Hippolytus
- Authority group
- Euripides (catalogue association; authorship remains anonymous)
- Edition reference
- Hippolytus, ed. Diggle, op. cit., vol. 1, 207– 271.
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg038.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
92
{Ιπ.} οὐκ οἶδα· τοῦ δὲ καί μ' ἀνιστορεῖς πέρι;
93
{Θε.} μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον.
94
{Ιπ.} ὀρθῶς γε· τίς δ' οὐ σεμνὸς ἀχθεινὸς βροτῶν;
95
{Θε.} ἐν δ' εὐπροσηγόροισίν ἐστί τις χάρις;
96
{Ιπ.} πλείστη γε, καὶ κέρδος γε σὺν μόχθωι βραχεῖ.
97
{Θε.} ἦ κἀν θεοῖσι ταὐτὸν ἐλπίζεις τόδε;
98
{Ιπ.} εἴπερ γε θνητοὶ θεῶν νόμοισι χρώμεθα.
99
{Θε.} πῶς οὖν σὺ σεμνὴν δαίμον' οὐ προσεννέπεις;
100
{Ιπ.} τίν'; εὐλαβοῦ δὲ μή τί σου σφαλῆι στόμα.
101
{Θε.} τήνδ' ἣ πύλαισι σαῖς ἐφέστηκεν Κύπρις.
102
{Ιπ.} πρόσωθεν αὐτὴν ἁγνὸς ὢν ἀσπάζομαι.
103
{Θε.} σεμνή γε μέντοι κἀπίσημος ἐν βροτοῖς.
106
{Ιπ.} οὐδείς μ' ἀρέσκει νυκτὶ θαυμαστὸς θεῶν.
107
{Θε.} τιμαῖσιν, ὦ παῖ, δαιμόνων χρῆσθαι χρεών.
104
{Ιπ.} ἄλλοισιν ἄλλος θεῶν τε κἀνθρώπων μέλει.
105
{Θε.} εὐδαιμονοίης, νοῦν ἔχων ὅσον σε δεῖ.
108
{Ιπ.} χωρεῖτ', ὀπαδοί, καὶ παρελθόντες δόμους
109
σίτων μέλεσθε· τερπνὸν ἐκ κυναγίας
110
τράπεζα πλήρης· καὶ καταψήχειν χρεὼν
111
ἵππους, ὅπως ἂν ἅρμασι ζεύξας ὕπο
112
βορᾶς κορεσθεὶς γυμνάσω τὰ πρόσφορα.
113
τὴν σὴν δὲ Κύπριν πόλλ' ἐγὼ χαίρειν λέγω.
114
{Θε.} ἡμεῖς δέ, τοὺς νέους γὰρ οὐ μιμητέον
115
φρονοῦντας οὕτως, ὡς πρέπει δούλοις λέγειν
116
προσευξόμεσθα τοῖσι σοῖς ἀγάλμασιν,
117
δέσποινα Κύπρι· χρὴ δὲ συγγνώμην ἔχειν.
118
εἴ τίς ς' ὑφ' ἥβης σπλάγχνον ἔντονον φέρων
119
μάταια βάζει, μὴ δόκει τούτου κλύειν·
120
σοφωτέρους γὰρ χρὴ βροτῶν εἶναι θεούς.
121
{ΧΟΡΟΣ} Ὠκεανοῦ τις ὕδωρ στάζουσα πέτρα λέγεται,
123
βαπτὰν κάλπισι πα-
124
γὰν ῥυτὰν προιεῖσα κρημνῶν.
125
τόθι μοί τις ἦν φίλα
126
πορφύρεα φάρεα
127
ποταμίαι δρόσωι
128
τέγγουσα, θερμᾶς δ' ἐπὶ νῶτα πέτρας
129
εὐαλίου κατέβαλλ'· ὅθεν μοι
130
πρώτα φάτις ἦλθε δεσποίνας,
131
τειρομέναν νοσερᾶι κοίται δέμας ἐντὸς ἔχειν
133
οἴκων, λεπτὰ δὲ φά-
134
ρη ξανθὰν κεφαλὰν σκιάζειν·
135
τριτάταν δέ νιν κλύω
136
τάνδ' ἀβρωσίαι
137
στόματος ἁμέραν
138
Δάματρος ἀκτᾶς δέμας ἁγνὸν ἴσχειν,
139
κρυπτῶι πάθει θανάτου θέλουσαν
140
κέλσαι ποτὶ τέρμα δύστανον.
141
†σὺ γὰρ† ἔνθεος, ὦ κούρα,
142
εἴτ' ἐκ Πανὸς εἴθ' Ἑκάτας
143
ἢ σεμνῶν Κορυβάντων
144
φοιτᾶις ἢ ματρὸς ὀρείας;
145
†σὺ δ'† ἀμφὶ τὰν πολύθη-
146
ρον Δίκτυνναν ἀμπλακίαις
147
ἀνίερος ἀθύτων πελανῶν τρύχηι;
148
φοιτᾶι γὰρ καὶ διὰ Λί-
149
μνας χέρσον θ' ὕπερ πελάγους
150
δίναις ἐν νοτίαις ἅλμας.
151
ἢ πόσιν, τὸν Ἐρεχθειδᾶν
152
ἀρχαγόν, τὸν εὐπατρίδαν,
153
ποιμαίνει τις ἐν οἴκοις
154
κρυπτᾶι κοίται λεχέων σῶν;
155
ἢ ναυβάτας τις ἔπλευ-
156
σεν Κρήτας ἔξορμος ἀνὴρ
157
λιμένα τὸν εὐξεινότατον ναύταις
158
φήμαν πέμπων βασιλεί-
159
αι, λύπαι δ' ὑπὲρ παθέων
160
εὐναία δέδεται ψυχά;
161
φιλεῖ δὲ τᾶι δυστρόπωι γυναικῶν
162
ἁρμονίαι κακὰ
163
δύστανος ἀμηχανία συνοικεῖν
164
ὠδίνων τε καὶ ἀφροσύνας.
165
δι' ἐμᾶς ἦιξέν ποτε νηδύος ἅδ'
166
αὔρα· τὰν δ' εὔλοχον οὐρανίαν
167
τόξων μεδέουσαν ἀύτευν
168
Ἄρτεμιν, καί μοι πολυζήλωτος αἰεὶ
169
σὺν θεοῖσι φοιτᾶι.
170
ἀλλ' ἥδε τροφὸς γεραιὰ πρὸ θυρῶν
171
τήνδε κομίζους' ἔξω μελάθρων.
172
στυγνὸν δ' ὀφρύων νέφος αὐξάνεται·
173
τί ποτ' ἐστὶ μαθεῖν ἔραται ψυχή,
174
τί δεδήληται
175
δέμας ἀλλόχροον βασιλείας.
176
{ΤΡΟΦΟΣ} ὦ κακὰ θνητῶν στυγεραί τε νόσοι·
177
τί ς' ἐγὼ δράσω, τί δὲ μὴ δράσω;
178
τόδε σοι φέγγος, λαμπρὸς ὅδ' αἰθήρ,
179
ἔξω δὲ δόμων ἤδη νοσερᾶς
180
δέμνια κοίτης.
181
δεῦρο γὰρ ἐλθεῖν πᾶν ἔπος ἦν σοι,
182
τάχα δ' ἐς θαλάμους σπεύσεις τὸ πάλιν.
183
ταχὺ γὰρ σφάλληι κοὐδενὶ χαίρεις,
184
οὐδέ ς' ἀρέσκει τὸ παρόν, τὸ δ' ἀπὸν
185
φίλτερον ἡγῆι.
186
κρεῖσσον δὲ νοσεῖν ἢ θεραπεύειν·
187
τὸ μέν ἐστιν ἁπλοῦν, τῶι δὲ συνάπτει
188
λύπη τε φρενῶν χερσίν τε πόνος.
189
πᾶς δ' ὀδυνηρὸς βίος ἀνθρώπων
190
κοὐκ ἔστι πόνων ἀνάπαυσις.
191
ἀλλ' ὅτι τοῦ ζῆν φίλτερον ἄλλο
192
σκότος ἀμπίσχων κρύπτει νεφέλαις.
193
δυσέρωτες δὴ φαινόμεθ' ὄντες
194
τοῦδ' ὅτι τοῦτο στίλβει κατὰ γῆν
195
δι' ἀπειροσύνην ἄλλου βιότου
196
κοὐκ ἀπόδειξιν τῶν ὑπὸ γαίας,
197
μύθοις δ' ἄλλως φερόμεσθα.
198
{ΦΑΙΔΡΑ} αἴρετέ μου δέμας, ὀρθοῦτε κάρα·
199
λέλυμαι μελέων σύνδεσμα φίλων.
200
λάβετ' εὐπήχεις χεῖρας, πρόπολοι.
201
βαρύ μοι κεφαλῆς ἐπίκρανον ἔχειν·
202
ἄφελ', ἀμπέτασον βόστρυχον ὤμοις.
203
{Τρ.} θάρσει, τέκνον, καὶ μὴ χαλεπῶς
204
μετάβαλλε δέμας·
205
ῥᾶιον δὲ νόσον μετά θ' ἡσυχίας
206
καὶ γενναίου λήματος οἴσεις.
207
μοχθεῖν δὲ βροτοῖσιν ἀνάγκη.
208
{Φα.} αἰαῖ· πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος
209
καθαρῶν ὑδάτων πῶμ' ἀρυσαίμαν,
210
ὑπό τ' αἰγείροις ἔν τε κομήτηι
211
λειμῶνι κλιθεῖς' ἀναπαυσαίμαν;
212
{Τρ.} ὦ παῖ, τί θροεῖς;
213
οὐ μὴ παρ' ὄχλωι τάδε γηρύσηι,
214
μανίας ἔποχον ῥίπτουσα λόγον;
215
{Φα.} πέμπετέ μ' εἰς ὄρος· εἶμι πρὸς ὕλαν
216
καὶ παρὰ πεύκας, ἵνα θηροφόνοι
217
στείβουσι κύνες
218
βαλιαῖς ἐλάφοις ἐγχριμπτόμεναι.
219
πρὸς θεῶν· ἔραμαι κυσὶ θωύξαι
220
καὶ παρὰ χαίταν ξανθὰν ῥῖψαι
221
Θεσσαλὸν ὅρπακ', ἐπίλογχον ἔχους'
222
ἐν χειρὶ βέλος.
223
{Τρ.} τί ποτ', ὦ τέκνον, τάδε κηραίνεις;
224
τί κυνηγεσίων καὶ σοὶ μελέτη;
225
τί δὲ κρηναίων νασμῶν ἔρασαι;
226
πάρα γὰρ δροσερὰ πύργοις συνεχὴς
227
κλειτύς, ὅθεν σοι πῶμα γένοιτ' ἄν.
228
{Φα.} δέσποιν' ἁλίας Ἄρτεμι Λίμνας
229
καὶ γυμνασίων τῶν ἱπποκρότων,
230
εἴθε γενοίμαν ἐν σοῖς δαπέδοις
231
πώλους Ἐνετὰς δαμαλιζομένα.
232
{Τρ.} τί τόδ' αὖ παράφρων ἔρριψας ἔπος;
233
νῦν δὴ μὲν ὄρος βᾶς' ἐπὶ θήρας
234
πόθον ἐστέλλου, νῦν δ' αὖ ψαμάθοις
235
ἐπ' ἀκυμάντοις πώλων ἔρασαι.
236
τάδε μαντείας ἄξια πολλῆς,
237
ὅστις σε θεῶν ἀνασειράζει
238
καὶ παρακόπτει φρένας, ὦ παῖ.
239
{Φα.} δύστηνος ἐγώ, τί ποτ' εἰργασάμην;
240
ποῖ παρεπλάγχθην γνώμης ἀγαθῆς;
241
ἐμάνην, ἔπεσον δαίμονος ἄτηι.
242
φεῦ φεῦ τλήμων.
243
μαῖα, πάλιν μου κρύψον κεφαλήν,
244
αἰδούμεθα γὰρ τὰ λελεγμένα μοι.
245
κρύπτε· κατ' ὄσσων δάκρυ μοι βαίνει
246
καὶ ἐπ' αἰσχύνην ὄμμα τέτραπται.
247
τὸ γὰρ ὀρθοῦσθαι γνώμην ὀδυνᾶι,
248
τὸ δὲ μαινόμενον κακόν· ἀλλὰ κρατεῖ
249
μὴ γιγνώσκοντ' ἀπολέσθαι.
250
{Τρ.} κρύπτω· τὸ δ' ἐμὸν πότε δὴ θάνατος
251
σῶμα καλύψει;
252
πολλὰ διδάσκει μ' ὁ πολὺς βίοτος·
253
χρῆν γὰρ μετρίας εἰς ἀλλήλους
254
φιλίας θνητοὺς ἀνακίρνασθαι
255
καὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς,
256
εὔλυτα δ' εἶναι στέργηθρα φρενῶν
257
ἀπό τ' ὤσασθαι καὶ ξυντεῖναι·
258
τὸ δ' ὑπὲρ δισσῶν μίαν ὠδίνειν
259
ψυχὴν χαλεπὸν βάρος, ὡς κἀγὼ
260
τῆσδ' ὑπεραλγῶ.
261
βιότου δ' ἀτρεκεῖς ἐπιτηδεύσεις
262
φασὶ σφάλλειν πλέον ἢ τέρπειν
263
τῆι θ' ὑγιείαι μᾶλλον πολεμεῖν.
264
οὕτω τὸ λίαν ἧσσον ἐπαινῶ
265
τοῦ μηδὲν ἄγαν·
266
καὶ ξυμφήσουσι σοφοί μοι.
267
{Χο.} γύναι γεραιά, βασιλίδος πιστὴ τροφέ,
268
Φαίδρας ὁρῶμεν τάσδε δυστήνους τύχας,
269
ἄσημα δ' ἡμῖν ἥτις ἐστὶν ἡ νόσος·
270
σοῦ δ' ἂν πυθέσθαι καὶ κλύειν βουλοίμεθ' ἄν.
271
{Τρ.} οὐκ οἶδ', ἐλέγχους'· οὐ γὰρ ἐννέπειν θέλει.
272
{Χο.} οὐδ' ἥτις ἀρχὴ τῶνδε πημάτων ἔφυ;
273
{Τρ.} ἐς ταὐτὸν ἥκεις· πάντα γὰρ σιγᾶι τάδε.
274
{Χο.} ὡς ἀσθενεῖ τε καὶ κατέξανται δέμας.
275
{Τρ.} πῶς δ' οὔ, τριταίαν γ' οὖς' ἄσιτος ἡμέραν;
276
{Χο.} πότερον ὑπ' ἄτης ἢ θανεῖν πειρωμένη;
277
{Τρ.} θανεῖν; ἀσιτεῖ γ' εἰς ἀπόστασιν βίου.
278
{Χο.} θαυμαστὸν εἶπας, εἰ τάδ' ἐξαρκεῖ πόσει.
279
{Τρ.} κρύπτει γὰρ ἥδε πῆμα κοὔ φησιν νοσεῖν.
280
{Χο.} ὁ δ' ἐς πρόσωπον οὐ τεκμαίρεται βλέπων;
281
{Τρ.} ἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονός.
282
{Χο.} σὺ δ' οὐκ ἀνάγκην προσφέρεις, πειρωμένη
283
νόσον πυθέσθαι τῆσδε καὶ πλάνον φρενῶν;
284
{Τρ.} ἐς πάντ' ἀφῖγμαι κοὐδὲν εἴργασμαι πλέον.
285
οὐ μὴν ἀνήσω γ' οὐδὲ νῦν προθυμίας,
286
ὡς ἂν παροῦσα καὶ σύ μοι ξυμμαρτυρῆις
287
οἵα πέφυκα δυστυχοῦσι δεσπόταις.
288
ἄγ', ὦ φίλη παῖ, τῶν πάροιθε μὲν λόγων
289
λαθώμεθ' ἄμφω, καὶ σύ θ' ἡδίων γενοῦ
290
στυγνὴν ὀφρῦν λύσασα καὶ γνώμης ὁδόν,
291
ἐγώ θ' ὅπηι σοι μὴ καλῶς τόθ' εἱπόμην
292
μεθεῖς' ἐπ' ἄλλον εἶμι βελτίω λόγον.
293
κεἰ μὲν νοσεῖς τι τῶν ἀπορρήτων κακῶν,
294
γυναῖκες αἵδε συγκαθιστάναι νόσον·
295
εἰ δ' ἔκφορός σοι συμφορὰ πρὸς ἄρσενας,
296
λέγ', ὡς ἰατροῖς πρᾶγμα μηνυθῆι τόδε.
297
εἶἑν, τί σιγᾶις; οὐκ ἐχρῆν σιγᾶν, τέκνον,
298
ἀλλ' ἤ μ' ἐλέγχειν, εἴ τι μὴ καλῶς λέγω,
299
ἢ τοῖσιν εὖ λεχθεῖσι συγχωρεῖν λόγοις.
300
φθέγξαι τι, δεῦρ' ἄθρησον. ὦ τάλαιν' ἐγώ,
301
γυναῖκες, ἄλλως τούσδε μοχθοῦμεν πόνους,
302
ἴσον δ' ἄπεσμεν τῶι πρίν· οὔτε γὰρ τότε
303
λόγοις ἐτέγγεθ' ἥδε νῦν τ' οὐ πείθεται.
304
ἀλλ' ἴσθι μέντοι—πρὸς τάδ' αὐθαδεστέρα
305
γίγνου θαλάσσης—εἰ θανῆι, προδοῦσα σοὺς
306
παῖδας, πατρώιων μὴ μεθέξοντας δόμων,
307
μὰ τὴν ἄνασσαν ἱππίαν Ἀμαζόνα,
308
ἣ σοῖς τέκνοισι δεσπότην ἐγείνατο,
309
νόθον φρονοῦντα γνήσι', οἶσθά νιν καλῶς,
310
Ἱππόλυτον ... {Φα.} οἶμοι. {Τρ.} θιγγάνει σέθεν τόδε;
311
{Φα.} ἀπώλεσάς με, μαῖα, καί σε πρὸς θεῶν
312
τοῦδ' ἀνδρὸς αὖθις λίσσομαι σιγᾶν πέρι.
313
{Τρ.} ὁρᾶις; φρονεῖς μὲν εὖ, φρονοῦσα δ' οὐ θέλεις
314
παῖδάς τ' ὀνῆσαι καὶ σὸν ἐκσῶσαι βίον.
315
{Φα.} φιλῶ τέκν'· ἄλληι δ' ἐν τύχηι χειμάζομαι.
316
{Τρ.} ἁγνὰς μέν, ὦ παῖ, χεῖρας αἵματος φορεῖς;
317
{Φα.} χεῖρες μὲν ἁγναί, φρὴν δ' ἔχει μίασμά τι.
318
{Τρ.} μῶν ἐξ ἐπακτοῦ πημονῆς ἐχθρῶν τινος;
319
{Φα.} φίλος μ' ἀπόλλυς' οὐχ ἑκοῦσαν οὐχ ἑκών.
320
{Τρ.} Θησεύς τιν' ἡμάρτηκεν ἐς ς' ἁμαρτίαν;
321
{Φα.} μὴ δρῶς' ἔγωγ' ἐκεῖνον ὀφθείην κακῶς.
322
{Τρ.} τί γὰρ τὸ δεινὸν τοῦθ' ὅ ς' ἐξαίρει θανεῖν;
323
{Φα.} ἔα μ' ἁμαρτεῖν· οὐ γὰρ ἐς ς' ἁμαρτάνω.
324
{Τρ.} οὐ δῆθ' ἑκοῦσά γ', ἐν δὲ σοὶ λελείψομαι.
325
{Φα.} τί δρᾶις; βιάζηι, χειρὸς ἐξαρτωμένη;
326
{Τρ.} καὶ σῶν γε γονάτων, κοὐ μεθήσομαί ποτε.
327
{Φα.} κάκ' ὦ τάλαινά σοι τάδ', εἰ πεύσηι, κακά.
328
{Τρ.} μεῖζον γὰρ ἤ σου μὴ τυχεῖν τί μοι κακόν;
329
{Φα.} ὀλῆι. τὸ μέντοι πρᾶγμ' ἐμοὶ τιμὴν φέρει.
330
{Τρ.} κἄπειτα κρύπτεις, χρήσθ' ἱκνουμένης ἐμοῦ;
331
{Φα.} ἐκ τῶν γὰρ αἰσχρῶν ἐσθλὰ μηχανώμεθα.
332
{Τρ.} οὔκουν λέγουσα τιμιωτέρα φανῆι;
333
{Φα.} ἄπελθε πρὸς θεῶν δεξιάν τ' ἐμὴν μέθες.
334
{Τρ.} οὐ δῆτ', ἐπεί μοι δῶρον οὐ δίδως ὃ χρῆν.
335
{Φα.} δώσω· σέβας γὰρ χειρὸς αἰδοῦμαι τὸ σόν.
336
{Τρ.} σιγῶιμ' ἂν ἤδη· σὸς γὰρ οὑντεῦθεν λόγος.
337
{Φα.} ὦ τλῆμον, οἷον, μῆτερ, ἠράσθης ἔρον.
338
{Τρ.} ὃν ἔσχε ταύρου, τέκνον; ἢ τί φὴις τόδε;
339
{Φα.} σύ τ', ὦ τάλαιν' ὅμαιμε, Διονύσου δάμαρ.
340
{Τρ.} τέκνον, τί πάσχεις; συγγόνους κακορροθεῖς;
341
{Φα.} τρίτη δ' ἐγὼ δύστηνος ὡς ἀπόλλυμαι.
342
{Τρ.} ἔκ τοι πέπληγμαι· ποῖ προβήσεται λόγος;
343
{Φα.} ἐκεῖθεν ἡμεῖς, οὐ νεωστί, δυστυχεῖς.
344
{Τρ.} οὐδέν τι μᾶλλον οἶδ' ἃ βούλομαι κλύειν.
345
{Φα.} φεῦ· πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;
346
{Τρ.} οὐ μάντις εἰμὶ τἀφανῆ γνῶναι σαφῶς.
347
{Φα.} τί τοῦθ' ὃ δὴ λέγουσιν ἀνθρώπους ἐρᾶν;
348
{Τρ.} ἥδιστον, ὦ παῖ, ταὐτὸν ἀλγεινόν θ' ἅμα.
349
{Φα.} ἡμεῖς ἂν εἶμεν θατέρωι κεχρημένοι.
350
{Τρ.} τί φήις; ἐρᾶις, ὦ τέκνον; ἀνθρώπων τίνος;
351
{Φα.} ὅστις ποθ' οὗτός ἐσθ', ὁ τῆς Ἀμαζόνος ...
352
{Τρ.} Ἱππόλυτον αὐδᾶις; {Φα.} σοῦ τάδ', οὐκ ἐμοῦ, κλύεις.
353
{Τρ.} οἴμοι, τί λέξεις, τέκνον; ὥς μ' ἀπώλεσας.
354
γυναῖκες, οὐκ ἀνασχέτ', οὐκ ἀνέξομαι
355
ζῶς'· ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος.
356
ῥίψω μεθήσω σῶμ', ἀπαλλαχθήσομαι
357
βίου θανοῦσα· χαίρετ', οὐκέτ' εἴμ' ἐγώ.
358
οἱ σώφρονες γάρ, οὐχ ἑκόντες ἀλλ' ὅμως,
359
κακῶν ἐρῶσι. Κύπρις οὐκ ἄρ' ἦν θεός,
360
ἀλλ' εἴ τι μεῖζον ἄλλο γίγνεται θεοῦ,
361
ἣ τήνδε κἀμὲ καὶ δόμους ἀπώλεσεν.
362
{Χο.} ἄιες ὤ, ἔκλυες ὤν,
363
ἀνήκουστα τᾶς τυράννου πάθεα μέλεα θρεομένας;
364
ὀλοίμαν ἔγωγε πρὶν σᾶν, φίλα,
365
κατανύσαι φρενῶν. ἰώ μοι, φεῦ φεῦ·
366
ὦ τάλαινα τῶνδ' ἀλγέων·
367
ὦ πόνοι τρέφοντες βροτούς.
368
ὄλωλας, ἐξέφηνας ἐς φάος κακά.
369
τίς σε παναμέριος ὅδε χρόνος μένει;
370
τελευτάσεταί τι καινὸν δόμοις·
371
ἄσημα δ' οὐκέτ' ἐστὶν οἷ φθίνει τύχα
372
Κύπριδος, ὦ τάλαινα παῖ Κρησία.
373
{Φα.} Τροζήνιαι γυναῖκες, αἳ τόδ' ἔσχατον
374
οἰκεῖτε χώρας Πελοπίας προνώπιον,
375
ἤδη ποτ' ἄλλως νυκτὸς ἐν μακρῶι χρόνωι
376
θνητῶν ἐφρόντις' ἧι διέφθαρται βίος.
377
καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσιν
378
πράσσειν κακίον'· ἔστι γὰρ τό γ' εὖ φρονεῖν
379
πολλοῖσιν· ἀλλὰ τῆιδ' ἀθρητέον τόδε·
380
τὰ χρήστ' ἐπιστάμεσθα καὶ γιγνώσκομεν,
381
οὐκ ἐκπονοῦμεν δ', οἱ μὲν ἀργίας ὕπο,
382
οἱ δ' ἡδονὴν προθέντες ἀντὶ τοῦ καλοῦ
383
ἄλλην τιν'· εἰσὶ δ' ἡδοναὶ πολλαὶ βίου,
384
μακραί τε λέσχαι καὶ σχολή, τερπνὸν κακόν,
385
αἰδώς τε· δισσαὶ δ' εἰσίν, ἡ μὲν οὐ κακή,
386
ἡ δ' ἄχθος οἴκων· εἰ δ' ὁ καιρὸς ἦν σαφής,
387
οὐκ ἂν δύ' ἤστην ταὔτ' ἔχοντε γράμματα.
388
ταῦτ' οὖν ἐπειδὴ τυγχάνω φρονοῦς' ἐγώ,
389
οὐκ ἔσθ' ὁποίωι φαρμάκωι διαφθερεῖν
390
ἔμελλον, ὥστε τοὔμπαλιν πεσεῖν φρενῶν.
391
λέξω δὲ καί σοι τῆς ἐμῆς γνώμης ὁδόν.
392
ἐπεί μ' ἔρως ἔτρωσεν, ἐσκόπουν ὅπως
393
κάλλιστ' ἐνέγκαιμ' αὐτόν. ἠρξάμην μὲν οὖν
394
ἐκ τοῦδε, σιγᾶν τήνδε καὶ κρύπτειν νόσον·
395
γλώσσηι γὰρ οὐδὲν πιστόν, ἣ θυραῖα μὲν
396
φρονήματ' ἀνδρῶν νουθετεῖν ἐπίσταται,
397
αὐτὴ δ' ὑφ' αὑτῆς πλεῖστα κέκτηται κακά.
398
τὸ δεύτερον δὲ τὴν ἄνοιαν εὖ φέρειν
399
τῶι σωφρονεῖν νικῶσα προυνοησάμην.
400
τρίτον δ', ἐπειδὴ τοισίδ' οὐκ ἐξήνυτον
401
Κύπριν κρατῆσαι, κατθανεῖν ἔδοξέ μοι,
402
κράτιστον (οὐδεὶς ἀντερεῖ) βουλευμάτων.
403
ἐμοὶ γὰρ εἴη μήτε λανθάνειν καλὰ
404
μήτ' αἰσχρὰ δρώσηι μάρτυρας πολλοὺς ἔχειν.
405
τὸ δ' ἔργον ἤιδη τὴν νόσον τε δυσκλεᾶ,
406
γυνή τε πρὸς τοῖσδ' οὖς' ἐγίγνωσκον καλῶς,
407
μίσημα πᾶσιν· ὡς ὄλοιτο παγκάκως
408
ἥτις πρὸς ἄνδρας ἤρξατ' αἰσχύνειν λέχη
409
πρώτη θυραίους. ἐκ δὲ γενναίων δόμων
410
τόδ' ἦρξε θηλείαισι γίγνεσθαι κακόν·
411
ὅταν γὰρ αἰσχρὰ τοῖσιν ἐσθλοῖσιν δοκῆι,
412
ἦ κάρτα δόξει τοῖς κακοῖς γ' εἶναι καλά.
413
μισῶ δὲ καὶ τὰς σώφρονας μὲν ἐν λόγοις,
414
λάθραι δὲ τόλμας οὐ καλὰς κεκτημένας·
415
αἳ πῶς ποτ', ὦ δέσποινα ποντία Κύπρι,
416
βλέπουσιν ἐς πρόσωπα τῶν ξυνευνετῶν
417
οὐδὲ σκότον φρίσσουσι τὸν ξυνεργάτην
418
τέραμνά τ' οἴκων μή ποτε φθογγὴν ἀφῆι;
419
ἡμᾶς γὰρ αὐτὸ τοῦτ' ἀποκτείνει, φίλαι,
420
ὡς μήποτ' ἄνδρα τὸν ἐμὸν αἰσχύνας' ἁλῶ,
421
μὴ παῖδας οὓς ἔτικτον· ἀλλ' ἐλεύθεροι
422
παρρησίαι θάλλοντες οἰκοῖεν πόλιν
423
κλεινῶν Ἀθηνῶν, μητρὸς οὕνεκ' εὐκλεεῖς.
424
δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ἦι,
425
ὅταν ξυνειδῆι μητρὸς ἢ πατρὸς κακά.
426
μόνον δὲ τοῦτό φας' ἁμιλλᾶσθαι βίωι,
427
γνώμην δικαίαν κἀγαθὴν ὅτωι παρῆι·
428
κακοὺς δὲ θνητῶν ἐξέφην' ὅταν τύχηι,
429
προθεὶς κάτοπτρον ὥστε παρθένωι νέαι,
430
χρόνος· παρ' οἷσι μήποτ' ὀφθείην ἐγώ.
431
{Χο.} φεῦ φεῦ, τὸ σῶφρον ὡς ἁπανταχοῦ καλὸν
432
καὶ δόξαν ἐσθλὴν ἐν βροτοῖς καρπίζεται.
433
{Τρ.} δέσποιν', ἐμοί τοι συμφορὰ μὲν ἀρτίως
434
ἡ σὴ παρέσχε δεινὸν ἐξαίφνης φόβον·
435
νῦν δ' ἐννοοῦμαι φαῦλος οὖσα, κἀν βροτοῖς
436
αἱ δεύτεραί πως φροντίδες σοφώτεραι.
437
οὐ γὰρ περισσὸν οὐδὲν οὐδ' ἔξω λόγου
438
πέπονθας, ὀργαὶ δ' ἐς ς' ἀπέσκηψαν θεᾶς.
439
ἐρᾶις (τί τοῦτο θαῦμα;) σὺν πολλοῖς βροτῶν·
440
κἄπειτ' ἔρωτος οὕνεκα ψυχὴν ὀλεῖς;
441
οὔ τἄρα λύει τοῖς ἐρῶσι τῶν πέλας,
442
ὅσοι τε μέλλους', εἰ θανεῖν αὐτοὺς χρεών.
443
Κύπρις γὰρ οὐ φορητὸν ἢν πολλὴ ῥυῆι,
444
ἣ τὸν μὲν εἴκονθ' ἡσυχῆι μετέρχεται,
445
ὃν δ' ἂν περισσὸν καὶ φρονοῦνθ' εὕρηι μέγα,
446
τοῦτον λαβοῦσα πῶς δοκεῖς καθύβρισεν.
447
φοιτᾶι δ' ἀν' αἰθέρ', ἔστι δ' ἐν θαλασσίωι
448
κλύδωνι Κύπρις, πάντα δ' ἐκ ταύτης ἔφυ·
449
ἥδ' ἐστὶν ἡ σπείρουσα καὶ διδοῦς' ἔρον,
450
οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόν' ἔκγονοι.
451
ὅσοι μὲν οὖν γραφάς τε τῶν παλαιτέρων
452
ἔχουσιν αὐτοί τ' εἰσὶν ἐν μούσαις ἀεὶ
453
ἴσασι μὲν Ζεὺς ὥς ποτ' ἠράσθη γάμων
454
Σεμέλης, ἴσασι δ' ὡς ἀνήρπασέν ποτε
455
ἡ καλλιφεγγὴς Κέφαλον ἐς θεοὺς Ἕως
456
ἔρωτος οὕνεκ'· ἀλλ' ὅμως ἐν οὐρανῶι
457
ναίουσι κοὐ φεύγουσιν ἐκποδὼν θεούς,
458
στέργουσι δ', οἶμαι, ξυμφορᾶι νικώμενοι.
459
σὺ δ' οὐκ ἀνέξηι; χρῆν ς' ἐπὶ ῥητοῖς ἄρα
460
πατέρα φυτεύειν ἢ 'πὶ δεσπόταις θεοῖς
461
ἄλλοισιν, εἰ μὴ τούσδε γε στέρξεις νόμους.
462
πόσους δοκεῖς δὴ κάρτ' ἔχοντας εὖ φρενῶν
463
νοσοῦνθ' ὁρῶντας λέκτρα μὴ δοκεῖν ὁρᾶν;
464
πόσους δὲ παισὶ πατέρας ἡμαρτηκόσιν
465
συνεκκομίζειν Κύπριν; ἐν σοφοῖσι γὰρ
466
τόδ' ἐστὶ θνητῶν, λανθάνειν τὰ μὴ καλά.
467
οὐδ' ἐκπονεῖν τοι χρὴ βίον λίαν βροτούς·
468
οὐδὲ στέγην γὰρ ἧι κατηρεφεῖς δόμοι
469
καλῶς ἀκριβώσαις ἄν· ἐς δὲ τὴν τύχην
470
πεσοῦς' ὅσην σύ, πῶς ἂν ἐκνεῦσαι δοκεῖς;
471
ἀλλ' εἰ τὰ πλείω χρηστὰ τῶν κακῶν ἔχεις,
472
ἄνθρωπος οὖσα κάρτα γ' εὖ πράξειας ἄν.
473
ἀλλ', ὦ φίλη παῖ, λῆγε μὲν κακῶν φρενῶν,
474
λῆξον δ' ὑβρίζους', οὐ γὰρ ἄλλο πλὴν ὕβρις
475
τάδ' ἐστί, κρείσσω δαιμόνων εἶναι θέλειν,
476
τόλμα δ' ἐρῶσα· θεὸς ἐβουλήθη τάδε·
477
νοσοῦσα δ' εὖ πως τὴν νόσον καταστρέφου.
478
εἰσὶν δ' ἐπωιδαὶ καὶ λόγοι θελκτήριοι·
479
φανήσεταί τι τῆσδε φάρμακον νόσου.
480
ἦ τἄρ' ἂν ὀψέ γ' ἄνδρες ἐξεύροιεν ἄν,
481
εἰ μὴ γυναῖκες μηχανὰς εὑρήσομεν.
482
{Χο.} Φαίδρα, λέγει μὲν ἥδε χρησιμώτερα
483
πρὸς τὴν παροῦσαν ξυμφοράν, αἰνῶ δὲ σέ.
484
ὁ δ' αἶνος οὗτος δυσχερέστερος λόγων
485
τῶν τῆσδε καί σοι μᾶλλον ἀλγίων κλύειν.
486
{Φα.} τοῦτ' ἔσθ' ὃ θνητῶν εὖ πόλεις οἰκουμένας
487
δόμους τ' ἀπόλλυς', οἱ καλοὶ λίαν λόγοι·
488
οὐ γάρ τι τοῖσιν ὠσὶ τερπνὰ χρὴ λέγειν
489
ἀλλ' ἐξ ὅτου τις εὐκλεὴς γενήσεται.
490
{Τρ.} τί σεμνομυθεῖς; οὐ λόγων εὐσχημόνων
491
δεῖ ς' ἀλλὰ τἀνδρός. ὡς τάχος διιστέον,
492
τὸν εὐθὺς ἐξειπόντας ἀμφὶ σοῦ λόγον.
493
εἰ μὲν γὰρ ἦν σοι μὴ 'πὶ συμφοραῖς βίος
494
τοιαῖσδε, σώφρων δ' οὖς' ἐτύγχανες γυνή,
495
οὐκ ἄν ποτ' εὐνῆς οὕνεχ' ἡδονῆς τε σῆς
496
προῆγον ἄν σε δεῦρο· νῦν δ' ἀγὼν μέγας,
497
σῶσαι βίον σόν, κοὐκ ἐπίφθονον τόδε.
498
{Φα.} ὦ δεινὰ λέξας', οὐχὶ συγκλήισεις στόμα
499
καὶ μὴ μεθήσεις αὖθις αἰσχίστους λόγους;
500
{Τρ.} αἴσχρ', ἀλλ' ἀμείνω τῶν καλῶν τάδ' ἐστί σοι·
501
κρεῖσσον δὲ τοὔργον, εἴπερ ἐκσώσει γέ σε,
502
ἢ τοὔνομ', ὧι σὺ κατθανῆι γαυρουμένη.
503
{Φα.} ἆ μή σε πρὸς θεῶν, εὖ λέγεις γὰρ αἰσχρὰ δέ,
504
πέρα προβῆις τῶνδ'· ὡς ὑπείργασμαι μὲν εὖ
505
ψυχὴν ἔρωτι, τἀισχρὰ δ' ἢν λέγηις καλῶς
506
ἐς τοῦθ' ὃ φεύγω νῦν ἀναλωθήσομαι.
507
{Τρ.} εἴ τοι δοκεῖ σοι, χρῆν μὲν οὔ ς' ἁμαρτάνειν,
508
εἰ δ' οὖν, πιθοῦ μοι· δευτέρα γὰρ ἡ χάρις.
509
ἔστιν κατ' οἴκους φίλτρα μοι θελκτήρια
510
ἔρωτος, ἦλθε δ' ἄρτι μοι γνώμης ἔσω,
511
ἅ ς' οὔτ' ἐπ' αἰσχροῖς οὔτ' ἐπὶ βλάβηι φρενῶν
512
παύσει νόσου τῆσδ', ἢν σὺ μὴ γένηι κακή.
513
δεῖ δ' ἐξ ἐκείνου δή τι τοῦ ποθουμένου
514
σημεῖον, ἢ πλόκον τιν' ἢ πέπλων ἄπο,
515
λαβεῖν, συνάψαι τ' ἐκ δυοῖν μίαν χάριν.
516
{Φα.} πότερα δὲ χριστὸν ἢ ποτὸν τὸ φάρμακον;
517
{Τρ.} οὐκ οἶδ'· ὄνασθαι, μὴ μαθεῖν, βούλου, τέκνον.
518
{Φα.} δέδοιχ' ὅπως μοι μὴ λίαν φανῆις σοφή.
519
{Τρ.} πάντ' ἂν φοβηθεῖς' ἴσθι. δειμαίνεις δὲ τί;
520
{Φα.} μή μοί τι Θησέως τῶνδε μηνύσηις τόκωι.
521
{Τρ.} ἔασον, ὦ παῖ· ταῦτ' ἐγὼ θήσω καλῶς.
522
μόνον σύ μοι, δέσποινα ποντία Κύπρι,
523
συνεργὸς εἴης· τἄλλα δ' οἷ' ἐγὼ φρονῶ
524
τοῖς ἔνδον ἡμῖν ἀρκέσει λέξαι φίλοις.
525
{Χο.} Ἔρως Ἔρως, ὁ κατ' ὀμμάτων
526
στάζων πόθον, εἰσάγων γλυκεῖαν
527
ψυχᾶι χάριν οὓς ἐπιστρατεύσηι,
528
μή μοί ποτε σὺν κακῶι φανείης
529
μηδ' ἄρρυθμος ἔλθοις.
530
οὔτε γὰρ πυρὸς οὔτ' ἄστρων ὑπέρτερον βέλος
532-533
οἷον τὸ τᾶς Ἀφροδίτας ἵησιν ἐκ χερῶν
532-534
Ἔρως ὁ Διὸς παῖς.
532-535
ἄλλως ἄλλως παρά τ' Ἀλφεῶι
532-536
Φοίβου τ' ἐπὶ Πυθίοις τεράμνοις
532-537
βούταν φόνον Ἑλλὰς 〈αἶ'〉 ἀέξει,
532-538
Ἔρωτα δέ, τὸν τύραννον ἀνδρῶν,
532-539
τὸν τᾶς Ἀφροδίτας
540-541
φιλτάτων θαλάμων κληιδοῦχον, οὐ σεβίζομεν,
542-543
πέρθοντα καὶ διὰ πάσας ἱέντα συμφορᾶς
544
θνατοὺς ὅταν ἔλθηι.
545
τὰν μὲν Οἰχαλίαι
546
πῶλον ἄζυγα λέκτρων,
547
ἄνανδρον τὸ πρὶν καὶ ἄνυμφον, οἴκων
549
ζεύξας' ἀπ' Εὐρυτίων
550
δρομάδα ναΐδ' ὅπως τε βάκ-
551
χαν σὺν αἵματι, σὺν καπνῶι,
552
φονίοισι νυμφείοις
553
Ἀλκμήνας τόκωι Κύπρις ἐξέδωκεν· ὦ
554
τλάμων ὑμεναίων.
555
ὦ Θήβας ἱερὸν
556
τεῖχος, ὦ στόμα Δίρκας,
557
συνείποιτ' ἂν ἁ Κύπρις οἷον ἕρπει·
558
βροντᾶι γὰρ ἀμφιπύρωι
560
τοκάδα τὰν διγόνοιο Βάκ-
561
χου νυμφευσαμένα πότμωι
562
φονίωι κατηύνασεν.
563
δεινὰ γὰρ τὰ πάντ' ἐπιπνεῖ, μέλισσα δ' οἵ-
564
α τις πεπόταται.
565
{Φα.} σιγήσατ', ὦ γυναῖκες· ἐξειργάσμεθα.
566
{Χο.} τί δ' ἐστί, Φαίδρα, δεινὸν ἐν δόμοισί σοι;
567
{Φα.} ἐπίσχετ', αὐδὴν τῶν ἔσωθεν ἐκμάθω.
568
{Χο.} σιγῶ· τὸ μέντοι φροίμιον κακὸν τόδε.
569
{Φα.} ἰώ μοι, αἰαῖ·
570
ὦ δυστάλαινα τῶν ἐμῶν παθημάτων.
572
{Χο.} τίνα θροεῖς αὐδάν; τίνα βοᾶις λόγον;
573
ἔνεπε, τίς φοβεῖ σε φήμα, γύναι,
574
φρένας ἐπίσσυτος;
575
{Φα.} ἀπωλόμεσθα· ταῖσδ' ἐπιστᾶσαι πύλαις
576
ἀκούσαθ' οἷος κέλαδος ἐν δόμοις πίτνει.
577-578
{Χο.} σὺ παρὰ κλῆιθρα, σοὶ μέλει πομπίμα
579
φάτις δωμάτων·
580
ἔνεπε δ' ἔνεπέ μοι, τί ποτ' ἔβα κακόν;
581
{Φα.} ὁ τῆς φιλίππου παῖς Ἀμαζόνος βοᾶι
582
Ἱππόλυτος, αὐδῶν δεινὰ πρόσπολον κακά.
584-585
{Χο.} ἰὰν μὲν κλύω, σαφὲς δ' οὐκ ἔχω·
586
γεγώνει δ' οἵα διὰ πύλας ἔμολεν
587
ἔμολέ σοι βοά.
589
{Φα.} καὶ μὴν σαφῶς γε τὴν κακῶν προμνήστριαν,
590
τὴν δεσπότου προδοῦσαν ἐξαυδᾶι λέχος.
591-592
{Χο.} ὤμοι ἐγὼ κακῶν· προδέδοσαι, φίλα.
593
τί σοι μήσομαι;
594
τὰ κρυπτὰ γὰρ πέφηνε, διὰ δ' ὄλλυσαι,
595
αἰαῖ ἒ ἔ, πρόδοτος ἐκ φίλων.
596
{Φα.} ἀπώλεσέν μ' εἰποῦσα συμφορὰς ἐμάς,
597
φίλως καλῶς δ' οὐ τήνδ' ἰωμένη νόσον.
598
{Χο.} πῶς οὖν; τί δράσεις, ὦ παθοῦς' ἀμήχανα;
599
{Φα.} οὐκ οἶδα πλὴν ἕν, κατθανεῖν ὅσον τάχος,
600
τῶν νῦν παρόντων πημάτων ἄκος μόνον.
601
{Ιπ.} ὦ γαῖα μῆτερ ἡλίου τ' ἀναπτυχαί,
602
οἵων λόγων ἄρρητον εἰσήκους' ὄπα.
603
{Τρ.} σίγησον, ὦ παῖ, πρίν τιν' αἰσθέσθαι βοῆς.
604
{Ιπ.} οὐκ ἔστ' ἀκούσας δείν' ὅπως σιγήσομαι.
605
{Τρ.} ναί, πρός σε τῆσδε δεξιᾶς εὐωλένου.
606
{Ιπ.} οὐ μὴ προσοίσεις χεῖρα μηδ' ἅψηι πέπλων;
607
{Τρ.} ὦ πρός σε γονάτων, μηδαμῶς μ' ἐξεργάσηι.
608
{Ιπ.} τί δ', εἴπερ, ὡς φήις, μηδὲν εἴρηκας κακόν;
609
{Τρ.} ὁ μῦθος, ὦ παῖ, κοινὸς οὐδαμῶς ὅδε.
610
{Ιπ.} τά τοι κάλ' ἐν πολλοῖσι κάλλιον λέγειν.
611
{Τρ.} ὦ τέκνον, ὅρκους μηδαμῶς ἀτιμάσηις.
612
{Ιπ.} ἡ γλῶσς' ὀμώμοχ', ἡ δὲ φρὴν ἀνώμοτος.
613
{Τρ.} ὦ παῖ, τί δράσεις; σοὺς φίλους διεργάσηι;
614
{Ιπ.} ἀπέπτυς'· οὐδεὶς ἄδικός ἐστί μοι φίλος.
615
{Τρ.} σύγγνωθ'· ἁμαρτεῖν εἰκὸς ἀνθρώπους, τέκνον.
616
{Ιπ.} ὦ Ζεῦ, τί δὴ κίβδηλον ἀνθρώποις κακὸν
617
γυναῖκας ἐς φῶς ἡλίου κατώικισας;
618
εἰ γὰρ βρότειον ἤθελες σπεῖραι γένος,
619
οὐκ ἐκ γυναικῶν χρῆν παρασχέσθαι τόδε,
620
ἀλλ' ἀντιθέντας σοῖσιν ἐν ναοῖς βροτοὺς
621
ἢ χαλκὸν ἢ σίδηρον ἢ χρυσοῦ βάρος
622
παίδων πρίασθαι σπέρμα του τιμήματος,
623
τῆς ἀξίας ἕκαστον, ἐν δὲ δώμασιν
624
ναίειν ἐλευθέροισι θηλειῶν ἄτερ.
625
[νῦν δ' ἐς δόμους μὲν πρῶτον ἄξεσθαι κακὸν
626
μέλλοντες ὄλβον δωμάτων ἐκτίνομεν.]
627
τούτωι δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα·
628
προσθεὶς γὰρ ὁ σπείρας τε καὶ θρέψας πατὴρ
629
φερνὰς ἀπώικις', ὡς ἀπαλλαχθῆι κακοῦ.
630
ὁ δ' αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸν
631
γέγηθε κόσμον προστιθεὶς ἀγάλματι
632
καλὸν κακίστωι καὶ πέπλοισιν ἐκπονεῖ
633
δύστηνος, ὄλβον δωμάτων ὑπεξελών.
634
[ἔχει δ' ἀνάγκην· ὥστε κηδεύσας καλῶς
635
γαμβροῖσι χαίρων σώιζεται πικρὸν λέχος,
636
ἢ χρηστὰ λέκτρα πενθεροὺς δ' ἀνωφελεῖς
637
λαβὼν πιέζει τἀγαθῶι τὸ δυστυχές.]
638
ῥᾶιστον δ' ὅτωι τὸ μηδέν· ἀλλ' ἀνωφελὴς
639
εὐηθίαι κατ' οἶκον ἵδρυται γυνή.
640
σοφὴν δὲ μισῶ· μὴ γὰρ ἔν γ' ἐμοῖς δόμοις
641
εἴη φρονοῦσα πλείον' ἢ γυναῖκα χρή.
642
τὸ γὰρ κακοῦργον μᾶλλον ἐντίκτει Κύπρις
643
ἐν ταῖς σοφαῖσιν· ἡ δ' ἀμήχανος γυνὴ
644
γνώμηι βραχείαι μωρίαν ἀφηιρέθη.
645
χρῆν δ' ἐς γυναῖκα πρόσπολον μὲν οὐ περᾶν,
646
ἄφθογγα δ' αὐταῖς συγκατοικίζειν δάκη
647
θηρῶν, ἵν' εἶχον μήτε προσφωνεῖν τινα
648
μήτ' ἐξ ἐκείνων φθέγμα δέξασθαι πάλιν.
649
νῦν δ' †αἱ μὲν ἔνδον δρῶσιν αἱ κακαὶ† κακὰ
650
βουλεύματ', ἔξω δ' ἐκφέρουσι πρόσπολοι.
651
ὡς καὶ σύ γ' ἡμῖν πατρός, ὦ κακὸν κάρα,
652
λέκτρων ἀθίκτων ἦλθες ἐς συναλλαγάς·
653
ἁγὼ ῥυτοῖς νασμοῖσιν ἐξομόρξομαι
654
ἐς ὦτα κλύζων. πῶς ἂν οὖν εἴην κακός,
655
ὃς οὐδ' ἀκούσας τοιάδ' ἁγνεύειν δοκῶ;
656
εὖ δ' ἴσθι, τοὐμόν ς' εὐσεβὲς σώιζει, γύναι·
657
εἰ μὴ γὰρ ὅρκοις θεῶν ἄφαρκτος ἡιρέθην,
658
οὐκ ἄν ποτ' ἔσχον μὴ οὐ τάδ' ἐξειπεῖν πατρί.
659
νῦν δ' ἐκ δόμων μέν, ἔστ' ἂν ἐκδημῆι χθονὸς
660
Θησεύς, ἄπειμι, σῖγα δ' ἕξομεν στόμα·
661
θεάσομαι δὲ σὺν πατρὸς μολὼν ποδὶ
662
πῶς νιν προσόψηι, καὶ σὺ καὶ δέσποινα σή.
663
[τῆς σῆς δὲ τόλμης εἴσομαι γεγευμένος.]
664
ὄλοισθε. μισῶν δ' οὔποτ' ἐμπλησθήσομαι
665
γυναῖκας, οὐδ' εἴ φησί τίς μ' ἀεὶ λέγειν·
666
ἀεὶ γὰρ οὖν πώς εἰσι κἀκεῖναι κακαί.
667
ἤ νύν τις αὐτὰς σωφρονεῖν διδαξάτω
668
ἢ κἄμ' ἐάτω ταῖσδ' ἐπεμβαίνειν ἀεί.
669
{Φα.} τάλανες ὦ κακοτυχεῖς γυναικῶν πότμοι·
670
τίν' ἢ νῦν τέχναν ἔχομεν ἢ λόγον
671
σφαλεῖσαι κάθαμμα λύειν λόγου;
672
ἐτύχομεν δίκας. ἰὼ γᾶ καὶ φῶς·
673
πᾶι ποτ' ἐξαλύξω τύχας;
674
πῶς δὲ πῆμα κρύψω, φίλαι;
675
τίς ἂν θεῶν ἀρωγὸς ἢ τίς ἂν βροτῶν
676
πάρεδρος ἢ ξυνεργὸς ἀδίκων ἔργων
677
φανείη; τὸ γὰρ παρ' ἡμῖν πάθος
678
πέραν δυσεκπέρατον ἔρχεται βίου.
679
κακοτυχεστάτα γυναικῶν ἐγώ.
680
{Χο.} φεῦ φεῦ, πέπρακται, κοὐ κατώρθωνται τέχναι,
681
δέσποινα, τῆς σῆς προσπόλου, κακῶς δ' ἔχει.
682
{Φα.} ὦ παγκακίστη καὶ φίλων διαφθορεῦ,
683
οἷ' εἰργάσω με. Ζεύς σε γεννήτωρ ἐμὸς
684
πρόρριζον ἐκτρίψειεν οὐτάσας πυρί.
685
οὐκ εἶπον, οὐ σῆς προυνοησάμην φρενός,
686
σιγᾶν ἐφ' οἷσι νῦν ἐγὼ κακύνομαι;
687
σὺ δ' οὐκ ἀνέσχου· τοιγὰρ οὐκέτ' εὐκλεεῖς
688
θανούμεθ'. ἀλλὰ δεῖ με δὴ καινῶν λόγων·
689
οὗτος γὰρ ὀργῆι συντεθηγμένος φρένας
690
ἐρεῖ καθ' ἡμῶν πατρὶ σὰς ἁμαρτίας,
691
ἐρεῖ δὲ Πιτθεῖ τῶι γέροντι συμφοράς,
692
πλήσει τε πᾶσαν γαῖαν αἰσχίστων λόγων.
693
ὄλοιο καὶ σὺ χὤστις ἄκοντας φίλους
694
πρόθυμός ἐστι μὴ καλῶς εὐεργετεῖν.
695
{Τρ.} δέσποιν', ἔχεις μὲν τἀμὰ μέμψασθαι κακά,
696
τὸ γὰρ δάκνον σου τὴν διάγνωσιν κρατεῖ·
697
ἔχω δὲ κἀγὼ πρὸς τάδ', εἰ δέξηι, λέγειν.
698
ἔθρεψά ς' εὔνους τ' εἰμί· τῆς νόσου δέ σοι
699
ζητοῦσα φάρμαχ' ηὗρον οὐχ ἁβουλόμην.
700
εἰ δ' εὖ γ' ἔπραξα, κάρτ' ἂν ἐν σοφοῖσιν ἦ·
701
πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα.
702
{Φα.} ἦ γὰρ δίκαια ταῦτα κἀξαρκοῦντά μοι,
703
τρώσασαν ἡμᾶς εἶτα συγχωρεῖν λόγοις;
704
{Τρ.} μακρηγοροῦμεν· οὐκ ἐσωφρόνουν ἐγώ.
705
ἀλλ' ἔστι κἀκ τῶνδ' ὥστε σωθῆναι, τέκνον.
706
{Φα.} παῦσαι λέγουσα· καὶ τὰ πρὶν γὰρ οὐ καλῶς
707
παρήινεσάς μοι κἀπεχείρησας κακά.
708
ἀλλ' ἐκποδὼν ἄπελθε καὶ σαυτῆς πέρι
709
φρόντιζ'· ἐγὼ δὲ τἀμὰ θήσομαι καλῶς.
710
ὑμεῖς δέ, παῖδες εὐγενεῖς Τροζήνιαι,
711
τοσόνδε μοι παράσχετ' ἐξαιτουμένηι·
712
σιγῆι καλύψαθ' ἁνθάδ' εἰσηκούσατε.
713
{Χο.} ὄμνυμι σεμνὴν Ἄρτεμιν, Διὸς κόρην,
714
μηδὲν κακῶν σῶν ἐς φάος δείξειν ποτέ.
715
{Φα.} καλῶς ἐλέξαθ'· ἓν δὲ †προτρέπους' ἐγὼ†
716
εὕρημα δή τι τῆσδε συμφορᾶς ἔχω
717
ὥστ' εὐκλεᾶ μὲν παισὶ προσθεῖναι βίον
718
αὐτή τ' ὄνασθαι πρὸς τὰ νῦν πεπτωκότα.
719
οὐ γάρ ποτ' αἰσχυνῶ γε Κρησίους δόμους
720
οὐδ' ἐς πρόσωπον Θησέως ἀφίξομαι
721
αἰσχροῖς ἐπ' ἔργοις οὕνεκα ψυχῆς μιᾶς.
722
{Χο.} μέλλεις δὲ δὴ τί δρᾶν ἀνήκεστον κακόν;
723
{Φα.} θανεῖν· ὅπως δέ, τοῦτ' ἐγὼ βουλεύσομαι.
724
{Χο.} εὔφημος ἴσθι. {Φα.} καὶ σύ γ' εὖ με νουθέτει.
725
ἐγὼ δὲ Κύπριν, ἥπερ ἐξόλλυσί με,
726
ψυχῆς ἀπαλλαχθεῖσα τῆιδ' ἐν ἡμέραι
727
τέρψω· πικροῦ δ' ἔρωτος ἡσσηθήσομαι.
728
ἀτὰρ κακόν γε χἀτέρωι γενήσομαι
729
θανοῦς', ἵν' εἰδῆι μὴ 'πὶ τοῖς ἐμοῖς κακοῖς
730
ὑψηλὸς εἶναι· τῆς νόσου δὲ τῆσδέ μοι
731
κοινῆι μετασχὼν σωφρονεῖν μαθήσεται.
732
{Χο.} ἠλιβάτοις ὑπὸ κευθμῶσι γενοίμαν,
733
ἵνα με πτεροῦσσαν ὄρνιν
734
θεὸς ἐν ποταναῖς ἀγέλαις θείη·
735
ἀρθείην δ' ἐπὶ πόντιον
736
κῦμα τᾶς Ἀδριηνᾶς
737
ἀκτᾶς Ἠριδανοῦ θ' ὕδωρ,
738
ἔνθα πορφύρεον σταλάσ-
739
σους' ἐς οἶδμα τάλαιναι
740
κόραι Φαέθοντος οἴκτωι δακρύων
741
τὰς ἠλεκτροφαεῖς αὐγάς·
742
Ἑσπερίδων δ' ἐπὶ μηλόσπορον ἀκτὰν
743
ἀνύσαιμι τᾶν ἀοιδῶν,
744
ἵν' ὁ πορφυρέας πον- τομέδων λίμνας
745
ναύταις οὐκέθ' ὁδὸν νέμει,
746
σεμνὸν τέρμονα κυρῶν
747
οὐρανοῦ, τὸν Ἄτλας ἔχει,
748
κρῆναί τ' ἀμβρόσιαι χέον-
749
ται Ζηνὸς παρὰ κοίταις,
750
ἵν' ὀλβιόδωρος αὔξει ζαθέα
751
χθὼν εὐδαιμονίαν θεοῖς.
752
ὦ λευκόπτερε Κρησία
753
πορθμίς, ἃ διὰ πόντιον
754
κῦμ' ἁλίκτυπον ἅλμας
755
ἐπόρευσας ἐμὰν ἄνασσαν ὀλβίων ἀπ' οἴκων
756
κακονυμφοτάταν ὄνασιν·
758-759
ἦ γὰρ ἀπ' ἀμφοτέρων οἱ Κρησίας 〈τ'〉 ἐκ γᾶς
759
δυσόρνις
760-761
ἔπτατο κλεινὰς Ἀθήνας Μουνίχου τ' ἀ-
762
κταῖσιν ἐκδήσαντο πλεκτὰς πεισμάτων ἀρ-
763
χὰς ἐπ' ἀπείρου τε γᾶς ἔβασαν.
764
ἀνθ' ὧν οὐχ ὁσίων ἐρώ-
765
των δεινᾶι φρένας Ἀφροδί-
766
τας νόσωι κατεκλάσθη·
767
χαλεπᾶι δ' ὑπέραντλος οὖσα συμφορᾶι τεράμνων
768
ἄπο νυμφιδίων κρεμαστὸν
770-771
ἅψεται ἀμφὶ βρόχον λευκᾶι καθαρμόζουσα δειρᾶι,
772-773
δαίμονα στυγνὸν καταιδεσθεῖσα τάν τ' εὔ-
774
δοξον ἀνθαιρουμένα φήμαν ἀπαλλάσ-
775
σουσά τ' ἀλγεινὸν φρενῶν ἔρωτα.
776
{Τρ.} (ἔσωθεν) ἰοὺ ἰού· βοηδρομεῖτε πάντες οἱ πέλας δόμων·
777
ἐν ἀγχόναις δέσποινα, Θησέως δάμαρ.
778
{Χο.} φεῦ φεῦ, πέπρακται· βασιλὶς οὐκέτ' ἔστι δὴ
779
γυνή, κρεμαστοῖς ἐν βρόχοις ἠρτημένη.
780
{Τρ.} οὐ σπεύσετ'; οὐκ οἴσει τις ἀμφιδέξιον
781
σίδηρον, ὧι τόδ' ἅμμα λύσομεν δέρης;
782
{Χο.} φίλαι, τί δρῶμεν; ἦ δοκεῖ περᾶν δόμους
783
λῦσαί τ' ἄνασσαν ἐξ ἐπισπαστῶν βρόχων;
784
{—} τί δ'; οὐ πάρεισι πρόσπολοι νεανίαι;
785
τὸ πολλὰ πράσσειν οὐκ ἐν ἀσφαλεῖ βίου.
786
{Τρ.} ὀρθώσατ' ἐκτείναντες ἄθλιον νέκυν·
787
πικρὸν τόδ' οἰκούρημα δεσπόταις ἐμοῖς.
788
{Χο.} ὄλωλεν ἡ δύστηνος, ὡς κλύω, γυνή·
789
ἤδη γὰρ ὡς νεκρόν νιν ἐκτείνουσι δή.
790
{ΘΗΣΕΥΣ} γυναῖκες, ἴστε τίς ποτ' ἐν δόμοις βοὴ
791
†ἠχὼ βαρεῖα προσπόλων† ἀφίκετο;
792
οὐ γάρ τί μ' ὡς θεωρὸν ἀξιοῖ δόμος
793
πύλας ἀνοίξας εὐφρόνως προσεννέπειν.
794
μῶν Πιτθέως τι γῆρας εἴργασται νέον;
795
πρόσω μὲν ἤδη βίοτος, ἀλλ' ὅμως ἔτ' ἂν
796
λυπηρὸς ἡμῖν τούσδ' ἂν ἐκλίποι δόμους.
797
{Χο.} οὐκ ἐς γέροντας ἥδε σοι τείνει τύχη,
798
Θησεῦ· νέοι θανόντες ἀλγύνουσί σε.
799
{Θη.} οἴμοι, τέκνων μοι μή τι συλᾶται βίος;
800
{Χο.} ζῶσιν, θανούσης μητρὸς ὡς ἄλγιστά σοι.
801
{Θη.} τί φήις; ὄλωλεν ἄλοχος; ἐκ τίνος τύχης;
802
{Χο.} βρόχον κρεμαστὸν ἀγχόνης ἀνήψατο.
803
{Θη.} λύπηι παχνωθεῖς' ἢ ἀπὸ συμφορᾶς τίνος;
804
{Χο.} τοσοῦτον ἴσμεν· ἄρτι γὰρ κἀγὼ δόμους,
805
Θησεῦ, πάρειμι σῶν κακῶν πενθήτρια.
806
{Θη.} αἰαῖ, τί δῆτα τοῖσδ' ἀνέστεμμαι κάρα
807
πλεκτοῖσι φύλλοις, δυστυχὴς θεωρὸς ὤν;
808
χαλᾶτε κλῆιθρα, πρόσπολοι, πυλωμάτων,
809
ἐκλύεθ' ἁρμούς, ὡς ἴδω πικρὰν θέαν
810
γυναικός, ἥ με κατθανοῦς' ἀπώλεσεν.
811
{Χο.} ἰὼ ἰὼ τάλαινα μελέων κακῶν·
812
ἔπαθες, εἰργάσω
813
τοσοῦτον ὥστε τούσδε συγχέαι δόμους,
814
αἰαῖ τόλμας, βιαίως θανοῦς' ἀνοσίωι τε συμ-
815
φορᾶι, σᾶς χερὸς πάλαισμα μελέας.
816
τίς ἄρα σάν, τάλαιν', ἀμαυροῖ ζόαν;
817
{Θη.} ὤμοι ἐγὼ πόνων· ἔπαθον, ὦ τάλας,
818
τὰ μάκιστ' ἐμῶν κακῶν. ὦ τύχα,
819
ὥς μοι βαρεῖα καὶ δόμοις ἐπεστάθης,
820
κηλὶς ἄφραστος ἐξ ἀλαστόρων τινός·
821
κατακονὰ μὲν οὖν ἀβίοτος βίου.
822
κακῶν δ', ὦ τάλας, πέλαγος εἰσορῶ
823
τοσοῦτον ὥστε μήποτ' ἐκνεῦσαι πάλιν
824
μηδ' ἐκπερᾶσαι κῦμα τῆσδε συμφορᾶς.
826
τίνι λόγωι, τάλας, τίνι τύχαν σέθεν
827
βαρύποτμον, γύναι, προσαυδῶν τύχω;
828
ὄρνις γὰρ ὥς τις ἐκ χερῶν ἄφαντος εἶ,
829
πήδημ' ἐς Ἅιδου κραιπνὸν ὁρμήσασά μοι.
830
αἰαῖ αἰαῖ, μέλεα μέλεα τάδε πάθη·
831
πρόσωθεν δέ ποθεν ἀνακομίζομαι
832
τύχαν δαιμόνων ἀμπλακίαισι τῶν
833
πάροιθέν τινος.
834
{Χο.} οὐ σοὶ τάδ', ὦναξ, ἦλθε δὴ μόνωι κακά,
835
πολλῶν μετ' ἄλλων δ' ὤλεσας κεδνὸν λέχος.
836
{Θη.} τὸ κατὰ γᾶς θέλω, τὸ κατὰ γᾶς κνέφας
837
μετοικεῖν σκότωι θανών, ὦ τλάμων,
838
τῆς σῆς στερηθεὶς φιλτάτης ὁμιλίας·
839
ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο.
840
†τίνος κλύω† πόθεν θανάσιμος τύχα,
841
γύναι, σὰν ἔβα, τάλαινα, κραδίαν;
842
εἴποι τις ἂν τὸ πραχθέν, ἢ μάτην ὄχλον
843
στέγει τυραννὸν δῶμα προσπόλων ἐμῶν;
844
ὤμοι μοι 〈 〉 σέθεν,
845
μέλεος, οἷον εἶδον ἄλγος δόμων,
846
οὐ τλητὸν οὐδὲ ῥητόν. ἀλλ' ἀπωλόμην·
847
ἔρημος οἶκος, καὶ τέκν' ὀρφανεύεται.
848
〈αἰαῖ αἰαῖ,〉 ἔλιπες ἔλιπες, ὦ φίλα
849
γυναικῶν ἀρίστα θ' ὁπόσας ὁρᾶι
850
φέγγος θ' ἁλίοιο καὶ νυκτὸς ἀ-
851
στερωπὸν σέλας.
852
{Χο.} ὦ τάλας, ὅσον κακὸν ἔχει δόμος·
853
δάκρυσί μου βλέφαρα καταχυθέντα τέγ-
854
γεται σᾶι τύχαι.
855
τὸ δ' ἐπὶ τῶιδε πῆμα φρίσσω πάλαι.
856
{Θη.} ἔα ἔα· τί δή ποθ' ἥδε δέλτος ἐκ φίλης χερὸς
857
ἠρτημένη; θέλει τι σημῆναι νέον;
858
ἀλλ' ἦ λέχους μοι καὶ τέκνων ἐπιστολὰς
859
ἔγραψεν ἡ δύστηνος, ἐξαιτουμένη;
860
θάρσει, τάλαινα· λέκτρα γὰρ τὰ Θησέως
861
οὐκ ἔστι δῶμά θ' ἥτις εἴσεισιν γυνή.
862
καὶ μὴν τύποι γε σφενδόνης χρυσηλάτου
863
τῆς οὐκέτ' οὔσης οἵδε προσσαίνουσί με.
864
φέρ' ἐξελίξας περιβολὰς σφραγισμάτων
865
ἴδω τί λέξαι δέλτος ἥδε μοι θέλει.
866
{Χο.} φεῦ φεῦ, τόδ' αὖ νεοχμὸν ἐκδοχαῖς
867
ἐπεισφρεῖ θεὸς κακόν· †ἐμοὶ [μὲν οὖν ἀβίοτος βίου]
868
τύχα πρὸς τὸ κρανθὲν εἴη τυχεῖν·†
869
ὀλομένους γάρ, οὐκέτ' ὄντας, λέγω,
870
φεῦ φεῦ, τῶν ἐμῶν τυράννων δόμους.
871
[ὦ δαῖμον, εἴ πως ἔστι, μὴ σφήληις δόμους,
872
αἰτουμένης δὲ κλῦθί μου· πρὸς γάρ τινος
873
οἰωνὸν ὥστε μάντις εἰσορῶ κακόν.]
874
{Θη.} οἴμοι, τόδ' οἷον ἄλλο πρὸς κακῶι κακόν,
875
οὐ τλητὸν οὐδὲ λεκτόν· ὦ τάλας ἐγώ.
876
{Χο.} τί χρῆμα; λέξον, εἴ τί μοι λόγου μέτα.
877
{Θη.} βοᾶι βοᾶι δέλτος ἄλαστα· πᾶι φύγω
878
βάρος κακῶν; ἀπὸ γὰρ ὀλόμενος οἴχομαι,
879
οἷον οἷον εἶδον γραφαῖς μέλος
880
φθεγγόμενον τλάμων.
881
{Χο.} αἰαῖ, κακῶν ἀρχηγὸν ἐκφαίνεις λόγον.
882
{Θη.} τόδε μὲν οὐκέτι στόματος ἐν πύλαις
883
καθέξω δυσεκπέρατον ὀλοὸν
884
κακόν· ἰὼ πόλις.
885
Ἱππόλυτος εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν
886
βίαι, τὸ σεμνὸν Ζηνὸς ὄμμ' ἀτιμάσας.
887
ἀλλ', ὦ πάτερ Πόσειδον, ἃς ἐμοί ποτε
888
ἀρὰς ὑπέσχου τρεῖς, μιᾶι κατέργασαι
889
τούτων ἐμὸν παῖδ', ἡμέραν δὲ μὴ φύγοι
890
τήνδ', εἴπερ ἡμῖν ὤπασας σαφεῖς ἀράς.
891
{Χο.} ἄναξ, ἀπεύχου ταῦτα πρὸς θεῶν πάλιν,
892
γνώσηι γὰρ αὖθις ἀμπλακών· ἐμοὶ πιθοῦ.
893
{Θη.} οὐκ ἔστι. καὶ πρός γ' ἐξελῶ σφε τῆσδε γῆς,
894
δυοῖν δὲ μοίραιν θατέραι πεπλήξεται·
895
ἢ γὰρ Ποσειδῶν αὐτὸν εἰς Ἅιδου δόμους
896
θανόντα πέμψει τὰς ἐμὰς ἀρὰς σέβων
897
ἢ τῆσδε χώρας ἐκπεσὼν ἀλώμενος
898
ξένην ἐπ' αἶαν λυπρὸν ἀντλήσει βίον.
899
{Χο.} καὶ μὴν ὅδ' αὐτὸς παῖς σὸς ἐς καιρὸν πάρα
900
Ἱππόλυτος· ὀργῆς δ' ἐξανεὶς κακῆς, ἄναξ
901
Θησεῦ, τὸ λῶιστον σοῖσι βούλευσαι δόμοις.
902
{Ιπ.} κραυγῆς ἀκούσας σῆς ἀφικόμην, πάτερ,
903
σπουδῆι· τὸ μέντοι πρᾶγμ' ὅτωι στένεις ἔπι
904
οὐκ οἶδα, βουλοίμην δ' ἂν ἐκ σέθεν κλύειν.
905
ἔα, τί χρῆμα; σὴν δάμαρθ' ὁρῶ, πάτερ,
906
νεκρόν· μεγίστου θαύματος τόδ' ἄξιον·
907
ἣν ἀρτίως ἔλειπον, ἣ φάος τόδε
908
οὔπω χρόνος παλαιὸς εἰσεδέρκετο.
909
τί χρῆμα πάσχει; τῶι τρόπωι διόλλυται;
910
πάτερ, πυθέσθαι βούλομαι σέθεν πάρα.
911
σιγᾶις; σιωπῆς δ' οὐδὲν ἔργον ἐν κακοῖς.
912
[ἡ γὰρ ποθοῦσα πάντα καρδία κλύειν
913
κἀν τοῖς κακοῖσι λίχνος οὖς' ἁλίσκεται.]
914
οὐ μὴν φίλους γε, κἄτι μᾶλλον ἢ φίλους,
915
κρύπτειν δίκαιον σάς, πάτερ, δυσπραξίας.
916
{Θη.} ὦ πόλλ' ἁμαρτάνοντες ἄνθρωποι μάτην,
917
τί δὴ τέχνας μὲν μυρίας διδάσκετε
918
καὶ πάντα μηχανᾶσθε κἀξευρίσκετε,
919
ἓν δ' οὐκ ἐπίστασθ' οὐδ' ἐθηράσασθέ πω,
920
φρονεῖν διδάσκειν οἷσιν οὐκ ἔνεστι νοῦς;
921
{Ιπ.} δεινὸν σοφιστὴν εἶπας, ὅστις εὖ φρονεῖν
922
τοὺς μὴ φρονοῦντας δυνατός ἐστ' ἀναγκάσαι.
923
ἀλλ' οὐ γὰρ ἐν δέοντι λεπτουργεῖς, πάτερ,
924
δέδοικα μή σου γλῶσς' ὑπερβάλληι κακοῖς.
925
{Θη.} φεῦ, χρῆν βροτοῖσι τῶν φίλων τεκμήριον
926
σαφές τι κεῖσθαι καὶ διάγνωσιν φρενῶν,
927
ὅστις τ' ἀληθής ἐστιν ὅς τε μὴ φίλος,
928
δισσάς τε φωνὰς πάντας ἀνθρώπους ἔχειν,
929
τὴν μὲν δικαίαν τὴν δ' ὅπως ἐτύγχανεν,
930
ὡς ἡ φρονοῦσα τἄδικ' ἐξηλέγχετο
931
πρὸς τῆς δικαίας, κοὐκ ἂν ἠπατώμεθα.
932
{Ιπ.} ἀλλ' ἦ τις ἐς σὸν οὖς με διαβαλὼν ἔχει
933
φίλων, νοσοῦμεν δ' οὐδὲν ὄντες αἴτιοι;
934
ἔκ τοι πέπληγμαι· σοὶ γὰρ ἐκπλήσσουσί με
935
λόγοι, παραλλάσσοντες ἔξεδροι φρενῶν.
936
{Θη.} φεῦ τῆς βροτείας—ποῖ προβήσεται; —φρενός.
937
τί τέρμα τόλμης καὶ θράσους γενήσεται;
938
εἰ γὰρ κατ' ἀνδρὸς βίοτον ἐξογκώσεται,
939
ὁ δ' ὕστερος τοῦ πρόσθεν εἰς ὑπερβολὴν
940
πανοῦργος ἔσται, θεοῖσι προσβαλεῖν χθονὶ
941
ἄλλην δεήσει γαῖαν ἣ χωρήσεται
942
τοὺς μὴ δικαίους καὶ κακοὺς πεφυκότας.
943
σκέψασθε δ' ἐς τόνδ', ὅστις ἐξ ἐμοῦ γεγὼς
944
ἤισχυνε τἀμὰ λέκτρα κἀξελέγχεται
945
πρὸς τῆς θανούσης ἐμφανῶς κάκιστος ὤν.
946
δεῖξον δ', ἐπειδή γ' ἐς μίασμ' ἐλήλυθα,
947
τὸ σὸν πρόσωπον δεῦρ' ἐναντίον πατρί.
948
σὺ δὴ θεοῖσιν ὡς περισσὸς ὢν ἀνὴρ
949
ξύνει; σὺ σώφρων καὶ κακῶν ἀκήρατος;
950
οὐκ ἂν πιθοίμην τοῖσι σοῖς κόμποις ἐγὼ
951
θεοῖσι προσθεὶς ἀμαθίαν φρονεῖν κακῶς.
952
ἤδη νυν αὔχει καὶ δι' ἀψύχου βορᾶς
953
σίτοις καπήλευ' Ὀρφέα τ' ἄνακτ' ἔχων
954
βάκχευε πολλῶν γραμμάτων τιμῶν καπνούς·
955
ἐπεί γ' ἐλήφθης. τοὺς δὲ τοιούτους ἐγὼ
956
φεύγειν προφωνῶ πᾶσι· θηρεύουσι γὰρ
957
σεμνοῖς λόγοισιν, αἰσχρὰ μηχανώμενοι.
958
τέθνηκεν ἥδε· τοῦτό ς' ἐκσώσειν δοκεῖς;
959
ἐν τῶιδ' ἁλίσκηι πλεῖστον, ὦ κάκιστε σύ·
960
ποῖοι γὰρ ὅρκοι κρείσσονες, τίνες λόγοι
961
τῆσδ' ἂν γένοιντ' ἄν, ὥστε ς' αἰτίαν φυγεῖν;
962
μισεῖν σε φήσεις τήνδε, καὶ τὸ δὴ νόθον
963
τοῖς γνησίοισι πολέμιον πεφυκέναι;
964
κακὴν ἄρ' αὐτὴν ἔμπορον βίου λέγεις
965
εἰ δυσμενείαι σῆι τὰ φίλτατ' ὤλεσεν.
966
ἀλλ' ὡς τὸ σῶφρον ἀνδράσιν μὲν οὐκ ἔνι,
967
γυναιξὶ δ' ἐμπέφυκεν; οἶδ' ἐγὼ νέους
968
οὐδὲν γυναικῶν ὄντας ἀσφαλεστέρους,
969
ὅταν ταράξηι Κύπρις ἡβῶσαν φρένα·
970
τὸ δ' ἄρσεν αὐτοὺς ὠφελεῖ προσκείμενον.
971
νῦν οὖν—τί ταῦτα σοῖς ἁμιλλῶμαι λόγοις
972
νεκροῦ παρόντος μάρτυρος σαφεστάτου;
973
ἔξερρε γαίας τῆσδ' ὅσον τάχος φυγάς,
974
καὶ μήτ' Ἀθήνας τὰς θεοδμήτους μόληις
975
μήτ' εἰς ὅρους γῆς ἧς ἐμὸν κρατεῖ δόρυ.
976
εἰ γὰρ παθών γέ σου τάδ' ἡσσηθήσομαι,
977
οὐ μαρτυρήσει μ' Ἴσθμιος Σίνις ποτὲ
978
κτανεῖν ἑαυτὸν ἀλλὰ κομπάζειν μάτην,
979
οὐδ' αἱ θαλάσσηι σύννομοι Σκιρωνίδες
980
φήσουσι πέτραι τοῖς κακοῖς μ' εἶναι βαρύν.
981
{Χο.} οὐκ οἶδ' ὅπως εἴποιμ' ἂν εὐτυχεῖν τινα
982
θνητῶν· τὰ γὰρ δὴ πρῶτ' ἀνέστραπται πάλιν.
983
{Ιπ.} πάτερ, μένος μὲν ξύντασις τε σῶν φρενῶν
984
δεινή· τὸ μέντοι πρᾶγμ', ἔχον καλοὺς λόγους,
985
εἴ τις διαπτύξειεν οὐ καλὸν τόδε.
986
ἐγὼ δ' ἄκομψος εἰς ὄχλον δοῦναι λόγον,
987
ἐς ἥλικας δὲ κὠλίγους σοφώτερος·
988
ἔχει δὲ μοῖραν καὶ τόδ'· οἱ γὰρ ἐν σοφοῖς
989
φαῦλοι παρ' ὄχλωι μουσικώτεροι λέγειν.
990
ὅμως δ' ἀνάγκη, ξυμφορᾶς ἀφιγμένης,
991
γλῶσσάν μ' ἀφεῖναι. πρῶτα δ' ἄρξομαι λέγειν
992
ὅθεν μ' ὑπῆλθες πρῶτον ὡς διαφθερῶν
993
οὐκ ἀντιλέξοντ'. εἰσορᾶις φάος τόδε
994
καὶ γαῖαν· ἐν τοῖσδ' οὐκ ἔνεστ' ἀνὴρ ἐμοῦ,
995
οὐδ' ἢν σὺ μὴ φῆις, σωφρονέστερος γεγώς.
996
ἐπίσταμαι γὰρ πρῶτα μὲν θεοὺς σέβειν
997
φίλοις τε χρῆσθαι μὴ ἀδικεῖν πειρωμένοις
998
ἀλλ' οἷσιν αἰδὼς μήτ' ἐπαγγέλλειν κακὰ
999
μήτ' ἀνθυπουργεῖν αἰσχρὰ τοῖσι χρωμένοις,
1000
οὐκ ἐγγελαστὴς τῶν ὁμιλούντων, πάτερ,
1001
ἀλλ' αὑτὸς οὐ παροῦσι κἀγγὺς ὢν φίλοις.
1002
ἑνὸς δ' ἄθικτος, ὧι με νῦν ἔχειν δοκεῖς·
1003
λέχους γὰρ ἐς τόδ' ἡμέρας ἁγνὸν δέμας.
1004
οὐκ οἶδα πρᾶξιν τήνδε πλὴν λόγωι κλύων
1005
γραφῆι τε λεύσσων· οὐδὲ ταῦτα γὰρ σκοπεῖν
1006
πρόθυμός εἰμι, παρθένον ψυχὴν ἔχων.
1007
καὶ δὴ τὸ σῶφρον τοὐμὸν οὐ πείθει ς'· ἴτω·
1008
δεῖ δή σε δεῖξαι τῶι τρόπωι διεφθάρην.
1009
πότερα τὸ τῆσδε σῶμ' ἐκαλλιστεύετο
1010
πασῶν γυναικῶν; ἢ σὸν οἰκήσειν δόμον
1011
ἔγκληρον εὐνὴν προσλαβὼν ἐπήλπισα;
1012
μάταιος ἆρ' ἦν, οὐδαμοῦ μὲν οὖν φρενῶν.
1013
ἀλλ' ὡς τυραννεῖν ἡδὺ τοῖσι σώφροσιν;
1014
†ἥκιστά γ', εἰ μὴ† τὰς φρένας διέφθορεν
1015
θνητῶν ὅσοισιν ἁνδάνει μοναρχία.
1016
ἐγὼ δ' ἀγῶνας μὲν κρατεῖν Ἑλληνικοὺς
1017
πρῶτος θέλοιμ' ἄν, ἐν πόλει δὲ δεύτερος
1018
σὺν τοῖς ἀρίστοις εὐτυχεῖν ἀεὶ φίλοις·
1019
πράσσειν τε γὰρ πάρεστι, κίνδυνός τ' ἀπὼν
1020
κρείσσω δίδωσι τῆς τυραννίδος χάριν.
1021
ἓν οὐ λέλεκται τῶν ἐμῶν, τὰ δ' ἄλλ' ἔχεις·
1022
εἰ μὲν γὰρ ἦν μοι μάρτυς οἷός εἰμ' ἐγὼ
1023
καὶ τῆσδ' ὁρώσης φέγγος ἠγωνιζόμην,
1024
ἔργοις ἂν εἶδες τοὺς κακοὺς διεξιών·
1025
νῦν δ' ὅρκιόν σοι Ζῆνα καὶ πέδον χθονὸς
1026
ὄμνυμι τῶν σῶν μήποθ' ἅψασθαι γάμων
1027
μηδ' ἂν θελῆσαι μηδ' ἂν ἔννοιαν λαβεῖν.
1028
ἦ τἄρ' ὀλοίμην ἀκλεὴς ἀνώνυμος
1029
[ἄπολις ἄοικος, φυγὰς ἀλητεύων χθόνα,]
1030
καὶ μήτε πόντος μήτε γῆ δέξαιτό μου
1031
σάρκας θανόντος, εἰ κακὸς πέφυκ' ἀνήρ.
1032
τί δ' ἥδε δειμαίνους' ἀπώλεσεν βίον
1033
οὐκ οἶδ', ἐμοὶ γὰρ οὐ θέμις πέρα λέγειν·
1034
ἐσωφρόνησε δ' οὐκ ἔχουσα σωφρονεῖν,
1035
ἡμεῖς δ' ἔχοντες οὐ καλῶς ἐχρώμεθα.
1036
{Χο.} ἀρκοῦσαν εἶπας αἰτίας ἀποστροφὴν
1037
ὅρκους παρασχών, πίστιν οὐ σμικράν, θεῶν.
1038
{Θη.} ἆρ' οὐκ ἐπωιδὸς καὶ γόης πέφυχ' ὅδε,
1039
ὃς τὴν ἐμὴν πέποιθεν εὐοργησίαι
1040
ψυχὴν κρατήσειν, τὸν τεκόντ' ἀτιμάσας;
1041
{Ιπ.} καὶ σοῦ γε ταὐτὰ κάρτα θαυμάζω, πάτερ·
1042
εἰ γὰρ σὺ μὲν παῖς ἦσθ', ἐγὼ δὲ σὸς πατήρ,
1043
ἔκτεινά τοί ς' ἂν κοὐ φυγαῖς ἐζημίουν,
1044
εἴπερ γυναικὸς ἠξίους ἐμῆς θιγεῖν.
1045
{Θη.} ὡς ἄξιον τόδ' εἶπας. οὐχ οὕτω θανῆι,
1046
ὥσπερ σὺ σαυτῶι τόνδε προύθηκας νόμον·
1047
ταχὺς γὰρ Ἅιδης ῥᾶιστος ἀνδρὶ δυστυχεῖ·
1048
ἀλλ' ἐκ πατρώιας φυγὰς ἀλητεύων χθονὸς
1049
ξένην ἐπ' αἶαν λυπρὸν ἀντλήσεις βίον.
1050
[μισθὸς γὰρ οὗτός ἐστιν ἀνδρὶ δυσσεβεῖ.]
1051
{Ιπ.} οἴμοι, τί δράσεις; οὐδὲ μηνυτὴν χρόνον
1052
δέξηι καθ' ἡμῶν, ἀλλά μ' ἐξελᾶις χθονός;
1053
{Θη.} πέραν γε Πόντου καὶ τόπων Ἀτλαντικῶν,
1054
εἴ πως δυναίμην, ὡς σὸν ἐχθαίρω κάρα.
1055
{Ιπ.} οὐδ' ὅρκον οὐδὲ πίστιν οὐδὲ μάντεων
1056
φήμας ἐλέγξας ἄκριτον ἐκβαλεῖς με γῆς;
1057
{Θη.} ἡ δέλτος ἥδε κλῆρον οὐ δεδεγμένη
1058
κατηγορεῖ σου πιστά· τοὺς δ' ὑπὲρ κάρα
1059
φοιτῶντας ὄρνις πόλλ' ἐγὼ χαίρειν λέγω.
1060
{Ιπ.} ὦ θεοί, τί δῆτα τοὐμὸν οὐ λύω στόμα,
1061
ὅστις γ' ὑφ' ὑμῶν, οὓς σέβω, διόλλυμαι;
1062
οὐ δῆτα· πάντως…
1063
μ…
The complete text is available when the reading interface loads.