The Greek Library Author

Anonymous

Andromacha

Authority group
Euripides (catalogue association; authorship remains anonymous)
Edition reference
Andromacha, ed. Diggle, op. cit., vol. 1, 277– 332.
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg039.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

62

οἴκτωι δὲ τῶι σῶι· δεινὰ γὰρ βουλεύεται

63

Μενέλαος ἐς σὲ παῖς θ', ἅ σοι φυλακτέα.

64

{Αν.} ὦ φιλτάτη σύνδουλε (σύνδουλος γὰρ εἶ

65

τῆι πρόσθ' ἀνάσσηι τῆιδε, νῦν δὲ δυστυχεῖ),

66

τί δρῶσι; ποίας μηχανὰς πλέκουσιν αὖ,

67

κτεῖναι θέλοντες τὴν παναθλίαν ἐμέ;

68

{Θε.} τὸν παῖδά σου μέλλουσιν, ὦ δύστηνε σύ,

69

κτείνειν, ὃν ἔξω δωμάτων ὑπεξέθου·

73

φροῦδος δ' ἐπ' αὐτὸν Μενέλεως δόμων ἄπο.

70

{Αν.} οἴμοι· πέπυσται τὸν ἐμὸν ἔκθετον γόνον;

71

πόθεν ποτ'; ὦ δύστηνος, ὡς ἀπωλόμην.

72

{Θε.} οὐκ οἶδ', ἐκείνων δ' ἠισθόμην ἐγὼ τάδε.

74

{Αν.} ἀπωλόμην ἄρ'. ὦ τέκνον, κτενοῦσί σε

75

δισσοὶ λαβόντες γῦπες, ὁ δὲ κεκλημένος

76

πατὴρ ἔτ' ἐν Δελφοῖσι τυγχάνει μένων.

77

{Θε.} δοκῶ γὰρ οὐκ ἂν ὧδέ ς' ἂν πράσσειν κακῶς

78

κείνου παρόντος· νῦν δ' ἔρημος εἶ φίλων.

79

{Αν.} οὐδ' ἀμφὶ Πηλέως ἦλθεν ὡς ἥξοι φάτις;

80

{Θε.} γέρων ἐκεῖνος ὥστε ς' ὠφελεῖν παρών.

81

{Αν.} καὶ μὴν ἔπεμψ' ἐπ' αὐτὸν οὐχ ἅπαξ μόνον.

82

{Θε.} μῶν οὖν δοκεῖς σου φροντίσαι τιν' ἀγγέλων;

83

{Αν.} πόθεν; θέλεις οὖν ἄγγελος σύ μοι μολεῖν;

84

{Θε.} τί δῆτα φήσω χρόνιος οὖς' ἐκ δωμάτων;

85

{Αν.} πολλὰς ἂν εὕροις μηχανάς· γυνὴ γὰρ εἶ.

86

{Θε.} κίνδυνος· Ἑρμιόνη γὰρ οὐ σμικρὸν φύλαξ.

87

{Αν.} ὁρᾶις; ἀπαυδᾶις ἐν κακοῖς φίλοισι σοῖς.

88

{Θε.} οὐ δῆτα· μηδὲν τοῦτ' ὀνειδίσηις ἐμοί.

89

ἀλλ' εἶμ', ἐπεί τοι κοὐ περίβλεπτος βίος

90

δούλης γυναικός, ἤν τι καὶ πάθω κακόν.

91

{Αν.} χώρει νυν· ἡμεῖς δ' οἷσπερ ἐγκείμεσθ' ἀεὶ

92

θρήνοισι καὶ γόοισι καὶ δακρύμασιν

93

πρὸς αἰθέρ' ἐκτενοῦμεν· ἐμπέφυκε γὰρ

94

γυναιξὶ τέρψις τῶν παρεστώτων κακῶν

95

ἀνὰ στόμ' αἰεὶ καὶ διὰ γλώσσης ἔχειν.

96

πάρεστι δ' οὐχ ἓν ἀλλὰ πολλά μοι στένειν,

97

πόλιν πατρώιαν τὸν θανόντα θ' Ἕκτορα

98

στερρόν τε τὸν ἐμὸν δαίμον' ὧι συνεζύγην

99

δούλειον ἦμαρ ἐσπεσοῦς' ἀναξίως.

100

χρὴ δ' οὔποτ' εἰπεῖν οὐδέν' ὄλβιον βροτῶν,

101

πρὶν ἂν θανόντος τὴν τελευταίαν ἴδηις

102

ὅπως περάσας ἡμέραν ἥξει κάτω.

103

Ἰλίωι αἰπεινᾶι Πάρις οὐ γάμον ἀλλά τιν' ἄταν

104

ἀγάγετ' εὐναίαν ἐς θαλάμους Ἑλέναν.

105

ἇς ἕνεκ', ὦ Τροία, δορὶ καὶ πυρὶ δηϊάλωτον

106

εἷλέ ς' ὁ χιλιόναυς Ἑλλάδος ὠκὺς Ἄρης

107

καὶ τὸν ἐμὸν μελέας πόσιν Ἕκτορα, τὸν περὶ τείχη

108

εἵλκυσε διφρεύων παῖς ἁλίας Θέτιδος·

109

αὐτὰ δ' ἐκ θαλάμων ἀγόμαν ἐπὶ θῖνα θαλάσσας,

110

δουλοσύναν στυγερὰν ἀμφιβαλοῦσα κάραι.

111

πολλὰ δὲ δάκρυά μοι κατέβα χροός, ἁνίκ' ἔλειπον

112

ἄστυ τε καὶ θαλάμους καὶ πόσιν ἐν κονίαις.

113

ὤμοι ἐγὼ μελέα, τί μ' ἐχρῆν ἔτι φέγγος ὁρᾶσθαι

114

Ἑρμιόνας δούλαν; ἆς ὕπο τειρομένα

115

πρὸς τόδ' ἄγαλμα θεᾶς ἱκέτις περὶ χεῖρε βαλοῦσα

116

τάκομαι ὡς πετρίνα πιδακόεσσα λιβάς.

117

{ΧΟΡΟΣ} ὦ γύναι, ἃ Θέτιδος δάπεδον καὶ ἀνάκτορα θάσσεις

118

δαρὸν οὐδὲ λείπεις,

119

Φθιὰς ὅμως ἔμολον ποτὶ σὰν Ἀσιήτιδα γένναν,

120

εἴ τί σοι δυναίμαν

121

ἄκος τῶν δυσλύτων πόνων τεμεῖν,

122

οἵ σε καὶ Ἑρμιόναν ἔριδι στυγερᾶι συνέκληισαν,

123

τλᾶμον, ἀμφὶ λέκτρων

124

διδύμων, ἐπίκοινον ἔχουσαν

125

ἄνδρα, παῖδ' Ἀχιλλέως.

126

γνῶθι τύχαν, λόγισαι τὸ παρὸν κακὸν εἰς ὅπερ ἥκεις.

127

δεσπόταις ἁμιλλᾶι

128

Ἰλιὰς οὖσα κόρα Λακεδαίμονος ἐγγενέταισιν;

129

λεῖπε δεξίμηλον

130

δόμον τᾶς ποντίας θεοῦ. τί σοι

131

καιρὸς ἀτυζομέναι δέμας αἰκέλιον καταλείβειν

132

δεσποτᾶν ἀνάγκαις;

133

τὸ κρατοῦν δέ ς' ἔπεισι· τί μόχθον

134

οὐδὲν οὖσα μοχθεῖς;

135

ἀλλ' ἴθι λεῖπε θεᾶς Νηρηίδος ἀγλαὸν ἕδραν,

136

γνῶθι δ' οὖς' ἐπὶ ξένας

137

δμωὶς ἀπ' ἀλλοτρίας

138

πόλεος, ἔνθ' οὐ φίλων τιν' εἰσορᾶις

139

σῶν, ὦ δυστυχεστάτα,

140

〈ὦ〉 παντάλαινα νύμφα.

141

οἰκτροτάτα γὰρ ἔμοιγ' ἔμολες, γύναι Ἰλιάς, οἴκους

142

δεσποτᾶν ἐμῶν· φόβωι δ'

143

ἡσυχίαν ἄγομεν

144

(τὸ δὲ σὸν οἴκτωι φέρουσα τυγχάνω)

145

μὴ παῖς τᾶς Διὸς κόρας

146

σοί μ' εὖ φρονοῦσαν εἰδῆι.

147

{ΕΡΜΙΟΝΗ} κόσμον μὲν ἀμφὶ κρατὶ χρυσέας χλιδῆς

148

στολμόν τε χρωτὸς τόνδε ποικίλων πέπλων

149

οὐ τῶν Ἀχιλλέως οὐδὲ Πηλέως ἀπὸ

150

δόμων ἀπαρχὰς δεῦρ' ἔχους' ἀφικόμην,

151

ἀλλ' ἐκ Λακαίνης Σπαρτιάτιδος χθονὸς

152

Μενέλαος ἡμῖν ταῦτα δωρεῖται πατὴρ

153

πολλοῖς σὺν ἕδνοις, ὥστ' ἐλευθεροστομεῖν.

154

[ὑμᾶς μὲν οὖν τοῖσδ' ἀνταμείβομαι λόγοις.]

155

σὺ δ' οὖσα δούλη καὶ δορίκτητος γυνὴ

156

δόμους κατασχεῖν ἐκβαλοῦς' ἡμᾶς θέλεις

157

τούσδε, στυγοῦμαι δ' ἀνδρὶ φαρμάκοισι σοῖς,

158

νηδὺς δ' ἀκύμων διὰ σέ μοι διόλλυται·

159

δεινὴ γὰρ ἠπειρῶτις ἐς τὰ τοιάδε

160

ψυχὴ γυναικῶν· ὦν ἐπισχήσω ς' ἐγώ,

161

κοὐδέν ς' ὀνήσει δῶμα Νηρῆιδος τόδε,

162

οὐ βωμὸς οὐδὲ ναός, ἀλλὰ κατθανῆι.

163

ἢν δ' οὖν βροτῶν τίς ς' ἢ θεῶν σῶσαι θέληι,

164

δεῖ ς' ἀντὶ τῶν πρὶν ὀλβίων φρονημάτων

165

πτῆξαι ταπεινὴν προσπεσεῖν τ' ἐμὸν γόνυ

166

σαίρειν τε δῶμα τοὐμὸν ἐκ χρυσηλάτων

167

τευχέων χερὶ σπείρουσαν Ἀχελώιου δρόσον

168

γνῶναί θ' ἵν' εἶ γῆς. οὐ γάρ ἐσθ' Ἕκτωρ τάδε,

169

οὐ Πρίαμος οὐδὲ χρυσός, ἀλλ' Ἑλλὰς πόλις.

170

ἐς τοῦτο δ' ἥκεις ἀμαθίας, δύστηνε σύ,

171

ἣ παιδὶ πατρὸς ὃς σὸν ὤλεσεν πόσιν

172

τολμᾶις ξυνεύδειν καὶ τέκν' αὐθεντῶν πάρα

173

τίκτειν. τοιοῦτον πᾶν τὸ βάρβαρον γένος·

174

πατήρ τε θυγατρὶ παῖς τε μητρὶ μείγνυται

175

κόρη τ' ἀδελφῶι, διὰ φόνου δ' οἱ φίλτατοι

176

χωροῦσι, καὶ τῶνδ' οὐδὲν ἐξείργει νόμος.

177

ἃ μὴ παρ' ἡμᾶς ἔσφερ'· οὐδὲ γὰρ καλὸν

178

δυοῖν γυναικοῖν ἄνδρ' ἕν' ἡνίας ἔχειν,

179

ἀλλ' ἐς μίαν βλέποντες εὐναίαν Κύπριν

180

στέργουσιν, ὅστις μὴ κακῶς οἰκεῖν θέληι.

181

{Χο.} ἐπίφθονόν τι χρῆμα θηλείας φρενὸς

182

καὶ ξυγγάμοισι δυσμενὲς μάλιστ' ἀεί.

183

{Αν.} φεῦ φεῦ·

184

κακόν γε θνητοῖς τὸ νέον ἔν τε τῶι νέωι

185

τὸ μὴ δίκαιον ὅστις ἀνθρώπων ἔχει.

186

ἐγὼ δὲ ταρβῶ μὴ τὸ δουλεύειν μέ σοι

187

λόγων ἀπώσηι πόλλ' ἔχουσαν ἔνδικα,

188

ἢν δ' αὖ κρατήσω, μὴ 'πὶ τῶιδ' ὄφλω βλάβην·

189

οἱ γὰρ πνέοντες μεγάλα τοὺς κρείσσους λόγους

190

πικρῶς φέρουσι τῶν ἐλασσόνων ὕπο·

191

ὅμως δ' ἐμαυτὴν οὐ προδοῦς' ἁλώσομαι.

192

εἴπ', ὦ νεᾶνι, τῶι ς' ἐχεγγύωι λόγωι

193

πεισθεῖς' ἀπωθῶ γνησίων νυμφευμάτων;

194

ὡς ἡ Λάκαινα τῶν Φρυγῶν μείων πόλις

195

†τύχηι θ' ὑπερθεῖ† κἄμ' ἐλευθέραν ὁρᾶις;

196

ἢ τῶι νέωι τε καὶ σφριγῶντι σώματι

197

πόλεως τε μεγέθει καὶ φίλοις ἐπηρμένη

198

οἶκον κατασχεῖν τὸν σὸν ἀντὶ σοῦ θέλω;

199

πότερον ἵν' αὐτὴ παῖδας ἀντὶ σοῦ τέκω

200

δούλους ἐμαυτῆι τ' ἀθλίαν ἐφολκίδα;

201

ἢ τοὺς ἐμούς τις παῖδας ἐξανέξεται

202

Φθίας τυράννους ὄντας, ἢν σὺ μὴ τέκηις;

203

φιλοῦσι γάρ μ' Ἕλληνες Ἕκτορός γ' ὕπερ;

204

αὐτή τ' ἀμαυρὰ κοὐ τύραννος ἦ Φρυγῶν;

205

οὐκ ἐξ ἐμῶν σε φαρμάκων στυγεῖ πόσις

206

ἀλλ' εἰ ξυνεῖναι μὴ 'πιτηδεία κυρεῖς.

207

φίλτρον δὲ καὶ τόδ'· οὐ τὸ κάλλος, ὦ γύναι,

208

ἀλλ' ἁρεταὶ τέρπουσι τοὺς ξυνευνέτας.

209

σὺ δ' ἤν τι κνισθῆις, ἡ Λάκαινα μὲν πόλις

210

μέγ' ἐστί, τὴν δὲ Σκῦρον οὐδαμοῦ τίθης,

211

πλουτεῖς δ' ἐν οὐ πλουτοῦσι, Μενέλεως δέ σοι

212

μείζων Ἀχιλλέως. ταῦτά τοί ς' ἔχθει πόσις.

213

χρὴ γὰρ γυναῖκα, κἂν κακῶι πόσει δοθῆι,

214

στέργειν ἅμιλλάν τ' οὐκ ἔχειν φρονήματος.

215

εἰ δ' ἀμφὶ Θρήικην τὴν χιόνι κατάρρυτον

216

τύραννον ἔσχες ἄνδρ', ἵν' ἐν μέρει λέχος

217

δίδωσι πολλαῖς εἶς ἀνὴρ κοινούμενος,

218

ἔκτεινας ἂν τάσδ'; εἶτ' ἀπληστίαν λέχους

219

πάσαις γυναιξὶ προστιθεῖς' ἂν ηὑρέθης.

220

αἰσχρόν γε· καίτοι χείρον' ἀρσένων νόσον

221

ταύτην νοσοῦμεν, ἀλλὰ προύστημεν καλῶς.

222

ὦ φίλταθ' Ἕκτορ, ἀλλ' ἐγὼ τὴν σὴν χάριν

223

σοὶ καὶ ξυνήρων, εἴ τί σε σφάλλοι Κύπρις,

224

καὶ μαστὸν ἤδη πολλάκις νόθοισι σοῖς

225

ἐπέσχον, ἵνα σοι μηδὲν ἐνδοίην πικρόν.

226

καὶ ταῦτα δρῶσα τῆι ἀρετῆι προσηγόμην

227

πόσιν· σὺ δ' οὐδὲ ῥανίδ' ὑπαιθρίας δρόσου

228

τῶι σῶι προσίζειν ἀνδρὶ δειμαίνους' ἐᾶις.

229

μὴ τὴν τεκοῦσαν τῆι φιλανδρίαι, γύναι,

230

ζήτει παρελθεῖν· τῶν κακῶν γὰρ μητέρων

231

φεύγειν τρόπους χρὴ τέκν' ὅσοις ἔνεστι νοῦς.

232

{Χο.} δέσποιν', ὅσον σοι ῥαιδίως †προσίσταται†,

233

τοσόνδε πείθου τῆιδε συμβῆναι λόγοις.

234

{Ερ.} τί σεμνομυθεῖς κἀς ἀγῶν' ἔρχηι λόγων,

235

ὡς δὴ σὺ σώφρων, τἀμὰ δ' οὐχὶ σώφρονα;

236

{Αν.} οὔκουν ἐφ' οἷς γε νῦν καθέστηκας λόγοις.

237

{Ερ.} ὁ νοῦς ὁ σός μοι μὴ ξυνοικοίη, γύναι.

238

{Αν.} νέα πέφυκας καὶ λέγεις αἰσχρῶν πέρι.

239

{Ερ.} σὺ δ' οὐ λέγεις γε, δρᾶις δέ μ' εἰς ὅσον δύναι.

240

{Αν.} οὐκ αὖ σιωπῆι Κύπριδος ἀλγήσεις πέρι;

241

{Ερ.} τί δ'; οὐ γυναιξὶ ταῦτα πρῶτα πανταχοῦ;

242

{Αν.} ναί, καλῶς γε χρωμέναισιν· εἰ δὲ μή, οὐ καλά.

243

{Ερ.} οὐ βαρβάρων νόμοισιν οἰκοῦμεν πόλιν.

244

{Αν.} κἀκεῖ τά γ' αἰσχρὰ κἀνθάδ' αἰσχύνην ἔχει.

245

{Ερ.} σοφὴ σοφὴ σύ· κατθανεῖν δ' ὅμως σε δεῖ.

246

{Αν.} ὁρᾶις ἄγαλμα Θέτιδος ἐς ς' ἀποβλέπον;

247

{Ερ.} μισοῦν γε πατρίδα σὴν Ἀχιλλέως φόνωι.

248

{Αν.} Ἑλένη νιν ὤλες', οὐκ ἐγώ, μήτηρ γε σή.

249

{Ερ.} ἧ καὶ πρόσω γὰρ τῶν ἐμῶν ψαύσεις κακῶν;

250

{Αν.} ἰδοὺ σιωπῶ κἀπιλάζυμαι στόμα.

251

{Ερ.} ἐκεῖνο λέξον οὗπερ οὕνεκ' ἐστάλην.

252

{Αν.} λέγω ς' ἐγὼ νοῦν οὐκ ἔχειν ὅσον ς' ἔδει.

253

{Ερ.} λείψεις τόδ' ἁγνὸν τέμενος ἐναλίας θεοῦ;

254

{Αν.} εἰ μὴ θανοῦμαί γ'· εἰ δὲ μή, οὐ λείψω ποτέ.

255

{Ερ.} ὡς τοῦτ' ἄραρε κοὐ μενῶ πόσιν μολεῖν.

256

{Αν.} ἀλλ' οὐδ' ἐγὼ μὴν πρόσθεν ἐκδώσω μέ σοι.

257

{Ερ.} πῦρ σοι προσοίσω, κοὐ τὸ σὸν προσκέψομαι, ...

258

{Αν.} σὺ δ' οὖν κάταιθε· θεοὶ γὰρ εἴσονται τάδε.

259

{Ερ.} καὶ χρωτὶ δεινῶν τραυμάτων ἀλγηδόνας.

260

{Αν.} σφάζ', αἱμάτου θεᾶς βωμόν, ἣ μέτεισί σε.

261

{Ερ.} ὦ βάρβαρον σὺ θρέμμα καὶ σκληρὸν θράσος,

262

ἐγκαρτερεῖς δὴ θάνατον; ἀλλ' ἐγώ ς' ἕδρας

263

ἐκ τῆσδ' ἑκοῦσαν ἐξαναστήσω τάχα·

264

τοιόνδ' ἔχω σου δέλεαρ. ἀλλὰ γὰρ λόγους

265

κρύψω, τὸ δ' ἔργον αὐτὸ σημανεῖ τάχα.

266

κάθης' ἑδραία· καὶ γὰρ εἰ πέριξ ς' ἔχοι

267

τηκτὸς μόλυβδος, ἐξαναστήσω ς' ἐγὼ

268

πρὶν ὧι πέποιθας παῖδ' Ἀχιλλέως μολεῖν.

269

{Αν.} πέποιθα. δεινὸν δ' ἑρπετῶν μὲν ἀγρίων

270

ἄκη βροτοῖσι θεῶν καταστῆσαί τινα,

271

ὃ δ' ἔστ' ἐχίδνης καὶ πυρὸς περαιτέρω

272

οὐδεὶς γυναικὸς φάρμακ' ἐξηύρηκέ πω

273

[κακῆς· τοσοῦτόν ἐσμεν ἀνθρώποις κακόν].

274

{Χο.} ἦ μεγάλων ἀχέων ἄρ' ὑπῆρξεν, ὅτ' Ἰδαίαν

275

ἐς νάπαν ἦλθ', ὁ Μαί-

276

ας τε καὶ Διὸς τόκος,

277

τρίπωλον ἅρμα δαιμόνων

278

ἄγων τὸ καλλιζυγές,

279

ἔριδι στυγερᾶι κεκορυθμένον εὐμορφίας,

280

σταθμοὺς ἔπι βούτας

281

βοτῆρά τ' ἀμφὶ μονότροπον νεανίαν

282

ἔρημόν θ' ἑστιοῦχον αὐλάν.

284

ταὶ δ' ἐπεὶ ὑλόκομον νάπος ἤλυθον οὐρειᾶν

285

πιδάκων νίψαν αἰ-

286

γλᾶντα σώματα ῥοαῖς,

287

ἔβαν δὲ Πριαμίδαν ὑπερ-

288

βολαῖς λόγων δυσφρόνων

289

παραβαλλόμεναι, δολίοις δ' ἕλε Κύπρις λόγοις,

290

τερπνοῖς μὲν ἀκοῦσαι,

291

πικρὰν δὲ σύγχυσιν βίου Φρυγῶν πόλει

292

ταλαίναι περγάμοις τε Τροίας.

293

εἰ γὰρ ὑπὲρ κεφαλὰν ἔβαλεν κακὸν

294

ἁ τεκοῦσά νιν μόρον

295

πρὶν Ἰδαῖον κατοικίσαι λέπας,

296

ὅτε νιν παρὰ θεσπεσίωι δάφναι

297

βόασε Κασσάνδρα κτανεῖν,

298

μεγάλαν Πριάμου πόλεως λώβαν.

299

τίν' οὐκ ἐπῆλθε, ποῖον οὐκ ἐλίσσετο

300

δαμογερόντων βρέφος φονεύειν;

301

οὔτ' ἂν ἐπ' Ἰλιάσι ζυγὸν ἤλυθε

302

δούλιον σύ τ' ἄν, γύναι,

303

τυράννων ἔσχες ἂν δόμων ἕδρας·

304

παρέλυσε δ' ἂν Ἑλλάδος ἀλγεινοὺς

305

†μόχθους οὓς ἀμφὶ Τροίαν†

306

δεκέτεις ἀλάληντο νέοι λόγχαις,

307

λέχη τ' ἔρημ' ἂν οὔποτ' ἐξελείπετο

308

καὶ τεκέων ὀρφανοὶ γέροντες.

309

{ΜΕΝΕΛΑΟΣ} ἥκω λαβὼν σὸν παῖδ', ὃν εἰς ἄλλους δόμους

310

λάθραι θυγατρὸς τῆς ἐμῆς ὑπεξέθου.

311

σὲ μὲν γὰρ ηὔχεις θεᾶς βρέτας σώσειν τόδε,

312

τοῦτον δὲ τοὺς κρύψαντας· ἀλλ' ἐφηυρέθης

313

ἧσσον φρονοῦσα τοῦδε Μενέλεω, γύναι.

314

κεἰ μὴ τόδ' ἐκλιποῦς' ἐρημώσεις πέδον,

315

ὅδ' ἀντὶ τοῦ σοῦ σώματος σφαγήσεται.

316

ταῦτ' οὖν λογίζου, πότερα κατθανεῖν θέλεις

317

ἢ τόνδ' ὀλέσθαι σῆς ἁμαρτίας ὕπερ,

318

ἣν εἰς ἔμ' ἔς τε παῖδ' ἐμὴν ἁμαρτάνεις.

319

{Αν.} ὦ δόξα δόξα, μυρίοισι δὴ βροτῶν

320

οὐδὲν γεγῶσι βίοτον ὤγκωσας μέγαν.

321

[εὔκλεια δ' οἷς μέν ἐστ' ἀληθείας ὕπο

322

εὐδαιμονίζω· τοὺς δ' ὑπὸ ψευδῶν ἔχειν

323

οὐκ ἀξιώσω, πλὴν τύχηι φρονεῖν δοκεῖν.]

324

σὺ δὴ στρατηγῶν λογάσιν Ἑλλήνων ποτὲ

325

Τροίαν ἀφείλου Πρίαμον, ὧδε φαῦλος ὤν;

326

ὅστις θυγατρὸς ἀντίπαιδος ἐκ λόγων

327

τοσόνδ' ἔπνευσας καὶ γυναικὶ δυστυχεῖ

328

δούληι κατέστης εἰς ἀγῶν'· οὐκ ἀξιῶ

329

οὔτ' οὖν σὲ Τροίας οὔτε σοῦ Τροίαν ἔτι.

330

[ἔξωθέν εἰσιν οἱ δοκοῦντες εὖ φρονεῖν

331

λαμπροί, τὰ δ' ἔνδον πᾶσιν ἀνθρώποις ἴσοι,

332

πλὴν εἴ τι πλούτωι· τοῦτο δ' ἰσχύει μέγα.

333

Μενέλαε, φέρε δὴ διαπεράνωμεν λόγους.]

post 333

〈 〉

post 334

τέθνηκα τῆι σῆι θυγατρὶ καί μ' ἀπώλεσεν·

post 335

μιαιφόνον μὲν οὐκέτ' ἂν φύγοι μύσος.

post 336

ἐν τοῖς δὲ πολλοῖς καὶ σὺ τόνδ' ἀγωνιῆι

post 337

φόνον· τὸ συνδρῶν γάρ ς' ἀναγκάσει χρέος.

post 338

ἢν δ' οὖν ἐγὼ μὲν μὴ θανεῖν ὑπεκδράμω,

post 339

τὸν παῖδά μου κτενεῖτε; κἆιτα πῶς πατὴρ

post 33:

τέκνου θανόντος ῥαιδίως ἀνέξεται;

post 33;

οὐχ ὧδ' ἄνανδρον αὐτὸν ἡ Τροία καλεῖ·

post 33<

ἀλλ' εἶσιν οἷ χρή, Πηλέως γὰρ ἄξια

post 33=

πατρός τ' Ἀχιλλέως ἔργα δρῶν φανήσεται,

post 33>

ὤσει δὲ σὴν παῖδ' ἐκ δόμων· σὺ δ' ἐκδιδοὺς

post 33?

ἄλλωι τί λέξεις; πότερον ὡς κακὸν πόσιν

post 33@

φεύγει τὸ ταύτης σῶφρον; ἀλλ' οὐ πείσεται.

post 33A

γαμεῖ δὲ τίς νιν; ἤ σφ' ἄνανδρον ἐν δόμοις

post 33B

χήραν καθέξεις πολιόν; ὦ τλήμων ἀνήρ,

post 33C

κακῶν τοσούτων οὐχ ὁρᾶις ἐπιρροάς;

post 33D

πόσας ἂν εὐνὰς θυγατέρ' ἠδικημένην

post 33E

βούλοι' ἂν εὑρεῖν ἢ παθεῖν ἁγὼ λέγω;

post 33F

οὐ χρὴ 'πὶ μικροῖς μεγάλα πορσύνειν κακὰ

post 33G

οὐδ', εἰ γυναῖκές ἐσμεν ἀτηρὸν κακόν,

post 33H

ἄνδρας γυναιξὶν ἐξομοιοῦσθαι φύσιν.

post 33I

ἡμεῖς γὰρ εἰ σὴν παῖδα φαρμακεύομεν

post 33J

καὶ νηδὺν ἐξαμβλοῦμεν, ὡς αὐτὴ λέγει,

post 33K

ἑκόντες οὐκ ἄκοντες, οὐδὲ βώμιοι

post 33L

πίτνοντες, αὐτοὶ τὴν δίκην ὑφέξομεν

post 33M

ἐν σοῖσι γαμβροῖς, οἷσιν οὐκ ἐλάσσονα

post 33N

βλάβην ὀφείλω προστιθεῖς' ἀπαιδίαν.

post 33O

ἡμεῖς μὲν οὖν τοιοίδε· τῆς δὲ σῆς φρενός,

post 33P

ἕν σου δέδοικα· διὰ γυναικείαν ἔριν

post 33Q

καὶ τὴν τάλαιναν ὤλεσας Φρυγῶν πόλιν.

post 33R

{Χο.} ἄγαν ἔλεξας ὡς γυνὴ πρὸς ἄρσενας

post 364

〈 〉

post 365

καί σου τὸ σῶφρον ἐξετόξευσεν φρενός.

post 366

{Με.} γύναι, τάδ' ἐστὶ σμικρὰ καὶ μοναρχίας

post 367

οὐκ ἄξι', ὡς φήις, τῆς ἐμῆς οὐδ' Ἑλλάδος.

post 368

εὖ δ' ἴσθ', ὅτου τις τυγχάνει χρείαν ἔχων,

post 369

τοῦτ' ἔσθ' ἑκάστωι μεῖζον ἢ Τροίαν ἑλεῖν.

post 36:

κἀγὼ θυγατρί (μεγάλα γὰρ κρίνω τάδε,

post 36;

λέχους στέρεσθαι) σύμμαχος καθίσταμαι.

post 36<

τὰ μὲν γὰρ ἄλλα δεύτερ' ἃν πάσχηι γυνή,

post 36=

ἀνδρὸς δ' ἁμαρτάνους' ἁμαρτάνει βίου.

post 36>

δούλων δ' ἐκεῖνον τῶν ἐμῶν ἄρχειν χρεὼν

post 36?

καὶ τῶν ἐκείνου τοὺς ἐμοὺς ἡμᾶς τε πρός·

post 36@

φίλων γὰρ οὐδὲν ἴδιον, οἵτινες φίλοι

post 36A

ὀρθῶς πεφύκας', ἀλλὰ κοινὰ χρήματα.

post 36B

μένων δὲ τοὺς ἀπόντας, εἰ μὴ θήσομαι

post 36C

τἄμ' ὡς ἄριστα, φαῦλός εἰμι κοὐ σοφός.

post 36D

ἀλλ' ἐξανίστω τῶνδ' ἀνακτόρων θεᾶς·

post 36E

ὡς, ἢν θάνηις σύ, παῖς ὅδ' ἐκφεύγει μόρον,

post 36F

σοῦ δ' οὐ θελούσης κατθανεῖν τόνδε κτενῶ.

post 36G

δυοῖν δ' ἀνάγκη θατέρωι λιπεῖν βίον.

post 36H

{Αν.} οἴμοι, πικρὰν κλήρωσιν αἵρεσίν τέ μοι

post 36I

βίου καθίστης· καὶ λαχοῦσά γ' ἀθλία

post 36J

καὶ μὴ λαχοῦσα δυστυχὴς καθίσταμαι.

post 36K

ὧ μεγάλα πράσσων αἰτίας σμικρᾶς πέρι,

post 36L

πιθοῦ· τί καίνεις μ'; ἀντὶ τοῦ; ποίαν πόλιν

post 36M

προύδωκα; τίνα σῶν ἔκτανον παίδων ἐγώ;

post 36N

ποῖον δ' ἔπρησα δῶμ'; ἐκοιμήθην βίαι

post 36O

σὺν δεσπόταισι· κἆιτ' ἔμ', οὐ κεῖνον κτενεῖς,

post 36P

τὸν αἴτιον τῶνδ', ἀλλὰ τὴν ἀρχὴν ἀφεὶς

post 36Q

πρὸς τὴν τελευτὴν ὑστέραν οὖσαν φέρηι;

post 36R

οἴμοι κακῶν τῶνδ'· ὦ τάλαιν' ἐμὴ πατρίς,

post 36S

ὡς δεινὰ πάσχω. τί δέ με καὶ τεκεῖν ἐχρῆν

post 36T

ἄχθος τ' ἐπ' ἄχθει τῶιδε προσθέσθαι διπλοῦν;

post 36U

[ἀτὰρ τί ταῦτ' ὀδύρομαι, τὰ δ' ἐν ποσὶν

398

οὐκ ἐξικμάζω καὶ λογίζομαι κακά;]

399

ἥτις σφαγὰς μὲν Ἕκτορος τροχηλάτους

400

κατεῖδον οἰκτρῶς τ' Ἴλιον πυρούμενον,

401

αὐτὴ δὲ δούλη ναῦς ἔπ' Ἀργείων ἔβην

402

κόμης ἐπισπασθεῖς'· ἐπεὶ δ' ἀφικόμην

403

Φθίαν, φονεῦσιν Ἕκτορος νυμφεύομαι.

404

τί δῆτά μοι ζῆν ἡδύ; πρὸς τί χρὴ βλέπειν;

405

πρὸς τὰς παρούσας ἢ παρελθούσας τύχας;

406

εἶς παῖς ὅδ' ἧν μοι λοιπός, ὀφθαλμὸς βίου·

407

τοῦτον κτανεῖν μέλλουσιν οἷς δοκεῖ τάδε.

408

οὐ δῆτα τοὐμοῦ γ' οὕνεκ' ἀθλίου βίου·

409

ἐν τῶιδε μὲν γὰρ ἐλπίς, εἰ σωθήσεται,

410

ἐμοὶ δ' ὄνειδος μὴ θανεῖν ὑπὲρ τέκνου.

411

ἰδού, προλείπω βωμὸν ἥδε χειρία

412

σφάζειν φονεύειν δεῖν ἀπαρτῆσαι δέρην.

413

ὦ τέκνον, ἡ τεκοῦσά ς', ὡς σὺ μὴ θάνηις,

414

στείχω πρὸς Ἅιδην· ἢν δ' ὑπεκδράμηις μόρον,

415

μέμνησο μητρός, οἷα τλᾶς' ἀπωλόμην,

416

καὶ πατρὶ τῶι σῶι διὰ φιλημάτων ἰὼν

417

δάκρυά τε λείβων καὶ περιπτύσσων χέρας

418

λέγ' οἷ' ἔπραξα. πᾶσι δ' ἀνθρώποις ἄρ' ἦν

419

ψυχὴ τέκν'· ὅστις δ' αὔτ' ἄπειρος ὢν ψέγει,

420

ἧσσον μὲν ἀλγεῖ, δυστυχῶν δ' εὐδαιμονεῖ.

421

{Χο.} ὤικτιρ' ἀκούσας'· οἰκτρὰ γὰρ τὰ δυστυχῆ

422

βροτοῖς ἅπασι, κἂν θυραῖος ὢν κυρῆι.

423

ἐς ξύμβασιν δ' ἐχρῆν σε παῖδα σὴν ἄγειν,

424

Μενέλαε, καὶ τήνδ', ὡς ἀπαλλαχθῆι πόνων.

425

{Με.} λάβεσθέ μοι τῆσδ', ἀμφελίξαντες χέρας,

426

δμῶες· λόγους γὰρ οὐ φίλους ἀκούσεται.

427

ἔχω ς'· ἵν' ἁγνὸν βωμὸν ἐκλίποις θεᾶς,

428

προύτεινα παιδὸς θάνατον, ὧι ς' ὑπήγαγον

429

ἐς χεῖρας ἐλθεῖν τὰς ἐμὰς ἐπὶ σφαγήν.

430

καὶ τἀμφὶ σοῦ μὲν ὧδ' ἔχοντ' ἐπίστασο·

431

τὰ δ' ἀμφὶ παιδὸς τοῦδε παῖς ἐμὴ κρινεῖ,

432

ἤν τε κτανεῖν νιν ἤν τε μὴ κτανεῖν θέληι.

433

ἀλλ' ἕρπ' ἐς οἴκους τούσδ', ἵν' εἰς ἐλευθέρους

434

δούλη γεγῶσα μήποθ' ὑβρίζειν μάθηις.

435

{Αν.} οἴμοι· δόλωι μ' ὑπῆλθες, ἠπατήμεθα.

436

{Με.} κήρυσς' ἅπασιν· οὐ γὰρ ἐξαρνούμεθα.

437

{Αν.} ἧ ταῦτ' ἐν ὑμῖν τοῖς παρ' Εὐρώται σοφά;

438

{Με.} καὶ τοῖς γε Τροίαι, τοὺς παθόντας ἀντιδρᾶν.

439

{Αν.} τὰ θεῖα δ' οὐ θεῖ' οὐδ' ἔχειν ἡγῆι δίκην;

440

{Με.} ὅταν τάδ' ἧι, τότ' οἴσομεν· σὲ δὲ κτενῶ.

441

{Αν.} ἧ καὶ νεοσσὸν τόνδ', ὑπὸ πτερῶν σπάσας;

442

{Με.} οὐ δῆτα· θυγατρὶ δ', ἢν θέληι, δώσω κτανεῖν.

443

{Αν.} οἴμοι· τί δῆτά ς' οὐ καταστένω, τέκνον;

444

{Με.} οὔκουν θρασεῖά γ' αὐτὸν ἐλπὶς ἀμμένει.

445

{Αν.} ὦ πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶν

446

Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια,

447

ψευδῶν ἄνακτες, μηχανορράφοι κακῶν,

448

ἑλικτὰ κοὐδὲν ὑγιὲς ἀλλὰ πᾶν πέριξ

449

φρονοῦντες, ἀδίκως εὐτυχεῖτ' ἀν' Ἑλλάδα.

450

τί δ' οὐκ ἐν ὑμῖν ἐστιν; οὐ πλεῖστοι φόνοι;

451

οὐκ αἰσχροκερδεῖς, οὐ λέγοντες ἄλλα μὲν

452

γλώσσηι, φρονοῦντες δ' ἄλλ' ἐφευρίσκεσθ' ἀεί;

453

ὄλοισθ'. ἐμοὶ μὲν θάνατος οὐχ οὕτω βαρὺς

454

ὅς σοι δέδοκται· κεῖνα γάρ μ' ἀπώλεσεν,

455

ὅθ' ἡ τάλαινα πόλις ἀνηλώθη Φρυγῶν

456

πόσις θ' ὁ κλεινός, ὅς σε πολλάκις δορὶ

457

ναύτην ἔθηκεν ἀντὶ χερσαίου κακόν.

458

νῦν δ' ἐς γυναῖκα γοργὸς ὁπλίτης φανεὶς

459

κτείνεις μ'· ἀπόκτειν'· ὡς ἀθώπευτόν γέ σε

460

γλώσσης ἀφήσω τῆς ἐμῆς καὶ παῖδα σήν.

461

ἐπεὶ σὺ μὲν πέφυκας ἐν Σπάρτηι μέγας,

462

ἡμεῖς δὲ Τροίαι γ'. εἰ δ' ἐγὼ πράσσω κακῶς,

463

μηδὲν τόδ' αὔχει· καὶ σὺ γὰρ πράξειας ἄν.

464

{Χο.} οὐδέποτε δίδυμα λέκτρ' ἐπαινέσω βροτῶν

466

οὐδ' ἀμφιμάτορας κόρους,

467

†ἔριδας† οἴκων δυσμενεῖς τε λύπας·

468

μίαν μοι στεργέτω πόσις †γάμοις

470

ἀκοινώνητον ἀνδρὸς† εὐνάν.

471

†οὐδὲ γὰρ ἐν† πόλεσι δίπτυχοι τυραννίδες

474

μιᾶς ἀμείνονες φέρειν,

475

ἄχθος τ' ἐπ' ἄχθει καὶ στάσιν πολίταις·

476

τεκόντοιν θ' ὕμνον ἐργάταιν δυοῖν

477

ἔριν Μοῦσαι φιλοῦσι κραίνειν.

479

πνοαὶ δ' ὅταν φέρωσι ναυτίλους θοαί,

480

κατὰ πηδαλίων διδύμα πραπίδων γνώμα

481

σοφῶν τε πλῆθος ἀθρόον ἀσθενέστερον

482

φαυλοτέρας φρενὸς αὐτοκρατοῦς.

483

ἑνὸς ἄρ' ἄνυσις ἀνά τε μέλαθρα

484

κατά τε πόλιας, ὁπόταν εὑ-

485

ρεῖν θέλωσι καιρόν.

486

ἔδειξεν ἁ Λάκαινα τοῦ στρατηλάτα

487

Μενέλα· διὰ γὰρ πυρὸς ἦλθ' ἑτέρωι λέχει,

489

κτείνει δὲ τὰν τάλαιναν Ἰλιάδα κόραν

490

παῖδά τε δύσφρονος ἔριδος ὕπερ.

491

ἄθεος ἄνομος ἄχαρις ὁ φόνος·

492

ἔτι σε, πότνια, μετατροπὰ

493

τῶνδ' ἔπεισιν ἔργων.

494

καὶ μὴν ἐσορῶ τόδε σύγκρατον

495

ζεῦγος πρὸ δόμων ψήφωι θανάτου

496

κατακεκριμένον.

497

δύστηνε γύναι, τλῆμον δὲ σὺ παῖ,

498

μητρὸς λεχέων ὃς ὑπερθνήισκεις

499

οὐδὲν μετέχων

500

οὐδ' αἴτιος ὢν βασιλεῦσιν.

501

{Αν.} ἅδ' ἐγὼ χέρας αἱματη-

502

ρὰς βρόχοισι κεκληιμένα

503

πέμπομαι κατὰ γαίας.

504

{ΠΑΙΣ} μᾶτερ μᾶτερ, ἐγὼ δὲ σᾶι

505

πτέρυγι συγκαταβαίνω.

506

{Αν.} θῦμα δάιον, ὦ χθονὸς

507

Φθίας κράντορες. {Πα.} ὦ πάτερ,

508

μόλε φίλοις ἐπίκουρος.

510

{Αν.} κείσηι δή, τέκνον ὦ φίλος,

511

μαστοῖς ματέρος ἀμφὶ σᾶς

512

νεκρὸς ὑπὸ χθονὶ σὺν νεκρῶι 〈τε〉.

513

{Πα.} ὤμοι μοι, τί πάθω; τάλας

514

δῆτ' ἐγὼ σύ τε, μᾶτερ.

515

{Με.} ἴθ' ὑποχθόνιοι· καὶ γὰρ ἀπ' ἐχθρῶν

516

ἥκετε πύργων, δύο δ' ἐκ δισσαῖν

517

θνήισκετ' ἀνάγκαιν· σὲ μὲν ἡμετέρα

518

ψῆφος ἀναιρεῖ, παῖδα δ' ἐμὴ παῖς

519

τόνδ' Ἑρμιόνη. καὶ γὰρ ἀνοία

520

μεγάλη λείπειν ἐχθροὺς ἐχθρῶν,

521

ἐξὸν κτείνειν

522

καὶ φόβον οἴκων ἀφελέσθαι.

523

{Αν.} ὦ πόσις πόσις, εἴθε σὰν

524

χεῖρα καὶ δόρυ σύμμαχον

525

κτησαίμαν, Πριάμου παῖ.

526

{Πα.} δύστανος, τί δ' ἐγὼ μόρου

527

παράτροπον μέλος εὕρω;

528

{Αν.} λίσσου γούνασι δεσπότου

530

χρίμπτων, ὦ τέκνον. {Πα.} ὦ φίλος

531

φίλος, ἄνες θάνατόν μοι.

532

{Αν.} λείβομαι δάκρυσιν κόρας,

533

στάζω λισσάδος ὡς πέτρας

534

λιβὰς ἀνάλιος, ἁ τάλαινα.

535

{Πα.} ὤμοι μοι, τί δ' ἐγὼ κακῶν

536

μῆχος ἐξανύσωμαι;

537

{Με.} τί με προσπίτνεις, ἁλίαν πέτραν

538

ἢ κῦμα λιταῖς ὣς ἱκετεύων;

539

τοῖς γὰρ ἐμοῖσιν γέγον' ὠφελία,

540

σοὶ δ' οὐδὲν ἔχω φίλτρον, ἐπεί τοι

541

μέγ' ἀναλώσας ψυχῆς μόριον

542

Τροίαν εἷλον καὶ μητέρα σήν·

543

ἧς ἀπολαύων

544

Ἅιδην χθόνιον καταβήσηι.

545

{Χο.} καὶ μὴν δέδορκα τόνδε Πηλέα πέλας,

546

σπουδῆι τιθέντα δεῦρο γηραιὸν πόδα.

547

{ΠΗΛΕΥΣ} ὑμᾶς ἐρωτῶ τόν τ' ἐφεστῶτα σφαγῆι,

548

τί ταῦτα, πῶς ταῦτ'; ἐκ τίνος λόγου νοσεῖ

549

δόμος; τί πράσσετ' ἄκριτα μηχανώμενοι;

550

Μενέλα', ἐπίσχες· μὴ τάχυν' ἄνευ δίκης.

551

ἡγοῦ σὺ θᾶσσον· οὐ γὰρ ὡς ἔοικέ μοι

552

σχολῆς τόδ' ἔργον, ἀλλ' ἀνηβητηρίαν

553

ῥώμην με καὶ νῦν λαμβάνειν, εἴπερ ποτέ.

554

πρῶτον μὲν οὖν κατ' οὖρον ὥσπερ ἱστίοις

555

ἐμπνεύσομαι τῆιδ'· εἰπέ, τίνι δίκηι χέρας

556

βρόχοισιν ἐκδήσαντες οἵδ' ἄγουσί σε

557

καὶ παῖδ'; ὕπαρνος γάρ τις οἶς ἀπόλλυσαι,

558

ἡμῶν ἀπόντων τοῦ τε κυρίου σέθεν.

559

{Αν.} οἵδ', ὦ γεραιέ, σὺν τέκνωι θανουμένην

560

ἄγουσί μ' οὕτως ὡς ὁρᾶις. τί σοι λέγω;

561

οὐ γὰρ μιᾶς σε κληδόνος προθυμίαι

562

μετῆλθον ἀλλὰ μυρίων ὑπ' ἀγγέλων.

563

ἔριν δὲ τὴν κατ' οἶκον οἶσθά που κλύων

564

τῆς τοῦδε θυγατρός, ὧν τ' ἀπόλλυμαι χάριν.

565

καὶ νῦν με βωμοῦ Θέτιδος, ἣ τὸν εὐγενῆ

566

ἔτικτέ σοι παῖδ', ἣν σὺ θαυμαστὴν σέβεις,

567

ἄγους' ἀποσπάσαντες, οὔτε τωι δίκηι

568

κρίναντες οὔτε τοὺς ἀπόντας ἐκ δόμων

569

μείναντες, ἀλλὰ τὴν ἐμὴν ἐρημίαν

570

γνόντες τέκνου τε τοῦδ', ὃν οὐδὲν αἴτιον

571

μέλλουσι σὺν ἐμοὶ τῆι ταλαιπώρωι κτανεῖν.

572

ἀλλ' ἀντιάζω ς', ὦ γέρον, τῶν σῶν πάρος

573

πίτνουσα γονάτων—χειρὶ δ' οὐκ ἔξεστί μοι

574

τῆς σῆς λαβέσθαι φιλτάτης γενειάδος—

575

ῥῦσαί με πρὸς θεῶν· εἰ δὲ μή, θανούμεθα

576

αἰσχρῶς μὲν ὑμῖν, δυστυχῶς δ' ἐμοί, γέρον.

577

{Πη.} χαλᾶν κελεύω δεσμὰ πρὶν κλαίειν τινά,

578

καὶ τῆσδε χεῖρας διπτύχους ἀνιέναι.

579

{Με.} ἐγὼ δ' ἀπαυδῶ, τἄλλα τ' οὐχ ἥσσων σέθεν

580

καὶ τῆσδε πολλῶι κυριώτερος γεγώς.

581

{Πη.} πῶς; ἦ τὸν ἁμὸν οἶκον οἰκήσεις μολὼν

582

δεῦρ'; οὐχ ἅλις σοι τῶν κατὰ Σπάρτην κρατεῖν;

583

{Με.} εἷλόν νιν αἰχμάλωτον ἐκ Τροίας ἐγώ.

584

{Πη.} οὑμὸς δέ γ' αὐτὴν ἔλαβε παῖς παιδὸς γέρας.

585

{Με.} οὔκουν ἐκείνου τἀμὰ τἀκείνου τ' ἐμά;

586

{Πη.} ναί, δρᾶν εὖ, κακῶς δ' οὔ, μηδ' ἀποκτείνειν βίαι.

587

{Με.} ὡς τήνδ' ἀπάξεις οὔποτ' ἐξ ἐμῆς χερός.

588

{Πη.} σκήπτρωι γε τῶιδε σὸν καθαιμάξας κάρα.

589

{Με.} ψαῦσόν θ', ἵν' εἰδῆις, καὶ πέλας πρόσελθ' ἐμοῦ.

590

{Πη.} σὺ γὰρ μετ' ἀνδρῶν, ὦ κάκιστε κἀκ κακῶν;

591

σοὶ ποῦ μέτεστιν ὡς ἐν ἀνδράσιν λόγου;

592

ὅστις πρὸς ἀνδρὸς Φρυγὸς ἀπηλλάγης λέχους,

593

ἄκληιστ' †ἄδουλα δώμαθ' ἑστίας† λιπών,

594

ὡς δὴ γυναῖκα σώφρον' ἐν δόμοις ἔχων

595

πασῶν κακίστην. οὐδ' ἂν εἰ βούλοιτό τις

596

σώφρων γένοιτο Σπαρτιατίδων κόρη·

597

αἳ ξὺν νέοισιν ἐξερημοῦσαι δόμους

598

γυμνοῖσι μηροῖς καὶ πέπλοις ἀνειμένοις

599

δρόμους παλαίστρας τ' οὐκ ἀνασχετῶς ἐμοὶ

600

κοινὰς ἔχουσι. κἆιτα θαυμάζειν χρεὼν

601

εἰ μὴ γυναῖκας σώφρονας παιδεύετε;

602

Ἑλένην ἐρέσθαι χρὴ τάδ', ἥτις ἐκ δόμων

603

τὸν σὸν λιποῦσα Φίλιον ἐξεκώμασεν

604

νεανίου μετ' ἀνδρὸς εἰς ἄλλην χθόνα.

605

κἄπειτ' ἐκείνης οὕνεχ' Ἑλλήνων ὄχλον

606

τοσόνδ' ἀθροίσας ἤγαγες πρὸς Ἴλιον;

607

ἣν χρῆν ς' ἀποπτύσαντα μὴ κινεῖν δόρυ,

608

κακὴν ἐφευρόντ', ἀλλ' ἐᾶν αὐτοῦ μένειν

609

μισθόν τε δόντα μήποτ' εἰς οἴκους λαβεῖν.

610

ἀλλ' οὔτι ταύτηι σὸν φρόνημ' ἐπούρισας,

611

ψυχὰς δὲ πολλὰς κἀγαθὰς ἀπώλεσας

612

παίδων τ' ἄπαιδας γραῦς ἔθηκας ἐν δόμοις

613

πολιούς τ' ἀφείλου πατέρας εὐγενῆ τέκνα.

614

ὧν εἷς ἐγὼ δύστηνος· αὐθέντην δέ σε

615

μιάστορ' ὥς τιν' ἐσδέδορκ' Ἀχιλλέως.

616

ὃς οὐδὲ τρωθεὶς ἦλθες ἐκ Τροίας μόνος,

617

κάλλιστα τεύχη δ' ἐν καλοῖσι σάγμασιν

618

ὅμοι' ἐκεῖσε δεῦρό τ' ἤγαγες πάλιν.

619

κἀγὼ μὲν ηὔδων τῶι γαμοῦντι μήτε σοὶ

620

κῆδος συνάψαι μήτε δώμασιν λαβεῖν

621

κακῆς γυναικὸς πῶλον· ἐκφέρουσι γὰρ

622

μητρῶι' ὀνείδη. τοῦτο καὶ σκοπεῖτέ μοι,

623

μνηστῆρες, ἐσθλῆς θυγατέρ' ἐκ μητρὸς λαβεῖν.

624

πρὸς τοῖσδε δ' εἰς ἀδελφὸν οἷ' ἐφύβρισας,

625

σφάξαι κελεύσας θυγατέρ' εὐηθέστατα·

626

οὕτως ἔδεισας μὴ οὐ κακὴν δάμαρτ' ἔχοις;

627

ἑλὼν δὲ Τροίαν (εἶμι γὰρ κἀνταῦθά σοι)

628

οὐκ ἔκτανες γυναῖκα χειρίαν λαβών,

629

ἀλλ', ὡς ἐσεῖδες μαστόν, ἐκβαλὼν ξίφος

630

φίλημ' ἐδέξω, προδότιν αἰκάλλων κύνα,

631

ἥσσων πεφυκὼς Κύπριδος, ὦ κάκιστε σύ.

632

κἄπειτ' ἐς οἴκους τῶν ἐμῶν ἐλθὼν τέκνων

633

πορθεῖς ἀπόντων, καὶ γυναῖκα δυστυχῆ

634

κτείνεις ἀτίμως παῖδά θ', ὃς κλαίοντά σε

635

καὶ τὴν ἐν οἴκοις σὴν καταστήσει κόρην,

636

κεἰ τρὶς νόθος πέφυκε· πολλάκις δέ τοι

637

ξηρὰ βαθεῖαν γῆν ἐνίκησε σπορᾶι,

638

νόθοι τε πολλοὶ γνησίων ἀμείνονες.

639

ἀλλ' ἐκκομίζου παῖδα. κύδιον βροτοῖς

640

πένητα χρηστὸν ἢ κακὸν καὶ πλούσιον

641

γαμβρὸν πεπᾶσθαι καὶ φίλον· σὺ δ' οὐδὲν εἶ.

642

{Χο.} σμικρᾶς ἀπ' ἀρχῆς νεῖκος ἀνθρώποις μέγα

643

γλῶσς' ἐκπορίζει· τοῦτο δ' οἱ σοφοὶ βροτῶν

644

ἐξευλαβοῦνται, μὴ φίλοις τεύχειν ἔριν.

645

{Με.} τί δῆτ' ἂν εἴποις τοὺς γέροντας ὡς σοφοὶ

646

καὶ τοὺς φρονεῖν δοκοῦντας Ἕλλησίν ποτε;

647

ὅτ' ὢν σὺ Πηλεὺς καὶ πατρὸς κλεινοῦ γεγώς,

648

κῆδος συνάψας, αἰσχρὰ μὲν σαυτῶι λέγεις

649

ἡμῖν δ' ὀνείδη διὰ γυναῖκα βάρβαρον

650

τήνδ', ἣν ἐλαύνειν χρῆν ς' ὑπὲρ Νείλου ῥοὰς

651

ὑπέρ τε Φᾶσιν, κἀμὲ παρακαλεῖν ἀεί,

652

οὖσαν μὲν ἠπειρῶτιν, οὗ πεσήματα

653

πλεῖσθ' Ἑλλάδος πέπτωκε δοριπετῆ νεκρῶν,

654

τοῦ σοῦ τε παιδὸς αἵματος κοινουμένην.

655

Πάρις γάρ, ὃς σὸν παῖδ' ἔπεφν' Ἀχιλλέα,

656

Ἕκτορος ἀδελφὸς ἦν, δάμαρ δ' ἥδ' Ἕκτορος.

657

καὶ τῆιδέ γ' εἰσέρχηι σὺ ταὐτὸν ἐς στέγος

658

καὶ ξυντράπεζον ἀξιοῖς ἔχειν βίον,

659

τίκτειν δ' ἐν οἴκοις παῖδας ἐχθίστους ἐᾶις.

660

κἀγὼ προνοίαι τῆι τε σῆι κἀμῆι, γέρον,

661

κτανεῖν θέλων τήνδ' ἐκ χερῶν ἁρπάζομαι.

662

καίτοι φέρ'· ἅψασθαι γὰρ οὐκ αἰσχρὸν λόγου·

663

ἢν παῖς μὲν ἡμὴ μὴ τέκηι, ταύτης δ' ἄπο

664

βλάστωσι παῖδες, τούσδε γῆς Φθιώτιδος

665

στήσεις τυράννους, βάρβαροι δ' ὄντες γένος

666

Ἕλλησιν ἄρξους'; εἶτ' ἐγὼ μὲν οὐ φρονῶ

667

μισῶν τὰ μὴ δίκαια, σοὶ δ' ἔνεστι νοῦς;

668

[κἀκεῖνο νῦν ἄθρησον· εἰ σὺ παῖδα σὴν

669

δούς τωι πολιτῶν, εἶτ' ἔπασχε τοιάδε,

670

σιγῆι καθῆς' ἄν; οὐ δοκῶ· ξένης δ' ὕπερ

671

τοιαῦτα λάσκεις τοὺς ἀναγκαίους φίλους;

672

καὶ μὴν ἴσον γ' ἀνήρ τε καὶ γυνὴ στένει

673

ἀδικουμένη πρὸς ἀνδρός· ὡς δ' αὔτως ἀνὴρ

674

γυναῖκα μωραίνουσαν ἐν δόμοις ἔχων.

675

καὶ τῶι μὲν ἔστιν ἐν χεροῖν μέγα σθένος,

676

τῆι δ' ἐν γονεῦσι καὶ φίλοις τὰ πράγματα.

677

οὔκουν δίκαιον τοῖς γ' ἐμοῖς ἐπωφελεῖν;]

678

γέρων γέρων εἶ. τὴν δ' ἐμὴν στρατηγίαν

679

λέγων ἔμ' ὠφελοῖς ἂν ἢ σιγῶν πλέον.

680

Ἑλένη δ' ἐμόχθης' οὐχ ἑκοῦς' ἀλλ' ἐκ θεῶν,

681

καὶ τοῦτο πλεῖστον ὠφέλησεν Ἑλλάδα·

682

ὅπλων γὰρ ὄντες καὶ μάχης ἀίστορες

683

ἔβησαν ἐς τἀνδρεῖον· ἡ δ' ὁμιλία

684

πάντων βροτοῖσι γίγνεται διδάσκαλος.

685

εἰ δ' ἐς πρόσοψιν τῆς ἐμῆς ἐλθὼν ἐγὼ

686

γυναικὸς ἔσχον μὴ κτανεῖν, ἐσωφρόνουν.

687

οὐδ' ἂν σὲ Φῶκον ἤθελον κατακτανεῖν.

688

ταῦτ' εὖ φρονῶν ς' ἐπῆλθον, οὐκ ὀργῆς χάριν·

689

ἢν δ' ὀξυθυμῆι, σοὶ μὲν ἡ γλωσσαλγία

690

μείζων, ἐμοὶ δὲ κέρδος ἡ προμηθία.

691

{Χο.} παύσασθον ἤδη—λῶιστα γὰρ μακρῶι τάδε—

692

λόγων ματαίων, μὴ δύο σφαλῆσθ' ἅμα.

693

{Πη.} οἴμοι, καθ' Ἑλλάδ' ὡς κακῶς νομίζεται·

694

ὅταν τροπαῖα πολεμίων στήσηι στρατός,

695

οὐ τῶν πονούντων τοὔργον ἡγοῦνται τόδε,

696

ἀλλ' ὁ στρατηγὸς τὴν δόκησιν ἄρνυται,

697

ὃς εἷς μετ' ἄλλων μυρίων πάλλων δόρυ,

698

οὐδὲν πλέον δρῶν ἑνός, ἔχει πλείω λόγον.

699

[σεμνοὶ δ' ἐν ἀρχαῖς ἥμενοι κατὰ πτόλιν

700

φρονοῦσι δήμου μεῖζον, ὄντες οὐδένες·

701

οἱ δ' εἰσὶν αὐτῶν μυρίωι σοφώτεροι,

702

εἰ τόλμα προσγένοιτο βούλησίς θ' ἅμα.]

703

ὡς καὶ σὺ σός τ' ἀδελφὸς ἐξωγκωμένοι

704

Τροίαι κάθησθε τῆι τ' ἐκεῖ στρατηγίαι,

705

μόχθοισιν ἄλλων καὶ πόνοις ἐπηρμένοι.

706

δείξω δ' ἐγώ σοι μὴ τὸν Ἰδαῖον Πάριν

707

μείζω νομίζειν Πηλέως ἐχθρόν ποτε,

708

εἰ μὴ φθερῆι τῆσδ' ὡς τάχιστ' ἀπὸ στέγης

709

καὶ παῖς ἄτεκνος, ἣν ὅ γ' ἐξ ἡμῶν γεγὼς

710

ἐλᾶι δι' οἴκων τῶνδ' ἐπισπάσας κόμης·

711

ἣ στερρὸς οὖσα μόσχος οὐκ ἀνέξεται

712

τίκτοντας ἄλλους, οὐκ ἔχους' αὐτὴ τέκνα.

713

ἀλλ', εἰ τὸ κείνης δυστυχεῖ παίδων πέρι,

714

ἄπαιδας ἡμᾶς δεῖ καταστῆναι τέκνων;

715

φθείρεσθε τῆσδε, δμῶες, ὡς ἂν ἐκμάθω

716

εἴ τίς με λύειν τῆσδε κωλύσει χέρας.

717

ἔπαιρε σαυτήν· ὡς ἐγὼ καίπερ τρέμων

718

πλεκτὰς ἱμάντων στροφίδας ἐξανήσομαι.

719

ὧδ', ὦ κάκιστε, τῆσδ' ἐλυμήνω χέρας;

720

βοῦν ἢ λέοντ' ἤλπιζες ἐντείνειν βρόχοις;

721

ἢ μὴ ξίφος λαβοῦς' ἀμυνάθοιτό σε

722

ἔδεισας; ἕρπε δεῦρ' ὑπ' ἀγκάλας, βρέφος,

723

ξύλλυε δεσμὰ μητρός· ἐν Φθίαι ς' ἐγὼ

724

θρέψω μέγαν τοῖσδ' ἐχθρόν. εἰ δ' ἀπῆν δορὸς

725

τοῖς Σπαρτιάταις δόξα καὶ μάχης ἀγών,

726

τἄλλ' ὄντες ἴστε μηδενὸς βελτίονες.

727

{Χο.} ἀνειμένον τι χρῆμα πρεσβυτῶν γένος

728

καὶ δυσφύλακτον ὀξυθυμίας ὕπο.

729

{Με.} ἄγαν προνωπὴς ἐς τὸ λοιδορεῖν φέρηι·

730

ἐγὼ δὲ πρὸς βίαν μὲν ἐς Φθίαν μολὼν

731

οὔτ' οὖν τι δράσω φλαῦρον οὔτε πείσομαι.

732

καὶ νῦν μέν (οὐ γὰρ ἄφθονον σχολὴν ἔχω)

733

ἄπειμ' ἐς οἴκους· ἔστι γάρ τις οὐ πρόσω

734

Σπάρτης πόλις τις, ἣ πρὸ τοῦ μὲν ἦν φίλη,

735

νῦν δ' ἐχθρὰ ποιεῖ· τῆιδ' ἐπεξελθεῖν θέλω

736

στρατηλατήσας χὐποχείριον λαβεῖν.

737

ὅταν δὲ τἀκεῖ θῶ κατὰ γνώμην ἐμήν,

738

ἥξω· παρὼν δὲ πρὸς παρόντας ἐμφανῶς

739

γαμβροὺς διδάξω καὶ διδάξομαι λόγους.

740

κἂν μὲν κολάζηι τήνδε καὶ τὸ λοιπὸν ἦι

741

σώφρων καθ' ἡμᾶς, σώφρον' ἀντιλήψεται,

742

θυμούμενος δὲ τεύξεται θυμουμένων

743

[ἔργοισι δ' ἔργα διάδοχ' ἀντιλήψεται].

744

τοὺς σοὺς δὲ μύθους ῥαιδίως ἐγὼ φέρω·

745

σκιὰ γὰρ ἀντίστοιχος ὣς φωνὴν ἔχεις,

746

ἀδύνατος οὐδὲν ἄλλο πλὴν λέγειν μόνον.

747

{Πη.} ἡγοῦ τέκνον μοι δεῦρ' ὑπ' ἀγκάλαις σταθείς,

748

σύ τ', ὦ τάλαινα· χείματος γὰρ ἀγρίου

749

τυχοῦσα λιμένας ἦλθες εἰς εὐηνέμους.

750

{Αν.} ὦ πρέσβυ, θεοί σοι δοῖεν εὖ καὶ τοῖσι σοῖς,

751

σώσαντι παῖδα κἀμὲ τὴν δυσδαίμονα.

752

ὅρα δὲ μὴ νῶιν εἰς ἐρημίαν ὁδοῦ

753

πτήξαντες οἵδε πρὸς βίαν ἄγωσί με,

754

γέροντα μὲν ς' ὁρῶντες, ἀσθενῆ δ' ἐμὲ

755

καὶ παῖδα τόνδε νήπιον· σκόπει τάδε,

756

μὴ νῦν φυγόντες εἶθ' ἁλῶμεν ὕστερον.

757

{Πη.} οὐ μὴ γυναικῶν δειλὸν εἰσοίσεις λόγον·

758

χώρει· τίς ὑμῶν ἅψεται; κλαίων ἄρα

759

ψαύσει. θεῶν γὰρ οὕνεχ' ἱππικοῦ τ' ὄχλου

760

πολλῶν θ' ὁπλιτῶν ἄρχομεν Φθίαν κάτα·

761

ἡμεῖς δ' ἔτ' ὀρθοὶ κοὐ γέροντες, ὡς δοκεῖς,

762

ἀλλ' ἔς γε τοιόνδ' ἄνδρ' ἀποβλέψας μόνον

763

τροπαῖον αὐτοῦ στήσομαι, πρέσβυς περ ὤν.

764

πολλῶν νέων γὰρ κἂν γέρων εὔψυχος ἦι

765

κρείσσων· τί γὰρ δεῖ δειλὸν ὄντ' εὐσωματεῖν;

766

{Χο.} ἢ μὴ γενοίμαν ἢ πατέρων ἀγαθῶν

767

εἴην πολυκτήτων τε δόμων μέτοχος.

770

εἴ τι γὰρ πάσχοι τις ἀμήχανον, ἀλκᾶς

771

οὐ σπάνις εὐγενέταις,

772

κηρυσσομένοισι δ' ἀπ' ἐσθλῶν δωμάτων

773

τιμὰ καὶ κλέος· οὔτοι λείψανα τῶν ἀγαθῶν

775

ἀνδρῶν ἀφαιρεῖται χρόνος· ἁ δ' ἀρετὰ

776

καὶ θανοῦσι λάμπει.

777

κρεῖσσον δὲ νίκαν μὴ κακόδοξον ἔχειν

780

ἢ ξὺν φθόνωι σφάλλειν δυνάμει τε δίκαν.

781

ἡδὺ μὲν γὰρ αὐτίκα τοῦτο βροτοῖσιν,

782

ἐν δὲ χρόνωι τελέθει

784

ξηρὸν καὶ ὀνείδεσιν ἔγκειται δόμος.

785

ταύταν ἤινεσα ταύταν καὶ †φέρομαι† βιοτάν,

787

μηδὲν δίκας ἔξω κράτος ἐν θαλάμοις

788

καὶ πόλει δύνασθαι.

789

ὦ γέρον Αἰακίδα,

791

πείθομαι καὶ σὺν Λαπίθαισί σε Κενταύ-

792

ροις ὁμιλῆσαι δορὶ

794

κλεινοτάτωι, καὶ ἐπ' Ἀργώιου δορὸς ἄξενον ὑγρὰν

795

ἐκπερᾶσαι ποντιᾶν Ξυμπληγάδων

796

κλεινὰν ἐπὶ ναυστολίαν,

797

Ἰλιάδα τε πόλιν ὅτε 〈τὸ〉 πάρος

798

εὐδόκιμον ὁ Διὸς ἶνις ἀμφέβαλε φόνωι

800

κοινὰν τὰν εὔκλειαν ἔχοντ'

801

Εὐρώπαν ἀφικέσθαι.

802

{ΤΡΟΦΟΣ} ὦ φίλταται γυναῖκες, ὡς κακὸν κακῶι

803

διάδοχον ἐν τῆιδ' ἡμέραι πορσύνεται.

804

δέσποινα γὰρ κατ' οἶκον, Ἑρμιόνην λέγω,

805

πατρός τ' ἐρημωθεῖσα συννοίαι θ' ἅμα

806

οἷον δέδρακεν ἔργον, Ἀνδρομάχην κτανεῖν

807

καὶ παῖδα βουλεύσασα, κατθανεῖν θέλει,

808

πόσιν τρέμουσα, μὴ ἀντὶ τῶν δεδραμένων

809

ἐκ τῶνδ' ἀτίμως δωμάτων ἀποσταλῆι

810

[ἢ κατθάνηι κτείνουσα τοὺς οὐ χρὴ κτανεῖν].

811

μόλις δέ νιν θέλουσαν ἀρτῆσαι δέρην

812

εἴργουσι φύλακες δμῶες ἔκ τε δεξιᾶς

813

ξίφη καθαρπάζουσιν ἐξαιρούμενοι.

814

οὕτω μεταλγεῖ καὶ τὰ πρὶν δεδραμένα

815

ἔγνωκε πράξας' οὐ καλῶς. ἐγὼ μὲν οὖν

816

δέσποιναν εἴργους' ἀγχόνης κάμνω, φίλαι·

817

ὑμεῖς δὲ βᾶσαι τῶνδε δωμάτων ἔσω

818

θανάτου νιν ἐκλύσασθε· τῶν γὰρ ἠθάδων

819

φίλων νέοι μολόντες εὐπιθέστεροι.

820

{Χο.} καὶ μὴν ἐν οἴκοις προσπόλων ἀκούομεν

821

βοὴν ἐφ' οἷσιν ἦλθες ἀγγέλλουσα σύ.

822

δείξειν δ' ἔοικεν ἡ τάλαιν' ὅσον στένει

823

πράξασα δεινά· δωμάτων γὰρ ἐκπερᾶι

824

φεύγουσα χεῖρας προσπόλων πόθωι θανεῖν.

825

{Ερ.} ἰώ μοί μοι·

826

σπάραγμα κόμας ὀνύχων τε

827

δάϊ' ἀμύγματα θήσομαι.

828

{Τρ.} ὦ παῖ, τί δράσεις; σῶμα σὸν καταικιῆι;

829

{Ερ.} αἰαῖ αἰαῖ·

830

ἔρρ' αἰθέριον πλοκαμῶν ἐ-

831

μῶν ἄπο, λεπτόμιτον φάρος.

832

{Τρ.} τέκνον, κάλυπτε στέρνα, σύνδησον πέπλους.

833

{Ερ.} τί δὲ στέρνα δεῖ καλύπτειν πέπλοις;

834

δῆλα καὶ ἀμφιφανῆ καὶ ἄκρυπτα δε-

835

δράκαμεν πόσιν.

836

{Τρ.} ἀλγεῖς φόνον ῥάψασα συγγάμωι σέθεν;

837

{Ερ.} κατὰ μὲν οὖν τόλμας στένω δαΐας,

838

ἃν ῥέξ' ἁ κατάρατος ἐγὼ κατά-

839

ρατος ἀνθρώποις.

840

{Τρ.} συγγνώσεταί σοι τήνδ' ἁμαρτίαν πόσις.

841

{Ερ.} τί μοι ξίφος ἐκ χερὸς ἠγρεύσω;

842

ἀπόδος, ὦ φίλος, ἀπόδος, ἵν' ἀνταίαν

844

ἐρείσω πλαγάν· τί με βρόχων εἴργεις;

845

{Τρ.} ἀλλ' εἴ ς' ἀφείην μὴ φρονοῦσαν, ὡς θάνηις;

846

{Ερ.} οἴμοι πότμου.

847

ποῦ μοι πυρὸς φίλα φλόξ;

848

ποῦ δ' ἐκ πέτρας ἀερθῶ,

849

〈ἢ〉 κατὰ πόντον ἢ καθ' ὕλαν ὀρέων,

850

ἵνα θανοῦσα νερτέροισιν μέλω;

851

{Τρ.} τί ταῦτα μοχθεῖς; συμφοραὶ θεήλατοι

852

πᾶσιν βροτοῖσιν ἢ τότ' ἦλθον ἢ τότε.

854

{Ερ.} ἔλιπες ἔλιπες, ὦ πάτερ, ἐπακτίαν

855

μονάδ' ἔρημον οὖσαν ἐνάλου κώπας.

856

ὀλεῖ μ' ὀλεῖ με δηλαδὴ

857

πόσις· οὐκέτι τᾶιδ' ἐνοικήσω

858

νυμφιδίωι στέγαι.

859

τίνος ἄγαλμα θεῶν ἱκέτις ὁρμαθῶ;

860

ἢ δούλα δούλας γόνασι προσπέσω;

861

Φθιάδος ἐκ γᾶς

862

κυανόπτερος ὄρνις εἴθ' εἴην,

863

πευκᾶεν σκάφος ἇι διὰ κυανέ-

864

ας ἐπέρασεν ἀκτάς,

865

πρωτόπλοος πλάτα.

866

{Τρ.} ὦ παῖ, τὸ λίαν οὔτ' ἐκεῖν' ἐπήινεσα,

867

ὅτ' ἐς γυναῖκα Τρωιάδ' ἐξημάρτανες,

868

οὔτ' αὖ τὸ νῦν σου δεῖμ' ὃ δειμαίνεις ἄγαν.

869

οὐχ ὧδε κῆδος σὸν διώσεται πόσις

870

φαύλοις γυναικὸς βαρβάρου πεισθεὶς λόγοις.

871

οὐ γάρ τί ς' αἰχμάλωτον ἐκ Τροίας ἔχει,

872

ἀλλ' ἀνδρὸς ἐσθλοῦ παῖδα σὺν πολλοῖς λαβὼν

873

ἕδνοισι πόλεώς τ' οὐ μέσως εὐδαίμονος.

874

πατὴρ δέ ς' οὐχ ὧδ' ὡς σὺ δειμαίνεις, τέκνον,

875

προδοὺς ἐάσει δωμάτων τῶνδ' ἐκπεσεῖν.

876

ἀλλ' εἴσιθ' εἴσω μηδὲ φαντάζου δόμων

877

πάροιθε τῶνδε, μή τιν' αἰσχύνην λάβηις

878

[πρόσθεν μελάθρων τῶνδ' ὁρωμένη, τέκνον].

879

{Χο.} καὶ μὴν ὅδ' ἀλλόχρως τις ἔκδημος ξένος

880

σπουδῆι πρὸς ἡμᾶς βημάτων πορεύεται.

881

{ΟΡΕΣΤΗΣ} ξέναι γυναῖκες, ἦ τάδ' ἔστ' Ἀχιλλέως

882

παιδὸς μέλαθρα καὶ τυραννικαὶ στέγαι;

883

{Χο.} ἔγνως· ἀτὰρ δὴ πυνθάνηι τίς ὢν τάδε;

884

{Ορ.} Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τόκος,

885

ὄνομα δ' Ὀρέστης· ἔρχομαι δὲ πρὸς Διὸς

886

μαντεῖα Δωδωναῖ'. ἐπεὶ δ' ἀφικόμην

887

Φθίαν, δοκεῖ μοι ξυγγενοῦς μαθεῖν περὶ

888

γυναικός, εἰ ζῆι κεὐτυχοῦσα τυγχάνει

889

ἡ Σπαρτιᾶτις Ἑρμιόνη· τηλουρὰ γὰρ

890

ναίους' ἀφ' ἡμῶν πεδί' ὅμως ἐστὶν φίλη.

891

{Ερ.} ὦ ναυτίλοισι χείματος λιμὴν φανεὶς

892

Ἀγαμέμνονος παῖ, πρός σε τῶνδε γουνάτων

893

οἴκτιρον ἡμᾶς ὧν ἐπισκοπεῖς τύχας,

894

πράσσοντας οὐκ εὖ. στεμμάτων δ' οὐχ ἥσσονας

895

σοῖς προστίθημι γόνασιν ὠλένας ἐμάς.

896

{Ορ.} ἔα· τί χρῆμα; μῶν ἐσφάλμεθ' ἢ σαφῶς ὁρῶ

897

δόμων ἄνασσαν τήνδε Μενέλεω κόρην;

898

{Ερ.} ἥνπερ μόνην γε Τυνδαρὶς τίκτει γυνὴ

899

Ἑλένη κατ' οἴκους πατρί· μηδὲν ἀγνόει.

900

{Ορ.} ὦ Φοῖβ' ἀκέστορ, πημάτων δοίης λύσιν.

901

τί χρῆμα; πρὸς θεῶν ἢ βροτῶν πάσχεις κακά;

902

{Ερ.} τὰ μὲν πρὸς ἡμῶν, τὰ δὲ πρὸς ἀνδρὸς ὅς μ' ἔχει,

903

τὰ δ' ἐκ θεῶν του· πανταχῆι δ' ὀλώλαμεν.

904

{Ορ.} τίς οὖν ἂν εἴη μὴ πεφυκότων γέ πω

905

παίδων γυναικὶ συμφορὰ πλὴν ἐς λέχος;

906

{Ερ.} τοῦτ' αὐτὸ καὶ νοσοῦμεν· εὖ μ' ὑπηγάγου.

907

{Ορ.} ἄλλην τιν' εὐνὴν ἀντὶ σοῦ στέργει πόσις;

908

{Ερ.} τὴν αἰχμάλωτον Ἕκτορος ξυνευνέτιν.

909

{Ορ.} κακόν γ' ἔλεξας, δίσς' ἕν' ἄνδρ' ἔχειν λέχη.

910

{Ερ.} τοιαῦτα ταῦτα. κἆιτ' ἔγωγ' ἠμυνάμην.

911

{Ορ.} μῶν ἐς γυναῖκ' ἔρραψας οἷα δὴ γυνή;

912

{Ερ.} φόνον γ' ἐκείνηι καὶ τέκνωι νοθαγενεῖ.

913

{Ορ.} κἄκτεινας, ἤ τις συμφορά ς' ἀφείλετο;

914

{Ερ.} γέρων γε Πηλεύς, τοὺς κακίονας σέβων.

915

{Ορ.} σοὶ δ' ἦν τις ὅστις τοῦδ' ἐκοινώνει φόνου;

916

{Ερ.} πατήρ γ' ἐπ' αὐτὸ τοῦτ' ἀπὸ Σπάρτης μολών.

917

{Ορ.} κἄπειτα τοῦ γέροντος ἡσσήθη χερί;

918

{Ερ.} αἰδοῖ γε· καί μ' ἔρημον οἴχεται λιπών.

919

{Ορ.} συνῆκα· ταρβεῖς τοῖς δεδραμένοις πόσιν.

920

{Ερ.} ἔγνως· ὀλεῖ γάρ μ' ἐνδίκως. τί δεῖ λέγειν;

921

ἀλλ' ἄντομαί σε Δία καλοῦς' ὁμόγνιον,

922

πέμψον με χώρας τῆσδ' ὅποι προσωτάτω

923

ἢ πρὸς πατρῶιον μέλαθρον· ὡς δοκοῦσί γε

924

δόμοι τ' ἐλαύνειν φθέγμ' ἔχοντες οἵδε με,

925

μισεῖ τε γαῖα Φθιάς. εἰ δ' ἥξει πάρος

926

Φοίβου λιπὼν μαντεῖον ἐς δόμους πόσις,

927

κτενεῖ μ' ἐπ' αἰσχίστοισιν, ἢ δουλεύσομεν

928

νόθοισι λέκτροις ὧν ἐδέσποζον πρὸ τοῦ.

929

πῶς οὖν τάδ', ὡς εἴποι τις, ἐξημάρτανον;

930

κακῶν γυναικῶν εἴσοδοί μ' ἀπώλεσαν,

931

αἵ μοι λέγουσαι τούσδ' ἐχαύνωσαν λόγους·

932

Σὺ τὴν κακίστην αἰχμάλωτον ἐν δόμοις

933

δούλην ἀνέξηι σοι λέχους κοινουμένην;

934

μὰ τὴν ἄνασσαν, οὐκ ἂν ἔν γ' ἐμοῖς δόμοις

935

βλέπους' ἂν αὐγὰς τἄμ' ἐκαρποῦτ' ἂν λέχη.

936

κἀγὼ κλύουσα τούσδε Σειρήνων λόγους

937

[σοφῶν πανούργων ποικίλων λαλημάτων]

938

ἐξηνεμώθην μωρίαι. τί γάρ μ' ἐχρῆν

939

πόσιν φυλάσσειν, ἧι παρῆν ὅσων ἔδει;

940

πολὺς μὲν ὄλβος, δωμάτων δ' ἠνάσσομεν,

941

παῖδας δ' ἐγὼ μὲν γνησίους ἔτικτον ἄν,

942

ἡ δ' ἡμιδούλους τοῖς ἐμοῖς νοθαγενεῖς.

943

ἀλλ' οὔποτ' οὔποτ' (οὐ γὰρ εἰσάπαξ ἐρῶ)

944

χρὴ τούς γε νοῦν ἔχοντας, οἷς ἔστιν γυνή,

945

πρὸς τὴν ἐν οἴκοις ἄλοχον ἐσφοιτᾶν ἐᾶν

946

γυναῖκας· αὗται γὰρ διδάσκαλοι κακῶν·

947

ἡ μέν τι κερδαίνουσα συμφθείρει λέχος,

948

ἡ δ' ἀμπλακοῦσα συννοσεῖν αὑτῆι θέλει,

949

πολλαὶ δὲ μαργότητι· κἀντεῦθεν δόμοι

950

νοσοῦσιν ἀνδρῶν. πρὸς τάδ' εὖ φυλάσσετε

951

κλήιθροισι καὶ μοχλοῖσι δωμάτων πύλας·

952

ὑγιὲς γὰρ οὐδὲν αἱ θύραθεν εἴσοδοι

953

δρῶσιν γυναικῶν, ἀλλὰ πολλὰ καὶ κακά.

954

{Χο.} ἄγαν ἐφῆκας γλῶσσαν ἐς τὸ σύμφυτον.

955

συγγνωστὰ μέν νυν σοὶ τάδ', ἀλλ' ὅμως χρεὼν

956

κοσμεῖν γυναῖκας τὰς γυναικείας νόσους.

957

{Ορ.} σοφόν τι χρῆμα τοῦ διδάξαντος βροτοὺς

958

λόγους ἀκούειν τῶν ἐναντίων πάρα.

959

ἐγὼ γὰρ εἰδὼς τῶνδε σύγχυσιν δόμων

960

ἔριν τε τὴν σὴν καὶ γυναικὸς Ἕκτορος

961

φυλακὰς ἔχων ἔμιμνον, εἴτ' αὐτοῦ μενεῖς

962

εἴτ' ἐκφοβηθεῖς' αἰχμαλωτίδος φόνωι

963

γυναικὸς οἴκων τῶνδ' ἀπηλλάχθαι θέλεις.

964

ἦλθον δὲ σὰς μὲν οὐ σέβων ἐπιστολάς,

965

εἰ δ' ἐνδιδοίης, ὥσπερ ἐνδίδως, λόγον

966

πέμψων ς' ἀπ' οἴκων τῶνδ'. ἐμὴ γὰρ οὖσα πρὶν

967

σὺν τῶιδε ναίεις ἀνδρὶ σοῦ πατρὸς κάκηι,

968

ὃς πρὶν τὰ Τροίας ἐσβαλεῖν ὁρίσματα

969

γυναῖκ' ἐμοί σε δοὺς ὑπέσχεθ' ὕστερον

970

τῶι νῦν ς' ἔχοντι, Τρωιάδ' εἰ πέρσοι πόλιν.

971

ἐπεὶ δ' Ἀχιλλέως δεῦρ' ἐνόστησεν γόνος,

972

σῶι μὲν συνέγνων πατρί, τὸν δ' ἐλισσόμην

973

γάμους ἀφεῖναι σούς, ἐμὰς λέγων τύχας

974

καὶ τὸν παρόντα δαίμον', ὡς φίλων μὲν ἂν

975

γήμαιμ' ἀπ' ἀνδρῶν, ἔκτοθεν δ' οὐ ῥαιδίως,

976

φεύγων ἀπ' οἴκων ἃς ἐγὼ φεύγω φυγάς.

977

ὁ δ' ἦν ὑβριστὴς ἔς τ' ἐμῆς μητρὸς φόνον

978

τάς θ' αἱματωποὺς θεὰς ὀνειδίζων ἐμοί.

979

κἀγὼ ταπεινὸς ὢν τύχαις ταῖς οἴκοθεν

980

ἤλγουν μὲν ἤλγουν, συμφορὰς δ' ἠνειχόμην,

981

σῶν δὲ στερηθεὶς ὠιχόμην ἄκων γάμων.

982

νῦν οὖν, ἐπειδὴ περιπετεῖς ἔχεις τύχας

983

καὶ ξυμφορὰν τήνδ' ἐσπεσοῦς' ἀμηχανεῖς,

984

ἄξω ς' ἐς οἴκους καὶ πατρὸς δώσω χερί.

985

τὸ συγγενὲς γὰρ δεινόν, ἔν τε τοῖς κακοῖς

986

οὐκ ἔστιν οὐδὲν κρεῖσσον οἰκείου φίλου.

987

{Ερ.} νυμφευμάτων μὲν τῶν ἐμῶν πατὴρ ἐμὸς

988

μέριμναν ἕξει, κοὐκ ἐμὸν κρίνειν τόδε.

989

ἀλλ' ὡς τάχιστα τῶνδέ μ' ἔκπεμψον δόμων,

990

μὴ φθῆι σε προσβὰς δῶμα καί μ' ἑλὼν πόσις

991

ἢ πρέσβυς οἴκους μ' ἐξερημοῦσαν μαθὼν

992

Πηλεὺς μετέλθηι πωλικοῖς διώγμασιν.

993

{Ορ.} θάρσει γέροντος χεῖρα· τὸν δ' Ἀχιλλέως

994

μηδὲν φοβηθῆις παῖδ', ὅς' εἰς ἔμ' ὕβρισεν.

995

τοία γὰρ αὐτῶι μηχανὴ πεπλεγμένη

996

βρόχοις ἀκινήτοισιν ἕστηκεν φόνου

997

πρὸς τῆσδε χειρός· ἣν πάρος μὲν οὐκ ἐρῶ,

998

τελουμένων δὲ Δελφὶς εἴσεται πέτρα.

999

ὁ μητροφόντης δ', ἢν δορυξένων ἐμῶν

1000

μείνωσιν ὅρκοι Πυθικὴν ἀνὰ χθόνα,

1001

δείξω γαμεῖν σφε μηδέν' ὧν ἐχρῆν ἐμέ.

1002

πικρῶς δὲ πατρὸς φόνιον αἰτήσει δίκην

1003

ἄνακτα Φοῖβον· οὐδέ νιν μετάστασις

1004

γνώμης ὀνήσει θεῶι διδόντα νῦν δίκας,

1005

ἀλλ' ἔκ τ' ἐκείνου διαβολαῖς τε ταῖς ἐμαῖς

1006

κακῶς ὀλεῖται· γνώσεται δ' ἔχθραν ἐμήν.

1007

ἐχθρῶν γὰρ ἀνδρῶν μοῖραν εἰς ἀναστροφὴν

1008

δαίμων δίδωσι κοὐκ ἐᾶι φρονεῖν μέγα.

1009

{Χο.} ὦ…

1011

The complete text is available when the reading interface loads.