Hercules
- Authority group
- Euripides (catalogue association; authorship remains anonymous)
- Edition reference
- Hercules, ed. Diggle, op. cit., vol. 2, 117–174.
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg043.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
151
τί δὴ τὸ σεμνὸν σῶι κατείργασται πόσει,
152
ὕδραν ἕλειον εἰ διώλεσε κτανὼν
153
ἢ τὸν Νέμειον θῆρ', ὃν ἐν βρόχοις ἑλὼν
154
βραχίονός φης' ἀγχόναισιν ἐξελεῖν;
155
τοῖσδ' ἐξαγωνίζεσθε; τῶνδ' ἄρ' οὕνεκα
156
τοὺς Ἡρακλείους παῖδας οὐ θνήισκειν χρεών;
157
ὁ δ' ἔσχε δόξαν οὐδὲν ὢν εὐψυχίας
158
θηρῶν ἐν αἰχμῆι, τἄλλα δ' οὐδὲν ἄλκιμος,
159
ὃς οὔποτ' ἀσπίδ' ἔσχε πρὸς λαιᾶι χερὶ
160
οὐδ' ἦλθε λόγχης ἐγγὺς ἀλλὰ τόξ' ἔχων,
161
κάκιστον ὅπλον, τῆι φυγῆι πρόχειρος ἦν.
162
ἀνδρὸς δ' ἔλεγχος οὐχὶ τόξ' εὐψυχίας
163
ἀλλ' ὃς μένων βλέπει τε κἀντιδέρκεται
164
δορὸς ταχεῖαν ἄλοκα τάξιν ἐμβεβώς.
165
ἔχει δὲ τοὐμὸν οὐκ ἀναίδειαν, γέρον,
166
ἀλλ' εὐλάβειαν· οἶδα γὰρ κατακτανὼν
167
Κρέοντα πατέρα τῆσδε καὶ θρόνους ἔχων.
168
οὔκουν τραφέντων τῶνδε τιμωροὺς ἐμοὶ
169
χρήιζω λιπέσθαι, τῶν δεδραμένων δίκην.
170
{Αμ.} τῶι τοῦ Διὸς μὲν Ζεὺς ἀμυνέτω μέρει
171
παιδός· τὸ δ' εἰς ἔμ', Ἡράκλεις, ἐμοὶ μέλει
172
λόγοισι τὴν τοῦδ' ἀμαθίαν ὑπὲρ σέθεν
173
δεῖξαι· κακῶς γάρ ς' οὐκ ἐατέον κλύειν.
174
πρῶτον μὲν οὖν τἄρρητ' (ἐν ἀρρήτοισι γὰρ
175
τὴν σὴν νομίζω δειλίαν, Ἡράκλεες)
176
σὺν μάρτυσιν θεοῖς δεῖ μ' ἀπαλλάξαι σέθεν.
177
Διὸς κεραυνὸν ἠρόμην τέθριππά τε
178
ἐν οἷς βεβηκὼς τοῖσι γῆς βλαστήμασιν
179
Γίγασι πλευροῖς πτήν' ἐναρμόσας βέλη
180
τὸν καλλίνικον μετὰ θεῶν ἐκώμασεν·
181
τετρασκελές θ' ὕβρισμα, Κενταύρων γένος,
182
Φολόην ἐπελθών, ὦ κάκιστε βασιλέων,
183
ἐροῦ τίν' ἄνδρ' ἄριστον ἐγκρίνειαν ἄν·
184
ἢ οὐ παῖδα τὸν ἐμόν, ὃν σὺ φὴις εἶναι δοκεῖν;
185
Δίρφυν τ' ἐρωτῶν ἥ ς' ἔθρεψ' Ἀβαντίδα,
186
οὐκ ἄν 〈ς'〉 ἐπαινέσειεν· οὐ γὰρ ἔσθ' ὅπου
187
ἐσθλόν τι δράσας μάρτυρ' ἂν λάβοις πάτραν.
188
τὸ πάνσοφον δ' εὕρημα, τοξήρη σαγήν,
189
μέμφηι· κλύων νυν τἀπ' ἐμοῦ σοφὸς γενοῦ.
190
ἀνὴρ ὁπλίτης δοῦλός ἐστι τῶν ὅπλων
193
θραύσας τε λόγχην οὐκ ἔχει τῶι σώματι
194
θάνατον ἀμῦναι, μίαν ἔχων ἀλκὴν μόνον·
191
καὶ τοῖσι συνταχθεῖσιν οὖσι μὴ ἀγαθοῖς
192
αὐτὸς τέθνηκε δειλίαι τῆι τῶν πέλας.
195
ὅσοι δὲ τόξοις χεῖρ' ἔχουσιν εὔστοχον,
196
ἓν μὲν τὸ λῶιστον, μυρίους οἰστοὺς ἀφεὶς
197
ἄλλοις τὸ σῶμα ῥύεται μὴ κατθανεῖν,
198
ἑκὰς δ' ἀφεστὼς πολεμίους ἀμύνεται
199
τυφλοῖς ὁρῶντας οὐτάσας τοξεύμασιν
200
τὸ σῶμά τ' οὐ δίδωσι τοῖς ἐναντίοις,
201
ἐν εὐφυλάκτωι δ' ἐστί. τοῦτο δ' ἐν μάχηι
202
σοφὸν μάλιστα, δρῶντα πολεμίους κακῶς
203
σώιζειν τὸ σῶμα, μὴ 'κ τύχης ὡρμισμένον.
204
λόγοι μὲν οἵδε τοῖσι σοῖς ἐναντίαν
205
γνώμην ἔχουσι τῶν καθεστώτων πέρι.
206
παῖδας δὲ δὴ τί τούσδ' ἀποκτεῖναι θέλεις;
207
τί ς' οἵδ' ἔδρασαν; ἕν τί ς' ἡγοῦμαι σοφόν,
208
εἰ τῶν ἀρίστων τἄκγον' αὐτὸς ὢν κακὸς
209
δέδοικας. ἀλλὰ τοῦθ' ὅμως ἡμῖν βαρύ,
210
εἰ δειλίας σῆς κατθανούμεθ' οὕνεκα,
211
ὃ χρῆν ς' ὑφ' ἡμῶν τῶν ἀμεινόνων παθεῖν,
212
εἰ Ζεὺς δικαίας εἶχεν εἰς ἡμᾶς φρένας.
213
εἰ δ' οὖν ἔχειν γῆς σκῆπτρα τῆσδ' αὐτὸς θέλεις,
214
ἔασον ἡμᾶς φυγάδας ἐξελθεῖν χθονός·
215
βίαι δὲ δράσηις μηδὲν ἢ πείσηι βίαν
216
ὅταν θεοῦ σοι πνεῦμα μεταβαλὸν τύχηι.
217
φεῦ· ὦ γαῖα Κάδμου (καὶ γὰρ ἐς ς' ἀφίξομαι
218
λόγους ὀνειδιστῆρας ἐνδατούμενος),
219
τοιαῦτ' ἀμύνεθ' Ἡρακλεῖ τέκνοισί τε;
220
Μινύαις ὃς εἷς ἅπασι διὰ μάχης μολὼν
221
Θήβας ἔθηκεν ὄμμ' ἐλεύθερον βλέπειν.
222
οὐδ' Ἑλλάδ' ἤινες' (οὐδ' ἀνέξομαί ποτε
223
σιγῶν) κακίστην λαμβάνων ἐς παῖδ' ἐμόν,
224
ἣν χρῆν νεοσσοῖς τοῖσδε πῦρ λόγχας ὅπλα
225
φέρουσαν ἐλθεῖν, ποντίων καθαρμάτων
226
χέρσου τ' ἀμοιβὰς ὧν †ἐμόχθησας χάριν†.
227
τὰ δ', ὦ τέκν', ὑμῖν οὔτε Θηβαίων πόλις
228
οὔθ' Ἑλλὰς ἀρκεῖ· πρὸς δ' ἔμ' ἀσθενῆ φίλον
229
δεδόρκατ', οὐδὲν ὄντα πλὴν γλώσσης ψόφον.
230
ῥώμη γὰρ ἐκλέλοιπεν ἣν πρὶν εἴχομεν,
231
γήραι δὲ τρομερὰ γυῖα κἀμαυρὸν σθένος.
232
εἰ δ' ἦ νέος τε κἄτι σώματος κρατῶν,
233
λαβὼν ἂν ἔγχος τοῦδε τοὺς ξανθοὺς πλόκους
234
καθηιμάτως' ἄν, ὥστ' Ἀτλαντικῶν πέραν
235
φεύγειν ὅρων ἂν δειλίαι τοὐμὸν δόρυ.
236
{Χο.} ἆρ' οὐκ ἀφορμὰς τοῖς λόγοισιν ἁγαθοὶ
237
θνητῶν ἔχουσι, κἂν βραδύς τις ἦι λέγειν;
238
{Λυ.} σὺ μὲν λέγ' ἡμᾶς οἷς πεπύργωσαι λόγοις,
239
ἐγὼ δὲ δράσω ς' ἀντὶ τῶν λόγων κακῶς.
240
ἄγ', οἱ μὲν Ἑλικῶν', οἱ δὲ Παρνασοῦ πτυχὰς
241
τέμνειν ἄνωχθ' ἐλθόντες ὑλουργοὺς δρυὸς
242
κορμούς· ἐπειδὰν δ' ἐσκομισθῶσιν πόλει
243
βωμὸν πέριξ νήσαντες ἀμφήρη ξύλα
244
ἐμπίμπρατ' αὐτῶν κἀκπυροῦτε σώματα
245
πάντων, ἵν' εἰδῶς' οὕνεκ' οὐχ ὁ κατθανὼν
246
κρατεῖ χθονὸς τῆσδ' ἀλλ' ἐγὼ τὰ νῦν τάδε.
247
ὑμεῖς δέ, πρέσβεις, ταῖς ἐμαῖς ἐναντίοι
248
γνώμαισιν ὄντες, οὐ μόνον στενάξετε
249
τοὺς Ἡρακλείους παῖδας ἀλλὰ καὶ δόμου
250
τύχας, ὅταν πάσχηι τι, μεμνήσεσθε δὲ
251
δοῦλοι γεγῶτες τῆς ἐμῆς τυραννίδος.
252
{Χο.} ὦ γῆς λοχεύμαθ', οὓς Ἄρης σπείρει ποτὲ
253
λάβρον δράκοντος ἐξερημώσας γένυν,
254
οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα,
255
ἀρεῖτε καὶ τοῦδ' ἀνδρὸς ἀνόσιον κάρα
256
καθαιματώσεθ', ὅστις οὐ Καδμεῖος ὢν
257
ἄρχει κάκιστος τῶν ἐμῶν ἔπηλυς ὤν;
258
ἀλλ' οὐκ ἐμοῦ γε δεσπόσεις χαίρων ποτὲ
259
οὐδ' ἁπόνησα πόλλ' ἐγὼ καμὼν χερὶ
260
ἕξεις. ἀπέρρων δ' ἔνθεν ἦλθες ἐνθάδε
261
ὕβριζ'. ἐμοῦ γὰρ ζῶντος οὐ κτενεῖς ποτε
262
τοὺς Ἡρακλείους παῖδας· οὐ τοσόνδε γῆς
263
ἔνερθ' ἐκεῖνος κρύπτεται λιπὼν τέκνα.
264
ἐπεὶ σὺ μὲν γῆν τήνδε διολέσας ἔχεις,
265
ὁ δ' ὠφελήσας ἀξίων οὐ τυγχάνει·
266
κἄπειτα πράσσω πόλλ' ἐγὼ φίλους ἐμοὺς
267
θανόντας εὖ δρῶν, οὗ φίλων μάλιστα δεῖ;
268
ὦ δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ,
269
ἐν δ' ἀσθενείαι τὸν πόθον διώλεσας.
270
ἐπεί ς' ἔπαυς' ἂν δοῦλον ἐννέποντά με
271
καὶ τάσδε Θήβας εὐκλεῶς ὠνήσαμεν,
272
ἐν αἷς σὺ χαίρεις. οὐ γὰρ εὖ φρονεῖ πόλις
273
στάσει νοσοῦσα καὶ κακοῖς βουλεύμασιν·
274
οὐ γάρ ποτ' ἂν σὲ δεσπότην ἐκτήσατο.
275
{Με.} γέροντες, αἰνῶ· τῶν φίλων γὰρ οὕνεκα
276
ὀργὰς δικαίας τοὺς φίλους ἔχειν χρεών.
277
ἡμῶν δ' ἕκατι δεσπόταις θυμούμενοι
278
πάθητε μηδέν. τῆς δ' ἐμῆς, Ἀμφιτρύων,
279
γνώμης ἄκουσον, ἤν τί σοι δοκῶ λέγειν.
280
ἐγὼ φιλῶ μὲν τέκνα· πῶς γὰρ οὐ φιλῶ
281
ἅτικτον, ἁμόχθησα; καὶ τὸ κατθανεῖν
282
δεινὸν νομίζω· τῶι δ' ἀναγκαίωι τρόπωι
283
ὃς ἀντιτείνει σκαιὸν ἡγοῦμαι βροτῶν.
284
ἡμᾶς δ', ἐπειδὴ δεῖ θανεῖν, θνήισκειν χρεὼν
285
μὴ πυρὶ καταξανθέντας, ἐχθροῖσιν γέλων
286
διδόντας, οὑμοὶ τοῦ θανεῖν μεῖζον κακόν.
287
ὀφείλομεν γὰρ πολλὰ δώμασιν καλά·
288
σὲ μὲν δόκησις ἔλαβεν εὐκλεὴς δορός,
289
ὥστ' οὐκ ἀνεκτὸν δειλίας θανεῖν ς' ὕπο,
290
οὑμὸς δ' ἀμαρτύρητος εὐκλεὴς πόσις,
291
ὃς τούσδε παῖδας οὐκ ἂν ἐκσῶσαι θέλοι
292
δόξαν κακὴν λαβόντας· οἱ γὰρ εὐγενεῖς
293
κάμνουσι τοῖς αἰσχροῖσι τῶν τέκνων ὕπερ·
294
ἐμοί τε μίμημ' ἀνδρὸς οὐκ ἀπωστέον.
295
σκέψαι δὲ τὴν σὴν ἐλπίδ' ἧι λογίζομαι·
296
ἥξειν νομίζεις παῖδα σὸν γαίας ὕπο;
297
καὶ τίς θανόντων ἦλθεν ἐξ Ἅιδου πάλιν;
298
ἀλλ' ὡς λόγοισι τόνδε μαλθάξαιμεν ἄν;
299
ἥκιστα· φεύγειν σκαιὸν ἄνδρ' ἐχθρὸν χρεών,
300
σοφοῖσι δ' εἴκειν καὶ τεθραμμένοις καλῶς·
301
ῥᾶιον γὰρ αἰδοῖ ς' ὑποβαλὼν φίλ' ἂν τέμοις.
302
ἤδη δ' ἐσῆλθέ μ' εἰ παραιτησαίμεθα
303
φυγὰς τέκνων τῶνδ'· ἀλλὰ καὶ τόδ' ἄθλιον
304
πενίαι σὺν οἰκτρᾶι περιβαλεῖν σωτηρίαν,
305
ὡς τὰ ξένων πρόσωπα φεύγουσιν φίλοις
306
ἓν ἦμαρ ἡδὺ βλέμμ' ἔχειν φασὶν μόνον.
307
τόλμα μεθ' ἡμῶν θάνατον, ὃς μένει ς' ὅμως.
308
προκαλούμεθ' εὐγένειαν, ὦ γέρον, σέθεν·
309
τὰς τῶν θεῶν γὰρ ὅστις ἐκμοχθεῖ τύχας
310
πρόθυμός ἐστιν, ἡ προθυμία δ' ἄφρων·
311
ὃ χρὴ γὰρ οὐδεὶς μὴ χρεὼν θήσει ποτέ.
312
{Χο.} εἰ μὲν σθενόντων τῶν ἐμῶν βραχιόνων
313
ἦν τίς ς' ὑβρίζων, ῥαιδίως ἔπαυσά τἄν·
314
νῦν δ' οὐδέν ἐσμεν. σὸν δὲ τοὐντεῦθεν σκοπεῖν
315
ὅπως διώσηι τὰς τύχας, Ἀμφιτρύων.
316
{Αμ.} οὔτοι τὸ δειλὸν οὐδὲ τοῦ βίου πόθος
317
θανεῖν ἐρύκει μ', ἀλλὰ παιδὶ βούλομαι
318
σῶσαι τέκν'· ἄλλως δ' ἀδυνάτων ἔοικ' ἐρᾶν.
319
ἰδού, πάρεστιν ἥδε φασγάνωι δέρη
320
κεντεῖν φονεύειν ἱέναι πέτρας ἄπο.
321
μίαν δὲ νῶιν δὸς χάριν, ἄναξ, ἱκνούμεθα·
322
κτεῖνόν με καὶ τήνδ' ἀθλίαν παίδων πάρος,
323
ὡς μὴ τέκν' εἰσίδωμεν, ἀνόσιον θέαν,
324
ψυχορραγοῦντα καὶ καλοῦντα μητέρα
325
πατρός τε πατέρα. τἄλλα δ', εἰ πρόθυμος εἶ,
326
πρᾶσς'· οὐ γὰρ ἀλκὴν ἔχομεν ὥστε μὴ θανεῖν.
327
{Με.} κἀγώ ς' ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν,
328
〈ἡμῖν〉 ἵν' ἀμφοῖν εἷς ὑπουργήσηις διπλᾶ·
329
κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν,
330
δόμους ἀνοίξας (νῦν γὰρ ἐκκεκλήιμεθα),
331
ὡς ἀλλὰ ταῦτά γ' ἀπολάχως' οἴκων πατρός.
332
{Λυ.} ἔσται τάδ'· οἴγειν κλῆιθρα προσπόλοις λέγω.
333
κοσμεῖσθ' ἔσω μολόντες· οὐ φθονῶ πέπλων.
334
ὅταν δὲ κόσμον περιβάλησθε σώμασιν
335
ἥξω πρὸς ὑμᾶς νερτέραι δώσων χθονί.
336
{Με.} ὦ τέκν', ὁμαρτεῖτ' ἀθλίωι μητρὸς ποδὶ
337
πατρῶιον ἐς μέλαθρον, οὗ τῆς οὐσίας
338
ἄλλοι κρατοῦσι, τὸ δ' ὄνομ' ἔσθ' ἡμῶν ἔτι.
339
{Αμ.} ὦ Ζεῦ, μάτην ἄρ' ὁμόγαμόν ς' ἐκτησάμην,
340
μάτην δὲ παιδὸς κοινεῶν' ἐκλήιζομεν·
341
σὺ δ' ἦσθ' ἄρ' ἧσσον ἢ 'δόκεις εἶναι φίλος.
342
ἀρετῆι σε νικῶ θνητὸς ὢν θεὸν μέγαν·
343
παῖδας γὰρ οὐ προύδωκα τοὺς Ἡρακλέους.
344
σὺ δ' ἐς μὲν εὐνὰς κρύφιος ἠπίστω μολεῖν,
345
τἀλλότρια λέκτρα δόντος οὐδενὸς λαβών,
346
σώιζειν δὲ τοὺς σοὺς οὐκ ἐπίστασαι φίλους.
347
ἀμαθής τις εἶ θεὸς ἢ δίκαιος οὐκ ἔφυς.
348
{Χο.} αἴλινον μὲν ἐπ' εὐτυχεῖ
349
μολπᾶι Φοῖβος ἰαχεῖ
350
τὰν καλλίφθογγον κιθάραν
351
ἐλαύνων πλήκτρωι χρυσέωι·
352
ἐγὼ δὲ τὸν γᾶς ἐνέρων τ'
353
ἐς ὄρφναν μολόντα παῖδ',
354
εἴτε Διός νιν εἴπω
355
εἴτ' Ἀμφιτρύωνος ἶνιν, ὑμνῆσαι στεφάνωμα μό-
356
χθων δι' εὐλογίας θέλω.
357
γενναίων δ' ἀρεταὶ πόνων
358
τοῖς θανοῦσιν ἄγαλμα.
359
πρῶτον μὲν Διὸς ἄλσος
360
ἠρήμωσε λέοντος,
361
πυρσῶι δ' ἀμφεκαλύφθη
362
ξανθὸν κρᾶτ' ἐπινωτίσας
363
δεινοῦ χάσματι θηρός.
364
τάν τ' ὀρεινόμον ἀγρίων
365
Κενταύρων ποτὲ γένναν
366
ἔστρωσεν τόξοις φονίοις,
367
ἐναίρων πτανοῖς βέλεσιν.
368
ξύνοιδε Πηνειὸς ὁ καλ-
369
λιδίνας μακραί τ' ἄρου-
370
ραι πεδίων ἄκαρποι καὶ Πηλιάδες θεράπναι
371
σύγχορτοί θ' Ὁμόλας ἔναυ-
372
λοι, πεύκαισιν ὅθεν χέρας
373
πληροῦντες χθόνα Θεσσάλων
374
ἱππείαις ἐδάμαζον.
375
τάν τε χρυσοκάρανον
376
δόρκα ποικιλόνωτον
377
συλήτειραν ἀγρωστᾶν
378
κτείνας θηροφόνον θεὰν
379
Οἰνωᾶτιν ἀγάλλει.
380
τεθρίππων τ' ἐπέβα
381
καὶ ψαλίοις ἐδάμασσε πώ-
382
λους Διομήδεος, αἳ φονίαισι φάτ-
383
ναις ἀχάλιν' ἐθόαζον
384
κάθαιμα γένυσι σῖτα,
385
χαρμοναῖσιν ἀνδροβρῶσι
386
δυστράπεζοι· πέραν
387
δ' ἀργυρορρύτων Ἕβρου διεπέρασεν ὄχθων,
388
Μυκηναίωι πονῶν τυράννωι.
389
ἄν τε Μηλιάδ' ἀκτὰν
390
Ἀναύρου παρὰ παγὰς
391
Κύκνον ξεινοδαΐκταν
392
τόξοις ὤλεσεν, Ἀμφαναί-
393
ας οἰκήτορ' ἄμεικτον.
394
ὑμνωιδούς τε κόρας
395
ἤλυθεν ἑσπέριόν 〈τ'〉 ἐς αὐ-
396
λὰν χρύσεον πετάλων ἄπο μηλοφό-
397
ρων χερὶ καρπὸν ἀμέρξων,
398
δράκοντα πυρσόνωτον, ὅς 〈σφ'〉 ἄπλατον ἀμφελικτὸς
399
ἕλικ' ἐφρούρει, κτανών·
400
ποντίας θ' ἁλὸς μυχοὺς
401
εἰσέβαινε, θνατοῖς
402
γαλανείας τιθεὶς ἐρετμοῖς.
403
οὐρανοῦ θ' ὑπὸ μέσσαν
404
ἐλαύνει χέρας ἕδραν,
405
Ἄτλαντος δόμον ἐλθών,
406
ἀστρωπούς τε κατέσχεν οἴ-
407
κους εὐανορίαι θεῶν.
408
τὸν ἱππευτάν τ' Ἀμαζόνων στρατὸν
409
Μαιῶτιν ἀμφὶ πολυπόταμον
410
ἔβα δι' ἄξεινον οἶδμα λίμνας,
411
τίν' οὐκ ἀφ' Ἑλλανίας
412
ἄγορον ἁλίσας φίλων,
413
κόρας Ἀρείας †πέπλων
414
χρυσεόστολον φάρος†
415
ζωστῆρος ὀλεθρίους ἄγρας·
416
τὰ κλεινὰ δ' Ἑλλὰς ἔλαβε βαρ-
417
βάρου κόρας λάφυρα καὶ
418
σώιζεται Μυκήναις.
419
τάν τε μυριόκρανον
420
πολύφονον κύνα Λέρνας
421
ὕδραν ἐξεπύρωσεν,
422
βέλεσί τ' ἀμφέβαλ' 〈ἰόν〉,
423
τὸν τρισώματον οἷσιν ἔ-
424
κτα βοτῆρ' Ἐρυθείας.
425
δρόμων τ' ἄλλων ἀγάλματ' εὐτυχῆ
426
διῆλθε τόν 〈τε〉 πολυδάκρυον
427
ἔπλευς' ἐς Ἅιδαν, πόνων τελευτάν,
428
ἵν' ἐκπεραίνει τάλας
429
βίοτον οὐδ' ἔβα πάλιν.
430
στέγαι δ' ἔρημοι φίλων,
431
τὰν δ' ἀνόστιμον τέκνων
432
Χάρωνος ἐπιμένει πλάτα
433
βίου κέλευθον ἄθεον ἄδι-
434
κον· ἐς δὲ σὰς χέρας βλέπει
435
δώματ' οὐ παρόντος.
436
εἰ δ' ἐγὼ σθένος ἥβων
437
δόρυ τ' ἔπαλλον ἐν αἰχμᾶι
438
Καδμείων τε σύνηβοι,
439
τέκεσιν ἂν προπαρέσταν
440
ἀλκᾶι· νῦν δ' ἀπολείπομαι
441
τᾶς εὐδαίμονος ἥβας.
442
ἀλλ' ἐσορῶ γὰρ τούσδε φθιμένων
443
ἔνδυτ' ἔχοντας,
444
τοὺς τοῦ μεγάλου δή ποτε παῖδας
445
τὸ πρὶν Ἡρακλέους, ἄλοχόν τε φίλην
446
†ὑπὸ σειραίοις ποσὶν† ἕλκουσαν
447
τέκνα καὶ γεραιὸν πατέρ' Ἡρακλέους.
448
δύστηνος ἐγώ,
449
δακρύων ὡς οὐ δύναμαι κατέχειν
450
γραίας ὄσσων ἔτι πηγάς.
451
{Με.} εἶἑν· τίς ἱερεύς, τίς σφαγεὺς τῶν δυσπότμων;
452
[ἢ τῆς ταλαίνης τῆς ἐμῆς ψυχῆς φονεύς;]
453
ἕτοιμ' ἄγειν τὰ θύματ' εἰς Ἅιδου τάδε.
454
ὦ τέκν', ἀγόμεθα ζεῦγος οὐ καλὸν νεκρῶν,
455
ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες.
456
ὦ μοῖρα δυστάλαιν' ἐμή τε καὶ τέκνων
457
τῶνδ', οὓς πανύστατ' ὄμμασιν προσδέρκομαι.
458
ἐτέκομεν ὑμᾶς, πολεμίοις δ' ἐθρεψάμην
459
ὕβρισμα κἀπίχαρμα καὶ διαφθοράν.
460
φεῦ· ἦ πολύ γε δόξης ἐξέπεσον εὐέλπιδος,
461
ἣν πατρὸς ὑμῶν ἐκ λόγων ποτ' ἤλπισα.
462
σοὶ μὲν γὰρ Ἄργος ἔνεμ' ὁ κατθανὼν πατήρ,
463
Εὐρυσθέως δ' ἔμελλες οἰκήσειν δόμους
464
τῆς καλλικάρπου κράτος ἔχων Πελασγίας,
465
στολήν τε θηρὸς ἀμφέβαλλε σῶι κάραι
466
λέοντος, ἧιπερ αὐτὸς ἐξωπλίζετο.
467
σὺ δ' ἦσθα Θηβῶν τῶν φιλαρμάτων ἄναξ
468
ἔγκληρα πεδία τἀμὰ γῆς κεκτημένος,
469
ὡς ἐξέπειθες τὸν κατασπείραντά σε,
470
ἐς δεξιάν τε σὴν ἀλεξητήριον
471
ξύλον καθίει δαίδαλον, ψευδῆ δόσιν.
472
σοὶ δ' ἣν ἔπερσε τοῖς ἑκηβόλοις ποτὲ
473
τόξοισι δώσειν Οἰχαλίαν ὑπέσχετο.
474
τρεῖς δ' ὄντας 〈ὑμᾶς〉 τριπτύχοις τυραννίσιν
475
πατὴρ ἐπύργου, μέγα φρονῶν εὐανδρίαι.
476
ἐγὼ δὲ νύμφας ἠκροθινιαζόμην
477
κήδη συνάψους' ἔκ τ' Ἀθηναίων χθονὸς
478
Σπάρτης τε Θηβῶν θ', ὡς ἀνημμένοι κάλωις
479
πρυμνησίοισι βίον ἔχοιτ' εὐδαίμονα.
480
καὶ ταῦτα φροῦδα· μεταβαλοῦσα δ' ἡ τύχη
481
νύμφας μὲν ὑμῖν Κῆρας ἀντέδωκ' ἔχειν,
482
ἐμοὶ δὲ δάκρυα λουτρὰ δυστήνωι φέρειν.
483
πατὴρ δὲ πατρὸς ἑστιᾶι γάμους ὅδε,
484
Ἅιδην νομίζων πενθερόν, κῆδος πικρόν.
485
ὤμοι, τίν' ὑμῶν πρῶτον ἢ τίν' ὕστατον
486
πρὸς στέρνα θῶμαι; τῶι προσαρμόσω στόμα;
487
τίνος λάβωμαι; πῶς ἂν ὡς ξουθόπτερος
488
μέλισσα συνενέγκαιμ' ἂν ἐκ πάντων γόους,
489
ἐς ἓν δ' ἐνεγκοῦς' ἀθρόον ἀποδοίην δάκρυ;
490
ὦ φίλτατ', εἴ τις φθόγγος εἰσακούεται
491
θνητῶν παρ' Ἅιδηι, σοὶ τάδ', Ἡράκλεις, λέγω·
492
θνήισκει πατὴρ σὸς καὶ τέκν', ὄλλυμαι δ' ἐγώ,
493
ἣ πρὶν μακαρία διὰ ς' ἐκληιζόμην βροτοῖς.
494
ἄρηξον, ἐλθέ· καὶ σκιὰ φάνηθί μοι.
495
ἅλις γὰρ ἐλθὼν κἂν ὄναρ γένοιο σύ·
496
κακοὶ γάρ εἰσιν οἳ τέκνα κτείνουσι σά.
497
{Αμ.} σὺ μὲν τὰ νέρθεν εὐτρεπῆ ποιοῦ, γύναι·
498
ἐγὼ δὲ ς', ὦ Ζεῦ, χεῖρ' ἐς οὐρανὸν δικὼν
499
αὐδῶ, τέκνοισιν εἴ τι τοισίδ' ὠφελεῖν
500
μέλλεις, ἀμύνειν, ὡς τάχ' οὐδὲν ἀρκέσεις.
501
καίτοι κέκλησαι πολλάκις· μάτην πονῶ·
502
θανεῖν γάρ, ὡς ἔοικ', ἀναγκαίως ἔχει.
503
ἀλλ', ὦ γέροντες, σμικρὰ μὲν τὰ τοῦ βίου,
504
τοῦτον δ' ὅπως ἥδιστα διαπεράσατε
505
ἐξ ἡμέρας ἐς νύκτα μὴ λυπούμενοι.
506
ὡς ἐλπίδας μὲν ὁ χρόνος οὐκ ἐπίσταται
507
σώιζειν, τὸ δ' αὑτοῦ σπουδάσας διέπτατο.
508
ὁρᾶτ' ἔμ' ὅσπερ ἦ περίβλεπτος βροτοῖς
509
ὀνομαστὰ πράσσων, καί μ' ἀφείλεθ' ἡ τύχη
510
ὥσπερ πτερὸν πρὸς αἰθέρ' ἡμέραι μιᾶι.
511
ὁ δ' ὄλβος ὁ μέγας ἥ τε δόξ' οὐκ οἶδ' ὅτωι
512
βέβαιός ἐστι. χαίρετ'· ἄνδρα γὰρ φίλον
513
πανύστατον νῦν, ἥλικες, δεδόρκατε.
514
{Με.} ἔα· ὦ πρέσβυ, λεύσσω τἀμὰ φίλτατ', ἢ τί φῶ;
515
{Αμ.} οὐκ οἶδα, θύγατερ· ἀφασία δὲ κἄμ' ἔχει.
516
{Με.} ὅδ' ἐστὶν ὃν γῆς νέρθεν εἰσηκούομεν,
517
εἰ μή γ' ὄνειρον ἐν φάει τι λεύσσομεν.
518
τί φημί; ποῖ' ὄνειρα κηραίνους' ὁρῶ;
519
οὐκ ἔσθ' ὅδ' ἄλλος ἀντὶ σοῦ παιδός, γέρον.
520
δεῦρ', ὦ τέκν', ἐκκρίμνασθε πατρώιων πέπλων,
521
ἴτ' ἐγκονεῖτε, μὴ μεθῆτ', ἐπεὶ Διὸς
522
σωτῆρος ὑμῖν οὐδέν ἐσθ' ὅδ' ὕστερος.
523
{ΗΡΑΚΛΗΣ} ὦ χαῖρε μέλαθρον πρόπυλά θ' ἑστίας ἐμῆς,
524
ὡς ἄσμενός ς' ἐσεῖδον ἐς φάος μολών.
525
ἔα· τί χρῆμα; τέκν' ὁρῶ πρὸ δωμάτων
526
στολμοῖσι νεκρῶν κρᾶτας ἐξεστεμμένα
527
ὄχλωι τ' ἐν ἀνδρῶν τὴν ἐμὴν ξυνάορον
528
πατέρα τε δακρύοντα συμφορὰς τίνας;
529
φέρ' ἐκπύθωμαι τῶνδε πλησίον σταθείς·
530
γύναι, τί καινὸν ἦλθε δώμασιν χρέος;
531
{Με.} ὦ φίλτατ' ἀνδρῶν {〈Αμ.〉} ὦ φάος μολὼν πατρί
532
{〈Με.〉} ἥκεις, ἐσώθης εἰς ἀκμὴν ἐλθὼν φίλοις;
533
{Ηρ.} τί φήις; τίν' ἐς ταραγμὸν ἥκομεν, πάτερ;
534
{Με.} διωλλύμεσθα· σὺ δέ, γέρον, σύγγνωθί μοι,
535
εἰ πρόσθεν ἥρπας' ἃ σὲ λέγειν πρὸς τόνδ' ἐχρῆν·
536
τὸ θῆλυ γάρ πως μᾶλλον οἰκτρὸν ἀρσένων,
537
καὶ τἄμ' ἔθνηισκε τέκν', ἀπωλλύμην δ' ἐγώ.
538
{Ηρ.} Ἄπολλον, οἵοις φροιμίοις ἄρχηι λόγου.
539
{Με.} τεθνᾶς' ἀδελφοὶ καὶ πατὴρ οὑμὸς γέρων.
540
{Ηρ.} πῶς φήις; τί δράσας ἢ μόρου ποίου τυχών;
541
{Με.} Λύκος σφ' ὁ καινὸς γῆς ἄναξ διώλεσεν.
542
{Ηρ.} ὅπλοις ἀπαντῶν ἢ νοσησάσης χθονός;
543
{Με.} στάσει· τὸ Κάδμου δ' ἑπτάπυλον ἔχει κράτος.
544
{Ηρ.} τί δῆτα πρὸς σὲ καὶ γέροντ' ἦλθεν φόβος;
545
{Με.} κτείνειν ἔμελλε πατέρα κἀμὲ καὶ τέκνα.
546
{Ηρ.} τί φήις; τί ταρβῶν ὀρφάνευμ' ἐμῶν τέκνων;
547
{Με.} μή ποτε Κρέοντος θάνατον ἐκτεισαίατο.
548
{Ηρ.} κόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπων;
549
{Με.} θανάτου τάδ' ἤδη περιβόλαι' ἐνήμμεθα.
550
{Ηρ.} καὶ πρὸς βίαν ἐθνήισκετ'; ὦ τλήμων ἐγώ.
551
{Με.} φίλων 〈γ'〉 ἔρημοι· σὲ δὲ θανόντ' ἠκούομεν.
552
{Ηρ.} πόθεν δ' ἐς ὑμᾶς ἥδ' ἐσῆλθ' ἀθυμία;
553
{Με.} Εὐρυσθέως κήρυκες ἤγγελλον τάδε.
554
{Ηρ.} τί δ' ἐξελείπετ' οἶκον ἑστίαν τ' ἐμήν;
555
{Με.} βίαι, πατὴρ μὲν ἐκπεσὼν στρωτοῦ λέχους
556
{Ηρ.} κοὐκ ἔσχεν αἰδὼς τὸν γέροντ' ἀτιμάσαι;
557
{Με.} αἰδώς; ἀποικεῖ τῆσδε τῆς θεοῦ πρόσω.
558
{Ηρ.} οὕτω δ' ἀπόντες ἐσπανίζομεν φίλων;
559
{Με.} φίλοι γάρ εἰσιν ἀνδρὶ δυστυχεῖ τίνες;
560
{Ηρ.} μάχας δὲ Μινυῶν ἃς ἔτλην ἀπέπτυσαν;
561
{Με.} ἄφιλον, ἵν' αὖθίς σοι λέγω, τὸ δυστυχές.
562
{Ηρ.} οὐ ῥίψεθ' Ἅιδου τάσδε περιβολὰς κόμης
563
καὶ φῶς ἀναβλέψεσθε, τοῦ κάτω σκότου
564
φίλας ἀμοιβὰς ὄμμασιν δεδορκότες;
565
ἐγὼ δέ, νῦν γὰρ τῆς ἐμῆς ἔργον χερός,
566
πρῶτον μὲν εἶμι καὶ κατασκάψω δόμους
567
καινῶν τυράννων, κρᾶτα δ' ἀνόσιον τεμὼν
568
ῥίψω κυνῶν ἕλκημα· Καδμείων δ' ὅσους
569
κακοὺς ἐφηῦρον εὖ παθόντας ἐξ ἐμοῦ
570
τῶι καλλινίκωι τῶιδ' ὅπλωι χειρώσομαι,
571
τοὺς δὲ πτερωτοῖς διαφορῶν τοξεύμασιν
572
νεκρῶν ἅπαντ' Ἰσμηνὸν ἐμπλήσω φόνου,
573
Δίρκης τε νᾶμα λευκὸν αἱμαχθήσεται.
574
τῶι γάρ μ' ἀμύνειν μᾶλλον ἢ δάμαρτι χρὴ
575
καὶ παισὶ καὶ γέροντι; χαιρόντων πόνοι·
576
μάτην γὰρ αὐτοὺς τῶνδε μᾶλλον ἤνυσα.
577
καὶ δεῖ μ' ὑπὲρ τῶνδ', εἴπερ οἵδ' ὑπὲρ πατρός,
578
θνήισκειν ἀμύνοντ'· ἢ τί φήσομεν καλὸν
579
ὕδραι μὲν ἐλθεῖν ἐς μάχην λέοντί τε
580
Εὐρυσθέως πομπαῖσι, τῶν δ' ἐμῶν τέκνων
581
οὐκ ἐκπονήσω θάνατον; οὐκ ἄρ' Ἡρακλῆς
582
ὁ καλλίνικος ὡς πάροιθε λέξομαι.
583
{Χο.} δίκαια τοὺς τεκόντας ὠφελεῖν τέκνα
584
πατέρα τε πρέσβυν τήν τε κοινωνὸν γάμων.
585
{Αμ.} πρὸς σοῦ μέν, ὦ παῖ, τοῖς φίλοις 〈τ'〉 εἶναι φίλον
586
τά τ' ἐχθρὰ μισεῖν· ἀλλὰ μὴ 'πείγου λίαν.
587
{Ηρ.} τί δ' ἐστὶ τῶνδε θᾶσσον ἢ χρεών, πάτερ;
588
{Αμ.} πολλοὺς πένητας, ὀλβίους δὲ τῶι λόγωι
589
δοκοῦντας εἶναι συμμάχους ἄναξ ἔχει,
590
οἳ στάσιν ἔθηκαν καὶ διώλεσαν πόλιν
591
ἐφ' ἁρπαγαῖσι τῶν πέλας, τὰ δ' ἐν δόμοις
592
δαπάναισι φροῦδα διαφυγόνθ' ὑπ' ἀργίας.
593
ὤφθης 〈δ'〉 ἐσελθὼν πόλιν· ἐπεὶ δ' ὤφθης, ὅρα
594
ἐχθροὺς ἀθροίσας μὴ παρὰ γνώμην πέσηις.
595
{Ηρ.} μέλει μὲν οὐδὲν εἴ με πᾶς' εἶδεν πόλις·
596
ὄρνιν δ' ἰδών τιν' οὐκ ἐν αἰσίοις ἕδραις
597
ἔγνων πόνον τιν' ἐς δόμους πεπτωκότα,
598
ὥστ' ἐκ προνοίας κρύφιος εἰσῆλθον χθόνα.
599
{Αμ.} καλῶς· παρελθών νυν πρόσειπέ θ' Ἑστίαν
600
καὶ δὸς πατρώιοις δώμασιν σὸν ὄμμ' ἰδεῖν.
601
ἥξει γὰρ αὐτὸς σὴν δάμαρτα καὶ τέκνα
602
ἕλξων φονεύσων κἄμ' ἐπισφάξων ἄναξ.
603
μένοντι δ' αὐτοῦ πάντα σοι γενήσεται
604
τῆι τ' ἀσφαλείαι κερδανεῖς· πόλιν δὲ σὴν
605
μὴ πρὶν ταράξηις πρὶν τόδ' εὖ θέσθαι, τέκνον.
606
{Ηρ.} δράσω τάδ'· εὖ γὰρ εἶπας· εἶμ' ἔσω δόμων.
607
χρόνωι δ' ἀνελθὼν ἐξ ἀνηλίων μυχῶν
608
Ἅιδου Κόρης 〈τ'〉 ἔνερθεν οὐκ ἀτιμάσω
609
θεοὺς προσειπεῖν πρῶτα τοὺς κατὰ στέγας.
610
{Αμ.} ἦλθες γὰρ ὄντως δώματ' εἰς Ἅιδου, τέκνον;
611
{Ηρ.} καὶ θῆρά γ' ἐς φῶς τὸν τρίκρανον ἤγαγον.
612
{Αμ.} μάχηι κρατήσας ἢ θεᾶς δωρήμασιν;
613
{Ηρ.} μάχηι· τὰ μυστῶν δ' ὄργι' εὐτύχης' ἰδών.
614
{Αμ.} ἦ καὶ κατ' οἴκους ἐστὶν Εὐρυσθέως ὁ θήρ;
615
{Ηρ.} Χθονίας νιν ἄλσος Ἑρμιών τ' ἔχει πόλις.
616
{Αμ.} οὐδ' οἶδεν Εὐρυσθεύς σε γῆς ἥκοντ' ἄνω;
617
{Ηρ.} οὐκ οἶδ', ἵν' ἐλθὼν τἀνθάδ' εἰδείην πάρος.
618
{Αμ.} χρόνον δὲ πῶς τοσοῦτον ἦσθ' ὑπὸ χθονί;
619
{Ηρ.} Θησέα κομίζων ἐχρόνις' 〈ἐξ〉 Ἅιδου, πάτερ.
620
{Αμ.} καὶ ποῦ 'στιν; ἦ γῆς πατρίδος οἴχεται πέδον;
621
{Ηρ.} βέβηκ' Ἀθήνας νέρθεν ἄσμενος φυγών.
622
ἀλλ' εἶ' ὁμαρτεῖτ', ὦ τέκν', ἐς δόμους πατρί·
623
καλλίονές τἄρ' εἴσοδοι τῶν ἐξόδων
624
πάρεισιν ὑμῖν. ἀλλὰ θάρσος ἴσχετε
625
καὶ νάματ' ὄσσων μηκέτ' ἐξανίετε,
626
σύ τ', ὦ γύναι μοι, σύλλογον ψυχῆς λαβὲ
627
τρόμου τε παῦσαι, καὶ μέθεσθ' ἐμῶν πέπλων·
628
οὐ γὰρ πτερωτὸς οὐδὲ φευξείω φίλους.
629
ἆ, οἵδ' οὐκ ἀφιᾶς' ἀλλ' ἀνάπτονται πέπλων
630
τοσῶιδε μᾶλλον· ὧδ' ἔβητ' ἐπὶ ξυροῦ;
631
ἄξω λαβών γε τούσδ' ἐφολκίδας χεροῖν,
632
ναῦς δ' ὣς ἐφέλξω· καὶ γὰρ οὐκ ἀναίνομαι
633
θεράπευμα τέκνων. πάντα τἀνθρώπων ἴσα·
634
φιλοῦσι παῖδας οἵ τ' ἀμείνονες βροτῶν
635
οἵ τ' οὐδὲν ὄντες· χρήμασιν δὲ διάφοροι·
636
ἔχουσιν, οἱ δ' οὔ· πᾶν δὲ φιλότεκνον γένος.
637
{Χο.} ἁ νεότας μοι φίλον· ἄ-
638
χθος δὲ τὸ γῆρας αἰεὶ
639
βαρύτερον Αἴτνας σκοπέλων
640
ἐπὶ κρατὶ κεῖται, βλεφάρων
641
σκοτεινὸν φάος ἐπικαλύψαν.
642
μή μοι μήτ' Ἀσιήτιδος
643
τυραννίδος ὄλβος εἴη,
645
μὴ χρυσοῦ δώματα πλήρη
646
τᾶς ἥβας ἀντιλαβεῖν,
647
ἃ καλλίστα μὲν ἐν ὄλβωι,
648
καλλίστα δ' ἐν πενίαι.
649
τὸ δὲ λυγρὸν φόνιόν τε γῆ-
650
ρας μισῶ· κατὰ κυμάτων δ'
651
ἔρροι μηδέ ποτ' ὤφελεν
652
θνατῶν δώματα καὶ πόλεις
653
ἐλθεῖν, ἀλλὰ κατ' αἰθέρ' αἰ-
654
εὶ πτεροῖσι φορείσθω.
655
εἰ δὲ θεοῖς ἦν ξύνεσις
656
καὶ σοφία κατ' ἄνδρας,
657
δίδυμον ἂν ἥβαν ἔφερον,
659
φανερὸν χαρακτῆρ' ἀρετᾶς
660
ὅσοισιν μέτα, καὶ θανόντες
661
εἰς αὐγὰς πάλιν ἁλίου
662
δισσοὺς ἂν ἔβαν διαύλους,
663
ἁ δυσγένεια δ' ἁπλοῦν ἂν
664
εἶχε ζόας βίοτον,
665
καὶ τῶιδ' ἂν τούς τε κακοὺς ἦν
666
γνῶναι καὶ τοὺς ἀγαθούς,
667
ἴσον ἅτ' ἐν νεφέλαισιν ἄ-
668
στρων ναύταις ἀριθμὸς πέλει.
669
νῦν δ' οὐδεὶς ὅρος ἐκ θεῶν
670
χρηστοῖς οὐδὲ κακοῖς σαφής,
671
ἀλλ' εἱλισσόμενός τις αἰ-
672
ὼν πλοῦτον μόνον αὔξει.
673
οὐ παύσομαι τὰς Χάριτας
674
ταῖς Μούσαισιν συγκαταμει-
675
γνύς, ἡδίσταν συζυγίαν.
676
μὴ ζώιην μετ' ἀμουσίας,
677
αἰεὶ δ' ἐν στεφάνοισιν εἴην·
678
ἔτι τοι γέρων ἀοιδὸς
679
κελαδῶ Μναμοσύναν,
680
ἔτι τὰν Ἡρακλέους
681
καλλίνικον ἀείδω
682
παρά τε Βρόμιον οἰνοδόταν
683
παρά τε χέλυος ἑπτατόνου
684
μολπὰν καὶ Λίβυν αὐλόν.
685
οὔπω καταπαύσομεν
686
Μούσας αἵ μ' ἐχόρευσαν.
687
παιᾶνα μὲν Δηλιάδες
688
〈ναῶν〉 ὑμνοῦς' ἀμφὶ πύλας
689
τὸν Λατοῦς εὔπαιδα γόνον,
690
εἱλίσσουσαι καλλίχοροι·
691
παιᾶνας δ' ἐπὶ σοῖς μελάθροις
692
κύκνος ὣς γέρων ἀοιδὸς
693
πολιᾶν ἐκ γενύων
694
κελαδήσω· τὸ γὰρ εὖ
695
τοῖς ὕμνοισιν ὑπάρχει.
696
Διὸς ὁ παῖς· τᾶς δ' εὐγενίας
697
πλέον ὑπερβάλλων 〈ἀρετᾶι〉
698
μοχθήσας τὸν ἄκυμον
699
θῆκεν βίοτον βροτοῖς
700
πέρσας δείματα θηρῶν.
701
{Λυ.} ἐς καιρὸν οἴκων, Ἀμφιτρύων, ἔξω περᾶις·
702
χρόνος γὰρ ἤδη δαρὸς ἐξ ὅτου πέπλοις
703
κοσμεῖσθε σῶμα καὶ νεκρῶν ἀγάλμασιν.
704
ἀλλ' εἶα παῖδας καὶ δάμαρθ' Ἡρακλέους
705
ἔξω κέλευε τῶνδε φαίνεσθαι δόμων,
706
ἐφ' οἷς ὑπέστητ' αὐτεπάγγελτοι θανεῖν.
707
{Αμ.} ἄναξ, διώκεις μ' ἀθλίως πεπραγότα
708
ὕβριν θ' ὑβρίζεις ἐπὶ θανοῦσι τοῖς ἐμοῖς·
709
ἃ χρῆν σε μετρίως, κεἰ κρατεῖς, σπουδὴν ἔχειν.
710
ἐπεὶ δ' ἀνάγκην προστίθης ἡμῖν θανεῖν,
711
στέργειν ἀνάγκη· δραστέον δ' ἃ σοὶ δοκεῖ.
712
{Λυ.} ποῦ δῆτα Μεγάρα; ποῦ τέκν' Ἀλκμήνης γόνου;
713
{Αμ.} δοκῶ μὲν αὐτήν, ὡς θύραθεν εἰκάσαι
714
{Λυ.} τί χρῆμα; δόξης τίνος ἔχεις τεκμήριον;
715
{Αμ.} ἱκέτιν πρὸς ἁγνοῖς Ἑστίας θάσσειν βάθροις
716
{Λυ.} ἀνόνητά γ' ἱκετεύουσαν ἐκσῶσαι βίον.
717
{Αμ.} καὶ τὸν θανόντα γ' ἀνακαλεῖν μάτην πόσιν.
718
{Λυ.} ὁ δ' οὐ πάρεστιν οὐδὲ μὴ μόληι ποτέ.
719
{Αμ.} οὔκ, εἴ γε μή τις θεῶν ἀναστήσειέ νιν.
720
{Λυ.} χώρει πρὸς αὐτὴν κἀκκόμιζε δωμάτων.
721
{Αμ.} μέτοχος ἂν εἴην τοῦ φόνου δράσας τόδε.
722
{Λυ.} ἡμεῖς 〈δ'〉, ἐπειδὴ σοὶ τόδ' ἔστ' ἐνθύμιον,
723
οἱ δειμάτων ἔξωθεν ἐκπορεύσομεν
724
σὺν μητρὶ παῖδας. δεῦρ' ἕπεσθε, πρόσπολοι,
725
ὡς ἂν σχολὴν λεύσσωμεν ἄσμενοι πόνων.
726
{Αμ.} σὺ δ' οὖν ἴθ', ἔρχηι δ' οἷ χρεών· τὰ δ' ἄλλ' ἴσως
727
ἄλλωι μελήσει. προσδόκα δὲ δρῶν κακῶς
728
κακόν τι πράξειν. ὦ γέροντες, ἐς καλὸν
729
στείχει, βρόχοισι δ' ἀρκύων κεκλήισεται
730
ξιφηφόροισι, τοὺς πέλας δοκῶν κτενεῖν
731
ὁ παγκάκιστος. εἶμι δ', ὡς ἴδω νεκρὸν
732
πίπτοντ'· ἔχει γὰρ ἡδονὰς θνήισκων ἀνὴρ
733
ἐχθρὸς τίνων τε τῶν δεδραμένων δίκην.
735
{Χο.} μεταβολὰ κακῶν· μέγας ὁ πρόσθ' ἄναξ
736
πάλιν ὑποστρέφει βίοτον ἐξ Ἅιδα.
738
ἰὼ
739
δίκα καὶ θεῶν παλίρρους πότμος.
740
{—} ἦλθες χρόνωι μὲν οὗ δίκην δώσεις θανών,
741
ὕβρεις ὑβρίζων εἰς ἀμείνονας σέθεν.
742
{—} χαρμοναὶ δακρύων ἔδοσαν ἐκβολάς·
743
πάλιν ἔμολεν,
745
ἃ πάρος οὔποτε διὰ φρενὸς ἤλπις' ἂν
746
παθεῖν, γᾶς ἄναξ.
747
{—} ἀλλ', ὦ γεραιοί, καὶ τὰ δωμάτων ἔσω
748
σκοπῶμεν, εἰ πράσσει τις ὡς ἐγὼ θέλω.
749
{Λυ.} (ἔσωθεν)
750
ἰώ μοί μοι.
751
{Χο.} τόδε κατάρχεται μέλος ἐμοὶ κλύειν
752
φίλιον ἐν δόμοις· θάνατος οὐ πόρσω.
753
βοᾶι φόνου φροίμιον στενάζων ἄναξ.
754
{Λυ.} (ἔσωθεν) ὦ πᾶσα Κάδμου γαῖ', ἀπόλλυμαι δόλωι.
755
{Χο.} καὶ γὰρ διώλλυς· ἀντίποινα δ' ἐκτίνων
756
τόλμα, διδούς γε τῶν δεδραμένων δίκην.
757
{—} τίς ὁ θεοὺς ἀνομίαι χραίνων, θνατὸς ὤν,
758
ἄφρονα λόγον
759
†οὐρανίων μακάρων† κατέβαλ' ὡς ἄρ' οὐ
760
σθένουσιν θεοί;{—} γέροντες, οὐκέτ' ἔστι δυσσεβὴς ἀνήρ.
761
σιγᾶι μέλαθρα· πρὸς χοροὺς τραπώμεθα.
762
[φίλοι γὰρ εὐτυχοῦσιν οὓς ἐγὼ θέλω.]
763
χοροὶ χοροὶ
764
καὶ θαλίαι μέλουσι Θή-
765
βας ἱερὸν κατ' ἄστυ. μεταλλαγαὶ γὰρ δακρύων,
766
μεταλλαγαὶ συντυχίας
767
〈 〉 ἔτεκον ἀοιδάς.
768
βέβακ' ἄναξ ὁ καινός, ὁ δὲ παλαίτερος
770
κρατεῖ, λιμένα λιπών γε τὸν Ἀχερόντιον.
771
δοκημάτων ἐκτὸς ἦλθεν ἐλπίς.
772
θεοὶ θεοὶ τῶν ἀδίκων μέλουσι καὶ
773
τῶν ὁσίων ἐπάιειν.
774
ὁ χρυσὸς ἅ τ' εὐτυχία
775
φρενῶν βροτοὺς ἐξάγεται
776
δύνασιν ἄδικον ἐφέλκων.
777
†χρόνου γὰρ οὔτις ἔτλα τὸ πάλιν εἰσορᾶν†·
778
νόμον παρέμενος ἀνομίαι χάριν διδοὺς
780
ἔθραυσεν ὄλβου κελαινὸν ἅρμα.
781
Ἰσμήν' ὦ στεφαναφόρει
782
ξεσταί θ' ἑπταπύλου πόλεως
783
ἀναχορεύσατ' ἀγυιαὶ
784
Δίρκα θ' ἁ καλλιρρέεθρος,
785
σύν τ' Ἀσωπιάδες κόραι
786
πατρὸς ὕδωρ βᾶτε λιποῦσαι συναοιδοὶ
787
Νύμφαι τὸν Ἡρακλέους
789
καλλίνικον ἀγῶνα.
790
Πυθίου δενδρῶτι πέτρα
791
Μουσᾶν θ' Ἑλικωνίδων δώματα,
792
αὔξετ' εὐγαθεῖ κελάδωι
793
ἐμὰν πόλιν, ἐμὰ τείχη,
794
σπαρτῶν ἵνα γένος ἐφάνθη,
795
χαλκασπίδων λόχος, ὃς γᾶν
796
τέκνων τέκνοις μεταμείβει,
797
Θήβαις ἱερὸν φῶς.
798
ὦ λέκτρων δύο συγγενεῖς
799
εὐναί, θνατογενοῦς τε καὶ
800
Διός, ὃς ἦλθεν ἐς εὐνὰν
801
νύμφας τᾶς Περσηίδος· ὡς
802
πιστόν μοι τὸ παλαιὸν ἤ-
804
δη λέχος, ὦ Ζεῦ, σὸν ἐπ' οὐκ ἐλπίδι φάνθη.
805
λαμπρὰν δ' ἔδειξ' ὁ χρόνος
806
τὰν Ἡρακλέος ἀλκάν·
807
ὃς γᾶς ἐξέβας θαλάμων
808
Πλούτωνος δῶμα λιπὼν νέρτερον.
809
κρείσσων μοι τύραννος ἔφυς
810
ἢ δυσγένει' ἀνάκτων,
811
ἃ νῦν ἐσορῶντι φαίνει
812
ξιφηφόρων ἐς ἀγώνων
813
ἅμιλλαν εἰ τὸ δίκαιον
814
θεοῖς ἔτ' ἀρέσκει.
815
{—} ἔα ἔα·
816
ἆρ' ἐς τὸν αὐτὸν πίτυλον ἥκομεν φόβου,
817
γέροντες, οἷον φάσμ' ὑπὲρ δόμων ὁρῶ;
818
{—} φυγῆι φυγῆι
819
νωθὲς πέδαιρε κῶλον, ἐκποδὼν ἔλα.
820
{—} ὦναξ Παιάν,
821
ἀπότροπος γένοιό μοι πημάτων.
822
{ΙΡΙΣ} θαρσεῖτε Νυκτὸς τήνδ' ὁρῶντες ἔκγονον
823
Λύσσαν, γέροντες, κἀμὲ τὴν θεῶν λάτριν
824
Ἶριν· πόλει γὰρ οὐδὲν ἥκομεν βλάβος,
825
ἑνὸς δ' ἐπ' ἀνδρὸς δώματα στρατεύομεν,
826
ὅν φασιν εἶναι Ζηνὸς Ἀλκμήνης τ' ἄπο.
827
πρὶν μὲν γὰρ ἄθλους ἐκτελευτῆσαι πικρούς,
828
τὸ χρή νιν ἐξέσωιζεν οὐδ' εἴα πατὴρ
829
Ζεύς νιν κακῶς δρᾶν οὔτ' ἔμ' οὔθ' Ἥραν ποτέ·
830
ἐπεὶ δὲ μόχθους διεπέρας' Εὐρυσθέως,
831
Ἥρα προσάψαι κοινὸν αἷμ' αὐτῶι θέλει
832
παῖδας κατακτείναντι, συνθέλω δ' ἐγώ.
833
ἀλλ' εἶ' ἄτεγκτον συλλαβοῦσα καρδίαν,
834
Νυκτὸς κελαινῆς ἀνυμέναιε παρθένε,
835
μανίας τ' ἐπ' ἀνδρὶ τῶιδε καὶ παιδοκτόνους
836
φρενῶν ταραγμοὺς καὶ ποδῶν σκιρτήματα
837
ἔλαυνε κίνει, φόνιον ἐξίει κάλων,
838
ὡς ἂν πορεύσας δι' Ἀχερούσιον πόρον
839
τὸν καλλίπαιδα στέφανον αὐθέντηι φόνωι
840
γνῶι μὲν τὸν Ἥρας οἷός ἐστ' αὐτῶι χόλος,
841
μάθηι δὲ τὸν ἐμόν· ἢ θεοὶ μὲν οὐδαμοῦ,
842
τὰ θνητὰ δ' ἔσται μεγάλα, μὴ δόντος δίκην.
843
{ΛΥΣΣΑ} ἐξ εὐγενοῦς μὲν πατρὸς ἔκ τε μητέρος
844
πέφυκα, Νυκτὸς Οὐρανοῦ τ' ἀφ' αἵματος·
845
†τιμάς τ' ἔχω τάσδ' οὐκ ἀγασθῆναι φίλοις†
846
οὐδ' ἥδομαι φοιτῶς' ἐπ' ἀνθρώπων φίλους.
847
παραινέσαι δέ, πρὶν σφαλεῖσαν εἰσιδεῖν,
848
Ἥραι θέλω σοί τ', ἢν πίθησθ' ἐμοῖς λόγοις.
849
ἁνὴρ ὅδ' οὐκ ἄσημος οὔτ' ἐπὶ χθονὶ
850
οὔτ' ἐν θεοῖσιν, οὗ σύ μ' ἐσπέμπεις δόμους·
851
ἄβατον δὲ χώραν καὶ θάλασσαν ἀγρίαν
852
ἐξημερώσας θεῶν ἀνέστησεν μόνος
853
τιμὰς πιτνούσας ἀνοσίων ἀνδρῶν ὕπο.
854
ὥστ' οὐ παραινῶ μεγάλα βουλεῦσαι κακά.
855
{Ιρ.} μὴ σὺ νουθέτει τά θ' Ἥρας κἀμὰ μηχανήματα.
856
{Λυ.} ἐς τὸ λῶιον ἐμβιβάζω ς' ἴχνος ἀντὶ τοῦ κακοῦ.
857
{Ιρ.} οὐχὶ σωφρονεῖν γ' ἔπεμψε δεῦρό ς' ἡ Διὸς δάμαρ.
858
{Λυ.} Ἥλιον μαρτυρόμεσθα δρῶς' ἃ δρᾶν οὐ βούλομαι.
859
εἰ δὲ δή μ' Ἥραι θ' ὑπουργεῖν σοί τ' ἀναγκαίως ἔχει,
861
εἶμί γ'· οὔτε πόντος οὕτω κύμασι στένων λάβρος
862
οὔτε γῆς σεισμὸς κεραυνοῦ τ' οἶστρος ὠδῖνας πνέων
863
οἷ' ἐγὼ στάδια δραμοῦμαι στέρνον εἰς Ἡρακλέους·
864
καὶ καταρρήξω μέλαθρα καὶ δόμους ἐπεμβαλῶ,
865
τέκν' ἀποκτείνασα πρῶτον· ὁ δὲ κανὼν οὐκ εἴσεται
866
παῖδας οὓς ἔτικτεν ἐναρών, πρὶν ἂν ἐμὰς λύσσας ἀφῆι.
867
ἢν ἰδού· καὶ δὴ τινάσσει κρᾶτα βαλβίδων ἄπο
868
καὶ διαστρόφους ἑλίσσει σῖγα γοργωποὺς κόρας,
869
ἀμπνοὰς δ' οὐ σωφρονίζει, ταῦρος ὣς ἐς ἐμβολήν,
870
δεινὰ μυκᾶται δέ. Κῆρας ἀνακαλῶ τὰς Ταρτάρου
860
τάχος ἐπιρροιβδεῖν ὁμαρτεῖν θ' ὡς κυνηγέτηι κύνας.
871
τάχα ς' ἐγὼ μᾶλλον χορεύσω καὶ καταυλήσω φόβωι.
872
στεῖχ' ἐς Οὔλυμπον πεδαίρους', Ἶρι, γενναῖον πόδα·
873
ἐς δόμους δ' ἡμεῖς ἄφαντοι δυσόμεσθ' Ἡρακλέους.
875
{Χο.} ὀτοτοτοῖ, στέναξον· ἀποκείρεται
876
σὸν ἄνθος πόλεος, ὁ Διὸς ἔκγονος,
877
μέλεος Ἑλλάς, ἃ τὸν εὐεργέταν
878
ἀποβαλεῖς ὀλεῖς μανιάσιν λύσσαις
879
χορευθέντ' ἐναύλοις.
880
βέβακεν ἐν δίφροισιν ἁ πολύστονος,
881
ἅρμασι δ' ἐνδίδωσι
882
κέντρον ὡς ἐπὶ λώβαι
883
Νυκτὸς Γοργὼν ἑκατογκεφάλοις ὄφεων ἰαχήμασι Λύσσα μαρμαρωπός.
884
ταχὺ τὸν εὐτυχῆ μετέβαλεν δαίμων,
885
ταχὺ δὲ πρὸς πατρὸς τέκν' ἐκπνεύσεται.
886
{〈Αμ.〉} (ἔσωθεν) ἰώ μοι μέλεος.{Χο.} ἰὼ Ζεῦ, τὸ σὸν γένος ἄγονον αὐτίκα
887
λυσσάδες ὠμοβρῶτες ἄδικοι Ποιναὶ κακοῖσιν ἐκπετάσουσιν.
888
{Αμ.} ἰὼ στέγαι.
889
{Χο.} κατάρχεται χορεύματ' ἄτερ τυπάνων
890
οὐ Βρομίου κεχαρισμένα θύρσωι
891
{Αμ.} ἰὼ δόμοι.
892
{Χο.} πρὸς αἵματ', οὐχὶ τᾶς Διονυσιάδος
893
βοτρύων ἐπὶ χεύμασι λοιβᾶς.
894
{〈Αμ.〉} φυγῆι, τέκν', ἐξορμᾶτε. {〈Χο.〉} δάιον τόδε
895
δάιον μέλος ἐπαυλεῖται.
896
κυναγετεῖ τέκνων διωγμόν· οὔποτ' ἄκραντα δόμοισι
897
Λύσσα βακχεύσει.
899
{Αμ.} αἰαῖ κακῶν.
900
{Χο.} αἰαῖ δῆτα τὸν γεραιὸν ὡς στένω
901
πατέρα τάν τε παιδοτρόφον, 〈ἇι〉 μάταν
902
τέκεα γεννᾶται.
903
ἰδοὺ ἰδού,
905
θύελλα σείει δῶμα, συμπίπτει στέγη.
906
{Αμ.} ἢ ἤ· τί δρᾶις, ὦ Διὸς παῖ, μελάθρωι;
908
τάραγμα ταρτάρειον ὡς ἐπ' Ἐγκελάδωι ποτέ, Παλλάς,
909
ἐς δόμους πέμπεις.
910
{ΕΞΑΓΓΕΛΟΣ} ὦ λευκὰ γήραι σώματ' {〈Χο.〉} ἀνακαλεῖς με τίνα
911
βοάν; {Εξ.} ἄλαστα τἀν δόμοισι. {〈Χο.〉} μάντιν οὐχ
912
ἕτερον ἄξομαι.
913
{Εξ.} τεθνᾶσι παῖδες. {〈Χο.〉} αἰαῖ.
914
{〈Εξ.〉} στενάζεθ' ὡς στενακτά. {〈Χο.〉} δάιοι φόνοι,
915
δάιοι δὲ τοκέων χέρες.
916
{Εξ.} οὐκ ἄν τις εἴποι μᾶλλον ἢ πεπόνθαμεν.
917
{Χο.} πῶς παισὶ στενακτὰν ἄταν ἄταν
918
πατέρος ἀμφαίνεις;
919
λέγε τίνα τρόπον ἔσυτο θεόθεν ἐπὶ μέλα-
920
θρα κακὰ τάδε 〈 〉 τλάμονάς
921
τε παίδων τύχας.
922
{Εξ.} ἱερὰ μὲν ἦν πάροιθεν ἐσχάρας Διὸς
923
καθάρσι' οἴκων, γῆς ἄνακτ' ἐπεὶ κτανὼν
924
〈ἐξέβαλε〉 τῶνδε δωμάτων Ἡρακλέης·
925
χορὸς δὲ καλλίμορφος εἱστήκει τέκνων
926
πατήρ τε Μεγάρα τ', ἐν κύκλωι δ' ἤδη κανοῦν
927
εἵλικτο βωμοῦ, φθέγμα δ' ὅσιον εἴχομεν.
928
μέλλων δὲ δαλὸν χειρὶ δεξιᾶι φέρειν,
929
ἐς χέρνιβ' ὡς βάψειεν, Ἀλκμήνης τόκος
930
ἔστη σιωπῆι. καὶ χρονίζοντος πατρὸς
931
παῖδες προσέσχον ὄμμ'· ὁ δ' οὐκέθ' αὑτὸς ἦν,
932
ἀλλ' ἐν στροφαῖσιν ὀμμάτων ἐφθαρμένος
933
ῥίζας τ' ἐν ὄσσοις αἱματῶπας ἐκβαλὼν
934
ἀφρὸν κατέσταζ' εὔτριχος γενειάδος.
935
ἔλεξε δ' ἅμα γέλωτι παραπεπληγμένωι·
936
Πάτερ, τί θύω πρὶν κτανεῖν Εὐρυσθέα
937
καθάρσιον πῦρ καὶ πόνους διπλοῦς ἔχω;
938
ἔργον μιᾶς μοι χειρὸς εὖ θέσθαι τάδε.
939
ὅταν δ' ἐνέγκω δεῦρο κρᾶτ' Εὐρυσθέως
940
ἐπὶ τοῖσι νῦν θανοῦσιν ἁγνιῶ χέρας.
941
ἐκχεῖτε πηγάς, ῥίπτετ' ἐκ χειρῶν κανᾶ.
942
τίς μοι δίδωσι τόξα; τίς 〈δ'〉 ὅπλον χερός;
943
πρὸς τὰς Μυκήνας εἶμι· λάζυσθαι χρεὼν
944
μοχλοὺς δικέλλας θ' ὥστε Κυκλώπων βάθρα
945
φοίνικι κανόνι καὶ τύκοις ἡρμοσμένα
946
στρεπτῶι σιδήρωι συντριαινῶσαι πάλιν.
947
ἐκ τοῦδε βαίνων ἅρματ' οὐκ ἔχων ἔχειν
948
ἔφασκε δίφρου τ' εἰσέβαινεν ἄντυγα
949
κἄθεινε, κέντρωι δῆθεν ὡς θείνων, χερί.
950
διπλοῦς δ' ὀπαδοῖς ἦν γέλως φόβος θ' ὁμοῦ,
951
καί τις τόδ' εἶπεν, ἄλλος εἰς ἄλλον δρακών·
952
Παίζει πρὸς ἡμᾶς δεσπότης ἢ μαίνεται;
953
ὁ δ' εἷρπ' ἄνω τε καὶ κάτω κατὰ στέγας,
954
μέσον δ' ἐς ἀνδρῶν' ἐσπεσὼν Νίσου πόλιν
955
ἥκειν ἔφασκε, δωμάτων τ' ἔσω βεβὼς
956
κλιθεὶς ἐς οὖδας ὡς ἔχει σκευάζεται
957
θοίνην. διελθὼν δ' ὡς βραχὺν χρόνον μονῆς
958
Ἰσθμοῦ ναπαίας ἔλεγε προσβαίνειν πλάκας.
959
κἀνταῦθα γυμνὸν σῶμα θεὶς πορπαμάτων
960
πρὸς οὐδέν' ἡμιλλᾶτο κἀκηρύσσετο
961
αὐτὸς πρὸς αὑτοῦ καλλίνικος οὐδενός,
962
ἀκοὴν ὑπειπών. δεινὰ δ' Εὐρυσθεῖ βρέμων
963
ἦν ἐν Μυκήναις τῶι λόγωι. πατὴρ δέ νιν
964
θιγὼν κραταιᾶς χειρὸς ἐννέπει τάδε·
965
Ὦ παῖ, τί πάσχεις; τίς ὁ τρόπος ξενώσεως
966
τῆσδ'; οὔ τί που φόνος ς' ἐβάκχευσεν νεκρῶν
967
οὓς ἄρτι καίνεις; ὁ δέ νιν Εὐρυσθέως δοκῶν
968
πατέρα προταρβοῦνθ' ἱκέσιον ψαύειν χερὸς
969
ὠθεῖ, φαρέτραν δ' εὐτρεπῆ σκευάζεται
970
καὶ τόξ' ἑαυτοῦ παισί, τοὺς Εὐρυσθέως
971
δοκῶν φονεύειν. οἱ δὲ ταρβοῦντες φόβωι
972
ὤρουον ἄλλος ἄλλος', ἐς πέπλους ὁ μὲν
973
μητρὸς ταλαίνης, ὁ δ' ὑπὸ κίονος σκιάν,
974
ἄλλος δὲ βωμὸν ὄρνις ὣς ἔπτηξ' ὕπο.
975
βοᾶι δὲ μήτηρ· Ὦ τεκών, τί δρᾶις; τέκνα
976
κτείνεις; βοᾶι δὲ πρέσβυς οἰκετῶν τ' ὄχλος.
977
ὁ δ' ἐξελίσσων παῖδα κίονος κύκλωι
978
τόρνευμα δεινὸν ποδός, ἐναντίον σταθεὶς
979
βάλλει πρὸς ἧπαρ· ὕπτιος δὲ λαΐνους
980
ὀρθοστάτας ἔδευσεν ἐκπνέων βίον.
981
ὁ δ' ἠλάλαξε κἀπεκόμπασεν τάδε·
982
Εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως
983
ἔχθραν πατρώιαν ἐκτίνων πέπτωκέ μοι.
984
ἄλλωι δ' ἐπεῖχε τόξ', ὃς ἀμφὶ βωμίαν
985
ἔπτηξε κρηπῖδ' ὡς λεληθέναι δοκῶν.
986
φθάνει δ' ὁ τλήμων γόνασι προσπεσὼν πατρὸς
987
καὶ πρὸς γένειον χεῖρα καὶ δέρην βαλὼν
988
Ὦ φίλτατ', αὐδᾶι, μή μ' ἀποκτείνηις, πάτερ·
989
σός εἰμι, σὸς παῖς· οὐ τὸν Εὐρυσθέως ὀλεῖς.
990
ὁ δ' ἀγριωπὸν ὄμμα Γοργόνος στρέφων,
991
ὡς ἐντὸς ἔστη παῖς λυγροῦ τοξεύματος
992
μυδροκτύπον μίμημ' ὑπὲρ κάρα βαλὼν
993
ξύλον καθῆκε παιδὸς ἐς ξανθὸν κάρα,
994
ἔρρηξε δ' ὀστᾶ. δεύτερον δὲ παῖδ' ἑλὼν
995
χωρεῖ τρίτον θῦμ' ὡς ἐπισφάξων δυοῖν.
996
ἀλλὰ φθάνει νιν ἡ τάλαιν' ἔσω δόμων
997
μήτηρ ὑπεκλαβοῦσα καὶ κλήιει πύλας.
998
ὁ δ' ὡς ἐπ' αὐτοῖς δὴ Κυκλωπίοισιν ὢν
999
σκάπτει μοχλεύει θύρετρα κἀκβαλὼν σταθμὰ
1000
δάμαρτα καὶ παῖδ' ἑνὶ κατέστρωσεν βέλει.
1001
κἀνθένδε πρὸς γέροντος ἱππεύει φόνον·
1002
ἀλλ' ἦλθεν εἰκών, ὡς ὁρᾶν ἐφαίνετο
1003
Παλλάς, κραδαίνους' ἔγχος †ἐπὶ λόφω κέαρ†,
1004
κἄρριψε πέτρον στέρνον εἰς Ἡρακλέους,
1005
ὅς νιν φόνου μαργῶντος ἔσχε κἀς ὕπνον
1006
καθῆκε· πίτνει δ' ἐς πέδον πρὸς κίονα
1007
νῶτον πατάξας, ὃς πεσήμασι στέγης
1008
διχορραγὴς ἔκειτο κρηπίδων ἔπι.
1010
ἡμεῖς δ' ἐλευθεροῦντες ἐκ δρασμῶν πόδα
1009
σὺν τῶι γέροντι δεσμὰ σειραίων βρόχων
1011
ἀνήπτομεν πρὸς κίον', ὡς λήξας ὕπνου
1012
μηδὲν προσεργάσαιτο τοῖς δεδραμένοις.
1013
εὕδει δ' ὁ τλήμων ὕπνον οὐκ εὐδαίμονα
1014
παῖδας φονεύσας καὶ δάμαρτ'. ἐγὼ μὲν οὖν
1015
οὐκ οἶδα θνητῶν ὅστις ἀθλιώτερος.
1016
{Χο.} ὁ φόνος ἦν ὃν Ἀργολὶς ἔχει πέτρα
1017
τότε μὲν περισαμότατος καὶ ἄπιστος Ἑλλάδι
1018
τῶν Δαναοῦ παίδων·
1019
τάδε δ' ὑπερέβαλεν παρέδραμεν τὰ τότε
1020
κακὰ τάλανι διογενεῖ κόρωι.
1021
μονότεκνον Πρόκνης φόνον ἔχω λέξαι
1022
θυόμενον Μούσαις· σὺ δὲ τέκνα τρίγον', ὦ
1023
δάιε, τεκόμενος
1024
λυσσάδι συγκατειργάσω μοίραι.
1025
αἰαῖ, τίνα στεναγμὸν
1026
ἢ γόον ἢ φθιτῶν ὠιδὰν ἢ τίν' Ἅι-
1027
δα χορὸν ἀχήσω;
1028
φεῦ φεῦ·
1029
ἴδεσθε, διάνδιχα κλῆιθρα
1030
κλίνεται ὑψιπύλων δόμων.
1031
ἰώ μοι·
1032
ἴδεσθε δὲ τέκνα πρὸ πατρὸς
1033
ἄθλια κείμενα δυστάνου,
1034
εὕδοντος ὕπνον δεινὸν ἐκ παίδων φόνου,
1035
περὶ δὲ δεσμὰ καὶ πολύβροχ' ἁμμάτων
1036
ἐρείσμαθ' Ἡράκλειον
1037
ἀμφὶ δέμας τάδε λαΐνοις
1038
ἀνημμένα κίοσιν οἴκων.
1039
ὁ δ' ὥς τις ὄρνις ἄπτερον καταστένων
1040
ὠδῖνα τέκνων πρέσβυς ὑστέρωι ποδὶ
1041
πικρὰν διώκων ἤλυσιν πάρεσθ' ὅδε.
1042
{Αμ.} Καδμεῖοι γέροντες, οὐ σῖγα σῖ-
1043
γα τὸν ὕπνωι παρειμένον ἐάσετ' ἐκ-
1044
λαθέσθαι κακῶν;
1045
{Χο.} κατὰ σὲ δακρύοις στένω, πρέσβυ, καὶ
1046
τέκεα καὶ τὸ καλλίνικον κάρα.
1047
{Αμ.} ἑκαστέρω πρόβατε, μὴ
1048
κτυπεῖτε, μὴ βοᾶτε, μὴ
1049
τὸν εὔδι' ἰαύονθ'
1050
ὑπνώδεά τ' εὐνᾶς
1051
ἐγείρετε. {Χο.} οἵμοι,
1052
φόνος ὅσος ὅδ' {Αμ.} ἆ ἆ, διά μ' ὀλεῖτε. {〈Χο.〉} κεχυ- μένος ἐπαντέλλει.
1053
{〈Αμ.〉} οὐκ ἀτρεμαῖα θρῆνον αἰ-
1054
άξετ', ὦ γέροντες;
1055
ἢ δέσμ' ἀνεγειρόμενος χαλάσας ἀπολεῖ πόλιν,
1057
ἀπὸ δὲ πατέρα, μέλαθρά τε καταρρήξει.
1058
{Χο.} ἀδύνατ' ἀδύνατά μοι.
1060
{Αμ.} σῖγα, πνοὰς μάθω· φέρε, πρὸς οὖς βάλω.
1061
{Χο.} εὕδει; {Αμ.} ναί, εὕδει 〈γ'〉 ὕπνον ἄυπνον ὀλόμε-
1062
νον ὃς ἔκανεν ἄλοχον, ἔκανε δὲ ψαλμῶι
1063
τέκεα τοξήρει.
1064
{Χο.} στέναζέ νυν {Αμ.} στενάζω.
1065
{〈Χο.〉} τέκνων ὄλεθρον {Αμ.} ὤμοι.
1066
{〈Χο.〉} σέθεν τε παιδός {〈Αμ.〉} αἰαῖ.
1067
{〈Χο.〉} ὦ πρέσβυ. {Αμ.} σῖγα σῖγα·
1068-1069
παλίντροπος ἐξεπεγειρόμενος στρέφεται· φέρε,
1070
ἀπόκρυφον δέμας ὑπὸ μέλαθρον κρύψω.
1071
{Χο.} θάρσει· νὺξ ἔχει βλέφαρα παιδὶ σῶι.
1073
{Αμ.} ὁρᾶθ' ὁρᾶτε. τὸ φάος ἐκ-
1074
λιπεῖν μὲν ἐπὶ κακοῖσιν οὐ
1075
φεύγω τάλας, ἀλλ' εἴ με κανεῖ πατέρ' ὄντα,
1076
πρὸς δὲ κακοῖς κακὰ μήσε-
1077
ται πρὸς Ἐρινύσι θ' αἷμα
1078
σύγγονον ἕξει.
1079
{Χο.} τότε θανεῖν ς' ἐχρῆν ὅτε δάμαρτι σᾶι φόνον ὁμοσπόρων ἔμολες ἐκπράξας,
1080
Ταφίων περίκλυστον ἄστυ πέρσας.
1081
{Αμ.} φυγὰν φυγάν, γέροντες, ἀποπρὸ δωμάτων
1082
διώκετε· φεύγετε μάργον
1083
ἄνδρ' ἐπεγειρόμενον.
1085
〈ἢ〉 τάχα φόνον ἕτερον ἐπὶ φόνωι βαλὼν
1086
ἀν' αὖ βακχεύσει Καδμείων πόλιν.
1087
{Χο.} ὦ Ζεῦ, τί παῖδ' ἤχθηρας ὧδ' ὑπερκότως
1088
τὸν σόν, κακῶν δὲ πέλαγος ἐς τόδ' ἤγαγες;
1089
{Ηρ.} ἔα· ἔμπνους μέν εἰμι καὶ δέδορχ' ἅπερ με δεῖ,
1090
αἰθέρα τε καὶ γῆν τόξα θ' ἡλίου τάδε.
1091
ὡς 〈δ'〉 ἐν κλύδωνι καὶ φρενῶν ταράγματι
1092
πέπτωκα δεινῶι καὶ πνοὰς θερμὰς πνέω
1093
μετάρσι', οὐ βέβαια πλευμόνων ἄπο.
1094
ἰδού, τί δεσμοῖς ναῦς ὅπως ὡρμισμένος
1095
νεανίαν θώρακα καὶ βραχίονα
1096
πρὸς ἡμιθραύστωι λαΐνωι τυκίσματι
1097
ἧμαι, νεκροῖσι γείτονας θάκους ἔχων;
1098
πτερωτὰ δ' ἔγχη τόξα τ' ἔσπαρται πέδωι,
1099
ἃ πρὶν παρασπίζοντ' ἐμοῖς βραχίοσιν
1100
ἔσωιζε πλευρὰς ἐξ ἐμοῦ τ' ἐσώιζετο.
1101
οὔ που κατῆλθον αὖθις εἰς Ἅιδου πάλιν,
1102
Εὐρυσθέως δίαυλον ἐξ Ἅιδου μολών;
1103
ἀλλ' οὔτε Σισύφειον εἰσορῶ πέτρον
1104
Πλούτωνά τ' οὐδὲ σκῆπτρα Δήμητρος κόρης.
1105
ἔκ τοι πέπληγμαι· ποῦ ποτ' ὢν ἀμηχανῶ;
1106
ὠή, τίς ἐγγὺς ἢ πρόσω φίλων ἐμῶν,
1107
δύσγνοιαν ὅστις τὴν ἐμὴν ἰάσεται;
1108
σαφῶς γὰρ οὐδὲν οἶδα τῶν εἰωθότων.
1109
{Αμ.} γέροντες, ἔλθω τῶν ἐμῶν κακῶν πέλας;
1110
{Χο.} κἄγωγε σὺν σοί, μὴ προδοὺς τὰς συμφοράς.
1111
{Ηρ.} πάτερ, τί κλαίεις καὶ συναμπίσχηι κόρας,
1112
τοῦ φιλτάτου σοι τηλόθεν παιδὸς βεβώς;
1113
{Αμ.} ὦ τέκνον· εἶ γὰρ καὶ κακῶς πράσσων ἐμός.
1114
{Ηρ.} πράσσω δ' ἐγὼ τί λυπρὸν οὗ δακρυρροεῖς;
1115
{Αμ.} ἃ κἂν θεῶν τις, εἰ μάθοι, καταστένοι.
1116
{Ηρ.} μέγας γ' ὁ κόμπος, τὴν τύχην δ' οὔπω λέγεις.
1117
{Αμ.} ὁρᾶις γὰρ αὐτός, εἰ φρονῶν ἤδη κυρεῖς.
1118
{Ηρ.} εἴπ' εἴ τι καινὸν ὑπογράφηι τὠμῶι βίωι.
1119
{Αμ.} εἰ μηκέθ' Ἅιδου βάκχος εἶ, φράσαιμεν ἄν.
1120
{Ηρ.} παπαῖ, τόδ' ὡς ὕποπτον ἠινίξω πάλιν.
1121
{Αμ.} καί ς' εἰ βεβαίως εὖ φρονεῖς ἤδη σκοπῶ.
1122
{Ηρ.} οὐ γάρ τι βακχεύσας γε μέμνημαι φρένας.
1123
{Αμ.} λύσω, γέροντες, δεσμὰ παιδός, ἢ τί δρῶ;
1124
{Ηρ.} καὶ τόν γε δήσαντ' εἴπ'· ἀναινόμεσθα γάρ.
1125
{Αμ.} τοσοῦτον ἴσθι τῶν κακῶν, τὰ δ' ἄλλ' ἔα.
1126
{Ηρ.} ἀρκεῖ σιωπὴ γὰρ μαθεῖν ὃ βούλομαι;
1127
{Αμ.} ὦ Ζεῦ, παρ' Ἥρας ἆρ' ὁρᾶις θρόνων τάδε;
1128
{Ηρ.} ἀλλ' ἦ τι κεῖθεν πολέμιον πεπόνθαμεν;
1129
{Αμ.} τὴν θεὸν ἐάσας τὰ σὰ περιστέλλου κακά.
1130
{Ηρ.} ἀπωλόμεσθα· συμφορὰν λέξεις τινά.
1131
{Αμ.} ἰδού, θέασαι τάδε τέκνων πεσήματα.
1132
{Ηρ.} οἴμοι· τίν' ὄψιν τήνδε δέρκομαι τάλας;
1133
{Αμ.} ἀπόλεμον, ὦ παῖ, πόλεμον ἔσπευσας τέκνοις.
1134
{Ηρ.} τί πόλεμον εἶπας; τούσδε τίς διώλεσεν;
1135
{Αμ.} σὺ καὶ σὰ τόξα καὶ θεῶν ὃς αἴτιος.
1136
{Ηρ.} τί φήις; τί δράσας; ὦ κάκ' ἀγγέλλων πάτερ.
1137
{Αμ.} μανείς· ἐρωτᾶις δ' ἄθλι' ἑρμηνεύματα.
1138
{Ηρ.} ἦ καὶ δάμαρτός εἰμ' ἐγὼ φονεὺς ἐμῆς;
1139
{Αμ.} μιᾶς ἅπαντα χειρὸς ἔργα σῆς τάδε.
1140
{Ηρ.} αἰαῖ· στεναγμῶν γάρ με περιβάλλει νέφος.
1141
{Αμ.} τούτων ἕκατι σὰς καταστένω τύχας.
1142
{Ηρ.} ἦ γὰρ συνήραξ' οἶκον †ἢ βάκχευς' ἐμόν†;
1143
{Αμ.} οὐκ οἶδα πλὴν ἕν· πάντα δυστυχεῖ τὰ σά.
1144
{Ηρ.} ποῦ δ' οἶστρος ἡμᾶς ἔλαβε; ποῦ διώλεσεν;
1145
{Αμ.} ὅτ' ἀμφὶ βωμὸν χεῖρας ἡγνίζου πυρί.
1146
{Ηρ.} οἴμοι· τί δῆτα φείδομαι ψυχῆς ἐμῆς
1147
τῶν φιλτάτων μοι γενόμενος παίδων φονεύς;
1148
οὐκ εἶμι πέτρας λισσάδος πρὸς ἅλματα
1149
ἢ φάσγανον πρὸς ἧπαρ ἐξακοντίσας
1150
τέκνοις δικαστὴς…
1151
…
The complete text is available when the reading interface loads.