεῖς, ἀκούσηι πολλὰ κοὐ ψευδῆ κακά.

706

{Χο.} πλείω λέλεκται νῦν τε καὶ τὸ πρὶν κακά·

707

παῦσαι δέ, πρέσβυ, παῖδα σὸν κακορροθῶν.

708

{Αδ.} λέγ', ὡς ἐμοῦ λέξαντος· εἰ δ' ἀλγεῖς κλύων

709

τἀληθές, οὐ χρῆν ς' εἰς ἔμ' ἐξαμαρτάνειν.

710

{Φε.} σοῦ δ' ἂν προθνήισκων μᾶλλον ἐξημάρτανον.

711

{Αδ.} ταὐτὸν γὰρ ἡβῶντ' ἄνδρα καὶ πρέσβυν θανεῖν;

712

{Φε.} ψυχῆι μιᾶι ζῆν, οὐ δυοῖν, ὀφείλομεν.

713

{Αδ.} καὶ μὴν Διός γε μείζονα ζώηις χρόνον.

714

{Φε.} ἀρᾶι γονεῦσιν οὐδὲν ἔκδικον παθών;

715

{Αδ.} μακροῦ βίου γὰρ ἠισθόμην ἐρῶντά σε.

716

{Φε.} ἀλλ' οὐ σὺ νεκρὸν ἀντὶ σοῦ τόνδ' ἐκφέρεις;

717

{Αδ.} σημεῖα τῆς σῆς γ', ὦ κάκιστ', ἀψυχίας.

718

{Φε.} οὔτοι πρὸς ἡμῶν γ' ὤλετ'· οὐκ ἐρεῖς τόδε.

719

{Αδ.} φεῦ· εἴθ' ἀνδρὸς ἔλθοις τοῦδέ γ' ἐς χρείαν ποτέ.

720

{Φε.} μνήστευε πολλάς, ὡς θάνωσι πλείονες.

721

{Αδ.} σοὶ τοῦτ' ὄνειδος· οὐ γὰρ ἤθελες θανεῖν.

722

{Φε.} φίλον τὸ φέγγος τοῦτο τοῦ θεοῦ, φίλον.

723

{Αδ.} κακὸν τὸ λῆμα κοὐκ ἐν ἀνδράσιν τὸ σόν.

724

{Φε.} οὐκ ἐγγελᾶις γέροντα βαστάζων νεκρόν.

725

{Αδ.} θανῆι γε μέντοι δυσκλεής, ὅταν θάνηις.

726

{Φε.} κακῶς ἀκούειν οὐ μέλει θανόντι μοι.

727

{Αδ.} φεῦ φεῦ· τὸ γῆρας ὡς ἀναιδείας πλέων.

728

{Φε.} ἥδ' οὐκ ἀναιδής· τήνδ' ἐφηῦρες ἄφρονα.

729

{Αδ.} ἄπελθε κἀμὲ τόνδ' ἔα θάψαι νεκρόν.

730

{Φε.} ἄπειμι· θάψεις δ' αὐτὸς ὢν αὐτῆς φονεύς,

731

δίκας δὲ δώσεις σοῖσι κηδεσταῖς ἔτι·

732

ἦ τἄρ' Ἄκαστος οὐκέτ' ἔστ' ἐν ἀνδράσιν,

733

εἰ μή ς' ἀδελφῆς αἷμα τιμωρήσεται.

734

{Αδ.} ἔρρων νυν αὐτὸς χἠ ξυνοικήσασά σοι,

735

ἄπαιδε παιδὸς ὄντος, ὥσπερ ἄξιοι,

736

γηράσκετ'· οὐ γὰρ τῶιδ' ἔτ' ἐς ταὐτὸν στέγος

737

νεῖσθ'· εἰ δ' ἀπειπεῖν χρῆν με κηρύκων ὕπο

738

τὴν σὴν πατρώιαν ἑστίαν, ἀπεῖπον ἄν.

739

ἡμεῖς δέ, τοὐν ποσὶν γὰρ οἰστέον κακόν.

740

στείχωμεν, ὡς ἂν ἐν πυρᾶι θῶμεν νεκρόν.

741

{Χο.} ἰὼ ἰώ. σχετλία τόλμης,

742

ὦ γενναία καὶ μέγ' ἀρίστη,

743

χαῖρε· πρόφρων σε χθόνιός θ' Ἑρμῆς

744

Ἅιδης τε δέχοιτ'. εἰ δέ τι κἀκεῖ

745

πλέον ἔστ' ἀγαθοῖς, τούτων μετέχους'

746

Ἅιδου νύμφηι παρεδρεύοις.

747

{ΘΕΡΑΠΩΝ} πολλοὺς μὲν ἤδη κἀπὸ παντοίας χθονὸς

748

ξένους μολόντας οἶδ' ἐς Ἀδμήτου δόμους,

749

οἷς δεῖπνα προύθηκ'· ἀλλὰ τοῦδ' οὔπω ξένου

750

κακίον' ἐς τήνδ' ἑστίαν ἐδεξάμην.

751

ὃς πρῶτα μὲν πενθοῦντα δεσπότην ὁρῶν

752

ἐσῆλθε κἀτόλμης' ἀμείψασθαι πύλας.

753

ἔπειτα δ' οὔτι σωφρόνως ἐδέξατο

754

τὰ προστυχόντα ξένια, συμφορὰν μαθών,

755

ἀλλ', εἴ τι μὴ φέροιμεν, ὤτρυνεν φέρειν.

756

ποτῆρα δ' †ἐν χείρεσσι† κίσσινον λαβὼν

757

πίνει μελαίνης μητρὸς εὔζωρον μέθυ,

758

ἕως ἐθέρμην' αὐτὸν ἀμφιβᾶσα φλὸξ

759

οἴνου. στέφει δὲ κρᾶτα μυρσίνης κλάδοις,

760

ἄμους' ὑλακτῶν· δισσὰ δ' ἦν μέλη κλύειν·

761

ὁ μὲν γὰρ ἦιδε, τῶν ἐν Ἀδμήτου κακῶν

762

οὐδὲν προτιμῶν, οἰκέται δ' ἐκλαίομεν

763

δέσποιναν, ὄμμα δ' οὐκ ἐδείκνυμεν ξένωι

764

τέγγοντες· Ἄδμητος γὰρ ὧδ' ἐφίετο.

765

καὶ νῦν ἐγὼ μὲν ἐν δόμοισιν ἑστιῶ

766

ξένον, πανοῦργον κλῶπα καὶ ληιστήν τινα,

767

ἡ δ' ἐκ δόμων βέβηκεν, οὐδ' ἐφεσπόμην

768

οὐδ' ἐξέτεινα χεῖρ' ἀποιμώζων ἐμὴν

769

δέσποιναν, ἣ 'μοὶ πᾶσί τ' οἰκέταισιν ἦν

770

μήτηρ· κακῶν γὰρ μυρίων ἐρρύετο,

771

ὀργὰς μαλάσσους' ἀνδρός. ἆρα τὸν ξένον

772

στυγῶ δικαίως, ἐν κακοῖς ἀφιγμένον;

773

{Ηρ.} οὗτος, τί σεμνὸν καὶ πεφροντικὸς βλέπεις;

774

οὐ χρὴ σκυθρωπὸν τοῖς ξένοις τὸν πρόσπολον

775

εἶναι, δέχεσθαι δ' εὐπροσηγόρωι φρενί.

776

σὺ δ' ἄνδρ' ἑταῖρον δεσπότου παρόνθ' ὁρῶν

777

στυγνῶι προσώπωι καὶ συνωφρυωμένωι

778

δέχηι, θυραίου πήματος σπουδὴν ἔχων.

779

δεῦρ' ἔλθ', ὅπως ἂν καὶ σοφώτερος γένηι.

780

τὰ θνητὰ πράγματ' †οἶδας† ἣν ἔχει φύσιν;

781

οἶμαι μὲν οὔ· πόθεν γάρ; ἀλλ' ἄκουέ μου.

782

βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται,

783

κοὐκ ἔστι θνητῶν ὅστις ἐξεπίσταται

784

τὴν αὔριον μέλλουσαν εἰ βιώσεται·

785

τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται,

786

κἄστ' οὐ διδακτὸν οὐδ' ἁλίσκεται τέχνηι.

787

ταῦτ' οὖν ἀκούσας καὶ μαθὼν ἐμοῦ πάρα

788

εὔφραινε σαυτόν, πῖνε, τὸν καθ' ἡμέραν

789

βίον λογίζου σόν, τὰ δ' ἄλλα τῆς τύχης.

790

τίμα δὲ καὶ τὴν πλεῖστον ἡδίστην θεῶν

791

Κύπριν βροτοῖσιν· εὐμενὴς γὰρ ἡ θεός.

792

τὰ δ' ἄλλ' ἔασον πάντα καὶ πιθοῦ λόγοις

793

ἐμοῖσιν, εἴπερ ὀρθά σοι δοκῶ λέγειν.

794

οἶμαι μέν. οὔκουν τὴν ἄγαν λύπην ἀφεὶς

795

πίηι μεθ' ἡμῶν [τάσδ' ὑπερβαλὼν τύχας,

796

στεφάνοις πυκασθείς]; καὶ σάφ' οἶδ' ὁθούνεκα

797

τοῦ νῦν σκυθρωποῦ καὶ ξυνεστῶτος φρενῶν

798

μεθορμιεῖ σε πίτυλος ἐμπεσὼν σκύφου.

799

ὄντας δὲ θνητοὺς θνητὰ καὶ φρονεῖν χρεών·

800

ὡς τοῖς γε σεμνοῖς καὶ συνωφρυωμένοις

801

ἅπασίν ἐστιν, ὥς γ' ἐμοὶ χρῆσθαι κριτῆι,

802

οὐ βίος ἀληθῶς ὁ βίος ἀλλὰ συμφορά.

803

{Θε.} ἐπιστάμεσθα ταῦτα· νῦν δὲ πράσσομεν

804

οὐχ οἷα κώμου καὶ γέλωτος ἄξια.

805

{Ηρ.} γυνὴ θυραῖος ἡ θανοῦσα· μὴ λίαν

806

πένθει· δόμων γὰρ ζῶσι τῶνδε δεσπόται.

807

{Θε.} τί ζῶσιν; οὐ κάτοισθα τἀν δόμοις κακά;

808

{Ηρ.} εἰ μή τι σός με δεσπότης ἐψεύσατο.

809

{Θε.} ἄγαν ἐκεῖνός ἐστ' ἄγαν φιλόξενος.

810

{Ηρ.} οὐ χρῆν μ' ὀθνείου γ' οὕνεκ' εὖ πάσχειν νεκροῦ;

811

{Θε.} ἦ κάρτα μέντοι καὶ λίαν ὀθνεῖος ἦν.

812

{Ηρ.} μῶν ξυμφοράν τιν' οὖσαν οὐκ ἔφραζέ μοι;

813

{Θε.} χαίρων ἴθ'· ἡμῖν δεσποτῶν μέλει κακά.

814

{Ηρ.} ὅδ' οὐ θυραίων πημάτων ἄρχει λόγος.

815

{Θε.} οὐ γάρ τι κωμάζοντ' ἂν ἠχθόμην ς' ὁρῶν.

816

{Ηρ.} ἀλλ' ἦ πέπονθα δείν' ὑπὸ ξένων ἐμῶν;

817

{Θε.} οὐκ ἦλθες ἐν δέοντι δέξασθαι δόμοις.

818

[πένθος γὰρ ἡμῖν ἐστι· καὶ κουρὰν βλέπεις

819

μελαμπέπλους στολμούς τε. {Ηρ.} τίς δ' ὁ κατθανών;]

820

{〈Ηρ.〉} μῶν ἢ τέκνων τι φροῦδον ἢ γέρων πατήρ;

821

{Θε.} γυνὴ μὲν οὖν ὄλωλεν Ἀδμήτου, ξένε.

822

{Ηρ.} τί φήις; ἔπειτα δῆτά μ' ἐξενίζετε;

823

{Θε.} ἠιδεῖτο γάρ σε τῶνδ' ἀπώσασθαι δόμων.

824

{Ηρ.} ὦ σχέτλι', οἵας ἤμπλακες ξυναόρου.

825

{Θε.} ἀπωλόμεσθα πάντες, οὐ κείνη μόνη.

826

{Ηρ.} ἀλλ' ἠισθόμην μὲν ὄμμ' ἰδὼν δακρυρροοῦν

827

κουράν τε καὶ πρόσωπον· ἀλλ' ἔπειθέ με

828

λέγων θυραῖον κῆδος ἐς τάφον φέρειν.

829

βίαι δὲ θυμοῦ τάσδ' ὑπερβαλὼν πύλας

830

ἔπινον ἀνδρὸς ἐν φιλοξένου δόμοις,

831

πράσσοντος οὕτω. κἆιτα κωμάζω κάρα

832

στεφάνοις πυκασθείς; ἀλλὰ σοῦ τὸ μὴ φράσαι,

833

κακοῦ τοσούτου δώμασιν προσκειμένου.

834

ποῦ καί σφε θάπτει; ποῖ νιν εὑρήσω μολών;

835

{Θε.} ὀρθὴν παρ' οἶμον ἣ 'πὶ Λαρίσαν φέρει

836

τύμβον κατόψηι ξεστὸν ἐκ προαστίου.

837

{Ηρ.} ὦ πολλὰ τλᾶσα καρδία καὶ χεὶρ ἐμή,

838

νῦν δεῖξον οἷον παῖδά ς' ἡ Τιρυνθία

839

ἐγείνατ' Ἠλεκτρύωνος Ἀλκμήνη Διί.

840

δεῖ γάρ με σῶσαι τὴν θανοῦσαν ἀρτίως

841

γυναῖκα κἀς τόνδ' αὖθις ἱδρῦσαι δόμον

842

Ἄλκηστιν Ἀδμήτωι θ' ὑπουργῆσαι χάριν.

843

ἐλθὼν δ' ἄνακτα τὸν μελάμπτερον νεκρῶν

844

Θάνατον φυλάξω, καί νιν εὑρήσειν δοκῶ

845

πίνοντα τύμβου πλησίον προσφαγμάτων.

846

κἄνπερ λοχαίας αὐτὸν ἐξ ἕδρας συθεὶς

847

μάρψω, κύκλον γε περιβαλὼν χεροῖν ἐμαῖν,

848

οὐκ ἔστιν ὅστις αὐτὸν ἐξαιρήσεται

849

μογοῦντα πλευρά, πρὶν γυναῖκ' ἐμοὶ μεθῆι.

850

ἢν δ' οὖν ἁμάρτω τῆσδ' ἄγρας καὶ μὴ μόληι

851

πρὸς αἱματηρὸν πελανόν, εἶμι τῶν κάτω

852

Κόρης ἄνακτός τ' εἰς ἀνηλίους δόμους,

853

αἰτήσομαί τε καὶ πέποιθ' ἄξειν ἄνω

854

Ἄλκηστιν, ὥστε χερσὶν ἐνθεῖναι ξένου,

855

ὅς μ' ἐς δόμους ἐδέξατ' οὐδ' ἀπήλασεν,

856

καίπερ βαρείαι συμφορᾶι πεπληγμένος,

857

ἔκρυπτε δ' ὢν γενναῖος, αἰδεσθεὶς ἐμέ.

858

τίς τοῦδε μᾶλλον Θεσσαλῶν φιλόξενος,

859

τίς Ἑλλάδ' οἰκῶν; τοιγὰρ οὐκ ἐρεῖ κακὸν

860

εὐεργετῆσαι φῶτα γενναῖος γεγώς.

861

{Αδ.} ἰώ, στυγναὶ πρόσοδοι, στυγναὶ δ' ὄψεις χήρων μελάθρων.

862

ἰώ μοί μοι, αἰαῖ 〈αἰαῖ〉.

863

ποῖ βῶ; ποῖ στῶ; τί λέγω; τί δὲ μή;

864

πῶς ἂν ὀλοίμην;

865

ἦ βαρυδαίμονα μήτηρ μ' ἔτεκεν.

866

ζηλῶ φθιμένους, κείνων ἔραμαι,

867

κεῖν' ἐπιθυμῶ δώματα ναίειν.

868

οὔτε γὰρ αὐγὰς χαίρω προσορῶν

869

οὔτ' ἐπὶ γαίας πόδα πεζεύων·

870

τοῖον ὅμηρόν μ' ἀποσυλήσας

871

Ἅιδηι Θάνατος παρέδωκεν.

872

{Χο.} πρόβα πρόβα, βᾶθι κεῦθος οἴκων.{Αδ.} αἰαῖ.

873

{Χο.} πέπονθας ἄξι' αἰαγμάτων.{Αδ.} ἒ ἔ.

874

{Χο.} δι' ὀδύνας ἔβας, σάφ' οἶδα.{Αδ.} φεῦ φεῦ.

875

{Χο.} τὰν νέρθε δ' οὐδὲν ὠφελεῖς ...{Αδ.} ἰώ μοί μοι.

876

{Χο.} τὸ μήποτ' εἰσιδεῖν φιλίας ἀλόχου

877

πρόσωπόν ς' ἔσαντα λυπρόν.

878

{Αδ.} ἔμνησας ὅ μου φρένας ἥλκωσεν·

879

τί γὰρ ἀνδρὶ κακὸν μεῖζον ἁμαρτεῖν

880

πιστῆς ἀλόχου; μήποτε γήμας

881

ὤφελον οἰκεῖν μετὰ τῆσδε δόμους.

882

ζηλῶ δ' ἀγάμους ἀτέκνους τε βροτῶν·

883

μία γὰρ ψυχή, τῆς ὑπεραλγεῖν

884

μέτριον ἄχθος.

885

παίδων δὲ νόσους καὶ νυμφιδίους

886

εὐνὰς θανάτοις κεραϊζομένας

887

οὐ τλητὸν ὁρᾶν, ἐξὸν ἀτέκνους

888

ἀγάμους τ' εἶναι διὰ παντός.

889

{Χο.} τύχα τύχα δυσπάλαιστος ἥκει.{Αδ.} αἰαῖ.

890

{Χο.} πέρας δέ γ' οὐδὲν ἀλγέων τίθης.{Αδ.} ἒ ἔ.

891

{Χο.} βαρέα μὲν φέρειν, ὅμως δὲ ...{Αδ.} φεῦ φεῦ.

892

{Χο.} τλᾶθ'· οὐ σὺ πρῶτος ὤλεσας ...{Αδ.} ἰώ μοί μοι.

893

{Χο.} γυναῖκα· συμφορὰ δ' ἑτέρους ἑτέρα

894

πιέζει φανεῖσα θνατῶν.

895

{Αδ.} ὦ μακρὰ πένθη λῦπαί τε φίλων

896

τῶν ὑπὸ γαίας.

897

τί μ' ἐκώλυσας ῥῖψαι τύμβου

898

τάφρον ἐς κοίλην καὶ μετ' ἐκείνης

899

τῆς μέγ' ἀρίστης κεῖσθαι φθίμενον;

900

δύο δ' ἀντὶ μιᾶς Ἅιδης ψυχὰς

901

τὰς πιστοτάτας σὺν ἂν ἔσχεν, ὁμοῦ

902

χθονίαν λίμνην διαβάντε.

903

{Χο.} ἐμοί τις ἦν

904

ἐν γένει, ὧι κόρος ἀξιόθρη-

905

νος ὤλετ' ἐν δόμοισιν

906

μονόπαις· ἀλλ' ἔμπας

907

ἔφερε κακὸν ἅλις, ἄτεκνος ὤν,

909

πολιὰς ἐπὶ χαίτας

910

ἤδη προπετὴς ὢν

911

βιότου τε πόρσω.

912

{Αδ.} ὦ σχῆμα δόμων, πῶς εἰσέλθω,

913

πῶς δ' οἰκήσω, μεταπίπτοντος

914

δαίμονος; οἴμοι. πολὺ γὰρ τὸ μέσον·

915

τότε μὲν πεύκαις σὺν Πηλιάσιν

916

σύν θ' ὑμεναίοις ἔστειχον ἔσω

917

φιλίας ἀλόχου χέρα βαστάζων,

918

πολυάχητος δ' εἵπετο κῶμος

919

τήν τε θανοῦσαν κἄμ' ὀλβίζων

920

ὡς εὐπατρίδαι κἀπ' ἀμφοτέρων

921

ὄντες ἀριστέων σύζυγες εἶμεν·

922

νῦν δ' ὑμεναίων γόος ἀντίπαλος

923

λευκῶν τε πέπλων μέλανες στολμοὶ

924

πέμπουσί μ' ἔσω

925

λέκτρων κοίτας ἐς ἐρήμους.

926

{Χο.} παρ' εὐτυχῆ

927

σοι πότμον ἦλθεν ἀπειροκάκωι

928

τόδ' ἄλγος· ἀλλ' ἔσωσας

929

βίοτον καὶ ψυχάν.

930

ἔθανε δάμαρ, ἔλιπε φιλίαν·

932

τί νέον τόδε; πολλοὺς

933

ἤδη παρέλυσεν

934

θάνατος δάμαρτος.

935

{Αδ.} φίλοι, γυναικὸς δαίμον' εὐτυχέστερον

936

τοὐμοῦ νομίζω, καίπερ οὐ δοκοῦνθ' ὅμως.

937

τῆς μὲν γὰρ οὐδὲν ἄλγος ἅψεταί ποτε,

938

πολλῶν δὲ μόχθων εὐκλεὴς ἐπαύσατο.

939

ἐγὼ δ', ὃν οὐ χρῆν ζῆν, παρεὶς τὸ μόρσιμον

940

λυπρὸν διάξω βίοτον· ἄρτι μανθάνω.

941

πῶς γὰρ δόμων τῶνδ' εἰσόδους ἀνέξομαι;

942

τίν' ἂν προσειπών, τοῦ δὲ προσρηθεὶς ὕπο

943

τερπνῆς τύχοιμ' ἂν εἰσόδου; ποῖ τρέψομαι;

944

ἡ μὲν γὰρ ἔνδον ἐξελᾶι μ' ἐρημία,

945

γυναικὸς εὐνὰς εὖτ' ἂν εἰσίδω κενὰς

946

θρόνους τ' ἐν οἷσιν ἷζε καὶ κατὰ στέγας

947

αὐχμηρὸν οὖδας, τέκνα δ' ἀμφὶ γούνασιν

948

πίπτοντα κλαίηι μητέρ', οἱ δὲ δεσπότιν

949

στένωσιν οἵαν ἐκ δόμων ἀπώλεσαν.

950

τὰ μὲν κατ' οἴκους τοιάδ'· ἔξωθεν δέ με

951

γάμοι τ' ἐλῶσι Θεσσαλῶν καὶ ξύλλογοι

952

γυναικοπληθεῖς· οὐ γὰρ ἐξανέξομαι

953

λεύσσων δάμαρτος τῆς ἐμῆς ὁμήλικας.

954

ἐρεῖ δέ μ' ὅστις ἐχθρὸς ὢν κυρεῖ τάδε·

955

Ἰδοῦ τὸν αἰσχρῶς ζῶνθ', ὃς οὐκ ἔτλη θανεῖν

956

ἀλλ' ἣν ἔγημεν ἀντιδοὺς ἀψυχίαι

957

πέφευγεν Ἅιδην· κἆιτ' ἀνὴρ εἶναι δοκεῖ;

958

στυγεῖ δὲ τοὺς τεκόντας, αὐτὸς οὐ θέλων

959

θανεῖν. τοιάνδε πρὸς κακοῖσι κληδόνα

960

ἕξω. τί μοι ζῆν δῆτα κύδιον, φίλοι,

961

κακῶς κλύοντι καὶ κακῶς πεπραγότι;

962

{Χο.} ἐγὼ καὶ διὰ μούσας

963

καὶ μετάρσιος ἦιξα, καὶ

964

πλείστων ἁψάμενος λόγων

965

κρεῖσσον οὐδὲν Ἀνάγκας

966

ηὗρον οὐδέ τι φάρμακον

967

Θρήισσαις ἐν σανίσιν, τὰς

968

Ὀρφεία κατέγραψεν

969

γῆρυς, οὐδ' ὅσα Φοῖβος Ἀ-

970

σκληπιάδαις ἔδωκε

971

φάρμακα πολυπόνοις

972

ἀντιτεμὼν βροτοῖσιν.

973

μόνας δ' οὔτ' ἐπὶ βωμοὺς

974

ἐλθεῖν οὔτε βρέτας θεᾶς

975

ἔστιν, οὐ σφαγίων κλύει.

976

μή μοι, πότνια, μείζων

977

ἔλθοις ἢ τὸ πρὶν ἐν βίωι.

978

καὶ γὰρ Ζεὺς ὅτι νεύσηι

979

σὺν σοὶ τοῦτο τελευτᾶι.

980

καὶ τὸν ἐν Χαλύβοις δαμά-

981

ζεις σὺ βίαι σίδαρον,

982

οὐδέ τις ἀποτόμου

983

λήματός ἐστιν αἰδώς.

984

καί ς' ἐν ἀφύκτοισι χερῶν εἷλε θεὰ δεσμοῖς.

986

τόλμα δ'· οὐ γὰρ ἀνάξεις ποτ' ἔνερθεν

988

κλαίων τοὺς φθιμένους ἄνω.

989

καὶ θεῶν σκότιοι φθίνου-

990

σι παῖδες ἐν θανάτωι.

991

φίλα μὲν ὅτ' ἦν μεθ' ἡμῶν,

992

φίλα δὲ θανοῦς' ἔτ' ἔσται,

993

γενναιοτάταν δὲ πασᾶν

994

ἐζεύξω κλισίαις ἄκοιτιν.

995

μηδὲ νεκρῶν ὡς φθιμένων χῶμα νομιζέσθω

997

τύμβος σᾶς ἀλόχου, θεοῖσι δ' ὁμοίως

998

τιμάσθω, σέβας ἐμπόρων.

1000

καί τις δοχμίαν κέλευ-

1001

θον ἐμβαίνων τόδ' ἐρεῖ·

1002

Αὕτα ποτὲ προύθαν' ἀνδρός,

1003

νῦν δ' ἔστι μάκαιρα δαίμων·

1004

χαῖρ', ὦ πότνι', εὖ δὲ δοίης.

1005

τοῖαί νιν προσεροῦσι φῆμαι.

1006

—καὶ μὴν ὅδ', ὡς ἔοικεν, Ἀλκμήνης γόνος,

1007

Ἄδμητε, πρὸς σὴν ἑστίαν πορεύεται.

1008

{Ηρ.} φίλον πρὸς ἄνδρα χρὴ λέγειν ἐλευθέρως,

1009

Ἄδμητε, μομφὰς δ' οὐχ ὑπὸ σπλάγχνοις ἔχειν

1010

σιγῶντ'. ἐγὼ δὲ σοῖς κακοῖσιν ἠξίουν

1011

ἐγγὺς παρεστὼς ἐξετάζεσθαι φίλος·

1012

σὺ δ' οὐκ ἔφραζες σῆς προκείμενον νέκυν

1013

γυναικός, ἀλλά μ' ἐξένιζες ἐν δόμοις,

1014

ὡς δὴ θυραίου πήματος σπουδὴν ἔχων.

1015

κἄστεψα κρᾶτα καὶ θεοῖς ἐλειψάμην

1016

σπονδὰς ἐν οἴκοις δυστυχοῦσι τοῖσι σοῖς.

1017

καὶ μέμφομαι μέν, μέμφομαι, παθὼν τάδε·

1018

οὐ μήν σε λυπεῖν ἐν κακοῖσι βούλομαι.

1019

ὧν δ' οὕνεχ' ἥκω δεῦρ' ὑποστρέψας πάλιν

1020

λέξω· γυναῖκα τήνδε μοι σῶσον λαβών,

1021

ἕως ἂν ἵππους δεῦρο Θρηικίας ἄγων

1022

ἔλθω, τύραννον Βιστόνων κατακτανών.

1023

πράξας δ' ὃ μὴ τύχοιμι (νοστήσαιμι γάρ)

1024

δίδωμι τήνδε σοῖσι προσπολεῖν δόμοις.

1025

πολλῶι δὲ μόχθωι χεῖρας ἦλθεν εἰς ἐμάς·

1026

ἀγῶνα γὰρ πάνδημον εὑρίσκω τινὰς

1027

τιθέντας, ἀθληταῖσιν ἄξιον πόνον,

1028

ὅθεν κομίζω τήνδε νικητήρια

1029

λαβών. τὰ…

1030

The complete text is available when the reading interface loads.