Medea
- Authority group
- Euripides (catalogue association; authorship remains anonymous)
- Edition reference
- Medea, ed. Diggle, op. cit., vol. 1, 93–155.
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg036.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
124
ὀχυρῶς γ' εἴη καταγηράσκειν.
125
τῶν γὰρ μετρίων πρῶτα μὲν εἰπεῖν
126
τοὔνομα νικᾶι, χρῆσθαί τε μακρῶι
127
λῶιστα βροτοῖσιν· τὰ δ' ὑπερβάλλοντ'
128
οὐδένα καιρὸν δύναται θνητοῖς,
129
μείζους δ' ἄτας, ὅταν ὀργισθῆι
130
δαίμων οἴκοις, ἀπέδωκεν.
131
{ΧΟΡΟΣ} ἔκλυον φωνάν, ἔκλυον δὲ βοὰν
132
τᾶς δυστάνου Κολχίδος· οὐδέπω
133
ἤπιος; ἀλλ', ὦ γεραιά, λέξον.
135
ἀμφιπύλου γὰρ ἔσω μελάθρου γόον
136
ἔκλυον, οὐδὲ συνήδομαι, ὦ γύναι,
137
ἄλγεσι δώματος,
138
ἐπεί μοι φιλία κέκραται.
139
{Τρ.} οὐκ εἰσὶ δόμοι· φροῦδα τάδ' ἤδη.
140
τὸν μὲν γὰρ ἔχει λέκτρα τυράννων,
141
ἡ δ' ἐν θαλάμοις τήκει βιοτὴν
142
δέσποινα, φίλων οὐδενὸς οὐδὲν
143
παραθαλπομένη φρένα μύθοις.
144
{Μη.} αἰαῖ, διά μου κεφαλᾶς φλὸξ οὐρανία
145
βαίη· τί δέ μοι ζῆν ἔτι κέρδος;
146
φεῦ φεῦ· θανάτωι καταλυσαίμαν
147
βιοτὰν στυγερὰν προλιποῦσα.
148
{Χο.} ἄιες, ὦ Ζεῦ καὶ Γᾶ καὶ φῶς,
149
ἀχὰν οἵαν ἁ δύστανος
150
μέλπει νύμφα;
151
τίς σοί ποτε τᾶς ἀπλάτου
152
κοίτας ἔρος, ὦ ματαία;
153
σπεύσεις θανάτου τελευτάν;
154
μηδὲν τόδε λίσσου.
155
εἰ δὲ σὸς πόσις καινὰ λέχη σεβίζει,
157
κείνωι τόδε μὴ χαράσσου·
158
Ζεύς σοι τάδε συνδικήσει.
159
μὴ λίαν τάκου δυρομένα σὸν εὐνέταν.
160
{Μη.} ὦ μεγάλα Θέμι καὶ πότνι' Ἄρτεμι,
161
λεύσσεθ' ἃ πάσχω, μεγάλοις ὅρκοις
162
ἐνδησαμένα τὸν κατάρατον
163
πόσιν; ὅν ποτ' ἐγὼ νύμφαν τ' ἐσίδοιμ'
164
αὐτοῖς μελάθροις διακναιομένους,
165
οἷ' ἐμὲ πρόσθεν τολμῶς' ἀδικεῖν.
166
ὦ πάτερ, ὦ πόλις, ὧν ἀπενάσθην
167
αἰσχρῶς τὸν ἐμὸν κτείνασα κάσιν.
168
{Τρ.} κλύεθ' οἷα λέγει κἀπιβοᾶται
169
Θέμιν εὐκταίαν Ζῆνά θ', ὃς ὅρκων
170
θνητοῖς ταμίας νενόμισται;
171
οὐκ ἔστιν ὅπως ἔν τινι μικρῶι
172
δέσποινα χόλον καταπαύσει.
173
{Χο.} πῶς ἂν ἐς ὄψιν τὰν ἁμετέραν
174
ἔλθοι μύθων τ' αὐδαθέντων
175
δέξαιτ' ὀμφάν,
176
εἴ πως βαρύθυμον ὀργὰν
177
καὶ λῆμα φρενῶν μεθείη;
178
μήτοι τό γ' ἐμὸν πρόθυμον
179
φίλοισιν ἀπέστω.
180
ἀλλὰ βᾶσά νιν δεῦρο πόρευσον οἴκων
181
ἔξω· φίλα καὶ τάδ' αὔδα,
182
σπεύσασά τι πρὶν κακῶσαι
183
τοὺς ἔσω· πένθος γὰρ μεγάλως τόδ' ὁρμᾶται.
184
{Τρ.} δράσω τάδ'· ἀτὰρ φόβος εἰ πείσω
185
δέσποιναν ἐμήν·
186
μόχθου δὲ χάριν τήνδ' ἐπιδώσω.
187
καίτοι τοκάδος δέργμα λεαίνης
188
ἀποταυροῦται δμωσίν, ὅταν τις
189
μῦθον προφέρων πέλας ὁρμηθῆι.
190
σκαιοὺς δὲ λέγων κοὐδέν τι σοφοὺς
191
τοὺς πρόσθε βροτοὺς οὐκ ἂν ἁμάρτοις,
192
οἵτινες ὕμνους ἐπὶ μὲν θαλίαις
193
ἐπί τ' εἰλαπίναις καὶ παρὰ δείπνοις
194
ηὕροντο βίωι τερπνὰς ἀκοάς·
195
στυγίους δὲ βροτῶν οὐδεὶς λύπας
196
ηὕρετο μούσηι καὶ πολυχόρδοις
197
ὠιδαῖς παύειν, ἐξ ὧν θάνατοι
198
δειναί τε τύχαι σφάλλουσι δόμους.
199
καίτοι τάδε μὲν κέρδος ἀκεῖσθαι
200
μολπαῖσι βροτούς· ἵνα δ' εὔδειπνοι
201
δαῖτες, τί μάτην τείνουσι βοήν;
202
τὸ παρὸν γὰρ ἔχει τέρψιν ἀφ' αὑτοῦ
203
δαιτὸς πλήρωμα βροτοῖσιν.
205
{Χο.} ἀχὰν ἄιον πολύστονον γόων,
206
λιγυρὰ δ' ἄχεα μογερὰ βοᾶι
207
τὸν ἐν λέχει προδόταν κακόνυμφον·
208
θεοκλυτεῖ δ' ἄδικα παθοῦσα
209
τὰν Ζηνὸς ὁρκίαν Θέμιν, ἅ νιν ἔβασεν
210
Ἑλλάδ' ἐς ἀντίπορον
211
δι' ἅλα νύχιον ἐφ' ἁλμυρὰν
212
Πόντου κλῆιδ' ἀπεράντου.
213
{Μη.} Κορίνθιαι γυναῖκες, ἐξῆλθον δόμων
215
μή μοί τι μέμψησθ'· οἶδα γὰρ πολλοὺς βροτῶν
216
σεμνοὺς γεγῶτας, τοὺς μὲν ὀμμάτων ἄπο,
217
τοὺς δ' ἐν θυραίοις· οἱ δ' ἀφ' ἡσύχου ποδὸς
218
δύσκλειαν ἐκτήσαντο καὶ ῥαιθυμίαν.
219
δίκη γὰρ οὐκ ἔνεστ' ἐν ὀφθαλμοῖς βροτῶν,
220
ὅστις πρὶν ἀνδρὸς σπλάγχνον ἐκμαθεῖν σαφῶς
221
στυγεῖ δεδορκώς, οὐδὲν ἠδικημένος.
222
χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει·
223
οὐδ' ἀστὸν ἤινες' ὅστις αὐθαδὴς γεγὼς
224
πικρὸς πολίταις ἐστὶν ἀμαθίας ὕπο.
225
ἐμοὶ δ' ἄελπτον πρᾶγμα προσπεσὸν τόδε
226
ψυχὴν διέφθαρκ'· οἴχομαι δὲ καὶ βίου
227
χάριν μεθεῖσα κατθανεῖν χρήιζω, φίλαι.
228
ἐν ὧι γὰρ ἦν μοι πάντα, γιγνώσκω καλῶς,
229
κάκιστος ἀνδρῶν ἐκβέβηχ' οὑμὸς πόσις.
230
πάντων δ' ὅς' ἔστ' ἔμψυχα καὶ γνώμην ἔχει
231
γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν·
232
ἃς πρῶτα μὲν δεῖ χρημάτων ὑπερβολῆι
233
πόσιν πρίασθαι δεσπότην τε σώματος
234
λαβεῖν· κακοῦ γὰρ τοῦτ' ἔτ' ἄλγιον κακόν.
235
κἀν τῶιδ' ἀγὼν μέγιστος, ἢ κακὸν λαβεῖν
236
ἢ χρηστόν· οὐ γὰρ εὐκλεεῖς ἀπαλλαγαὶ
237
γυναιξὶν οὐδ' οἷόν τ' ἀνήνασθαι πόσιν.
238
ἐς καινὰ δ' ἤθη καὶ νόμους ἀφιγμένην
239
δεῖ μάντιν εἶναι, μὴ μαθοῦσαν οἴκοθεν,
240
οἵωι μάλιστα χρήσεται ξυνευνέτηι.
241
κἂν μὲν τάδ' ἡμῖν ἐκπονουμέναισιν εὖ
242
πόσις ξυνοικῆι μὴ βίαι φέρων ζυγόν,
243
ζηλωτὸς αἰών· εἰ δὲ μή, θανεῖν χρεών.
244
ἀνὴρ δ', ὅταν τοῖς ἔνδον ἄχθηται ξυνών,
245
ἔξω μολὼν ἔπαυσε καρδίαν ἄσης
246
[ἢ πρὸς φίλον τιν' ἢ πρὸς ἥλικα τραπείς]·
247
ἡμῖν δ' ἀνάγκη πρὸς μίαν ψυχὴν βλέπειν.
248
λέγουσι δ' ἡμᾶς ὡς ἀκίνδυνον βίον
249
ζῶμεν κατ' οἴκους, οἱ δὲ μάρνανται δορί,
250
κακῶς φρονοῦντες· ὡς τρὶς ἂν παρ' ἀσπίδα
251
στῆναι θέλοιμ' ἂν μᾶλλον ἢ τεκεῖν ἅπαξ.
252
ἀλλ' οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ' ἥκει λόγος·
253
σοὶ μὲν πόλις θ' ἥδ' ἐστὶ καὶ πατρὸς δόμοι
254
βίου τ' ὄνησις καὶ φίλων συνουσία,
255
ἐγὼ δ' ἔρημος ἄπολις οὖς' ὑβρίζομαι
256
πρὸς ἀνδρός, ἐκ γῆς βαρβάρου λεληισμένη,
257
οὐ μητέρ', οὐκ ἀδελφόν, οὐχὶ συγγενῆ
258
μεθορμίσασθαι τῆσδ' ἔχουσα συμφορᾶς.
259
τοσοῦτον οὖν σου τυγχάνειν βουλήσομαι,
260
ἤν μοι πόρος τις μηχανή τ' ἐξευρεθῆι
261
πόσιν δίκην τῶνδ' ἀντιτείσασθαι κακῶν
262
[τὸν δόντα τ' αὐτῶι θυγατέρ' ἥν τ' ἐγήματο],
263
σιγᾶν. γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέα
264
κακή τ' ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν·
265
ὅταν δ' ἐς εὐνὴν ἠδικημένη κυρῆι,
266
οὐκ ἔστιν ἄλλη φρὴν μιαιφονωτέρα.
267
{Χο.} δράσω τάδ'· ἐνδίκως γὰρ ἐκτείσηι πόσιν,
268
Μήδεια. πενθεῖν δ' οὔ σε θαυμάζω τύχας.
269
ὁρῶ δὲ καὶ Κρέοντα, τῆσδ' ἄνακτα γῆς,
270
στείχοντα, καινῶν ἄγγελον βουλευμάτων.
271
{ΚΡΕΩΝ} σὲ τὴν σκυθρωπὸν καὶ πόσει θυμουμένην,
272
Μήδει', ἀνεῖπον τῆσδε γῆς ἔξω περᾶν
273
φυγάδα, λαβοῦσαν δισσὰ σὺν σαυτῆι τέκνα,
274
καὶ μή τι μέλλειν· ὡς ἐγὼ βραβεὺς λόγου
275
τοῦδ' εἰμί, κοὐκ ἄπειμι πρὸς δόμους πάλιν
276
πρὶν ἄν σε γαίας τερμόνων ἔξω βάλω.
277
{Μη.} αἰαῖ· πανώλης ἡ τάλαιν' ἀπόλλυμαι·
278
ἐχθροὶ γὰρ ἐξιᾶσι πάντα δὴ κάλων,
279
κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις.
280
ἐρήσομαι δὲ καὶ κακῶς πάσχους' ὅμως·
281
τίνος μ' ἕκατι γῆς ἀποστέλλεις, Κρέον;
282
{Κρ.} δέδοικά ς', οὐδὲν δεῖ παραμπίσχειν λόγους,
283
μή μοί τι δράσηις παῖδ' ἀνήκεστον κακόν.
284
συμβάλλεται δὲ πολλὰ τοῦδε δείγματα·
285
σοφὴ πέφυκας καὶ κακῶν πολλῶν ἴδρις,
286
λυπῆι δὲ λέκτρων ἀνδρὸς ἐστερημένη.
287
κλύω δ' ἀπειλεῖν ς', ὡς ἀπαγγέλλουσί μοι,
288
τὸν δόντα καὶ γήμαντα καὶ γαμουμένην
289
δράσειν τι. ταῦτ' οὖν πρὶν παθεῖν φυλάξομαι.
290
κρεῖσσον δέ μοι νῦν πρὸς ς' ἀπεχθέσθαι, γύναι,
291
ἢ μαλθακισθένθ' ὕστερον μεταστένειν.
292
{Μη.} φεῦ φεῦ. οὐ νῦν με πρῶτον ἀλλὰ πολλάκις, Κρέον,
293
ἔβλαψε δόξα μεγάλα τ' εἴργασται κακά.
294
χρὴ δ' οὔποθ' ὅστις ἀρτίφρων πέφυκ' ἀνὴρ
295
παῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς·
296
χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίας
297
φθόνον πρὸς ἀστῶν ἀλφάνουσι δυσμενῆ.
298
σκαιοῖσι μὲν γὰρ καινὰ προσφέρων σοφὰ
299
δόξεις ἀχρεῖος κοὐ σοφὸς πεφυκέναι·
300
τῶν δ' αὖ δοκούντων εἰδέναι τι ποικίλον
301
κρείσσων νομισθεὶς ἐν πόλει λυπρὸς φανῆι.
302
ἐγὼ δὲ καὐτὴ τῆσδε κοινωνῶ τύχης·
303
σοφὴ γὰρ οὖσα, τοῖς μέν εἰμ' ἐπίφθονος,
304
[τοῖς δ' ἡσυχαία, τοῖς δὲ θατέρου τρόπου,]
305
τοῖς δ' αὖ προσάντης· εἰμὶ δ' οὐκ ἄγαν σοφή.
306
σὺ δ' οὖν φοβῆι με· μὴ τί πλημμελὲς πάθηις;
307
οὐχ ὧδ' ἔχει μοι, μὴ τρέσηις ἡμᾶς, Κρέον,
308
ὥστ' ἐς τυράννους ἄνδρας ἐξαμαρτάνειν.
309
σὺ γὰρ τί μ' ἠδίκηκας; ἐξέδου κόρην
310
ὅτωι σε θυμὸς ἦγεν. ἀλλ' ἐμὸν πόσιν
311
μισῶ· σὺ δ', οἶμαι, σωφρονῶν ἔδρας τάδε.
312
καὶ νῦν τὸ μὲν σὸν οὐ φθονῶ καλῶς ἔχειν·
313
νυμφεύετ', εὖ πράσσοιτε· τήνδε δὲ χθόνα
314
ἐᾶτέ μ' οἰκεῖν. καὶ γὰρ ἠδικημένοι
315
σιγησόμεσθα, κρεισσόνων νικώμενοι.
316
{Κρ.} λέγεις ἀκοῦσαι μαλθάκ', ἀλλ' ἔσω φρενῶν
317
ὀρρωδία μοι μή τι βουλεύηις κακόν.
318
τοσῶιδε δ' ἧσσον ἢ πάρος πέποιθά σοι·
319
γυνὴ γὰρ ὀξύθυμος, ὡς δ' αὔτως ἀνήρ,
320
ῥάιων φυλάσσειν ἢ σιωπηλὸς σοφή.
321
ἀλλ' ἔξιθ' ὡς τάχιστα, μὴ λόγους λέγε·
322
ὡς ταῦτ' ἄραρε κοὐκ ἔχεις τέχνην ὅπως
323
μενεῖς παρ' ἡμῖν οὖσα δυσμενὴς ἐμοί.
324
{Μη.} μή, πρός σε γονάτων τῆς τε νεογάμου κόρης.
325
{Κρ.} λόγους ἀναλοῖς· οὐ γὰρ ἂν πείσαις ποτέ.
326
{Μη.} ἀλλ' ἐξελᾶις με κοὐδὲν αἰδέσηι λιτάς;
327
{Κρ.} φιλῶ γὰρ οὐ σὲ μᾶλλον ἢ δόμους ἐμούς.
328
{Μη.} ὦ πατρίς, ὥς σου κάρτα νῦν μνείαν ἔχω.
329
{Κρ.} πλὴν γὰρ τέκνων ἔμοιγε φίλτατον πολύ.
330
{Μη.} φεῦ φεῦ, βροτοῖς ἔρωτες ὡς κακὸν μέγα.
331
{Κρ.} ὅπως ἄν, οἶμαι, καὶ παραστῶσιν τύχαι.
332
{Μη.} Ζεῦ, μὴ λάθοι σε τῶνδ' ὃς αἴτιος κακῶν.
333
{Κρ.} ἕρπ', ὦ ματαία, καί μ' ἀπάλλαξον πόνων.
334
{Μη.} †πονοῦμεν ἡμεῖς κοὐ πόνων κεχρήμεθα.†
335
{Κρ.} τάχ' ἐξ ὀπαδῶν χειρὸς ὠσθήσηι βίαι.
336
{Μη.} μὴ δῆτα τοῦτό γ', ἀλλά ς' ἄντομαι, Κρέον.
337
{Κρ.} ὄχλον παρέξεις, ὡς ἔοικας, ὦ γύναι.
338
{Μη.} φευξούμεθ'· οὐ τοῦθ' ἱκέτευσά σου τυχεῖν.
339
{Κρ.} τί δ' αὖ βιάζηι κοὐκ ἀπαλλάσσηι χερός;
340
{Μη.} μίαν με μεῖναι τήνδ' ἔασον ἡμέραν
341
καὶ ξυμπερᾶναι φροντίδ' ἧι φευξούμεθα
342
παισίν τ' ἀφορμὴν τοῖς ἐμοῖς, ἐπεὶ πατὴρ
343
οὐδὲν προτιμᾶι μηχανήσασθαι τέκνοις.
344
οἴκτιρε δ' αὐτούς· καὶ σύ τοι παίδων πατὴρ
345
πέφυκας· εἰκὸς δέ σφιν εὔνοιάν ς' ἔχειν.
346
τοὐμοῦ γὰρ οὔ μοι φροντίς, εἰ φευξούμεθα,
347
κείνους δὲ κλαίω συμφορᾶι κεχρημένους.
348
{Κρ.} ἥκιστα τοὐμὸν λῆμ' ἔφυ τυραννικόν,
349
αἰδούμενος δὲ πολλὰ δὴ διέφθορα·
350
καὶ νῦν ὁρῶ μὲν ἐξαμαρτάνων, γύναι,
351
ὅμως δὲ τεύξηι τοῦδε. προυννέπω δέ σοι,
352
εἴ ς' ἡ 'πιοῦσα λαμπὰς ὄψεται θεοῦ
353
καὶ παῖδας ἐντὸς τῆσδε τερμόνων χθονός,
354
θανῆι· λέλεκται μῦθος ἀψευδὴς ὅδε.
355
[νῦν δ', εἰ μένειν δεῖ, μίμν' ἐφ' ἡμέραν μίαν·
356
οὐ γάρ τι δράσεις δεινὸν ὧν φόβος μ' ἔχει.]
358
{Χο.} φεῦ φεῦ, μελέα τῶν σῶν ἀχέων,
357
δύστηνε γύναι,
359
ποῖ ποτε τρέψηι; τίνα πρὸς ξενίαν
360
ἢ δόμον ἢ χθόνα σωτῆρα κακῶν
361
[ἐξευρήσεις];
362
ὡς εἰς ἄπορόν σε κλύδωνα θεός,
363
Μήδεια, κακῶν ἐπόρευσεν.
364
{Μη.} κακῶς πέπρακται πανταχῆι· τίς ἀντερεῖ;
365
ἀλλ' οὔτι ταύτηι ταῦτα, μὴ δοκεῖτέ πω.
366
ἔτ' εἴς' ἀγῶνες τοῖς νεωστὶ νυμφίοις
367
καὶ τοῖσι κηδεύσασιν οὐ σμικροὶ πόνοι.
368
δοκεῖς γὰρ ἄν με τόνδε θωπεῦσαί ποτε
369
εἰ μή τι κερδαίνουσαν ἢ τεχνωμένην;
370
οὐδ' ἂν προσεῖπον οὐδ' ἂν ἡψάμην χεροῖν.
371
ὁ δ' ἐς τοσοῦτον μωρίας ἀφίκετο
372
ὥστ', ἐξὸν αὐτῶι τἄμ' ἑλεῖν βουλεύματα
373
γῆς ἐκβαλόντι, τήνδ' ἐφῆκεν ἡμέραν
374
μεῖναί μ', ἐν ἧι τρεῖς τῶν ἐμῶν ἐχθρῶν νεκροὺς
375
θήσω, πατέρα τε καὶ κόρην πόσιν τ' ἐμόν.
376
πολλὰς δ' ἔχουσα θανασίμους αὐτοῖς ὁδούς,
377
οὐκ οἶδ' ὁποίαι πρῶτον ἐγχειρῶ, φίλαι·
378
πότερον ὑφάψω δῶμα νυμφικὸν πυρί,
379
ἢ θηκτὸν ὤσω φάσγανον δι' ἥπατος,
380
σιγῆι δόμους ἐσβᾶς' ἵν' ἔστρωται λέχος.
381
ἀλλ' ἕν τί μοι πρόσαντες· εἰ ληφθήσομαι
382
δόμους ὑπερβαίνουσα καὶ τεχνωμένη,
383
θανοῦσα θήσω τοῖς ἐμοῖς ἐχθροῖς γέλων.
384
κράτιστα τὴν εὐθεῖαν, ἧι πεφύκαμεν
385
σοφοὶ μάλιστα, φαρμάκοις αὐτοὺς ἑλεῖν.
386
εἶἑν· καὶ δὴ τεθνᾶσι· τίς με δέξεται πόλις;
387
τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους
388
ξένος παρασχὼν ῥύσεται τοὐμὸν δέμας;
389
οὐκ ἔστι. μείνας' οὖν ἔτι σμικρὸν χρόνον,
390
ἢν μέν τις ἡμῖν πύργος ἀσφαλὴς φανῆι,
391
δόλωι μέτειμι τόνδε καὶ σιγῆι φόνον·
392
ἢ δ' ἐξελαύνηι ξυμφορά μ' ἀμήχανος,
393
αὐτὴ ξίφος λαβοῦσα, κεἰ μέλλω θανεῖν,
394
κτενῶ σφε, τόλμης δ' εἶμι πρὸς τὸ καρτερόν.
395
οὐ γὰρ μὰ τὴν δέσποιναν ἣν ἐγὼ σέβω
396
μάλιστα πάντων καὶ ξυνεργὸν εἱλόμην,
397
Ἑκάτην, μυχοῖς ναίουσαν ἑστίας ἐμῆς,
398
χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ.
399
πικροὺς δ' ἐγώ σφιν καὶ λυγροὺς θήσω γάμους,
400
πικρὸν δὲ κῆδος καὶ φυγὰς ἐμὰς χθονός.
401
ἀλλ' εἶα φείδου μηδὲν ὧν ἐπίστασαι,
402
Μήδεια, βουλεύουσα καὶ τεχνωμένη·
403
ἕρπ' ἐς τὸ δεινόν· νῦν ἀγὼν εὐψυχίας.
404
ὁρᾶις ἃ πάσχεις; οὐ γέλωτα δεῖ ς' ὀφλεῖν
405
τοῖς Σισυφείοις τοῖσδ' Ἰάσονος γάμοις,
406
γεγῶσαν ἐσθλοῦ πατρὸς Ἡλίου τ' ἄπο.
407
ἐπίστασαι δέ· πρὸς δὲ καὶ πεφύκαμεν
408
γυναῖκες, ἐς μὲν ἔσθλ' ἀμηχανώταται,
409
κακῶν δὲ πάντων τέκτονες σοφώταται.
410
{Χο.} ἄνω ποταμῶν ἱερῶν χωροῦσι παγαί,
411
καὶ δίκα καὶ πάντα πάλιν στρέφεται·
412
ἀνδράσι μὲν δόλιαι βουλαί, θεῶν δ'
413
οὐκέτι πίστις ἄραρεν.
415-416
τὰν δ' ἐμὰν εὔκλειαν ἔχειν βιοτὰν στρέψουσι
416
φᾶμαι·
417
ἔρχεται τιμὰ γυναικείωι γένει·
420
οὐκέτι δυσκέλαδος φάμα γυναῖκας ἕξει.
421
μοῦσαι δὲ παλαιγενέων λήξους' ἀοιδῶν
423
τὰν ἐμὰν ὑμνεῦσαι ἀπιστοσύναν.
424
οὐ γὰρ ἐν ἁμετέραι γνώμαι λύρας
425
ὤπασε θέσπιν ἀοιδὰν
427
Φοῖβος ἁγήτωρ μελέων· ἐπεὶ ἀντάχης' ἂν ὕμνον
428
ἀρσένων γένναι. μακρὸς δ' αἰὼν ἔχει
430
πολλὰ μὲν ἁμετέραν ἀνδρῶν τε μοῖραν εἰπεῖν.
432
σὺ δ' ἐκ μὲν οἴκων πατρίων ἔπλευσας
433
μαινομέναι κραδίαι, διδύμους ὁρίσασα πόντου
435
πέτρας· ἐπὶ δὲ ξέναι ναίεις χθονί, τᾶς ἀνάν-
436
δρου κοίτας ὀλέσασα λέκ-
437
τρον, τάλαινα, φυγὰς δὲ χώ-
438
ρας ἄτιμος ἐλαύνηι.
439
βέβακε δ' ὅρκων χάρις, οὐδ' ἔτ' αἰδὼς
440
Ἑλλάδι τᾶι μεγάλαι μένει, αἰθερία δ' ἀνέπτα.
441
σοὶ δ' οὔτε πατρὸς δόμοι,
442
δύστανε, μεθορμίσα-
443
σθαι μόχθων πάρα, σῶν τε λέκ-
444
τρων ἄλλα βασίλεια κρείσ-
445
σων δόμοισιν ἐπέστα.
446
{ΙΑΣΩΝ} οὐ νῦν κατεῖδον πρῶτον ἀλλὰ πολλάκις
447
τραχεῖαν ὀργὴν ὡς ἀμήχανον κακόν.
448
σοὶ γὰρ παρὸν γῆν τήνδε καὶ δόμους ἔχειν
449
κούφως φερούσηι κρεισσόνων βουλεύματα,
450
λόγων ματαίων οὕνεκ' ἐκπεσῆι χθονός.
451
κἀμοὶ μὲν οὐδὲν πρᾶγμα· μὴ παύσηι ποτὲ
452
λέγους' Ἰάσον' ὡς κάκιστός ἐστ' ἀνήρ.
453
ἃ δ' ἐς τυράννους ἐστί σοι λελεγμένα,
454
πᾶν κέρδος ἡγοῦ ζημιουμένη φυγῆι.
455
κἀγὼ μὲν αἰεὶ βασιλέων θυμουμένων
456
ὀργὰς ἀφήιρουν καί ς' ἐβουλόμην μένειν·
457
σὺ δ' οὐκ ἀνίεις μωρίας, λέγους' ἀεὶ
458
κακῶς τυράννους· τοιγὰρ ἐκπεσῆι χθονός.
459
ὅμως δὲ κἀκ τῶνδ' οὐκ ἀπειρηκὼς φίλοις
460
ἥκω, τὸ σὸν δὲ προσκοπούμενος, γύναι,
461
ὡς μήτ' ἀχρήμων σὺν τέκνοισιν ἐκπέσηις
462
μήτ' ἐνδεής του· πόλλ' ἐφέλκεται φυγὴ
463
κακὰ ξὺν αὑτῆι. καὶ γὰρ εἰ σύ με στυγεῖς,
464
οὐκ ἂν δυναίμην σοὶ κακῶς φρονεῖν ποτε.
465
{Μη.} ὦ παγκάκιστε, τοῦτο γάρ ς' εἰπεῖν ἔχω
466
γλώσσηι μέγιστον εἰς ἀνανδρίαν κακόν·
467
ἦλθες πρὸς ἡμᾶς, ἦλθες ἔχθιστος γεγώς
468
[θεοῖς τε κἀμοὶ παντί τ' ἀνθρώπων γένει];
469
οὔτοι θράσος τόδ' ἐστὶν οὐδ' εὐτολμία,
470
φίλους κακῶς δράσαντ' ἐναντίον βλέπειν,
471
ἀλλ' ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων
472
πασῶν, ἀναίδει'. εὖ δ' ἐποίησας μολών·
473
ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι
474
ψυχὴν κακῶς σὲ καὶ σὺ λυπήσηι κλύων.
475
ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν·
476
ἔσωσά ς', ὡς ἴσασιν Ἑλλήνων ὅσοι
477
ταὐτὸν συνεισέβησαν Ἀργῶιον σκάφος,
478
πεμφθέντα ταύρων πυρπνόων ἐπιστάτην
479
ζεύγλαισι καὶ σπεροῦντα θανάσιμον γύην·
480
δράκοντά θ', ὃς πάγχρυσον ἀμπέχων δέρος
481
σπείραις ἔσωιζε πολυπλόκοις ἄυπνος ὤν,
482
κτείνας' ἀνέσχον σοι φάος σωτήριον.
483
αὐτὴ δὲ πατέρα καὶ δόμους προδοῦς' ἐμοὺς
484
τὴν Πηλιῶτιν εἰς Ἰωλκὸν ἱκόμην
485
σὺν σοί, πρόθυμος μᾶλλον ἢ σοφωτέρα·
486
Πελίαν τ' ἀπέκτειν', ὥσπερ ἄλγιστον θανεῖν,
487
παίδων ὕπ' αὐτοῦ, πάντα τ' ἐξεῖλον δόμον.
488
καὶ ταῦθ' ὑφ' ἡμῶν, ὦ κάκιστ' ἀνδρῶν, παθὼν
489
προύδωκας ἡμᾶς, καινὰ δ' ἐκτήσω λέχη,
490
παίδων γεγώτων· εἰ γὰρ ἦσθ' ἄπαις ἔτι,
491
συγγνώστ' ἂν ἦν σοι τοῦδ' ἐρασθῆναι λέχους.
492
ὅρκων δὲ φρούδη πίστις, οὐδ' ἔχω μαθεῖν
493
εἰ θεοὺς νομίζεις τοὺς τότ' οὐκ ἄρχειν ἔτι
494
ἢ καινὰ κεῖσθαι θέσμι' ἀνθρώποις τὰ νῦν,
495
ἐπεὶ σύνοισθά γ' εἰς ἔμ' οὐκ εὔορκος ὤν.
496
φεῦ δεξιὰ χείρ, ἧς σὺ πόλλ' ἐλαμβάνου,
497
καὶ τῶνδε γονάτων, ὡς μάτην κεχρώισμεθα
498
κακοῦ πρὸς ἀνδρός, ἐλπίδων δ' ἡμάρτομεν.
499
ἄγ', ὡς φίλωι γὰρ ὄντι σοι κοινώσομαι
500
(δοκοῦσα μὲν τί πρός γε σοῦ πράξειν καλῶς;
501
ὅμως δ', ἐρωτηθεὶς γὰρ αἰσχίων φανῆι)·
502
νῦν ποῖ τράπωμαι; πότερα πρὸς πατρὸς δόμους,
503
οὓς σοὶ προδοῦσα καὶ πάτραν ἀφικόμην;
504
ἢ πρὸς ταλαίνας Πελιάδας; καλῶς γ' ἂν οὖν
505
δέξαιντό μ' οἴκοις ὦν πατέρα κατέκτανον.
506
ἔχει γὰρ οὕτω· τοῖς μὲν οἴκοθεν φίλοις
507
ἐχθρὰ καθέστηχ', οὓς δέ μ' οὐκ ἐχρῆν κακῶς
508
δρᾶν, σοὶ χάριν φέρουσα πολεμίους ἔχω.
509
τοιγάρ με πολλαῖς μακαρίαν Ἑλληνίδων
510
ἔθηκας ἀντὶ τῶνδε· θαυμαστὸν δέ σε
511
ἔχω πόσιν καὶ πιστὸν ἡ τάλαιν' ἐγώ,
512
εἰ φεύξομαί γε γαῖαν ἐκβεβλημένη,
513
φίλων ἔρημος, σὺν τέκνοις μόνη μόνοις·
514
καλόν γ' ὄνειδος τῶι νεωστὶ νυμφίωι,
515
πτωχοὺς ἀλᾶσθαι παῖδας ἥ τ' ἔσωσά σε.
516
ὦ Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ἦι
517
τεκμήρι' ἀνθρώποισιν ὤπασας σαφῆ,
518
ἀνδρῶν δ' ὅτωι χρὴ τὸν κακὸν διειδέναι
519
οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι;
520
{Χο.} δεινή τις ὀργὴ καὶ δυσίατος πέλει,
521
ὅταν φίλοι φίλοισι συμβάλως' ἔριν.
522
{Ια.} δεῖ μ', ὡς ἔοικε, μὴ κακὸν φῦναι λέγειν,
523
ἀλλ' ὥστε ναὸς κεδνὸν οἰακοστρόφον
524
ἄκροισι λαίφους κρασπέδοις ὑπεκδραμεῖν
525
τὴν σὴν στόμαργον, ὦ γύναι, γλωσσαλγίαν.
526
ἐγὼ δ', ἐπειδὴ καὶ λίαν πυργοῖς χάριν,
527
Κύπριν νομίζω τῆς ἐμῆς ναυκληρίας
528
σώτειραν εἶναι θεῶν τε κἀνθρώπων μόνην.
529
σοὶ δ' ἔστι μὲν νοῦς λεπτός· ἀλλ' ἐπίφθονος
530
λόγος διελθεῖν ὡς Ἔρως ς' ἠνάγκασεν.
531
τόξοις ἀφύκτοις τοὐμὸν ἐκσῶσαι δέμας.
532
ἀλλ' οὐκ ἀκριβῶς αὐτὸ θήσομαι λίαν·
533
ὅπηι γὰρ οὖν ὤνησας οὐ κακῶς ἔχει.
534
μείζω γε μέντοι τῆς ἐμῆς σωτηρίας
535
εἴληφας ἢ δέδωκας, ὡς ἐγὼ φράσω.
536
πρῶτον μὲν Ἑλλάδ' ἀντὶ βαρβάρου χθονὸς
537
γαῖαν κατοικεῖς καὶ δίκην ἐπίστασαι
538
νόμοις τε χρῆσθαι μὴ πρὸς ἰσχύος χάριν·
539
πάντες δέ ς' ἤισθοντ' οὖσαν Ἕλληνες σοφὴν
540
καὶ δόξαν ἔσχες· εἰ δὲ γῆς ἐπ' ἐσχάτοις
541
ὅροισιν ὤικεις, οὐκ ἂν ἦν λόγος σέθεν.
542
εἴη δ' ἔμοιγε μήτε χρυσὸς ἐν δόμοις
543
μήτ' Ὀρφέως κάλλιον ὑμνῆσαι μέλος,
544
εἰ μὴ 'πίσημος ἡ τύχη γένοιτό μοι.
545
τοσαῦτα μέν σοι τῶν ἐμῶν πόνων πέρι
546
ἔλεξ'· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.
547
ἃ δ' ἐς γάμους μοι βασιλικοὺς ὠνείδισας,
548
ἐν τῶιδε δείξω πρῶτα μὲν σοφὸς γεγώς,
549
ἔπειτα σώφρων, εἶτά σοι μέγας φίλος
550
καὶ παισὶ τοῖς ἐμοῖσιν· ἀλλ' ἔχ' ἥσυχος.
551
ἐπεὶ μετέστην δεῦρ' Ἰωλκίας χθονὸς
552
πολλὰς ἐφέλκων συμφορὰς ἀμηχάνους,
553
τί τοῦδ' ἂν εὕρημ' ηὗρον εὐτυχέστερον
554
ἢ παῖδα γῆμαι βασιλέως φυγὰς γεγώς;
555
οὐχ, ἧι σὺ κνίζηι, σὸν μὲν ἐχθαίρων λέχος
556
καινῆς δὲ νύμφης ἱμέρωι πεπληγμένος
557
οὐδ' εἰς ἅμιλλαν πολύτεκνον σπουδὴν ἔχων·
558
ἅλις γὰρ οἱ γεγῶτες οὐδὲ μέμφομαι·
559
ἀλλ' ὡς, τὸ μὲν μέγιστον, οἰκοῖμεν καλῶς
560
καὶ μὴ σπανιζοίμεσθα, γιγνώσκων ὅτι
561
πένητα φεύγει πᾶς τις ἐκποδὼν φίλον,
562
παῖδας δὲ θρέψαιμ' ἀξίως δόμων ἐμῶν
563
σπείρας τ' ἀδελφοὺς τοῖσιν ἐκ σέθεν τέκνοις
564
ἐς ταὐτὸ θείην καὶ ξυναρτήσας γένος
565
εὐδαιμονοίην· σοί τε γὰρ παίδων τί δεῖ;
566
ἐμοί τε λύει τοῖσι μέλλουσιν τέκνοις
567
τὰ ζῶντ' ὀνῆσαι. μῶν βεβούλευμαι κακῶς;
568
οὐδ' ἂν σὺ φαίης, εἴ σε μὴ κνίζοι λέχος.
569
ἀλλ' ἐς τοσοῦτον ἥκεθ' ὥστ' ὀρθουμένης
570
εὐνῆς γυναῖκες πάντ' ἔχειν νομίζετε,
571
ἢν δ' αὖ γένηται ξυμφορά τις ἐς λέχος,
572
τὰ λῶιστα καὶ κάλλιστα πολεμιώτατα
573
τίθεσθε. χρῆν γὰρ ἄλλοθέν ποθεν βροτοὺς
574
παῖδας τεκνοῦσθαι, θῆλυ δ' οὐκ εἶναι γένος·
575
χοὔτως ἂν οὐκ ἦν οὐδὲν ἀνθρώποις κακόν.
576
{Χο.} Ἰᾶσον, εὖ μὲν τούσδ' ἐκόσμησας λόγους·
577
ὅμως δ' ἔμοιγε, κεἰ παρὰ γνώμην ἐρῶ,
578
δοκεῖ προδοὺς σὴν ἄλοχον οὐ δίκαια δρᾶν.
579
{Μη.} ἦ πολλὰ πολλοῖς εἰμι διάφορος βροτῶν.
580
ἐμοὶ γὰρ ὅστις ἄδικος ὢν σοφὸς λέγειν
581
πέφυκε, πλείστην ζημίαν ὀφλισκάνει·
582
γλώσσηι γὰρ αὐχῶν τἄδικ' εὖ περιστελεῖν
583
τολμᾶι πανουργεῖν· ἔστι δ' οὐκ ἄγαν σοφός.
584
ὡς καὶ σύ· μή νυν εἰς ἔμ' εὐσχήμων γένηι
585
λέγειν τε δεινός· ἓν γὰρ ἐκτενεῖ ς' ἔπος.
586
χρῆν ς', εἴπερ ἦσθα μὴ κακός, πείσαντά με
587
γαμεῖν γάμον τόνδ', ἀλλὰ μὴ σιγῆι φίλων.
588
{Ια.} καλῶς γ' ἄν, οἶμαι, τῶιδ' ὑπηρέτεις λόγωι,
589
εἴ σοι γάμον κατεῖπον, ἥτις οὐδὲ νῦν
590
τολμᾶις μεθεῖναι καρδίας μέγαν χόλον.
591
{Μη.} οὐ τοῦτό ς' εἶχεν, ἀλλὰ βάρβαρον λέχος
592
πρὸς γῆρας οὐκ εὔδοξον ἐξέβαινέ σοι.
593
{Ια.} εὖ νυν τόδ' ἴσθι, μὴ γυναικὸς οὕνεκα
594
γῆμαί με λέκτρα βασιλέων ἃ νῦν ἔχω,
595
ἀλλ', ὥσπερ εἶπον καὶ πάρος, σῶσαι θέλων
596
σέ, καὶ τέκνοισι τοῖς ἐμοῖς ὁμοσπόρους
597
φῦσαι τυράννους παῖδας, ἔρυμα δώμασιν.
598
{Μη.} μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος
599
μηδ' ὄλβος ὅστις τὴν ἐμὴν κνίζοι φρένα.
600
{Ια.} οἶσθ' ὡς μέτευξαι καὶ σοφωτέρα φανῆι·
601
τὰ χρηστὰ μή σοι λυπρὰ φαίνεσθαί ποτε,
602
μηδ' εὐτυχοῦσα δυστυχὴς εἶναι δοκεῖν.
603
{Μη.} ὕβριζ', ἐπειδὴ σοὶ μὲν ἔστ' ἀποστροφή,
604
ἐγὼ δ' ἔρημος τήνδε φευξοῦμαι χθόνα.
605
{Ια.} αὐτὴ τάδ' εἵλου· μηδέν' ἄλλον αἰτιῶ.
606
{Μη.} τί δρῶσα; μῶν γαμοῦσα καὶ προδοῦσά σε;
607
{Ια.} ἀρὰς τυράννοις ἀνοσίους ἀρωμένη.
608
{Μη.} καὶ σοῖς ἀραία γ' οὖσα τυγχάνω δόμοις.
609
{Ια.} ὡς οὐ κρινοῦμαι τῶνδέ σοι τὰ πλείονα.
610
ἀλλ', εἴ τι βούληι παισὶν ἢ σαυτῆι φυγῆς
611
προσωφέλημα χρημάτων ἐμῶν λαβεῖν,
612
λέγ'· ὡς ἕτοιμος ἀφθόνωι δοῦναι χερὶ
613
ξένοις τε πέμπειν σύμβολ', οἳ δράσουσί ς' εὖ.
614
καὶ ταῦτα μὴ θέλουσα μωρανεῖς, γύναι·
615
λήξασα δ' ὀργῆς κερδανεῖς ἀμείνονα.
616
{Μη.} οὔτ' ἂν ξένοισι τοῖσι σοῖς χρησαίμεθ' ἂν
617
οὔτ' ἄν τι δεξαίμεσθα, μηδ' ἡμῖν δίδου·
618
κακοῦ γὰρ ἀνδρὸς δῶρ' ὄνησιν οὐκ ἔχει.
619
{Ια.} ἀλλ' οὖν ἐγὼ μὲν δαίμονας μαρτύρομαι
620
ὡς πάνθ' ὑπουργεῖν σοί τε καὶ τέκνοις θέλω·
621
σοὶ δ' οὐκ ἀρέσκει τἀγάθ', ἀλλ' αὐθαδίαι
622
φίλους ἀπωθῆι· τοιγὰρ ἀλγυνῆι πλέον.
623
{Μη.} χώρει· πόθωι γὰρ τῆς νεοδμήτου κόρης
624
αἱρῆι χρονίζων δωμάτων ἐξώπιος.
625
νύμφευ'· ἴσως γάρ, σὺν θεῶι δ' εἰρήσεται,
626
γαμεῖς τοιοῦτον ὥστε θρηνεῖσθαι γάμον.
627
{Χο.} ἔρωτες ὑπὲρ μὲν ἄγαν ἐλθόντες οὐκ εὐδοξίαν
628
οὐδ' ἀρετὰν παρέδωκαν ἀνδράσιν· εἰ δ' ἅλις
630
ἔλθοι
632
Κύπρις, οὐκ ἄλλα θεὸς εὔχαρις οὕτω.
633-634
μήποτ', ὦ δέσποιν', ἐπ' ἐμοὶ χρυσέων τόξων ἀφείης
635
ἱμέρωι χρίσας' ἄφυκτον οἰστόν.
636
στέργοι δέ με σωφροσύνα, δώρημα κάλλιστον
637
θεῶν·
638
μηδέ ποτ' ἀμφιλόγους ὀργὰς ἀκόρεστά τε νείκη
640
θυμὸν ἐκπλήξας' ἑτέροις ἐπὶ λέκτροις
642-643
προσβάλοι δεινὰ Κύπρις, ἀπτολέμους δ' εὐνὰς σεβίζους'
644
ὀξύφρων κρίνοι λέχη γυναικῶν.
645
ὦ πατρίς, ὦ δώματα, μὴ
646
δῆτ' ἄπολις γενοίμαν
648
τὸν ἀμηχανίας ἔχουσα δυσπέρατον αἰῶν',
649
οἰκτρότατον ἀχέων.
650
θανάτωι θανάτωι πάρος δαμείην
651
ἁμέραν τάνδ' ἐξανύσα-
652
σα· μόχθων δ' οὐκ ἄλλος ὕπερ-
653
θεν ἢ γᾶς πατρίας στέρεσθαι.
654
εἴδομεν, οὐκ ἐξ ἑτέρων
655
μῦθον ἔχω φράσασθαι·
656-657
σὲ γὰρ οὐ πόλις, οὐ φίλων τις οἰκτιρεῖ παθοῦσαν
658
δεινότατα παθέων.
659
ἀχάριστος ὄλοιθ' ὅτωι πάρεστιν
660
μὴ φίλους τιμᾶν καθαρᾶν
661
ἀνοίξαντα κλῆιδα φρενῶν·
662
ἐμοὶ μὲν φίλος οὔποτ' ἔσται.
663
{ΑΙΓΕΥΣ} Μήδεια, χαῖρε· τοῦδε γὰρ προοίμιον
664
κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν φίλους.
665
{Μη.} ὦ χαῖρε καὶ σύ, παῖ σοφοῦ Πανδίονος,
666
Αἰγεῦ. πόθεν γῆς τῆσδ' ἐπιστρωφᾶι πέδον;
667
{Αι.} Φοίβου παλαιὸν ἐκλιπὼν χρηστήριον.
668
{Μη.} τί δ' ὀμφαλὸν γῆς θεσπιωιδὸν ἐστάλης;
669
{Αι.} παίδων ἐρευνῶν σπέρμ' ὅπως γένοιτό μοι.
670
{Μη.} πρὸς θεῶν, ἄπαις γὰρ δεῦρ' ἀεὶ τείνεις βίον;
671
{Αι.} ἄπαιδές ἐσμεν δαίμονός τινος τύχηι.
672
{Μη.} δάμαρτος οὔσης ἢ λέχους ἄπειρος ὤν;
673
{Αι.} οὐκ ἐσμὲν εὐνῆς ἄζυγες γαμηλίου.
674
{Μη.} τί δῆτα Φοῖβος εἶπέ σοι παίδων πέρι;
675
{Αι.} σοφώτερ' ἢ κατ' ἄνδρα συμβαλεῖν ἔπη.
676
{Μη.} θέμις μὲν ἡμᾶς χρησμὸν εἰδέναι θεοῦ;
677
{Αι.} μάλιστ', ἐπεί τοι καὶ σοφῆς δεῖται φρενός.
678
{Μη.} τί δῆτ' ἔχρησε; λέξον, εἰ θέμις κλύειν.
679
{Αι.} ἀσκοῦ με τὸν προύχοντα μὴ λῦσαι πόδα ...
680
{Μη.} πρὶν ἂν τί δράσηις ἢ τίν' ἐξίκηι χθόνα;
681
{Αι.} πρὶν ἂν πατρώιαν αὖθις ἑστίαν μόλω.
682
{Μη.} σὺ δ' ὡς τί χρήιζων τήνδε ναυστολεῖς χθόνα;
683
{Αι.} Πιτθεύς τις ἔστι, γῆς ἄναξ Τροζηνίας.
684
{Μη.} παῖς, ὡς λέγουσι, Πέλοπος, εὐσεβέστατος.
685
{Αι.} τούτωι θεοῦ μάντευμα κοινῶσαι θέλω.
686
{Μη.} σοφὸς γὰρ ἁνὴρ καὶ τρίβων τὰ τοιάδε.
687
{Αι.} κἀμοί γε πάντων φίλτατος δορυξένων.
688
{Μη.} ἀλλ' εὐτυχοίης καὶ τύχοις ὅσων ἐρᾶις.
689
{Αι.} τί γὰρ σὸν ὄμμα χρώς τε συντέτηχ' ὅδε;
690
{Μη.} Αἰγεῦ, κάκιστός ἐστί μοι πάντων πόσις.
691
{Αι.} τί φήις; σαφῶς μοι σὰς φράσον δυσθυμίας.
692
{Μη.} ἀδικεῖ μ' Ἰάσων οὐδὲν ἐξ ἐμοῦ παθών.
693
{Αι.} τί χρῆμα δράσας; φράζε μοι σαφέστερον.
694
{Μη.} γυναῖκ' ἐφ' ἡμῖν δεσπότιν δόμων ἔχει.
695
{Αι.} οὔ που τετόλμηκ' ἔργον αἴσχιστον τόδε;
696
{Μη.} σάφ' ἴσθ'· ἄτιμοι δ' ἐσμὲν οἱ πρὸ τοῦ φίλοι.
697
{Αι.} πότερον ἐρασθεὶς ἢ σὸν ἐχθαίρων λέχος;
698
{Μη.} μέγαν γ' ἔρωτα· πιστὸς οὐκ ἔφυ φίλοις.
699
{Αι.} ἴτω νυν, εἴπερ, ὡς λέγεις, ἐστὶν κακός.
700
{Μη.} ἀνδρῶν τυράννων κῆδος ἠράσθη λαβεῖν.
701
{Αι.} δίδωσι δ' αὐτῶι τίς; πέραινέ μοι λόγον.
702
{Μη.} Κρέων, ὃς ἄρχει τῆσδε γῆς Κορινθίας.
703
{Αι.} συγγνωστὰ μέν τἄρ' ἦν σε λυπεῖσθαι, γύναι.
704
{Μη.} ὄλωλα· καὶ πρός γ' ἐξελαύνομαι χθονός.
705
{Αι.} πρὸς τοῦ; τόδ' ἄλλο καινὸν αὖ λέγεις κακόν.
706
{Μη.} Κρέων μ' ἐλαύνει φυγάδα γῆς Κορινθίας.
707
{Αι.} ἐᾶι δ' Ἰάσων; οὐδὲ ταῦτ' ἐπήινεσα.
708
{Μη.} λόγωι μὲν οὐχί. καρτερεῖν δὲ βούλεται.
709
ἀλλ' ἄντομαί σε τῆσδε πρὸς γενειάδος
710
γονάτων τε τῶν σῶν ἱκεσία τε γίνομαι,
711
οἴκτιρον οἴκτιρόν με τὴν δυσδαίμονα
712
καὶ μή μ' ἔρημον ἐκπεσοῦσαν εἰσίδηις,
713
δέξαι δὲ χώραι καὶ δόμοις ἐφέστιον.
714
οὕτως ἔρως σοι πρὸς θεῶν τελεσφόρος
715
γένοιτο παίδων καὐτὸς ὄλβιος θάνοις.
716
εὕρημα δ' οὐκ οἶσθ' οἷον ηὕρηκας τόδε·
717
παύσω γέ ς' ὄντ' ἄπαιδα καὶ παίδων γονὰς
718
σπεῖραί σε θήσω· τοιάδ' οἶδα φάρμακα.
719
{Αι.} πολλῶν ἕκατι τήνδε σοι δοῦναι χάριν,
720
γύναι, πρόθυμός εἰμι, πρῶτα μὲν θεῶν,
721
ἔπειτα παίδων ὧν ἐπαγγέλληι γονάς·
722
ἐς τοῦτο γὰρ δὴ φροῦδός εἰμι πᾶς ἐγώ.
723
οὕτω δ' ἔχει μοι· σοῦ μὲν ἐλθούσης χθόνα,
724
πειράσομαί σου προξενεῖν δίκαιος ὤν.
725
[τοσόνδε μέντοι σοι προσημαίνω, γύναι·
726
ἐκ τῆσδε μὲν γῆς οὔ ς' ἄγειν βουλήσομαι.]
729
ἐκ τῆσδε δ' αὐτὴ γῆς ἀπαλλάσσου πόδα·
727
αὐτὴ δ' ἐάνπερ εἰς ἐμοὺς ἔλθηις δόμους,
728
μενεῖς ἄσυλος κοὔ σε μὴ μεθῶ τινι·
730
ἀναίτιος γὰρ καὶ ξένοις εἶναι θέλω.
731
{Μη.} ἔσται τάδ'· ἀλλὰ πίστις εἰ γένοιτό μοι
732
τούτων, ἔχοιμ' ἂν πάντα πρὸς σέθεν καλῶς.
733
{Αι.} μῶν οὐ πέποιθας; ἢ τί σοι τὸ δυσχερές;
734
{Μη.} πέποιθα· Πελίου δ' ἐχθρός ἐστί μοι δόμος
735
Κρέων τε. τούτοις δ' ὁρκίοισι μὲν ζυγεὶς
736
ἄγουσιν οὐ μεθεῖ' ἂν ἐκ γαίας ἐμέ·
737
λόγοις δὲ συμβὰς καὶ θεῶν ἀνώμοτος
738
φίλος γένοι' ἂν κἀπικηρυκεύμασιν
739
τάχ' ἂν πίθοιο· τἀμὰ μὲν γὰρ ἀσθενῆ,
740
τοῖς δ' ὄλβος ἐστὶ καὶ δόμος τυραννικός.
741
{Αι.} πολλὴν ἔδειξας ἐν λόγοις προμηθίαν·
742
ἀλλ', εἰ δοκεῖ σοι, δρᾶν τάδ' οὐκ ἀφίσταμαι.
743
ἐμοί τε γὰρ τάδ' ἐστὶν ἀσφαλέστερα,
744
σκῆψίν τιν' ἐχθροῖς σοῖς ἔχοντα δεικνύναι,
745
τὸ σόν τ' ἄραρε μᾶλλον. ἐξηγοῦ θεούς.
746
{Μη.} ὄμνυ πέδον Γῆς πατέρα θ' Ἥλιον πατρὸς
747
τοὐμοῦ θεῶν τε συντιθεὶς ἅπαν γένος.
748
{Αι.} τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε.
749
{Μη.} μήτ' αὐτὸς ἐκ γῆς σῆς ἔμ' ἐκβαλεῖν ποτε,
750
μήτ' ἄλλος ἤν τις τῶν ἐμῶν ἐχθρῶν ἄγειν
751
χρήιζηι μεθήσειν ζῶν ἑκουσίωι τρόπωι.
752
{Αι.} ὄμνυμι Γαῖαν φῶς τε λαμπρὸν Ἡλίου
753
θεούς τε πάντας ἐμμενεῖν ἅ σου κλύω.
754
{Μη.} ἀρκεῖ· τί δ' ὅρκωι τῶιδε μὴ 'μμένων πάθοις;
755
{Αι.} ἃ τοῖσι δυσσεβοῦσι γίγνεται βροτῶν.
756
{Μη.} χαίρων πορεύου· πάντα γὰρ καλῶς ἔχει.
757
κἀγὼ πόλιν σὴν ὡς τάχιστ' ἀφίξομαι,
758
πράξας' ἃ μέλλω καὶ τυχοῦς' ἃ βούλομαι.
759
{Χο.} ἀλλά ς' ὁ Μαίας πομπαῖος ἄναξ
760
πελάσειε δόμοις ὧν τ' ἐπίνοιαν
761
σπεύδεις κατέχων πράξειας, ἐπεὶ
762
γενναῖος ἀνήρ,
763
Αἰγεῦ, παρ' ἐμοὶ δεδόκησαι.
764
{Μη.} ὦ Ζεῦ Δίκη τε Ζηνὸς Ἡλίου τε φῶς,
765
νῦν καλλίνικοι τῶν ἐμῶν ἐχθρῶν, φίλαι,
766
γενησόμεσθα κἀς ὁδὸν βεβήκαμεν,
767
νῦν ἐλπὶς ἐχθροὺς τοὺς ἐμοὺς τείσειν δίκην.
768
οὗτος γὰρ ἁνὴρ ἧι μάλιστ' ἐκάμνομεν
769
λιμὴν πέφανται τῶν ἐμῶν βουλευμάτων·
770
ἐκ τοῦδ' ἀναψόμεσθα πρυμνήτην κάλων,
771
μολόντες ἄστυ καὶ πόλισμα Παλλάδος.
772
ἤδη δὲ πάντα τἀμά σοι βουλεύματα
773
λέξω· δέχου δὲ μὴ πρὸς ἡδονὴν λόγους.
774
πέμψας' ἐμῶν τιν' οἰκετῶν Ἰάσονα
775
ἐς ὄψιν ἐλθεῖν τὴν ἐμὴν αἰτήσομαι.
776
μολόντι δ' αὐτῶι μαλθακοὺς λέξω λόγους,
777
†ὡς καὶ δοκεῖ μοι ταῦτα καὶ καλῶς ἔχει†
778
γάμους τυράννων οὓς προδοὺς ἡμᾶς ἔχει,
779
καὶ ξύμφορ' εἶναι καὶ καλῶς ἐγνωσμένα.
780
παῖδας δὲ μεῖναι τοὺς ἐμοὺς αἰτήσομαι,
781
οὐχ ὡς λιποῦς' ἂν πολεμίας ἐπὶ χθονὸς
782
[ἐχθροῖσι παῖδας τοὺς ἐμοὺς καθυβρίσαι],
783
ἀλλ' ὡς δόλοισι παῖδα βασιλέως κτάνω.
784
πέμψω γὰρ αὐτοὺς δῶρ' ἔχοντας ἐν χεροῖν,
785
[νύμφηι φέροντας, τήνδε μὴ φεύγειν χθόνα,]
786
λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον·
787
κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῆι χροΐ,
788
κακῶς ὀλεῖται πᾶς θ' ὃς ἂν θίγηι κόρης·
789
τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα.
790
ἐνταῦθα μέντοι τόνδ' ἀπαλλάσσω λόγον.
791
ὤιμωξα δ' οἷον ἔργον ἔστ' ἐργαστέον
792
τοὐντεῦθεν ἡμῖν· τέκνα γὰρ κατακτενῶ
793
τἄμ'· οὔτις ἔστιν ὅστις ἐξαιρήσεται·
794
δόμον τε πάντα συγχέας' Ἰάσονος
795
ἔξειμι γαίας, φιλτάτων παίδων φόνον
796
φεύγουσα καὶ τλᾶς' ἔργον ἀνοσιώτατον.
797
οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν, φίλαι.
798
[ἴτω· τί μοι ζῆν κέρδος; οὔτε μοι πατρὶς
799
οὔτ' οἶκος ἔστιν οὔτ' ἀποστροφὴ κακῶν.]
800
ἡμάρτανον τόθ' ἡνίκ' ἐξελίμπανον
801
δόμους πατρώιους, ἀνδρὸς Ἕλληνος λόγοις
802
πεισθεῖς', ὃς ἡμῖν σὺν θεῶι τείσει δίκην.
803
οὔτ' ἐξ ἐμοῦ γὰρ παῖδας ὄψεταί ποτε
804
ζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγου
805
νύμφης τεκνώσει παῖδ', ἐπεὶ κακὴν κακῶς
806
θανεῖν σφ' ἀνάγκη τοῖς ἐμοῖσι φαρμάκοις.
807
μηδείς με φαύλην κἀσθενῆ νομιζέτω
808
μηδ' ἡσυχαίαν ἀλλὰ θατέρου τρόπου,
809
βαρεῖαν ἐχθροῖς καὶ φίλοισιν εὐμενῆ·
810
τῶν γὰρ τοιούτων εὐκλεέστατος βίος.
811
{Χο.} ἐπείπερ ἡμῖν τόνδ' ἐκοίνωσας λόγον,
812
σέ τ' ὠφελεῖν θέλουσα καὶ νόμοις βροτῶν
813
ξυλλαμβάνουσα δρᾶν ς' ἀπεννέπω τάδε.
814
{Μη.} οὐκ ἔστιν ἄλλως· σοὶ δὲ συγγνώμη λέγειν
815
τάδ' ἐστί, μὴ πάσχουσαν, ὡς ἐγώ, κακῶς.
816
{Χο.} ἀλλὰ κτανεῖν σὸν σπέρμα τολμήσεις, γύναι;
817
{Μη.} οὕτω γὰρ ἂν μάλιστα δηχθείη πόσις.
818
{Χο.} σὺ δ' ἂν γένοιό γ' ἀθλιωτάτη γυνή.
819
{Μη.} ἴτω· περισσοὶ πάντες οὑν μέσωι λόγοι.
820
ἀλλ' εἶα χώρει καὶ κόμιζ' Ἰάσονα·
821
ἐς πάντα γὰρ δὴ σοὶ τὰ πιστὰ χρώμεθα.
822
λέξηις δὲ μηδὲν τῶν ἐμοὶ δεδογμένων,
823
εἴπερ φρονεῖς εὖ δεσπόταις γυνή τ' ἔφυς.
824
{Χο.} Ἐρεχθεΐδαι τὸ παλαιὸν ὄλβιοι
825
καὶ θεῶν παῖδες μακάρων, ἱερᾶς
827
χώρας ἀπορθήτου τ' ἄπο, φερβόμενοι
829
κλεινοτάταν σοφίαν, αἰεὶ διὰ λαμπροτάτου
830
βαίνοντες ἁβρῶς αἰθέρος, ἔνθα ποθ' ἁγνὰς
833
ἐννέα Πιερίδας Μούσας λέγουσι
834
ξανθὰν Ἁρμονίαν φυτεῦσαι·
835
τοῦ καλλινάου τ' ἐπὶ Κηφισοῦ ῥοαῖς
836
τὰν Κύπριν κλήιζουσιν ἀφυσσαμέναν
838-839
χώρας καταπνεῦσαι μετρίας ἀνέμων
840
ἡδυπνόους αὔρας· αἰεὶ δ' ἐπιβαλλομέναν
841
χαίταισιν εὐώδη ῥοδέων πλόκον ἀνθέων
843
τᾶι Σοφίαι παρέδρους πέμπειν Ἔρωτας,
845
παντοίας ἀρετᾶς ξυνεργούς.
846
πῶς οὖν ἱερῶν ποταμῶν
847
ἢ πόλις ἢ φίλων
848
πόμπιμός σε χώρα
849
τὰ παιδολέτειραν ἕξει,
850
τὰν οὐχ ὁσίαν μέταυλον;
851
σκέψαι τεκέων πλαγάν,
852
σκέψαι φόνον οἶον αἴρηι.
853
μή, πρὸς γονάτων σε πάνται
854
πάντως ἱκετεύομεν,
855
τέκνα φονεύσηις.
856
πόθεν θράσος †ἢ φρενὸς ἢ
857
χειρὶ τέκνων σέθεν†
858
καρδίαι τε λήψηι
859
δεινὰν προσάγουσα τόλμαν;
860
πῶς δ' ὄμματα προσβαλοῦσα
861
τέκνοις ἄδακρυν μοῖραν
862
σχήσεις φόνου; οὐ δυνάσηι
863
παίδων ἱκετᾶν πιτνόντων
864
τέγξαι χέρα φοινίαν
865
τλάμονι θυμῶι.
866
{Ια.} ἥκω κελευσθείς· καὶ γὰρ οὖσα δυσμενὴς
867
οὔ τἂν ἁμάρτοις τοῦδέ γ', ἀλλ' ἀκούσομαι·
868
τί χρῆμα βούληι καινὸν ἐξ ἐμοῦ, γύναι;
869
{Μη.} Ἰᾶσον, αἰτοῦμαί σε τῶν εἰρημένων
870
συγγνώμον' εἶναι· τὰς δ' ἐμὰς ὀργὰς φέρειν
871
εἰκός ς', ἐπεὶ νῶιν πόλλ' ὑπείργασται φίλα.
872
ἐγὼ δ' ἐμαυτῆι διὰ λόγων ἀφικόμην
873
κἀλοιδόρησα· Σχετλία, τί μαίνομαι
874
καὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ,
875
ἐχθρὰ δὲ γαίας κοιράνοις καθίσταμαι
876
πόσει θ', ὃς ἡμῖν δρᾶι τὰ συμφορώτατα,
877
γήμας τύραννον καὶ κασιγνήτους τέκνοις
878
ἐμοῖς φυτεύων; οὐκ ἀπαλλαχθήσομαι
879
θυμοῦ; τί πάσχω, θεῶν ποριζόντων καλῶς;
880
οὐκ εἰσὶ μέν μοι παῖδες, οἶδα δὲ χθόνα
881
φεύγοντας ἡμᾶς καὶ σπανίζοντας φίλων;
882
ταῦτ' ἐννοηθεῖς' ἠισθόμην ἀβουλίαν
883
πολλὴν ἔχουσα καὶ μάτην θυμουμένη.
884
νῦν οὖν ἐπαινῶ σωφρονεῖν τέ μοι δοκεῖς
885
κῆδος τόδ' ἡμῖν προσλαβών, ἐγὼ δ' ἄφρων,
886
ἧι χρῆν μετεῖναι τῶνδε τῶν βουλευμάτων
887
καὶ ξυμπεραίνειν καὶ παρεστάναι λέχει
888
νύμφην τε κηδεύουσαν ἥδεσθαι σέθεν.
889
ἀλλ' ἐσμὲν οἷόν ἐσμεν, οὐκ ἐρῶ κακόν,
890
γυναῖκες· οὔκουν χρῆν ς' ὁμοιοῦσθαι κακοῖς,
891
οὐδ' ἀντιτείνειν νήπι' ἀντὶ νηπίων.
892
παριέμεσθα καί φαμεν κακῶς φρονεῖν
893
τότ', ἀλλ' ἄμεινον νῦν βεβούλευμαι τάδε.
894
ὦ τέκνα τέκνα, δεῦρο, λείπετε στέγας,
895
ἐξέλθετ', ἀσπάσασθε καὶ προσείπατε
896
πατέρα μεθ' ἡμῶν καὶ διαλλάχθηθ' ἅμα
897
τῆς πρόσθεν ἔχθρας ἐς φίλους μητρὸς μέτα·
898
σπονδαὶ γὰρ ἡμῖν καὶ μεθέστηκεν χόλος.
899
λάβεσθε χειρὸς δεξιᾶς· οἴμοι, κακῶν
900
ὡς ἐννοοῦμαι δή τι τῶν κεκρυμμένων.
901
ἆρ', ὦ τέκν', οὕτω καὶ πολὺν ζῶντες χρόνον
902
φίλην ὀρέξετ' ὠλένην; τάλαιν' ἐγώ,
903
ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα.
904
χρόνωι δὲ νεῖκος πατρὸς ἐξαιρουμένη
905
ὄψιν τέρειναν τήνδ' ἔπλησα δακρύων.
906
{Χο.} κἀμοὶ κατ' ὄσσων χλωρὸν ὡρμήθη δάκρυ·
907
καὶ μὴ προβαίη μεῖζον ἢ τὸ νῦν κακόν.
908
{Ια.} αἰνῶ, γύναι, τάδ', οὐδ' ἐκεῖνα μέμφομαι·
909
εἰκὸς γὰρ ὀργὰς θῆλυ ποιεῖσθαι γένος
910
†γάμους παρεμπολῶντος ἀλλοίους πόσει†.
911
ἀλλ' ἐς τὸ λῶιον σὸν μεθέστηκεν κέαρ,
912
ἔγνως δὲ τὴν νικῶσαν, ἀλλὰ τῶι χρόνωι,
913
βουλήν· γυναικὸς ἔργα ταῦτα σώφρονος.
914
ὑμῖν δέ, παῖδες, οὐκ ἀφροντίστως πατὴρ
915
πολλὴν ἔθηκε σὺν θεοῖς σωτηρίαν·
916
οἶμαι γὰρ ὑμᾶς τῆσδε γῆς Κορινθίας
917
τὰ πρῶτ' ἔσεσθαι σὺν κασιγνήτοις ἔτι.
918
ἀλλ' αὐξάνεσθε· τἄλλα δ' ἐξεργάζεται
919
πατήρ τε καὶ θεῶν ὅστις ἐστὶν εὐμενής.
920
ἴδοιμι δ' ὑμᾶς εὐτραφεῖς ἥβης τέλος
921
μολόντας, ἐχθρῶν τῶν ἐμῶν ὑπερτέρους.
922
αὕτη, τί χλωροῖς δακρύοις τέγγεις κόρας,
923
στρέψασα λευκὴν ἔμπαλιν παρηίδα,
924
κοὐκ ἀσμένη τόνδ' ἐξ ἐμοῦ δέχηι λόγον;
925
{Μη.} οὐδέν· τέκνων τῶνδ' ἐννοουμένη πέρι.
926
{Ια.} θάρσει νυν· εὖ γὰρ τῶνδ' ἐγὼ θήσω πέρι.
927
{Μη.} δράσω τάδ'· οὔτοι σοῖς ἀπιστήσω λόγοις.
928
γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ.
929
{Ια.} τί δῆτα λίαν τοῖσδ' ἐπιστένεις τέκνοις;
930
{Μη.} ἔτικτον αὐτούς· ζῆν δ' ὅτ' ἐξηύχου τέκνα,
931
ἐσῆλθέ μ' οἶκτος εἰ γενήσεται τάδε.
932
ἀλλ' ὧνπερ οὕνεκ' εἰς ἐμοὺς ἥκεις λόγους,
933
τὰ μὲν λέλεκται, τῶν δ' ἐγὼ μνησθήσομαι.
934
ἐπεὶ τυράννοις γῆς μ' ἀποστεῖλαι δοκεῖ
935
(κἀμοὶ τάδ' ἐστὶ λῶιστα, γιγνώσκω καλῶς,
936
μήτ' ἐμποδών σοι μήτε κοιράνοις χθονὸς
937
ναίειν· δοκῶ γὰρ δυσμενὴς εἶναι δόμοις)
938
ἡμεῖς μὲν ἐκ γῆς τῆσδ' ἀπαροῦμεν φυγῆι,
939
παῖδες δ' ὅπως ἂν ἐκτραφῶσι σῆι χερὶ
940
αἰτοῦ Κρέοντα τήνδε μὴ φεύγειν χθόνα.
941
{Ια.} οὐκ οἶδ' ἂν εἰ πείσαιμι, πειρᾶσθαι δὲ χρή.
942
{Μη.} σὺ δ' ἀλλὰ σὴν κέλευσον ἄντεσθαι πατρὸς
943
γυναῖκα παῖδας τήνδε μὴ φεύγειν χθόνα.
944
{Ια.} μάλιστα· καὶ πείσειν γε δοξάζω σφ' ἐγώ,
945
εἴπερ γυναικῶν ἐστι τῶν ἄλλων μία.
946
{Μη.} συλλήψομαι δὲ τοῦδέ σοι κἀγὼ πόνου·
947
πέμψω γὰρ αὐτῆι δῶρ' ἃ καλλιστεύεται
948
τῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ' ἐγώ, πολὺ
949
[λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον]
950
παῖδας φέροντας. ἀλλ' ὅσον τάχος χρεὼν
951
κόσμον κομίζειν δεῦρο προσπόλων τινά.
952
εὐδαιμονήσει δ' οὐχ ἓν ἀλλὰ μυρία,
953
ἀνδρός τ' ἀρίστου σοῦ τυχοῦς' ὁμευνέτου
954
κεκτημένη τε κόσμον ὅν ποθ' Ἥλιος
955
πατρὸς πατὴρ δίδωσιν ἐκγόνοισιν οἷς.
956
λάζυσθε φερνὰς τάσδε, παῖδες, ἐς χέρας
957
καὶ τῆι τυράννωι μακαρίαι νύμφηι δότε
958
φέροντες· οὔτοι δῶρα μεμπτὰ δέξεται.
959
{Ια.} τί δ', ὦ ματαία, τῶνδε σὰς κενοῖς χέρας;
960
δοκεῖς σπανίζειν δῶμα βασίλειον πέπλων,
961
δοκεῖς δὲ χρυσοῦ; σῶιζε, μὴ δίδου τάδε.
962
εἴπερ γὰρ ἡμᾶς ἀξιοῖ λόγου τινὸς
963
γυνή, προθήσει χρημάτων, σάφ' οἶδ' ἐγώ.
964
{Μη.} μή μοι σύ· πείθειν δῶρα καὶ θεοὺς λόγος·
965
χρυσὸς δὲ κρείσσων μυρίων λόγων βροτοῖς.
966
κείνης ὁ δαίμων, κεῖνα νῦν αὔξει θεός,
967
νέα τυραννεῖ· τῶν δ' ἐμῶν παίδων φυγὰς
968
ψυχῆς ἂν ἀλλαξαίμεθ', οὐ χρυσοῦ μόνον.
969
ἀλλ', ὦ τέκν', εἰσελθόντε πλουσίους δόμους
970
πατρὸς νέαν γυναῖκα, δεσπότιν δ' ἐμήν,
971
ἱκετεύετ', ἐξαιτεῖσθε μὴ φεύγειν χθόνα,
972
κόσμον διδόντες· τοῦδε γὰρ μάλιστα δεῖ,
973
ἐς χεῖρ' ἐκείνην δῶρα δέξασθαι τάδε.
974
ἴθ' ὡς τάχιστα· μητρὶ δ' ὧν ἐρᾶι τυχεῖν
975
εὐάγγελοι γένοισθε πράξαντες καλῶς.
976
{Χο.} νῦν ἐλπίδες οὐκέτι μοι παίδων ζόας,
977
οὐκέτι· στείχουσι γὰρ ἐς φόνον ἤδη.
978
δέξεται νύμφα χρυσέων ἀναδεσμᾶν
979
δέξεται δύστανος ἄταν·
980
ξανθᾶι δ' ἀμφὶ κόμαι θήσει τὸν Ἅιδα
982
κόσμον αὐτὰ χεροῖν.
983
πείσει χάρις ἀμβρόσιός τ' αὐγὰ πέπλον
984
χρυσότευκτόν 〈τε〉 στέφανον περιθέσθαι·
985
νερτέροις δ' ἤδη πάρα νυμφοκομήσει.
986
τοῖον εἰς ἕρκος πεσεῖται
987
καὶ μοῖραν θανάτου δύστανος· ἄταν δ'
988
οὐχ ὑπεκφεύξεται.
989
σὺ δ', ὦ τάλαν ὦ κακόνυμφε κηδεμὼν
990
τυράννων,
992
παισὶν οὐ κατειδὼς
993
ὄλεθρον βιοτᾶι προσάγεις ἀλόχωι
994
τε σᾶι στυγερὸν θάνατον.
995
δύστανε, μοίρας ὅσον παροίχηι.
996
μεταστένομαι δὲ σὸν ἄλγος, ὦ τάλαινα παίδων
998
μᾶτερ, ἃ φονεύσεις
999
τέκνα νυμφιδίων ἕνεκεν λεχέων,
1000
ἅ σοι προλιπὼν ἀνόμως
1001
ἄλλαι ξυνοικεῖ πόσις συνεύνωι.
1002
{Πα.} δέσποιν', ἀφεῖνται παῖδες οἵδε σοι φυγῆς,
1003
καὶ δῶρα νύμφη βασιλὶς ἀσμένη χεροῖν
1004
ἐδέξατ'· εἰρήνη δὲ τἀκεῖθεν τέκνοις.
1005
ἔα· τί συγχυθεῖς' ἕστηκας ἡνίκ' εὐτυχεῖς;
1006
[τί σὴν ἔτρεψας ἔμπαλιν παρηίδα
1007
κοὐκ ἀσμένη τόνδ' ἐξ ἐμοῦ δέχηι λόγον;]
1008
{Μη.} αἰαῖ.{Πα.} τάδ' οὐ ξυνωιδὰ τοῖσιν ἐξηγγελμένοις.
1009
{Μη.} αἰαῖ μάλ' αὖθις. {Πα.} μῶν τιν' ἀγγέλλων τύχην
1010
οὐκ οἶδα, δόξης δ' ἐσφάλην εὐαγγέλου;
1011
{Μη.} ἤγγειλας οἷ' ἤγγειλας· οὐ σὲ μέμφομαι.
1012
{Πα.} τί δαὶ κατηφὲς ὄμμα καὶ δακρυρροεῖς;
1013
{Μη.} πολλή μ' ἀνάγκη, πρέσβυ· ταῦτα γὰρ θεοὶ
1014
κἀγὼ κακῶς φρονοῦς' ἐμηχανησάμην.
1015
{Πα.} θάρσει· κάτει τοι καὶ σὺ πρὸς τέκνων ἔτι.
1016
{Μη.} ἄλλους κατάξω πρόσθεν ἡ τάλαιν' ἐγώ.
1017
{Πα.} οὔτοι μόνη σὺ σῶν ἀπεζύγης τέκνων·
1018
κούφως φέρειν χρὴ θνητὸν ὄντα συμφοράς.
1019
{Μη.} δράσω τάδ'· ἀλλὰ βαῖνε δωμάτων ἔσω
1020
καὶ παισὶ πόρσυν' οἶα χρὴ καθ' ἡμέραν.
1021
ὦ τέκνα τέκνα, σφῶιν μὲν ἔστι δὴ πόλις
1022
καὶ δῶμ', ἐν ὧι λιπόντες ἀθλίαν ἐμὲ
1023
οἰκήσετ' αἰεὶ μητρὸς ἐστερημένοι·
1024
ἐγὼ δ' ἐς ἄλλην γαῖαν εἶμι δὴ φυγάς,
1025
πρὶν σφῶιν ὀνάσθαι κἀπιδεῖν εὐδαίμονας,
1026
πρὶν λουτρὰ καὶ γυναῖκα καὶ γαμηλίους
1027
εὐνὰς ἀγῆλαι λαμπάδας τ' ἀνασχεθεῖν.
1028
ὦ δυστάλαινα τῆς ἐμῆς αὐθαδίας.
1029
ἄλλως ἄρ' ὑμᾶς, ὦ τέκν', ἐξεθρεψάμην,
1030
ἄλλως δ' ἐμόχθουν καὶ κατεξάνθην πόνοις,
1031
στερρὰς ἐνεγκοῦς' ἐν τόκοις ἀλγηδόνας.
1032
ἦ μήν ποθ' ἡ δύστηνος εἶχον ἐλπίδας
1033
πολλὰς ἐν ὑμῖν, γηροβοσκήσειν τ' ἐμὲ
1034
καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν,
1035
ζηλωτὸν ἀνθρώποισι· νῦν δ' ὄλωλε δὴ
1036
γλυκεῖα φροντίς. σφῶιν γὰρ ἐστερημένη
1037
λυπρὸν διάξω βίοτον ἀλγεινόν τ' ἐμοί·
1038
ὑμεῖς δὲ μητέρ' οὐκέτ' ὄμμασιν φίλοις
1039
ὄψεσθ', ἐς ἄλλο σχῆμ' ἀποστάντες βίου.
1040
φεῦ φεῦ· τί προσδέρκεσθέ μ' ὄμμασιν, τέκνα;
1041
τί προσγελᾶτε τὸν πανύστατον γέλων;
1042
αἰαῖ· τί δράσω; καρδία γὰρ οἴχεται,
1043
γυναῖκες, ὄμμα φαιδρὸν ὡς εἶδον τέκνων.
1044
οὐκ ἂν δυναίμην· χαιρέτω βουλεύματα
1045
τὰ πρόσθεν· ἄξω παῖδας ἐκ γαίας ἐμούς.
1046
τί δεῖ με πατέρα τῶνδε τοῖς τούτων κακοῖς
1047
λυποῦσαν αὐτὴν δὶς τόσα κτᾶσθαι κακά;
1048
οὐ δῆτ' ἔγωγε· χαιρέτω βουλεύματα.
1049
καίτοι τί πάσχω; βούλομαι γέλωτ' ὀφλεῖν
1050
ἐχθροὺς μεθεῖσα τοὺς ἐμοὺς ἀζημίους;
1051
τολμητέον τάδ'· ἀλλὰ τῆς ἐμῆς κάκης,
1052
τὸ καὶ προσέσθαι μαλθακοὺς λόγους φρενί.
1053
χωρεῖτε, παῖδες, ἐς δόμους. ὅτωι δὲ μὴ
1054
θέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν,
1055
αὐτῶι μελήσει· χεῖρα δ' οὐ διαφθερῶ.
1056
[ἆ ἆ· μὴ δῆτα, θυμέ, μὴ σύ γ' ἐργάσηι τάδε·
1057
ἔασον αὐτούς, ὦ τάλαν, φεῖσαι τέκνων·
1058
ἐκεῖ μεθ' ἡμῶν ζῶντες εὐφρανοῦσί σε.
1059
μὰ τοὺς παρ' Ἅιδηι νερτέρους ἀλάστορας,
1060
οὔτοι ποτ' ἔσται τοῦθ' ὅπως ἐχθροῖς ἐγὼ
1061
παῖδας παρήσω τοὺς ἐμοὺς καθυβρίσαι.
1062
πάντως σφ' ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή,
1063
ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν.
1064
πάντως πέπρακται ταῦτα κοὐκ ἐκφεύξεται·
1065
καὶ δὴ 'πὶ κρατὶ στέφανος, ἐν πέπλοισι δὲ
1066
νύμφη τύραννος ὄλλυται, σάφ' οἶδ' ἐγώ.
1067
ἀλλ', εἶμι γὰρ δὴ τλημονεστάτην ὁδὸν
1068
καὶ τούσδε πέμψω τλημονεστέραν ἔτι,
1069
παῖδας προσειπεῖν βούλομαι· δότ', ὦ τέκνα,
1070
δότ' ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα.
1071
ὦ φιλτάτη χείρ, φίλτατον δέ μοι στόμα
1072
καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνων.
1073
εὐδαιμονοῖτον, ἀλλ' ἐκεῖ· τὰ δ' ἐνθάδε
1074
πατὴρ ἀφείλετ'· ὦ γλυκεῖα προσβολή,
1075
ὦ μαλθακὸς χρὼς πνεῦμά θ' ἥδιστον τέκνων.
1076
χωρεῖτε χωρεῖτ'· οὐκέτ' εἰμὶ προσβλέπειν
1077
οἵα τε †πρὸς ὑμᾶς† ἀλλὰ νικῶμαι κακοῖς.
1078
καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,
1079
θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων,
1080
ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς.]
1081
{Χο.} πολλάκις ἤδη διὰ λεπτοτέρων
1082
μύθων ἔμολον καὶ πρὸς ἁμίλλας
1083
ἦλθον μείζους ἢ χρὴ γενεὰν
1084
θῆλυν ἐρευνᾶν.
1085
ἀλλὰ γὰρ ἔστιν μοῦσα καὶ ἡμῖν,
1086
ἣ προσομιλεῖ σοφίας ἕνεκεν,
1087
πάσαισι μὲν οὔ, παῦρον δὲ γένος
1088
(〈μίαν〉 ἐν πολλαῖς εὕροις ἂν ἴσως)
1089
οὐκ ἀπόμουσον τὸ γυναικῶν.
1090
καί φημι βροτῶν οἵτινές εἰσιν
1091
πάμπαν ἄπειροι μηδ' ἐφύτευσαν
1092
παῖδας προφέρειν εἰς εὐτυχίαν
1093
τῶν γειναμένων.
1094
οἱ μὲν ἄτεκνοι, δι' ἀπειροσύνην
1095
εἴθ' ἡδὺ βροτοῖς…
1096
παῖδ…
The complete text is available when the reading interface loads.