Electra
- Authority group
- Euripides (catalogue association; authorship remains anonymous)
- Edition reference
- Electra, ed. Diggle, op. cit., vol. 2, 59–113.
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg042.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
111
ἐφ' οἷσι, Πυλάδη, τήνδ' ἀφίγμεθα χθόνα.
112
{Ηλ.} σύντειν' (ὥρα) ποδὸς ὁρμάν· ὤ,
113
ἔμβα ἔμβα κατακλαίουσα.
114
ἰώ μοί μοι.
115
ἐγενόμαν Ἀγαμέμνονος
116
καί μ' ἔτικτε Κλυταιμήστρα
117
στυγνὰ Τυνδάρεω κόρα,
118
κικλήσκουσι δέ μ' ἀθλίαν
119
Ἠλέκτραν πολιῆται.
120
φεῦ φεῦ σχετλίων πόνων
121
καὶ στυγερᾶς ζόας.
122
ὦ πάτερ, σὺ δ' ἐν Ἀίδα
123
κεῖσαι σᾶς ἀλόχου σφαγαῖς
124
Αἰγίσθου τ', Ἀγάμεμνον.
125
ἴθι τὸν αὐτὸν ἔγειρε γόον,
126
ἄναγε πολύδακρυν ἁδονάν.
127
σύντειν' (ὥρα) ποδὸς ὁρμάν· ὤ,
128
ἔμβα ἔμβα κατακλαίουσα.
129
ἰώ μοί μοι.
130
τίνα πόλιν, τίνα δ' οἶκον, ὦ
131
τλᾶμον σύγγον', ἀλατεύεις
132
οἰκτρὰν ἐν θαλάμοις λιπὼν
133
πατρώιοις ἐπὶ συμφοραῖς
134
ἀλγίσταισιν ἀδελφάν;
135
ἔλθοις δὲ πόνων ἐμοὶ
136
τᾶι μελέαι λυτήρ,
137
ὦ Ζεῦ Ζεῦ, πατρί θ' αἱμάτων
138
αἰσχίστων ἐπίκουρος, Ἄρ-
139
γει κέλσας πόδ' ἀλάταν.
140
θὲς τόδε τεῦχος ἐμᾶς ἀπὸ κρατὸς ἑ-
141
λοῦς', ἵνα πατρὶ γόους νυχίους
142
ἐπορθοβοάσω·
143
†ἰαχὰν ἀοιδὰν μέλος Ἀίδα, πάτερ, σοὶ†
144
κατὰ γᾶς ἐνέπω γόους
145
οἷς ἀεὶ τὸ κατ' ἦμαρ
146
λείβομαι, κατὰ μὲν φίλαν
147
ὄνυχι τεμνομένα δέραν
148
χέρα τε κρᾶτ' ἔπι κούριμον
149
τιθεμένα θανάτωι σῶι.
150
ἒ ἔ, δρύπτε κάρα·
151
οἷα δέ τις κύκνος ἀχέτας
152
ποταμίοις παρὰ χεύμασιν
153
πατέρα φίλτατον καλεῖ,
154
ὀλόμενον δολίοις βρόχων
155
ἕρκεσιν, ὣς σὲ τὸν ἄθλιον,
156
πάτερ, ἐγὼ κατακλαίομαι,
157
λουτρὰ πανύσταθ' ὑδρανάμενον χροῒ
158
κοίται ἐν οἰκτροτάται θανάτου.
159
ἰώ μοι 〈ἰώ〉 μοι
160
πικρᾶς μὲν πελέκεως τομᾶς
161
σᾶς, πάτερ, πικρᾶς δ' †ἐκ Τροίας ὅδου βουλᾶς†.
162
οὐ μίτραισι γυνά σε
163
δέξατ' οὐδ' ἐπὶ στεφάνοις,
164
ξίφεσι δ' ἀμφιτόμοις λυγρὰν
165
Αἰγίσθου λώβαν θεμένα
166
δόλιον ἔσχεν ἀκοίταν.
167
{ΧΟΡΟΣ} Ἀγαμέμνονος ὦ κόρα, ἤλυθον, Ἠλέκτρα,
168
ποτὶ σὰν ἀγρότειραν αὐλάν.
169
ἔμολέ τις ἔμολεν γαλακτοπότας ἀνὴρ
170
Μυκηναῖος οὐριβάτας·
171
ἀγγέλλει δ' ὅτι νῦν τριταί-
172
αν καρύσσουσιν θυσίαν
173
Ἀργεῖοι, πᾶσαι δὲ παρ' Ἥ-
174
ραν μέλλουσιν παρθενικαὶ στείχειν.
175
{Ηλ.} οὐκ ἐπ' ἀγλαΐαις, φίλαι,
176
θυμὸν οὐδ' ἐπὶ χρυσέοις
177
ὅρμοις ἐκπεπόταμαι
178
τάλαιν', οὐδ' ἱστᾶσα χοροὺς
179
Ἀργείαις ἅμα νύμφαις
180
εἱλικτὸν κρούσω πόδ' ἐμόν.
181
δάκρυσι νυχεύω, δακρύων δέ μοι μέλει
183
δειλαίαι τὸ κατ' ἦμαρ.
184
σκέψαι μου πιναρὰν κόμαν
185
καὶ τρύχη τάδ' ἐμῶν πέπλων,
186
εἰ πρέποντ' Ἀγαμέμνονος
187
κούραι τᾶι βασιλείαι
188
τᾶι Τροίαι θ', ἃ 'μοῦ πατέρος
189
μέμναταί ποθ' ἁλοῦσα.
190
{Χο.} μεγάλα θεός· ἀλλ' ἴθι καὶ παρ' ἐμοῦ χρῆσαι
191
πολύπηνα φάρεα δῦναι
192
χρύσεά τε χάρισιν προσθήματ' ἀγλαΐας.
193
δοκεῖς τοῖσι σοῖς δακρύοις
194
μὴ τιμῶσα θεοὺς κρατή-
195
σειν ἐχθρῶν; οὔτοι στοναχαῖς
196
ἀλλ' εὐχαῖσι θεοὺς σεβί-
197
ζους' ἕξεις εὐαμερίαν, ὦ παῖ.
198
{Ηλ.} οὐδεὶς θεῶν ἐνοπᾶς κλύει
199
τᾶς δυσδαίμονος, οὐ παλαι-
200
ῶν πατρὸς σφαγιασμῶν.
201
οἴμοι τοῦ καταφθιμένου
202
τοῦ τε ζῶντος ἀλάτα,
203
ὅς που γᾶν ἄλλαν κατέχει
205
μέλεος ἀλαίνων ποτὶ θῆσσαν ἑστίαν,
206
τοῦ κλεινοῦ πατρὸς ἐκφύς.
207
αὐτὰ δ' ἐν χερνῆσι δόμοις
208
ναίω ψυχὰν τακομένα
209
δωμάτων φυγὰς πατρίων
210
οὐρείας ἀν' ἐρίπνας.
211
μάτηρ δ' ἐν λέκτροις φονίοις
212
ἄλλωι σύγγαμος οἰκεῖ.
213
{Χο.} πολλῶν κακῶν Ἕλλησιν αἰτίαν ἔχει
214
σῆς μητρὸς Ἑλένη σύγγονος δόμοις τε σοῖς.
215
{Ηλ.} οἴμοι· γυναῖκες, ἐξέβην θρηνημάτων.
216
ξένοι τινὲς παρ' οἶκον οἵδ' ἐφεστίους
217
εὐνὰς ἔχοντες ἐξανίστανται λόχου·
218
φυγῆι σὺ μὲν κατ' οἶμον, ἐς δόμους δ' ἐγὼ
219
φῶτας κακούργους ἐξαλύξωμεν ποδί.
220
{Ορ.} μέν', ὦ τάλαινα· μὴ τρέσηις ἐμὴν χέρα.
221
{Ηλ.} ὦ Φοῖβ' Ἄπολλον, προσπίτνω σε μὴ θανεῖν.
222
{Ορ.} ἄλλους κτάνοιμι μᾶλλον ἐχθίους σέθεν.
223
{Ηλ.} ἄπελθε, μὴ ψαῦ' ὧν σε μὴ ψαύειν χρεών.
224
{Ορ.} οὐκ ἔσθ' ὅτου θίγοιμ' ἂν ἐνδικώτερον.
225
{Ηλ.} καὶ πῶς ξιφήρης πρὸς δόμοις λοχᾶις ἐμοῖς;
226
{Ορ.} μείνας' ἄκουσον, καὶ τάχ' οὐκ ἄλλως ἐρεῖς.
227
{Ηλ.} ἕστηκα· πάντως δ' εἰμὶ σή· κρείσσων γὰρ εἶ.
228
{Ορ.} ἥκω φέρων σοι σοῦ κασιγνήτου λόγους.
229
{Ηλ.} ὦ φίλτατ', ἆρα ζῶντος ἢ τεθνηκότος;
230
{Ορ.} ζῆι· πρῶτα γάρ σοι τἀγάθ' ἀγγέλλειν θέλω.
231
{Ηλ.} εὐδαιμονοίης μισθὸν ἡδίστων λόγων.
232
{Ορ.} κοινῆι δίδωμι τοῦτο νῶιν ἀμφοῖν ἔχειν.
233
{Ηλ.} ποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχων;
234
{Ορ.} οὐχ ἕνα νομίζων φθείρεται πόλεως νόμον.
235
{Ηλ.} οὔ που σπανίζων τοῦ καθ' ἡμέραν βίου;
236
{Ορ.} ἔχει μέν, ἀσθενὴς δὲ δὴ φεύγων ἀνήρ.
237
{Ηλ.} λόγον δὲ δὴ τίν' ἦλθες ἐκ κείνου φέρων;
238
{Ορ.} εἰ ζῆις, ὅπως τε ζῶσα συμφορᾶς ἔχεις.
239
{Ηλ.} οὔκουν ὁρᾶις μου πρῶτον ὡς ξηρὸν δέμας;
240
{Ορ.} λύπαις γε συντετηκός, ὥστε με στένειν.
241
{Ηλ.} καὶ κρᾶτα πλόκαμόν τ' ἐσκυθισμένον ξυρῶι.
242
{Ορ.} δάκνει ς' ἀδελφὸς ὅ τε θανὼν ἴσως πατήρ.
243
{Ηλ.} οἴμοι· τί γάρ μοι τῶνδέ γ' ἐστὶ φίλτερον;
244
{Ορ.} φεῦ φεῦ· τί δ' αὖ σοῦ σῶι κασιγνήτωι δοκεῖς;
245
{Ηλ.} ἀπὼν ἐκεῖνος, οὐ παρὼν ἡμῖν φίλος.
246
{Ορ.} ἐκ τοῦ δὲ ναίεις ἐνθάδ' ἄστεως ἑκάς;
247
{Ηλ.} ἐγημάμεσθ', ὦ ξεῖνε, θανάσιμον γάμον.
248
{Ορ.} ὤιμωξ' ἀδελφὸν σόν. Μυκηναίων τίνι;
249
{Ηλ.} οὐχ ὧι πατήρ μ' ἤλπιζεν ἐκδώσειν ποτέ.
250
{Ορ.} εἴφ', ὡς ἀκούσας σῶι κασιγνήτωι λέγω.
251
{Ηλ.} ἐν τοῖσδ' ἐκείνου τηλορὸς ναίω δόμοις.
252
{Ορ.} σκαφεύς τις ἢ βουφορβὸς ἄξιος δόμων.
253
{Ηλ.} πένης ἀνὴρ γενναῖος ἔς τ' ἔμ' εὐσεβής.
254
{Ορ.} ἡ δ' εὐσέβεια τίς πρόσεστι σῶι πόσει;
255
{Ηλ.} οὐπώποτ' εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν.
256
{Ορ.} ἅγνευμ' ἔχων τι θεῖον ἤ ς' ἀπαξιῶν;
257
{Ηλ.} γονέας ὑβρίζειν τοὺς ἐμοὺς οὐκ ἠξίου.
258
{Ορ.} καὶ πῶς γάμον τοιοῦτον οὐχ ἥσθη λαβών;
259
{Ηλ.} οὐ κύριον τὸν δόντα μ' ἡγεῖται, ξένε.
260
{Ορ.} ξυνῆκ'· Ὀρέστηι μή ποτ' ἐκτείσηι δίκην.
261
{Ηλ.} τοῦτ' αὐτὸ ταρβῶν· πρὸς δὲ καὶ σώφρων ἔφυ.
262
{Ορ.} φεῦ· γενναῖον ἄνδρ' ἔλεξας, εὖ τε δραστέον.
263
{Ηλ.} εἰ δή ποθ' ἥξει γ' ἐς δόμους ὁ νῦν ἀπών.
264
{Ορ.} μήτηρ δέ ς' ἡ τεκοῦσα ταῦτ' ἠνέσχετο;
265
{Ηλ.} γυναῖκες ἀνδρῶν, ὦ ξέν', οὐ παίδων φίλαι.
266
{Ορ.} τίνος δέ ς' οὕνεχ' ὕβρις' Αἴγισθος τάδε;
267
{Ηλ.} τεκεῖν μ' ἐβούλετ' ἀσθενῆ, τοιῶιδε δούς.
268
{Ορ.} ὡς δῆθε παῖδας μὴ τέκοις ποινάτορας;
269
{Ηλ.} τοιαῦτ' ἐβούλευς'· ὧν ἐμοὶ δοίη δίκην.
270
{Ορ.} οἶδεν δέ ς' οὖσαν παρθένον μητρὸς πόσις;
271
{Ηλ.} οὐκ οἶδε· σιγῆι τοῦθ' ὑφαιρούμεσθά νιν.
272
{Ορ.} αἵδ' οὖν φίλαι σοι τούσδ' ἀκούουσιν λόγους;
273
{Ηλ.} ὥστε στέγειν γε τἀμὰ καὶ ς' ἔπη καλῶς.
274
{Ορ.} τί δῆτ' Ὀρέστης πρὸς τάδ', Ἄργος ἢν μόληι;
275
{Ηλ.} ἤρου τόδ'; αἰσχρόν γ' εἶπας· οὐ γὰρ νῦν ἀκμή;
276
{Ορ.} ἐλθὼν δὲ δὴ πῶς φονέας ἂν κτάνοι πατρός;
277
{Ηλ.} τολμῶν ὑπ' ἐχθρῶν οἷ' ἐτολμήθη †πατήρ†.
278
{Ορ.} ἦ καὶ μετ' αὐτοῦ μητέρ' ἂν τλαίης κτανεῖν;
279
{Ηλ.} ταὐτῶι γε πελέκει τῶι πατὴρ ἀπώλετο.
280
{Ορ.} λέγω τάδ' αὐτῶι, καὶ βέβαια τἀπὸ σοῦ;
281
{Ηλ.} θάνοιμι μητρὸς αἷμ' ἐπισφάξας' ἐμῆς.
282
{Ορ.} φεῦ· εἴθ' ἦν Ὀρέστης πλησίον κλύων τάδε.
283
{Ηλ.} ἀλλ', ὦ ξέν', οὐ γνοίην ἂν εἰσιδοῦσά νιν.
284
{Ορ.} νέα γάρ, οὐδὲν θαῦμ', ἀπεζεύχθης νέου.
285
{Ηλ.} εἷς ἂν μόνος νιν τῶν ἐμῶν γνοίη φίλων.
286
{Ορ.} ἆρ' ὃν λέγουσιν αὐτὸν ἐκκλέψαι φόνου;
287
{Ηλ.} πατρός γε παιδαγωγὸς ἀρχαῖος γέρων.
288
{Ορ.} ὁ κατθανὼν δὲ σὸς πατὴρ τύμβου κυρεῖ;
289
{Ηλ.} ἔκυρσεν ὡς ἔκυρσεν, ἐκβληθεὶς δόμων.
290
{Ορ.} οἴμοι, τόδ' οἷον εἶπας· αἴσθησις γὰρ οὖν
291
καὶ τῶν θυραίων πημάτων δάκνει βροτούς.
292
λέξον δ', ἵν' εἰδὼς σῶι κασιγνήτωι φέρω
293
λόγους ἀτερπεῖς ἀλλ' ἀναγκαίους κλύειν.
294
ἔνεστι δ' οἶκτος ἀμαθίαι μὲν οὐδαμοῦ,
295
σοφοῖσι δ' ἀνδρῶν· καὶ γὰρ οὐδ' ἀζήμιον
296
γνώμην ἐνεῖναι τοῖς σοφοῖς λίαν σοφήν.
297
{Χο.} κἀγὼ τὸν αὐτὸν τῶιδ' ἔρον ψυχῆς ἔχω.
298
πρόσω γὰρ ἄστεως οὖσα τἀν πόλει κακὰ
299
οὐκ οἶδα, νῦν δὲ βούλομαι κἀγὼ μαθεῖν.
300
{Ηλ.} λέγοιμ' ἄν, εἰ χρή (χρὴ δὲ πρὸς φίλον λέγειν),
301
τύχας βαρείας τὰς ἐμὰς κἀμοῦ πατρός.
302
ἐπεὶ δὲ κινεῖς μῦθον, ἱκετεύω, ξένε,
303
ἄγγελλ' Ὀρέστηι τἀμὰ κἀκείνου κακά,
304
πρῶτον μὲν οἵοις ἐν πέπλοις αὐλίζομαι,
305
πίνωι θ' ὅσωι βέβριθ', ὑπὸ στέγαισί τε
306
οἵαισι ναίω βασιλικῶν ἐκ δωμάτων,
307
αὐτὴ μὲν ἐκμοχθοῦσα κερκίσιν πέπλους
308
ἢ γυμνὸν ἕξω σῶμα καὶ στερήσομαι
post 308
〈 〉,
post 309
αὐτὴ δὲ πηγὰς ποταμίους φορουμένη.
post 30:
ἀνέορτος ἱερῶν καὶ χορῶν τητωμένη
post 30;
ἀναίνομαι γυναῖκας οὖσα παρθένος,
post 30<
αἰσχύνομαι δὲ Κάστορ', ὃς πρὶν ἐς θεοὺς
post 30=
ἐλθεῖν ἔμ' ἐμνήστευεν, οὖσαν ἐγγενῆ.
post 30>
μήτηρ δ' ἐμὴ Φρυγίοισιν ἐν σκυλεύμασιν
post 30?
θρόνωι κάθηται, πρὸς δ' ἕδραισιν Ἀσίδες
post 30@
δμωαὶ στατίζους', ἃς ἔπερς' ἐμὸς πατήρ,
post 30A
Ἰδαῖα φάρη χρυσέαις ἐζευγμέναι
post 30B
πόρπαισιν. αἷμα δ' ἔτι πατρὸς κατὰ στέγας
post 30C
μέλαν σέσηπεν, ὃς δ' ἐκεῖνον ἔκτανεν
post 30D
ἐς ταὐτὰ βαίνων ἅρματ' ἐκφοιτᾶι πατρί,
post 30E
καὶ σκῆπτρ' ἐν οἷς Ἕλλησιν ἐστρατηλάτει
post 30F
μιαιφόνοισι χερσὶ γαυροῦται λαβών.
post 30G
Ἀγαμέμνονος δὲ τύμβος ἠτιμασμένος
post 30H
οὔπω χοάς ποτ' οὐδὲ κλῶνα μυρσίνης
post 30I
ἔλαβε, πυρὰ δὲ χέρσος ἀγλαϊσμάτων.
post 30J
μέθηι δὲ βρεχθεὶς τῆς ἐμῆς μητρὸς πόσις
post 30K
ὁ κλεινός, ὡς λέγουσιν, ἐνθρώισκει τάφωι
post 30L
πέτροις τε λεύει μνῆμα λάινον πατρός,
post 30M
καὶ τοῦτο τολμᾶι τοὔπος εἰς ἡμᾶς λέγειν·
post 30N
Ποῦ παῖς Ὀρέστης; ἆρά σοι τύμβωι καλῶς
post 30O
παρὼν ἀμύνει; ταῦτ' ἀπὼν ὑβρίζεται.
post 30P
ἀλλ', ὦ ξέν', ἱκετεύω ς', ἀπάγγειλον τάδε.
post 30Q
πολλοὶ δ' ἐπιστέλλουσιν, ἑρμηνεὺς δ' ἐγώ,
post 30R
αἱ χεῖρες ἡ γλῶσς' ἡ ταλαίπωρός τε φρὴν
post 30S
κάρα τ' ἐμὸν ξυρῆκες ὅ τ' ἐκεῖνον τεκών.
post 30T
αἰσχρὸν γάρ, εἰ πατὴρ μὲν ἐξεῖλεν Φρύγας,
post 30U
ὁ δ' ἄνδρ' ἕν' εἷς ὢν οὐ δυνήσεται κτανεῖν,
post 30V
νέος πεφυκὼς κἀξ ἀμείνονος πατρός.
post 30W
{Χο.} καὶ μὴν δέδορκα τόνδε, σὸν λέγω πόσιν,
post 30X
λήξαντα μόχθου πρὸς δόμους ὁρμώμενον.
post 30Y
{Αυ.} ἔα· τίνας τούσδ' ἐν πύλαις ὁρῶ ξένους;
post 30Z
τίνος δ' ἕκατι τάσδ' ἐπ' ἀγραύλους πύλας
post 30[
προσῆλθον; ἦ 'μοῦ δεόμενοι; γυναικί τοι
post 30\
αἰσχρὸν μετ' ἀνδρῶν ἑστάναι νεανιῶν.
post 30]
{Ηλ.} ὦ φίλτατ', εἰς ὕποπτα μὴ μόληις ἐμοί·
post 30^
τὸν ὄντα δ' εἴσηι μῦθον· οἵδε γὰρ ξένοι
post 30_
ἥκους' Ὀρέστου πρὸς ἐμὲ κήρυκες λόγων.
post 30`
ἀλλ', ὦ ξένοι, σύγγνωτε τοῖς εἰρημένοις.
post 30a
{Αυ.} τί φασίν; ἁνὴρ ἔστι καὶ λεύσσει φάος;
post 30b
{Ηλ.} ἔστιν λόγωι γοῦν, φασὶ δ' οὐκ ἄπιστ' ἐμοί.
post 30c
{Αυ.} ἦ καί τι πατρὸς σῶν τε μέμνηται κακῶν;
post 30d
{Ηλ.} ἐν ἐλπίσιν ταῦτ'· ἀσθενὴς φεύγων ἀνήρ.
post 30e
{Αυ.} ἦλθον δ' Ὀρέστου τίνα πορεύοντες λόγον;
post 30f
{Ηλ.} σκοποὺς ἔπεμψε τούσδε τῶν ἐμῶν κακῶν.
post 30g
{Αυ.} οὔκουν τὰ μὲν λεύσσουσι, τὰ δὲ σύ που λέγεις;
post 30h
{Ηλ.} ἴσασιν, οὐδὲν τῶνδ' ἔχουσιν ἐνδεές.
post 30i
{Αυ.} οὔκουν πάλαι χρῆν τοῖσδ' ἀνεπτύχθαι πύλας;
post 30j
χωρεῖτ' ἐς οἴκους· ἀντὶ γὰρ χρηστῶν λόγων
post 30k
ξενίων κυρήσεθ', οἷ' ἐμὸς κεύθει δόμος.
post 30l
[αἴρεσθ', ὀπαδοί, τῶνδ' ἔσω τεύχη δόμων.]
post 30m
καὶ μηδὲν ἀντείπητε, παρὰ φίλου φίλοι
post 30n
μολόντες ἀνδρός· καὶ γὰρ εἰ πένης ἔφυν,
post 30o
οὔτοι τό γ' ἦθος δυσγενὲς παρέξομαι.
post 30p
{Ορ.} πρὸς θεῶν, ὅδ' ἁνὴρ ὃς συνεκκλέπτει γάμους
post 30q
τοὺς σούς, Ὀρέστην οὐ καταισχύνειν θέλων;
post 30r
{Ηλ.} οὗτος κέκληται πόσις ἐμὸς τῆς ἀθλίας.
post 30s
{Ορ.} φεῦ·
367
οὐκ ἔστ' ἀκριβὲς οὐδὲν εἰς εὐανδρίαν·
368
ἔχουσι γὰρ ταραγμὸν αἱ φύσεις βροτῶν.
369
ἤδη γὰρ εἶδον ἄνδρα γενναίου πατρὸς
370
τὸ μηδὲν ὄντα, χρηστὰ δ' ἐκ κακῶν τέκνα,
371
λιμόν τ' ἐν ἀνδρὸς πλουσίου φρονήματι,
372
γνώμην δὲ μεγάλην ἐν πένητι σώματι.
373
[πῶς οὖν τις αὐτὰ διαλαβὼν ὀρθῶς κρινεῖ;
374
πλούτωι; πονηρῶι τἄρα χρήσεται κριτῆι.
375
ἢ τοῖς ἔχουσι μηδέν; ἀλλ' ἔχει νόσον
376
πενία, διδάσκει δ' ἄνδρα τῆι χρείαι κακόν.
377
ἀλλ' εἰς ὅπλ' ἐλθών; τίς δὲ πρὸς λόγχην βλέπων
378
μάρτυς γένοιτ' ἂν ὅστις ἐστὶν ἁγαθός;
379
κράτιστον εἰκῆι ταῦτ' ἐᾶν ἀφειμένα.]
380
οὗτος γὰρ ἁνὴρ οὔτ' ἐν Ἀργείοις μέγας
381
οὔτ' αὖ δοκήσει δωμάτων ὠγκωμένος,
382
ἐν τοῖς δὲ πολλοῖς ὤν, ἄριστος ηὑρέθη.
383
οὐ μὴ ἀφρονήσεθ', οἳ κενῶν δοξασμάτων
384
πλήρεις πλανᾶσθε, τῆι δ' ὁμιλίαι βροτῶν
385
κρινεῖτε καὶ τοῖς ἤθεσιν τοὺς εὐγενεῖς;
386
[οἱ γὰρ τοιοῦτοι τὰς πόλεις οἰκοῦσιν εὖ
387
καὶ δώμαθ'· αἱ δὲ σάρκες αἱ κεναὶ φρενῶν
388
ἀγάλματ' ἀγορᾶς εἰσιν. οὐδὲ γὰρ δόρυ
389
μᾶλλον βραχίων σθεναρὸς ἀσθενοῦς μένει·
390
ἐν τῆι φύσει δὲ τοῦτο κἀν εὐψυχίαι.]
391
ἀλλ' ἄξιος γὰρ ὅ τε παρὼν ὅ τ' οὐ παρὼν
392
Ἀγαμέμνονος παῖς, οὗπερ οὕνεχ' ἥκομεν,
393
δεξώμεθ' οἴκων καταλύσεις. χωρεῖν χρεών,
394
δμῶες, δόμων τῶνδ' ἐντός. ὡς ἐμοὶ πένης
395
εἴη πρόθυμος πλουσίου μᾶλλον ξένος.
396
αἰνῶ μὲν οὖν τοῦδ' ἀνδρὸς ἐσδοχὰς δόμων,
397
ἐβουλόμην δ' ἂν εἰ κασίγνητός με σὸς
398
ἐς εὐτυχοῦντας ἦγεν εὐτυχῶν δόμους.
399
ἴσως δ' ἂν ἔλθοι· Λοξίου γὰρ ἔμπεδοι
400
χρησμοί, βροτῶν δὲ μαντικὴν χαίρειν ἐῶ.
401
{Χο.} νῦν ἢ πάροιθε μᾶλλον, Ἠλέκτρα, χαρᾶι
402
θερμαινόμεσθα καρδίαν· ἴσως γὰρ ἂν
403
μόλις προβαίνους' ἡ τύχη σταίη καλῶς.
404
{Ηλ.} ὦ τλῆμον, εἰδὼς δωμάτων χρείαν σέθεν
405
τί τούσδ' ἐδέξω μείζονας σαυτοῦ ξένους;
406
{Αυ.} τί δ'; εἴπερ εἰσὶν ὡς δοκοῦσιν εὐγενεῖς,
407
οὐκ ἔν τε μικροῖς ἔν τε μὴ στέρξους' ὁμῶς;
408
{Ηλ.} ἐπεί νυν ἐξήμαρτες ἐν σμικροῖσιν ὤν,
409
ἔλθ' ὡς παλαιὸν τροφέ' ἐμοῦ φίλον πατρός,
410
ὃς ἀμφὶ ποταμὸν Τάναον Ἀργείας ὅρους
411
τέμνοντα γαίας Σπαρτιάτιδός τε γῆς
412
ποίμναις ὁμαρτεῖ πόλεος ἐκβεβλημένος·
413
κέλευε δ' †αὐτὸν τόνδ' ἐς δόμους ἀφιγμένον†
414
ἐλθεῖν ξένιά τ' ἐς δαῖτα πορσῦναί τινα.
415
ἡσθήσεταί τοι καὶ προσεύξεται θεοῖς,
416
ζῶντ' εἰσακούσας παῖδ' ὃν ἐκσώιζει ποτέ.
417
οὐ γὰρ πατρώιων ἐκ δόμων μητρὸς πάρα
418
λάβοιμεν ἄν τι· πικρὰ δ' ἀγγείλαιμεν ἄν,
419
εἰ ζῶντ' Ὀρέστην ἡ τάλαιν' αἴσθοιτ' ἔτι.
420
{Αυ.} ἀλλ', εἰ δοκεῖ σοι, τούσδ' ἀπαγγελῶ λόγους
421
γέροντι· χώρει δ' ἐς δόμους ὅσον τάχος
422
καὶ τἄνδον ἐξάρτυε. πολλά τοι γυνὴ
423
χρήιζους' ἂν εὕροι δαιτὶ προσφορήματα.
424
ἔστιν δὲ δὴ τοσαῦτά γ' ἐν δόμοις ἔτι
425
ὥσθ' ἕν γ' ἐπ' ἦμαρ τούσδε πληρῶσαι βορᾶς.
426
ἐν τοῖς τοιούτοις δ' ἡνίκ' ἂν γνώμη πέσηι,
427
σκοπῶ τὰ χρήμαθ' ὡς ἔχει μέγα σθένος
428
ξένοις τε δοῦναι σῶμά τ' ἐς νόσους πεσὸν
429
δαπάναισι σῶσαι· τῆς δ' ἐφ' ἡμέραν βορᾶς
430
ἐς σμικρὸν ἥκει· πᾶς γὰρ ἐμπλησθεὶς ἀνὴρ
431
ὁ πλούσιός τε χὠ πένης ἴσον φέρει.
432
{Χο.} κλειναὶ νᾶες, αἵ ποτ' ἔβατε Τροίαν
433
τοῖς ἀμετρήτοις ἐρετμοῖς
434
πέμπουσαι χορεύματα Νηρήιδων,
435
ἵν' ὁ φίλαυλος ἔπαλλε δελ-
436
φὶς πρώιραις κυανεμβόλοι-
437
σιν εἱλισσόμενος,
438
πορεύων τὸν τᾶς Θέτιδος
439
κοῦφον ἅλμα ποδῶν Ἀχιλῆ
440
σὺν Ἀγαμέμνονι Τρωίας
441
ἐπὶ Σιμουντίδας ἀκτάς.
442
Νηρῆιδες δ' Εὐβοῖδας ἄκρας λιποῦσαι
443
μόχθους ἀσπιστὰς ἀκμόνων
444
Ἡφαίστου χρυσέων ἔφερον τευχέων,
445
ἀνά τε Πήλιον ἀνά τ' ἐρυ-
446
μνᾶς Ὄσσας ἱερὰς νάπας
447
Νυμφαίας σκοπιὰς
448
†κόρας μάτευς'† ἔνθα πατὴρ
449
ἱππότας τρέφεν Ἑλλάδι φῶς
450
Θέτιδος εἰναλίας γόνον
451
ταχύπορον πόδ' Ἀτρείδαις.
452
Ἰλιόθεν δ' ἔκλυόν τινος ἐν λιμέσιν
453
Ναυπλίοις βεβῶτος
454
τᾶς σᾶς, ὦ Θέτιδος παῖ,
455
κλεινᾶς ἀσπίδος ἐν κύκλωι
456
τοιάδε σήματα †δείματα
457
Φρύγια† τετύχθαι·
458
περιδρόμωι μὲν ἴτυος ἕδραι
459
Περσέα λαιμοτόμαν ὑπὲρ ἁλὸς
460
ποτανοῖσι πεδίλοις κορυφὰν Γοργόνος ἴσχειν,
461
Διὸς ἀγγέλωι σὺν Ἑρμᾶι,
462
τῶι Μαίας ἀγροτῆρι κούρωι
464
ἐν δὲ μέσωι κατέλαμπε σάκει φαέθων
465
κύκλος ἁλίοιο
466
ἵπποις ἂμ πτεροέσσαις
467
ἄστρων τ' αἰθέριοι χοροί,
468
Πλειάδες Ὑάδες, †Ἕκτορος
469
ὄμμασι† τροπαῖοι·
470
ἐπὶ δὲ χρυσοτύπωι κράνει
471
Σφίγγες ὄνυξιν ἀοίδιμον ἄγραν
472
φέρουσαι· περιπλεύρωι δὲ κύτει πύρπνοος ἔσπευ-
473
δε δρόμωι λέαινα χαλαῖς
475
Πειρηναῖον ὁρῶσα πῶλον.
476
ἄορι δ' ἐν φονίωι τετραβάμονες ἵπποι ἔπαλλον,
477
κελαινὰ δ' ἀμφὶ νῶθ' ἵετο κόνις.
478
τοιῶνδ' ἄνακτα δοριπόνων
480
ἔκανεν ἀνδρῶν, Τυνδαρί,
481
σὰ λέχεα, κακόφρον κόρα.
483
τοιγάρ σοί ποτ' οὐρανίδαι
484
πέμψουσιν θανάτου δίκαν.
485
ἔτ' ἔτι φόνιον ὑπὸ δέραν
486
ὄψομαι αἷμα χυθὲν σιδάρωι.
487
{ΠΡΕΣΒΥΣ} ποῦ ποῦ νεᾶνις πότνι' ἐμὴ δέσποινά τε,
488
Ἀγαμέμνονος παῖς, ὅν ποτ' ἐξέθρεψ' ἐγώ;
489
ὡς πρόσβασιν τῶνδ' ὀρθίαν οἴκων ἔχει
490
ῥυσῶι γέροντι τῶιδε προσβῆναι ποδί.
491
ὅμως δὲ πρός γε τοὺς φίλους ἐξελκτέον
492
διπλῆν ἄκανθαν καὶ παλίρροπον γόνυ.
493
ὦ θύγατερ (ἄρτι γάρ σε πρὸς δόμοις ὁρῶ),
494
ἥκω φέρων σοι τῶν ἐμῶν βοσκημάτων
495
ποίμνης νεογνὸν θρέμμ' ὑποσπάσας τόδε
496
στεφάνους τε τευχέων τ' ἐξελὼν τυρεύματα,
497
πολιόν τε θησαύρισμα Διονύσου τόδε
498
ὀσμῆι κατῆρες, σμικρὸν ἀλλ' ἐπεσβαλεῖν
499
ἡδὺ σκύφον τοῦδ' ἀσθενεστέρωι ποτῶι.
500
ἴτω φέρων τις τοῖς ξένοις τάδ' ἐς δόμους.
501
ἐγὼ δὲ τρύχει τῶιδ' ἐμῶν πέπλων κόρας
502
δακρύοισι τέγξας ἐξομόρξασθαι θέλω.
503
{Ηλ.} τί δ', ὦ γεραιέ, διάβροχον τόδ' ὄμμ' ἔχεις;
504
μῶν τἀμὰ διὰ χρόνου ς' ἀνέμνησεν κακῶν;
505
ἢ τὰς Ὀρέστου τλήμονας φυγὰς στένεις
506
καὶ πατέρα τὸν ἐμόν, ὅν ποτ' ἐν χεροῖν ἔχων
507
ἀνόνητ' ἔθρεψάς σοί τε καὶ τοῖς σοῖς φίλοις;
508
{Πρ.} ἀνόνηθ'· ὅμως δ' οὖν τοῦτό γ' οὐκ ἠνεσχόμην·
509
ἦλθον γὰρ αὐτοῦ πρὸς τάφον πάρεργ' ὁδοῦ
510
καὶ προσπεσὼν ἔκλαυς' ἐρημίας τυχών,
511
σπονδάς τε, λύσας ἀσκὸν ὃν φέρω ξένοις,
512
ἔσπεισα, τύμβωι δ' ἀμφέθηκα μυρσίνας.
513
πυρᾶς δ' ἔπ' αὐτῆς οἶν μελάγχιμον πόκωι
514
σφάγιον ἐσεῖδον αἷμά τ' οὐ πάλαι χυθὲν
515
ξανθῆς τε χαίτης βοστρύχους κεκαρμένους.
516
κἀθαύμας', ὦ παῖ, τίς ποτ' ἀνθρώπων ἔτλη
517
πρὸς τύμβον ἐλθεῖν· οὐ γὰρ Ἀργείων γέ τις.
518
ἀλλ' ἦλθ' ἴσως που σὸς κασίγνητος λάθραι,
519
μολὼν δ' ἐθαύμας' ἄθλιον τύμβον πατρός.
520
σκέψαι δὲ χαίτην προστιθεῖσα σῆι κόμηι,
521
εἰ χρῶμα ταὐτὸν κουρίμης ἔσται τριχός·
522
φιλεῖ γάρ, αἷμα ταὐτὸν οἷς ἂν ἦι πατρός,
523
τὰ πόλλ' ὅμοια σώματος πεφυκέναι.
524
{Ηλ.} οὐκ ἄξι' ἀνδρός, ὦ γέρον, σοφοῦ λέγεις,
525
εἰ κρυπτὸν ἐς γῆν τήνδ' ἂν Αἰγίσθου φόβωι
526
δοκεῖς ἀδελφὸν τὸν ἐμὸν εὐθαρσῆ μολεῖν.
527
ἔπειτα χαίτης πῶς συνοίσεται πλόκος,
528
ὁ μὲν παλαίστραις ἀνδρὸς εὐγενοῦς τραφείς,
529
ὁ δὲ κτενισμοῖς θῆλυς; ἀλλ' ἀμήχανον.
530
πολλοῖς δ' ἂν εὕροις βοστρύχους ὁμοπτέρους
531
καὶ μὴ γεγῶσιν αἵματος ταὐτοῦ, γέρον.
532
{Πρ.} σὺ δ' εἰς ἴχνος βᾶς' ἀρβύλης σκέψαι βάσιν
533
εἰ σύμμετρος σῶι ποδὶ γενήσεται, τέκνον.
534
{Ηλ.} πῶς δ' ἂν γένοιτ' ἂν ἐν κραταιλέωι πέδωι
535
γαίας ποδῶν ἔκμακτρον; εἰ δ' ἔστιν τόδε,
536
δυοῖν ἀδελφοῖν ποὺς ἂν οὐ γένοιτ' ἴσος
537
ἀνδρός τε καὶ γυναικός, ἀλλ' ἅρσην κρατεῖ.
538
{Πρ.} οὐκ ἔστιν, εἰ καὶ γῆν κασίγνητος μολὼν
post 538
〈 〉
post 539
κερκίδος ὅτωι γνοίης ἂν ἐξύφασμα σῆς,
post 53:
ἐν ὧι ποτ' αὐτὸν ἐξέκλεψα μὴ θανεῖν;
post 53;
{Ηλ.} οὐκ οἶσθ', Ὀρέστης ἡνίκ' ἐκπίπτει χθονός,
post 53<
νέαν μ' ἔτ' οὖσαν; εἰ δὲ κἄκρεκον πέπλους,
post 53=
πῶς ἂν τότ' ὢν παῖς ταὐτὰ νῦν ἔχοι φάρη,
post 53>
εἰ μὴ ξυναύξοινθ' οἱ πέπλοι τῶι σώματι;
post 53?
ἀλλ' ἤ τις αὐτοῦ τάφον ἐποικτίρας ξένος
post 53@
†ἐκείρατ' ἢ τῆσδε σκοποὺς λαβὼν χθονός†.
post 53A
{Πρ.} οἱ δὲ ξένοι ποῦ; βούλομαι γὰρ εἰσιδὼν
post 53B
αὐτοὺς ἐρέσθαι σοῦ κασιγνήτου πέρι.
post 53C
{Ηλ.} οἵδ' ἐκ δόμων βαίνουσι λαιψηρῶι ποδί.
post 53D
{Πρ.} ἀλλ' εὐγενεῖς μέν, ἐν δὲ κιβδήλωι τόδε·
post 53E
πολλοὶ γὰρ ὄντες εὐγενεῖς εἰσιν κακοί.
post 53F
ὅμως δὲ χαίρειν τοὺς ξένους προσεννέπω.
post 53G
{Ορ.} χαῖρ', ὦ γεραιέ. τοῦ ποτ', Ἠλέκτρα, τόδε
post 53H
παλαιὸν ἀνδρὸς λείψανον φίλων κυρεῖ;
post 53I
{Ηλ.} οὗτος τὸν ἁμὸν πατέρ' ἔθρεψεν, ὦ ξένε.
post 53J
{Ορ.} τί φήις; ὅδ' ὃς σὸν ἐξέκλεψε σύγγονον;
post 53K
{Ηλ.} ὅδ' ἔσθ' ὁ σώσας κεῖνον, εἴπερ ἔστ' ἔτι.
post 53L
{Ορ.} ἔα·
558
τί μ' ἐσδέδορκεν ὥσπερ ἀργύρου σκοπῶν
559
λαμπρὸν χαρακτῆρ'; ἦ προσεικάζει μέ τωι;
560
{Ηλ.} ἴσως Ὀρέστου ς' ἥλιχ' ἥδεται βλέπων.
561
{Ορ.} φίλου γε φωτός. τί δὲ κυκλεῖ πέριξ πόδα;
562
{Ηλ.} καὐτὴ τόδ' εἰσορῶσα θαυμάζω, ξένε.
563
{Πρ.} ὦ πότνι', εὔχου, θύγατερ Ἠλέκτρα, θεοῖς.
564
{Ηλ.} τί τῶν ἀπόντων ἢ τί τῶν ὄντων πέρι;
565
{Πρ.} λαβεῖν φίλον θησαυρόν, ὃν φαίνει θεός.
566
{Ηλ.} ἰδού· καλῶ θεούς. ἢ τί δὴ λέγεις, γέρον;
567
{Πρ.} βλέψον νυν ἐς τόνδ', ὦ τέκνον, τὸν φίλτατον.
568
{Ηλ.} πάλαι δέδορκα· μὴ σύ γ' οὐκέτ' εὖ φρονεῖς;
569
{Πρ.} οὐκ εὖ φρονῶ 'γὼ σὸν κασίγνητον βλέπων;
570
{Ηλ.} πῶς εἶπας, ὦ γεραί', ἀνέλπιστον λόγον;
571
{Πρ.} ὁρᾶν Ὀρέστην τόνδε τὸν Ἀγαμέμνονος.
572
{Ηλ.} ποῖον χαρακτῆρ' εἰσιδών, ὧι πείσομαι;
573
{Πρ.} οὐλὴν παρ' ὀφρύν, ἥν ποτ' ἐν πατρὸς δόμοις
574
νεβρὸν διώκων σοῦ μέθ' ἡιμάχθη πεσών.
575
{Ηλ.} πῶς φήις; ὁρῶ μὲν πτώματος τεκμήριον.
576
{Πρ.} ἔπειτα μέλλεις προσπίτνειν τοῖς φιλτάτοις;
577
{Ηλ.} ἀλλ' οὐκέτ', ὦ γεραιέ· συμβόλοισι γὰρ
578
τοῖς σοῖς πέπεισμαι θυμόν. ὦ χρόνωι φανείς,
579
ἔχω ς' ἀέλπτως {Ορ.} κἀξ ἐμοῦ γ' ἔχηι χρόνωι.
580
{Ηλ.} οὐδέποτε δόξας'. {Ορ.} οὐδ' ἐγὼ γὰρ ἤλπισα.
581
{Ηλ.} ἐκεῖνος εἶ σύ; {Ορ.} σύμμαχός γέ σοι μόνος.
582
ἢν δ' ἀνσπάσωμαί γ' ὃν μετέρχομαι βόλον
post 582
〈 〉
post 583
πέποιθα δ'· ἢ χρὴ μηκέθ' ἡγεῖσθαι θεούς,
post 584
εἰ τἄδικ' ἔσται τῆς δίκης ὑπέρτερα.
post 585
{Χο.} ἔμολες ἔμολες, ὤ, χρόνιος ἁμέρα,
post 586
κατέλαμψας, ἔδειξας ἐμφανῆ
post 587
πόλει πυρσόν, ὃς παλαιᾶι φυγᾶι
post 588
πατρίων ἀπὸ δωμάτων τάλας
post 589
ἀλαίνων ἔβα.
post 58:
θεὸς αὖ θεὸς ἁμετέραν τις ἄγει
post 58;
νίκαν, ὦ φίλα.
593
ἄνεχε χέρας, ἄνεχε λόγον, ἵει λιτὰς
594
ἐς θεούς, τύχαι σοι τύχαι
595
κασίγνητον ἐμβατεῦσαι πόλιν.
596
{Ορ.} εἶἑν· φίλας μὲν ἡδονὰς ἀσπασμάτων
597
ἔχω, χρόνωι δὲ καὖθις αὐτὰ δώσομεν.
598
σὺ δ', ὦ γεραιέ, καίριος γὰρ ἤλυθες,
599
λέξον, τί δρῶν ἂν φονέα τεισαίμην πατρὸς
600
μητέρα τε 〈τὴν〉 κοινωνὸν ἀνοσίων γάμων;
601
ἔστιν τί μοι κατ' Ἄργος εὐμενὲς φίλων;
602
ἢ πάντ' ἀνεσκευάσμεθ', ὥσπερ αἱ τύχαι;
603
τῶι ξυγγένωμαι; νύχιος ἢ καθ' ἡμέραν;
604
ποίαν ὁδὸν τραπώμεθ' εἰς ἐχθροὺς ἐμούς;
605
{Πρ.} ὦ τέκνον, οὐδεὶς δυστυχοῦντί σοι φίλος.
606
εὕρημα γάρ τοι χρῆμα γίγνεται τόδε,
607
κοινῆι μετασχεῖν τἀγαθοῦ καὶ τοῦ κακοῦ.
608
σὺ δ' (ἐκ βάθρων γὰρ πᾶς ἀνήιρησαι φίλοις
609
οὐδ' ἐλλέλοιπας ἐλπίδ') ἴσθι μου κλύων·
610
ἐν χειρὶ τῆι σῆι πάντ' ἔχεις καὶ τῆι τύχηι,
611
πατρῶιον οἶκον καὶ πόλιν λαβεῖν σέθεν.
612
{Ορ.} τί δῆτα δρῶντες τοῦδ' ἂν ἐξικοίμεθα;
613
{Πρ.} κτανὼν Θυέστου παῖδα σήν τε μητέρα.
614
{Ορ.} ἥκω 'πὶ τόνδε στέφανον· ἀλλὰ πῶς λάβω;
615
{Πρ.} τειχέων μὲν ἐλθὼν ἐντὸς οὐδ' ἂν εἰ θέλοις.
616
{Ορ.} φρουραῖς κέκασται δεξιαῖς τε δορυφόρων;
617
{Πρ.} ἔγνως· φοβεῖται γάρ σε κοὐχ εὕδει σαφῶς.
618
{Ορ.} εἶἑν· σὺ δὴ τοὐνθένδε βούλευσον, γέρον.
619
{Πρ.} τἄμ' οὖν ἄκουσον· ἄρτι γάρ μ' ἐσῆλθέ τι.
620
{Ορ.} ἐσθλόν τι μηνύσειας, αἰσθοίμην δ' ἐγώ.
621
{Πρ.} Αἴγισθον εἶδον, ἡνίχ' εἷρπον ἐνθάδε.
622
{Ορ.} προσηκάμην τὸ ῥηθέν. ἐν ποίοις τόποις;
623
{Πρ.} ἀγρῶν πέλας τῶνδ', ἱπποφορβίων ἔπι.
624
{Ορ.} τί δρῶνθ'; ὁρῶ γὰρ ἐλπίδ' ἐξ ἀμηχάνων.
625
{Πρ.} Νύμφαις ἐπόρσυν' ἔροτιν, ὡς ἔδοξέ μοι.
626
{Ορ.} τροφεῖα παίδων ἢ πρὸ μέλλοντος τόκου;
627
{Πρ.} οὐκ οἶδα πλὴν ἕν· βουσφαγεῖν ὡπλίζετο.
628
{Ορ.} πόσων μετ' ἀνδρῶν; ἢ μόνος δμώων μέτα;
629
{Πρ.} οὐδεὶς παρῆν Ἀργεῖος, οἰκεία δὲ χείρ.
630
{Ορ.} οὔ πού τις ὅστις γνωριεῖ μ' ἰδών, γέρον;
631
{Πρ.} δμῶες μέν εἰσιν, οἳ σέ γ' οὐκ εἶδόν ποτε.
632
{Ορ.} ἡμῖν ἂν εἶεν, εἰ κρατοῖμεν, εὐμενεῖς;
633
{Πρ.} δούλων γὰρ ἴδιον τοῦτο, σοὶ δὲ σύμφορον.
634
{Ορ.} πῶς οὖν ἂν αὐτῶι πλησιασθείην ποτέ;
635
{Πρ.} στείχων ὅθεν σε βουθυτῶν ἐσόψεται.
636
{Ορ.} ὁδὸν παρ' αὐτήν, ὡς ἔοικ', ἀγροὺς ἔχει.
637
{Πρ.} ὅθεν 〈γ'〉 ἰδών σε δαιτὶ κοινωνὸν καλεῖ.
638
{Ορ.} πικρόν γε συνθοινάτορ', ἢν θεὸς θέληι.
639
{Πρ.} τοὐνθένδε πρὸς τὸ πῖπτον αὐτὸς ἐννόει.
640
{Ορ.} καλῶς ἔλεξας. ἡ τεκοῦσα δ' ἐστὶ ποῦ;
641
{Πρ.} Ἄργει· παρέσται δ' οὖν πόσει θοίνην ἔπι.
642
{Ορ.} τί δ' οὐχ ἅμ' ἐξωρμᾶτ' ἐμὴ μήτηρ πόσει;
643
{Πρ.} ψόγον τρέμουσα δημοτῶν ἐλείπετο.
644
{Ορ.} ξυνῆχ'· ὕποπτος οὖσα γιγνώσκει πόλει.
645
{Πρ.} τοιαῦτα· μισεῖται γὰρ ἀνόσιος γυνή.
646
{Ορ.} πῶς οὖν; ἐκείνην τόνδε τ' ἐν ταὐτῶι κτενῶ;
647
{Ηλ.} ἐγὼ φόνον γε μητρὸς ἐξαρτύσομαι.
648
{Ορ.} καὶ μὴν ἐκεῖνά γ' ἡ τύχη θήσει καλῶς.
649
{Ηλ.} ὑπηρετείτω μὲν δυοῖν ὄντοιν ὅδε.
650
{Ορ.} ἔσται τάδ'· εὑρίσκεις δὲ μητρὶ πῶς φόνον;
651
{Ηλ.} λέγ', ὦ γεραιέ, τάδε Κλυταιμήστραι μολών.
post 651
{〈Πρ.} 〉
post 652
{〈Ηλ.〉} λεχώ μ' ἀπάγγελλ' οὖσαν ἄρσενος τόκωι.
post 653
{Πρ.} πότερα πάλαι τεκοῦσαν ἢ νεωστὶ δή;
post 654
{Ηλ.} δέχ' ἡλίους, ἐν οἷσιν ἁγνεύει λεχώ.
post 655
{Πρ.} καὶ δὴ τί τοῦτο μητρὶ προσβάλλει φόνον;
post 656
{Ηλ.} ἥξει κλύουσα λόχιά μου νοσήματα.
post 657
{Πρ.} πόθεν; †τί δ'† αὐτῆι σοῦ μέλειν δοκεῖς, τέκνον;
post 658
{Ηλ.} ναί· καὶ δακρύσει γ' ἀξίωμ' ἐμῶν τόκων.
post 659
{Πρ.} ἴσως· πάλιν μοι μῦθον ἐς καμπὴν ἄγε.
post 65:
{Ηλ.} ἐλθοῦσα μέντοι δῆλον ὡς ἀπόλλυται.
post 65;
{Πρ.} καὶ μὴν ἐπ' αὐτάς γ' εἶσι σῶν δόμων πύλας.
post 65<
{Ηλ.} οὔκουν τραπέσθαι σμικρὸν εἰς Ἅιδου τότε;
post 65=
{Πρ.} εἰ γὰρ θάνοιμι τοῦτ' ἰδὼν ἐγώ ποτε.
post 65>
{Ηλ.} πρώτιστα μέν νυν τῶιδ' ὑφήγησαι, γέρον.
post 65?
{Πρ.} Αἴγισθος ἔνθα νῦν θυηπολεῖ θεοῖς;
post 65@
{Ηλ.} ἔπειτ' ἀπαντῶν μητρὶ τἀπ' ἐμοῦ φράσον.
post 65A
{Πρ.} ὥστ' αὐτά γ' ἐκ σοῦ στόματος εἰρῆσθαι δοκεῖν.
post 65B
{Ηλ.} σὸν ἔργον ἤδη· πρόσθεν εἴληχας φόνου.
post 65C
{Ορ.} στείχοιμ' ἄν, εἴ τις ἡγεμὼν γίγνοιθ' ὁδοῦ.
post 65D
{Πρ.} καὶ μὴν ἐγὼ πέμποιμ' ἂν οὐκ ἀκουσίως.
post 65E
{Ορ.} ὦ Ζεῦ πατρῶιε καὶ τροπαῖ' ἐχθρῶν ἐμῶν
post 65F
{〈Ηλ.〉} οἴκτιρέ γ' ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν.
post 65G
{Πρ.} οἴκτιρε δῆτα σοῦ γε φύντας ἐκγόνους.
post 65H
{Ορ.} Ἥρα τε βωμῶν ἣ Μυκηναίων κρατεῖς
post 65I
{〈Ηλ.〉} νίκην δὸς ἡμῖν, εἰ δίκαι' αἰτούμεθα.
post 65J
{Πρ.} δὸς δῆτα πατρὸς τοῖσδε τιμωρὸν δίκην.
post 65K
{Ορ.} σύ τ' ὦ κάτω γῆς ἀνοσίως οἰκῶν πάτερ
post 65L
{〈Ηλ.〉} καὶ Γαῖ' ἄνασσα, χεῖρας ἧι δίδωμ' ἐμάς
post 65M
{〈Πρ.〉} ἄμυν' ἄμυνε τοῖσδε φιλτάτοις τέκνοις.
post 65N
{〈Ορ.〉} νῦν πάντα νεκρὸν ἐλθὲ σύμμαχον λαβών
post 65O
{〈Ηλ.〉} οἵπερ γε σὺν σοὶ Φρύγας ἀνήλωσαν δορί
683
{〈Πρ.〉} χὤσοι στυγοῦσιν ἀνοσίους μιάστορας.
682
{〈Ορ.〉} ἤκουσας, ὦ δείν' ἐξ ἐμῆς μητρὸς παθών;
684
{Πρ.} πάντ', οἶδ', ἀκούει τάδε πατήρ· στείχειν δ' ἀκμή.
693
{Ηλ.} πάντ', οἶδα· πρὸς τάδ' ἄνδρα γίγνεσθαί σε χρή.
685
[καί σοι προφωνῶ πρὸς τάδ' Αἴγισθον θανεῖν·
686
ὡς εἰ παλαισθεὶς πτῶμα θανάσιμον πεσῆι,
687
τέθνηκα κἀγὼ μηδέ με ζῶσαν λέγε·
688
παίσω κάρα γὰρ τοὐμὸν ἀμφήκει ξίφει.
689
δόμων ἔσω βᾶς' εὐτρεπὲς ποιήσομαι.]
690
ὡς ἢν μὲν ἔλθηι πύστις εὐτυχὴς σέθεν,
691
ὀλολύξεται πᾶν δῶμα· θνήισκοντος δέ σου
692
τἀναντί' ἔσται τῶνδε· ταῦτα σοὶ λέγω.
694
ὑμεῖς δέ μοι, γυναῖκες, εὖ πυρσεύετε
695
κραυγὴν ἀγῶνος τοῦδε· φρουρήσω δ' ἐγὼ
696
πρόχειρον ἔγχος χειρὶ βαστάζους' ἐμῆι.
697
οὐ γάρ ποτ' ἐχθροῖς τοῖς ἐμοῖς νικωμένη
698
δίκην ὑφέξω, σῶμ' ἐμὸν καθυβρίσαι.
699
{Χο.} ἀταλᾶς ὑπὸ †ματέρος Ἀργείων†
700
ὀρέων ποτὲ κληδὼν
701
ἐν πολιαῖσι μένει φήμαις
702
εὐαρμόστοις ἐν καλάμοις
703
Πᾶνα μοῦσαν ἡδύθροον
704
πνέοντ', ἀγρῶν ταμίαν,
705
χρυσέαν ἄρνα καλλίποκον
706
πορεῦσαι. πετρίνοις δ' ἐπι-
707
στὰς κᾶρυξ ἰαχεῖ βάθροις·
708
Ἀγορὰν ἀγοράν, Μυκη-
709
ναῖοι, στείχετε μακαρίων
710
ὀψόμενοι τυράννων
711
φάσματα †δείματα.
712
χοροὶ δ'† Ἀτρειδῶν ἐγέραιρον οἴκους.
713
θυμέλαι δ' ἐπίτναντο χρυσήλατοι,
714
σελαγεῖτο δ' ἀν' ἄστυ
715
πῦρ ἐπιβώμιον Ἀργείων·
716
λωτὸς δὲ φθόγγον κελάδει
717
κάλλιστον, Μουσᾶν θεράπων,
718
μολπαὶ δ' ηὔξοντ' ἐραταὶ
719
χρυσέας ἀρνὸς †ἐπίλογοι†
720
Θυέστου· κρυφίαις γὰρ εὐ-
721
ναῖς πείσας ἄλοχον φίλαν
722
Ἀτρέως, τέρας ἐκκομί-
723
ζει πρὸς δώματα· νεόμενος δ'
724
εἰς ἀγόρους ἀυτεῖ
725
τὰν κερόεσσαν ἔχειν
726
χρυσεόμαλλον κατὰ δῶμα ποίμναν.
727
τότε δὴ τότε 〈δὴ〉 φαεν-
728
νὰς ἄστρων μετέβας' ὁδοὺς
729
Ζεὺς καὶ φέγγος ἀελίου
730
λευκόν τε πρόσωπον ἀοῦς,
731
τὰ δ' ἕσπερα νῶτ' ἐλαύνει
732
θερμᾶι φλογὶ θεοπύρωι,
733
νεφέλαι δ' ἔνυδροι πρὸς ἄρκτον,
734
ξηραί τ' Ἀμμωνίδες ἕδραι
735
φθίνους' ἀπειρόδροσοι,
736
καλλίστων ὄμβρων Διόθεν στερεῖσαι.
737
λέγεται 〈τάδε〉, τὰν δὲ πί-
738
στιν σμικρὰν παρ' ἔμοιγ' ἔχει,
739
στρέψαι θερμὰν ἀέλιον
740
χρυσωπὸν ἕδραν ἀλλάξαν-
741
τα δυστυχίαι βροτείωι
742
θνατᾶς ἕνεκεν δίκας.
743
φοβεροὶ δὲ βροτοῖσι μῦθοι
744
κέρδος πρὸς θεῶν θεραπείαν.
745
ὧν οὐ μνασθεῖσα πόσιν
746
κτείνεις, κλεινῶν συγγενέτειρ' ἀδελφῶν.
747
ἔα ἔα· φίλαι, βοῆς ἠκούσατ', ἢ δοκὼ κενὴ
748
ὑπῆλθέ μ', ὥστε νερτέρας βροντῆς Διός;
749
ἰδού, τάδ' οὐκ ἄσημα πνεύματ' αἴρεται.
750
δέσποιν', ἄμειψον δώματ', Ἠλέκτρα, τάδε.
751
{Ηλ.} φίλαι, τί χρῆμα; πῶς ἀγῶνος ἥκομεν;
752
{Χο.} οὐκ οἶδα πλὴν ἕν· φόνιον οἰμωγὴν κλύω.
753
{Ηλ.} ἤκουσα κἀγώ, τηλόθεν μὲν ἀλλ' ὅμως.
754
{Χο.} μακρὰν γὰρ ἕρπει γῆρυς, ἐμφανής γε μήν.
755
{Ηλ.} Ἀργεῖος ὁ στεναγμὸς ἢ φίλων ἐμῶν;
756
{Χο.} οὐκ οἶδα· πᾶν γὰρ μείγνυται μέλος βοῆς.
757
{Ηλ.} σφαγὴν ἀυτεῖς τῆιδέ μοι· τί μέλλομεν;
758
{Χο.} ἔπισχε, τρανῶς ὡς μάθηις τύχας σέθεν.
759
{Ηλ.} οὐκ ἔστι· νικώμεσθα· ποῦ γὰρ ἄγγελοι;
760
{Χο.} ἥξουσιν· οὔτοι βασιλέα φαῦλον κτανεῖν.
761
{ΑΓΓΕΛΟΣ} ὦ καλλίνικοι παρθένοι Μυκηνίδες,
762
νικῶντ' Ὀρέστην πᾶσιν ἀγγέλλω φίλοις,
763
Ἀγαμέμνονος δὲ φονέα κείμενον πέδωι
764
Αἴγισθον· ἀλλὰ θεοῖσιν εὔχεσθαι χρεών.
765
{Ηλ.} τίς δ' εἶ σύ; πῶς μοι πιστὰ σημαίνεις τάδε;
766
{Αγ.} οὐκ οἶσθ' ἀδελφοῦ μ' εἰσορῶσα πρόσπολον;
767
{Ηλ.} ὦ φίλτατ', ἔκ τοι δείματος δυσγνωσίαν
768
εἶχον προσώπου· νῦν δὲ γιγνώσκω σε δή.
769
τί φήις; τέθνηκε πατρὸς ἐμοῦ στυγνὸς φονεύς;
770
{Αγ.} τέθνηκε· δίς σοι ταὔθ', ἃ γοῦν βούληι, λέγω.
771
{Ηλ.} ὦ θεοί, Δίκη τε πάνθ' ὁρῶς', ἦλθές ποτε.
772
ποίωι τρόπωι δὲ καὶ τίνι ῥυθμῶι φόνου
773
κτείνει Θυέστου παῖδα; βούλομαι μαθεῖν.
774
{Αγ.} ἐπεὶ μελάθρων τῶνδ' ἀπήραμεν πόδα,
775
ἐσβάντες ἦιμεν δίκροτον εἰς ἁμαξιτὸν
776
ἔνθ' ἦν ὁ καινὸς τῶν Μυκηναίων· ἄναξ.
777
κυρεῖ δὲ κήποις ἐν καταρρύτοις βεβώς,
778
δρέπων τερείνης μυρσίνης κάραι πλόκους·
779
ἰδὼν δ' ἀυτεῖ· Χαίρετ', ὦ ξένοι· τίνες
780
πόθεν πορεύεσθ' ἔστε τ' ἐκ ποίας χθονός;
781
ὁ δ' εἶπ' Ὀρέστης· Θεσσαλοί· πρὸς δ' Ἀλφεὸν
782
θύσοντες ἐρχόμεσθ' Ὀλυμπίωι Διί.
783
κλύων δὲ ταῦτ' Αἴγισθος ἐννέπει τάδε·
784
Νῦν μὲν παρ' ἡμῖν χρὴ συνεστίους ὁμοῦ
785
θοίνης γενέσθαι· τυγχάνω δὲ βουθυτῶν
786
Νύμφαις· ἑῶιοι δ' ἐξαναστάντες λέχους
787
ἐς ταὐτὸν ἥξετ'. ἀλλ' ἴωμεν ἐς δόμους—
788
καὶ ταῦθ' ἅμ' ἠγόρευε καὶ χερὸς λαβὼν
789
παρῆγεν ἡμᾶς—οὐδ' ἀπαρνεῖσθαι χρεών.
790
ἐπεὶ δ' ἐν οἴκοις ἦμεν, ἐννέπει τάδε·
791
λούτρ' ὡς τάχιστα τοῖς ξένοις τις αἰρέτω,
792
ὡς ἀμφὶ βωμὸν στῶσι χερνίβων πέλας.
793
ἀλλ' εἶπ' Ὀρέστης· Ἀρτίως ἡγνίσμεθα
794
λουτροῖσι καθαροῖς ποταμίων ῥείθρων ἄπο.
795
εἰ δὲ ξένους ἀστοῖσι συνθύειν χρεών,
796
Αἴγισθ', ἕτοιμοι κοὐκ ἀπαρνούμεσθ', ἄναξ.
797
τοῦτον μὲν οὖν μεθεῖσαν ἐκ μέσου λόγον·
798
λόγχας δὲ θέντες δεσπότου φρουρήματα
799
δμῶες πρὸς ἔργον πάντες ἵεσαν χέρας·
800
οἱ μὲν σφαγεῖον ἔφερον, οἱ δ' ἦιρον κανᾶ,
801
ἄλλοι δὲ πῦρ ἀνῆπτον ἀμφί τ' ἐσχάραις
802
λέβητας ὤρθουν· πᾶσα δ' ἐκτύπει στέγη.
803
λαβὼν δὲ προχύτας μητρὸς εὐνέτης σέθεν
804
ἔβαλλε βωμούς, τοιάδ' ἐννέπων ἔπη·
805
Νύμφαι πετραῖαι, πολλάκις με βουθυτεῖν
806
καὶ τὴν κατ' οἴκους Τυνδαρίδα δάμαρτ' ἐμὴν
807
πράσσοντας ὡς νῦν, τοὺς δ' ἐμοὺς ἐχθροὺς κακῶς—
808
λέγων Ὀρέστην καὶ σέ. δεσπότης δ' ἐμὸς
809
τἀναντί' ηὔχετ', οὐ γεγωνίσκων λόγους,
810
λαβεῖν πατρῶια δώματ'. ἐκ κανοῦ δ' ἑλὼν
811
Αἴγισθος ὀρθὴν σφαγίδα, μοσχείαν τρίχα
812
τεμὼν ἐφ' ἁγνὸν πῦρ ἔθηκε δεξιᾶι,
813
κἄσφαξ' ἐπ' ὤμων μόσχον ὡς ἦραν χεροῖν
814
δμῶες, λέγει δὲ σῶι κασιγνήτωι τάδε·
815
Ἓν τῶν καλῶν κομποῦσι τοῖσι Θεσσαλοῖς
816
εἶναι τόδ', ὅστις ταῦρον ἀρταμεῖ καλῶς
817
ἵππους τ' ὀχμάζει· λαβὲ σίδηρον, ὦ ξένε,
818
δεῖξόν τε φήμην ἔτυμον ἀμφὶ Θεσσαλῶν.
819
ὁ δ' εὐκρότητον Δωρίδ' ἁρπάσας χεροῖν,
820
ῥίψας ἀπ' ὤμων εὐπρεπῆ πορπάματα,
821
Πυλάδην μὲν εἵλετ' ἐν πόνοις ὑπηρέτην,
822
δμῶας δ' ἀπωθεῖ· καὶ λαβὼν μόσχου πόδα
823
λευκὰς ἐγύμνου σάρκας ἐκτείνων χέρα·
824
θᾶσσον δὲ βύρσαν ἐξέδειρεν ἢ δρομεὺς
825
δισσοὺς διαύλους ἱππίους διήνυσεν,
826
κἀνεῖτο λαγόνας. ἱερὰ δ' ἐς χεῖρας λαβὼν
827
Αἴγισθος ἤθρει. καὶ λοβὸς μὲν οὐ προσῆν
828
σπλάγχνοις, πύλαι δὲ καὶ δοχαὶ χολῆς πέλας
829
κακὰς ἔφαινον τῶι σκοποῦντι προσβολάς.
830
χὠ μὲν σκυθράζει, δεσπότης δ' ἀνιστορεῖ·
831
Τί χρῆμ' ἀθυμεῖς; Ὦ ξέν', ὀρρωδῶ τινα
832
δόλον θυραῖον. ἔστι δ' ἔχθιστος βροτῶν
833
Ἀγαμέμνονος παῖς πολέμιός τ' ἐμοῖς δόμοις.
834
ὁ δ' εἶπε· Φυγάδος δῆτα δειμαίνεις δόλον,
835
πόλεως ἀνάσσων; οὐχ, ὅπως παστήρια
836
θοινασόμεσθα, Φθιάδ' ἀντὶ Δωρικῆς
837
οἴσει τις ἡμῖν κοπίδ' ἀναρρῆξαι χέλυν;
838
λαβὼν δὲ κόπτει. σπλάγχνα δ' Αἴγισθος λαβὼν
839
ἤθρει διαιρῶν. τοῦ δὲ νεύοντος κάτω
840
ὄνυχας ἔπ' ἄκρους στὰς κασίγνητος σέθεν
841
ἐς σφονδύλους ἔπαισε, νωτιαῖα δὲ
842
ἔρρηξεν ἄρθρα· πᾶν δὲ σῶμ' ἄνω κάτω
843
ἤσπαιρεν ἠλέλιζε δυσθνήισκων φόνωι.
844
δμῶες δ' ἰδόντες εὐθὺς ἦιξαν ἐς δόρυ,
845
πολλοὶ μάχεσθαι πρὸς δύ'· ἀνδρείας δ' ὕπο
846
ἔστησαν ἀντίπρωιρα σείοντες βέλη
847
Πυλάδης Ὀρέστης τ'. εἶπε δ'· Οὐχὶ δυσμενὴς
848
ἥκω πόλει τῆιδ' οὐδ' ἐμοῖς ὀπάοσιν,
849
φονέα δὲ πατρὸς ἀντετιμωρησάμην
850
τλήμων Ὀρέστης· ἀλλὰ μή με καίνετε,
851
πατρὸς παλαιοὶ δμῶες. οἱ δ', ἐπεὶ λόγων
852
ἤκουσαν, ἔσχον κάμακας· ἐγνώσθη δ' ὑπὸ
853
γέροντος ἐν δόμοισιν ἀρχαίου τινός.
854
στέφουσι δ' εὐθὺς σοῦ κασιγνήτου κάρα
855
χαίροντες ἀλαλάζοντες. ἔρχεται δὲ σοὶ
856
κάρα 'πιδείξων, οὐχὶ Γοργόνος φέρων
857
ἀλλ' ὃν στυγεῖς Αἴγισθον. αἷμα δ' αἵματος
858
πικρὸς δανεισμὸς ἦλθε τῶι θανόντι νῦν.
859
{Χο.} θὲς ἐς χορόν, ὦ φίλα, ἴχνος, ὡς νεβρὸς οὐράνιον
861
πήδημα κουφίζουσα σὺν ἀγλαΐαι.
862
νικᾶι στεφαναφόρα κρείσσω τῶν παρ' Ἀλφειοῦ
863
ῥεέθροις τελέσας
864
κασίγνητος σέθεν· ἀλλ' ὑπάειδε
865
καλλίνικον ὠιδὰν ἐμῶι χορῶι.
866
{Ηλ.} ὦ φέγγος, ὦ τέθριππον ἡλίου σέλας,
867
ὦ γαῖα καὶ νὺξ ἣν ἐδερκόμην πάρος,
868
νῦν ὄμμα τοὐμὸν ἀμπτυχαί τ' ἐλεύθεροι,
869
ἐπεὶ πατρὸς πέπτωκεν Αἴγισθος φονεύς.
870
φέρ', οἷα δὴ 'χω καὶ δόμοι κεύθουσί μου
871
κόμης ἀγάλματ' ἐξενέγκωμεν, φίλαι,
872
στέψω τ' ἀδελφοῦ κρᾶτα τοῦ νικηφόρου.
873
{Χο.} σὺ μέν νυν ἀγάλματ' ἄειρε κρατί· τὸ δ' ἁμέτερον
875
χωρήσεται Μούσαισι χόρευμα φίλον.
876
νῦν οἱ πάρος ἁμετέρας γαίας τυραννεύσουσι φίλοι βασιλῆς
878
δικαίως, τοὺς ἀδίκους καθελόντες.
879
ἀλλ' ἴτω ξύναυλος βοὰ χαρᾶι.
880
{Ηλ.} ὦ καλλίνικε, πατρὸς ἐκ νικηφόρου
881
γεγώς, Ὀρέστα, τῆς ὑπ' Ἰλίωι μάχης,
882
δέξαι κόμης σῆς βοστρύχων ἀνδήματα.
883
ἥκεις γὰρ οὐκ ἀχρεῖον ἕκπλεθρον δραμὼν
884
ἀγῶν' ἐς οἴκους ἀλλὰ πολέμιον κτανὼν
885
Αἴγισθον, ὃς σὸν πατέρα κἀμὸν ὤλεσεν.
886
σύ τ', ὦ παρασπίστ', ἀνδρὸς εὐσεβεστάτου
887
παίδευμα, Πυλάδη, στέφανον ἐξ ἐμῆς χερὸς
888
δέχου· φέρηι γὰρ καὶ σὺ τῶιδ' ἴσον μέρος
889
ἀγῶνος. αἰεὶ δ' εὐτυχεῖς φαίνοισθέ μοι.
890
{Ορ.} θεοὺς μὲν ἡγοῦ πρῶτον, Ἠλέκτρα, τύχης
891
ἀρχηγέτας τῆσδ', εἶτα κἄμ' ἐπαίνεσον
892
τὸν τῶν θεῶν τε τῆς τύχης θ' ὑπηρέτην.
893
ἥκω γὰρ οὐ λόγοισιν ἀλλ' ἔργοις κτανὼν
894
Αἴγισθον· †ὡς δὲ τῶι σάφ' εἰδέναι τάδε
895
προσθῶμεν†, αὐτὸν τὸν θανόντα σοι φέρω,
896
ὃν εἴτε χρήιζεις θηρσὶν ἁρπαγὴν πρόθες,
897
ἢ σκῦλον οἰωνοῖσιν, αἰθέρος τέκνοις,
898
πήξας' ἔρεισον σκόλοπι· σὸς γάρ ἐστι νῦν
899
δοῦλος, πάροιθε δεσπότης κεκλημένος.
900
{Ηλ.} αἰσχύνομαι μέν, βούλομαι δ' εἰπεῖν ὅμως.
901
{Ορ.} τί χρῆμα; λέξον· ὡς φόβου γ' ἔξωθεν εἶ.
902
{Ηλ.} νεκροὺς ὑβρίζειν, μή μέ τις φθόνωι βάληι.
903
{Ορ.} οὐκ ἔστιν οὐδεὶς ὅστις ἂν μέμψαιτό σε.
904
{Ηλ.} δυσάρεστος ἡμῶν καὶ φιλόψογος πόλις.
905
{Ορ.} λέγ' εἴ τι χρήιζεις, σύγγον'· ἀσπόνδοισι γὰρ
906
νόμοισιν ἔχθραν τῶιδε συμβεβλήκαμεν.
907
{Ηλ.} εἶἑν· τίν' ἀρχὴν πρῶτά ς' ἐξείπω κακῶν,
908
ποίας τελευτάς; τίνα μέσον τάξω λόγον;
909
καὶ μὴν δι' ὄρθρων γ' οὔποτ' ἐξελίμπανον
910
θρυλοῦς' ἅ γ' εἰπεῖν ἤθελον κατ' ὄμμα σόν,
911
εἰ δὴ γενοίμην δειμάτων ἐλευθέρα
912
τῶν πρόσθε. νῦν οὖν ἔσμεν· ἀποδώσω δέ σοι
913
ἐκεῖν' ἅ σε ζῶντ' ἤθελον λέξαι κακά.
914
ἀπώλεσάς με κὠρφανὴν φίλου πατρὸς
915
καὶ τόνδ' ἔθηκας, οὐδὲν ἠδικημένος,
916
κἄγημας αἰσχρῶς μητέρ' ἄνδρα τ' ἔκτανες
917
στρατηλατοῦνθ' Ἕλλησιν, οὐκ ἐλθὼν Φρύγας.
918
ἐς τοῦτο δ' ἦλθες ἀμαθίας ὥστ' ἤλπισας
919
ὡς ἐς σὲ μὲν δὴ μητέρ' οὐχ ἕξεις κακὴν
920
γήμας, ἐμοῦ δὲ πατρὸς ἠδίκει λέχη.
921
ἴστω δ', ὅταν τις διολέσας δάμαρτά του
922
κρυπταῖσιν εὐναῖς εἶτ' ἀναγκασθῆι λαβεῖν,
923
δύστηνός ἐστιν, εἰ δοκεῖ τὸ σωφρονεῖν
924
ἐκεῖ μὲν αὐτὴν οὐκ ἔχειν, παρ' οἷ δ' ἔχειν.
925
ἄλγιστα δ' ὤικεις, οὐ δοκῶν οἰκεῖν κακῶς·
926
ἤιδησθα γὰρ δῆτ' ἀνόσιον γήμας γάμον,
927
μήτηρ δὲ ς' ἄνδρα δυσσεβῆ κεκτημένη.
928
ἄμφω πονηρὼ δ' ὄντ' ἀνηιρεῖσθον τύχην
929
κείνη τε τὴν σὴν καὶ σὺ τοὐκείνης κακόν.
930
πᾶσιν δ' ἐν Ἀργείοισιν ἤκουες τάδε·
931
Ὁ τῆς γυναικός, οὐχὶ τἀνδρὸς ἡ γυνή.
932
καίτοι τόδ' αἰσχρόν, προστατεῖν γε δωμάτων
933
γυναῖκα, μὴ τὸν ἄνδρα· κἀκείνους στυγῶ
934
τοὺς παῖδας, ὅστις τοῦ μὲν ἄρσενος πατρὸς
935
οὐκ ὠνόμασται, τῆς δὲ μητρὸς ἐν πόλει.
936
ἐπίσημα γὰρ γήμαντι καὶ μείζω λέχη
937
τἀνδρὸς μὲν οὐδείς, τῶν δὲ θηλειῶν λόγος.
938
ὃ δ' ἠπάτα σε πλεῖστον οὐκ ἐγνωκότα,
939
ηὔχεις τις εἶναι τοῖσι χρήμασι σθένων·
940
τὰ δ' οὐδὲν εἰ μὴ βραχὺν ὁμιλῆσαι χρόνον.
941
ἡ γὰρ φύσις βέβαιος, οὐ τὰ χρήματα.
942
ἡ μὲν γὰρ αἰεὶ παραμένους' αἴρει κακά·
943
ὁ δ' ὄλβος ἀδίκως καὶ μετὰ σκαιῶν ξυνὼν
944
ἐξέπτατ' οἴκων, σμικρὸν ἀνθήσας χρόνον.
945
ἃ δ' ἐς γυναῖκας (παρθένωι γὰρ οὐ καλὸν
946
λέγειν) σιωπῶ, γνωρίμως δ' αἰνίξομαι.
947
ὕβριζες, ὡς δὴ βασιλικοὺς ἔχων δόμους
948
κάλλει τ' ἀραρώς. ἀλλ' ἔμοιγ' εἴη πόσις
949
μὴ παρθενωπὸς ἀλλὰ τἀνδρείου τρόπου.
950
τὰ γὰρ τέκν' αὐτῶν Ἄρεος ἐκκρεμάννυται,
951
τὰ δ' εὐπρεπῆ δὴ κόσμος ἐν χοροῖς μόνον.
952
ἔρρ', οὐδὲν εἰδὼς ὧν ἐφευρεθεὶς χρόνωι
953
δίκην δέδωκας. ὧδέ τις κακοῦργος ὢν
954
μή μοι τὸ πρῶτον βῆμ' ἐὰν δράμηι καλῶς
955
νικᾶν δοκείτω τὴν Δίκην, πρὶν ἂν πέρας
956
γραμμῆς ἵκηται καὶ τέλος κάμψηι βίου.
957
{Χο.} ἔπραξε δεινά, δεινὰ δ' ἀντέδωκέ σοι
958
καὶ τῶιδ'· ἔχει γὰρ ἡ Δίκη μέγα σθένος.
959
{Ηλ.} εἶἑν· κομίζειν τοῦδε σῶμ' ἔσω χρεὼν
960
σκότωι τε δοῦναι, δμῶες, ὡς, ὅταν μόληι
961
μήτηρ, σφαγῆς πάροιθε μὴ 'σίδηι νεκρόν.
962
{Ορ.} ἐπίσχες· ἐμβάλωμεν εἰς ἄλλον λόγον.
963
{Ηλ.} τί δ'; ἐκ Μυκηνῶν μῶν βοηδρόμους ὁρᾶις;
964
{Ορ.} οὔκ, ἀλλὰ τὴν τεκοῦσαν ἥ μ' ἐγείνατο.
965
{Ηλ.} καλῶς ἄρ' ἄρκυν ἐς μέσην πορεύεται.
post 965
{〈Ορ.} 〉
post 966
{Ηλ.} καὶ μὴν ὄχοις γε καὶ στολῆι λαμπρύνεται.
post 967
{Ορ.} τί δῆτα δρῶμεν; μητέρ' ἦ φονεύσομεν;
post 968
{Ηλ.} μῶν ς' οἶκτος εἷλε, μητρὸς ὡς εἶδες δέμας;
post 969
{Ορ.} φεῦ·
969
πῶς γὰρ κτάνω νιν, ἥ μ' ἔθρεψε κἄτεκεν;
970
{Ηλ.} ὥσπερ πατέρα σὸν ἥδε κἀμὸν ὤλεσεν.
971
{Ορ.} ὦ Φοῖβε, πολλήν γ' ἀμαθίαν ἐθέσπισας.
972
{Ηλ.} ὅπου δ' Ἀπόλλων σκαιὸς ἦι, τίνες σοφοί;
973
{Ορ.} ὅστις μ' ἔχρησας μητέρ', ἣν οὐ χρῆν, κτανεῖν.
974
{Ηλ.} βλάπτηι δὲ δὴ τί πατρὶ τιμωρῶν σέθεν;
975
{Ορ.} μητροκτόνος νῦν φεύξομαι, τόθ' ἁγνὸς ὤν.
976
{Ηλ.} καὶ μή γ' ἀμύνων πατρὶ δυσσεβὴς ἔσηι.
977
{Ορ.} ἐγὦιδα· μητρὸς δ' οὐ φόνου δώσω δίκας;
978
{Ηλ.} τί δ' ἢν πατρώιαν διαμεθῆις τιμωρίαν;
979
{Ορ.} ἆρ' αὔτ' ἀλάστωρ εἶπ' ἀπεικασθεὶς θεῶι;
980
{Ηλ.} ἱερὸν καθίζων τρίποδ'; ἐγὼ μὲν οὐ δοκῶ.
981
{Ορ.} οὔ τἂν πιθοίμην εὖ μεμαντεῦσθαι τάδε.
982
{Ηλ.} οὐ μὴ κακισθεὶς εἰς ἀνανδρίαν πεσῆι,
983
ἀλλ' εἶ τὸν αὐτὸν τῆιδ' ὑποστήσων δόλον
984
ὧι καὶ πόσιν καθεῖλεν †Αἴγισθον κτανών†;
985
{Ορ.} ἔσειμι· δεινοῦ δ' ἄρχομαι προβήματος,
986
καὶ δεινὰ δράσω γ'. εἰ θεοῖς δοκεῖ τάδε,
987
ἔστω· πικρὸν δ' οὐχ ἡδὺ τἀγώνισμά μοι.
988
{Χο.} ἰώ, βασίλεια γύναι χθονὸς Ἀργείας,
989
παῖ Τυνδάρεω,
990
καὶ τοῖν ἀγαθοῖν ξύγγονε κούροιν
991
Διός, οἳ φλογερὰν αἰθέρ' ἐν ἄστροις
992
ναίουσι, βροτῶν ἐν ἁλὸς ῥοθίοις
993
τιμὰς σωτῆρας ἔχοντες·
994
χαῖρε, σεβίζω ς' ἴσα καὶ μάκαρας
995
πλούτου μεγάλης τ' εὐδαιμονίας.
996
τὰς σὰς δὲ τύχας θεραπεύεσθαι
997
†καιρός, ὦ βασίλεια†.
998
{ΚΛΥΤΑΙΜΗΣΤΡΑ} ἔκβητ' ἀπήνης, Τρωιάδες, χειρὸς δ' ἐμῆς
999
λάβεσθ', ἵν' ἔξω τοῦδ' ὄχου στήσω πόδα.
1000
σκύλοισι μὲν γὰρ θεῶν κεκόσμηνται δόμοι
1001
Φρυγίοις, ἐγὼ δὲ τάσδε, Τρωιάδος χθονὸς
1002
ἐξαίρετ', ἀντὶ παιδὸς ἣν ἀπώλεσα
1003
σμικρὸν γέρας, καλὸν δὲ κέκτημαι δόμοις.
1004
{Ηλ.} οὔκουν ἐγώ (δούλη γὰρ ἐκβεβλημένη
1005
δόμων πατρώιων δυστυχεῖς οἰκῶ δόμους),
1006
μῆτερ, λάβωμαι μακαρίας τῆς σῆς χερός;
1007
{Κλ.} δοῦλαι πάρεισιν αἵδε· μὴ σύ μοι πόνει.
1008
{Ηλ.} τί δ'; αἰχμάλωτόν τοί μ' ἀπώικισας δόμων,
1009
ἡιρημένων δὲ δωμάτων ἡιρήμεθα,
1010
ὡς αἵδε, πατρὸς ὀρφανοὶ λελειμμένοι.
1011
{Κλ.} τοιαῦτα μέντοι σὸς πατὴρ βουλεύματα
1012
ἐς οὓς ἐχρῆν ἥκιστ' ἐβούλευσεν φίλων.
1013
λέξω δέ· καίτοι δόξ' ὅταν λάβηι κακὴ
1014
γυναῖκα, γλώσσηι πικρότης ἔνεστί τις·
1015
ὡς μὲν παρ' ἡμῖν, οὐ κακῶς· τὸ πρᾶγμα δὲ
1016
μαθόντας, ἢν μὲν ἀξίως μισεῖν ἔχηι,
1017
στυγεῖν δίκαιον· εἰ δὲ μή, τί δεῖ στυγεῖν;
1018
ἡμᾶς δ' ἔδωκε Τυνδάρεως τῶι σῶι πατρὶ
1019
οὐχ ὥστε θνήισκειν οὐδ' ἃ γειναίμην ἐγώ.
1020
κεῖνος δὲ παῖδα τὴν ἐμὴν Ἀχιλλέως
1021
λέκτροισι πείσας ὤιχετ' ἐκ δόμων ἄγων
1022
πρυμνοῦχον Αὖλιν, ἔνθ' ὑπερτείνας πυρᾶς
1023
λευκὴν διήμης' Ἰφιγόνης παρηίδα.
1024
κεἰ μὲν πόλεως ἅλωσιν ἐξιώμενος
1025
ἢ δῶμ' ὀνήσων τἄλλα τ' ἐκσώιζων τέκνα
1026
ἔκτεινε πολλῶν μίαν ὕπερ, συγγνώστ' ἂν ἦν.
1027
νῦν δ' οὕνεχ' Ἑλένη μάργος ἦν ὅ τ' αὖ λαβὼν
1028
ἄλοχον κολάζειν προδότιν οὐκ ἠπίστατο,
1029
τούτων ἕκατι παῖδ' ἐμὴν διώλεσεν.
1030
ἐπὶ τοῖσδε τοίνυν καίπερ ἠδικημένη
1031
οὐκ ἠγριώμην οὐδ' ἂν ἔκτανον πόσιν.
1032
ἀλλ' ἦλθ' ἔχων μοι μαινάδ' ἔνθεον κόρην
1033
λέκτροις τ' ἐπεισέφρηκε, καὶ νύμφα δύο
1034
ἐν τοῖσιν αὐτοῖς δώμασιν κατεῖχ' ὁμοῦ.
1035
μῶρον μὲν οὖν γυναῖκες, οὐκ ἄλλως λέγω·
1036
ὅταν δ', ὑπόντος τοῦδ', ἁμαρτάνηι πόσις
1037
τἄνδον παρώσας λέκτρα, μιμεῖσθαι θέλει
1038
γυνὴ τὸν ἄνδρα χἄτερον κτᾶσθαι φίλον.
1039
κἄπειτ' ἐν ἡμῖν ὁ ψόγος λαμπρύνεται,
1040
οἱ δ' αἴτιοι τῶνδ' οὐ κλύους' ἄνδρες κακῶς.
1041
εἰ δ' ἐκ δόμων ἥρπαστο Μενέλεως λάθραι,
1042
κτανεῖν μ' Ὀρέστην χρῆν, κασιγνήτης πόσιν
1043
Μενέλαον ὡς σώσαιμι; σὸς δὲ πῶς πατὴρ
1044
ἠνέσχετ' ἂν ταῦτ'; εἶτα τὸν μὲν οὐ θανεῖν
1045
κτείνοντα χρῆν τἄμ', ἐμὲ δὲ πρὸς κείνου παθεῖν
post 1045
〈 〉;
post 1046
ἔκτειν', ἐτρέφθην ἧιπερ ἦν…
post 1047
πρὸς…
post 1048
τ…
The complete text is available when the reading interface loads.