The Greek Library Author

Anonymous

Heraclidae

Authority group
Euripides (catalogue association; authorship remains anonymous)
Edition reference
Heraclidae, ed. Diggle, op. cit., vol. 1, 159– 197.
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg037.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

120

{ΔΗΜΟΦΩΝ} ἐπείπερ ἔφθης πρέσβυς ὢν νεωτέρους

121

βοηδρομήσας τήνδ' ἐπ' ἐσχάραν Διός,

122

λέξον, τίς ὄχλον τόνδ' ἀθροίζεται τύχη;

123

{Χο.} ἱκέται κάθηνται παῖδες οἵδ' Ἡρακλέους

124

βωμὸν καταστέψαντες, ὡς ὁρᾶις, ἄναξ,

125

πατρός τε πιστὸς Ἰόλεως παραστάτης.

126

{Δη.} τί δῆτ' ἰυγμῶν ἥδ' ἐδεῖτο συμφορά;

127

{Χο.} βίαι νιν οὗτος τῆσδ' ἀπ' ἐσχάρας ἄγειν

128

ζητῶν βοὴν ἔστησε κἄσφηλεν γόνυ

129

γέροντος, ὥστε μ' ἐκβαλεῖν οἴκτωι δάκρυ.

130

{Δη.} καὶ μὴν στολήν γ' Ἕλληνα καὶ ῥυθμὸν πέπλων

131

ἔχει, τὰ δ' ἔργα βαρβάρου χερὸς τάδε.

132

σὸν δὴ τὸ φράζειν ἐστί, μὴ μέλλειν 〈δ'〉, ἐμοὶ

133

ποίας ἀφῖξαι δεῦρο γῆς ὅρους λιπών.

134

{Κη.} Ἀργεῖός εἰμι· τοῦτο γὰρ θέλεις μαθεῖν·

135

ἐφ' οἷσι δ' ἥκω καὶ παρ' οὗ λέγειν θέλω.

136

πέμπει Μυκηνῶν δεῦρό μ' Εὐρυσθεὺς ἄναξ

137

ἄξοντα τούσδε· πολλὰ δ' ἦλθον, ὦ ξένε,

138

δίκαι' ἁμαρτῆι δρᾶν τε καὶ λέγειν ἔχων.

139

Ἀργεῖος ὢν γὰρ αὐτὸς Ἀργείους ἄγω

140

ἐκ τῆς ἐμαυτοῦ τούσδε δραπέτας ἔχων,

141

νόμοισι τοῖς ἐκεῖθεν ἐψηφισμένους

142

θανεῖν· δίκαιοι δ' ἐσμὲν οἰκοῦντες πόλιν

143

αὐτοὶ καθ' αὑτῶν κυρίους κραίνειν δίκας.

144

πολλῶν δὲ κἄλλων ἑστίας ἀφιγμένοι

145

ἐν τοῖσιν αὐτοῖς τοισίδ' ἕσταμεν λόγοις,

146

κοὐδεὶς ἐτόλμης' ἴδια προσθέσθαι κακά.

147

ἀλλ' ἤ τιν' ἐς σὲ μωρίαν ἐσκεμμένοι

148

δεῦρ' ἦλθον ἢ κίνδυνον ἐξ ἀμηχάνων

149

ῥίπτοντες, εἴτ' οὖν εἴτε μὴ γενήσεται

post 149

〈 〉

post 14:

οὐ γὰρ φρενήρη γ' ὄντα ς' ἐλπίζουσί που

post 14;

μόνον τοσαύτης ἣν ἐπῆλθον Ἑλλάδος

post 14<

τὰς τῶνδ' ἀβούλως συμφορὰς κατοικτιεῖν.

post 14=

φέρ' ἀντίθες γάρ· τούσδε τ' ἐς γαῖαν παρεὶς

post 14>

ἡμᾶς τ' ἐάσας ἐξάγειν, τί κερδανεῖς;

post 14?

τὰ μὲν παρ' ἡμῶν τοιάδ' ἔστι σοι λαβεῖν·

post 14@

Ἄργους τοσήνδε χεῖρα τήν τ' Εὐρυσθέως

post 14A

ἰσχὺν ἅπασαν τῆιδε προσθέσθαι πόλει.

post 14B

ἢν δ' ἐς λόγους τε καὶ τὰ τῶνδ' οἰκτίσματα

post 14C

βλέψας πεπανθῆις, ἐς πάλην καθίσταται

post 14D

δορὸς τὸ πρᾶγμα· μὴ γὰρ ὡς μεθήσομεν

post 14E

δόξηις ἀγῶνος τούσδ' ἄτερ χαλυβδικοῦ.

post 14F

τί δῆτα φήσεις, ποῖα πεδί' ἀφαιρεθείς,

post 14G

τί ῥυσιασθείς, πόλεμον Ἀργείοις ἔχειν;

post 14H

ποίοις δ' ἀμύνων συμμάχοις, τίνος δ' ὕπερ

post 14I

θάψεις νεκροὺς πεσόντας; ἦ κακὸν λόγον

post 14J

κτήσηι πρὸς ἀστῶν, εἰ γέροντος οὕνεκα

post 14K

τύμβου, τὸ μηδὲν ὄντος, ὡς εἰπεῖν ἔπος,

post 14L

παίδων 〈τε〉 τῶνδ' ἐς ἄντλον ἐμβήσηι πόδα.

post 14M

†ἐρεῖς τὸ λῶιστον ἐλπίδ' εὑρήσειν μόνον†·

post 14N

καὶ τοῦτο πολλῶι τοῦ παρόντος ἐνδεές.

post 14O

κακῶς γὰρ Ἀργείοισιν οἵδ' ὡπλισμένοις

post 14P

μάχοιντ' ἂν ἡβήσαντες, εἴ 〈τι〉 τοῦτό σε

post 14Q

ψυχὴν ἐπαίρει· χοὐν μέσωι πολὺς χρόνος

post 14R

ἐν ὧι διεργασθεῖτ' ἄν. ἀλλ' ἐμοὶ πιθοῦ·

post 14S

δοὺς μηδὲν ἀλλὰ τἄμ' ἐῶν ἄγειν ἐμὲ

post 14T

κτῆσαι Μυκήνας, μηδ' ὅπερ φιλεῖτε δρᾶν

post 14U

πάθηις σὺ τοῦτο, τοὺς ἀμείνονας παρὸν

post 14V

φίλους ἑλέσθαι τοὺς κακίονας λαβεῖν.

post 14W

{Χο.} τίς ἂν δίκην κρίνειεν ἢ γνοίη λόγον,

post 14X

πρὶν ἂν παρ' ἀμφοῖν μῦθον ἐκμάθηι σαφῶς;

post 14Y

{Ιο.} ἄναξ, ὑπάρχει γὰρ τόδ' ἐν τῆι σῆι χθονί,

post 14Z

εἰπεῖν ἀκοῦσαί τ' ἐν μέρει πάρεστί μοι,

post 14[

κοὐδείς μ' ἀπώσει πρόσθεν ὥσπερ ἄλλοθεν.

post 14\

ἡμῖν δὲ καὶ τῶιδ' οὐδέν ἐστιν ἐν μέσωι·

post 14]

ἐπεὶ γὰρ Ἄργους οὐ μέτεσθ' ἡμῖν ἔτι,

post 14^

ψήφωι δοκῆσαν, ἀλλὰ φεύγομεν πάτραν,

post 14_

πῶς ἂν δικαίως ὡς Μυκηναίους ἄγοι

post 14`

ὅδ' ὄντας ἡμᾶς, οὓς ἀπήλασαν χθονός;

post 14a

ξένοι γάρ ἐσμεν. ἢ τὸν Ἑλλήνων ὅρον

post 14b

φεύγειν δικαιοῦθ' ὅστις ἂν τἄργος φύγηι;

post 14c

οὔκουν Ἀθήνας γ'· οὐ γὰρ Ἀργείων φόβωι

post 14d

τοὺς Ἡρακλείους παῖδας ἐξελῶσι γῆς.

post 14e

οὐ γάρ τι Τραχίς ἐστιν οὐδ' Ἀχαιικὸν

post 14f

πόλισμ' ὅθεν σὺ τούσδε, τῆι δίκηι μὲν οὔ,

post 14g

τὸ δ' Ἄργος ὀγκῶν, οἷάπερ καὶ νῦν λέγεις,

post 14h

ἤλαυνες ἱκέτας βωμίους καθημένους.

post 14i

εἰ γὰρ τόδ' ἔσται καὶ λόγους κρινοῦσι σούς,

post 14j

οὐκ οἶδ' Ἀθήνας τάσδ' ἐλευθέρας ἔτι.

post 14k

ἀλλ' οἶδ' ἐγὼ τὸ τῶνδε λῆμα καὶ φύσιν·

post 14l

θνήισκειν θελήσους'· ἡ γὰρ αἰσχύνη 〈πάρος〉

post 14m

τοῦ ζῆν παρ' ἐσθλοῖς ἀνδράσιν νομίζεται.

post 14n

πόλει μὲν ἀρκεῖ· καὶ γὰρ οὖν ἐπίφθονον

post 14o

λίαν ἐπαινεῖν ἐστι, πολλάκις δὲ δὴ

post 14p

καὐτὸς βαρυνθεὶς οἶδ' ἄγαν αἰνούμενος.

post 14q

σοὶ δ' ὡς ἀνάγκη τούσδε βούλομαι φράσαι

post 14r

σώιζειν, ἐπείπερ τῆσδε προστατεῖς χθονός.

post 14s

Πιτθεὺς μέν ἐστι Πέλοπος, ἐκ δὲ Πιτθέως

post 14t

Αἴθρα, πατὴρ δ' ἐκ τῆσδε γεννᾶται σέθεν

post 14u

Θησεύς. πάλιν δὲ τῶνδ' ἄνειμί σοι γένος·

post 14v

Ἡρακλέης ἦν Ζηνὸς Ἀλκμήνης τε παῖς,

post 14w

κείνη δὲ Πέλοπος θυγατρός· αὐτανεψίων

post 14x

πατὴρ ἂν εἴη σός τε χὠ τούτων γεγώς.

post 14y

γένους μὲν ἥκεις ὧδε τοῖσδε, Δημοφῶν·

post 14z

ἃ δ' ἐκτὸς ἤδη τοῦ προσήκοντός σε δεῖ

post 14{

τεῖσαι λέγω σοι παισί. φημὶ γάρ ποτε

σύμπλους γενέσθαι τῶνδ' ὑπασπίζων πατρὶ

post 14}

ζωστῆρα Θησεῖ τὸν πολυκτόνον μέτα

post 217

〈 〉 〈 〉

218

Ἅιδου τ' ἐρεμνῶν ἐξανήγαγεν μυχῶν

219

πατέρα σόν· Ἑλλὰς πᾶσα τοῦτο μαρτυρεῖ.

220

ὧν ἀντιδοῦναί ς' οἵδ' ἀπαιτοῦσιν χάριν,

221

μήτ' ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν

222

τῶν σῶν ἀποσπασθέντες ἐκπεσεῖν χθονός.

223

σοὶ γὰρ τόδ' αἰσχρὸν χωρὶς ἐν πόλει τ' ἴσον,

224

ἱκέτας ἀλήτας συγγενεῖς—οἴμοι κακῶν·

225

βλέψον πρὸς αὐτούς, βλέψον—ἕλκεσθαι βίαι.

226

ἀλλ' ἄντομαί σε καὶ καταστέφων χεροῖν

227

καὶ πρὸς γενείου, μηδαμῶς ἀτιμάσηις

228

τοὺς Ἡρακλείους παῖδας ἐς χέρας λαβεῖν·

229

γενοῦ δὲ τοῖσδε συγγενής, γενοῦ φίλος

230

πατὴρ ἀδελφὸς δεσπότης· ἅπαντα γὰρ

231

τἄλλ' ἐστὶ κρείσσω πλὴν ὑπ' Ἀργείοις πεσεῖν.

232

{Χο.} ὤικτιρ' ἀκούσας τούσδε συμφορᾶς, ἄναξ.

233

τὴν δ' εὐγένειαν τῆς τύχης νικωμένην

234

νῦν δὴ μάλιστ' ἐσεῖδον· οἵδε γὰρ πατρὸς

235

ἐσθλοῦ γεγῶτες δυστυχοῦς' ἀναξίως.

236

{Δη.} τρισσαί μ' ἀναγκάζουσι συννοίας ὁδοί,

237

Ἰόλαε, τοὺς σοὺς μὴ παρώσασθαι λόγους·

238

τὸ μὲν μέγιστον Ζεὺς ἐφ' οὗ σὺ βώμιος

239

θακεῖς νεοσσῶν τήνδ' ἔχων πανήγυριν,

240

τὸ συγγενές τε καὶ τὸ προυφείλειν καλῶς

241

πράσσειν παρ' ἡμῶν τούσδε πατρώιαν χάριν,

242

τό τ' αἰσχρόν, οὗπερ δεῖ μάλιστα φροντίσαι·

243

εἰ γὰρ παρήσω τόνδε συλᾶσθαι βίαι

244

ξένου πρὸς ἀνδρὸς βωμόν, οὐκ ἐλευθέραν

245

οἰκεῖν δοκήσω γαῖαν, Ἀργείων δ' ὄκνωι

246

ἱκέτας προδοῦναι· καὶ τάδ' ἀγχόνης πέλας.

247

ἀλλ' ὤφελες μὲν εὐτυχέστερος μολεῖν,

248

ὅμως δὲ καὶ νῦν μὴ τρέσηις ὅπως σέ τις

249

σὺν παισὶ βωμοῦ τοῦδ' ἀποσπάσει βίαι.

250

σὺ δ' Ἄργος ἐλθὼν ταῦτά τ' Εὐρυσθεῖ φράσον

251

πρὸς τοῖσδέ τ', εἴ τι τοισίδ' ἐγκαλεῖ ξένοις,

252

δίκης κυρήσειν· τούσδε δ' οὐκ ἄξεις ποτέ.

253

{Κη.} οὐκ ἢν δίκαιον ἦι τι καὶ νικῶ λόγωι;

254

{Δη.} καὶ πῶς δίκαιον τὸν ἱκέτην ἄγειν βίαι;

255

{Κη.} οὔκουν ἐμοὶ τόδ' αἰσχρὸν ἀλλ' οὐ σοὶ βλάβος;

256

{Δη.} ἐμοί γ', ἐάν σοι τούσδ' ἐφέλκεσθαι μεθῶ.

257

{Κη.} σὺ δ' ἐξόριζε κἆιτ' ἐκεῖθεν ἄξομεν.

258

{Δη.} σκαιὸς πέφυκας τοῦ θεοῦ πλείω φρονῶν.

259

{Κη.} δεῦρ', ὡς ἔοικε, τοῖς κακοῖσι φευκτέον.

260

{Δη.} ἅπασι κοινὸν ῥῦμα δαιμόνων ἕδρα.

261

{Κη.} ταῦτ' οὐ δοκήσει τοῖς Μυκηναίοις ἴσως.

262

{Δη.} οὔκουν ἐγὼ τῶν ἐνθάδ' εἰμὶ κύριος;

263

{Κη.} βλάπτων 〈γ'〉 ἐκείνους μηδέν, ἢν σὺ σωφρονῆις.

264

{Δη.} βλάπτεσθ', ἐμοῦ γε μὴ μιαίνοντος θεούς.

265

{Κη.} οὐ βούλομαί σε πόλεμον Ἀργείοις ἔχειν.

266

{Δη.} κἀγὼ τοιοῦτος· τῶνδε δ' οὐ μεθήσομαι.

267

{Κη.} ἄξω γε μέντοι τοὺς ἐμοὺς ἐγὼ λαβών.

268

{Δη.} οὐκ ἆρ' ἐς Ἄργος ῥαιδίως ἄπει πάλιν.

269

{Κη.} πειρώμενος δὴ τοῦτό γ' αὐτίκ' εἴσομαι.

270

{Δη.} κλαίων ἄρ' ἅψηι τῶνδε κοὐκ ἐς ἀμβολάς.

271

{Κη.} μὴ πρὸς θεῶν κήρυκα τολμήσηις θενεῖν.

272

{Δη.} εἰ μή γ' ὁ κῆρυξ σωφρονεῖν μαθήσεται.

273

{Χο.} ἄπελθε· καὶ σὺ τοῦδε μὴ θίγηις, ἄναξ.

274

{Κη.} στείχω· μιᾶς γὰρ χειρὸς ἀσθενὴς μάχη.

275

ἥξω δὲ πολλὴν Ἄρεος Ἀργείου λαβὼν

276

πάγχαλκον αἰχμὴν δεῦρο. μυρίοι δέ με

277

μένουσιν ἀσπιστῆρες Εὐρυσθεύς τ' ἄναξ

278

αὐτὸς στρατηγῶν· Ἀλκάθου δ' ἐπ' ἐσχάτοις

279

καραδοκῶν τἀνθένδε τέρμασιν μένει.

280

λαμπρὸς δ' ἀκούσας σὴν ὕβριν φανήσεται

281

σοὶ καὶ πολίταις γῆι τε τῆιδε καὶ φυτοῖς·

282

μάτην γὰρ ἥβην ὧδέ γ' ἂν κεκτήιμεθα

283

πολλὴν ἐν Ἄργει, μή σε τιμωρούμενοι.

284

{Δη.} φθείρου· τὸ σὸν γὰρ Ἄργος οὐ δέδοικ' ἐγώ.

285

ἐνθένδε δ' οὐκ ἔμελλες αἰσχύνας ἐμὲ

286

ἄξειν βίαι τούσδ'· οὐ γὰρ Ἀργείων πόλιν

287

ὑπήκοον τήνδ' ἀλλ' ἐλευθέραν ἔχω.

288

{Χο.} ὥρα προνοεῖν, πρὶν ὅροις πελάσαι

289

στρατὸν Ἀργείων·

290

μάλα δ' ὀξὺς Ἄρης ὁ Μυκηναίων,

291

ἐπὶ τοῖσι δὲ δὴ μᾶλλον ἔτ' ἢ πρίν.

292

πᾶσι γὰρ οὗτος κήρυξι νόμος,

293

δὶς τόσα πυργοῦν τῶν γιγνομένων.

294

πόσα νιν λέξειν βασιλεῦσι δοκεῖς,

295

ὡς δείν' ἔπαθεν καὶ παρὰ μικρὸν

296

ψυχὴν ἦλθεν διακναῖσαι;

297

{Ιο.} οὐκ ἔστι τοῦδε παισὶ κάλλιον γέρας

298

ἢ πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναι

299

[γαμεῖν τ' ἀπ' ἐσθλῶν· ὃς δὲ νικηθεὶς πόθωι

300

κακοῖς ἐκοινώνησεν οὐκ ἐπαινέσω,

301

τέκνοις ὄνειδος οὕνεχ' ἡδονῆς λιπεῖν]·

302

τὸ δυστυχὲς γὰρ ηὑγένει' ἀμύνεται

303

τῆς δυσγενείας μᾶλλον· ἡμεῖς γὰρ κακῶν

304

ἐς τοὔσχατον πεσόντες ηὕρομεν φίλους

305

καὶ ξυγγενεῖς τούσδ', οἳ τοσῆσδ' οἰκουμένης

306

Ἑλληνίδος γῆς τῶνδε προύστησαν μόνοι.

307

δότ', ὦ τέκν', αὐτοῖς χεῖρα δεξιάν, δότε,

308

ὑμεῖς τε παισί, καὶ πέλας προσέλθετε.

309

ὦ παῖδες, ἐς μὲν πεῖραν ἤλθομεν φίλων·

310

ἢν δ' οὖν ποθ' ὑμῖν νόστος ἐς πάτραν φανῆι

311

καὶ δώματ' οἰκήσητε καὶ τιμὰς πατρὸς

post 311

〈 〉

post 312

σωτῆρας αἰεὶ καὶ φίλους νομίζετε,

post 313

καὶ μήποτ' ἐς γῆν ἐχθρὸν αἴρεσθαι δόρυ

post 314

μέμνησθέ μοι τήνδ', ἀλλὰ φιλτάτην πόλιν

post 315

πασῶν νομίζετ'. ἄξιοι δ' ὑμῖν σέβειν

post 316

οἳ γῆν τοσήνδε καὶ Πελασγικὸν λεὼν

post 317

ἡμῶν ἀπηλλάξαντο πολεμίους ἔχειν,

post 318

πτωχοὺς ἀλήτας εἰσορῶντες ἀλλ' ὅμως

post 319

[οὐκ ἐξέδωκαν οὐδ' ἀπήλασαν χθονός].

post 31:

ἐγὼ δὲ καὶ ζῶν καὶ θανών, ὅταν θάνω,

post 31;

πολλῶι ς' ἐπαίνωι Θησέως, ὦ τᾶν, πέλας

post 31<

ὑψηλὸν ἀρῶ καὶ λέγων τάδ' εὐφρανῶ,

post 31=

ὡς εὖ τ' ἐδέξω καὶ τέκνοισιν ἤρκεσας

post 31>

τοῖς Ἡρακλείοις, εὐγενὴς δ' ἀν' Ἑλλάδα

post 31?

σώιζεις πατρώιαν δόξαν, ἐξ ἐσθλῶν δὲ φὺς

post 31@

οὐδὲν κακίων τυγχάνεις γεγὼς πατρός,

post 31A

παύρων μετ' ἄλλων· ἕνα γὰρ ἐν πολλοῖς ἴσως

post 31B

εὕροις ἂν ὅστις ἐστὶ μὴ χείρων πατρός.

post 31C

{Χο.} ἀεί ποθ' ἥδε γαῖα τοῖς ἀμηχάνοις

post 31D

σὺν τῶι δικαίωι βούλεται προσωφελεῖν.

post 31E

τοιγὰρ πόνους δὴ μυρίους ὑπὲρ φίλων

post 31F

ἤνεγκε καὶ νῦν τόνδ' ἀγῶν' ὁρῶ πέλας.

post 31G

{Δη.} σοί τ' εὖ λέλεκται καὶ τὰ τῶνδ' αὐχῶ, γέρον,

post 31H

τοιαῦτ' ἔσεσθαι· μνημονεύσεται χάρις.

post 31I

κἀγὼ μὲν ἀστῶν σύλλογον ποιήσομαι,

post 31J

τάξω δ' ὅπως ἂν τὸν Μυκηναίων στρατὸν

post 31K

πολλῆι δέχωμαι χειρί· πρῶτα μὲν σκοποὺς

post 31L

πέμψω πρὸς αὐτόν, μὴ λάθηι με προσπεσών·

post 31M

ταχὺς γὰρ Ἄργει πᾶς ἀνὴρ βοηδρόμος·

post 31N

μάντεις τ' ἀθροίσας θύσομαι. σὺ δ' ἐς δόμους

post 31O

σὺν παισὶ χώρει, Ζηνὸς ἐσχάραν λιπών.

post 31P

εἰσὶν γὰρ οἵ σου, κἂν ἐγὼ θυραῖος ὦ,

post 31Q

μέριμναν ἕξους'. ἀλλ' ἴθ' ἐς δόμους, γέρον.

post 31R

{Ιο.} οὐκ ἂν λίποιμι βωμόν, εὐξόμεσθα δὲ

post 31S

ἱκέται μένοντες ἐνθάδ' εὖ πρᾶξαι πόλιν.

post 31T

ὅταν δ' ἀγῶνος τοῦδ' ἀπαλλαχθῆις καλῶς,

post 31U

ἴμεν πρὸς οἴκους. θεοῖσι δ' οὐ κακίοσιν

post 31V

χρώμεσθα συμμάχοισιν Ἀργείων, ἄναξ·

post 31W

τῶν μὲν γὰρ Ἥρα προστατεῖ, Διὸς δάμαρ,

post 31X

ἡμῶν δ' Ἀθάνα. φημὶ δ' εἰς εὐπραξίαν

post 31Y

καὶ τοῦθ' ὑπάρχειν, θεῶν ἀμεινόνων τυχεῖν·

post 31Z

νικωμένη γὰρ Παλλὰς οὐκ ἀνέξεται.

post 31[

{Χο.} εἰ σὺ μέγ' αὐχεῖς, ἕτεροι

post 31\

σοῦ πλέον οὐ μέλονται,

post 31]

ξεῖν' 〈ἀπ'〉 Ἀργόθεν ἐλθών,

post 31^

μεγαληγορίαισι δ' ἐμὰς φρένας οὐ φοβήσεις.

post 31_

μήπω ταῖς μεγάλαισιν οὕ-

359

τω καὶ καλλιχόροις Ἀθά-

360

ναις εἴη. σὺ δ' ἄφρων ὅ τ' Ἄρ-

361

γει Σθενέλου τύραννος·

362

ὃς πόλιν ἐλθὼν ἑτέραν

363

οὐδὲν ἐλάσσον' Ἄργους

364

θεῶν ἱκτῆρας ἀλάτας

365

καὶ ἐμᾶς χθονὸς ἀντομένους ξένος ὢν βιαίως

366

ἕλκεις, οὐ βασιλεῦσιν εἴ-

367

ξας, οὐκ ἄλλο δίκαιον εἰ-

368

πών· ποῦ ταῦτα καλῶς ἂν εἴ-

370

η παρά γ' εὖ φρονοῦσιν;

371

εἰρήνα μὲν ἔμοιγ' ἀρέ-

372

σκει· σοὶ δ', ὦ κακόφρων ἄναξ,

373

λέγω, εἰ πόλιν ἥξεις,

374

οὐχ οὕτως ἃ δοκεῖς κυρή-

375

σεις· οὐ σοὶ μόνωι ἔγχος οὐδ'

376

ἰτέα κατάχαλκός ἐστιν.

377

ἀλλ', ὦ πολέμων ἐρα-

378

στά, μή μοι δορὶ συνταρά-

379

ξηις τὰν εὖ χαρίτων ἔχου-

380

σαν πόλιν, ἀλλ' ἀνάσχου.

381

{Ιο.} ὦ παῖ, τί μοι σύννοιαν ὄμμασιν φέρων

382

ἥκεις; νέον τι πολεμίων λέξεις πέρι;

383

μέλλουσιν ἢ πάρεισιν ἢ τί πυνθάνηι;

384

οὐ γάρ τι μὴ ψεύσηις γε κήρυκος λόγους·

385

ὁ γὰρ στρατηγὸς εὐτυχὴς τὰ πρόσθεν ὢν

386

εἶσιν, σάφ' οἶδα, καὶ μάλ' οὐ σμικρὸν φρονῶν

387

ἐς τὰς Ἀθήνας. ἀλλά τοι φρονημάτων

388

ὁ Ζεὺς κολαστὴς τῶν ἄγαν ὑπερφρόνων.

389

{Δη.} ἥκει στράτευμ' Ἀργεῖον Εὐρυσθεύς τ' ἄναξ·

390

ἐγώ νιν αὐτὸς εἶδον. ἄνδρα γὰρ χρεών,

391

ὅστις στρατηγεῖν φης' ἐπίστασθαι καλῶς,

392

οὐκ ἀγγέλοισι τοὺς ἐναντίους ὁρᾶν.

393

πεδία μὲν οὖν γῆς ἐς τάδ' οὐκ ἐφῆκέ πω

394

στρατόν, λεπαίαν δ' ὀφρύην καθήμενος

395

σκοπεῖ (δόκησιν δὴ τόδ' ἂν λέγοιμί σοι)

396

ποίαι προσάξει στρατόπεδον †τὰ νῦν δορὸς†

397

ἐν ἀσφαλεῖ τε τῆσδ' ἱδρύσεται χθονός.

398

καὶ τἀμὰ μέντοι πάντ' ἄραρ' ἤδη καλῶς·

399

πόλις τ' ἐν ὅπλοις σφάγιά θ' ἡτοιμασμένα

400

ἕστηκεν οἷς χρὴ ταῦτα τέμνεσθαι θεῶν,

401

θυηπολεῖται δ' ἄστυ μάντεων ὕπο.

403

χρησμῶν δ' ἀοιδοὺς πάντας εἰς ἓν ἁλίσας

404

ἤλεγξα καὶ βέβηλα καὶ κεκρυμμένα

405

[λόγια παλαιὰ τῆιδε γῆι σωτήρια]·

406

καὶ τῶν μὲν ἄλλων διάφορ' ἐστὶ θεσφάτοις

407

πόλλ'· ἓν δὲ πᾶσι γνῶμα ταὐτὸν ἐμπρέπει·

408

σφάξαι κελεύουσίν με παρθένον κόρηι

409

Δήμητρος, ἥτις ἐστὶ πατρὸς εὐγενοῦς,

402

τροπαῖά τ' ἐχθρῶν καὶ πόλει σωτηρίαν.

410

ἐγὼ δ' ἔχω μέν, ὡς ὁρᾶις, προθυμίαν

411

τοσήνδ' ἐς ὑμᾶς· παῖδα δ' οὔτ' ἐμὴν κτενῶ

412

οὔτ' ἄλλον ἀστῶν τῶν ἐμῶν ἀναγκάσω

413

ἄκονθ'· ἑκὼν δὲ τίς κακῶς οὕτω φρονεῖ,

414

ὅστις τὰ φίλτατ' ἐκ χερῶν δώσει τέκνα;

415

καὶ νῦν πυκνὰς ἂν συστάσεις ἂν εἰσίδοις,

416

τῶν μὲν λεγόντων ὡς δίκαιος ἦ ξένοις

417

ἱκέταις ἀρήγειν, τῶν δὲ μωρίαν ἐμοῦ

418

κατηγορούντων· εἰ δὲ μὴ δράσω τόδε,

419

οἰκεῖος ἤδη πόλεμος ἐξαρτύεται.

420

ταῦτ' οὖν ὅρα σὺ καὶ συνεξεύρισχ' ὅπως

421

αὐτοί τε σωθήσεσθε καὶ πέδον τόδε,

422

κἀγὼ πολίταις μὴ διαβληθήσομαι.

423

οὐ γὰρ τυραννίδ' ὥστε βαρβάρων ἔχω·

424

ἀλλ', ἢν δίκαια δρῶ, δίκαια πείσομαι.

425

{Χο.} ἀλλ' ἦ πρόθυμον οὖσαν οὐκ ἐᾶι θεὸς

426

ξένοις ἀρήγειν τήνδε χρήιζουσιν πόλιν;

427

{Ιο.} ὦ τέκν', ἔοιγμεν ναυτίλοισιν οἵτινες

428

χειμῶνος ἐκφυγόντες ἄγριον μένος

429

ἐς χεῖρα γῆι συνῆψαν, εἶτα χερσόθεν

430

πνοαῖσιν ἠλάθησαν ἐς πόντον πάλιν.

431

οὕτω δὲ χἠμεῖς τῆσδ' ἀπωθούμεσθα γῆς

432

ἤδη πρὸς ἀκταῖς ὄντες ὡς σεσωμένοι.

433

οἴμοι· τί δῆτ' ἔτερψας ὦ τάλαινά με

434

ἐλπὶς τότ', οὐ μέλλουσα διατελεῖν χάριν;

435

συγγνωστὰ γάρ τοι καὶ τὰ τοῦδ', εἰ μὴ θέλει

436

κτείνειν πολιτῶν παῖδας, αἰνέσαι δ' ἔχω

437

καὶ τἀνθάδ'· εἰ θεοῖσι δὴ δοκεῖ τάδε

438

πράσσειν ἔμ', οὔτοι σοί γ' ἀπόλλυται χάρις.

439

ὦ παῖδες, ὑμῖν δ' οὐκ ἔχω τί χρήσομαι.

440

ποῖ τρεψόμεσθα; τίς γὰρ ἄστεπτος θεῶν;

441

ποῖον δὲ γαίας ἕρκος οὐκ ἀφίγμεθα;

442

ὀλούμεθ', ὦ τέκν', ἐκδοθησόμεσθα δή.

443

κἀμοῦ μὲν οὐδὲν εἴ με χρὴ θανεῖν μέλει,

444

πλὴν εἴ τι τέρψω τοὺς ἐμοὺς ἐχθροὺς θανών·

445

ὑμᾶς δὲ κλαίω καὶ κατοικτίρω, τέκνα,

446

καὶ τὴν γεραιὰν μητέρ' Ἀλκμήνην πατρός.

447

ὦ δυστάλαινα τοῦ μακροῦ βίου σέθεν,

448

τλήμων δὲ κἀγὼ πολλὰ μοχθήσας μάτην.

449

χρῆν χρῆν ἄρ' ἡμᾶς ἀνδρὸς εἰς ἐχθροῦ χέρας

450

πεσόντας αἰσχρῶς καὶ κακῶς λιπεῖν βίον.

451

ἀλλ' οἶσθ' ὅ μοι σύμπραξον· οὐχ ἅπασα γὰρ

452

πέφευγεν ἐλπὶς τῶνδέ μοι σωτηρίας.

453

ἔμ' ἔκδος Ἀργείοισιν ἀντὶ τῶνδ', ἄναξ,

454

καὶ μήτε κινδύνευε σωθήτω τέ μοι

455

τέκν'· οὐ φιλεῖν δεῖ τὴν ἐμὴν ψυχήν· ἴτω.

456

μάλιστα δ' Εὐρυσθεύς με βούλοιτ' ἂν λαβὼν

457

τὸν Ἡράκλειον σύμμαχον καθυβρίσαι·

458

σκαιὸς γὰρ ἁνήρ. τοῖς σοφοῖς δ' εὐκτὸν σοφῶι

459

ἔχθραν συνάπτειν, μὴ ἀμαθεῖ φρονήματι·

460

πολλῆς γὰρ αἰδοῦς καὶ δίκης τις ἂν τύχοι.

461

{Χο.} ὦ πρέσβυ, μή νυν τήνδ' ἐπαιτιῶ πόλιν·

462

τάχ' ἂν γὰρ ἡμῖν ψευδὲς ἀλλ' ὅμως κακὸν

463

γένοιτ' ὄνειδος ὡς ξένους προυδώκαμεν.

464

{Δη.} γενναῖα μὲν τάδ' εἶπας ἀλλ' ἀμήχανα.

465

οὐ σοῦ χατίζων δεῦρ' ἄναξ στρατηλατεῖ·

466

τί γὰρ γέροντος ἀνδρὸς Εὐρυσθεῖ πλέον

467

θανόντος; ἀλλὰ τούσδε βούλεται κτανεῖν.

468

δεινὸν γὰρ ἐχθροῖς βλαστάνοντες εὐγενεῖς,

469

νεανίαι τε καὶ πατρὸς μεμνημένοι

470

λύμης· ἃ κεῖνον πάντα προσκοπεῖν χρεών.

471

ἀλλ' εἴ τιν' ἄλλην οἶσθα καιριωτέραν

472

βουλὴν ἑτοίμαζ', ὡς ἔγωγ' ἀμήχανος

473

χρησμῶν ἀκούσας εἰμὶ καὶ φόβου πλέως.

474

{ΠΑΡΘΕΝΟΣ} ξένοι, θράσος μοι μηδὲν ἐξόδοις ἐμαῖς

475

προσθῆτε· πρῶτον γὰρ τόδ' ἐξαιτήσομαι·

476

γυναικὶ γὰρ σιγή τε καὶ τὸ σωφρονεῖν

477

κάλλιστον εἴσω θ' ἥσυχον μένειν δόμων.

478

τῶν σῶν δ' ἀκούσας, Ἰόλεως, στεναγμάτων

479

ἐξῆλθον, οὐ ταχθεῖσα πρεσβεύειν γένους,

480

ἀλλ', εἰμὶ γάρ πως πρόσφορος, μέλει δέ μοι

481

μάλιστ' ἀδελφῶν τῶνδε κἀμαυτῆς πέρι,

482

θέλω πυθέσθαι μὴ 'πὶ τοῖς πάλαι κακοῖς

483

προσκείμενόν τι πῆμα σὴν δάκνει φρένα.

484

{Ιο.} ὦ παῖ, μάλιστα ς' οὐ νεωστὶ δὴ τέκνων

485

τῶν Ἡρακλείων ἐνδίκως αἰνεῖν ἔχω.

486

ἡμῖν δὲ δόξας εὖ προχωρῆσαι δρόμος

487

πάλιν μεθέστηκ' αὖθις ἐς τἀμήχανον·

488

χρησμῶν γὰρ ὠιδούς φησι σημαίνειν ὅδε

489

οὐ ταῦρον οὐδὲ μόσχον ἀλλὰ παρθένον

490

σφάξαι κόρηι Δήμητρος ἥτις εὐγενής,

491

εἰ χρὴ μὲν ἡμᾶς, χρὴ δὲ τήνδ' εἶναι πόλιν.

492

ταῦτ' οὖν ἀμηχανοῦμεν· οὔτε γὰρ τέκνα

493

σφάξειν ὅδ' αὑτοῦ φησιν οὔτ' ἄλλου τινός.

494

κἀμοὶ λέγει μὲν οὐ σαφῶς, λέγει δέ πως,

495

εἰ μή τι τούτων ἐξαμηχανήσομεν,

496

ἡμᾶς μὲν ἄλλην γαῖαν εὑρίσκειν τινά,

497

αὐτὸς δὲ σῶσαι τήνδε βούλεσθαι χθόνα.

498

{Πα.} ἐν τῶιδε κἀχόμεσθα σωθῆναι λόγωι;

499

{Ιο.} ἐν τῶιδε, τἄλλα γ' εὐτυχῶς πεπραγότες.

500

{Πα.} μή νυν τρέσηις ἔτ' ἐχθρὸν Ἀργείων δόρυ·

501

ἐγὼ γὰρ αὐτὴ πρὶν κελευσθῆναι, γέρον,

502

θνήισκειν ἑτοίμη καὶ παρίστασθαι σφαγῆι.

503

τί φήσομεν γάρ, εἰ πόλις μὲν ἀξιοῖ

504

κίνδυνον ἡμῶν οὕνεκ' αἴρεσθαι μέγαν,

505

αὐτοὶ δὲ προστιθέντες ἄλλοισιν πόνους,

506

παρόν σφε σῶσαι, φευξόμεσθα μὴ θανεῖν;

507

οὐ δῆτ', ἐπεί τοι καὶ γέλωτος ἄξια,

508

στένειν μὲν ἱκέτας δαιμόνων καθημένους,

509

πατρὸς δ' ἐκείνου φύντας οὗ πεφύκαμεν

510

κακοὺς ὁρᾶσθαι· ποῦ τάδ' ἐν χρηστοῖς πρέπει;

511

κάλλιον, οἶμαι, τῆσδ'—ὃ μὴ τύχοι ποτέ—

512

πόλεως ἁλούσης χεῖρας εἰς ἐχθρῶν πεσεῖν

513

κἄπειτ' ἄτιμα πατρὸς οὖσαν εὐγενοῦς

514

παθοῦσαν Ἅιδην μηδὲν ἧσσον εἰσιδεῖν.

515

ἀλλ' ἐκπεσοῦσα τῆσδ' ἀλητεύσω χθονός;

516

κοὐκ αἰσχυνοῦμαι δῆτ', ἐὰν δή τις λέγηι

517

Τί δεῦρ' ἀφίκεσθ' ἱκεσίοισι σὺν κλάδοις

518

αὐτοὶ φιλοψυχοῦντες; ἔξιτε χθονός·

519

κακοῖς γὰρ ἡμεῖς οὐ προσωφελήσομεν.

520

ἀλλ' οὐδὲ μέντοι, τῶνδε μὲν τεθνηκότων,

521

αὐτὴ δὲ σωθεῖς', ἐλπίδ' εὖ πράξειν ἔχω·

522

πολλοὶ γὰρ ἤδη τῆιδε προύδοσαν φίλους.

523

τίς γὰρ κόρην ἔρημον ἢ δάμαρτ' ἔχειν

524

ἢ παιδοποιεῖν ἐξ ἐμοῦ βουλήσεται;

525

οὔκουν θανεῖν ἄμεινον ἢ τούτων τυχεῖν

526

ἀναξίαν; ἄλληι δὲ κἂν πρέποι τινὶ

527

μᾶλλον τάδ', ἥτις μὴ 'πίσημος ὡς ἐγώ.

528

ἡγεῖσθ' ὅπου δεῖ σῶμα κατθανεῖν τόδε

529

καὶ στεμματοῦτε καὶ †κατάρχεσθ' εἰ δοκεῖ†·

530

νικᾶτε δ' ἐχθρούς· ἥδε γὰρ ψυχὴ πάρα

531

ἑκοῦσα κοὐκ ἄκουσα, κἀξαγγέλλομαι

532

θνήισκειν ἀδελφῶν τῶνδε κἀμαυτῆς ὕπερ.

533

εὕρημα γάρ τοι μὴ φιλοψυχοῦς' ἐγὼ

534

κάλλιστον ηὕρηκ', εὐκλεῶς λιπεῖν βίον.

535

{Χο.} φεῦ φεῦ, τί λέξω παρθένου μέγαν λόγον

536

κλύων, ἀδελφῶν ἣ πάρος θέλει θανεῖν;

537

τούτων τίς ἂν λέξειε γενναίους λόγους

538

μᾶλλον, τίς ἂν δράσειεν ἀνθρώπων ἔτι;

539

{Ιο.} ὦ τέκνον, οὐκ ἔστ' ἄλλοθεν τὸ σὸν κάρα

540

ἀλλ' ἐξ ἐκείνου· σπέρμα τῆς θείας φρενὸς

541

πέφυκας Ἡράκλειον· οὐδ' αἰσχύνομαι

542

τοῖς σοῖς λόγοισι, τῆι τύχηι δ' ἀλγύνομαι.

543

ἀλλ' ἧι γένοιτ' ἂν ἐνδικωτέρως φράσω·

544

πάσας ἀδελφὰς τῆσδε δεῦρο χρὴ καλεῖν,

545

κἆιθ' ἡ λαχοῦσα θνηισκέτω γένους ὕπερ·

546

σὲ δ' οὐ δίκαιον κατθανεῖν ἄνευ πάλου.

547

{Πα.} οὐκ ἂν θάνοιμι τῆι τύχηι λαχοῦς' ἐγώ·

548

χάρις γὰρ οὐ πρόσεστι· μὴ λέξηις, γέρον.

549

ἀλλ', εἰ μὲν ἐνδέχεσθε καὶ βούλεσθέ μοι

550

χρῆσθαι προθύμωι, τὴν ἐμὴν ψυχὴν ἐγὼ

551

δίδωμ' ἑκοῦσα τοῖσδ', ἀναγκασθεῖσα δ' οὔ.

552

{Ιο.} φεῦ·

553

ὅδ' αὖ λόγος σοι τοῦ πρὶν εὐγενέστερος,

554

κἀκεῖνος ἦν ἄριστος· ἀλλ' ὑπερφέρεις

555

τόλμηι τε τόλμαν καὶ λόγωι χρηστῶι λόγον.

556

οὐ μὴν κελεύω γ' οὐδ' ἀπεννέπω, τέκνον,

557

θνήισκειν ς'· ἀδελφοὺς 〈δ'〉 ὠφελεῖς θανοῦσα σούς.

558

{Πα.} σοφῶς †κελεύεις†· μὴ τρέσηις μιάσματος

559

τοὐμοῦ μετασχεῖν, ἀλλ' ἐλευθέρως θάνω,

562

ἐπεὶ σφαγῆς γε πρὸς τὸ δεινὸν εἶμ' ἐγώ,

563

εἴπερ πέφυκα πατρὸς οὗπερ εὔχομαι.

560

ἔπου δέ, πρέσβυ· σῆι γὰρ ἐνθανεῖν χερὶ

561

θέλω, πέπλοις δὲ σῶμ' ἐμὸν κρύψον παρών.

564

{Ιο.} οὐκ ἂν δυναίμην σῶι παρεστάναι μόρωι.

565

{Πα.} σὺ δ' ἀλλὰ τοῦδε χρῆιζε, μή μ' ἐν ἀρσένων

566

ἀλλ' ἐν γυναικῶν χερσὶν ἐκπνεῦσαι βίον.

567

{Δη.} ἔσται τάδ', ὦ τάλαινα παρθένων, ἐπεὶ

568

κἀμοὶ τόδ' αἰσχρόν, μή σε κοσμεῖσθαι καλῶς,

569

πολλῶν ἕκατι, τῆς τε σῆς εὐψυχίας

570

καὶ τοῦ δικαίου. τλημονεστάτην δέ σε

571

πασῶν γυναικῶν εἶδον ὀφθαλμοῖς ἐγώ.

572

ἀλλ', εἴ τι βούληι, τούσδε τὸν γέροντά τε

573

χώρει προσειποῦς' ὑστάτοις προσφθέγμασιν.

574

{Πα.} ὦ χαῖρε, πρέσβυ, χαῖρε καὶ δίδασκέ μοι

575

τοιούσδε τούσδε παῖδας, ἐς τὸ πᾶν σοφούς,

576

ὥσπερ σύ, μηδὲν μᾶλλον· ἀρκέσουσι γάρ.

577

πειρῶ δὲ σῶσαι μὴ θανεῖν, πρόθυμος ὤν·

578

σοὶ παῖδές ἐσμεν, σαῖν χεροῖν τεθράμμεθα·

579

ὁρᾶις δὲ κἀμὲ τὴν ἐμὴν ὥραν γάμου

580

διδοῦσαν, ἀντὶ τῶνδε κατθανουμένην.

581

ὑμεῖς τ', ἀδελφῶν ἡ παροῦς' ὁμιλία,

582

εὐδαιμονοῖτε καὶ γένοιθ' ὑμῖν ὅσων

583

ἡμὴ πάροιθε καρδία σφαλήσεται.

584

καὶ τὸν γέροντα τήν τ' ἔσω γραῖαν δόμων

585

τιμᾶτε πατρὸς μητέρ' Ἀλκμήνην ἐμοῦ

586

ξένους τε τούσδε. κἂν ἀπαλλαγὴ πόνων

587

καὶ νόστος ὑμῖν εὑρεθῆι ποτ' ἐκ θεῶν,

588

μέμνησθε τὴν σώτειραν ὡς θάψαι χρεών·

589

κάλλιστά τοι δίκαιον· οὐ γὰρ ἐνδεὴς

590

ὑμῖν παρέστην ἀλλὰ προύθανον γένους.

591

τάδ' ἀντὶ παίδων ἐστί μοι κειμήλια

592

καὶ παρθενείας, εἴ τι δὴ κατὰ χθονός.

593

εἴη γε μέντοι μηδέν· εἰ γὰρ ἕξομεν

594

κἀκεῖ μερίμνας οἱ θανούμενοι βροτῶν,

595

οὐκ οἶδ' ὅποι τις τρέψεται· τὸ γὰρ θανεῖν

596

κακῶν μέγιστον φάρμακον νομίζεται.

597

{Ιο.} ἀλλ', ὦ μέγιστον ἐκπρέπους' εὐψυχίαι,

598

πασῶν γυναικῶν, ἴσθι, τιμιωτάτη

599

καὶ ζῶς' ὑφ' ἡμῶν καὶ θανοῦς' ἔσηι πολύ.

600

καὶ χαῖρε· δυσφημεῖν γὰρ ἅζομαι θεὰν

601

ἧι σὸν κατῆρκται σῶμα, Δήμητρος κόρην.

602

ὦ παῖδες, οἰχόμεσθα· λύεται μέλη

603

λύπηι· λάβεσθε κἀς ἕδραν μ' ἐρείσατε

604

αὐτοῦ πέπλοισι τοῖσδε κρύψαντες, τέκνα.

605

ὡς οὔτε τούτοις ἥδομαι πεπραγμένοις

606

χρησμοῦ τε μὴ κρανθέντος οὐ βιώσιμον·

607

μείζων γὰρ ἄτη· συμφορὰ δὲ καὶ τάδε.

608

{Χο.} οὔτινά φημι θεῶν ἄτερ ὄλβιον, οὐ βαρύποτμον,

609

ἄνδρα γενέσθαι·

610

οὐδὲ τὸν αὐτὸν ἀεὶ 'μβεβάναι δόμον

611

εὐτυχίαι· παρὰ δ' ἄλλαν ἄλλα

612

μοῖρα διώκει.

613

τὸν μὲν ἀφ' ὑψηλῶν βραχὺν ὤικισε,

614

τὸν δ' †ἀλήταν† εὐδαίμονα τεύχει.

615

μόρσιμα δ' οὔτι φυγεῖν θέμις, οὐ σοφί-

616

αι τις ἀπώσεται, ἀλλὰ μάταν ὁ πρό-

617

θυμος ἀεὶ πόνον ἕξει.

618

ἀλλὰ σὺ μὴ προπεσὼν τὰ θεῶν φέρε μηδ'

619

ὑπεράλγει

620

φροντίδα λύπαι·

621

εὐδόκιμον γὰρ ἔχει θανάτου μέρος

622

ἁ μελέα πρό τ' ἀδελφῶν καὶ γᾶς,

623

οὐδ' ἀκλεής νιν

624

δόξα πρὸς ἀνθρώπων ὑποδέξεται·

625

ἁ δ' ἀρετὰ βαίνει διὰ μόχθων.

626

ἄξια μὲν πατρός, ἄξια δ' εὐγενί-

627

ας τάδε γίγνεται· εἰ δὲ σέβεις θανά-

628

τους ἀγαθῶν, μετέχω σοι.

630

{ΘΕΡΑΠΩΝ} ὦ τέκνα, χαίρετ'· Ἰόλεως δὲ ποῦ γέρων

631

μήτηρ τε πατρὸς τῆσδ' ἕδρας ἀποστατεῖ;

632

{Ιο.} πάρεσμεν, οἵα δή γ' ἐμοῦ παρουσία.

633

{Θε.} τί χρῆμα κεῖσαι καὶ κατηφὲς ὄμμ' ἔχεις;

634

{Ιο.} φροντίς τις ἦλθ' οἰκεῖος, ἧι συνειχόμην.

635

{Θε.} ἔπαιρέ νυν σεαυτόν, ὄρθωσον κάρα.

636

{Ιο.} γέροντές ἐσμεν κοὐδαμῶς ἐρρώμεθα.

637

{Θε.} ἥκω γε μέντοι χάρμα σοι φέρων μέγα.

638

{Ιο.} τίς δ' εἶ σύ; ποῦ σοι συντυχὼν ἀμνημονῶ;

639

{Θε.} Ὕλλου πενέστης· οὔ με γιγνώσκεις ὁρῶν;

640

{Ιο.} ὦ φίλταθ', ἥκεις ἆρα σωτὴρ νῶιν βλάβης;

641

{Θε.} μάλιστα· καὶ πρός γ' εὐτυχεῖς τὰ νῦν τάδε.

642

{Ιο.} ὦ μῆτερ ἐσθλοῦ παιδός, Ἀλκμήνην λέγω,

643

ἔξελθ', ἄκουσον τοῦδε φιλτάτους λόγους.

644

πάλαι γὰρ ὠδίνουσα τῶν ἀφιγμένων

645

ψυχὴν ἐτήκου νόστος εἰ γενήσεται.

646

{ΑΛΚΜΗΝΗ} τί χρῆμ' ἀυτῆς πᾶν τόδ' ἐπλήσθη στέγος,

647

Ἰόλαε; μῶν τίς ς' αὖ βιάζεται παρὼν

648

κῆρυξ ἀπ' Ἄργους; ἀσθενὴς μὲν ἥ γ' ἐμὴ

649

ῥώμη, τοσόνδε δ' εἰδέναι σε χρή, ξένε·

650

οὐκ ἔστ' ἄγειν σε τούσδ' ἐμοῦ ζώσης ποτέ.

651

ἦ τἄρ' ἐκείνου μὴ νομιζοίμην ἐγὼ

652

μήτηρ ἔτ'· εἰ δὲ τῶνδε προσθίξηι χερί,

653

δυοῖν γερόντοιν οὐ καλῶς ἀγωνιῆι.

654

{Ιο.} θάρσει, γεραιά, μὴ τρέσηις· οὐκ Ἀργόθεν

655

κῆρυξ ἀφῖκται πολεμίους λόγους ἔχων.

656

{Αλ.} τί γὰρ βοὴν ἔστησας ἄγγελον φόβου;

657

{Ιο.} σὺ πρόσθε ναοῦ τοῦδ' ὅπως βαίης πέλας.

658

{Αλ.} οὐκ ἴσμεν ἡμεῖς ταῦτα· τίς γάρ ἐσθ' ὅδε;

659

{Ιο.} ἥκοντα παῖδα παιδὸς ἀγγέλλει σέθεν.

660

{Αλ.} ὦ χαῖρε καὶ σὺ τοῖσδε τοῖς ἀγγέλμασιν.

661

ἀτὰρ τί χώραι τῆιδε προσβαλὼν πόδα

662

ποῦ νῦν ἄπεστι; τίς νιν εἶργε συμφορὰ

663

σὺν σοὶ φανέντα δεῦρ' ἐμὴν τέρψαι φρένα;

664

{Θε.} στρατὸν καθίζει τάσσεταί θ' ὃν ἦλθ' ἔχων.

665

{Αλ.} τοῦδ' οὐκέθ' ἡμῖν τοῦ λόγου μέτεστι δή.

666

{Ιο.} μέτεστιν· ἡμῶν δ' ἔργον ἱστορεῖν τάδε.

667

{Θε.} τί δῆτα βούληι τῶν πεπραγμένων μαθεῖν;

668

{Ιο.} πόσον τι πλῆθος συμμάχων πάρεστ' ἔχων;

669

{Θε.} πολλούς· ἀριθμὸν δ' ἄλλον οὐκ ἔχω φράσαι.

670

{Ιο.} ἴσασιν, οἶμαι, ταῦτ' Ἀθηναίων πρόμοι.

671

{Θε.} ἴσασι, καὶ δὴ λαιὸν ἕστηκεν κέρας.

672

{Ιο.} ἤδη γὰρ ὡς ἐς ἔργον ὥπλισται στρατός;

673

{Θε.} καὶ δὴ παρῆκται σφάγια τάξεων ἕκας.

674

{Ιο.} πόσον τι δ' ἔστ' ἄπωθεν Ἀργεῖον δόρυ;

675

{Θε.} ὥστ' ἐξορᾶσθαι τὸν στρατηγὸν ἐμφανῶς.

676

{Ιο.} τί δρῶντα; μῶν τάσσοντα πολεμίων στίχας;

677

{Θε.} ἠικάζομεν ταῦτ'· οὐ γὰρ ἐξηκούομεν.

678

ἀλλ' εἶμ'· ἐρήμους δεσπότας τοὐμὸν μέρος

679

οὐκ ἂν θέλοιμι πολεμίοισι συμβαλεῖν.

680

{Ιο.} κἄγωγε σὺν σοί· ταὐτὰ γὰρ φροντίζομεν,

681

φίλοις παρόντες, ὡς ἔοιγμεν, ὠφελεῖν.

682

{Θε.} ἥκιστα πρὸς σοῦ μῶρον ἦν εἰπεῖν ἔπος.

683

{Ιο.} καὶ μὴ μετασχεῖν γ' ἀλκίμου μάχης φίλοις.

688

{Θε.} οὐκ ἔστιν, ὦ τᾶν, ἥ ποτ' ἦν ῥώμη σέθεν.

689

{Ιο.} ἀλλ' οὖν μαχοῦμαί γ' ἀριθμὸν οὐκ ἐλάσσοσιν.

690

{Θε.} σμικρὸν τὸ σὸν σήκωμα προστίθης φίλοις.

687

{Ιο.} οὐδεὶς ἔμ' ἐχθρῶν προσβλέπων ἀνέξεται.

684

{Θε.} οὐκ ἔστ' ἐν ὄψει τραῦμα μὴ δρώσης χερός.

685

{Ιο.} τί δ'; οὐ θένοιμι κἂν ἐγὼ δι' ἀσπίδος;

686

{Θε.} θένοις ἄν, ἀλλὰ πρόσθεν αὐτὸς ἂν πέσοις.

691

{Ιο.} μή τοί μ' ἔρυκε δρᾶν παρεσκευασμένον.

692

{Θε.} δρᾶν μὲν σύ γ' οὐχ οἷός τε, βούλεσθαι δ' ἴσως.

693

{Ιο.} ὡς μὴ μενοῦντι τἄλλα σοι λέγειν πάρα.

694

{Θε.} πῶς οὖν ὁπλίτης τευχέων ἄτερ φανῆι;

695

{Ιο.} ἔστ' ἐν δόμοισιν ἔνδον αἰχμάλωθ' ὅπλα

696

τοῖσδ', οἷσι χρησόμεσθα· κἀποδώσομεν

697

ζῶντες, θανόντας δ' οὐκ ἀπαιτήσει θεός.

698

ἀλλ' εἴσιθ' εἴσω κἀπὸ πασσάλων ἑλὼν

699

ἔνεγχ' ὁπλίτην κόσμον ὡς τάχιστά μοι.

700

αἰσχρὸν γὰρ οἰκούρημα γίγνεται τόδε,

701

τοὺς μὲν μάχεσθαι, τοὺς δὲ δειλίαι μένειν.

702

{Χο.} λῆμα μὲν οὔπω στόρνυσι χρόνος

703

τὸ σόν, ἀλλ' ἡβᾶι, σῶμα δὲ φροῦδον.

704

τί πονεῖς ἄλλως ἃ σὲ μὲν βλάψει,

705

σμικρὰ δ' ὀνήσει πόλιν ἡμετέραν;

706

χρὴ γνωσιμαχεῖν σὴν ἡλικίαν,

707

τὰ δ' ἀμήχαν' ἐᾶν· οὐκ ἔστιν ὅπως

708

ἥβην κτήσηι πάλιν αὖθις.

709

{Αλ.} τί χρῆμα μέλλεις σῶν φρενῶν οὐκ ἔνδον ὢν

710

λιπεῖν μ' ἔρημον σὺν 〈τέκνου〉 τέκνοις ἐμοῖς;

711

{Ιο.} ἀνδρῶν γὰρ ἀλκή· σοὶ δὲ χρὴ τούτων μέλειν.

712

{Αλ.} τί δ'; ἢν θάνηις σύ, πῶς ἐγὼ σωθήσομαι;

713

{Ιο.} παιδὸς μελήσει παισὶ τοῖς λελειμμένοις.

714

{Αλ.} ἢν δ' οὖν, ὃ μὴ γένοιτο, χρήσωνται τύχηι;

715

{Ιο.} οἵδ' οὐ προδώσουσίν σε, μὴ τρέσηις, ξένοι.

716

{Αλ.} τοσόνδε γάρ τοι θάρσος, οὐδὲν ἄλλ' ἔχω.

717

{Ιο.} καὶ Ζηνὶ τῶν σῶν, οἶδ' ἐγώ, μέλει πόνων.

718

{Αλ.} φεῦ· Ζεὺς ἐξ ἐμοῦ μὲν οὐκ ἀκούσεται κακῶς·

719

εἰ δ' ἐστὶν ὅσιος αὐτὸς οἶδεν εἰς ἐμέ.

720

{Θε.} ὅπλων μὲν ἤδη τήνδ' ὁρᾶις παντευχίαν,

721

φθάνοις δ' ἂν οὐκ ἂν τοῖσδε σὸν κρύπτων δέμας·

722

ὡς ἐγγὺς ἁγὼν καὶ μάλιστ' Ἄρης στυγεῖ

723

μέλλοντας· εἰ δὲ τευχέων φοβῆι βάρος,

724

νῦν μὲν πορεύου γυμνός, ἐν δὲ τάξεσιν

725

κόσμωι πυκάζου τῶιδ'· ἐγὼ δ' οἴσω τέως.

726

{Ιο.} καλῶς ἔλεξας· ἀλλ' ἐμοὶ πρόχειρ' ἔχων

727

τεύχη κόμιζε, χειρὶ δ' ἔνθες ὀξύην,

728

λαιόν τ' ἔπαιρε πῆχυν, εὐθύνων πόδα.

729

{Θε.} ἦ παιδαγωγεῖν γὰρ τὸν ὁπλίτην χρεών;

730

{Ιο.} ὄρνιθος οὕνεκ' ἀσφαλῶς πορευτέον.

731

{Θε.} εἴθ' ἦσθα δυνατὸς δρᾶν ὅσον πρόθυμος εἶ.

732

{Ιο.} ἔπειγε· λειφθεὶς δεινὰ πείσομαι μάχης.

733

{Θε.} σύ τοι βραδύνεις, οὐκ ἐγώ, δοκῶν τι δρᾶν.

734

{Ιο.} οὔκουν ὁρᾶις μου κῶλον ὡς ἐπείγεται;

735

{Θε.} ὁρῶ δοκοῦντα μᾶλλον ἢ σπεύδοντά σε.

736

{Ιο.} οὐ ταῦτα λέξεις ἡνίκ' ἂν λεύσσηις μ' ἐκεῖ ...

737

{Θε.} τί δρῶντα; βουλοίμην δ' ἂν εὐτυχοῦντά γε.

738

{Ιο.} δι' ἀσπίδος θείνοντα πολεμίων τινά.

739

{Θε.} εἰ δή ποθ' ἥξομέν γε· τοῦτο γὰρ φόβος.

740

{Ιο.} φεῦ· εἴθ', ὦ βραχίων, οἷον ἡβήσαντά σε

741

μεμνήμεθ' ἡμεῖς, ἡνίκα ξὺν Ἡρακλεῖ

742

Σπάρτην ἐπόρθεις, σύμμαχος γένοιό μοι

743

τοιοῦτος· οἵαν ἂν τροπὴν Εὐρυσθέως

744

θείμην· ἐπεί τοι καὶ κακὸς μένειν δόρυ.

745

ἔστιν δ' ἐν ὄλβωι καὶ τόδ' οὐκ ὀρθῶς ἔχον,

746

εὐψυχίας δόκησις· οἰόμεσθα γὰρ

747

τὸν εὐτυχοῦντα πάντ' ἐπίστασθαι καλῶς.

748

{Χο.} Γᾶ καὶ παννύχιος σελά-

749

να καὶ λαμπρόταται θεοῦ

750

φαεσιμβρότου αὐγαί,

751

ἀγγελίαν μοι ἐνέγκαι,

752

ἰαχήσατε δ' οὐρανῶι

753

καὶ παρὰ θρόνον ἀρχέταν

754

γλαυκᾶς τ' ἐν Ἀθάνας·

755

μέλλω τᾶς πατριώτιδος

756

γᾶς, μέλλω καὶ ὑπὲρ δόμων

757

ἱκέτας ὑποδεχθεὶς

758

κίνδυνον πολιῶι τεμεῖν σιδάρωι.

759

δεινὸν μὲν πόλιν ὡς Μυκή-

760

νας εὐδαίμονα καὶ δορὸς

761

πολυαίνετον ἀλκᾶι

762

μῆνιν ἐμᾶι χθονὶ κεύθειν·

763

κακὸν δ', ὦ πόλις, εἰ ξένους

764

ἱκτῆρας παραδώσομεν

765

κελεύσμασιν Ἄργους.

766

Ζεύς μοι σύμμαχος, οὐ φοβοῦ-

767

μαι, Ζεύς μοι χάριν ἐνδίκως

768

ἔχει· οὔποτε θνατῶν

769

ἥσσους 〈δαίμονες〉 ἔκ γ' ἐμοῦ φανοῦνται.

770

ἀλλ', ὦ πότνια, σὸν γὰρ οὖ-

771

δας γᾶς καὶ πόλις, ἆς σὺ μά-

772

τηρ δέσποινά τε καὶ φύλαξ,

773

πόρευσον ἄλλαι τὸν οὐ δικαίως

774

τᾶιδ' ἐπάγοντα δορυσσοῦν

775

στρατὸν Ἀργόθεν· οὐ γὰρ ἐμᾶι γ' ἀρετᾶι

776

δίκαιός εἰμ' ἐκπεσεῖν μελάθρων.

777

ἐπεί σοι πολύθυτος ἀεὶ

778

τιμὰ κραίνεται οὐδὲ λά-

779

θει μηνῶν φθινὰς ἁμέρα

780

νέων τ' ἀοιδαὶ χορῶν τε μολπαί.

781

ἀνεμόεντι δ' ἐπ' ὄχθωι

782

ὀλολύγματα παννυχίοις ὑπὸ παρ-

783

θένων ἰαχεῖ ποδῶν κρότοισιν.

784

{ΑΓΓΕΛΟΣ} δέσποινα, μύθους σοί τε †συντομωτάτους

785

κλύειν ἐμοί τε τῶιδε καλλίστους φέρω†·

786

νικῶμεν ἐχθροὺς καὶ τροπαῖ' ἱδρύεται

787

παντευχίαν ἔχοντα πολεμίων σέθεν.

788

{Αλ.} ὦ φίλταθ', ἥδε ς' ἡμέρα †διήλασεν†·

789

ἠλευθέρωσαι τοῖσδε τοῖς ἀγγέλμασιν.

790

μιᾶς δ' ἔμ' οὔπω συμφορᾶς ἐλευθεροῖς·

791

φόβος γὰρ εἴ μοι ζῶσιν οὓς ἐγὼ θέλω.

792

{Αγ.} ζῶσιν, μέγιστόν γ' εὐκλεεῖς κατὰ στρατόν.

793

{Αλ.} ὁ μὲν γέρων †οὐκ ἔστιν Ἰόλεως ὅδε†;

794

{Αγ.} μάλιστα, πράξας γ' ἐκ θεῶν κάλλιστα δή.

795

{Αλ.} τί δ' ἔστι; μῶν τι κεδνὸν ἠγωνίζετο;

796

{Αγ.} νέος μεθέστηκ' ἐκ γέροντος αὖθις αὖ.

797

{Αλ.} θαυμάστ' ἔλεξας· ἀλλά ς' εὐτυχῆ φίλων

798

μάχης ἀγῶνα πρῶτον ἀγγεῖλαι θέλω.

799

{Αγ.} εἷς μου λόγος σοι πάντα σημανεῖ τάδε.

800

ἐπεὶ γὰρ ἀλλήλοισιν ὁπλίτην στρατὸν

801

κατὰ στόμ' ἐκτείνοντες ἀντετάξαμεν,

802

ἐκβὰς τεθρίππων Ὕλλος ἁρμάτων πόδα

803

ἔστη μέσοισιν ἐν μεταιχμίοις δορός.

804

κἄπειτ' ἔλεξεν· Ὦ στρατήγ' ὃς Ἀργόθεν

805

ἥκεις, τί τήνδε γαῖαν οὐκ εἰάσαμεν

post 805

〈 〉 〈 〉

806

καὶ τὰς Μυκήνας οὐδὲν ἐργάσηι κακὸν

807

ἀνδρὸς στερήσας· ἀλλ' ἐμοὶ μόνος μόνωι

808

μάχην συνάψας, ἢ κτανὼν ἄγου λαβὼν

809

τοὺς Ἡρακλείους παῖδας ἢ θανὼν ἐμοὶ

810

τιμὰς πατρώιους καὶ δόμους ἔχειν ἄφες.

811

στρατὸς δ' ἐπήινες' ἔς τ' ἀπαλλαγὰς πόνων

812

καλῶς λελέχθαι μῦθον ἔς τ' εὐψυχίαν.

813

ὁ δ' οὔτε τοὺς κλύοντας αἰδεσθεὶς λόγων

814

οὔτ' αὐτὸς αὑτοῦ δειλίαν στρατηγὸς ὢν

815

ἐλθεῖν ἐτόλμης' ἐγγὺς ἀλκίμου δορός,

816

ἀλλ' ἦν κάκιστος· εἶτα τοιοῦτος γεγὼς

817

τοὺς Ἡρακλείους ἦλθε δουλώσων γόνους;

818

Ὕλλος μὲν οὖν ἀπώιχετ' ἐς τάξιν πάλιν·

819

μάντεις δ', ἐπειδὴ μονομάχου δι' ἀσπίδος

820

διαλλαγὰς ἔγνωσαν οὐ τελουμένας,

821

ἔσφαζον, οὐκ ἔμελλον, ἀλλ' ἀφίεσαν

822

λαιμῶν βοείων εὐθὺς οὔριον φόνον.

823

οἱ δ' ἅρματ' εἰσέβαινον, οἱ δ' ὑπ' ἀσπίδων

824

πλευροῖς ἔχριμπτον πλεύρ'· Ἀθηναίων δ' ἄναξ

825

στρατῶι παρήγγειλ' οἷα χρὴ τὸν εὐγενῆ·

826

Ὦ ξυμπολῖται, τῆι τε βοσκούσηι χθονὶ

827

καὶ τῆι τεκούσηι νῦν τιν' ἀρκέσαι χρεών.

828

ὁ δ' αὖ τό τ' Ἄργος μὴ καταισχῦναι θέλειν

829

καὶ τὰς Μυκήνας συμμάχους ἐλίσσετο.

830

ἐπεὶ δ' ἐσήμην' ὄρθιον Τυρσηνικῆι

831

σάλπιγγι καὶ συνῆψαν ἀλλήλοις μάχην,

832

πόσον τιν' αὐχεῖς πάταγον ἀσπίδων βρέμειν,

833

πόσον τινὰ στεναγμὸν οἰμωγήν θ' ὁμοῦ;

834

τὰ πρῶτα μέν νυν πίτυλος Ἀργείου δορὸς

835

ἐρρήξαθ' ἡμᾶς, εἶτ' ἐχώρησαν πάλιν.

836

τὸ δεύτερον δὲ ποὺς ἐπαλλαχθεὶς ποδί,

837

ἀνὴρ δ' ἐπ' ἀνδρὶ στάς, ἐκαρτέρει μάχη·

838

πολλοὶ δ' ἔπιπτον. ἦν δὲ †τοῦ κελεύσματος†

839

Ὦ τὰς Ἀθήνας—Ὦ τὸν Ἀργείων γύην

840

σπείροντες—οὐκ ἀρήξετ' αἰσχύνην πόλει;

841

μόλις δὲ πάντα δρῶντες οὐκ ἄτερ πόνων

842

ἐτρεψάμεσθ' Ἀργεῖον ἐς φυγὴν δόρυ.

843

κἀνταῦθ' ὁ πρέσβυς Ὕλλον ἐξορμώμενον

844

ἰδών, ὀρέξας ἱκέτευσε δεξιὰν

845

Ἰόλαος ἐμβῆσαί νιν ἵππειον δίφρον.

846

λαβὼν δὲ χερσὶν ἡνίας Εὐρυσθέως

847

πώλοις ἐπεῖχε. τἀπὸ τοῦδ' ἤδη κλύων

848

λέγοιμ' ἂν ἄλλων, δεῦρό γ' αὐτὸς εἰσιδών.

849

Παλληνίδος γὰρ σεμνὸν ἐκπερῶν πάγον

850

δίας Ἀθάνας, ἅρμ' ἰδὼν Εὐρυσθέως,

851

ἠράσαθ' Ἥβηι Ζηνί θ' ἡμέραν μίαν

852

νέος γενέσθαι κἀποτείσασθαι δίκην

853

ἐχθρούς. κλύειν δὴ θαύματος πάρεστί σοι·

854

δισσὼ γὰρ ἀστέρ' ἱππικοῖς ἐπὶ ζυγοῖς

855

σταθέντ' ἔκρυψαν ἅρμα λυγαίωι νέφει·

856

σὸν δὴ λέγουσι παῖδά γ' οἱ σοφώτεροι

857

Ἥβην θ'· ὁ δ' ὄρφνης ἐκ δυσαιθρίου νέων

858

βραχιόνων ἔδειξεν ἡβητὴν τύπον.

859

αἱρεῖ δ' ὁ κλεινὸς Ἰόλεως Εὐρυσθέως

860

τέτρωρον ἅρμα πρὸς πέτραις Σκιρωνίσιν,

861

δεσμοῖς τε δήσας χεῖρας ἀκροθίνιον

862

κάλλιστον ἥκει τὸν στρατηλάτην ἄγων

863

τὸν ὄλβιον πάροιθε. τῆι δὲ νῦν τύχηι

864

βροτοῖς ἅπασι λαμπρὰ κηρύσσει μαθεῖν,

865

τὸν εὐτυχεῖν δοκοῦντα μὴ ζηλοῦν πρὶν ἂν

866

θανόντ' ἴδηι τις· ὡς ἐφήμεροι τύχαι.

867

{Χο.} ὦ Ζεῦ τροπαῖε, νῦν ἐμοὶ δεινοῦ φόβου

868

ἐλεύθερον πάρεστιν ἦμαρ εἰσιδεῖν.

869

{Αλ.} ὦ Ζεῦ, χρόνωι μὲν τἄμ' ἐπεσκέψω κακά,

870

χάριν δ' ὅμως σοι τῶν πεπραγμένων ἔχω·

871

καὶ παῖδα τὸν ἐμὸν πρόσθεν οὐ δοκοῦς' ἐγὼ

872

θεοῖς ὁμιλεῖν νῦν ἐπίσταμαι σαφῶς.

873

ὦ τέκνα, νῦν δὴ νῦν ἐλεύθεροι πόνων,

874

ἐλεύθεροι δὲ τοῦ κακῶς ὀλουμένου

875

Εὐρυσθέως ἔσεσθε καὶ πόλιν πατρὸς

876

ὄψεσθε, κλήρους δ' ἐμβατεύσετε χθονὸς

877

καὶ θεοῖς πατρώιοις θύσεθ', ὧν ἀπειργμένοι

878

ξένοι πλανήτην εἴχετ' ἄθλιον βίον.

879

ἀτὰρ τί κεύθων Ἰόλεως σοφόν ποτε

880

Εὐρυσθέως ἐφείσαθ' ὥστε μὴ κτανεῖν;

881

λέξον· παρ' ἡμῖν μὲν γὰρ οὐ σοφὸν τόδε,

882

ἐχθροὺς λαβόντα μὴ ἀποτείσασθαι δίκην.

883

{Αγ.} τὸ σὸν προτιμῶν, ὥς νιν ὀφθαλμοῖς ἴδοις

884

†κρατοῦντα† καὶ σῆι δεσποτούμενον χερί.

885

οὐ μὴν ἑκόντα γ' αὐτὸν ἀλλὰ πρὸς βίαν

886

ἔζευξ' ἀνάγκηι· καὶ γὰρ οὐκ ἐβούλετο

887

ζῶν ἐς σὸν ἐλθεῖν ὄμμα καὶ δοῦναι δίκην.

888

ἀλλ', ὦ γεραιά, χαῖρε καὶ μέμνησό μοι

889

ὃ πρῶτον εἶπας ἡνίκ' ἠρχόμην λόγου,

890

ἐλευθερώσειν μ'· ἐν δὲ τοῖς τοιοῖσδε χρὴ

891

ἀψευδὲς εἶναι τοῖσι γενναίοις στόμα.

892

{Χο.} ἐμοὶ χορὸς μὲν ἡδύς, εἰ λίγεια λω-

893

τοῦ χάρις †ἐνὶ δαΐ†·

894

ἡδεῖα δ' εὔχαρις Ἀφροδί-

895

τα· τερπνὸν δέ τι καὶ φίλων

896

ἆρ' εὐτυχίαν ἰδέσθαι

897

τῶν πάρος οὐ δοκούντων.

899

πολλὰ γὰρ τίκτει Μοῖρα τελεσσιδώ-

900

τειρ' Αἰών τε Χρόνου παῖς.

901

ἔχεις ὁδόν τιν', ὦ πόλις, δίκαιον· οὐ

902

χρή ποτε τοῦδ' ἀφέσθαι,

903

τιμᾶν θεούς· ὁ 〈δὲ〉 μή σε φά-

904

σκων ἐγγὺς μανιᾶν ἐλαύ-

905

νει, δεικνυμένων ἐλέγχων

906

τῶνδ'· ἐπίσημα γάρ τοι

907

θεὸς παραγγέλλει, τῶν ἀδίκων παραι-

909

ρῶν φρονήματος αἰεί.

910

ἔστιν ἐν οὐρανῶι βεβα-

911

κὼς ὁ σὸς γόνος, ὦ γεραι-

912

ά· φεύγω λόγον ὡς τὸν Ἅι-

913

δα δόμον κατέβα, πυρὸς

914

δεινᾶι φλογὶ σῶμα δαισθείς·

915

Ἥβας τ' ἐρατὸν χροΐ-

916

ζει λέχος χρυσέαν κατ' αὐλάν.

917

ὦ Ὑμέναιε, δισ-

918

σοὺς παῖδας Διὸς ἠξίωσας.

919

συμφέρεται τὰ πολλὰ πολ-

920

λοῖς· καὶ γὰρ πατρὶ τῶνδ' Ἀθά-

921

ναν λέγους' ἐπίκουρον εἶ-

922

ναι, καὶ τούσδε θεᾶς πόλις

923

καὶ λαὸς ἔσωσε κείνας·

924

ἔσχεν δ' ὕβριν ἀνδρὸς ὧι

925

θυμὸς ἦν πρὸ δίκας βίαιος.

926

μήποτ' ἐμοὶ φρόνη-

927

μα ψυχά τ' ἀκόρεστος εἴη.

928

{Θε.} δέσποιν', ὁρᾶις μὲν ἀλλ' ὅμως εἰρήσεται·

929

Εὐρυσθέα σοι τόνδ' ἄγοντες ἥκομεν,

930

ἄελπτον ὄψιν τῶιδέ τ' οὐχ ἧσσον τύχην·

931

οὐ γάρ ποτ' ηὔχει χεῖρας ἵξεσθαι σέθεν,

932

ὅτ' ἐκ Μυκηνῶν πολυπόνωι σὺν ἀσπίδι

933

ἔστειχε μείζω τῆς δίκης φρονῶν, πόλιν

934

πέρσων Ἀθάνας. ἀλλὰ τὴν ἐναντίαν

935

δαίμων ἔθηκε καὶ μετέστησεν τύχην.

936

Ὕλλος μὲν οὖν ὅ τ' ἐσθλὸς Ἰόλεως βρέτας

937

Διὸς τροπαίου καλλίνικον ἵστασαν·

938

ἐμοὶ δὲ πρὸς σὲ τόνδ' ἐπιστέλλους' ἄγειν,

939

τέρψαι θέλοντες σὴν φρέν'· ἐκ γὰρ εὐτυχοῦς

940

ἥδιστον ἐχθρὸν ἄνδρα δυστυχοῦνθ' ὁρᾶν.

941

{Αλ.} ὦ μῖσος, ἥκεις; εἶλέ ς' ἡ Δίκη χρόνωι;

942

πρῶτον μὲν οὖν μοι δεῦρ' ἐπίστρεψον κάρα

943

καὶ τλῆθι τοὺς σοὺς προσβλέπειν ἐναντίον

944

ἐχθρούς· κρατῆι γὰρ νῦν γε κοὐ κρατεῖς ἔτι.

945

ἐκεῖνος εἶ σύ, βούλομαι γὰρ εἰδέναι,

946

ὃς πολλὰ μὲν τὸν ὄνθ' ὅπου 'στὶ νῦν ἐμὸν

947

παῖδ' ἀξιώσας, ὦ πανοῦργ', ἐφυβρίσαι

950

ὕδρας λέοντάς τ' ἐξαπολλύναι λέγων

951

ἔπεμπες; ἄλλα δ' οἷ' ἐμηχανῶ κακὰ

952

σιγῶ· μακρὸς γὰρ μῦθος ἂν γένοιτό μοι.

948

τί γὰρ σὺ κεῖνον οὐκ ἔτλης καθυβρίσαι;

949

ὃς καὶ παρ' Ἅιδην ζῶντά νιν κατήγαγες.

953

κοὐκ ἤρκεσέν σοι ταῦτα τολμῆσαι μόνον,

954

ἀλλ' ἐξ ἁπάσης κἀμὲ καὶ τέκν' Ἑλλάδος

955

ἤλαυνες ἱκέτας δαιμόνων καθημένους,

956

τοὺς μὲν γέροντας, τοὺς δὲ νηπίους ἔτι.

957

ἀλλ' ηὗρες ἄνδρας καὶ πόλισμ' ἐλεύθερον,

958

οἵ ς' οὐκ ἔδεισαν. δεῖ σε κατθανεῖν κακῶς,

959

καὶ κερδανεῖς ἅπαντα· χρῆν γὰρ οὐχ ἅπαξ

960

θνήισκειν σε πολλὰ πήματ' ἐξειργασμένον.

961

{Θε.} οὐκ ἔστ' ἀνυστὸν τόνδε σοι κατακτανεῖν.

962

{Αλ.} ἄλλως ἄρ' αὐτὸν αἰχμάλωτον εἵλομεν.

963

εἴργει δὲ δὴ τίς τόνδε μὴ θνήισκειν νόμος;

964

{Θε.} τοῖς τῆσδε χώρας προστάταισιν οὐ δοκεῖ.

965

{Αλ.} τί δὴ τόδ'; ἐχθροὺς τοισίδ' οὐ καλὸν κτανεῖν;

966

{Θε.} οὐχ ὅντιν' ἄν γε ζῶνθ' ἕλωσιν ἐν μάχηι.

967

{Αλ.} καὶ ταῦτα δόξανθ' Ὕλλος ἐξηνέσχετο;

968

{Θε.} χρῆν αὐτόν, οἶμαι, τῆιδ' ἀπιστῆσαι χθονί.

969

{Αλ.} χρῆν τόνδε μὴ ζῆν μηδ' †ὁρᾶν φάος ἔτι†.

970

{Θε.} τότ' ἠδικήθη πρῶτον οὐ θανὼν ὅδε.

971

{Αλ.} οὔκουν ἔτ' ἐστὶν ἐν καλῶι δοῦναι δίκην;

972

{Θε.} οὐκ ἔστι τοῦτον ὅστις ἂν κατακτάνοι.

973

{Αλ.} ἔγωγε· καίτοι φημὶ κἄμ' εἶναί τινα.

974

{Θε.} πολλὴν ἄρ' ἕξεις μέμψιν, εἰ δράσεις τόδε.

975

{Αλ.} φιλῶ πόλιν τήνδ'· οὐδὲν ἀντιλεκτέον.

976

τοῦτον δ', ἐπείπερ χεῖρας ἦλθεν εἰς ἐμάς,

977

οὐκ ἔστι θνητῶν ὅστις ἐξαιρήσεται.

978

πρὸς ταῦτα τὴν θρασεῖαν ὅστις ἂν θέληι

979

καὶ τὴν φρονοῦσαν μεῖζον ἢ γυναῖκα χρὴ

980

λέξει· τὸ δ' ἔργον τοῦτ' ἐμοὶ πεπράξεται.

981

{Χο.} δεινόν τι καὶ συγγνωστόν, ὦ γύναι, ς' ἔχει

982

νεῖκος πρὸς ἄνδρα τόνδε, γιγνώσκω καλῶς.

983

{ΕΥΡΥΣΘΕΥΣ} γύναι, σάφ' ἴσθι μή με θωπεύσοντά σε

984

μηδ' ἄλλο μηδὲν τῆς ἐμῆς ψυχῆς πέρι

985

λέξονθ' ὅθεν χρὴ δειλίαν ὀφλεῖν τινα.

986

ἐγὼ δὲ νεῖκος οὐχ ἑκὼν τόδ' ἠράμην·

987

ἤιδη γε σοὶ μὲν αὐτανέψιος γεγώς,

988

τῶι σῶι δὲ παιδὶ συγγενὴς Ἡρακλέει.

989

ἀλλ' εἴτ' ἔχρηιζον εἴτε μή—θεὸς γὰρ ἦν—

990

Ἥρα με κάμνειν τήνδ' ἔθηκε τὴν νόσον.

991

ἐπεὶ δ' ἐκείνωι δυσμένειαν ἠράμην

992

κἄγνων ἀγῶνα τόνδ' ἀγωνιούμενος,

993

πολλῶν σοφιστὴς πημάτων ἐγιγνόμην

994

καὶ πόλλ' ἔτικτον νυκτὶ συνθακῶν ἀεί,

995

ὅπως διώσας καὶ κατακτείνας ἐμοὺς

996

ἐχθροὺς τὸ λοιπὸν μὴ συνοικοίην φόβωι,

997

εἰδὼς μὲν οὐκ ἀριθμὸν ἀλλ' ἐτητύμως

998

ἄνδρ' ὄντα τὸν σὸν παῖδα· καὶ γὰρ ἐχθρὸς ὢν

999

ἀκούσεταί †γ' ἐσθλὰ† χρηστὸς ὢν ἀνήρ.

1000

κείνου δ' ἀπαλλαχθέντος οὐκ ἐχρῆν μ' ἄρα,

1001

μισούμενον πρὸς τῶνδε καὶ ξυνειδότα

1002

ἔχθραν πατρώιαν, πάντα κινῆσαι πέτρον

1003

κτείνοντα κἀκβάλλοντα καὶ τεχνώμενον;

1004

τοιαῦτα δρῶντι τἄμ' ἐγίγνετ' ἀσφαλῆ.

1005

οὔκουν σύ γ' ἀναλαβοῦσα τὰς ἐμὰς τύχας

1006

ἐχθροῦ λέοντος δυσμενῆ βλαστήματα

1007

ἤλαυνες ἂν κακοῖσιν ἀλλὰ σωφρόνως

1008

εἴασας οἰκεῖν Ἄργος· οὔτιν' ἂν πίθοις.

1009

νῦν οὖν ἐπειδή μ' οὐ διώλεσαν τότε

1010

πρόθυμον ὄντα, τοῖσιν Ἑλλήνων νόμοις

1011

οὐχ ἁγνός εἰμι τῶι κτανόντι κατθανών·

1012

πόλις τ' ἀφῆκε σωφρονοῦσα, τὸν θεὸν

1013

μεῖζον τίουσα τῆς ἐμῆς ἔχθρας πολύ.

1014

προσεῖπας, ἀντήκουσας· ἐντεῦθεν δὲ χρὴ

1015

τὸν προστρόπαιον †τόν τε γενναῖον† καλεῖν.

1016

οὕτω γε μέντοι τἄμ' ἔχει· θανεῖν μὲν οὐ

1017

χρήιζω, λιπὼν δ' ἂν οὐδὲν ἀχθοίμην βίον.

1018

{Χο.} παραινέσαι σοι σμικρόν, Ἀλκμήνη, θέλω,

1019

τὸν ἄνδρ' ἀφεῖναι τόνδ', ἐπεὶ δοκεῖ πόλει.

1020

{Αλ.} τί δ' ἢν θάνηι τε καὶ πόλει πιθώμεθα;

1021

{Χο.} τὰ λῶιστ' ἂν εἴη· πῶς τάδ' οὖν γενήσεται;

1022

{Αλ.} ἐγὼ διδάξω ῥαιδίως· κτανοῦσα γὰρ

1023

τόνδ' εἶτα νεκρὸν τοῖς μετελθοῦσιν φίλων

1024

δώσω· τὸ γὰρ σῶμ' οὐκ ἀπιστήσω χθονί,

1025

οὗτος δὲ δώσει τὴν δίκην θανὼν ἐμοί.

1026

{Ευ.} κτεῖν', οὐ παραιτοῦμαί σε· τήνδε δὲ πτόλιν,

1027

ἐπεί μ' ἀφῆκε καὶ κατηιδέσθη κτανεῖν,

1028

χρησμῶι παλαιῶι Λοξίου δωρήσομαι,

1029

ὃς ὠφελήσει μείζον' ἢ δοκεῖ χρόνωι.

1030

θανόντα γάρ με θάψεθ' οὗ τὸ μόρσιμον,

1031

δίας πάροιθε παρθένου Παλληνίδος·

1032

καὶ σοὶ μὲν εὔνους καὶ πόλει σωτήριος

1033

μέτοικος αἰεὶ κείσομαι κατὰ χθονός,

1034

τοῖς τῶνδε δ' ἐκγόνοισι πολεμιώτατος,

1035

ὅταν μόλωσι δεῦρο σὺν πολλῆι χερὶ

1036

χάριν προδόντες τήνδε· τοιούτων ξένων

1037

προύστητε. πῶς οὖν ταῦτ' ἐγὼ πεπυσμένος

1038

δεῦρ' ἦλθον ἀλλ' οὐ χρησμὸν ἡζόμην θεοῦ;

1039

Ἥραν νομίζων θεσφάτων κρείσσω πολὺ

1040

κοὐκ ἂν προδοῦναί μ'. ἀλλὰ μήτε μοι χοὰς

1041

μήθ' αἷμ' ἐάσητ' εἰς ἐμὸν στάξαι τάφον.

1042

κακὸν γὰρ αὐτοῖς νόστον ἀντὶ τῶνδ' ἐγὼ

1043

δώσω· διπλοῦν δὲ κέρδος ἕξετ' ἐξ ἐμοῦ·

1044

ὑμᾶς τ' ὀνήσω τούσδε τε βλάψω θανών.

1045

{Αλ.} τί δῆτα μέλλετ', εἰ πόλει σωτηρίαν

1046

κατεργάσασθαι τοῖσί τ' ἐξ ὑμῶν χρεών,

1047

κτείνειν τὸν ἄνδρα τόνδ', ἀκούοντες τάδε;

1048

δείκνυσι γὰρ κέλευθον ἀσφαλεστάτην·

1049

ἐχθρὸς μὲν…

1050

κ…

The complete text is available when the reading interface loads.