The Greek Library Author

Anonymous

Hecuba

Authority group
Euripides (catalogue association; authorship remains anonymous)
Edition reference
Hecuba, ed. Diggle, op. cit., vol. 1, 339–398.
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg040.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

11

πατήρ, ἵν', εἴ ποτ' Ἰλίου τείχη πέσοι,

12

τοῖς ζῶσιν εἴη παισὶ μὴ σπάνις βίου.

13

νεώτατος δ' ἦ Πριαμιδῶν, ὃ καί με γῆς

14

ὑπεξέπεμψεν· οὔτε γὰρ φέρειν ὅπλα

15

οὔτ' ἔγχος οἷός τ' ἦ νέωι βραχίονι.

16

ἕως μὲν οὖν γῆς ὄρθ' ἔκειθ' ὁρίσματα

17

πύργοι τ' ἄθραυστοι Τρωϊκῆς ἦσαν χθονὸς

18

Ἕκτωρ τ' ἀδελφὸς οὑμὸς εὐτύχει δορί,

19

καλῶς παρ' ἀνδρὶ Θρηικὶ πατρώιωι ξένωι

20

τροφαῖσιν ὥς τις πτόρθος ηὐξόμην τάλας·

21

ἐπεὶ δὲ Τροία θ' Ἕκτορός τ' ἀπόλλυται

22

ψυχὴ πατρώια θ' ἑστία κατεσκάφη

23

αὐτός τε βωμῶι πρὸς θεοδμήτωι πίτνει

24

σφαγεὶς Ἀχιλλέως παιδὸς ἐκ μιαιφόνου,

25

κτείνει με χρυσοῦ τὸν ταλαίπωρον χάριν

26

ξένος πατρῶιος καὶ κτανὼν ἐς οἶδμ' ἁλὸς

27

μεθῆχ', ἵν' αὐτὸς χρυσὸν ἐν δόμοις ἔχηι.

28

κεῖμαι δ' ἐπ' ἀκταῖς, ἄλλοτ' ἐν πόντου σάλωι,

29

πολλοῖς διαύλοις κυμάτων φορούμενος,

30

ἄκλαυτος ἄταφος· νῦν δ' ὑπὲρ μητρὸς φίλης

31

Ἑκάβης ἀίσσω, σῶμ' ἐρημώσας ἐμόν,

32

τριταῖον ἤδη φέγγος αἰωρούμενος,

33

ὅσονπερ ἐν γῆι τῆιδε Χερσονησίαι

34

μήτηρ ἐμὴ δύστηνος ἐκ Τροίας πάρα.

35

πάντες δ' Ἀχαιοὶ ναῦς ἔχοντες ἥσυχοι

36

θάσσους' ἐπ' ἀκταῖς τῆσδε Θρηικίας χθονός.

37

ὁ Πηλέως γὰρ παῖς ὑπὲρ τύμβου φανεὶς

38

κατέσχ' Ἀχιλλεὺς πᾶν στράτευμ' Ἑλληνικόν,

39

πρὸς οἶκον εὐθύνοντας ἐναλίαν πλάτην·

40

αἰτεῖ δ' ἀδελφὴν τὴν ἐμὴν Πολυξένην

41

τύμβωι φίλον πρόσφαγμα καὶ γέρας λαβεῖν.

42

καὶ τεύξεται τοῦδ' οὐδ' ἀδώρητος φίλων

43

ἔσται πρὸς ἀνδρῶν· ἡ πεπρωμένη δ' ἄγει

44

θανεῖν ἀδελφὴν τῶιδ' ἐμὴν ἐν ἤματι.

45

δυοῖν δὲ παίδοιν δύο νεκρὼ κατόψεται

46

μήτηρ, ἐμοῦ τε τῆς τε δυστήνου κόρης.

47

φανήσομαι γάρ, ὡς τάφου τλήμων τύχω,

48

δούλης ποδῶν πάροιθεν ἐν κλυδωνίωι.

49

τοὺς γὰρ κάτω σθένοντας ἐξηιτησάμην

50

τύμβου κυρῆσαι κἀς χέρας μητρὸς πεσεῖν.

51

τοὐμὸν μὲν οὖν ὅσονπερ ἤθελον τυχεῖν

52

ἔσται· γεραιᾶι δ' ἐκποδὼν χωρήσομαι

53

Ἑκάβηι· περᾶι γὰρ ἥδ' ὑπὸ σκηνῆς πόδα

54

Ἀγαμέμνονος, φάντασμα δειμαίνους' ἐμόν.

55

φεῦ· ὦ μῆτερ, ἥτις ἐκ τυραννικῶν δόμων

56

δούλειον ἦμαρ εἶδες, ὡς πράσσεις κακῶς

57

ὅσονπερ εὖ ποτ'· ἀντισηκώσας δέ σε

58

φθείρει θεῶν τις τῆς πάροιθ' εὐπραξίας.

59

{ΕΚΑΒΗ} ἄγετ', ὦ παῖδες, τὴν γραῦν πρὸ δόμων,

60

ἄγετ' ὀρθοῦσαι τὴν ὁμόδουλον,

61

Τρωιάδες, ὑμῖν, πρόσθε δ' ἄνασσαν,

62-63

[λάβετε φέρετε πέμπετ' ἀείρετέ μου]

64

γεραιᾶς χειρὸς προσλαζύμεναι·

65

κἀγὼ σκολιῶι σκίπωνι χερὸς

66

διερειδομένη σπεύσω βραδύπουν

67

ἤλυσιν ἄρθρων προτιθεῖσα.

68

ὦ στεροπὰ Διός, ὦ σκοτία νύξ,

69

τί ποτ' αἴρομαι ἔννυχος οὕτω

70

δείμασι φάσμασιν; ὦ πότνια Χθών,

71

μελανοπτερύγων μᾶτερ ὀνείρων,

72

ἀποπέμπομαι ἔννυχον ὄψιν

73-74

[ἣν περὶ παιδὸς ἐμοῦ τοῦ σωιζομένου κατὰ Θρήικην

75

ἀμφὶ Πολυξείνης τε φίλης θυγατρὸς δι' ὀνείρων

77

†εἶδον γὰρ φοβερὰν ὄψιν ἔμαθον ἐδάην†].

78

ὦ χθόνιοι θεοί, σώσατε παῖδ' ἐμόν,

80

ὃς μόνος οἴκων ἄγκυρ' ἔτ' ἐμῶν

81

τὴν χιονώδη Θρήικην κατέχει

82

ξείνου πατρίου φυλακαῖσιν.

83

ἔσται τι νέον·

84

ἥξει τι μέλος γοερὸν γοεραῖς.

85

οὔποτ' ἐμὰ φρὴν ὧδ' ἀλίαστον

86

φρίσσει ταρβεῖ.

87

ποῦ ποτε θείαν Ἑλένου ψυχὰν

88

καὶ Κασσάνδραν ἐσίδω, Τρωιάδες,

89

ὥς μοι κρίνωσιν ὀνείρους;

90

[εἶδον γὰρ βαλιὰν ἔλαφον λύκου αἵμονι χαλᾶι

91

σφαζομέναν, ἀπ' ἐμῶν γονάτων σπασθεῖσαν ἀνοίκτως.

92

καὶ τόδε δεῖμά μοι·

93

ἧλθ' ὑπὲρ ἄκρας τύμβου κορυφᾶς

94

φάντασμ' Ἀχιλέως· ἤιτει δὲ γέρας

95

τῶν πολυμόχθων τινὰ Τρωϊάδων.

96

ἀπ' ἐμᾶς οὖν ἀπ' ἐμᾶς τόδε παιδὸς

97

πέμψατε, δαίμονες, ἱκετεύω.]

98

{ΧΟΡΟΣ} Ἑκάβη, σπουδῆι πρὸς ς' ἐλιάσθην

99

τὰς δεσποσύνους σκηνὰς προλιποῦς',

100

ἵν' ἐκληρώθην καὶ προσετάχθην

101

δούλη, πόλεως ἀπελαυνομένη

102

τῆς Ἰλιάδος, λόγχης αἰχμῆι

103

δοριθήρατος πρὸς Ἀχαιῶν,

104

οὐδὲν παθέων ἀποκουφίζους'

105

ἀλλ' ἀγγελίας βάρος ἀραμένη

106

μέγα σοί τε, γύναι, κῆρυξ ἀχέων.

107

ἐν γὰρ Ἀχαιῶν πλήρει ξυνόδωι

108

λέγεται δόξαι σὴν παῖδ' Ἀχιλεῖ

109

σφάγιον θέσθαι. τύμβου δ' ἐπιβὰς

110

οἶσθ' ὅτε χρυσέοις ἐφάνη σὺν ὅπλοις,

111

τὰς ποντοπόρους δ' ἔσχε σχεδίας

112

λαίφη προτόνοις ἐπερειδομένας,

113

τάδε θωύσσων· Ποῖ δή, Δαναοί,

114

τὸν ἐμὸν τύμβον

115

στέλλεσθ' ἀγέραστον ἀφέντες;

116

πολλῆς δ' ἔριδος συνέπαισε κλύδων,

117

δόξα δ' ἐχώρει δίχ' ἀν' Ἑλλήνων

118

στρατὸν αἰχμητήν, τοῖς μὲν διδόναι

119

τύμβωι σφάγιον, τοῖς δ' οὐχὶ δοκοῦν.

120

ἦν δὲ τὸ μὲν σὸν σπεύδων ἀγαθὸν

121

τῆς μαντιπόλου Βάκχης ἀνέχων

122

λέκτρ' Ἀγαμέμνων· τὼ Θησείδα δ',

123

ὄζω Ἀθηνῶν, δισσῶν μύθων

124

ῥήτορες ἦσαν, γνώμηι δὲ μιᾶι

125

συνεχωρείτην τὸν Ἀχίλλειον

126

τύμβον στεφανοῦν αἵματι χλωρῶι,

127

τὰ δὲ Κασσάνδρας λέκτρ' οὐκ ἐφάτην

128

τῆς Ἀχιλείας

129

πρόσθεν θήσειν ποτὲ λόγχης.

130

σπουδαὶ δὲ λόγων κατατεινομένων

131

ἦσαν ἴσαι πως, πρὶν ὁ ποικιλόφρων

132

κόπις ἡδυλόγος δημοχαριστὴς

133

Λαερτιάδης πείθει στρατιὰν

134

μὴ τὸν ἄριστον Δαναῶν πάντων

135

δούλων σφαγίων οὕνεκ' ἀπωθεῖν,

136

μηδέ τιν' εἰπεῖν παρὰ Φερσεφόνηι

137

στάντα φθιμένων ὡς ἀχάριστοι

138

Δαναοὶ Δαναοῖς τοῖς οἰχομένοις

139

ὑπὲρ Ἑλλήνων

140

Τροίας πεδίων ἀπέβησαν.

141

ἥξει δ' Ὀδυσεὺς ὅσον οὐκ ἤδη

142

πῶλον ἀφέλξων σῶν ἀπὸ μαστῶν

143

ἔκ τε γεραιᾶς χερὸς ὁρμήσων.

144

ἀλλ' ἴθι ναούς, ἴθι πρὸς βωμούς,

145

[ἵζ' Ἀγαμέμνονος ἱκέτις γονάτων,]

146

κήρυσσε θεοὺς τούς τ' οὐρανίδας

147

τούς θ' ὑπὸ γαίας. ἢ γάρ σε λιταὶ

148

διακωλύσους' ὀρφανὸν εἶναι

149

παιδὸς μελέας ἢ δεῖ ς' ἐπιδεῖν

150

τύμβωι προπετῆ φοινισσομένην

151

αἵματι παρθένον ἐκ χρυσοφόρου

152

δειρῆς νασμῶι μελαναυγεῖ.

154

{Εκ.} οἲ ἐγὼ μελέα, τί ποτ' ἀπύσω;

155

ποίαν ἀχώ, ποῖον ὀδυρμόν,

156

δειλαία δειλαίου γήρως

157

〈καὶ〉 δουλείας τᾶς οὐ τλατᾶς,

158

τᾶς οὐ φερτᾶς; ὤμοι μοι.

159

τίς ἀμύνει μοι; ποία γενεά,

160

ποία δὲ πόλις; φροῦδος πρέσβυς,

161

φροῦδοι παῖδες.

162

ποίαν ἢ ταύταν ἢ κείναν

163

στείχω; ποῖ δὴ σωθῶ; ποῦ τις

164

θεῶν ἢ δαίμων ἐπαρωγός;

165

ὦ κάκ' ἐνεγκοῦσαι

166

Τρωιάδες, ὦ κάκ' ἐνεγκοῦσαι

167-168

πήματ', ἀπωλέσατ' ὠλέσατ'· οὐκέτι μοι βίος

169

ἀγαστὸς ἐν φάει.

170

ὦ τλάμων ἅγησαί μοι πούς,

171

ἅγησαι τᾶι γηραιᾶι

172

πρὸς τάνδ' αὐλάν. ὦ τέκνον, ὦ παῖ

173

†δυστανοτάτας ματέρος, ἔξελθ'

174

ἔξελθ' οἴκων, ἄιε ματέρος αὐδάν.†

175

ἰὼ τέκνον [ὡς εἰδῆις οἵαν οἵαν

176

ἀίω φάμαν περὶ σᾶς ψυχᾶς].

177

{ΠΟΛΥΞΕΝΗ} μᾶτερ μᾶτερ, τί βοᾶις; τί νέον

178

καρύξας' οἴκων μ' ὥστ' ὄρνιν

179

θάμβει τῶιδ' ἐξέπταξας;

180

{Εκ.} οἴμοι τέκνον.

181

{Πο.} τί με δυσφημεῖς; φροίμιά μοι κακά.

182

{Εκ.} αἰαῖ σᾶς ψυχᾶς.

183

{Πο.} ἐξαύδα· μὴ κρύψηις δαρόν.

184

δειμαίνω δειμαίνω, μᾶτερ,

185

τί ποτ' ἀναστένεις.

186

{Εκ.} τέκνον τέκνον μελέας ματρός ...

187

{Πο.} τί τόδ' ἀγγέλλεις;

188

{Εκ.} σφάξαι ς' Ἀργείων κοινὰ

189

συντείνει πρὸς τύμβον γνώμα

190

Πηλείαι γένναι.

191

{Πο.} οἴμοι, μᾶτερ, πῶς φθέγγηι;

192

ἀμέγαρτα κακῶν μάνυσόν μοι,

193

μάνυσον, μᾶτερ.

194

{Εκ.} αὐδῶ, παῖ, δυσφήμους φήμας,

195

ἀγγέλλους' Ἀργείων δόξαι

196

ψήφωι τᾶς σᾶς περὶ μοίρας.

197

{Πο.} ὦ δεινὰ παθοῦς', ὦ παντλάμων,

198

ὦ δυστάνου, μᾶτερ, βιοτᾶς,

199

οἵαν οἵαν αὖ σοι λώβαν

200

†ἐχθίσταν ἀρρήταν τ'

201

ὦρσέν τις δαίμων†.

202

οὐκέτι σοι παῖς ἅδ' οὐκέτι δὴ

203

γήραι δειλαία δειλαίωι

204

συνδουλεύσω.

205

σκύμνον γάρ μ' ὥστ' οὐριθρέπταν

206

μόσχον δειλαία δειλαίαν 〈 〉 ἐσόψηι

207

χειρὸς ἀναρπαστὰν

208

σᾶς ἄπο λαιμότομόν θ' Ἅιδαι

209

γᾶς ὑποπεμπομέναν σκότον, ἔνθα νεκρῶν μέτα

210

τάλαινα κείσομαι.

211

[καὶ σοῦ μέν, μᾶτερ, δυστάνου

212

κλαίω πανδύρτοις θρήνοις,

213

τὸν ἐμὸν δὲ βίον λώβαν λύμαν τ'

214

οὐ μετακλαίομαι, ἀλλὰ θανεῖν μοι

215

ξυντυχία κρείσσων ἐκύρησεν.]

216

{Χο.} καὶ μὴν Ὀδυσσεὺς ἔρχεται σπουδῆι ποδός,

217

Ἑκάβη, νέον τι πρὸς σὲ σημανῶν ἔπος.

218

{ΟΔΥΣΣΕΥΣ} γύναι, δοκῶ μέν ς' εἰδέναι γνώμην στρατοῦ

219

ψῆφόν τε τὴν κρανθεῖσαν· ἀλλ' ὅμως φράσω.

220

ἔδοξ' Ἀχαιοῖς παῖδα σὴν Πολυξένην

221

σφάξαι πρὸς ὀρθὸν χῶμ' Ἀχιλλείου τάφου.

222

ἡμᾶς δὲ πομποὺς καὶ κομιστῆρας κόρης

223

τάσσουσιν εἶναι· θύματος δ' ἐπιστάτης

224

ἱερεύς τ' ἐπέσται τοῦδε παῖς Ἀχιλλέως.

225

οἶσθ' οὖν ὃ δρᾶσον· μήτ' ἀποσπασθῆις βίαι

226

μήτ' ἐς χερῶν ἅμιλλαν ἐξέλθηις ἐμοί,

227

γίγνωσκε δ' ἀλκὴν καὶ παρουσίαν κακῶν

228

τῶν σῶν· σοφόν τοι κἀν κακοῖς ἃ δεῖ φρονεῖν.

229

{Εκ.} αἰαῖ· παρέστηχ', ὡς ἔοικ', ἀγὼν μέγας,

230

πλήρης στεναγμῶν οὐδὲ δακρύων κενός.

231

κἄγωγ' ἄρ' οὐκ ἔθνηισκον οὗ μ' ἐχρῆν θανεῖν,

232

οὐδ' ὤλεσέν με Ζεύς, τρέφει δ' ὅπως ὁρῶ

233

κακῶν κάκ' ἄλλα μείζον' ἡ τάλαιν' ἐγώ.

234

εἰ δ' ἔστι τοῖς δούλοισι τοὺς ἐλευθέρους

235

μὴ λυπρὰ μηδὲ καρδίας δηκτήρια

236

ἐξιστορῆσαι, †σοὶ μὲν εἰρῆσθαι† χρεών,

237

ἡμᾶς δ' ἀκοῦσαι τοὺς ἐρωτῶντας τάδε.

238

{Οδ.} ἔξεστ', ἐρώτα· τοῦ χρόνου γὰρ οὐ φθονῶ.

239

{Εκ.} οἶσθ' ἡνίκ' ἦλθες Ἰλίου κατάσκοπος

240

δυσχλαινίαι τ' ἄμορφος ὀμμάτων τ' ἄπο

241

φόνου σταλαγμοὶ σὴν κατέσταζον γένυν;

242

{Οδ.} οἶδ'· οὐ γὰρ ἄκρας καρδίας ἔψαυσέ μου.

243

{Εκ.} ἔγνω δέ ς' Ἑλένη καὶ μόνηι κατεῖπ' ἐμοί;

244

{Οδ.} μεμνήμεθ' ἐς κίνδυνον ἐλθόντες μέγαν.

245

{Εκ.} ἥψω δὲ γονάτων τῶν ἐμῶν ταπεινὸς ὤν;

246

{Οδ.} ὥστ' ἐνθανεῖν γε σοῖς πέπλοισι χεῖρ' ἐμήν.

249

{Εκ.} τί δῆτ' ἔλεξας δοῦλος ὢν ἐμὸς τότε;

250

{Οδ.} πολλῶν λόγων εὑρήμαθ' ὥστε μὴ θανεῖν.

247

{Εκ.} ἔσωσα δῆτά ς' ἐξέπεμψά τε χθονός;

248

{Οδ.} ὥστ' εἰσορᾶν γε φέγγος ἡλίου τόδε.

251

{Εκ.} οὔκουν κακύνηι τοῖσδε τοῖς βουλεύμασιν,

252

ὃς ἐξ ἐμοῦ μὲν ἔπαθες οἶα φὴις παθεῖν,

253

δρᾶις δ' οὐδὲν ἡμᾶς εὖ, κακῶς δ' ὅσον δύναι;

254

ἀχάριστον ὑμῶν σπέρμ', ὅσοι δημηγόρους

255

ζηλοῦτε τιμάς· μηδὲ γιγνώσκοισθέ μοι,

256

οἳ τοὺς φίλους βλάπτοντες οὐ φροντίζετε,

257

ἢν τοῖσι πολλοῖς πρὸς χάριν λέγητέ τι.

258

ἀτὰρ τί δὴ σόφισμα τοῦθ' ἡγούμενοι

259

ἐς τήνδε παῖδα ψῆφον ὥρισαν φόνου;

260

πότερα τὸ χρή σφ' ἐπήγαγ' ἀνθρωποσφαγεῖν

261

πρὸς τύμβον, ἔνθα βουθυτεῖν μᾶλλον πρέπει;

262

ἢ τοὺς κτανόντας ἀνταποκτεῖναι θέλων

263

ἐς τήνδ' Ἀχιλλεὺς ἐνδίκως τείνει φόνον;

264

ἀλλ' οὐδὲν αὐτὸν ἥδε γ' εἴργασται κακόν.

265

Ἑλένην νιν αἰτεῖν χρῆν τάφωι προσφάγματα·

266

κείνη γὰρ ὤλεσέν νιν ἐς Τροίαν τ' ἄγει.

267

εἰ δ' αἰχμαλώτων χρή τιν' ἔκκριτον θανεῖν

268

κάλλει θ' ὑπερφέρουσαν, οὐχ ἡμῶν τόδε·

269

ἡ Τυνδαρὶς γὰρ εἶδος ἐκπρεπεστάτη,

270

ἀδικοῦσά θ' ἡμῶν οὐδὲν ἧσσον ηὑρέθη.

271

τῶι μὲν δικαίωι τόνδ' ἁμιλλῶμαι λόγον·

272

ἃ δ' ἀντιδοῦναι δεῖ ς' ἀπαιτούσης ἐμοῦ

273

ἄκουσον. ἥψω τῆς ἐμῆς, ὡς φήις, χερὸς

274

καὶ τῆσδε γραίας προσπίτνων παρηίδος·

275

ἀνθάπτομαί σου τῶνδε τῶν αὐτῶν ἐγὼ

276

χάριν τ' ἀπαιτῶ τὴν τόθ' ἱκετεύω τέ σε,

277

μή μου τὸ τέκνον ἐκ χερῶν ἀποσπάσηις

278

μηδὲ κτάνητε· τῶν τεθνηκότων ἅλις.

279

ταύτηι γέγηθα κἀπιλήθομαι κακῶν·

280

ἥδ' ἀντὶ πολλῶν ἐστί μοι παραψυχή,

281

πόλις, τιθήνη, βάκτρον, ἡγεμὼν ὁδοῦ.

282

οὐ τοὺς κρατοῦντας χρὴ κρατεῖν ἃ μὴ χρεὼν

283

οὐδ' εὐτυχοῦντας εὖ δοκεῖν πράξειν ἀεί·

284

κἀγὼ γὰρ ἦ ποτ' ἀλλὰ νῦν οὐκ εἴμ' ἔτι,

285

τὸν πάντα δ' ὄλβον ἦμαρ ἕν μ' ἀφείλετο.

286

ἀλλ', ὦ φίλον γένειον, αἰδέσθητί με,

287

οἴκτιρον· ἐλθὼν δ' εἰς Ἀχαιικὸν στρατὸν

288

παρηγόρησον ὡς ἀποκτείνειν φθόνος

289

γυναῖκας, ἃς τὸ πρῶτον οὐκ ἐκτείνατε

290

βωμῶν ἀποσπάσαντες ἀλλ' ὠικτίρατε.

291

νόμος δ' ἐν ὑμῖν τοῖς τ' ἐλευθέροις ἴσος

292

καὶ τοῖσι δούλοις αἵματος κεῖται πέρι.

293

τὸ δ' ἀξίωμα, κἂν κακῶς λέγηις, τὸ σὸν

294

πείσει· λόγος γὰρ ἔκ τ' ἀδοξούντων ἰὼν

295

κἀκ τῶν δοκούντων αὑτὸς οὐ ταὐτὸν σθένει.

296

{Χο.} οὐκ ἔστιν οὕτω στερρὸς ἀνθρώπου φύσις

297

ἥτις γόων σῶν καὶ μακρῶν ὀδυρμάτων

298

κλύουσα θρήνους οὐκ ἂν ἐκβάλοι δάκρυ.

299

{Οδ.} Ἑκάβη, διδάσκου, μηδὲ τῶι θυμουμένωι

300

τὸν εὖ λέγοντα δυσμενῆ ποιοῦ φρενός.

301

ἐγὼ τὸ μὲν σὸν σῶμ' ὑφ' οὗπερ εὐτύχουν

302

σώιζειν ἕτοιμός εἰμι κοὐκ ἄλλως λέγω·

303

ἃ δ' εἶπον εἰς ἅπαντας οὐκ ἀρνήσομαι,

304

Τροίας ἁλούσης ἀνδρὶ τῶι πρώτωι στρατοῦ

305

σὴν παῖδα δοῦναι σφάγιον ἐξαιτουμένωι.

306

ἐν τῶιδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις,

307

ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ

308

μηδὲν φέρηται τῶν κακιόνων πλέον.

309

ἡμῖν δ' Ἀχιλλεὺς ἄξιος τιμῆς, γύναι,

310

θανὼν ὑπὲρ γῆς Ἑλλάδος κάλλιστ' ἀνήρ.

311

οὔκουν τόδ' αἰσχρόν, εἰ βλέποντι μὲν φίλωι

312

χρώμεσθ', ἐπεὶ δ' ὄλωλε μὴ χρώμεσθ' ἔτι;

313

εἶἑν· τί δῆτ' ἐρεῖ τις, ἤν τις αὖ φανῆι

314

στρατοῦ τ' ἄθροισις πολεμίων τ' ἀγωνία;

315

πότερα μαχούμεθ' ἢ φιλοψυχήσομεν,

316

τὸν κατθανόνθ' ὁρῶντες οὐ τιμώμενον;

317

καὶ μὴν ἔμοιγε ζῶντι μὲν καθ' ἡμέραν

318

κεἰ σμίκρ' ἔχοιμι πάντ' ἂν ἀρκούντως ἔχοι·

319

τύμβον δὲ βουλοίμην ἂν ἀξιούμενον

320

τὸν ἐμὸν ὁρᾶσθαι· διὰ μακροῦ γὰρ ἡ χάρις.

321

εἰ δ' οἰκτρὰ πάσχειν φήις, τάδ' ἀντάκουέ μου·

322

εἰσὶν παρ' ἡμῖν οὐδὲν ἧσσον ἄθλιαι

323

γραῖαι γυναῖκες ἠδὲ πρεσβῦται σέθεν,

324

νύμφαι τ' ἀρίστων νυμφίων τητώμεναι,

325

ὧν ἥδε κεύθει σώματ' Ἰδαία κόνις.

326

τόλμα τάδ'. ἡμεῖς δ', εἰ κακῶς νομίζομεν

327

τιμᾶν τὸν ἐσθλόν, ἀμαθίαν ὀφλήσομεν·

328

οἱ βάρβαροι δὲ μήτε τοὺς φίλους φίλους

329

ἡγεῖσθε μήτε τοὺς καλῶς τεθνηκότας

330

θαυμάζεθ', ὡς ἂν ἡ μὲν Ἑλλὰς εὐτυχῆι,

331

ὑμεῖς δ' ἔχηθ' ὅμοια τοῖς βουλεύμασιν.

332

{Χο.} αἰαῖ· τὸ δοῦλον ὡς κακὸν πέφυκ' ἀεὶ

333

τολμᾶι θ' ἃ μὴ χρή, τῆι βίαι νικώμενον.

334

{Εκ.} ὦ θύγατερ, οὑμοὶ μὲν λόγοι πρὸς αἰθέρα

335

φροῦδοι μάτην ῥιφθέντες ἀμφὶ σοῦ φόνου·

336

σὺ δ', εἴ τι μείζω δύναμιν ἢ μήτηρ ἔχεις,

337

σπούδαζε πάσας ὥστ' ἀηδόνος στόμα

338

φθογγὰς ἱεῖσα, μὴ στερηθῆναι βίου.

339

πρόσπιπτε δ' οἰκτρῶς τοῦδ' Ὀδυσσέως γόνυ

340

καὶ πεῖθ' (ἔχεις δὲ πρόφασιν· ἔστι γὰρ τέκνα

341

καὶ τῶιδε) τὴν σὴν ὥστ' ἐποικτῖραι τύχην.

342

{Πο.} ὁρῶ ς', Ὀδυσσεῦ, δεξιὰν ὑφ' εἵματος

343

κρύπτοντα χεῖρα καὶ πρόσωπον ἔμπαλιν

344

στρέφοντα, μή σου προσθίγω γενειάδος.

345

θάρσει· πέφευγας τὸν ἐμὸν Ἱκέσιον Δία·

346

ὡς ἕψομαί γε τοῦ τ' ἀναγκαίου χάριν

347

θανεῖν τε χρήιζους'· εἰ δὲ μὴ βουλήσομαι,

348

κακὴ φανοῦμαι καὶ φιλόψυχος γυνή.

349

τί γάρ με δεῖ ζῆν; ἧι πατὴρ μὲν ἦν ἄναξ

350

Φρυγῶν ἁπάντων· τοῦτό μοι πρῶτον βίου.

351

ἔπειτ' ἐθρέφθην ἐλπίδων καλῶν ὕπο

352

βασιλεῦσι νύμφη, ζῆλον οὐ σμικρὸν γάμων

353

ἔχους', ὅτου δῶμ' ἑστίαν τ' ἀφίξομαι.

354

δέσποινα δ' ἡ δύστηνος Ἰδαίαισιν ἦ,

355

γυναιξὶ παρθένοις τ' ἀπόβλεπτος μέτα,

356

ἴση θεοῖσι πλὴν τὸ κατθανεῖν μόνον.

357

νῦν δ' εἰμὶ δούλη. πρῶτα μέν με τοὔνομα

358

θανεῖν ἐρᾶν τίθησιν οὐκ εἰωθὸς ὄν·

359

ἔπειτ' ἴσως ἂν δεσποτῶν ὠμῶν φρένας

360

τύχοιμ' ἄν, ὅστις ἀργύρου μ' ὠνήσεται,

361

τὴν Ἕκτορός τε χἀτέρων πολλῶν κάσιν,

362

προσθεὶς δ' ἀνάγκην σιτοποιὸν ἐν δόμοις

363

σαίρειν τε δῶμα κερκίσιν τ' ἐφεστάναι

364

λυπρὰν ἄγουσαν ἡμέραν μ' ἀναγκάσει·

365

λέχη δὲ τἀμὰ δοῦλος ὠνητός ποθεν

366

χρανεῖ, τυράννων πρόσθεν ἠξιωμένα.

367

οὐ δῆτ'· ἀφίημ' ὀμμάτων ἐλευθέρων

368

φέγγος τόδ', Ἅιδηι προστιθεῖς' ἐμὸν δέμας.

369

ἄγ' οὖν μ', Ὀδυσσεῦ, καὶ διέργασαί μ' ἄγων·

370

οὔτ' ἐλπίδος γὰρ οὔτε του δόξης ὁρῶ

371

θάρσος παρ' ἡμῖν ὥς ποτ' εὖ πρᾶξαί με χρή.

372

μῆτερ, σὺ δ' ἡμῖν μηδὲν ἐμποδὼν γένηι

373

λέγουσα μηδὲ δρῶσα, συμβούλου δέ μοι

374

θανεῖν πρὶν αἰσχρῶν μὴ κατ' ἀξίαν τυχεῖν.

375

ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι κακῶν

376

φέρει μέν, ἀλγεῖ δ' αὐχέν' ἐντιθεὶς ζυγῶι·

377

θανὼν δ' ἂν εἴη μᾶλλον εὐτυχέστερος

378

ἢ ζῶν· τὸ γὰρ ζῆν μὴ καλῶς μέγας πόνος.

379

{Χο.} δεινὸς χαρακτὴρ κἀπίσημος ἐν βροτοῖς

380

ἐσθλῶν γενέσθαι, κἀπὶ μεῖζον ἔρχεται

381

τῆς εὐγενείας ὄνομα τοῖσιν ἀξίοις.

382

{Εκ.} καλῶς μὲν εἶπας, θύγατερ, ἀλλὰ τῶι καλῶι

383

λύπη πρόσεστιν. εἰ δὲ δεῖ τῶι Πηλέως

384

χάριν γενέσθαι παιδὶ καὶ ψόγον φυγεῖν

385

ὑμᾶς, Ὀδυσσεῦ, τήνδε μὲν μὴ κτείνετε,

386

ἡμᾶς δ' ἄγοντες πρὸς πυρὰν Ἀχιλλέως

387

κεντεῖτε, μὴ φείδεσθ'· ἐγὼ 'τεκον πάριν,

388

ὃς παῖδα Θέτιδος ὤλεσεν τόξοις βαλών.

389

{Οδ.} οὐ ς', ὦ γεραιά, κατθανεῖν Ἀχιλλέως

390

φάντασμ' Ἀχαιοὺς ἀλλὰ τήνδ' ἠιτήσατο.

391

{Εκ.} ὑμεῖς δέ μ' ἀλλὰ θυγατρὶ συμφονεύσατε,

392

καὶ δὶς τόσον πῶμ' αἵματος γενήσεται

393

γαίαι νεκρῶι τε τῶι τάδ' ἐξαιτουμένωι.

394

{Οδ.} ἅλις κόρης σῆς θάνατος, οὐ προσοιστέος

395

ἄλλος πρὸς ἄλλωι· μηδὲ τόνδ' ὠφείλομεν.

396

{Εκ.} πολλή γ' ἀνάγκη θυγατρὶ συνθανεῖν ἐμέ.

397

{Οδ.} πῶς; οὐ γὰρ οἶδα δεσπότας κεκτημένος.

398

{Εκ.} ὅμοια· κισσὸς δρυὸς ὅπως τῆσδ' ἕξομαι.

399

{Οδ.} οὔκ, ἤν γε πείθηι τοῖσι σοῦ σοφωτέροις.

400

{Εκ.} ὡς τῆσδ' ἑκοῦσα παιδὸς οὐ μεθήσομαι.

401

{Οδ.} ἀλλ' οὐδ' ἐγὼ μὴν τήνδ' ἄπειμ' αὐτοῦ λιπών.

402

{Πο.} μῆτερ, πιθοῦ μοι· καὶ σύ, παῖ Λαερτίου,

403

χάλα τοκεῦσιν εἰκότως θυμουμένοις,

404

σύ τ', ὦ τάλαινα, τοῖς κρατοῦσι μὴ μάχου.

405

βούληι πεσεῖν πρὸς οὖδας ἑλκῶσαί τε σὸν

406

γέροντα χρῶτα πρὸς βίαν ὠθουμένη

407

ἀσχημονῆσαί τ' ἐκ νέου βραχίονος

408

σπασθεῖς', ἃ πείσηι; μὴ σύ γ'· οὐ γὰρ ἄξιον.

409

ἀλλ', ὦ φίλη μοι μῆτερ, ἡδίστην χέρα

410

δὸς καὶ παρειὰν προσβαλεῖν παρηίδι·

411

ὡς οὔποτ' αὖθις ἀλλὰ νῦν πανύστατον

412

ἀκτῖνα κύκλον θ' ἡλίου προσόψομαι.

413

τέλος δέχηι δὴ τῶν ἐμῶν προσφθεγμάτων·

414

ὦ μῆτερ ὦ τεκοῦς', ἄπειμι δὴ κάτω.

417

{Εκ.} οἰκτρὰ σύ, τέκνον, ἀθλία δ' ἐγὼ γυνή.

418

{Πο.} ἐκεῖ δ' ἐν Ἅιδου κείσομαι χωρὶς σέθεν.

419

{Εκ.} οἴμοι· τί δράσω; ποῖ τελευτήσω βίον;

420

{Πο.} δούλη θανοῦμαι, πατρὸς οὖς' ἐλευθέρου ...

415

{Εκ.} ὦ θύγατερ, ἡμεῖς δ' ἐν φάει δουλεύσομεν.

416

{Πο.} ἄνυμφος ἀνυμέναιος ὧν μ' ἐχρῆν τυχεῖν.

421

{Εκ.} ἡμεῖς δὲ πεντήκοντά γ' ἄμμοροι τέκνων.

422

{Πο.} τί σοι πρὸς Ἕκτορ' ἢ γέροντ' εἴπω πόσιν;

423

{Εκ.} ἄγγελλε πασῶν ἀθλιωτάτην ἐμέ.

424

{Πο.} ὦ στέρνα μαστοί θ', οἵ μ' ἐθρέψαθ' ἡδέως.

425

{Εκ.} ὦ τῆς ἀώρου θύγατερ ἀθλία τύχης.

426

{Πο.} χαῖρ', ὦ τεκοῦσα, χαῖρε Κασσάνδρα τέ μοι ...

427

{Εκ.} χαίρουσιν ἄλλοι, μητρὶ δ' οὐκ ἔστιν τόδε.

428

{Πο.} ὅ τ' ἐν φιλίπποις Θρηιξὶ Πολύδωρος κάσις.

429

{Εκ.} εἰ ζῆι γ'· ἀπιστῶ δ'· ὧδε πάντα δυστυχῶ.

430

{Πο.} ζῆι καὶ θανούσης ὄμμα συγκλήισει τὸ σόν.

431

{Εκ.} τέθνηκ' ἔγωγε πρὶν θανεῖν κακῶν ὕπο.

432

{Πο.} κόμιζ', Ὀδυσσεῦ, μ' ἀμφιθεὶς κάραι πέπλους,

433

ὡς πρὶν σφαγῆναί γ' ἐκτέτηκα καρδίαν

434

θρήνοισι μητρὸς τήνδε τ' ἐκτήκω γόοις.

435

ὦ φῶς· προσειπεῖν γὰρ σὸν ὄνομ' ἔξεστί μοι,

436

μέτεστι δ' οὐδὲν πλὴν ὅσον χρόνον ξίφους

437

βαίνω μεταξὺ καὶ πυρᾶς Ἀχιλλέως.

438

{Εκ.} οἲ 'γώ, προλείπω, λύεται δέ μου μέλη.

439

ὦ θύγατερ, ἅψαι μητρός, ἔκτεινον χέρα,

440

δός, μὴ λίπηις μ' ἄπαιδ'. ἀπωλόμην, φίλαι.

441

[ὣς τὴν Λάκαιναν σύγγονον Διοσκόροιν

442

Ἑλένην ἴδοιμι· διὰ καλῶν γὰρ ὀμμάτων

443

αἴσχιστα Τροίαν εἶλε τὴν εὐδαίμονα.]

444

{Χο.} αὔρα, ποντιὰς αὔρα,

445

ἅτε ποντοπόρους κομί-

446

ζεις θοὰς ἀκάτους ἐπ' οἶδμα λίμνας,

447

ποῖ με τὰν μελέαν πορεύ-

448

σεις; τῶι δουλόσυνος πρὸς οἶ-

449

κον κτηθεῖς' ἀφίξομαι; ἢ

450

Δωρίδος ὅρμον αἴας,

451

ἢ Φθιάδος ἔνθα τὸν

452

καλλίστων ὑδάτων πατέρα

453

φασὶν Ἀπιδανὸν πεδία λιπαίνειν,

455

ἢ νάσων, ἁλιήρει

456

κώπαι πεμπομέναν τάλαι-

457

ναν, οἰκτρὰν βιοτὰν ἔχουσαν οἴκοις,

458

ἔνθα πρωτόγονός τε φοῖ-

459

νιξ δάφνα θ' ἱεροὺς ἀνέ-

460

σχε πτόρθους Λατοῖ φίλον ὠ-

461

δῖνος ἄγαλμα Δίας;

462

σὺν Δηλιάσιν τε κού-

464

ραισιν Ἀρτέμιδος θεᾶς

465

χρυσέαν τ' ἄμπυκα τόξα τ' εὐλογήσω;

466

ἢ Παλλάδος ἐν πόλει

467

τὰς καλλιδίφρους Ἀθα-

468

ναίας ἐν κροκέωι πέπλωι

469

ζεύξομαι ἆρα πώ-

470

λους ἐν δαιδαλέαισι ποι-

471

κίλλους' ἀνθοκρόκοισι πή-

472

ναις ἢ Τιτάνων γενεάν,

473

τὰν Ζεὺς ἀμφιπύρωι κοιμί-

474

ζει φλογμῶι Κρονίδας;

475

ὤμοι τεκέων ἐμῶν,

476

ὤμοι πατέρων χθονός θ',

477

ἃ καπνῶι κατερείπεται

478

τυφομένα δορί-

479

κτητος Ἀργεΐων· ἐγὼ

480

δ' ἐν ξείναι χθονὶ δὴ κέκλη-

481

μαι δούλα, λιποῦς' Ἀσίαν,

482

Εὐρώπας θεραπνᾶν ἀλλά-

483

ξας' Ἅιδα θαλάμους.

484

{ΤΑΛΘΥΒΙΟΣ} ποῦ τὴν ἄνασσαν δή ποτ' οὖσαν Ἰλίου

485

Ἑκάβην ἂν ἐξεύροιμι, Τρωιάδες κόραι;

486

{Χο.} αὕτη πέλας σοῦ νῶτ' ἔχους' ἐπὶ χθονί,

487

Ταλθύβιε, κεῖται συγκεκληιμένη πέπλοις.

488

{Τα.} ὦ Ζεῦ, τί λέξω; πότερά ς' ἀνθρώπους ὁρᾶν

489

ἢ δόξαν ἄλλως τήνδε κεκτῆσθαι μάτην

490

[ψευδῆ, δοκοῦντας δαιμόνων εἶναι γένος],

491

τύχην δὲ πάντα τἀν βροτοῖς ἐπισκοπεῖν;

492

οὐχ ἥδ' ἄνασσα τῶν πολυχρύσων Φρυγῶν,

493

οὐχ ἥδε Πριάμου τοῦ μέγ' ὀλβίου δάμαρ;

494

καὶ νῦν πόλις μὲν πᾶς' ἀνέστηκεν δορί,

495

αὐτὴ δὲ δούλη γραῦς ἄπαις ἐπὶ χθονὶ

496

κεῖται, κόνει φύρουσα δύστηνον κάρα.

497

φεῦ φεῦ· γέρων μέν εἰμ', ὅμως δέ μοι θανεῖν

498

εἴη πρὶν αἰσχρᾶι περιπεσεῖν τύχηι τινί.

499

ἀνίστας', ὦ δύστηνε, καὶ μετάρσιον

500

πλευρὰν ἔπαιρε καὶ τὸ πάλλευκον κάρα.

501

{Εκ.} ἔα· τίς οὗτος σῶμα τοὐμὸν οὐκ ἐᾶι

502

κεῖσθαι; τί κινεῖς μ', ὅστις εἶ, λυπουμένην;

503

{Τα.} Ταλθύβιος ἥκω, Δαναϊδῶν ὑπηρέτης

504

[Ἀγαμέμνονος πέμψαντος, ὦ γύναι, μέτα].

505

{Εκ.} ὦ φίλτατ', ἆρα κἄμ' ἐπισφάξαι τάφωι

506

δοκοῦν Ἀχαιοῖς ἦλθες; ὡς φίλ' ἂν λέγοις.

507

σπεύδωμεν, ἐγκονῶμεν· ἡγοῦ μοι, γέρον.

508

{Τα.} σὴν παῖδα κατθανοῦσαν ὡς θάψηις, γύναι,

509

ἥκω μεταστείχων σε· πέμπουσιν δέ με

510

δισσοί τ' Ἀτρεῖδαι καὶ λεὼς Ἀχαιικός.

511

{Εκ.} οἴμοι, τί λέξεις; οὐκ ἄρ' ὡς θανουμένους

512

μετῆλθες ἡμᾶς ἀλλὰ σημανῶν κακά;

513

ὄλωλας, ὦ παῖ, μητρὸς ἁρπασθεῖς' ἄπο,

514

ἡμεῖς δ' ἄτεκνοι τοὐπὶ ς'· ὦ τάλαιν' ἐγώ.

515

πῶς καί νιν ἐξεπράξατ'; ἆρ' αἰδούμενοι;

516

ἢ πρὸς τὸ δεινὸν ἤλθεθ' ὡς ἐχθράν, γέρον,

517

κτείνοντες; εἰπέ, καίπερ οὐ λέξων φίλα.

518

{Τα.} διπλᾶ με χρήιζεις δάκρυα κερδᾶναι, γύναι,

519

σῆς παιδὸς οἴκτωι· νῦν τε γὰρ λέγων κακὰ

520

τέγξω τόδ' ὄμμα πρὸς τάφωι θ' ὅτ' ὤλλυτο.

521

παρῆν μὲν ὄχλος πᾶς Ἀχαιικοῦ στρατοῦ

522

πλήρης πρὸ τύμβου σῆς κόρης ἐπὶ σφαγάς,

523

λαβὼν δ' Ἀχιλλέως παῖς Πολυξένην χερὸς

524

ἔστης' ἐπ' ἄκρου χώματος, πέλας δ' ἐγώ·

525

λεκτοί τ' Ἀχαιῶν ἔκκριτοι νεανίαι,

526

σκίρτημα μόσχου σῆς καθέξοντες χεροῖν,

527

ἕσποντο. πλῆρες δ' ἐν χεροῖν λαβὼν δέπας

528

πάγχρυσον αἴρει χειρὶ παῖς Ἀχιλλέως

529

χοὰς θανόντι πατρί· σημαίνει δέ μοι

530

σιγὴν Ἀχαιῶν παντὶ κηρῦξαι στρατῶι.

531

κἀγὼ καταστὰς εἶπον ἐν μέσοις τάδε·

532

Σιγᾶτ', Ἀχαιοί, σῖγα πᾶς ἔστω λεώς,

533

σίγα σιώπα. νήνεμον δ' ἔστης' ὄχλον.

534

ὁ δ' εἶπεν· Ὦ παῖ Πηλέως, πατὴρ δ' ἐμός,

535

δέξαι χοάς μοι τάσδε κηλητηρίους,

536

νεκρῶν ἀρωγούς· ἐλθὲ δ', ὡς πίηις μέλαν

537

κόρης ἀκραιφνὲς αἶμ' ὅ σοι δωρούμεθα

538

στρατός τε κἀγώ· πρευμενὴς δ' ἡμῖν γενοῦ

539

λῦσαί τε πρύμνας καὶ χαλινωτήρια

540

νεῶν δὸς ἡμῖν †πρευμενοῦς† τ' ἀπ' Ἰλίου

541

νόστου τυχόντας πάντας ἐς πάτραν μολεῖν.

542

τοσαῦτ' ἔλεξε, πᾶς δ' ἐπηύξατο στρατός.

543

εἶτ' ἀμφίχρυσον φάσγανον κώπης λαβὼν

544

ἐξεῖλκε κολεοῦ, λογάσι δ' Ἀργείων στρατοῦ

545

νεανίαις ἔνευσε παρθένον λαβεῖν.

546

ἡ δ', ὡς ἐφράσθη, τόνδ' ἐσήμηνεν λόγον·

547

Ὦ τὴν ἐμὴν πέρσαντες Ἀργεῖοι πόλιν,

548

ἑκοῦσα θνήισκω· μή τις ἅψηται χροὸς

549

τοὐμοῦ· παρέξω γὰρ δέρην εὐκαρδίως.

550

ἐλευθέραν δέ μ', ὡς ἐλευθέρα θάνω,

551

πρὸς θεῶν, μεθέντες κτείνατ'· ἐν νεκροῖσι γὰρ

552

δούλη κεκλῆσθαι βασιλὶς οὖς' αἰσχύνομαι.

553

λαοὶ δ' ἐπερρόθησαν Ἀγαμέμνων τ' ἄναξ

554

εἶπεν μεθεῖναι παρθένον νεανίαις.

555

[οἱ δ', ὡς τάχιστ' ἤκουσαν ὑστάτην ὄπα,

556

μεθῆκαν, οὗπερ καὶ μέγιστον ἦν κράτος.]

557

κἀπεὶ τόδ' εἰσήκουσε δεσποτῶν ἔπος,

558

λαβοῦσα πέπλους ἐξ ἄκρας ἐπωμίδος

559

ἔρρηξε λαγόνας ἐς μέσας παρ' ὀμφαλὸν

560

μαστούς τ' ἔδειξε στέρνα θ' ὡς ἀγάλματος

561

κάλλιστα, καὶ καθεῖσα πρὸς γαῖαν γόνυ

562

ἔλεξε πάντων τλημονέστατον λόγον·

563

Ἰδού, τόδ', εἰ μὲν στέρνον, ὦ νεανία,

564

παίειν προθυμῆι, παῖσον, εἰ δ' ὑπ' αὐχένα

565

χρήιζεις πάρεστι λαιμὸς εὐτρεπὴς ὅδε.

566

ὁ δ' οὐ θέλων τε καὶ θέλων οἴκτωι κόρης

567

τέμνει σιδήρωι πνεύματος διαρροάς·

568

κρουνοὶ δ' ἐχώρουν. ἡ δὲ καὶ θνήισκους' ὅμως

569

πολλὴν πρόνοιαν εἶχεν εὐσχήμων πεσεῖν,

570

κρύπτους' ἃ κρύπτειν ὄμματ' ἀρσένων χρεών.

571

ἐπεὶ δ' ἀφῆκε πνεῦμα θανασίμωι σφαγῆι,

572

οὐδεὶς τὸν αὐτὸν εἶχεν Ἀργείων πόνον,

573

ἀλλ' οἱ μὲν αὐτῶν τὴν θανοῦσαν ἐκ χερῶν

574

φύλλοις ἔβαλλον, οἱ δὲ πληροῦσιν πυρὰν

575

κορμοὺς φέροντες πευκίνους, ὁ δ' οὐ φέρων

576

πρὸς τοῦ φέροντος τοιάδ' ἤκουεν κακά·

577

Ἕστηκας, ὦ κάκιστε, τῆι νεάνιδι

578

οὐ πέπλον οὐδὲ κόσμον ἐν χεροῖν ἔχων;

579

οὐκ εἶ τι δώσων τῆι περίσς' εὐκαρδίωι

580

ψυχήν τ' ἀρίστηι; τοιάδ' ἀμφὶ σῆς λέγων

581

παιδὸς θανούσης εὐτεκνωτάτην τέ σε

582

πασῶν γυναικῶν δυστυχεστάτην θ' ὁρῶ.

583

{Χο.} δεινόν τι πῆμα Πριαμίδαις ἐπέζεσεν

584

πόλει τε τἠμῆι θεῶν ἀνάγκαισιν τόδε.

585

{Εκ.} ὦ θύγατερ, οὐκ οἶδ' εἰς ὅτι βλέψω κακῶν,

586

πολλῶν παρόντων· ἢν γὰρ ἅψωμαί τινος,

587

τόδ' οὐκ ἐᾶι με, παρακαλεῖ δ' ἐκεῖθεν αὖ

588

λύπη τις ἄλλη διάδοχος κακῶν κακοῖς.

589

καὶ νῦν τὸ μὲν σὸν ὥστε μὴ στένειν πάθος

590

οὐκ ἂν δυναίμην ἐξαλείψασθαι φρενός·

591

τὸ δ' αὖ λίαν παρεῖλες ἀγγελθεῖσά μοι

592

γενναῖος. οὔκουν δεινόν, εἰ γῆ μὲν κακὴ

593

τυχοῦσα καιροῦ θεόθεν εὖ στάχυν φέρει,

594

χρηστὴ δ' ἁμαρτοῦς' ὧν χρεὼν αὐτὴν τυχεῖν

595

κακὸν δίδωσι καρπόν, ἄνθρωποι δ' ἀεὶ

596

ὁ μὲν πονηρὸς οὐδὲν ἄλλο πλὴν κακός,

597

ὁ δ' ἐσθλὸς ἐσθλὸς οὐδὲ συμφορᾶς ὕπο

598

φύσιν διέφθειρ' ἀλλὰ χρηστός ἐστ' ἀεί;

599

[ἆρ' οἱ τεκόντες διαφέρουσιν ἢ τροφαί;

600

ἔχει γε μέντοι καὶ τὸ θρεφθῆναι καλῶς

601

δίδαξιν ἐσθλοῦ· τοῦτο δ' ἤν τις εὖ μάθηι,

602

οἶδεν τό γ' αἰσχρὸν κανόνι τοῦ καλοῦ μαθών.]

603

καὶ ταῦτα μὲν δὴ νοῦς ἐτόξευσεν μάτην·

604

σὺ δ' ἐλθὲ καὶ σήμηνον Ἀργείοις τάδε,

605

μὴ θιγγάνειν μοι μηδέν' ἀλλ' εἴργειν ὄχλον

606

τῆς παιδός. ἔν τοι μυρίωι στρατεύματι

607

ἀκόλαστος ὄχλος ναυτική τ' ἀναρχία

608

κρείσσων πυρός, κακὸς δ' ὁ μή τι δρῶν κακόν.

609

σὺ δ' αὖ λαβοῦσα τεῦχος, ἀρχαία λάτρι,

610

βάψας' ἔνεγκε δεῦρο ποντίας ἁλός,

611

ὡς παῖδα λουτροῖς τοῖς πανυστάτοις ἐμήν,

612

νύμφην τ' ἄνυμφον παρθένον τ' ἀπάρθενον,

613

λούσω προθῶμαί θ'—ὡς μὲν ἀξία, πόθεν;

614

οὐκ ἂν δυναίμην· ὡς δ' ἔχω (τί γὰρ πάθω;),

615

κόσμον γ' ἀγείρας' αἰχμαλωτίδων πάρα,

616

αἵ μοι πάρεδροι τῶνδ' ἔσω σκηνωμάτων

617

ναίουσιν, εἴ τις τοὺς νεωστὶ δεσπότας

618

λαθοῦς' ἔχει τι κλέμμα τῶν αὑτῆς δόμων.

619

ὦ σχήματ' οἴκων, ὦ ποτ' εὐτυχεῖς δόμοι,

620

ὦ πλεῖστ' ἔχων μάλιστά τ' εὐτεκνώτατε

621

Πρίαμε, γεραιά θ' ἥδ' ἐγὼ μήτηρ τέκνων,

622

ὡς ἐς τὸ μηδὲν ἥκομεν, φρονήματος

623

τοῦ πρὶν στερέντες. εἶτα δῆτ' ὀγκούμεθα,

624

ὁ μέν τις ἡμῶν πλουσίοισι δώμασιν,

625

ὁ δ' ἐν πολίταις τίμιος κεκλημένος;

626

τὰ δ' οὐδέν, ἄλλως φροντίδων βουλεύματα

627

γλώσσης τε κόμποι. κεῖνος ὀλβιώτατος

628

ὅτωι κατ' ἦμαρ τυγχάνει μηδὲν κακόν.

629

{Χο.} ἐμοὶ χρῆν συμφοράν,

630

ἐμοὶ χρῆν πημονὰν γενέσθαι,

631

Ἰδαίαν ὅτε πρῶτον ὕλαν

632

Ἀλέξανδρος εἰλατίναν

633

ἐτάμεθ', ἅλιον ἐπ' οἶδμα ναυστολήσων

635

Ἑλένας ἐπὶ λέκτρα, τὰν

636

καλλίσταν ὁ χρυσοφαὴς

637

Ἅλιος αὐγάζει.

638

πόνοι γὰρ καὶ πόνων

639

ἀνάγκαι κρείσσονες κυκλοῦνται·

640

κοινὸν δ' ἐξ ἰδίας ἀνοίας

641

κακὸν τᾶι Σιμουντίδι γᾶι

643

ὀλέθριον ἔμολε συμφορᾶι τ' ἔπ' ἄλλων,

644

ἐκρίθη δ' ἔρις, ἃν ἐν Ἴ-

645

δαι κρίνει τρισσὰς μακάρων

646

παῖδας ἀνὴρ βούτας,

647

ἐπὶ δορὶ καὶ φόνωι καὶ ἐμῶν μελάθρων λώβαι·

650

στένει δὲ καί τις ἀμφὶ τὸν εὔροον Εὐρώταν

651

Λάκαινα πολυδάκρυτος ἐν δόμοις κόρα,

654

πολιόν τ' ἐπὶ κρᾶτα μάτηρ τέκνων θανόντων

655

τίθεται χέρα δρύπτεταί τε 〈 〉 παρειάν,

656

δίαιμον ὄνυχα τιθεμένα σπαραγμοῖς.

657

{ΘΕΡΑΠΑΙΝΑ} γυναῖκες, Ἑκάβη ποῦ ποθ' ἡ παναθλία,

658

ἡ πάντα νικῶς' ἄνδρα καὶ θῆλυν σπορὰν

660

κακοῖσιν; οὐδεὶς στέφανον ἀνθαιρήσεται.

661

{Χο.} τί δ', ὦ τάλαινα σῆς κακογλώσσου βοῆς;

662

ὡς οὔποθ' εὕδει λυπρά μοι κηρύγματα.

663

{Θε.} Ἑκάβηι φέρω τόδ' ἄλγος· ἐν κακοῖσι δὲ

664

οὐ ῥάιδιον βροτοῖσιν εὐφημεῖν στόμα.

665

{Χο.} καὶ μὴν περῶσα τυγχάνει δόμων ὕπο

666

ἥδ', ἐς δὲ καιρὸν σοῖσι φαίνεται λόγοις.

667

{Θε.} ὦ παντάλαινα κἄτι μᾶλλον ἢ λέγω,

668

δέσποιν', ὄλωλας κοὐκέτ' εἶ, βλέπουσα φῶς,

669

ἄπαις ἄνανδρος ἄπολις ἐξεφθαρμένη.

670

{Εκ.} οὐ καινὸν εἶπας, εἰδόσιν δ' ὠνείδισας.

671

ἀτὰρ τί νεκρὸν τόνδε μοι Πολυξένης

672

ἥκεις κομίζους', ἧς ἀπηγγέλθη τάφος

673

πάντων Ἀχαιῶν διὰ χερὸς σπουδὴν ἔχειν;

674

{Θε.} ἥδ' οὐδὲν οἶδεν, ἀλλά μοι Πολυξένην

675

θρηνεῖ, νέων δὲ πημάτων οὐχ ἅπτεται.

676

{Εκ.} οἲ 'γὼ τάλαινα· μῶν τὸ βακχεῖον κάρα

677

τῆς θεσπιωιδοῦ δεῦρο Κασσάνδρας φέρεις;

678

{Θε.} ζῶσαν λέλακας, τὸν θανόντα δ' οὐ στένεις

679

τόνδ'· ἀλλ' ἄθρησον σῶμα γυμνωθὲν νεκροῦ,

680

εἴ σοι φανεῖται θαῦμα καὶ παρ' ἐλπίδας.

681

{Εκ.} οἴμοι, βλέπω δὴ παῖδ' ἐμὸν τεθνηκότα,

682

Πολύδωρον, ὅν μοι Θρὴιξ ἔσωιζ' οἴκοις ἀνήρ.

683

ἀπωλόμην δύστηνος, οὐκέτ' εἰμὶ δή.

684

ὦ τέκνον τέκνον,

685

αἰαῖ, κατάρχομαι νόμον

686

βακχεῖον, ἐξ ἀλάστορος

687

ἀρτιμαθὴς κακῶν.

688

{Χο.} ἔγνως γὰρ ἄτην παιδός, ὦ δύστηνε σύ;

689

{Εκ.} ἄπιστ' ἄπιστα, καινὰ καινὰ δέρκομαι.

690

ἕτερα δ' ἀφ' ἑτέρων κακὰ κακῶν κυρεῖ,

691

οὐδέ ποτ' ἀστένακτος ἀδάκρυτος ἁ-

692

μέρα 'πισχήσει.

693

{Χο.} δείν', ὦ τάλαινα, δεινὰ πάσχομεν κακά.

694

{Εκ.} ὦ τέκνον τέκνον ταλαίνας ματρός,

695

τίνι μόρωι θνήισκεις, τίνι πότμωι κεῖσαι,

697

πρὸς τίνος ἀνθρώπων;

698

{Θε.} οὐκ οἶδ'· ἐπ' ἀκταῖς νιν κυρῶ θαλασσίαις.

699

{Εκ.} ἔκβλητον ἢ πέσημα φοινίου δορὸς

700

ἐν ψαμάθωι λευρᾶι;

701

{Θε.} πόντου νιν ἐξήνεγκε πελάγιος κλύδων.

702

{Εκ.} ὤμοι αἰαῖ,

703

ἔμαθον ἐνύπνιον ὀμμάτων

704

ἐμῶν ὄψιν (οὔ με παρέβα φάντα-

705

σμα μελανόπτερον),

706

ἃν ἐσεῖδον ἀμφὶ σοῦ,

707

ὦ τέκνον, οὐκέτ' ὄντος Διὸς ἐν φάει.

708

{Χο.} τίς γάρ νιν ἔκτειν'; οἶσθ' ὀνειρόφρων φράσαι;

709-710

{Εκ.} ἐμὸς ἐμὸς ξένος, Θρήικιος ἱππότας,

711

ἵν' ὁ γέρων πατὴρ ἔθετό νιν κρύψας.

713

{Χο.} οἴμοι, τί λέξεις; χρυσὸν ὡς ἔχοι κτανών;

714

{Εκ.} ἄρρητ' ἀνωνόμαστα, θαυμάτων πέρα,

715

οὐχ ὅσι' οὐδ' ἀνεκτά. ποῦ δίκα ξένων;

716

ὦ κατάρατ' ἀνδρῶν, ὡς διεμοιράσω

718

χρόα, σιδαρέωι τεμὼν φασγάνωι

720

μέλεα τοῦδε παιδὸς οὐδ' ὤικτισας.

721

{Χο.} ὦ τλῆμον, ὥς σε πολυπονωτάτην βροτῶν

722

δαίμων ἔθηκεν ὅστις ἐστί σοι βαρύς.

724

ἀλλ' εἰσορῶ γὰρ τοῦδε δεσπότου δέμας

725

Ἀγαμέμνονος, τοὐνθένδε σιγῶμεν, φίλαι.

726

{ΑΓΑΜΕΜΝΩΝ} Ἑκάβη, τί μέλλεις παῖδα σὴν κρύπτειν τάφωι

727

ἐλθοῦς' ἐφ' οἷσπερ Ταλθύβιος ἤγγειλέ μοι

728

μὴ θιγγάνειν σῆς μηδέν' Ἀργείων κόρης;

729

ἡμεῖς μὲν οὖν εἰῶμεν οὐδ' ἐψαύομεν·

730

σὺ δὲ σχολάζεις, ὥστε θαυμάζειν ἐμέ.

731

ἥκω δ' ἀποστελῶν σε· τἀκεῖθεν γὰρ εὖ

732

πεπραγμέν' ἐστίν, εἴ τι τῶνδ' ἐστὶν καλῶς.

733

ἔα· τίν' ἄνδρα τόνδ' ἐπὶ σκηναῖς ὁρῶ

734

θανόντα Τρώων; οὐ γὰρ Ἀργεῖον πέπλοι

735

δέμας περιπτύσσοντες ἀγγέλλουσί μοι.

736

{Εκ.} δύστην', ἐμαυτὴν γὰρ λέγω λέγουσα σέ,

737

Ἑκάβη, τί δράσω; πότερα προσπέσω γόνυ

738

Ἀγαμέμνονος τοῦδ' ἢ φέρω σιγῆι κακά;

739

{Αγ.} τί μοι προσώπωι νῶτον ἐγκλίνασα σὸν

740

δύρηι, τὸ πραχθὲν δ' οὐ λέγεις; τίς ἔσθ' ὅδε;

741

{Εκ.} ἀλλ' εἴ με δούλην πολεμίαν θ' ἡγούμενος

742

γονάτων ἀπώσαιτ', ἄλγος ἂν προσθείμεθ' ἄν.

743

{Αγ.} οὔτοι πέφυκα μάντις, ὥστε μὴ κλύων

744

ἐξιστορῆσαι σῶν ὁδὸν βουλευμάτων.

745

{Εκ.} ἆρ' ἐκλογίζομαί γε πρὸς τὸ δυσμενὲς

746

μᾶλλον φρένας τοῦδ', ὄντος οὐχὶ δυσμενοῦς

747

{Αγ.} εἴ τοί με βούληι τῶνδε μηδὲν εἰδέναι,

748

ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδ' ἐγὼ κλύειν.

749

{Εκ.} οὐκ ἂν δυναίμην τοῦδε τιμωρεῖν ἄτερ

750

τέκνοισι τοῖς ἐμοῖσι. τί στρέφω τάδε;

751

τολμᾶν ἀνάγκη, κἂν τύχω κἂν μὴ τύχω.

752

Ἀγάμεμνον, ἱκετεύω σε τῶνδε γουνάτων

753

καὶ σοῦ γενείου δεξιᾶς τ' εὐδαίμονος.

754

{Αγ.} τί χρῆμα μαστεύουσα; μῶν ἐλεύθερον

755

αἰῶνα θέσθαι; ῥάιδιον γάρ ἐστί σοι.

756

[{Εκ.} οὐ δῆτα· τοὺς κακοὺς δὲ τιμωρουμένη

757

αἰῶνα τὸν σύμπαντα δουλεύειν θέλω.]

759

{Εκ.} οὐδέν τι τούτων ὧν σὺ δοξάζεις, ἄναξ.

758

{Αγ.} καὶ δὴ τίν' ἡμᾶς εἰς ἐπάρκεσιν καλεῖς;

760

{Εκ.} ὁρᾶις νεκρὸν τόνδ' οὗ καταστάζω δάκρυ;

761

{Αγ.} ὁρῶ· τὸ μέντοι μέλλον οὐκ ἔχω μαθεῖν.

762

{Εκ.} τοῦτόν ποτ' ἔτεκον κἄφερον ζώνης ὕπο.

763

{Αγ.} ἔστιν δὲ τίς σῶν οὗτος, ὦ τλῆμον, τέκνων;

764

{Εκ.} οὐ τῶν θανόντων Πριαμιδῶν ὑπ' Ἰλίωι.

765

{Αγ.} ἦ γάρ τιν' ἄλλον ἔτεκες ἢ κείνους, γύναι;

766

{Εκ.} ἀνόνητά γ', ὡς ἔοικε, τόνδ' ὃν εἰσορᾶις.

767

{Αγ.} ποῦ δ' ὢν ἐτύγχαν', ἡνίκ' ὤλλυτο πτόλις;

768

{Εκ.} πατήρ νιν ἐξέπεμψεν ὀρρωδῶν θανεῖν.

769

{Αγ.} ποῖ τῶν τότ' ὄντων χωρίσας τέκνων μόνον;

770

{Εκ.} ἐς τήνδε χώραν, οὗπερ ηὑρέθη θανών.

771

{Αγ.} πρὸς ἄνδρ' ὃς ἄρχει τῆσδε Πολυμήστωρ χθονός;

772

{Εκ.} ἐνταῦθ' ἐπέμφθη πικροτάτου χρυσοῦ φύλαξ.

773

{Αγ.} θνήισκει δὲ πρὸς τοῦ καὶ τίνος πότμου τυχών;

774

{Εκ.} τίνος γ' ὑπ' ἄλλου; Θρήιξ νιν ὤλεσε ξένος.

775

{Αγ.} ὦ τλῆμον· ἦ που χρυσὸν ἠράσθη λαβεῖν;

776

{Εκ.} τοιαῦτ', ἐπειδὴ συμφορὰν ἔγνω Φρυγῶν.

777

{Αγ.} ηὗρες δὲ ποῦ νιν; ἢ τίς ἤνεγκεν νεκρόν;

778

{Εκ.} ἥδ', ἐντυχοῦσα ποντίας ἀκτῆς ἔπι.

779

{Αγ.} τοῦτον ματεύους' ἢ πονοῦς' ἄλλον πόνον;

780

{Εκ.} λούτρ' ὤιχετ' οἴσους' ἐξ ἁλὸς Πολυξένηι.

781

{Αγ.} κτανών νιν, ὡς ἔοικεν, ἐκβάλλει ξένος.

782

{Εκ.} θαλασσόπλαγκτόν γ', ὦδε διατεμὼν χρόα.

783

{Αγ.} ὦ σχετλία σὺ τῶν ἀμετρήτων πόνων.

784

{Εκ.} ὄλωλα κοὐδὲν λοιπόν, Ἀγάμεμνον, κακῶν.

785

{Αγ.} φεῦ φεῦ· τίς οὕτω δυστυχὴς ἔφυ γυνή;

786

{Εκ.} οὐκ ἔστιν, εἰ μὴ τὴν Τύχην αὐτὴν λέγοις.

787

ἀλλ' ὧνπερ οὕνεκ' ἀμφὶ σὸν πίπτω γόνυ

788

ἄκουσον. εἰ μὲν ὅσιά σοι παθεῖν δοκῶ,

789

στέργοιμ' ἄν· εἰ δὲ τοὔμπαλιν, σύ μοι γενοῦ

790

τιμωρὸς ἀνδρός, ἀνοσιωτάτου ξένου,

791

ὃς οὔτε τοὺς γῆς νέρθεν οὔτε τοὺς ἄνω

792

δείσας δέδρακεν ἔργον ἀνοσιώτατον

793

[κοινῆς τραπέζης πολλάκις τυχὼν ἐμοὶ

794

ξενίας τ' ἀριθμῶι πρῶτα τῶν ἐμῶν φίλων·

795

τυχὼν δ' ὅσων δεῖ καὶ λαβὼν προμηθίαν

796

ἔκτεινε· τύμβου δ', εἰ κτανεῖν ἐβούλετο,

797

οὐκ ἠξίωσεν ἀλλ' ἀφῆκε πόντιον].

798

ἡμεῖς μὲν οὖν δοῦλοί τε κἀσθενεῖς ἴσως·

799

ἀλλ' οἱ θεοὶ σθένουσι χὠ κείνων κρατῶν

800

νόμος· νόμωι γὰρ τοὺς θεοὺς ἡγούμεθα

801

καὶ ζῶμεν ἄδικα καὶ δίκαι' ὡρισμένοι·

802

ὃς ἐς ς' ἀνελθὼν εἰ διαφθαρήσεται

803

καὶ μὴ δίκην δώσουσιν οἵτινες ξένους

804

κτείνουσιν ἢ θεῶν ἱερὰ τολμῶσιν φέρειν,

805

οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποισι σῶν.

806

ταῦτ' οὖν ἐν αἰσχρῶι θέμενος αἰδέσθητί με,

807

οἴκτιρον ἡμᾶς, ὡς γραφεύς τ' ἀποσταθεὶς

808

ἰδοῦ με κἀνάθρησον οἷ' ἔχω κακά.

809

τύραννος ἦ ποτ' ἀλλὰ νῦν δούλη σέθεν,

810

εὔπαις ποτ' οὖσα, νῦν δὲ γραῦς ἄπαις θ' ἅμα,

811

ἄπολις ἔρημος ἀθλιωτάτη βροτῶν.

812

οἴμοι τάλαινα, ποῖ μ' ὑπεξάγεις πόδα;

813

ἔοικα πράξειν οὐδέν· ὦ τάλαιν' ἐγώ.

814

τί δῆτα θνητοὶ τἄλλα μὲν μαθήματα

815

μοχθοῦμεν ὡς χρὴ πάντα καὶ ματεύομεν,

816

πειθὼ δὲ τὴν τύραννον ἀνθρώποις μόνην

817

οὐδέν τι μᾶλλον ἐς τέλος σπουδάζομεν

818

μισθοὺς διδόντες μανθάνειν, ἵν' ἦν ποτε

819

πείθειν ἅ τις βούλοιτο τυγχάνειν θ' ἅμα;

820

τί οὖν ἔτ' ἄν τις ἐλπίσαι πράξειν καλῶς;

821

οἱ μὲν γὰρ ὄντες παῖδες οὐκέτ' εἰσί μοι,

822

αὐτὴ δ' ἐπ' αἰσχροῖς αἰχμάλωτος οἴχομαι,

823

καπνὸν δὲ πόλεως τόνδ' ὑπερθρώισκονθ' ὁρῶ.

824

καὶ μήν (ἴσως μὲν τοῦ λόγου ξένον τόδε,

825

Κύπριν προβάλλειν, ἀλλ' ὅμως εἰρήσεται)

826

πρὸς σοῖσι πλευροῖς παῖς ἐμὴ κοιμίζεται

827

ἡ φοιβάς, ἣν καλοῦσι Κασσάνδραν Φρύγες.

828

ποῦ τὰς φίλας δῆτ' εὐφρόνας λέξεις, ἄναξ;

829

ἦ τῶν ἐν εὐνῆι φιλτάτων ἀσπασμάτων

830

χάριν τιν' ἕξει παῖς ἐμή, κείνης δ' ἐγώ;

831

[ἐκ τοῦ σκότου τε τῶν τε νυκτερησίων

832

φίλτρων μεγίστη γίγνεται βροτοῖς χάρις.]

833

ἄκουε δή νυν. τὸν θανόντα τόνδ' ὁρᾶις;

834

τοῦτον καλῶς δρῶν ὄντα κηδεστὴν σέθεν

835

δράσεις. ἑνός μοι μῦθος ἐνδεὴς ἔτι.

836

εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσιν

837

καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει

838

ἢ Δαιδάλου τέχναισιν ἢ θεῶν τινος,

839

ὡς πάνθ' ἁμαρτῆι σῶν ἔχοιτο γουνάτων

840

κλαίοντ', ἐπισκήπτοντα παντοίους λόγους.

841

ὦ δέσποτ', ὦ μέγιστον Ἕλλησιν φάος,

842

πιθοῦ, παράσχες χεῖρα τῆι πρεσβύτιδι

843

τιμωρόν, εἰ καὶ μηδέν ἐστιν ἀλλ' ὅμως.

844

ἐσθλοῦ γὰρ ἀνδρὸς τῆι δίκηι θ' ὑπηρετεῖν

845

καὶ τοὺς κακοὺς δρᾶν πανταχοῦ κακῶς ἀεί.

846

{Χο.} δεινόν γε, θνητοῖς ὡς ἅπαντα συμπίτνει

847

καὶ τῆς ἀνάγκης οἱ νόμοι διώρισαν,

848

φίλους τιθέντες τούς γε πολεμιωτάτους

849

ἐχθρούς τε τοὺς πρὶν εὐμενεῖς ποιούμενοι.

850

{Αγ.} ἐγώ σε καὶ σὸν παῖδα καὶ τύχας σέθεν,

851

Ἑκάβη, δι' οἴκτου χεῖρά θ' ἱκεσίαν ἔχω,

852

καὶ βούλομαι θεῶν θ' οὕνεκ' ἀνόσιον ξένον

853

καὶ τοῦ δικαίου τήνδε σοι δοῦναι δίκην,

854

εἴ πως φανείη γ' ὥστε σοί τ' ἔχειν καλῶς

855

στρατῶι τε μὴ δόξαιμι Κασσάνδρας χάριν

856

Θρήικης ἄνακτι τόνδε βουλεῦσαι φόνον.

857

ἔστιν γὰρ ἧι ταραγμὸς ἐμπέπτωκέ μοι·

858

τὸν ἄνδρα τοῦτον φίλιον ἡγεῖται στρατός,

859

τὸν κατθανόντα δ' ἐχθρόν· εἰ δὲ σοὶ φίλος

860

ὅδ' ἐστί, χωρὶς τοῦτο κοὐ κοινὸν στρατῶι.

861

πρὸς ταῦτα φρόντιζ'· ὡς θέλοντα μέν μ' ἔχεις

862

σοὶ ξυμπονῆσαι καὶ ταχὺν προσαρκέσαι,

863

βραδὺν δ', Ἀχαιοῖς εἰ διαβληθήσομαι.

864

{Εκ.} φεῦ. οὐκ ἔστι θνητῶν ὅστις ἔστ' ἐλεύθερος·

865

ἢ χρημάτων γὰρ δοῦλός ἐστιν ἢ τύχης

866

ἢ πλῆθος αὐτὸν πόλεος ἢ νόμων γραφαὶ

867

εἴργουσι χρῆσθαι μὴ κατὰ γνώμην τρόποις.

868

ἐπεὶ δὲ ταρβεῖς τῶι τ' ὄχλωι πλέον νέμεις,

869

ἐγώ σε θήσω τοῦδ' ἐλεύθερον φόβου.

870

σύνισθι μὲν γάρ, ἤν τι βουλεύσω κακὸν

871

τῶι τόνδ' ἀποκτείναντι, συνδράσηις δὲ μή.

872

ἢν δ' ἐξ Ἀχαιῶν θόρυβος ἢ 'πικουρία

873

πάσχοντος ἀνδρὸς Θρηικὸς οἷα πείσεται

874

φανῆι τις, εἶργε μὴ δοκῶν ἐμὴν χάριν.

875

τὰ δ' ἄλλα—θάρσει—πάντ' ἐγὼ θήσω καλῶς.

876

{Αγ.} πῶς οὖν; τί δράσεις; πότερα φάσγανον χερὶ

877

λαβοῦσα γραίαι φῶτα βάρβαρον κτενεῖς

878

ἢ φαρμάκοισιν ἢ 'πικουρίαι τίνι;

879

τίς σοι ξυνέσται χείρ' πόθεν κτήσηι φίλους;

880

{Εκ.} στέγαι κεκεύθας' αἵδε Τρωιάδων ὄχλον.

881

{Αγ.} τὰς αἰχμαλώτους εἶπας, Ἑλλήνων ἄγραν;

882

{Εκ.} σὺν ταῖσδε τὸν ἐμῶν φονέα τιμωρήσομαι.

883

{Αγ.} καὶ πῶς γυναιξὶν ἀρσένων ἔσται κράτος;

884

{Εκ.} δεινὸν τὸ πλῆθος σὺν δόλωι τε δύσμαχον.

885

{Αγ.} δεινόν· τὸ μέντοι θῆλυ μέμφομαι σθένος.

886

{Εκ.} τί δ'; οὐ γυναῖκες εἷλον Αἰγύπτου τέκνα

887

καὶ Λῆμνον ἄρδην ἀρσένων ἐξώικισαν;

888

ἀλλ' ὣς γενέσθω· τόνδε μὲν μέθες λόγον,

889

πέμψον δέ μοι τήνδ' ἀσφαλῶς διὰ στρατοῦ

890

γυναῖκα. καὶ σὺ Θρηικὶ πλαθεῖσα ξένωι

891

λέξον· Καλεῖ ς' ἄνασσα δή ποτ' Ἰλίου

892

Ἑκάβη, σὸν οὐκ ἔλασσον ἢ κείνης χρέος,

893

καὶ παῖδας, ὡς δεῖ καὶ τέκν' εἰδέναι λόγους

894

τοὺς ἐξ ἐκείνης. τὸν δὲ τῆς νεοσφαγοῦς

895

Πολυξένης ἐπίσχες, Ἀγάμεμνον, τάφον,

896

ὡς τώδ' ἀδελφὼ πλησίον μιᾶι φλογί,

897

δισσὴ μέριμνα μητρί, κρυφθῆτον χθονί.

898

{Αγ.} ἔσται τάδ' οὕτω· καὶ γὰρ εἰ μὲν ἦν στρατῶι

899

πλοῦς, οὐκ ἂν εἶχον τήνδε σοι δοῦναι χάριν·

900

νῦν δ', οὐ γὰρ ἵης' οὐρίους πνοὰς θεός,

901

μένειν ἀνάγκη πλοῦν ὁρῶντας ἡσύχους.

902

γένοιτο δ' εὖ πως· πᾶσι γὰρ κοινὸν τόδε,

903

ἰδίαι θ' ἑκάστωι καὶ πόλει, τὸν μὲν κακὸν

904

κακόν τι πάσχειν, τὸν δὲ χρηστὸν εὐτυχεῖν.

905

{Χο.} σὺ μέν, ὦ πατρὶς Ἰλιάς,

906

τῶν ἀπορθήτων πόλις οὐκέτι λέξηι·

908

τοῖον Ἑλλάνων νέφος ἀμφί σε κρύπτει

909

δορὶ δὴ δορὶ πέρσαν.

910

ἀπὸ δὲ στεφάναν κέκαρ-

911

σαι πύργων, κατὰ δ' αἰθάλου

912

κηλῖδ' οἰκτροτάταν κέχρωσαι.

913

τάλαιν', οὐκέτι ς' ἐμβατεύσω.

914

μεσονύκτιος ὠλλύμαν,

915

ἦμος ἐκ δείπνων ὕπνος ἡδὺς ἐπ' ὄσσοις

917

σκίδναται, μολπᾶν δ' ἄπο καὶ χοροποιὸν

918

θυσίαν καταπαύσας

919

πόσις ἐν θαλάμοις ἔκει-

920

το, ξυστὸν δ' ἐπὶ πασσάλωι,

921

ναύταν οὐκέθ' ὁρῶν ὅμιλον

922

Τροίαν Ἰλιάδ' ἐμβεβῶτα.

923

ἐγὼ δὲ πλόκαμον ἀναδέτοις

924

μίτραισιν ἐρρυθμιζόμαν

925

χρυσέων ἐνόπτρων λεύσσους' ἀτέρμονας εἰς αὐγάς,

926

ἐπιδέμνιος ὡς πέσοιμ' ἐς εὐνάν.

927

ἀνὰ δὲ κέλαδος ἔμολε πόλιν·

928

κέλευσμα δ' ἦν κατ' ἄστυ Τροίας τόδ'· Ὦ

930

παῖδες Ἑλλάνων, πότε δὴ πότε τὰν

931

Ἰλιάδα σκοπιὰν

932

πέρσαντες ἥξετ' οἴκους;

933

λέχη δὲ φίλια μονόπεπλος

934

λιποῦσα, Δωρὶς ὡς κόρα,

935

σεμνὰν προσίζους' οὐκ ἤνυς' Ἄρτεμιν ἁ τλάμων·

937

ἄγομαι δὲ θανόντ' ἰδοῦς' ἀκοίταν

938

τὸν ἐμὸν ἅλιον ἐπὶ πέλαγος·

939

πόλιν τ' ἀποσκοποῦς', ἐπεὶ νόστιμον

940

ναῦς ἐκίνησεν πόδα καί μ' ἀπὸ γᾶς

941

ὥρισεν Ἰλιάδος,

942

τάλαιν' ἀπεῖπον ἄλγει,

943

τὰν τοῖν Διοσκούροιν Ἑλέναν κάσιν Ἰδαῖόν τε

944

βούταν

945

αἰνόπαριν κατάραι

946

διδοῦς', ἐπεί με γαίας

947

ἐκ πατρίας ἀπώλεσεν

948

ἐξώικισέν τ' οἴκων γάμος οὐ γάμος ἀλλ'

949

ἀλάστορός τις οἰζύς·

950

ἃν μήτε πέλαγος ἅλιον ἀπαγάγοι πάλιν

952

μήτε πατρῶιον ἵκοιτ' ἐς οἶκον.

953

{ΠΟΛΥΜΗΣΤΩΡ} ὦ φίλτατ' ἀνδρῶν Πρίαμε, φιλτάτη δὲ σύ,

954

Ἑκάβη, δακρύω ς' εἰσορῶν πόλιν τε σὴν

955

τήν τ' ἀρτίως θανοῦσαν ἔκγονον σέθεν.

956

φεῦ· οὐκ ἔστιν οὐδὲν πιστόν, οὔτ' εὐδοξία

957

οὔτ' αὖ καλῶς πράσσοντα μὴ πράξειν κακῶς.

958

φύρουσι δ' αὐτὰ θεοὶ πάλιν τε καὶ πρόσω

959

ταραγμὸν ἐντιθέντες, ὡς ἀγνωσίαι

960

σέβωμεν αὐτούς. ἀλλὰ ταῦτα μὲν τί δεῖ

961

θρηνεῖν, προκόπτοντ' οὐδὲν ἐς πρόσθεν κακῶν;

962

σὺ δ', εἴ τι μέμφηι τῆς ἐμῆς ἀπουσίας,

963

σχές· τυγχάνω γὰρ ἐν μέσοις Θρήικης ὅροις

964

ἀπών, ὅτ' ἦλθες δεῦρ'· ἐπεὶ δ' ἀφικόμην,

965

ἤδη πόδ' ἔξω δωμάτων αἴροντί μοι

966

ἐς ταὐτὸν ἥδε συμπίτνει δμωὶς σέθεν,

967

λέγουσα μύθους ὧν κλύων ἀφικόμην.

968

{Εκ.} αἰσχύνομαί σε προσβλέπειν ἐναντίον,

969

Πολυμῆστορ, ἐν τοιοῖσδε κειμένη κακοῖς.

970

ὅτωι γὰρ ὤφθην εὐτυχοῦς', αἰδώς μ' ἔχει

971

ἐν τῶιδε πότμωι τυγχάνους' ἵν' εἰμὶ νῦν,

972

κοὐκ ἂν δυναίμην προσβλέπειν ὀρθαῖς κόραις·

973

ἀλλ' αὐτὸ μὴ δύσνοιαν ἡγήσηι σέθεν

974

[Πολυμῆστορ· ἄλλως δ' αἴτιόν τι καὶ νόμος,

975

γυναῖκας ἀνδρῶν μὴ βλέπειν ἐναντίον].

976

{Πο.} καὶ θαῦμά γ' οὐδέν. ἀλλὰ τίς χρεία ς' ἐμοῦ;

977

τί χρῆμ' ἐπέμψω τὸν ἐμὸν ἐκ δόμων πόδα;

978

{Εκ.} ἴδιον ἐμαυτῆς δή τι πρὸς σὲ βούλομαι

979

καὶ παῖδας εἰπεῖν σούς· ὀπάονας δέ μοι

980

χωρὶς κέλευσον τῶνδ' ἀποστῆναι δόμων.

981

{Πο.} χωρεῖτ'· ἐν ἀσφαλεῖ γὰρ ἥδ' ἐρημία.

982

φίλη μὲν εἶ σύ, προσφιλὲς δέ μοι τόδε

983

στράτευμ' Ἀχαιῶν. ἀλλὰ σημαίνειν σε χρή·

984

τί χρὴ τὸν εὖ πράσσοντα μὴ πράσσουσιν εὖ

985

φίλοις ἐπαρκεῖν; ὡς ἕτοιμός εἰμ' ἐγώ.

986

{Εκ.} πρῶτον μὲν εἰπὲ παῖδ' ὃν ἐξ ἐμῆς χερὸς

987

Πολύδωρον ἔκ τε πατρὸς ἐν δόμοις ἔχεις,

988

εἰ ζῆι· τὰ δ' ἄλλα δεύτερόν ς' ἐρήσομαι.

989

{Πο.} μάλιστα· τοὐκείνου μὲν εὐτυχεῖς μέρος.

990

{Εκ.} ὦ φίλταθ', ὡς εὖ κἀξίως λέγεις σέθεν.

991

{Πο.} τί δῆτα βούληι δεύτερον μαθεῖν ἐμοῦ;

992

{Εκ.} εἰ τῆς τεκούσης τῆσδε μέμνηταί τί που.

993

{Πο.} καὶ δεῦρό γ' ὡς σὲ κρύφιος…

994

{Εκ.}…

995

The complete text is available when the reading interface loads.