The Greek Library Author

Anonymous

Supplices

Authority group
Euripides (catalogue association; authorship remains anonymous)
Edition reference
Supplices, ed. Diggle, op. cit., vol. 2 (1981) 3–53.
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg041.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

139

{Θη.} τί δ' εἶπ' Ἀπόλλων παρθένοις κραίνων γάμον;

140

{Αδ.} κάπρωι με δοῦναι καὶ λέοντι παῖδ' ἐμώ.

141

{Θη.} σὺ δ' ἐξελίσσεις πῶς θεοῦ θεσπίσματα;

142

{Αδ.} ἐλθόντε φυγάδε νυκτὸς εἰς ἐμὰς πύλας

143

{Θη.} τίς καὶ τίς; εἰπέ· δύο γὰρ ἐξαυδᾶις ἅμα.

144

{Αδ.} Τυδεὺς μάχην συνῆψε Πολυνείκης θ' ἅμα.

145

{Θη.} ἦ τοῖσδ' ἔδωκας θηρσὶν ὣς κόρας σέθεν;

146

{Αδ.} μάχην γε δισσοῖν κνωδάλοιν ἀπεικάσας.

147

{Θη.} ἦλθον δὲ δὴ πῶς πατρίδος ἐκλιπόνθ' ὅρους;

148

{Αδ.} Τυδεὺς μὲν αἷμα συγγενὲς φεύγων χθονός.

149

{Θη.} ὁ δ' Οἰδίπου 〈παῖς〉 τίνι τρόπωι Θήβας λιπών;

150

{Αδ.} ἀραῖς πατρώιαις, μὴ κασίγνητον κτάνοι.

151

{Θη.} σοφήν γ' ἔλεξας τήνδ' ἑκούσιον φυγήν.

152

{Αδ.} ἀλλ' οἱ μένοντες τοὺς ἀπόντας ἠδίκουν.

153

{Θη.} οὔ πού σφ' ἀδελφὸς χρημάτων νοσφίζεται;

154

{Αδ.} ταύτηι δικάζων ἦλθον· εἶτ' ἀπωλόμην.

155

{Θη.} μάντεις δ' ἐπῆλθες ἐμπύρων τ' εἶδες φλόγα;

156

{Αδ.} οἴμοι· διώκεις μ' ἧι μάλιστ' ἐγὼ 'σφάλην.

157

{Θη.} οὐκ ἦλθες, ὡς ἔοικεν, εὐνοίαι θεῶν.

158

{Αδ.} τὸ δὲ πλέον, ἦλθον Ἀμφιάρεώ γε πρὸς βίαν.

159

{Θη.} οὕτω τὸ θεῖον ῥαιδίως ἀπεστράφης;

160

{Αδ.} νέων γὰρ ἀνδρῶν θόρυβος ἐξέπλησσέ με.

161

{Θη.} εὐψυχίαν ἔσπευσας ἀντ' εὐβουλίας.

162

{Αδ.} [ὃ δή γε πολλοὺς ὤλεσε στρατηλάτας.]

163

ἀλλ', ὦ καθ' Ἑλλάδ' ἀλκιμώτατον κάρα,

164

ἄναξ Ἀθηνῶν, ἐν μὲν αἰσχύναις ἔχω

165

πίτνων πρὸς οὖδας γόνυ σὸν ἀμπίσχειν χερί,

166

πολιὸς ἀνὴρ τύραννος εὐδαίμων πάρος·

167

ὅμως δ' ἀνάγκη συμφοραῖς εἴκειν ἐμαῖς.

168

σῶσον νεκρούς μοι τἀμά τ' οἰκτίρας κακὰ

169

καὶ τῶν θανόντων τάσδε μητέρας τέκνων,

170

αἷς γῆρας ἥκει πολιὸν εἰς ἀπαιδίαν,

171

ἐλθεῖν δ' ἔτλησαν δεῦρο καὶ ξένον πόδα

172

θεῖναι μόλις γεραιὰ κινοῦσαι μέλη,

173

πρεσβεύματ' οὐ Δήμητρος ἐς μυστήρια

174

ἀλλ' ὡς νεκροὺς θάψωσιν, ἃς αὐτὰς ἐχρῆν

175

κείνων ταφείσας χερσὶν ὡραίων τυχεῖν.

176

σοφὸν δὲ πενίαν τ' εἰσορᾶν τὸν ὄλβιον

177

πένητά τ' ἐς τοὺς πλουσίους ἀποβλέπειν

178

ζηλοῦνθ', ἵν' αὐτὸν χρημάτων ἔρως ἔχηι,

179

τά τ' οἰκτρὰ τοὺς μὴ δυστυχεῖς δεδορκέναι

post 179

〈 〉

post 17:

τόν θ' ὑμνοποιὸν αὐτὸς ἃν τίκτηι μέλη

post 17;

χαίροντα τίκτειν· ἢν δὲ μὴ πάσχηι τόδε,

post 17<

οὔτοι δύναιτ' ἂν οἴκοθέν γ' ἀτώμενος

post 17=

τέρπειν ἂν ἄλλους· οὐδὲ γὰρ δίκην ἔχει.

post 17>

τάχ' οὖν ἂν εἴποις· Πελοπίαν παρεὶς χθόνα

post 17?

πῶς ταῖς Ἀθήναις τόνδε προστάσσεις πόνον;

post 17@

ἐγὼ δίκαιός εἰμ' ἀφηγεῖσθαι τάδε.

post 17A

Σπάρτη μὲν ὠμὴ καὶ πεποίκιλται τρόπους,

post 17B

τὰ δ' ἄλλα μικρὰ κἀσθενῆ· πόλις δὲ σὴ

post 17C

μόνη δύναιτ' ἂν τόνδ' ὑποστῆναι πόνον·

post 17D

τά τ' οἰκτρὰ γὰρ δέδορκε καὶ νεανίαν

post 17E

ἔχει σε ποιμέν' ἐσθλόν· οὗ χρείαι πόλεις

post 17F

πολλαὶ διώλοντ', ἐνδεεῖς στρατηλάτου.

post 17G

{Χο.} κἀγὼ τὸν αὐτὸν τῶιδέ σοι λόγον λέγω,

post 17H

Θησεῦ, δι' οἴκτου τὰς ἐμὰς λαβεῖν τύχας.

post 17I

{Θη.} ἄλλοισι δὴ 'πόνης' ἁμιλληθεὶς λόγωι

post 17J

τοιῶιδ'· ἔλεξε γάρ τις ὡς τὰ χείρονα

post 17K

πλείω βροτοῖσίν ἐστι τῶν ἀμεινόνων.

post 17L

ἐγὼ δὲ τούτοις ἀντίαν γνώμην ἔχω,

post 17M

πλείω τὰ χρηστὰ τῶν κακῶν εἶναι βροτοῖς.

post 17N

εἰ μὴ γὰρ ἦν τόδ', οὐκ ἂν ἦμεν ἐν φάει.

post 17O

αἰνῶ δ' ὃς ἡμῖν βίοτον ἐκ πεφυρμένου

post 17P

καὶ θηριώδους θεῶν διεσταθμήσατο,

post 17Q

πρῶτον μὲν ἐνθεὶς σύνεσιν, εἶτα δ' ἄγγελον

post 17R

γλῶσσαν λόγων δούς, ὥστε γιγνώσκειν ὄπα,

post 17S

τροφήν τε καρποῦ τῆι τροφῆι τ' ἀπ' οὐρανοῦ

post 17T

σταγόνας ὑδρηλὰς ὡς τά τ' ἐκ γαίας τρέφηι

post 17U

ἄρδηι τε νηδύν· πρὸς δὲ τοῖσι χείματος

post 17V

προβλήματ' αἶθόν 〈τ'〉 ἐξαμύνασθαι θεοῦ,

post 17W

πόντου τε ναυστολήμαθ' ὡς διαλλαγὰς

post 17X

ἔχοιμεν ἀλλήλοισιν ὧν πένοιτο γῆ.

post 17Y

ἃ δ' ἔστ' ἄσημα κοὐ σαφῶς γιγνώσκομεν,

post 17Z

ἐς πῦρ βλέποντες καὶ κατὰ σπλάγχνων πτυχὰς

post 17[

μάντεις προσημαίνουσιν οἰωνῶν τ' ἄπο.

post 17\

ἆρ' οὐ τρυφῶμεν, θεοῦ κατασκευὴν βίωι

post 17]

δόντος τοιαύτην, οἷσιν οὐκ ἀρκεῖ τάδε;

post 17^

ἀλλ' ἡ φρόνησις τοῦ θεοῦ μεῖζον σθένειν

post 17_

ζητεῖ, τὸ γαῦρον δ' ἐν φρεσὶν κεκτημένοι

post 17`

δοκοῦμεν εἶναι δαιμόνων σοφώτεροι.

post 17a

ἧς καὶ σὺ φαίνηι δεκάδος, οὐ σοφὸς γεγώς,

post 17b

ὅστις κόρας μὲν θεσφάτοις Φοίβου ζυγεὶς

post 17c

ξένοισιν ὧδ' ἔδωκας ὡς δόντων θεῶν,

post 17d

λαμπρὸν δὲ θολερῶι δῶμα συμμείξας τὸ σὸν

post 17e

ἥλκωσας οἴκους· χρὴ γὰρ οὔτε σώματα

post 17f

ἄδικα δικαίοις τὸν σοφὸν συμμειγνύναι

post 17g

εὐδαιμονοῦντάς τ' ἐς δόμους κτᾶσθαι φίλους.

post 17h

κοινὰς γὰρ ὁ θεὸς τὰς τύχας ἡγούμενος

post 17i

τοῖς τοῦ νοσοῦντος πήμασιν διώλεσεν

post 17j

τὸν οὐ νοσοῦντα κοὐδὲν ἠδικηκότα.

post 17k

ἐς δὲ στρατείαν πάντας Ἀργείους ἄγων,

post 17l

μάντεων λεγόντων θέσφατ' εἶτ' ἀτιμάσας,

post 17m

βίαι παρελθὼν θεοὺς ἀπώλεσας πόλιν,

post 17n

νέοις παραχθεὶς οἵτινες τιμώμενοι

post 17o

χαίρουσι πολέμους τ' αὐξάνους' ἄνευ δίκης,

post 17p

φθείροντες ἀστούς, ὁ μὲν ὅπως στρατηλατῆι,

post 17q

ὁ δ' ὡς ὑβρίζηι δύναμιν ἐς χεῖρας λαβών,

post 17r

ἄλλος δὲ κέρδους οὕνεκ', οὐκ ἀποσκοπῶν

post 17s

τὸ πλῆθος εἴ τι βλάπτεται πάσχον τάδε.

post 17t

τρεῖς γὰρ πολιτῶν μερίδες· οἱ μὲν ὄλβιοι

post 17u

ἀνωφελεῖς τε πλειόνων τ' ἐρῶς' ἀεί·

post 17v

οἱ δ' οὐκ ἔχοντες καὶ σπανίζοντες βίου

post 17w

δεινοί, νέμοντες τῶι φθόνωι πλέον μέρος,

post 17x

ἐς τούς 〈τ'〉 ἔχοντας κέντρ' ἀφιᾶσιν κακά,

post 17y

γλώσσαις πονηρῶν προστατῶν φηλούμενοι·

post 17z

τριῶν δὲ μοιρῶν ἡ 'ν μέσωι σώιζει πόλεις,

post 17{

κόσμον φυλάσσους' ὅντιν' ἂν τάξηι πόλις.

κἄπειτ' ἐγώ σοι σύμμαχος γενήσομαι;

post 17}

τί πρὸς πολίτας τοὺς ἐμοὺς λέγων καλόν;

post 17~

χαίρων ἴθ'· εἰ γὰρ μὴ βεβούλευσαι καλῶς

post 17byte-7F

†αὐτὸς πιέζειν τὴν τύχην ἡμᾶς λίαν†.

post 17byte-80

{Χο.} ἥμαρτεν· ἐν νέοισι δ' ἀνθρώπων τόδε

post 17byte-81

ἔνεστι· συγγνώμην δὲ τῶιδ' ἔχειν χρεών.

post 17byte-82

[ἀλλ' ὡς ἰατρὸν τῶνδ', ἄναξ, ἀφίγμεθα.]

post 17byte-83

{Αδ.} οὔτοι δικαστήν 〈ς'〉 εἱλόμην ἐμῶν κακῶν

post 17byte-84

οὐδ', εἴ τι πράξας μὴ καλῶς εὑρίσκομαι,

post 17byte-85

τούτων κολαστὴν κἀπιτιμητήν, ἄναξ,

post 17byte-86

ἀλλ' ὡς ὀναίμην. εἰ δὲ μὴ βούληι τάδε,

post 17byte-87

στέργειν ἀνάγκη τοῖσι σοῖς· τί γὰρ πάθω;

post 17byte-88

ἄγ', ὦ γεραιαί, στείχετε, γλαυκὴν χλόην

post 17byte-89

αὐτοῦ λιποῦσαι φυλλάδος καταστεφῆ,

post 17byte-8A

θεούς τε καὶ γῆν τήν τε πυρφόρον θεὰν

post 17byte-8B

Δήμητρα θέμεναι μάρτυρ' ἡλίου τε φῶς

post 17byte-8C

ὡς οὐδὲν ἡμῖν ἤρκεσαν λιταὶ θεῶν.

post 262

{〈Χο.} 〉

post 263

ὃς Πέλοπος ἦν παῖς, Πελοπίας δ' ἡμεῖς χθονὸς

post 264

ταὐτὸν πατρῶιον αἷμα σοὶ κεκτήμεθα.

post 265

τί δρᾶις; προδώσεις ταῦτα κἀκβαλεῖς χθονὸς

post 266

γραῦς οὐ τυχούσας οὐδὲν ὧν αὐτὰς ἐχρῆν;

post 267

μὴ δῆτ'· ἔχει γὰρ καταφυγὴν θὴρ μὲν πέτραν,

post 268

δοῦλος δὲ βωμοὺς θεῶν, πόλις δὲ πρὸς πόλιν

post 269

ἔπτηξε χειμασθεῖσα· τῶν γὰρ ἐν βροτοῖς

post 26:

οὐκ ἔστιν οὐδὲν διὰ τέλους εὐδαιμονοῦν.

post 26;

βᾶθι, τάλαιν', ἱερῶν δαπέδων ἄπο Περσεφονείας,

post 26<

βᾶθι καὶ ἀντίασον γονάτων ἔπι χεῖρα βαλοῦσα,

post 26=

τέκνων τεθνεώτων κομίσαι δέμας, ὦ μελέα 'γώ,

post 26>

οὓς ὑπὸ Καδμείοισιν ἀπώλεσα τείχεσι κούρους.

post 26?

[ἰώ μοι· λάβετε φέρετε πέμπετε †κρίνετε†

post 26@

ταλαίνας χέρας γεραιάς.]

post 26A

πρός 〈σε〉 γενειάδος, ὦ φίλος, ὦ δοκιμώτατος Ἑλλάδι,

278-279

ἄντομαι ἀμφιπίτνουσα τὸ σὸν γόνυ καὶ χέρα δειλαία·

280

οἴκτισαι ἀμφὶ τέκνων †μ' ἱκέταν ἤ τιν' ἀλάταν†

281

οἰκτρὸν ἰήλεμον οἰκτρὸν ἱεῖσαν.

282

μηδ' ἀτάφους, τέκνον, ἐν Κάδμου χθονὶ χάρματα θηρῶν

283

παῖδας ἐν ἡλικίαι τᾶι σᾶι κατίδηις, ἱκετεύω.

284

βλέψον ἐμῶν βλεφάρων ἔπι δάκρυον, ἃ περὶ σοῖσιν

285

γούνασιν ὧδε πίτνω τέκνοις τάφον ἐξανύσασθαι.

286

{Θη.} μῆτερ, τί κλαίεις λέπτ' ἐπ' ὀμμάτων φάρη

287

βαλοῦσα τῶν σῶν; ἆρα δυστήνους γόους

288

κλύουσα τῶνδε; κἀμὲ γὰρ διῆλθέ τι.

289

ἔπαιρε λευκὸν κρᾶτα, μὴ δακρυρρόει

290

σεμναῖσι Δηοῦς ἐσχάραις παρημένη.

291

{Αι.} αἰαῖ. {Θη.} τὰ τούτων οὐχὶ σοὶ στενακτέον.

292

{Αι.} ὦ τλήμονες γυναῖκες. {Θη.} οὐ σὺ τῶνδ' ἔφυς.

293

{Αι.} εἴπω τι, τέκνον, σοί τε καὶ πόλει καλόν;

294

{Θη.} ὡς πολλά γ' ἐστὶ κἀπὸ θηλειῶν σοφά.

295

{Αι.} ἀλλ' εἰς ὄκνον μοι μῦθος ὃν κεύθω φέρει.

296

{Θη.} αἰσχρόν γ' ἔλεξας, χρήστ' ἔπη κρύπτειν φίλους.

297

{Αι.} οὔτοι σιωπῶς' εἶτα μέμψομαί ποτε

298

τὴν νῦν σιωπὴν ὡς ἐσιγήθη κακῶς,

299

οὐδ' ὡς ἀχρεῖον τὰς γυναῖκας εὖ λέγειν

300

δείσας' ἀφήσω τῶι φόβωι τοὐμὸν καλόν.

301

ἐγὼ δέ ς', ὦ παῖ, πρῶτα μὲν τὰ τῶν θεῶν

302

σκοπεῖν κελεύω μὴ σφαλῆις ἀτιμάσας·

303

[σφαλῆς γὰρ ἐν τούτωι μόνωι τἄλλ' εὖ φρονῶν.]

304

πρὸς τοῖσδε δ', εἰ μὲν μὴ ἀδικουμένοις ἐχρῆν

305

τολμηρὸν εἶναι, κάρτ' ἂν εἶχον ἡσύχως.

306

νῦν δ' ἴσθι σοί τε τοῦθ' ὅσην τιμὴν φέρει

307

κἀμοὶ παραινεῖν οὐ φόβον φέρει, τέκνον,

308

ἄνδρας βιαίους καὶ κατείργοντας νεκροὺς

309

τάφου τε μοῖραν καὶ κτερισμάτων λαχεῖν

310

ἐς τήνδ' ἀνάγκην σῆι καταστῆσαι χερὶ

311

νόμιμά τε πάσης συγχέοντας Ἑλλάδος

312

παῦσαι· τὸ γάρ τοι συνέχον ἀνθρώπων πόλεις

313

τοῦθ' ἔσθ', ὅταν τις τοὺς νόμους σώιζηι καλῶς.

314

ἐρεῖ δὲ δή τις ὡς ἀνανδρίαι χερῶν,

315

πόλει παρόν σοι στέφανον εὐκλείας λαβεῖν,

316

δείσας ἀπέστης, καὶ συὸς μὲν ἀγρίου

317

ἀγῶνος ἥψω φαῦλον ἀθλήσας πόνον,

318

οὗ δ' ἐς κράνος βλέψαντα καὶ λόγχης ἀκμὴν

319

χρῆν ἐκπονῆσαι δειλὸς ὢν ἐφηυρέθης.

320

μὴ δῆτ' ἐμός γ' ὤν, ὦ τέκνον, δράσηις τάδε.

321

ὁρᾶις ἄβουλος ὡς κεκερτομημένη

322

τοῖς κερτομοῦσι γοργὸν ὄμμ' ἀναβλέπει

323

σὴ πατρίς; ἐν γὰρ τοῖς πόνοισιν αὔξεται·

324

αἱ δ' ἥσυχοι σκοτεινὰ πράσσουσαι πόλεις

325

σκοτεινὰ καὶ βλέπουσιν εὐλαβούμεναι.

326

οὐκ εἶ νεκροῖσι καὶ γυναιξὶν ἀθλίαις

327

προσωφελήσων, ὦ τέκνον, κεχρημέναις;

328

ὡς οὔτε ταρβῶ σὺν δίκηι ς' ὁρμώμενον

329

Κάδμου θ' ὁρῶσα λαὸν εὖ πεπραγότα

330

ἔτ' αὐτὸν ἄλλα βλήματ' ἐν κύβοις βαλεῖν

331

πέποιθ'· ὁ γὰρ θεὸς πάντ' ἀναστρέφει πάλιν.

332

{Χο.} ὦ φιλτάτη μοι, τῶιδέ τ' εἴρηκας καλῶς

333

κἀμοί· διπλοῦν δὲ χάρμα γίγνεται τόδε.

334

{Θη.} ἐμοὶ λόγοι μέν, μῆτερ, οἱ λελεγμένοι

335

ὀρθῶς ἔχους' ἐς τόνδε κἀπεφηνάμην

336

γνώμην ὑφ' οἵων ἐσφάλη βουλευμάτων.

337

ὁρῶ δὲ κἀγὼ ταῦθ' ἅπερ με νουθετεῖς,

338

ὡς τοῖς ἐμοῖσιν οὐχὶ πρόσφορον τρόποις

339

φεύγειν τὰ δεινά. πολλὰ γὰρ δράσας καλὰ

340

ἔθος τόδ' εἰς Ἕλληνας ἐξεδειξάμην,

341

ἀεὶ κολαστὴς τῶν κακῶν καθεστάναι.

342

οὔκουν ἀπαυδᾶν δυνατόν ἐστί μοι πόνους.

343

τί γάρ μ' ἐροῦσιν οἵ γε δυσμενεῖς βροτῶν,

344

ὅθ' ἡ τεκοῦσα χὐπερορρωδοῦς' ἐμοῦ

345

πρώτη κελεύεις τόνδ' ὑποστῆναι πόνον;

346

δράσω τάδ'· εἶμι καὶ νεκροὺς ἐκλύσομαι

347

λόγοισι πείθων· εἰ δὲ μή, βίαι δορὸς

348

ἤδη τότ' ἔσται κοὐχὶ σὺν φθόνωι θεῶν.

349

δόξαι δὲ χρήιζω καὶ πόλει πάσηι τόδε,

350

δόξει δ' ἐμοῦ θέλοντος· ἀλλὰ τοῦ λόγου

351

προσδοὺς ἔχοιμ' ἂν δῆμον εὐμενέστερον.

352

καὶ γὰρ κατέστης' αὐτὸν ἐς μοναρχίαν

353

ἐλευθερώσας τήνδ' ἰσόψηφον πόλιν.

354

λαβὼν δ' Ἄδραστον δεῖγμα τῶν ἐμῶν λόγων

355

ἐς πλῆθος ἀστῶν εἶμι· καὶ πείσας τάδε,

356

λεκτοὺς ἀθροίσας δεῦρ' Ἀθηναίων κόρους

357

ἥξω· παρ' ὅπλοις θ' ἥμενος πέμψω λόγους

358

Κρέοντι νεκρῶν σώματ' ἐξαιτούμενος.

359

ἀλλ', ὦ γεραιαί, σέμν' ἀφαιρεῖτε στέφη

360

μητρός, πρὸς οἴκους ὥς νιν Αἰγέως ἄγω

361

φίλην προσάψας χεῖρα· τοῖς τεκοῦσι γὰρ

362

δύστηνος ὅστις μὴ ἀντιδουλεύει τέκνων,

363

κάλλιστον ἔρανον· δοὺς γὰρ ἀντιλάζυται

364

παίδων παρ' αὑτοῦ τοιάδ' ἃν τοκεῦσι δῶι.

365

{Χο.} ἱππόβοτον Ἄργος, ὦ πάτριον ἐμὸν πέδον,

366

〈τάδ'〉 ἐκλύετε, τάδ' ἐκλύετε

367

ἄνακτος ὅσια περὶ θεοὺς

368

καὶ μεγάλα Πελασγίαι

369

καὶ κατ' Ἄργος;

370

εἰ γὰρ ἐπὶ τέρμα καὶ τὸ πλέον ἐμῶν κακῶν ἱκόμενος ἔτι ματέρος

371

ἄμυγμα φόνιον ἐξέλοι,

372

γᾶν δὲ φίλιον Ἰνάχου

373

θεῖτ' ὀνήσας. καλὸν 〈δ'〉 ἄγαλμα πόλεσιν εὐσεβὴς πόνος

374

χάριν τ' ἔχει τὰν ἐς αἰεί. τί μοι

375

πόλις κρανεῖ ποτ'; ἆρα φίλιά μοι τεμεῖ

376

καὶ τέκνοις ταφὰς ληψόμεσθα;

377

ἄμυνε ματρί, πόλις, ἄμυνε, Παλλάδος,

378

νόμους βροτῶν μὴ μιαίνειν. σύ τοι

379

σέβεις δίκαν, τὸ δ' ἧσσον ἀδικίαι νέμεις

380

δυστυχῆ τ' ἀεὶ πάντα ῥύηι.

381

{Θη.} τέχνην μὲν αἰεὶ τήνδ' ἔχων ὑπηρετεῖς

382

πόλει τε κἀμοὶ διαφέρων κηρύγματα.

383

ἐλθὼν δ' ὑπέρ τ' Ἀσωπὸν Ἰσμηνοῦ θ' ὕδωρ

384

σεμνῶι τυράννωι φράζε Καδμείων τάδε·

385

Θησεύς ς' ἀπαιτεῖ πρὸς χάριν θάψαι νεκρούς,

386

συγγείτον' οἰκῶν γαῖαν, ἀξιῶν τυχεῖν,

387

φίλον τε θέσθαι πάντ' Ἐρεχθειδῶν λεών.

388

κἂν μὲν θέλωσιν, αἰνέσας παλίσσυτος

389

στεῖχ'· ἢν δ' ἀπιστῶς', οἵδε δεύτεροι λόγοι·

390

Κῶμον δέχεσθαι τὸν ἐμὸν ἀσπιδηφόρον.

391

στρατὸς δὲ θάσσει κἀξετάζεται παρὼν

392

Καλλίχορον ἀμφὶ σεμνὸν εὐτρεπὴς ὅδε.

393

καὶ μὴν ἑκοῦσά γ' ἀσμένη τ' ἐδέξατο

394

πόλις πόνον τόνδ' ὡς θέλοντά μ' ἤισθετο.

395

ἔα· λόγων τίς ἐμποδὼν ὅδ' ἔρχεται;

396

Καδμεῖος, ὡς ἔοικεν οὐ σάφ' εἰδότι,

397

κῆρυξ. ἐπίσχες, ἤν ς' ἀπαλλάξηι πόνου

398

μολὼν ὕπαντα τοῖς ἐμοῖς βουλεύμασιν.

399

{ΚΗΡΥΞ} τίς γῆς τύραννος; πρὸς τίν' ἀγγεῖλαί με χρὴ

400

λόγους Κρέοντος, ὃς κρατεῖ Κάδμου χθονὸς

401

Ἐτεοκλέους θανόντος ἀμφ' ἑπταστόμους

402

πύλας ἀδελφῆι χειρὶ Πολυνείκους ὕπο;

403

{Θη.} πρῶτον μὲν ἤρξω τοῦ λόγου ψευδῶς, ξένε,

404

ζητῶν τύραννον ἐνθάδ'· οὐ γὰρ ἄρχεται

405

ἑνὸς πρὸς ἀνδρὸς ἀλλ' ἐλευθέρα πόλις.

406

δῆμος δ' ἀνάσσει διαδοχαῖσιν ἐν μέρει

407

ἐνιαυσίαισιν, οὐχὶ τῶι πλούτωι διδοὺς

408

τὸ πλεῖστον ἀλλὰ χὠ πένης ἔχων ἴσον.

409

{Κη.} ἓν μὲν τόδ' ἡμῖν ὥσπερ ἐν πεσσοῖς δίδως

410

κρεῖσσον· πόλις γὰρ ἧς ἐγὼ πάρειμ' ἄπο

411

ἑνὸς πρὸς ἀνδρὸς οὐκ ὄχλωι κρατύνεται·

412

οὐδ' ἔστιν αὐτὴν ὅστις ἐκχαυνῶν λόγοις

413

πρὸς κέρδος ἴδιον ἄλλοτ' ἄλλοσε στρέφει,

414

τὸ δ' αὐτίχ' ἡδὺς καὶ διδοὺς πολλὴν χάριν

415

ἐσαῦθις ἔβλαψ', εἶτα διαβολαῖς νέαις

416

κλέψας τὰ πρόσθε σφάλματ' ἐξέδυ δίκης.

417

ἄλλως τε πῶς ἂν μὴ διορθεύων λόγους

418

ὀρθῶς δύναιτ' ἂν δῆμος εὐθύνειν πόλιν;

419

ὁ γὰρ χρόνος μάθησιν ἀντὶ τοῦ τάχους

420

κρείσσω δίδωσι. γαπόνος δ' ἀνὴρ πένης,

421

εἰ καὶ γένοιτο μὴ ἀμαθής, ἔργων ὕπο

422

οὐκ ἂν δύναιτο πρὸς τὰ κοίν' ἀποβλέπειν.

423

ἦ δὴ νοσῶδες τοῦτο τοῖς ἀμείνοσιν,

424

ὅταν πονηρὸς ἀξίωμ' ἀνὴρ ἔχηι

425

γλώσσηι κατασχὼν δῆμον, οὐδὲν ὢν τὸ πρίν.

426

{Θη.} κομψός γ' ὁ κῆρυξ καὶ παρεργάτης λόγων.

427

ἐπεὶ δ' ἀγῶνα καὶ σὺ τόνδ' ἠγωνίσω,

428

ἄκου'· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.

429

οὐδὲν τυράννου δυσμενέστερον πόλει,

430

ὅπου τὸ μὲν πρώτιστον οὐκ εἰσὶν νόμοι

431

κοινοί, κρατεῖ δ' εἷς τὸν νόμον κεκτημένος

432

αὐτὸς παρ' αὑτῶι· καὶ τόδ' οὐκέτ' ἔστ' ἴσον.

433

γεγραμμένων δὲ τῶν νόμων ὅ τ' ἀσθενὴς

434

ὁ πλούσιός τε τὴν δίκην ἴσην ἔχει,

435

ἔστιν δ' ἐνισπεῖν τοῖσιν ἀσθενεστέροις

436

τὸν εὐτυχοῦντα ταὔθ' ὅταν κλύηι κακῶς,

437

νικᾶι δ' ὁ μείων τὸν μέγαν δίκαι' ἔχων.

438

τοὐλεύθερον δ' ἐκεῖνο· Τίς θέλει πόλει

439

χρηστόν τι βούλευμ' ἐς μέσον φέρειν ἔχων;

440

καὶ ταῦθ' ὁ χρήιζων λαμπρός ἐσθ', ὁ μὴ θέλων

441

σιγᾶι. τί τούτων ἔστ' ἰσαίτερον πόλει;

442

καὶ μὴν ὅπου γε δῆμος εὐθυντὴς χθονὸς

443

ὑποῦσιν ἀστοῖς ἥδεται νεανίαις·

444

ἀνὴρ δὲ βασιλεὺς ἐχθρὸν ἡγεῖται τόδε,

445

καὶ τοὺς ἀρίστους οὕς 〈τ'〉 ἂν ἡγῆται φρονεῖν

446

κτείνει, δεδοικὼς τῆς τυραννίδος πέρι.

447

πῶς οὖν ἔτ' ἂν γένοιτ' ἂν ἰσχυρὰ πόλις

448

ὅταν τις ὡς λειμῶνος ἠρινοῦ στάχυν

449

τομαῖς ἀφαιρῆι κἀπολωτίζηι νέους;

450

κτᾶσθαι δὲ πλοῦτον καὶ βίον τί δεῖ τέκνοις

451

ὡς τῶι τυράννωι πλείον' ἐκμοχθῆι βίον;

452

ἢ παρθενεύειν παῖδας ἐν δόμοις καλῶς,

453

τερπνὰς τυράννοις ἡδονὰς ὅταν θέληι,

454

δάκρυα δ' ἑτοιμάζουσι; μὴ ζώιην ἔτι

455

εἰ τἀμὰ τέκνα πρὸς βίαν νυμφεύσεται.

456

καὶ ταῦτα μὲν δὴ πρὸς τὰ ς' ἐξηκόντισα.

457

ἥκεις δὲ δὴ τί τῆσδε γῆς κεχρημένος;

458

κλαίων γ' ἂν ἦλθες, εἴ σε μὴ 'πεμψεν πόλις,

459

περισσὰ φωνῶν· τὸν γὰρ ἄγγελον χρεὼν

460

λέξανθ' ὅς' ἂν τάξηι τις ὡς τάχος πάλιν

461

χωρεῖν. τὸ λοιπὸν δ' εἰς ἐμὴν πόλιν Κρέων

462

ἧσσον λάλον σου πεμπέτω τιν' ἄγγελον.

463

{Χο.} φεῦ φεῦ· κακοῖσιν ὡς ὅταν δαίμων διδῶι

464

καλῶς, ὑβρίζους' ὡς ἀεὶ πράξοντες εὖ.

465

{Κη} λέγοιμ' ἂν ἤδη. τῶν μὲν ἠγωνισμένων

466

σοὶ μὲν δοκείτω ταῦτ', ἐμοὶ δὲ τἀντία.

467

ἐγὼ δ' ἀπαυδῶ πᾶς τε Καδμεῖος λεὼς

468

Ἄδραστον ἐς γῆν τήνδε μὴ παριέναι·

469

εἰ δ' ἔστιν ἐν γῆι, πρὶν θεοῦ δῦναι σέλας

470

λύσαντα σεμνὰ στεμμάτων μυστήρια

471

τῆσδ' ἐξελαύνειν, μηδ' ἀναιρεῖσθαι νεκροὺς

472

βίαι, προσήκοντ' οὐδὲν Ἀργείων πόλει.

473

κἂν μὲν πίθηι μοι, κυμάτων ἄτερ πόλιν

474

σὴν ναυστολήσεις· εἰ δὲ μή, πολὺς κλύδων

475

ἡμῖν τε καὶ σοὶ συμμάχοις τ' ἔσται δορός.

476

σκέψαι δὲ καὶ μὴ τοῖς ἐμοῖς θυμούμενος

477

λόγοισιν, ὡς δὴ πόλιν ἐλευθέραν ἔχων,

478

σφριγῶντ' ἀμείψηι μῦθον ἐκ βραχιόνων.

479

ἐλπὶς γάρ ἐστ' ἄπιστον, ἣ πολλὰς πόλεις

480

συνῆψ' ἄγουσα θυμὸν εἰς ὑπερβολάς.

481

ὅταν γὰρ ἔλθηι πόλεμος ἐς ψῆφον λεώ,

482

οὐδεὶς ἔθ' αὑτοῦ θάνατον ἐκλογίζεται,

483

τὸ δυστυχὲς δὲ τοῦτ' ἐς ἄλλον ἐκτρέπει.

484

εἰ δ' ἦν παρ' ὄμμα θάνατος ἐν ψήφου φορᾶι,

485

οὐκ ἄν ποθ' Ἑλλὰς δοριμανὴς ἀπώλλυτο.

486

καίτοι δυοῖν γε πάντες ἄνθρωποι λόγοιν

487

τὸν κρείσσον' ἴσμεν καὶ τὰ χρηστὰ καὶ κακὰ

488

ὅσωι τε πολέμου κρεῖσσον εἰρήνη βροτοῖς·

489

ἣ πρῶτα μὲν Μούσαισι προσφιλεστάτη

490

Ποιναῖσι δ' ἐχθρά, τέρπεταί τ' εὐπαιδίαι

491

χαίρει δὲ πλούτωι. ταῦτ' ἀφέντες οἱ κακοὶ

492

πολέμους ἀναιρούμεσθα καὶ τὸν ἥσσονα

493

δουλούμεθ', ἄνδρες ἄνδρα καὶ πόλις πόλιν.

494

σὺ δ' ἄνδρας ἐχθροὺς καὶ θανόντας ὠφελεῖς,

495

θάπτων κομίζων θ' ὕβρις οὓς ἀπώλεσεν;

496

οὔ τἄρ' ἔτ' ὀρθῶς Καπανέως κεραύνιον

497

δέμας καπνοῦται, κλιμάκων ὀρθοστάτας

498

ὃς προσβαλὼν πύλαισιν ὤμοσεν πόλιν

499

πέρσειν θεοῦ θέλοντος ἤν τε μὴ θέληι,

500

οὐδ' ἥρπασεν χάρυβδις οἰωνοσκόπον

501

τέθριππον ἅρμα περιβαλοῦσα χάσματι,

502

ἄλλοι τε κεῖνται πρὸς πύλαις λοχαγέται

503

πέτροις καταξανθέντες ὀστέων ῥαφάς.

504

ἤ νυν φρονεῖν ἄμεινον ἐξαύχει Διὸς

505

ἢ θεοὺς δικαίως τοὺς κακοὺς ἀπολλύναι.

506

φιλεῖν μὲν οὖν χρὴ τοὺς σοφοὺς πρῶτον τέκνα,

507

ἔπειτα τοκέας πατρίδα θ', ἣν αὔξειν χρεὼν

508

καὶ μὴ κατᾶξαι. σφαλερὸν ἡγεμὼν θρασὺς

509

νεώς τε ναύτης· ἥσυχος καιρῶι, σοφός.

510

καὶ τοῦτό τοι τἀνδρεῖον, ἡ προμηθία.

511

{Χο.} ἐξαρκέσας ἦν Ζεὺς ὁ τιμωρούμενος,

512

ὑμᾶς δ' ὑβρίζειν οὐκ ἐχρῆν τοιάνδ' ὕβριν.

513

{Αδ.} ὦ παγκάκιστε {Θη.} σῖγ', Ἄδραστ', ἔχε στόμα

514

καὶ μὴ 'πίπροσθεν τῶν ἐμῶν τοὺς σοὺς λόγους

515

θῆις. οὐ γὰρ ἥκει πρὸς σὲ κηρύσσων ὅδε

516

ἀλλ' ὡς ἔμ'· ἡμᾶς κἀποκρίνασθαι χρεών.

517

καὶ πρῶτα μέν σε πρὸς τὰ πρῶτ' ἀμείψομαι.

518

οὐκ οἶδ' ἐγὼ Κρέοντα δεσπόζοντ' ἐμοῦ

519

οὐδὲ σθένοντα μεῖζον, ὥστ' ἀναγκάσαι

520

δρᾶν τὰς Ἀθήνας ταῦτ'· ἄνω γὰρ ἂν ῥέοι

521

τὰ πράγμαθ', οὕτως εἰ 'πιταξόμεσθα δή.

522

πόλεμον δὲ τοῦτον οὐκ ἐγὼ καθίσταμαι,

523

ὃς οὐδὲ σὺν τοῖσδ' ἦλθον ἐς Κάδμου χθόνα·

524

νεκροὺς δὲ τοὺς θανόντας, οὐ βλάπτων πόλιν

525

οὐδ' ἀνδροκμῆτας προσφέρων ἀγωνίας,

526

θάψαι δικαιῶ, τὸν Πανελλήνων νόμον

527

σώιζων. τί τούτων ἐστὶν οὐ καλῶς ἔχον;

528

εἰ γάρ τι καὶ πεπόνθατ' Ἀργείων ὕπο,

529

τεθνᾶσιν, ἠμύνασθε πολεμίους καλῶς,

530

αἰσχρῶς δ' ἐκείνοις, χἠ δίκη διοίχεται.

531

ἐάσατ' ἤδη γῆι καλυφθῆναι νεκρούς,

532

ὅθεν δ' ἕκαστον ἐς τὸ φῶς ἀφίκετο

533

ἐνταῦθ' ἀπελθεῖν, πνεῦμα μὲν πρὸς αἰθέρα,

534

τὸ σῶμα δ' ἐς γῆν· οὔτι γὰρ κεκτήμεθα

535

ἡμέτερον αὐτὸ πλὴν ἐνοικῆσαι βίον,

536

κἄπειτα τὴν θρέψασαν αὐτὸ δεῖ λαβεῖν.

537

δοκεῖς κακουργεῖν Ἄργος οὐ θάπτων νεκρούς;

538

ἥκιστα· πάσης Ἑλλάδος κοινὸν τόδε,

539

εἰ τοὺς θανόντας νοσφίσας ὧν χρῆν λαχεῖν

540

ἀτάφους τις ἕξει· δειλίαν γὰρ ἐσφέρει

541

τοῖς ἀλκίμοισιν οὗτος ἢν τεθῆι νόμος.

542

κἀμοὶ μὲν ἦλθες δείν' ἀπειλήσων ἔπη,

543

νεκροὺς δὲ ταρβεῖτ' εἰ κρυφήσονται χθονί;

544

τί μὴ γένηται; μὴ κατασκάψωσι γῆν

545

ταφέντες ὑμῶν; ἢ τέκν' ἐν μυχοῖς χθονὸς

546

φύσωσιν, ἐξ ὧν εἶσί τις τιμωρία;

547

σκαιόν γε τἀνάλωμα τῆς γλώσσης τόδε,

548

φόβους πονηροὺς καὶ κενοὺς δεδοικέναι.

549

ἀλλ', ὦ μάταιοι, γνῶτε τἀνθρώπων κακά·

550

παλαίσμαθ' ἡμῶν ὁ βίος· εὐτυχοῦσι δὲ

551

οἱ μὲν τάχ', οἱ δ' ἐσαῦθις, οἱ δ' ἤδη βροτῶν·

552

τρυφᾶι δ' ὁ δαίμων· πρός τε γὰρ τοῦ δυστυχοῦς,

553

ὡς εὐτυχήσηι, τίμιος γεραίρεται,

554

ὅ τ' ὄλβιός νιν πνεῦμα δειμαίνων λιπεῖν

555

ὑψηλὸν αἴρει. γνόντας οὖν χρεὼν τάδε

556

ἀδικουμένους τε μέτρια μὴ θυμῶι φέρειν

557

ἀδικεῖν τε τοιαῦθ' οἷα μὴ βλάψει πάλιν.

558

πῶς οὖν ἂν εἴη; τοὺς ὀλωλότας νεκροὺς

559

θάψαι δόθ' ἡμῖν τοῖς θέλουσιν εὐσεβεῖν.

560

ἢ δῆλα τἀνθένδ'· εἶμι καὶ θάψω βίαι.

561

οὐ γάρ ποτ' εἰς Ἕλληνας ἐξοισθήσεται

562

ὡς εἰς ἔμ' ἐλθὼν καὶ πόλιν Πανδίονος

563

νόμος παλαιὸς δαιμόνων διεφθάρη.

564

{Χο.} θάρσει· τὸ γάρ τοι τῆς Δίκης σώιζων φάος

565

πολλοὺς ὑπεκφύγοις ἂν ἀνθρώπων ψόγους.

566

{Κη.} βούληι συνάψω μῦθον ἐν βραχεῖ τιθείς;

567

{Θη.} λέγ' εἴ τι βούληι· καὶ γὰρ οὐ σιγηλὸς εἶ.

568

{Κη.} οὐκ ἄν ποτ' ἐκ γῆς παῖδας Ἀργείων λάβοις.

569

{Θη.} κἀμοῦ νυν ἀντάκουσον, εἰ βούληι, πάλιν.

570

{Κη.} κλύοιμ' ἄν· οὐ γὰρ ἀλλὰ δεῖ δοῦναι μέρος.

571

{Θη.} θάψω νεκροὺς γῆς ἐξελὼν Ἀσωπίας.

572

{Κη.} ἐν ἀσπίσιν σοι πρῶτα κινδυνευτέον.

573

{Θη.} πολλοὺς ἔτλην δὴ χἀτέροις ἄλλους πόνους.

574

{Κη.} ἦ πᾶσιν οὖν 〈ς'〉 ἔφυσεν ἐξαρκεῖν πατήρ;

575

{Θη.} ὅσοι γ' ὑβρισταί· χρηστὰ δ' οὐ κολάζομεν.

576

{Κη.} πράσσειν σὺ πόλλ' εἴωθας ἥ τε σὴ πόλις.

577

{Θη.} τοιγὰρ πονοῦσα πολλὰ πόλλ' εὐδαιμονεῖ.

578

{Κη.} ἔλθ', ὥς σε λόγχη σπαρτὸς ἐν κόνει βάληι.

579

{Θη.} τίς δ' ἐκ δράκοντος θοῦρος ἂν γένοιτ' Ἄρης;

580

{Κη.} γνώσηι σὺ πάσχων· νῦν δ' ἔτ' εἶ νεανίας.

581

{Θη.} οὔτοι μ' ἐπαρεῖς ὥστε θυμοῦσθαι φρένας

582

τοῖς σοῖσι κόμποις· ἀλλ' ἀποστέλλου χθονὸς

583

λόγους ματαίους οὕσπερ ἠνέγκω λαβών·

584

περαίνομεν γὰρ οὐδέν. ὁρμᾶσθαι χρεὼν

585

πάντ' ἄνδρ' ὁπλίτην ἁρμάτων τ' ἐπεμβάτην

586

μοναμπύκων τε φάλαρα κινεῖσθαι †στόμα†

587

ἀφρῶι καταστάζοντα Καδμείων χθόνα.

588

χωρήσομαι γὰρ ἑπτὰ πρὸς Κάδμου πύλας

590

αὐτὸς σίδηρον ὀξὺν ἐν χεροῖν ἔχων

589

αὐτός τε κῆρυξ. σοὶ δὲ προστάσσω μένειν,

591

Ἄδραστε, κἀμοὶ μὴ ἀναμείγνυσθαι τύχας

592

τὰς σάς. ἐγὼ γὰρ δαίμονος τοὐμοῦ μέτα

593

στρατηλατήσω καινὸς ἐν καινῶι δορί.

594

ἓν δεῖ μόνον μοι· τοὺς θεοὺς ἔχειν ὅσοι

595

δίκην σέβονται. ταῦτα γὰρ ξυνόνθ' ὁμοῦ

596

νίκην δίδωσιν· ἁρετὴ δ' οὐδὲν φέρει

597

βροτοῖσιν ἢν μὴ τὸν θεὸν χρήιζοντ' ἔχηι.

598

{Χο.} ὦ μέλεαι μελέων ματέρες λοχαγῶν,

599

ὥς μοι ὑφ' ἥπατι †χλωρὸν δεῖμα ταράσσει†

600

{—} τίν' αὐδὰν τάνδε προσφέρεις νέαν;

601

{—} στράτευμα πᾶι Παλλάδος κριθήσεται.

602

{—} διὰ δορὸς εἶπας ἢ λόγων ξυναλλαγαῖς;

603

{—} γένοιτ' ἂν κέρδος· εἰ δ' ἀρείφατοι

604

φόνοι μάχαι στερνοτυπεῖς τ' ἀνὰ πτόλιν

605

κτύποι φανήσονται, τάλαινα τίνα λόγον,

606

τίν' ἂν τῶνδ' αἰτίαν λάβοιμι;

608

{—} ἀλλὰ τὸν εὐτυχίαι λαμπρὸν ἄν τις αἱροῖ

609

μοῖρα πάλιν· τόδε μοι θράσος ἀμφιβαίνει.

610

{—} δικαίους δαίμονας σύ γ' ἐννέπεις.

611

{—} τίνες γὰρ ἄλλοι νέμουσι συμφοράς;

612

{—} διάφορα πολλὰ θεῶν βροτοῖσιν εἰσορῶ.

613

{—} φόβωι γὰρ τῶι πάρος διόλλυσαι.

614

δίκα δίκαν δ' ἐκάλεσε καὶ φόνος φόνον·

615

κακῶν δ' ἀναψυχὰς θεοὶ βροτοῖς νέμου-

617

σι, πάντων τέρμ' ἔχοντες αὐτοί.

618

{—} τὰ καλλίπυργα πεδία πῶς ἱκοίμεθ' ἄν,

619

Καλλίχορον θεᾶς ὕδωρ λιποῦσαι;

620

{—} ποτανὰν εἴ σέ τις θεῶν κτίσαι,

621

διπόταμον ἵνα πόλιν μόλοις,

622

εἰδείης ἂν φίλων εἰδείης ἂν τύχας.

623

{—} τίς ποτ' αἶσα, τίς ἄρα πότμος

624

ἐπιμένει τὸν ἄλκιμον

625

τᾶσδε γᾶς ἄνακτα;

626

{—} κεκλημένους μὲν ἀνακαλούμεθ' αὖ θεούς·

627

ἀλλὰ φόβων πίστις ἅδε πρώτα.

628

{—} ἰὼ Ζεῦ, τᾶς παλαιομάτορος

629

παιδογόνε πόριος Ἰνάχου,

630

πόλει μοι ξύμμαχος

631

γενοῦ τᾶιδ' εὐμενής.

632

{—} τὸ σὸν ἄγαλμα, τὸ σὸν ἵδρυμα πόλεος ἐκκόμιζέ μοι

633

πρὸς πυρὰν ὑβρισθέν.

634

{ΑΓΓΕΛΟΣ} γυναῖκες, ἥκω πόλλ' ἔχων λέγειν φίλα,

635

αὐτός τε σωθείς (ἡιρέθην γὰρ ἐν μάχηι

636

ἣν οἱ θανόντες ἑπτὰ δεσπόται λόχων

637

ἠγωνίσαντο ῥεῦμα Διρκαῖον πάρα)

638

νίκην τε Θησέως ἀγγελῶν. λόγου δέ σε

639

μακροῦ ἀπολύσω· Καπανέως γὰρ ἦ λάτρις,

640

ὃν Ζεὺς κεραυνῶι πυρπόλωι καταιθαλοῖ.

641

{Χο.} ὦ φίλτατ', εὖ μὲν νόστον ἀγγέλλεις σέθεν

642

τήν τ' ἀμφὶ Θησέως βάξιν· εἰ δὲ καὶ στρατὸς

643

σῶς ἐστ' Ἀθηνῶν, πάντ' ἂν ἀγγέλλοις φίλα.

644

{Αγ.} σῶς καὶ πέπραγεν ὡς Ἄδραστος ὤφελεν

645

πρᾶξαι ξὺν Ἀργείοισιν οὓς ἀπ' Ἰνάχου

646

στείλας ἐπεστράτευσε Καδμείων πόλιν.

647

{Χο.} πῶς γὰρ τροπαῖα Ζηνὸς Αἰγέως τόκος

648

ἔστησεν οἵ τε συμμετασχόντες δορός;

649

λέξον· παρὼν γὰρ οὐ παρόντας εὐφρανεῖς.

650

{Αγ.} λαμπρὰ μὲν ἀκτὶς ἡλίου, κανὼν σαφής,

651

ἔβαλλε γαῖαν· ἀμφὶ δ' Ἠλέκτρας πύλας

652

ἔστην θεατὴς πύργον εὐαγῆ λαβών.

653

ὁρῶ δὲ φῦλα τρία τριῶν στρατευμάτων·

654

τευχεσφόρον μὲν λαὸν ἐκτείνοντ' ἄνω

655

Ἰσμήνιον πρὸς ὄχθον, ὡς μὲν ἦν λόγος,

656

αὐτόν τ' ἄνακτα, παῖδα κλεινὸν Αἰγέως,

657

καὶ τοὺς σὺν αὐτῶι δεξιὸν τεταγμένους

658

κέρας, παλαιᾶς Κεκροπίας οἰκήτορας,

659

†αὐτὸν† δὲ Πάραλον ἐστολισμένον δορὶ

660

κρήνην παρ' αὐτὴν Ἄρεος· ἱππότην 〈δ'〉 ὄχλον

661

πρὸς κρασπέδοισι στρατοπέδου τεταγμένον,

662

ἴσους ἀριθμόν· ἁρμάτων δ' ὀχήματα

663

ἔνερθε σεμνῶν μνημάτων Ἀμφίονος.

664

Κάδμου δὲ λαὸς ἧστο πρόσθε τειχέων

665

νεκροὺς ὄπισθε θέμενος, ὧν ἔκειτ' ἀγών.

666

ἱππεῦσι δ' ἱππῆς ἦσαν ἀνθωπλισμένοι

667

τετραόροισί τ' ἀντί' ἅρμαθ' ἅρμασιν.

668

κῆρυξ δὲ Θησέως εἶπεν ἐς πάντας τάδε·

669

Σιγᾶτε, λαοί, σῖγα, Καδμείων στίχες,

670

ἀκούσαθ'· ἡμεῖς ἥκομεν νεκροὺς μέτα,

671

θάψαι θέλοντες, τὸν Πανελλήνων νόμον

672

σώιζοντες, οὐδὲν δεόμενοι τεῖναι φόνον.

673

κοὐδὲν Κρέων τοῖσδ' ἀντεκήρυξεν λόγοις,

674

ἀλλ' ἧστ' ἐφ' ὅπλοις σῖγα. ποιμένες δ' ὄχων

675

τετραόρων κατῆρχον ἐντεῦθεν μάχης·

676

πέραν δὲ διελάσαντες ἀλλήλων ὄχους

677

παραιβάτας ἔστησαν ἐς τάξιν δορός.

678

χοἰ μὲν σιδήρωι διεμάχονθ', οἱ δ' ἔστρεφον

679

πώλους ἐς ἀλκὴν αὖθις ἐς παραιβάτας.

680

ἰδὼν δὲ Φόρβας, ὃς μοναμπύκων ἄναξ

681

ἦν τοῖς Ἐρεχθείδαισιν, ἁρμάτων ὄχλον

682

οἵ τ' αὖ τὸ Κάδμου διεφύλασσον ἱππικὸν

683

συνῆψαν ἀλκὴν κἀκράτουν ἡσσῶντό τε.

684

λεύσσων δὲ ταῦτα κοὐ κλύων (ἐκεῖ γὰρ ἦ

685

ἔνθ' ἅρματ' ἠγωνίζεθ' οἵ τ' ἐπεμβάται)

686

τἀκεῖ παρόντα πολλὰ πήματ' οὐκ ἔχω

687

τί πρῶτον εἴπω, πότερα τὴν ἐς οὐρανὸν

688

κόνιν προσαντέλλουσαν, ὡς πολλὴ παρῆν,

689

ἢ τοὺς ἄνω τε καὶ κάτω φορουμένους

690

ἱμᾶσιν, αἵματός τε φοινίου ῥοὰς

691

τῶν μὲν πιτνόντων, τῶν δὲ θραυσθέντων δίφρων

692

ἐς κρᾶτα πρὸς γῆν ἐκκυβιστώντων βίαι

693

πρὸς ἁρμάτων τ' ἀγαῖσι λειπόντων βίον.

694

νικῶντα δ' ἵπποις ὡς ὑπείδετο στρατὸν

695

Κρέων τὸν ἐνθένδ', ἰτέαν λαβὼν χερὶ

696

χωρεῖ πρὶν ἐλθεῖν ξυμμάχοις δυσθυμίαν.

697

καὶ μὴν τὰ Θησέως γ' οὐκ ὄκνωι διεφθάρη,

698

ἀλλ' ἵετ' εὐθὺς λάμπρ' ἀναρπάσας ὅπλα.

699

κἀς μέσον ἅπαντα συμπατάξαντες στρατὸν

700

ἔκτεινον ἐκτείνοντο καὶ παρηγγύων

701

κελευσμὸν ἀλλήλοισι σὺν πολλῆι βοῆι·

702

Θεῖν'· Ἀντέρειδε τοῖς Ἐρεχθείδαις δόρυ.

703

λόχος δ' ὀδόντων ὄφεος ἐξηνδρωμένος

704

δεινὸς παλαιστὴς ἦν· ἔκλινε γὰρ κέρας

705

τὸ λαιὸν ἡμῶν· δεξιοῦ δ' ἡσσώμενον

706

φεύγει τὸ κείνων· ἦν δ' ἀγὼν ἰσόρροπος.

707

κἀν τῶιδε τὸν στρατηγὸν αἰνέσαι παρῆν·

708

οὐ γὰρ τὸ νικῶν τοῦτ' ἐκέρδαινεν μόνον

709

ἀλλ' ὤιχετ' ἐς τὸ κάμνον οἰκείου στρατοῦ.

710

ἔρρηξε δ' αὐδὴν ὥσθ' ὑπηχῆσαι χθόνα·

711

Ὦ παῖδες, εἰ μὴ σχήσετε στερρὸν δόρυ

712

σπαρτῶν τόδ' ἀνδρῶν, οἴχεται τὰ Παλλάδος.

713

θάρσος δ' ἐνῶρσε παντὶ Κραναϊδῶν στρατῶι.

714

αὐτός θ' ὅπλισμα τοὐπιδαύριον λαβὼν

715

δεινῆς κορύνης διαφέρων ἐσφενδόνα

716

ὁμοῦ τραχήλους κἀπικειμένας κάραι

717

κυνέας θερίζων κἀποκαυλίζων ξύλωι.

718

μόλις δέ πως ἔτρεψαν ἐς φυγὴν πόδα.

719

ἐγὼ δ' ἀνηλάλαξα κἀνωρχησάμην

720

κἄκρουσα χεῖρας. οἱ δ' ἔτεινον ἐς πύλας.

721

βοὴ δὲ καὶ κωκυτὸς ἦν ἀνὰ πτόλιν

722

νέων γερόντων ἱερά τ' ἐξεπίμπλασαν

723

φόβωι. παρὸν δὲ τειχέων ἔσω μολεῖν

724

Θησεὺς ἐπέσχεν· οὐ γὰρ ὡς πέρσων πόλιν

725

μολεῖν ἔφασκεν ἀλλ' ἀπαιτήσων νεκρούς.

726

τοιόνδε τοι στρατηγὸν αἱρεῖσθαι χρεών,

727

ὃς ἔν τε τοῖς δεινοῖσίν ἐστιν ἄλκιμος

728

μισεῖ θ' ὑβριστὴν λαόν, ὃς πράσσων καλῶς

729

ἐς ἄκρα βῆναι κλιμάκων ἐνήλατα

730

ζητῶν ἀπώλες' ὄλβον ὧι χρῆσθαι παρῆν.

731

{Χο.} νῦν τήνδ' ἄελπτον ἡμέραν ἰδοῦς' ἐγὼ

732

θεοὺς νομίζω καὶ δοκῶ τὰς συμφορὰς

733

ἔχειν ἐλάσσους τῶνδε τεισάντων δίκην.

734

{Αδ.} ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς

735

φρονεῖν λέγουσι; σοῦ γὰρ ἐξηρτήμεθα

736

δρῶμέν τε τοιαῦθ' ἃν σὺ τυγχάνηις θέλων.

737

ἡμῖν γὰρ ἦν τό τ' Ἄργος οὐχ ὑποστατὸν

738

αὐτοί τε πολλοὶ καὶ νέοι βραχίοσιν.

739

Ἐτεοκλέους δὲ σύμβασιν ποιουμένου,

740

μέτρια θέλοντος, οὐκ ἐχρήιζομεν λαβεῖν,

741

κἄπειτ' ἀπωλόμεσθ'· ὁ δ' αὖ τότ' εὐτυχής,

742

λαβὼν πένης ὣς ἀρτίπλουτα χρήματα,

743

ὕβριζ', ὑβρίζων τ' αὖθις ἀνταπώλετο

744

Κάδμου κακόφρων λαός. ὦ κενοὶ βροτῶν,

745

†οἳ τόξον ἐντείνοντες τοῦ καιροῦ πέρα†

746

καὶ πρὸς δίκης γε πολλὰ πάσχοντες κακὰ

747

φίλοις μὲν οὐ πείθεσθε, τοῖς δὲ πράγμασιν·

748

πόλεις τ', ἔχουσαι διὰ λόγου κάμψαι κακά,

749

φόνωι καθαιρεῖσθ' οὐ λόγωι τὰ πράγματα.

750

ἀτὰρ τί ταῦτα; κεῖνο βούλομαι μαθεῖν,

751

πῶς ἐξεσώθης· εἶτα τἄλλ' ἐρήσομαι.

752

{Αγ.} ἐπεὶ ταραγμὸς πόλιν ἐκίνησεν δορός,

753

πύλας διῆλθον ἧιπερ εἰσήιει στρατός.

754

{Αδ.} ὧν δ' οὕνεχ' ἁγὼν ἦν νεκροὺς κομίζετε;

755

{Αγ.} ὅσοι γε κλεινοῖς ἕπτ' ἐφέστασαν λόχοις.

756

{Αδ.} πῶς φήις; ὁ δ' ἄλλος ποῦ κεκμηκότων ὄχλος;

757

{Αγ.} τάφωι δέδονται πρὸς Κιθαιρῶνος πτυχαῖς.

758

{Αδ.} τοὐκεῖθεν ἢ τοὐνθένδε; τίς δ' ἔθαψέ νιν;

759

{Αγ.} Θησεύς, σκιώδης ἔνθ' Ἐλευθερὶς πέτρα.

760

{Αδ.} οὓς δ' οὐκ ἔθαψε ποῦ νεκροὺς ἥκεις λιπών;

761

{Αγ.} ἐγγύς· πέλας γὰρ πᾶν ὅτι σπουδάζεται.

762

{Αδ.} ἦ που πικρῶς νιν θέραπες ἦγον ἐκ φόνου;

763

{Αγ.} οὐδεὶς ἐπέστη τῶιδε δοῦλος ὢν πόνωι.

post 763

{〈Αδ. 〉}

post 764

{Αγ.} φαίης ἂν εἰ παρῆσθ' ὅτ' ἠγάπα νεκρούς.

post 765

{Αδ.} ἔνιψεν αὐτὸς τῶν ταλαιπώρων σφαγάς;

post 766

{Αγ.} κἄστρωσέ γ' εὐνὰς κἀκάλυψε σώματα.

post 767

{Αδ.} δεινὸν μὲν ἦν βάσταγμα κἀισχύνην ἔχον.

post 768

{Αγ.} τί δ' αἰσχρὸν ἀνθρώποισι τἀλλήλων κακά;

post 769

{Αδ.} οἴμοι· πόσωι σφιν συνθανεῖν ἂν ἤθελον.

post 76:

{Αγ.} ἄκραντ' ὀδύρηι ταῖσδέ τ' ἐξάγεις δάκρυ.

post 76;

{Αδ.} δοκῶ μέν, αὐταί γ' εἰσὶν αἱ διδάσκαλοι.

post 76<

ἀλλ' εἶμ' ἵν' αἴρω χεῖρ' ἀπαντήσας νεκροῖς

post 76=

Ἅιδου τε μολπὰς ἐκχέω δακρυρρόους,

post 76>

φίλους προσαυδῶν ὧν λελειμμένος τάλας

post 76?

ἔρημα κλαίω. τοῦτο γὰρ μόνον βροτοῖς

post 76@

οὐκ ἔστι τἀνάλωμ' ἀναλωθὲν λαβεῖν,

post 76A

ψυχὴν βροτείαν· χρημάτων δ' εἰσὶν πόροι.

post 76B

{Χο.} τὰ μὲν εὖ, τὰ δὲ δυστυχῆ.

post 76C

πόλει μὲν εὐδοξία

post 76D

καὶ στρατηλάταις δορὸς

post 76E

διπλάζεται τιμά·

post 76F

ἐμοὶ δὲ παίδων μὲν εἰσιδεῖν μέλη

post 76G

πικρόν, καλὸν θέαμα δ' εἴπερ ὄψομαι,

post 76H

τὰν ἄελπτον ἁμέραν

post 76I

ἰδοῦσα, πάντων μέγιστον ἄλγος.

post 76J

ἄγαμόν μ' ἔτι δεῦρ' ἀεὶ

post 76K

Χρόνος παλαιὸς πατὴρ

post 76L

ὤφελ' ἁμερᾶν κτίσαι.

post 76M

τί γάρ μ' ἔδει παίδων;

post 76N

τί μὲν γὰρ ἤλπιζον ἂν πεπονθέναι

post 76O

πάθος περισσὸν εἰ γάμων ἀπεζύγην;

post 76P

νῦν δ' ὁρῶ σαφέστατον

post 76Q

κακόν, τέκνων φιλτάτων στερεῖσα.

post 76R

ἀλλὰ τάδ' ἤδη σώματα λεύσσω

post 76S

τῶν οἰχομένων παίδων· μελέα

post 76T

πῶς ἂν ὀλοίμην σὺν τοῖσδε τέκνοις

post 76U

κοινὸν ἐς Ἅιδην καταβᾶσα;

post 76V

{Αδ.} στεναγμόν, ὦ ματέρες,

post 76W

τῶν κατὰ χθονὸς νεκρῶν

post 76X

ἀπύσατ' ἀπύσατ' ἀντίφων' ἐμῶν

post 76Y

στεναγμάτων κλύουσαι.

post 76Z

{Χο.} ὦ παῖδες, ὦ πικρὸν φίλων

post 76[

προσηγόρημα ματέρων,

post 76\

προσαυδῶ σε τὸν θανόντα.

post 76]

{Αδ.} ἰὼ ἰώ. {〈Χο.〉} τῶν γ' ἐμῶν κακῶν ἐγώ.

post 76^

{〈Αδ.〉} αἰαῖ. {〈Χο.} 〉

post 76_

{Αδ.} ἐπάθομεν ὤ {〈Χο.〉} τὰ κύντατ' ἄλγη κακῶν.

post 76`

{Αδ.} ὦ πόλις Ἀργεία, τὸν ἐμὸν πότμον οὐκ ἐσορᾶτε;

809

{Χο.} ὁρῶσι κἀμὲ τὰν τάλαι-

810

ναν τέκνων ἄπαιδα.

811

{〈Αδ.〉} προσάγετ' 〈ἄγετε〉 δυσπότμων

812

σώμαθ' αἱματοσταγῆ,

813

σφαγέντας οὐκ ἄξι' οὐδ' ὑπ' ἀξίων,

814

ἐν οἷς ἀγὼν ἐκράνθη.

815

{Χο.} δόθ' ὡς περιπτυχαῖσι δὴ

816

χέρας προσαρμόσας' ἐμοῖς

817

ἐν ἀγκῶσι τέκνα θῶμαι.

818

{Αδ.} ἔχεις ἔχεις {Χο.} πημάτων γ' ἅλις βάρος.

819

{Αδ.} αἰαῖ. {〈Χο.〉} τοῖς τεκοῦσι δ' οὐ λέγεις;

820

{Αδ.} ἀίετέ μου. {Χο.} στένεις ἐπ' ἀμφοῖν ἄχη.

821

{Αδ.} εἴθε με Καδμείων ἔναρον στίχες ἐν κονίαισιν.

822

{Χο.} ἐμὸν δὲ μήποτ' ἐζύγη

823

δέμας ἐς ἀνδρὸς εὐνάν.

824

{Αδ.} ἴδετε κακῶν πέλαγος, ὦ ματέρες

825

τάλαιναι τέκνων.

826

{Χο.} κατὰ μὲν ὄνυξιν ἠλοκίσμεθ', ἀμφὶ δὲ

827

σποδὸν κάραι κεχύμεθα.

828

{Αδ.} ἰὼ ἰώ μοί μοι·

829

κατά με πέδον γᾶς ἕλοι,

830

διὰ δὲ θύελλα σπάσαι,

831

πυρός τε φλογμὸς ὁ Διὸς ἐν κάραι πέσοι.

832

{Χο.} πικροὺς ἐσεῖδες γάμους,

833

πικρὰν δὲ Φοίβου φάτιν·

835

ἐς ἡμᾶς ἁ πολύστονος λιποῦς'

836

Οἰδιπόδα δώματ' ἦλθ' Ἐρινύς.

838

{Θη.} μέλλων ς' ἐρωτᾶν †ἡνίκ' ἐξήντλεις στρατῶι

839

γόους ἀφήσω† τοὺς ἐκεῖ μὲν ἐκλιπὼν

840

εἴασα μύθους, νῦν δ', Ἄδραστ', ἀνιστορῶ·

841

πόθεν ποθ' οἵδε διαπρεπεῖς εὐψυχίαι

842

θνητῶν ἔφυσαν; εἰπὲ δ' ὡς σοφώτερος

843

νέοισιν ἀστῶν τῶνδ'· ἐπιστήμων γὰρ εἶ.

844

εἶδον γὰρ αὐτῶν κρείσσον' ἢ λέξαι λόγωι

845

τολμήμαθ' οἷς ἤλπιζον αἱρήσειν πόλιν.

846

ἓν δ' οὐκ ἐρήσομαί σε, μὴ γέλωτ' ὄφλω,

847

ὅτωι ξυνέστη τῶνδ' ἕκαστος ἐν μάχηι

848

ἢ τραῦμα λόγχης πολεμίων ἐδέξατο.

849

κενοὶ γὰρ οὗτοι τῶν τ' ἀκουόντων λόγοι

850

καὶ τοῦ λέγοντος, ὅστις ἐν μάχηι βεβὼς

851

λόγχης ἰούσης πρόσθεν ὀμμάτων πυκνῆς

852

σαφῶς ἀπήγγειλ' ὅστις ἐστὶν ἁγαθός.

853

οὐκ ἂν δυναίμην οὔτ' ἐρωτῆσαι τάδε

854

οὔτ' αὖ πιθέσθαι τοῖσι τολμῶσιν λέγειν·

855

μόλις γὰρ ἄν τις αὐτὰ τἀναγκαῖ' ὁρᾶν

856

δύναιτ' ἂν ἑστὼς πολεμίοις ἐναντίος.

857

{Αδ.} ἄκουε δή νυν· καὶ γὰρ οὐκ ἄκοντί μοι

858

δίδως ἔπαινον ὧν ἔγωγε βούλομαι

859

φίλων ἀληθῆ καὶ δίκαι' εἰπεῖν πέρι.

860

ὁρᾶις τὸ λάβρον οὗ βέλος διέπτατο;

861

Καπανεὺς ὅδ' ἐστίν· ὧι βίος μὲν ἦν πολύς,

862

ἥκιστα δ' ὄλβωι γαῦρος ἦν· φρόνημα δὲ

863

οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ,

864

φεύγων τραπέζαις ὅστις ἐξογκοῖτ' ἄγαν

865

τἀρκοῦντ' ἀτίζων· οὐ γὰρ ἐν γαστρὸς βορᾶι

866

τὸ χρηστὸν εἶναι, μέτρια δ' ἐξαρκεῖν ἔφη.

867

φίλοις τ' ἀληθὴς ἦν φίλος παροῦσί τε

868

καὶ μὴ παροῦσιν· ὧν ἀριθμὸς οὐ πολύς.

869

ἀψευδὲς ἦθος, εὐπροσήγορον στόμα,

870

ἄκρατον οὐδὲν οὔτ' ἐς οἰκέτας ἔχων

871

οὔτ' ἐς πολίτας. τὸν δὲ δεύτερον λέγω

872

Ἐτέοκλον, ἄλλην χρηστότητ' ἠσκηκότα.

873

νεανίας ἦν τῶι βίωι μὲν ἐνδεής,

874

πλείστας δὲ τιμὰς ἔσχ' ἐν Ἀργείαι χθονί.

875

φίλων δὲ χρυσὸν πολλάκις δωρουμένων

876

οὐκ εἰσεδέξατ' οἶκον ὥστε τοὺς τρόπους

877

δούλους παρασχεῖν χρημάτων ζευχθεὶς ὕπο.

878

τοὺς δ' ἐξαμαρτάνοντας οὐχὶ τὴν πόλιν

879

ἤχθαιρ'· ἐπεί τοι κοὐδὲν αἰτία πόλις

880

κακῶς κλύουσα διὰ κυβερνήτην κακόν.

881

ὁ δ' αὖ τρίτος τῶνδ' Ἱππομέδων τοιόσδ' ἔφυ·

882

παῖς ὢν ἐτόλμης' εὐθὺς οὐ πρὸς ἡδονὰς

883

Μουσῶν τραπέσθαι πρὸς τὸ μαλθακὸν βίου,

884

ἀγροὺς δὲ ναίων σκληρὰ τῆι φύσει διδοὺς

885

ἔχαιρε πρὸς τἀνδρεῖον, ἔς τ' ἄγρας ἰὼν

886

ἵπποις τε χαίρων τόξα τ' ἐντείνων χεροῖν,

887

πόλει παρασχεῖν σῶμα χρήσιμον θέλων.

888

ὁ τῆς κυναγοῦ δ' ἄλλος Ἀταλάντης γόνος

889

παῖς Παρθενοπαῖος, εἶδος ἐξοχώτατος,

890

Ἀρκὰς μὲν ἦν, ἐλθὼν δ' ἐπ' Ἰνάχου ῥοὰς

891

παιδεύεται κατ' Ἄργος. ἐκτραφεὶς δ' ἐκεῖ

892

πρῶτον μέν, ὡς χρὴ τοὺς μετοικοῦντας ξένους,

893

λυπηρὸς οὐκ ἦν οὐδ' ἐπίφθονος πόλει

894

οὐδ' ἐξεριστὴς τῶν λόγων, ὅθεν βαρὺς

895

μάλιστ' ἂν εἴη δημότης τε καὶ ξένος.

896

λόχοις δ' ἐνεστὼς ὥσπερ Ἀργεῖος γεγὼς

897

ἤμυνε χώραι, χὠπότ' εὖ πράσσοι πόλις

898

ἔχαιρε, λυπρῶς δ' ἔφερεν εἴ τι δυστυχοῖ.

899

πολλοὺς δ' ἐραστὰς κἀπὸ θηλειῶν †ὅσας†

900

ἔχων ἐφρούρει μηδὲν ἐξαμαρτάνειν.

901

Τυδέως δ' ἔπαινον ἐν βραχεῖ θήσω μέγαν·

902

[οὐκ ἐν λόγοις ἦν λαμπρὸς ἀλλ' ἐν ἀσπίδι

903

δεινὸς σοφιστὴς πολλά τ' ἐξευρεῖν σοφά.

904

γνώμηι δ' ἀδελφοῦ Μελεάγρου λελειμμένος

905

ἴσον παρέσχεν ὄνομα διὰ τέχνης δορός,

906

εὑρὼν ἀκριβῆ μουσικὴν ἐν ἀσπίδι.]

907

φιλότιμον ἦθος πλούσιον, φρόνημα δὲ

908

ἐν τοῖσιν ἔργοις οὐχὶ τοῖς λόγοις ἴσον.

909

ἐκ τῶνδε μὴ θαύμαζε τῶν εἰρημένων,

910

Θησεῦ, πρὸ πύργων τούσδε τολμῆσαι θανεῖν.

911

τὸ γὰρ τραφῆναι μὴ κακῶς αἰδῶ φέρει·

912

αἰσχύνεται δὲ τἀγάθ' ἀσκήσας ἀνὴρ

913

κακὸς γενέσθαι πᾶς τις. ἡ δ' εὐανδρία

914

διδακτόν, εἴπερ καὶ βρέφος διδάσκεται

915

λέγειν ἀκούειν θ' ὧν μάθησιν οὐκ ἔχει.

916

ἃ δ' ἂν μάθηι τις, ταῦτα σώιζεσθαι φιλεῖ

917

πρὸς γῆρας. οὕτω παῖδας εὖ παιδεύετε.

918

{Χο.} ἰὼ τέκνον, δυστυχῆ

919

ς' ἔτρεφον ἔφερον ὑφ' ἥπατος

920

πόνους ἐνεγκοῦς' ἐν ὠδῖσι· καὶ

921

νῦν τὸν ἐμὸν Ἀίδας

922

ἔχει μόχθον ἀθλίας,

923

ἐγὼ δὲ γηροβοσκὸν οὐκ ἔχω, τεκοῦς'

924

ἁ τάλαινα παῖδα.

925

{Θη.} καὶ μὴν τὸν Οἰκλέους γε γενναῖον τόκον

926

θεοὶ ζῶντ' ἀναρπάσαντες ἐς μυχοὺς χθονὸς

927

αὐτοῖς τεθρίπποις εὐλογοῦσιν ἐμφανῶς.

928

τὸν Οἰδίπου δὲ παῖδα, Πολυνείκη λέγω,

929

ἡμεῖς ἐπαινέσαντες οὐ ψευδοίμεθ' ἄν.

930

ξένος γὰρ ἦν μοι πρὶν λιπὼν Κάδμου πόλιν

931

φυγῆι πρὸς Ἄργος διαβαλεῖν αὐθαιρέτωι.

932

ἀλλ' οἶσθ' ὃ δρᾶν σε βούλομαι τούτων πέρι;

933

{Αδ.} οὐκ οἶδα πλὴν ἕν, σοῖσι πείθεσθαι λόγοις.

934

{Θη.} τὸν μὲν Διὸς πληγέντα Καπανέα πυρὶ

935

{Αδ.} ἦ χωρὶς ἱερὸν ὡς νεκρὸν θάψαι θέλεις;

936

{Θη.} ναί· τοὺς δέ γ' ἄλλους πάντας ἐν μιᾶι πυρᾶι.

937

{Αδ.} ποῦ δῆτα θήσεις μνῆμα τῶιδε χωρίσας;

938

{Θη.} αὐτοῦ παρ' οἴκους τούσδε συμπήξας τάφον.

939

{Αδ.} οὗτος μὲν ἤδη δμωσὶν ἂν μέλοι πόνος.

940

{Θη.} ἡμῖν δέ γ' οἵδε· στειχέτω δ' ἄχθη νεκρῶν.

941

{Αδ.} ἴτ', ὦ τάλαιναι μητέρες, τέκνων πέλας.

942

{Θη.} ἥκιστ', Ἄδραστε, τοῦτο πρόσφορον λέγεις.

943

{Αδ.} πῶς; τὰς τεκούσας οὐ χρεὼν ψαῦσαι τέκνων;

944

{Θη.} ὄλοιντ' ἰδοῦσαι τούσδ' ἂν ἠλλοιωμένους.

945

{Αδ.} πικρὰ γὰρ ὄψις αἷμα κὠτειλαὶ νεκρῶν.

946

{Θη.} τί δῆτα λύπην ταῖσδε προσθεῖναι θέλεις;

947

{Αδ.} νικᾶις. μένειν χρὴ τλημόνως· λέγει γὰρ εὖ

948

Θησεύς. ὅταν δὲ τούσδε προσθῶμεν πυρί,

949

ὀστᾶ προσάξεσθ'. ὦ ταλαίπωροι βροτῶν,

950

τί κτᾶσθε λόγχας καὶ κατ' ἀλλήλων φόνους

951

τίθεσθε; παύσασθ', ἀλλὰ λήξαντες πόνων

952

ἄστη φυλάσσεθ' ἥσυχοι μεθ' ἡσύχων.

953

σμικρὸν τὸ χρῆμα τοῦ βίου· τοῦτον δὲ χρὴ

954

ὡς ῥᾶιστα καὶ μὴ σὺν πόνοις διεκπερᾶν.

955

{Χο.} οὐκέτ' εὔτεκνος, οὐκέτ' εὔ-

956

παις, οὐδ' εὐτυχίας μέτε-

957

στίν μοι κουροτόκοις ἐν Ἀργείαις·

958

οὐδ' Ἄρτεμις λοχία

959

προσφθέγξαιτ' ἂν τὰς ἀτέκνους.

960

δυσαίων δ' ὁ βίος,

961

πλαγκτὰ δ' ὡσεί τις νεφέλα

962

πνευμάτων ὕπο δυσχίμων ἀίσσω.

963

ἑπτὰ ματέρες ἑπτὰ κού-

964

ρους ἐγεινάμεθ' αἱ ταλαί-

965

πωροι κλεινοτάτους ἐν Ἀργείοις·

966

καὶ νῦν ἄπαις ἄτεκνος

967

γηράσκω δυστανοτάτως,

968

†οὔτ' ἐν φθιμένοισιν

969

οὔτ' ἐν ζωοῖσιν ἀριθμουμένη†,

970

χωρὶς δή τινα τῶνδ' ἔχουσα μοῖραν.

971

ὑπολελειμμένα μοι δάκρυα·

972

μέλεα παιδὸς ἐν οἴκοις

973

κεῖται μνήματα, πένθιμοι

974

κουραὶ κἀστέφανοι κόμαι

974b

〈λοιβαί τε νεκύων φθιμένων〉

975

ἀοιδαί θ' ἃς χρυσοκόμας

976

Ἀπόλλων οὐκ ἐνδέχεται·

977

γόοισι δ' ὀρθρευομένα

978

δάκρυσι νοτερὸν ἀεὶ πέπλων

979

πρὸς στέρνωι πτύχα τέγξω.

980

καὶ μὴν θαλάμας τάσδ' ἐσορῶ δὴ

981

Καπανέως ἤδη τύμβον θ' ἱερὸν

982

μελάθρων τ' ἐκτὸς

983

Θησέως ἀναθήματα νεκροῖς,

984

κλεινήν τ' ἄλοχον τοῦ καπφθιμένου

985

τοῦδε κεραυνῶι πέλας Εὐάδνην,

986

ἣν Ἶφις ἄναξ παῖδα φυτεύει.

987

τί ποτ' αἰθερίαν ἕστηκε πέτραν

988

ἣ τῶνδε δόμων ὑπερακρίζει,

989

τήνδ' ἐμβαίνουσα κέλευθον;

990

{ΕΥΑΔΝΗ} τί φέγγος, τίν' αἴγλαν

991

ἐδίφρευε τόθ' ἅλιος

992

σελάνα τε κατ' αἰθέρα

993

†λαμπάδ' ἵν' ὠκυθόαι νύμφαι

994

ἱππεύουσι δι' ὀρφναίας†,

995

ἁνίκα 〈 〉 γάμων

996

τῶν ἐμῶν πόλις Ἄργους

997

ἀοιδαῖς εὐδαιμονίας

998

ἐπύργωσε καὶ γαμέτα

999

χαλκεοτευχέος Καπανέως;

1000

πρὸς δ' ἔβαν δρομὰς ἐξ ἐμῶν

1001

οἴκων ἐκβακχευσαμένα

1002

πυρᾶς φῶς τάφον τε

1003

ματεύουσα τὸν αὐτόν,

1004

ἔμμοχθον καταλύσους' ἐς Ἅιδαν

1005

βίοτον αἰῶνός τε πόνους·

1006

ἥδιστος γάρ τοι θάνατος

1007

συνθνήισκειν θνήισκουσι φίλοις,

1008

εἰ δαίμων τάδε κραίνοι.

1009

{Χο.} καὶ μὴν ὁρᾶις τήνδ' ἧς ἐφέστηκας πέλας

1010

πυράν, Διὸς θησαυρόν, ἔνθ' ἔνεστι σὸς

1011

πόσις, δαμασθεὶς λαμπάσιν κεραυνίοις.

1012

{Ευ.} ὁρῶ δὴ τελευτὰν

1013

ἵν' ἕστακα· τύχα δέ μοι

1014

ξυνάπτοι ποδὸς ἅλματι

1015

†εὐκλείας χάριν ἔνθεν ὁρ-

1016

μάσω τᾶσδ' ἀπὸ πέτρας

1018

πηδήσασα πυρὸς ἔσω†

1019

σῶμά τ' αἴθοπι φλογμῶι

1020

πόσει συμμείξασα φίλωι,

1021

χρῶτα χροῒ πέλας θεμένα,

1022

Φερσεφόνας ἥξω θαλάμους,

1023

σὲ τὸν θανόντ' οὔποτ' ἐμᾶι

1024

προδοῦσα ψυχᾶι κατὰ γᾶς.

1025

ἴτω φῶς γάμοι τε·

1026

†εἴθε τινὲς εὐναὶ†

1027

δικαίων ὑμεναίων

1028

ἐν Ἄργει †φανῶσι τέκνοισιν ὁ σὸς δ'† εὐναῖος γαμέτας

1029

συντηχθεὶς αὔραις ἀδόλοις

1030

γενναίας ἀλόχοιο.

1031

{Χο.} καὶ μὴν ὅδ' αὐτὸς σὸς πατὴρ βαίνει πέλας

1032

γεραιὸς Ἶφις ἐς νεωτέρους λόγους,

1033

οὓς οὐ κατειδὼς πρόσθεν ἀλγήσει κλύων.

1034

{ΙΦΙΣ} ὦ δυστάλαιναι, δυστάλας δ' ἐγὼ γέρων,

1035

ἥκω διπλοῦν πένθημ' ὁμαιμόνων ἔχων,

1036

τὸν μὲν θανόντα παῖδα Καδμείων δορὶ

1037

Ἐτέοκλον ἐς γῆν πατρίδα ναυσθλώσων νεκρὸν

1038

ζητῶν τ' ἐμὴν παῖδ', ἣ δόμων ἐξώπιος

1039

βέβηκε πηδήσασα Καπανέως δάμαρ,

1040

θανεῖν ἐρῶσα σὺν πόσει. χρόνον μὲν οὖν

1041

τὸν πρόσθ' ἐφρουρεῖτ' ἐν δόμοις· ἐπεὶ δ' ἐγὼ

1042

φυλακὰς ἀνῆκα τοῖς παρεστῶσιν κακοῖς,

1043

βέβηκεν. ἀλλὰ τῆιδέ νιν δοξάζομεν

1044

μάλιστ' ἂν εἶναι. φράζετ' εἰ κατείδετε.

1045

{Ευ.} τί τάσδ' ἐρωτᾶις; ἥδ' ἐγὼ πέτρας ἔπι

1046

ὄρνις τις ὡσεὶ Καπανέως ὑπὲρ πυρᾶς

1047

δύστηνον αἰώρημα κουφίζω, πάτερ.

1048

{Ιφ.} τέκνον, τίς αὔρα; τίς στόλος; τίνος χάριν

1049

δόμων ὑπεκβᾶς' ἦλθες ἐς τήνδε χθόνα;

1050

{Ευ.} ὀργὴν λάβοις ἂν τῶν ἐμῶν βουλευμάτων

1051

κλύων· ἀκοῦσαι δ' οὔ σε βούλομαι, πάτερ.

1052

{Ιφ.} τί δ'; οὐ δίκαιον πατέρα τὸν σὸν εἰδέναι;

1053

{Ευ.} κριτὴς ἂν εἴης οὐ σοφὸς γνώμης ἐμῆς.

1054

{Ιφ.} σκευῆι δὲ τῆιδε τοῦ χάριν κοσμεῖς δέμας;

1055

{Ευ.} θέλει τι κλεινὸν οὗτος ὁ στολμός, πάτερ.

1056

{Ιφ.} ὡς οὐκ ἐπ' ἀνδρὶ πένθιμος πρέπεις ὁρᾶν.

1057

{Ευ.} ἐς γάρ τι πρᾶγμα νεοχμὸν ἐσκευάσμεθα.

1058

{Ιφ.} κἄπειτα τύμβωι καὶ πυρᾶι φαίνηι πέλας;

1059

{Ευ.} ἐνταῦθα γὰρ δὴ καλλίνικος ἔρχομαι.

1060

{Ιφ.} νικῶσα νίκην τίνα; μαθεῖν χρήιζω σέθεν.

1061

{Ευ.} πάσας γυναῖκας ἃς δέδορκεν ἥλιος.

1062

{Ιφ.} ἔργοις Ἀθάνας ἢ φρενῶν εὐβουλίαι;

1063

{Ευ.} ἀρετῆι· πόσει γὰρ συνθανοῦσα κείσομαι.

1064

{Ιφ.} τί φήις; τί τοῦτ' αἴνιγμα σημαίνει σαθρόν;

1065

{Ευ.} ἄισσω θανόντος Καπανέως τήνδ' ἐς πυράν.

1066

{Ιφ.} ὦ θύγατερ, οὐ μὴ μῦθον ἐς πολλοὺς ἐρεῖς;

1067

{Ευ.} τοῦτ' αὐτὸ χρήιζω, πάντας Ἀργείους μαθεῖν.

1068

{Ιφ.} ἀλλ' οὐδέ τοι σοὶ πείσομαι δρώσηι τάδε.

1069

{Ευ.} ὅμοιον· οὐ γὰρ μὴ κίχηις μ' ἑλὼν χερί.

1070

καὶ δὴ παρεῖται σῶμα, σοὶ μὲν οὐ φίλον,

1071

ἡμῖν δὲ καὶ τῶι συμπυρουμένωι πόσει.

1072

{Χο.} ἰώ, γύναι, δεινὸν ἔργον ἐξειργάσω.

1073

{Ιφ.} ἀπωλόμην δύστηνος, Ἀργείων κόραι.

1074

{Χο.} ἒ ἔ, σχέτλια τάδε παθών,

1075

The complete text is available when the reading interface loads.