The Greek Library Author

Anonymous

Troiades

Authority group
Euripides (catalogue association; authorship remains anonymous)
Edition reference
Troiades, ed. Diggle, op. cit., vol. 2, 181–240.
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg044.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

153

Ἑκάβη, τί θροεῖς; τί δὲ θωΰσσεις;

154

ποῖ λόγος ἥκει; διὰ γὰρ μελάθρων

155

ἄιον οἴκτους οὓς οἰκτίζηι.

156

διὰ δὲ στέρνων φόβος ἀίσσει

157

Τρωιάσιν, αἳ τῶνδ' οἴκων εἴσω

158

δουλείαν αἰάζουσιν.

159

{Εκ.} ὦ τέκν', Ἀχαιῶν πρὸς ναῦς ἤδη

160

κινεῖται κωπήρης χείρ.

161

{Ημ.} οἲ 'γώ, τί θέλους'; ἦ πού μ' ἤδη

162

ναυσθλώσουσιν πατρίας ἐκ γᾶς;

163

{Εκ.} οὐκ οἶδ', εἰκάζω δ' ἄταν.

164

{Ημ.} ἰὼ ἰώ.

165

μέλεαι, μόχθων ἐπακουσόμεναι,

166

Τρωιάδες, ἐξορμίζεσθ' οἴκων·

167

στέλλους' Ἀργεῖοι νόστον.

168

{Εκ.} ἒ ἔ.

169

μή νύν μοι τὰν

170

ἐκβακχεύουσαν Κασσάνδραν,

171

αἰσχύναν Ἀργείοισιν,

170

πέμψητ' ἔξω,

172

μαινάδ', ἐπ' ἄλγεσι δ' ἀλγυνθῶ.

173

ἰὼ ἰώ. Τροία Τροία δύσταν', ἔρρεις,

174

δύστανοι δ' οἵ ς' ἐκλείποντες

175

καὶ ζῶντες καὶ δμαθέντες.

176

{ΗΜΙΧΟΡΙΟΝ Βʹ} οἴμοι. τρομερὰ σκηνὰς ἔλιπον

177

τάσδ' Ἀγαμέμνονος ἐπακουσομένα,

178

βασίλεια, σέθεν· μή με κτείνειν

179

δόξ' Ἀργείων κεῖται μελέαν;

180

ἢ κατὰ πρύμνας ἤδη ναῦται

181

στέλλονται κινεῖν κώπας;

182

{Εκ.} ὦ τέκνον, ὀρθρεύουσαν ψυχὰν

183

ἐκπληχθεῖς' ἦλθον φρίκαι.

184

{Ημ.} ἤδη τις ἔβα Δαναῶν κῆρυξ;

185

τῶι πρόσκειμαι δούλα τλάμων;

186

{Εκ.} ἐγγύς που κεῖσαι κλήρου.

187

{Ημ.} ἰὼ ἰώ. τίς μ' Ἀργείων ἢ Φθιωτᾶν

188

ἢ νησαίαν ἄξει χώραν

189

δύστανον πόρσω Τροίας;

190

{Εκ.} φεῦ φεῦ. τῶι δ' ἁ τλάμων

191

ποῦ πᾶι γαίας δουλεύσω γραῦς,

192

ὡς κηφήν, ἁ δειλαία,

193

νεκροῦ μορφά, νεκύων ἀμενηνὸν ἄγαλμα,

194

αἰαῖ αἰαῖ, τὰν παρὰ προθύροις φυλακὰν κατέχους'

195

ἢ παίδων θρέπτειρ', ἃ Τροίας

196

ἀρχαγοὺς εἶχον τιμάς;

197

{Χο.} αἰαῖ αἰαῖ, ποίοις δ' οἴκτοις

198

τάνδ' ἂν λύμαν ἐξαιάζοις;

199

οὐκ Ἰδαίοις ἱστοῖς κερκίδα

200

δινεύους' ἐξαλλάξω.

201

νέατον τοκέων δώματα λεύσσω,

202

νέατον· μόχθους 〈δ'〉 ἕξω κρείσσους,

203

ἢ λέκτροις πλαθεῖς' Ἑλλάνων

204

(ἔρροι νὺξ αὕτα καὶ δαίμων)

205

ἢ Πειρήνας ὑδρευομένα

206

πρόσπολος οἰκτρὰ σεμνῶν ὑδάτων.

207

τὰν κλεινὰν εἴθ' ἔλθοιμεν

208

Θησέως εὐδαίμονα χώραν.

210

μὴ γὰρ δὴ δίναν γ' Εὐρώτα

211

τάν 〈τ'〉 ἐχθίσταν θεράπναν Ἑλένας,

212

ἔνθ' ἀντάσω Μενέλαι δούλα,

213

τῶι τᾶς Τροίας πορθητᾶι.

214

τὰν Πηνειοῦ σεμνὰν χώραν,

215

κρηπῖδ' Οὐλύμπου καλλίσταν,

216

ὄλβωι βρίθειν φάμαν ἤκους'

217

εὐθαλεῖ τ' εὐκαρπείαι·

218

τὰ δὲ δεύτερά μοι μετὰ τὰν ἱερὰν

219

Θησέως ζαθέαν ἐλθεῖν χώραν.

220

καὶ τὰν Αἰτναίαν Ἡφαίστου

221

Φοινίκας ἀντήρη χώραν,

222

Σικελῶν ὀρέων ματέρ', ἀκούω

223

καρύσσεσθαι στεφάνοις ἀρετᾶς,

224

τάν τ' ἀγχιστεύουσαν γᾶν

225

†Ἰονίωι ναύται πόντωι†,

226

ἃν ὑγραίνει καλλιστεύων

227

ὁ ξανθὰν χαίταν πυρσαίνων

228

Κρᾶθις ζαθέαις παγαῖσι τρέφων

229

εὔανδρόν τ' ὀλβίζων γᾶν.

230

καὶ μὴν Δαναῶν ὅδ' ἀπὸ στρατιᾶς

231

κῆρυξ, νεοχμῶν μύθων ταμίας,

232

στείχει ταχύπουν ἴχνος ἐξανύτων.

233

τί φέρει; τί λέγει; δοῦλαι γὰρ δὴ

234

Δωρίδος ἐσμὲν χθονὸς ἤδη.

235

{ΤΑΛΘΥΒΙΟΣ} Ἑκάβη, πυκνὰς γὰρ οἶσθά μ' ἐς Τροίαν ὁδοὺς

236

ἐλθόντα κήρυκ' ἐξ Ἀχαιικοῦ στρατοῦ,

237

ἐγνωσμένος δὴ καὶ πάροιθέ σοι, γύναι,

238

Ταλθύβιος ἥκω καινὸν ἀγγελῶν λόγον.

239

{Εκ.} †τόδε τόδε φίλαι γυναῖκες† ὃ φόβος ἦν πάλαι.

240

{Τα.} ἤδη κεκλήρωσθ', εἰ τόδ' ἦν ὑμῖν φόβος.

241

{Εκ.} αἰαῖ, τίν' ἢ

242

Θεσσαλίας πόλιν Φθιάδος εἶπας ἢ

243

Καδμείας χθονός;

244

{Τα.} κατ' ἄνδρ' ἑκάστη κοὐχ ὁμοῦ λελόγχατε.{Εκ.} τίν' ἄρα τίς ἔλαχε; τίνα πότμος εὐτυχὴς

245

Ἰλιάδων μένει;

246

{Τα.} οἶδ'· ἀλλ' ἕκαστα πυνθάνου, μὴ πάνθ' ὁμοῦ.

247

{Εκ.} τοὐμὸν τίς ἆρ'

248

ἔλαχε τέκος, ἔνεπε, τλάμονα Κασσάνδραν;

249

{Τα.} ἐξαίρετόν νιν ἔλαβεν Ἀγαμέμνων ἄναξ.

250

{Εκ.} ἦ τᾶι Λακεδαιμονίαι νύμφαι

251

δούλαν; ὤμοι μοι.

252

{Τα.} οὔκ, ἀλλὰ λέκτρων σκότια νυμφευτήρια.

253

{Εκ.} ἦ τὰν τοῦ Φοίβου παρθένον, ἇι γέρας ὁ

254

χρυσοκόμας ἔδωκ' ἄλεκτρον ζόαν;

255

{Τα.} ἔρως ἐτόξευς' αὐτὸν ἐνθέου κόρης.

256

{Εκ.} ῥῖπτε, τέκνον, ζαθέους κλά-

257

δας καὶ ἀπὸ χροὸς ἐνδυ-

258

τῶν στεφέων ἱεροὺς στολμούς.

259

{Τα.} οὐ γὰρ μέγ' αὐτῆι βασιλικῶν λέκτρων τυχεῖν;

260

{Εκ.} τί δ' ὃ νεοχμὸν ἀπ' ἐμέθεν ἐλάβετε τέκος,

261

†ποῦ μοι†;

262

{Τα.} Πολυξένην ἔλεξας ἢ τίν' ἱστορεῖς;

263

{Εκ.} ταύταν· τῶι πάλος ἔζευξεν;

264

{Τα.} τύμβωι τέτακται προσπολεῖν Ἀχιλλέως.

265

{Εκ.} ὤμοι ἐγώ· τάφωι πρόσπολον ἐτεκόμαν.

266

ἀτὰρ τίς ὅδ' ἦν νόμος ἢ τί

267

θέσμιον, ὦ φίλος, Ἑλλάνων;

268

{Τα.} εὐδαιμόνιζε παῖδα σήν· ἔχει καλῶς.

269

{Εκ.} τί τόδ' ἔλακες;

270

ἆρά μοι ἀέλιον λεύσσει;

271

{Τα.} ἔχει πότμος νιν, ὥστ' ἀπηλλάχθαι. πόνων.

272

{Εκ.} τί δ' ἁ τοῦ χαλκεομήστορος Ἕκτορος δάμαρ,

273

Ἀνδρομάχα τάλαινα, τίν' ἔχει τύχαν;

274

{Τα.} καὶ τήνδ' Ἀχιλλέως ἔλαβε παῖς ἐξαίρετον.

275

{Εκ.} ἐγὼ δὲ τῶι πρόσπολος ἁ τριτοβάμονος

276

δευομένα βάκτρου γεραιᾶι χερί;

277

{Τα.} Ἰθάκης Ὀδυσσεὺς ἔλαχ' ἄναξ δούλην ς' ἔχειν.

278

{Εκ.} ἒ ἔ.

279

ἄρασσε κρᾶτα κούριμον,

280

ἕλκ' ὀνύχεσσι δίπτυχον παρειάν.

281

ἰώ μοί μοι.

282

μυσαρῶι δολίωι λέλογχα

283

φωτὶ δουλεύειν,

284

πολεμίωι δίκας, παρανόμωι δάκει,

285

ὃς πάντα τἀκεῖθεν ἐνθάδ〈ε στρέφει,

286

τὰ δ'〉 ἀντίπαλ' αὖθις ἐκεῖσε

287

διπτύχωι γλώσσαι,

288

φίλα τὰ πρότερ' ἄφιλα τιθέμενος πάλιν.

289

†γοᾶσθ', ὦ Τρωιάδες, με.

290

βέβακα δύσποτμος οἴχομαι ἁ†

291

τάλαινα δυστυχεστάτωι προσέπεσον κλήρωι.

292

{Χο.} τὸ μὲν σὸν οἶσθα, πότνια· τὰς δ' ἐμὰς τύχας

293

τίς ἆρ' Ἀχαιῶν ἢ τίς Ἑλλήνων ἔχει;

294

{Τα.} ἴτ', ἐκκομίζειν δεῦρο Κασσάνδραν χρεὼν

295

ὅσον τάχιστα, δμῶες, ὡς στρατηλάτηι

296

ἐς χεῖρα δούς νιν εἶτα τὰς εἰληγμένας

297

καὶ τοῖσιν ἄλλοις αἰχμαλωτίδων ἄγω.

298

ἔα· τί πεύκης ἔνδον αἴθεται σέλας;

299

πιμπρᾶσιν, ἢ τί δρῶσι, Τρωιάδες μυχούς,

300

ὡς ἐξάγεσθαι τῆσδε μέλλουσαι χθονὸς

301

πρὸς Ἄργος, αὑτῶν τ' ἐκπυροῦσι σώματα

302

θανεῖν θέλουσαι; κάρτα τοι τοὐλεύθερον

303

ἐν τοῖς τοιούτοις δυσλόφως φέρει κακά.

304

ἄνοιγ' ἄνοιγε, μὴ τὸ ταῖσδε πρόσφορον

305

ἐχθρὸν δ' Ἀχαιοῖς εἰς ἔμ' αἰτίαν βάληι.

306

{Εκ.} οὐκ ἔστιν· οὐ πιμπρᾶσιν, ἀλλὰ παῖς ἐμὴ

307

μαινὰς θοάζει δεῦρο Κασσάνδρα δρόμωι.

308

{ΚΑΣΣΑΝΔΡΑ} ἄνεχε, πάρεχε, φῶς φέρε· σέβω φλέγω—

309

ἰδοὺ ἰδού—

310

λαμπάσι τόδ' ἱερόν. ὦ Ὑμέναι' ἄναξ·

311

μακάριος ὁ γαμέτας,

312

μακαρία δ' ἐγὼ βασιλικοῖς λέκτροις

313

κατ' Ἄργος ἁ γαμουμένα.

314

Ὑμὴν ὦ Ὑμέναι' ἄναξ.

315

ἐπεὶ σύ, μᾶτερ, †ἐπὶ δάκρυσι καὶ†

316

γόοισι τὸν θανόντα πατέρα πατρίδα τε

318

φίλαν καταστένους' ἔχεις,

319

ἐγὼ δ' ἐπὶ γάμοις ἐμοῖς

320

ἀναφλέγω πυρὸς φῶς

321

ἐς αὐγάν, ἐς αἴγλαν,

322

διδοῦς', ὦ Ὑμέναιε, σοί,

323

διδοῦς', ὦ Ἑκάτα, φάος

324

παρθένων ἐπὶ λέκτροις ἇι νόμος ἔχει.

325

πάλλε πόδ' αἰθέριον, 〈ἄναγ'〉 ἄναγε χορόν—

326

εὐὰν εὐοῖ—

327

ὡς ἐπὶ πατρὸς ἐμοῦ μακαριωτάταις

328

τύχαις. ὁ χορὸς ὅσιος.

329

ἄγε σὺ Φοῖβέ νιν· κατὰ σὸν ἐν δάφναις

330

ἀνάκτορον θυηπολῶ.

331

Ὑμὴν ὦ Ὑμέναι' Ὑμήν.

332

χόρευε, μᾶτερ, χόρευμ' ἄναγε, πόδα σὸν

333

ἕλισσε τᾶιδ' ἐκεῖσε μετ' ἐμέθεν ποδῶν

334

φέρουσα φιλτάταν βάσιν.

335

βόασον ὑμέναιον ὢ

336

μακαρίαις ἀοιδαῖς

337

ἰαχαῖς τε νύμφαν.

338

ἴτ', ὦ καλλίπεπλοι Φρυγῶν

339

κόραι, μέλπετ' ἐμῶν γάμων

340

τὸν πεπρωμένον εὐνᾶι πόσιν ἐμέθεν.

341

{Χο.} βασίλεια, βακχεύουσαν οὐ λήψηι κόρην,

342

μὴ κοῦφον ἄρηι βῆμ' ἐς Ἀργείων στρατόν;

343

{Εκ.} Ἥφαιστε, δαιδουχεῖς μὲν ἐν γάμοις βροτῶν,

344

ἀτὰρ λυγράν γε τήνδ' ἀναιθύσσεις φλόγα

345

ἔξω τε μεγάλων ἐλπίδων. οἴμοι, τέκνον,

346

ὡς οὐχ ὑπ' αἰχμῆς 〈ς'〉 οὐδ' ὑπ' Ἀργείου δορὸς

347

γάμους γαμεῖσθαι τούσδ' ἐδόξαζόν ποτε.

348

παράδος ἐμοὶ φῶς· οὐ γὰρ ὀρθὰ πυρφορεῖς

349

μαινὰς θοάζους', οὐδὲ σαῖς τύχαις, τέκνον,

350

σεσωφρόνηκας ἀλλ' ἔτ' ἐν ταὐτῶι μένεις.

351

ἐσφέρετε πεύκας δάκρυά τ' ἀνταλλάσσετε

352

τοῖς τῆσδε μέλεσι, Τρωιάδες, γαμηλίοις.

353

{Κα.} μῆτερ, πύκαζε κρᾶτ' ἐμὸν νικηφόρον

354

καὶ χαῖρε τοῖς ἐμοῖσι βασιλικοῖς γάμοις·

355

καὶ πέμπε, κἂν μὴ τἀμά σοι πρόθυμά γ' ἦι

356

ὤθει βιαίως· εἰ γὰρ ἔστι Λοξίας,

357

Ἑλένης γαμεῖ με δυσχερέστερον γάμον

358

ὁ τῶν Ἀχαιῶν κλεινὸς Ἀγαμέμνων ἄναξ.

359

κτενῶ γὰρ αὐτὸν κἀντιπορθήσω δόμους

360

ποινὰς ἀδελφῶν καὶ πατρὸς λαβοῦς' ἐμοῦ.

361

ἀλλ' αὔτ' ἐάσω· πέλεκυν οὐχ ὑμνήσομεν,

362

ὃς ἐς τράχηλον τὸν ἐμὸν εἶσι χἀτέρων,

363

μητροκτόνους τ' ἀγῶνας, οὓς οὑμοὶ γάμοι

364

θήσουσιν, οἴκων τ' Ἀτρέως ἀνάστασιν.

365

πόλιν δὲ δείξω τήνδε μακαριωτέραν

366

ἢ τοὺς Ἀχαιούς, ἔνθεος μέν, ἀλλ' ὅμως

367

τοσόνδε γ' ἔξω στήσομαι βακχευμάτων·

368

οἳ διὰ μίαν γυναῖκα καὶ μίαν Κύπριν,

369

θηρῶντες Ἑλένην, μυρίους ἀπώλεσαν.

370

ὁ δὲ στρατηγὸς ὁ σοφὸς ἐχθίστων ὕπερ

371

τὰ φίλτατ' ὤλες', ἡδονὰς τὰς οἴκοθεν

372

τέκνων ἀδελφῶι δοὺς γυναικὸς οὕνεκα,

373

καὶ ταῦθ' ἑκούσης κοὐ βίαι λεληισμένης.

374

ἐπεὶ δ' ἐπ' ἀκτὰς ἤλυθον Σκαμανδρίους,

375

ἔθνηισκον, οὐ γῆς ὅρι' ἀποστερούμενοι

376

οὐδ' ὑψίπυργον πατρίδ'· οὓς δ' Ἄρης ἕλοι,

377

οὐ παῖδας εἶδον, οὐ δάμαρτος ἐν χεροῖν

378

πέπλοις συνεστάλησαν, ἐν ξένηι δὲ γῆι

379

κεῖνται. τὰ δ' οἴκοι τοῖσδ' ὅμοι' ἐγίγνετο·

380

χῆραί γ' ἔθνηισκον, οἱ δ' ἄπαιδες ἐν δόμοις

381

ἄλλως τέκν' ἐκθρέψαντες· οὐδὲ πρὸς τάφοις

382

ἔσθ' ὅστις αὐτῶν αἶμα γῆι δωρήσεται.

383

[ἦ τοῦδ' ἐπαίνου τὸ στράτευμ' ἐπάξιον.

384

σιγᾶν ἄμεινον τἀισχρά, μηδὲ μοῦσά μοι

385

γένοιτ' ἀοιδὸς ἥτις ὑμνήσει κακά.]

386

Τρῶες δὲ πρῶτον μέν, τὸ κάλλιστον κλέος,

387

ὑπὲρ πάτρας ἔθνηισκον· οὓς δ' ἕλοι δόρυ,

388

νεκροί γ' ἐς οἴκους φερόμενοι φίλων ὕπο

389

ἐν γῆι πατρώιαι περιβολὰς εἶχον χθονός,

390

χερσὶν περισταλέντες ὧν ἐχρῆν ὕπο·

391

ὅσοι δὲ μὴ θάνοιεν ἐν μάχηι Φρυγῶν,

392

ἀεὶ κατ' ἦμαρ σὺν δάμαρτι καὶ τέκνοις

393

ὤικουν, Ἀχαιοῖς ὧν ἀπῆσαν ἡδοναί.

394

τὰ δ' Ἕκτορός σοι λύπρ' ἄκουσον ὡς ἔχει·

395

δόξας ἀνὴρ ἄριστος οἴχεται θανών,

396

καὶ τοῦτ' Ἀχαιῶν ἵξις ἐξεργάζεται·

397

εἰ δ' ἦσαν οἴκοι, χρηστὸς ὢν ἐλάνθαν' ἄν.

398

Πάρις δ' ἔγημε τὴν Διός· γήμας δὲ μή,

399

σιγώμενον τὸ κῆδος εἶχ' ἂν ἐν δόμοις.

400

φεύγειν μὲν οὖν χρὴ πόλεμον ὅστις εὖ φρονεῖ·

401

εἰ δ' ἐς τόδ' ἔλθοι, στέφανος οὐκ αἰσχρὸς πόλει

402

καλῶς ὀλέσθαι, μὴ καλῶς δὲ δυσκλεές.

403

ὧν οὕνεκ' οὐ χρή, μῆτερ, οἰκτίρειν σε γῆν,

404

οὐ τἀμὰ λέκτρα· τοὺς γὰρ ἐχθίστους ἐμοὶ

405

καὶ σοὶ γάμοισι τοῖς ἐμοῖς διαφθερῶ.

406

{Χο.} ὡς ἡδέως κακοῖσιν οἰκείοις γελᾶις

407

μέλπεις θ' ἃ μέλπους' οὐ σαφῆ δείξεις ἴσως.

408

{Τα.} εἰ μή ς' Ἀπόλλων ἐξεβάκχευσεν φρένας,

409

οὔ τἂν ἀμισθὶ τοὺς ἐμοὺς στρατηλάτας

410

τοιαῖσδε φήμαις ἐξέπεμπες ἂν χθονός.

411

ἀτὰρ τὰ σεμνὰ καὶ δοκήμασιν σοφὰ

412

οὐδέν τι κρείσσω τῶν τὸ μηδὲν ἦν ἄρα.

413

ὁ γὰρ μέγιστος τῶν Πανελλήνων ἄναξ,

414

Ἀτρέως φίλος παῖς, τῆσδ' ἔρωτ' ἐξαίρετον

415

μαινάδος ὑπέστη· καὶ πένης μέν εἰμ' ἐγώ,

416

ἀτὰρ λέχος γε τῆσδ' ἂν οὐκ ἠιτησάμην.

417

καὶ σοῦ μέν (οὐ γὰρ ἀρτίας ἔχεις φρένας)

418

Ἀργεῖ' ὀνείδη καὶ Φρυγῶν ἐπαινέσεις

419

ἀνέμοις φέρεσθαι παραδίδωμ'· ἕπου δέ μοι

420

πρὸς ναῦς, καλὸν νύμφευμα τῶι στρατηλάτηι.

421

σὺ δ', ἡνίκ' ἄν σε Λαρτίου χρήζηι τόκος

422

ἄγειν, ἕπεσθαι· σώφρονος δ' ἔσηι λάτρις

423

γυναικός, ὥς φας' οἱ μολόντες Ἴλιον.

424

{Κα.} ἦ δεινὸς ὁ λάτρις. τί ποτ' ἔχουσι τοὔνομα

425

κήρυκες, ἓν ἀπέχθημα πάγκοινον βροτοῖς,

426

οἱ περὶ τυράννους καὶ πόλεις ὑπηρέται;

427

σὺ τὴν ἐμὴν φὴις μητέρ' εἰς Ὀδυσσέως

428

ἥξειν μέλαθρα; ποῦ δ' Ἀπόλλωνος λόγοι,

429

οἵ φασιν αὐτὴν εἰς ἔμ' ἡρμηνευμένοι

430

αὐτοῦ θανεῖσθαι; τἄλλα δ' οὐκ ὀνειδιῶ.

431

δύστηνος, οὐκ οἶδ' οἷά νιν μένει παθεῖν·

432

ὡς χρυσὸς αὐτῶι τἀμὰ καὶ Φρυγῶν κακὰ

433

δόξει ποτ' εἶναι. δέκα γὰρ ἐκπλήσας ἔτη

434

πρὸς τοῖσιν ἐνθάδ' ἵξεται μόνος πάτραν

435

〈 〉 †οὗ δὴ στενὸν δίαυλον ὤικισται πέτρας†

436

δεινὴ Χάρυβδις ὠμοβρώς τ' ὀρειβάτης

437

Κύκλωψ Λιγυστίς θ' ἡ συῶν μορφώτρια

438

Κίρκη θαλάσσης θ' ἁλμυρᾶς ναυάγια

439

λωτοῦ τ' ἔρωτες Ἡλίου θ' ἁγναὶ βόες,

440

αἳ σαρξὶ φοινίαισιν ἥσουσίν ποτε

441

πικρὰν Ὀδυσσεῖ γῆρυν. ὡς δὲ συντέμω,

442

ζῶν εἶς' ἐς Ἅιδου κἀκφυγὼν λίμνης ὕδωρ

443

κάκ' ἐν δόμοισι μυρί' εὑρήσει μολών.

444

ἀλλὰ γὰρ τί τοὺς Ὀδυσσέως ἐξακοντίζω πόνους;

445

στεῖχ' ὅπως τάχιστ'· ἐν Ἅιδου νυμφίωι γημώμεθα.

446

ἦ κακὸς κακῶς ταφήσηι νυκτός, οὐκ ἐν ἡμέραι,

447

ὦ δοκῶν σεμνόν τι πράσσειν, Δαναϊδῶν ἀρχηγέτα.

448

κἀμέ τοι νεκρὸν φάραγγες γυμνάδ' ἐκβεβλημένην

449

ὕδατι χειμάρρωι ῥέουσαι νυμφίου πέλας τάφου

450

θηρσὶ δώσουσιν δάσασθαι, τὴν Ἀπόλλωνος λάτριν.

451

ὦ στέφη τοῦ φιλτάτου μοι θεῶν, ἀγάλματ' εὔια,

452

χαίρετ'· ἐκλέλοιφ' ἑορτὰς αἷς πάροιθ' ἠγαλλόμην.

453

ἴτ' ἀπ' ἐμοῦ χρωτὸς σπαραγμοῖς, ὡς ἔτ' οὖς' ἁγνὴ χρόα

454

δῶ θοαῖς αὔραις φέρεσθαι σοὶ τάδ', ὦ μαντεῖ' ἄναξ.

455

ποῦ σκάφος τὸ τοῦ στρατηγοῦ; ποῖ πόδ' ἐμβαίνειν με χρή;

456

οὐκέτ' ἂν φθάνοις ἂν αὔραν ἱστίοις καραδοκῶν,

457

ὡς μίαν τριῶν Ἐρινὺν τῆσδέ μ' ἐξάξων χθονός.

458

χαῖρέ μοι, μῆτερ· δακρύσηις μηδέν· ὦ φίλη πατρίς,

459

οἵ τε γῆς ἔνερθ' ἀδελφοὶ χὠ τεκὼν ἡμᾶς πατήρ,

460

οὐ μακρὰν δέξεσθέ μ'· ἥξω δ' ἐς νεκροὺς νικηφόρος

461

καὶ δόμους πέρσας' Ἀτρειδῶν, ὧν ἀπωλόμεσθ' ὕπο.

462

{Χο.} Ἑκάβης γεραιᾶς φύλακες, οὐ δεδόρκατε

463

δέσποιναν ὡς ἄναυδος ἐκτάδην πίτνει;

464

οὐκ ἀντιλήψεσθ'; ἦ μεθήσετ', ὦ κακαί,

465

γραῖαν πεσοῦσαν; αἴρετ' εἰς ὀρθὸν δέμας.

466

{Εκ.} ἐᾶτέ μ' (οὔτοι φίλα τὰ μὴ φίλ', ὦ κόραι)

467

κεῖσθαι πεσοῦσαν· πτωμάτων γὰρ ἄξια

468

πάσχω τε καὶ πέπονθα κἄτι πείσομαι.

469

ὦ θεοί· κακοὺς μὲν ἀνακαλῶ τοὺς συμμάχους,

470

ὅμως δ' ἔχει τι σχῆμα κικλήσκειν θεούς,

471

ὅταν τις ἡμῶν δυστυχῆ λάβηι τύχην.

472

πρῶτον μὲν οὖν μοι τἀγάθ' ἐξᾶισαι φίλον·

473

τοῖς γὰρ κακοῖσι πλείον' οἶκτον ἐμβαλῶ.

474

ἦ μὲν τύραννος κἀς τύρανν' ἐγημάμην,

475

κἀνταῦθ' ἀριστεύοντ' ἐγεινάμην τέκνα,

476

οὐκ ἀριθμὸν ἄλλως ἀλλ' ὑπερτάτους Φρυγῶν·

477

οὓς Τρωιὰς οὐδ' Ἑλληνὶς οὐδὲ βάρβαρος

478

γυνὴ τεκοῦσα κομπάσειεν ἄν ποτε.

479

κἀκεῖνά τ' εἶδον δορὶ πεσόνθ' Ἑλληνικῶι

480

τρίχας τ' ἐτμήθην τάσδε πρὸς τύμβοις νεκρῶν,

481

καὶ τὸν φυτουργὸν Πρίαμον οὐκ ἄλλων πάρα

482

κλύους' ἔκλαυσα, τοῖσδε δ' εἶδον ὄμμασιν

483

αὐτὴ κατασφαγέντ' ἐφ' ἑρκείωι πυρᾶι,

484

πόλιν θ' ἁλοῦσαν. ἃς δ' ἔθρεψα παρθένους

485

ἐς ἀξίωμα νυμφίων ἐξαίρετον,

486

ἄλλοισι θρέψας' ἐκ χερῶν ἀφηιρέθην·

487

κοὔτ' ἐξ ἐκείνων ἐλπὶς ὡς ὀφθήσομαι

488

αὐτή τ' ἐκείνας οὐκέτ' ὄψομαί ποτε.

489

τὸ λοίσθιον δέ, θριγκὸς ἀθλίων κακῶν,

490

δούλη γυνὴ γραῦς Ἑλλάδ' εἰσαφίξομαι.

491

ἃ δ' ἐστὶ γήραι τῶιδ' ἀσυμφορώτατα,

492

τούτοις με προσθήσουσιν, ἢ θυρῶν λάτριν

493

κλῆιδας φυλάσσειν, τὴν τεκοῦσαν Ἕκτορα,

494

ἢ σιτοποιεῖν κἀν πέδωι κοίτας ἔχειν

495

ῥυσοῖσι νώτοις, βασιλικῶν ἐκ δεμνίων,

496

τρυχηρὰ περὶ τρυχηρὸν εἱμένην χρόα

497

πέπλων λακίσματ', ἀδόκιμ' ὀλβίοις ἔχειν.

498

οἲ 'γὼ τάλαινα, διὰ γάμον μιᾶς ἕνα

499

γυναικὸς οἵων ἔτυχον ὧν τε τεύξομαι.

500

ὦ τέκνον, ὦ σύμβακχε Κασσάνδρα θεοῖς,

501

οἵαις ἔλυσας συμφοραῖς ἅγνευμα σόν.

502

σύ τ', ὦ τάλαινα, ποῦ ποτ' εἶ, Πολυξένη;

503

ὡς οὔτε μ' ἄρσην οὔτε θήλεια σπορὰ

504

πολλῶν γενομένων τὴν τάλαιναν ὠφελεῖ.

505

τί δῆτά μ' ὀρθοῦτ'; ἐλπίδων ποίων ὕπο;

506

ἄγετε τὸν ἁβρὸν δή ποτ' ἐν Τροίαι πόδα,

507

νῦν δ' ὄντα δοῦλον, στιβάδα πρὸς χαμαιπετῆ

508

πέτρινά τε κρήδεμν', ὡς πεσοῦς' ἀποφθαρῶ

509

δακρύοις καταξανθεῖσα. τῶν δ' εὐδαιμόνων

510

μηδένα νομίζετ' εὐτυχεῖν, πρὶν ἂν θάνηι.

511

{Χο.} ἀμφί μοι Ἴλιον, ὦ

512

Μοῦσα, καινῶν ὕμνων

513-514

ἆισον σὺν δακρύοις ὠιδὰν ἐπικήδειον·

515

νῦν γὰρ μέλος ἐς Τροίαν ἰαχήσω,

516

τετραβάμονος ὡς ὑπ' ἀπήνας

517-518

Ἀργείων ὀλόμαν τάλαινα δοριάλωτος,

519

ὅτ' ἔλιπον ἵππον οὐράνια

520

βρέμοντα χρυσεοφάλαρον ἔνο-

521

πλον ἐν πύλαις Ἀχαιοί·

522

ἀνὰ δ' ἐβόασεν λεὼς

523

Τρωϊάδος ἀπὸ πέτρας σταθείς·

524

Ἴτ', ὦ πεπαυμένοι πόνων,

525

τόδ' ἱερὸν ἀνάγετε ξόανον

526

Ἰλιάδι Διογενεῖ κόραι.

527

τίς οὐκ ἔβα νεανίδων,

528

τίς οὐ γεραιὸς ἐκ δόμων;

529

κεχαρμένοι δ' ἀοιδαῖς

530

δόλιον ἔσχον ἄταν.

531

πᾶσα δὲ γέννα Φρυγῶν

532

πρὸς πύλας ὡρμάθη,

533-534

πεύκαν οὐρεΐαν, ξεστὸν λόχον Ἀργείων,

535

καὶ Δαρδανίας ἄταν θεᾶι δώσων,

536

χάριν ἄζυγος ἀμβροτοπώλου·

538

κλωστοῦ δ' ἀμφιβόλοις λίνοιο ναὸς ὡσεὶ

539

σκάφος κελαινὸν εἰς ἕδρανα

540

λάϊνα δάπεδά τε, φονέα πατρί-

541

δι, Παλλάδος θέσαν θεᾶς.

542

ἐπὶ δὲ πόνωι καὶ χαρᾶι

543

νύχιον ἐπεὶ κνέφας παρῆν,

544

Λίβυς τε λωτὸς ἐκτύπει

545

Φρύγιά τε μέλεα, παρθένοι δ'

546

ἄειρον ἅμα κρότον ποδῶν

547

βοάν τ' ἔμελπον εὔφρον', ἐν

548

δόμοις δὲ παμφαὲς σέλας

549

πυρὸς μέλαιναν αἴγλαν

550

†ἔδωκεν ὕπνωι†.

551

ἐγὼ δὲ τὰν ὀρεστέραν

552

τότ' ἀμφὶ μέλαθρα παρθένον

554

Διὸς κόραν ἐμελπόμαν

555

χοροῖσι· φοινία δ' ἀνὰ

556

πτόλιν βοὰ κατέσχε Περ-

557

γάμων ἕδρας· βρέφη δὲ φίλι-

558

α περὶ πέπλους ἔβαλλε μα-

559

τρὶ χεῖρας ἐπτοημένας.

560

λόχου δ' ἐξέβαιν' Ἄρης,

561

κόρας ἔργα Παλλάδος.

562

σφαγαὶ δ' ἀμφιβώμιοι

563

Φρυγῶν ἔν τε δεμνίοις

564

καράτομος ἐρημία

565

νεανίδων στέφανον ἔφερεν

566

Ἑλλάδι κουροτρόφον,

567

Φρυγῶν δὲ πατρίδι πένθος.

568

Ἑκάβη, λεύσσεις τήνδ' Ἀνδρομάχην

569

ξενικοῖς ἐπ' ὄχοις πορθμευομένην;

570

παρὰ δ' εἰρεσίαι μαστῶν ἕπεται

571

φίλος Ἀστυάναξ, Ἕκτορος ἶνις.

572

ποῖ ποτ' ἀπήνης νώτοισι φέρηι,

573

δύστηνε γύναι,

574

πάρεδρος χαλκέοις Ἕκτορος ὅπλοις

575

σκύλοις τε Φρυγῶν δοριθηράτοις, οἷσιν Ἀχιλλέως παῖς Φθιώτας

576

στέψει ναούς, ἀπὸ Τροίας;

577

{ΑΝΔΡΟΜΑΧΗ} Ἀχαιοὶ δεσπόται μ' ἄγουσιν.

578

{Εκ.} οἴμοι. {Αν.} τί παιᾶν' ἐμὸν στενάζεις;

579

{Εκ.} αἰαῖ {Αν.} τῶνδ' ἀλγέων

580

{Εκ.} ὦ Ζεῦ {Αν.} καὶ συμφορᾶς.

581

{Εκ.} τέκεα {Αν.} πρίν ποτ' ἦμεν.

582

{Εκ.} βέβακ' ὄλβος, βέβακε Τροία

583

{Αν.} τλάμων. {Εκ.} ἐμῶν τ' εὐγένεια παίδων.

584

{Αν.} φεῦ φεῦ {Εκ.} φεῦ δῆτ' ἐμῶν

585

{Αν.} κακῶν. {Εκ.} οἰκτρὰ τύχα

586

{Αν.} πόλεος {Εκ.} ἃ καπνοῦται.

587

{Αν.} μόλοις, ὦ πόσις μοι

588

{Εκ.} βοᾶις τὸν παρ' Ἅιδαι

589

παῖδ' ἐμόν, ὦ μελέα.

590

{Αν.} σᾶς δάμαρτος ἄλκαρ.

591

{Αν.} †σύ τ'†, ὦ λῦμ' Ἀχαιῶν

592

{Εκ.} τέκνων δή ποθ' ἁμῶν

593

πρεσβυγενὲς Πριάμωι.

594

{Αν.} κοιμίσαι μ' ἐς Ἅιδου.

595

{Αν.} οἵδε πόθοι μεγάλοι {Εκ.} σχετλία, τάδε πάσχομεν ἄλγη

596

{Αν.} οἰχομένας πόλεως {Εκ.} ἐπὶ δ' ἄλγεσιν ἄλγεα κεῖται.

597

{Αν.} δυσφροσύναισι θεῶν, ὅτε σὸς γόνος ἔκφυγεν Ἅιδαν,

598

ὃς λεχέων στυγερῶν χάριν ὤλεσε πέργαμα Τροίας·

599

αἱματόεντα δὲ θεᾶι παρὰ Παλλάδι σώματα νεκρῶν

600

γυψὶ φέρειν τέταται· ζυγὰ δ' ἤνυσε δούλια Τροίαι.

601

{Εκ.} ὦ πατρίς, ὦ μελέα {Αν.} καταλειπομέναν σε δακρύω

602

{Εκ.} νῦν τέλος οἰκτρὸν ὁρᾶις. {Αν.} καὶ ἐμὸν δόμον ἐνθ' ἐλοχεύθην.

603

{Εκ.} ὦ τέκν', ἐρημόπολις μάτηρ ἀπολείπεται ὑμῶν.

604

†οἷος ἰάλεμος οἷά τε πένθη†

605

δάκρυά τ' ἐκ δακρύων καταλείβεται 〈 〉

606-607

ἁμετέροισι δόμοις· ὁ θανὼν δ' ἐπιλάθεται ἀλγέων.

608

{Χο.} ὡς ἡδὺ δάκρυα τοῖς κακῶς πεπραγόσιν

609

θρήνων τ' ὀδυρμοὶ μοῦσά θ' ἣ λύπας ἔχει.

610

{Αν.} ὦ μῆτερ ἀνδρὸς ὅς ποτ' Ἀργείων δορὶ

611

πλείστους διώλες' Ἕκτορος, τάδ' εἰσορᾶις;

612

{Εκ.} ὁρῶ τὰ τῶν θεῶν, ὡς τὰ μὲν πυργοῦς' ἄνω

613

τὸ μηδὲν ὄντα, τὰ δὲ δοκοῦντ' ἀπώλεσαν.

614

{Αν.} ἀγόμεθα λεία σὺν τέκνωι· τὸ δ' εὐγενὲς

615

ἐς δοῦλον ἥκει, μεταβολὰς τοσάσδ' ἔχον.

616

{Εκ.} τὸ τῆς ἀνάγκης δεινόν· ἄρτι κἀπ' ἐμοῦ

617

βέβηκ' ἀποσπασθεῖσα Κασσάνδρα βίαι.

618

{Αν.} φεῦ φεῦ· ἄλλος τις Αἴας, ὡς ἔοικε, δεύτερος

619

παιδὸς πέφηνε σῆς· νοσεῖς δὲ χἄτερα.

620

{Εκ.} ὧν γ' οὔτε μέτρον οὔτ' ἀριθμός ἐστί μοι·

621

κακῶι κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται.

622

{Αν.} τέθνηκέ σοι παῖς πρὸς τάφωι Πολυξένη

623

σφαγεῖς' Ἀχιλλέως, δῶρον ἀψύχωι νεκρῶι.

624

{Εκ.} οἲ 'γὼ τάλαινα· τοῦτ' ἐκεῖν' ὅ μοι πάλαι

625

Ταλθύβιος αἴνιγμ' οὐ σαφῶς εἶπεν σαφές.

626

{Αν.} εἶδόν νιν αὐτὴ κἀποβᾶσα τῶνδ' ὄχων

627

ἔκρυψα πέπλοις κἀπεκοψάμην νεκρόν.

628

{Εκ.} αἰαῖ, τέκνον, σῶν ἀνοσίων προσφαγμάτων·

629

αἰαῖ μάλ' αὖθις, ὡς κακῶς διόλλυσαι.

630

{Αν.} ὄλωλεν ὡς ὄλωλεν· ἀλλ' ὅμως ἐμοῦ

631

ζώσης γ' ὄλωλεν εὐτυχεστέρωι πότμωι.

632

{Εκ.} οὐ ταὐτόν, ὦ παῖ, τῶι βλέπειν τὸ κατθανεῖν·

633

τὸ μὲν γὰρ οὐδέν, τῶι δ' ἔνεισιν ἐλπίδες.

634

{Αν.} [ὦ μῆτερ, ὦ τεκοῦσα, κάλλιστον λόγον

635

ἄκουσον, ὥς σοι τέρψιν ἐμβάλω φρενί.]

636

τὸ μὴ γενέσθαι τῶι θανεῖν ἴσον λέγω,

637

τοῦ ζῆν δὲ λυπρῶς κρεῖσσόν ἐστι κατθανεῖν.

638

†ἀλγεῖ γὰρ οὐδὲν τῶν κακῶν ἠισθημένος·†

639

ὁ δ' εὐτυχήσας ἐς τὸ δυστυχὲς πεσὼν

640

ψυχὴν ἀλᾶται τῆς πάροιθ' εὐπραξίας.

641

κείνη δ', ὁμοίως ὥσπερ οὐκ ἰδοῦσα φῶς,

642

τέθνηκε κοὐδὲν οἶδε τῶν αὑτῆς κακῶν.

643

ἐγὼ δὲ τοξεύσασα τῆς εὐδοξίας

644

λαχοῦσα πλεῖστον τῆς τύχης ἡμάρτανον.

645

ἃ γὰρ γυναιξὶ σώφρον' ἔσθ' ηὑρημένα,

646

ταῦτ' ἐξεμόχθουν Ἕκτορος κατὰ στέγας.

647

πρῶτον μέν, ἔνθα (κἂν προσῆι κἂν μὴ προσῆι

648

ψόγος γυναιξίν) αὐτὸ τοῦτ' ἐφέλκεται

649

κακῶς ἀκούειν, ἥτις οὐκ ἔνδον μένει,

650

τούτου παρεῖσα πόθον ἔμιμνον ἐν δόμοις·

651

ἔσω τε μελάθρων κομψὰ θηλειῶν ἔπη

652

οὐκ εἰσεφρούμην, τὸν δὲ νοῦν διδάσκαλον

653

οἴκοθεν ἔχουσα χρηστὸν ἐξήρκουν ἐμοί.

654

γλώσσης τε σιγὴν ὄμμα θ' ἥσυχον πόσει

655

παρεῖχον· ἤιδη δ' ἅμ' ἐχρῆν νικᾶν πόσιν

656

κείνωι τε νίκην ὧν ἐχρῆν παριέναι.

657

καὶ τῶνδε κληδὼν ἐς στράτευμ' Ἀχαιικὸν

658

ἐλθοῦς' ἀπώλεσέν μ'· ἐπεὶ γὰρ ἡιρέθην,

659

Ἀχιλλέως με παῖς ἐβουλήθη λαβεῖν

660

δάμαρτα· δουλεύσω δ' ἐν αὐθεντῶν δόμοις.

661

κεἰ μὲν παρώσας' Ἕκτορος φίλον κάρα

662

πρὸς τὸν παρόντα πόσιν ἀναπτύξω φρένα,

663

κακὴ φανοῦμαι τῶι θανόντι· τόνδε δ' αὖ

664

στυγοῦς' ἐμαυτῆς δεσπόταις μισήσομαι.

665

καίτοι λέγουσιν ὡς μί' εὐφρόνη χαλαῖ

666

τὸ δυσμενὲς γυναικὸς εἰς ἀνδρὸς λέχος·

667

ἀπέπτυς' αὐτὴν ἥτις ἄνδρα τὸν πάρος

668

καινοῖσι λέκτροις ἀποβαλοῦς' ἄλλον φιλεῖ.

669

ἀλλ' οὐδὲ πῶλος ἥτις ἂν διαζυγῆι

670

τῆς συντραφείσης ῥαιδίως ἕλκει ζυγόν.

671

καίτοι τὸ θηριῶδες ἄφθογγόν τ' ἔφυ

672

ξυνέσει τ' ἄχρηστον τῆι φύσει τε λείπεται.

673

σὲ δ', ὦ φίλ' Ἕκτορ, εἶχον ἄνδρ' ἀρκοῦντά μοι

674

ξυνέσει γένει πλούτωι τε κἀνδρείαι μέγαν·

675

ἀκήρατον δέ μ' ἐκ πατρὸς λαβὼν δόμων

676

πρῶτος τὸ παρθένειον ἐζεύξω λέχος.

677

καὶ νῦν ὄλωλας μὲν σύ, ναυσθλοῦμαι δ' ἐγὼ

678

πρὸς Ἑλλάδ' αἰχμάλωτος ἐς δοῦλον ζυγόν.

679

ἆρ' οὐκ ἐλάσσω τῶν ἐμῶν ἔχει κακῶν

680

Πολυξένης ὄλεθρος, ἣν καταστένεις;

681

ἐμοὶ γὰρ οὐδ' ὃ πᾶσι λείπεται βροτοῖς

682

ξύνεστιν ἐλπίς, οὐδὲ κλέπτομαι φρένας

683

πράξειν τι κεδνόν· ἡδὺ δ' ἐστὶ καὶ δοκεῖν.

684

{Χο.} ἐς ταὐτὸν ἥκεις συμφορᾶς· θρηνοῦσα δὲ

685

τὸ σὸν διδάσκεις μ' ἔνθα πημάτων κυρῶ.

686

{Εκ.} αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος,

687

γραφῆι δ' ἰδοῦσα καὶ κλύους' ἐπίσταμαι.

688

ναύταις γὰρ ἢν μὲν μέτριος ἦι χειμὼν φέρειν,

689

προθυμίαν ἔχουσι σωθῆναι πόνων,

690

ὁ μὲν παρ' οἴαχ', ὁ δ' ἐπὶ λαίφεσιν βεβώς,

691

ὁ δ' ἄντλον εἴργων ναός· ἢν δ' ὑπερβάληι

692

πολὺς ταραχθεὶς πόντος, ἐνδόντες τύχηι

693

παρεῖσαν αὑτοὺς κυμάτων δραμήμασιν.

694

οὕτω δὲ κἀγὼ πόλλ' ἔχουσα πήματα

695

ἄφθογγός εἰμι καὶ παρεῖς' ἔχω στόμα·

696

νικᾶι γὰρ οὑκ θεῶν με δύστηνος κλύδων.

697

ἀλλ', ὦ φίλη παῖ, τὰς μὲν Ἕκτορος τύχας

698

ἔασον· οὐ μὴ δάκρυά νιν σώσηι τὰ σά.

699

τίμα δὲ τὸν παρόντα δεσπότην σέθεν,

700

φίλον διδοῦσα δέλεαρ ἀνδρὶ σῶν τρόπων.

701

κἂν δρᾶις τάδ', ἐς τὸ κοινὸν εὐφρανεῖς φίλους

702

καὶ παῖδα τόνδε παιδὸς ἐκθρέψειας ἂν

703

Τροίαι μέγιστον ὠφέλημ', ἵν' οἵ ποτε

704

ἐκ σοῦ γενόμενοι παῖδες Ἴλιον πάλιν

705

κατοικίσειαν καὶ πόλις γένοιτ' ἔτι.

706

ἀλλ' ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος,

707

τίν' αὖ δέδορκα τόνδ' Ἀχαιικὸν λάτριν

708

στείχοντα καινῶν ἄγγελον βουλευμάτων;

709

{Τα.} Φρυγῶν ἀρίστου πρίν ποθ' Ἕκτορος δάμαρ,

710

μή με στυγήσηις· οὐχ ἑκὼν γὰρ ἀγγελῶ

711

Δαναῶν τε κοινὰ Πελοπιδῶν τ' ἀγγέλματα.

712

{Αν.} τί δ' ἔστιν; ὥς μοι φροιμίων ἄρχηι κακῶν.

713

{Τα.} ἔδοξε τόνδε παῖδα ... πῶς εἴπω λόγον;

714

{Αν.} μῶν οὐ τὸν αὐτὸν δεσπότην ἡμῖν ἔχειν;

715

{Τα.} οὐδεὶς Ἀχαιῶν τοῦδε δεσπόσει ποτέ.

716

{Αν.} ἀλλ' ἐνθάδ' αὐτὸν λείψανον Φρυγῶν λιπεῖν;

717

{Τα.} οὐκ οἶδ' ὅπως σοι ῥαιδίως εἴπω κακά.

718

{Αν.} ἐπήινες' αἰδῶ, πλὴν ἐὰν λέγηις κακά.

719

{Τα.} κτενοῦσι σὸν παῖδ', ὡς πύθηι κακὸν μέγα.

720

{Αν.} οἴμοι, γάμων τόδ' ὡς κλύω μεῖζον κακόν.

721

{Τα.} νικᾶι δ' Ὀδυσσεὺς ἐν Πανέλλησιν λέγων

722

{Αν.} αἰαῖ μάλ'· οὐ γὰρ μέτρια πάσχομεν κακά.

723

{Τα.} λέξας ἀρίστου παῖδα μὴ τρέφειν πατρός

724

{Αν.} τοιαῦτα νικήσειε τῶν αὑτοῦ πέρι.

725

{Τα.} ῥῖψαι δὲ πύργων δεῖν σφε Τρωϊκῶν ἄπο.

726

ἀλλ' ὣς γενέσθω καὶ σοφωτέρα φανῆι·

727

μήτ' ἀντέχου τοῦδ', εὐγενῶς δ' ἄλγει κακοῖς,

728

μήτε σθένουσα μηδὲν ἰσχύειν δόκει.

729

ἔχεις γὰρ ἀλκὴν οὐδαμῆι· σκοπεῖν δὲ χρή·

730

πόλις τ' ὄλωλε καὶ πόσις, κρατῆι δὲ σύ,

731

ἡμεῖς δὲ πρὸς γυναῖκα μάρνασθαι μίαν

732

οἷοί τε. τούτων οὕνεκ' οὐ μάχης ἐρᾶν

733

οὐδ' αἰσχρὸν οὐδὲν οὐδ' ἐπίφθονόν σε δρᾶν

734

οὐδ' αὖ ς' Ἀχαιοῖς βούλομαι ῥίπτειν ἀράς.

735

εἰ γάρ τι λέξεις ὧν χολώσεται στρατός,

736

οὔτ' ἂν ταφείη παῖς ὅδ' οὔτ' οἴκτου τύχοι.

737

σιγῶσα δ' εὖ τε τὰς τύχας κεκτημένη

738

τὸν τοῦδε νεκρὸν οὐκ ἄθαπτον ἂν λίποις

739

αὐτή τ' Ἀχαιῶν πρευμενεστέρων τύχοις.

740

{Αν.} ὦ φίλτατ', ὦ περισσὰ τιμηθεὶς τέκνον,

741

θανῆι πρὸς ἐχθρῶν μητέρ' ἀθλίαν λιπών,

742

[ἡ τοῦ πατρὸς δέ ς' εὐγένει' ἀποκτενεῖ,

743

ἣ τοῖσιν ἄλλοις γίγνεται σωτηρία,]

744

τὸ δ' ἐσθλὸν οὐκ ἐς καιρὸν ἦλθέ σοι πατρός.

745

ὦ λέκτρα τἀμὰ δυστυχῆ τε καὶ γάμοι,

746

οἷς ἦλθον ἐς μέλαθρον Ἕκτορός ποτε,

747

οὐ σφάγιον 〈υἱὸν〉 Δαναΐδαις τέξους' ἐμόν,

748

ἀλλ' ὡς τύραννον Ἀσιάδος πολυσπόρου.

749

ὦ παῖ, δακρύεις; αἰσθάνηι κακῶν σέθεν;

750

τί μου δέδραξαι χερσὶ κἀντέχηι πέπλων,

751

νεοσσὸς ὡσεὶ πτέρυγας ἐσπίτνων ἐμάς;

752

οὐκ εἶσιν Ἕκτωρ κλεινὸν ἁρπάσας δόρυ

753

γῆς ἐξανελθὼν σοὶ φέρων σωτηρίαν,

754

οὐ συγγένεια πατρός, οὐκ ἰσχὺς Φρυγῶν·

755

λυγρὸν δὲ πήδημ' ἐς τράχηλον ὑψόθεν

756

πεσὼν ἀνοίκτως πνεῦμ' ἀπορρήξεις σέθεν.

757

ὦ νέον ὑπαγκάλισμα μητρὶ φίλτατον,

758

ὦ χρωτὸς ἡδὺ πνεῦμα· διὰ κενῆς ἄρα

759

ἐν σπαργάνοις σε μαστὸς ἐξέθρεψ' ὅδε,

760

μάτην δ' ἐμόχθουν καὶ κατεξάνθην πόνοις.

761

νῦν, οὔποτ' αὖθις, μητέρ' ἀσπάζου σέθεν,

762

πρόσπιτνε τὴν τεκοῦσαν, ἀμφὶ δ' ὠλένας

763

ἕλισς' ἐμοῖς νώτοισι καὶ στόμ' ἅρμοσον.

764

ὦ βάρβαρ' ἐξευρόντες Ἕλληνες κακά,

765

τί τόνδε παῖδα κτείνετ' οὐδὲν αἴτιον;

766

ὦ Τυνδάρειον ἔρνος, οὔποτ' εἶ Διός,

767

πολλῶν δὲ πατέρων φημί ς' ἐκπεφυκέναι,

768

Ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ Φθόνου

769

Φόνου τε Θανάτου θ' ὅσα τε γῆ τρέφει κακά.

770

οὐ γάρ ποτ' αὐχῶ Ζῆνά γ' ἐκφῦσαί ς' ἐγώ,

771

πολλοῖσι κῆρα βαρβάροις Ἕλλησί τε.

772

ὄλοιο· καλλίστων γὰρ ὀμμάτων ἄπο

773

αἰσχρῶς τὰ κλεινὰ πεδί' ἀπώλεσας Φρυγῶν.

774

〈ἀλλ'〉 ἄγετε φέρετε ῥίπτετ', εἰ ῥίπτειν δοκεῖ·

775

δαίνυσθε τοῦδε σάρκας. ἔκ τε γὰρ θεῶν

776

διολλύμεσθα παιδί τ' οὐ δυναίμεθ' ἂν

777

θάνατον ἀρῆξαι. κρύπτετ' ἄθλιον δέμας

778

καὶ ῥίπτετ' ἐς ναῦς· ἐπὶ καλὸν γὰρ ἔρχομαι

779

ὑμέναιον, ἀπολέσασα τοὐμαυτῆς τέκνον.

780

{Χο.} τάλαινα Τροία, μυρίους ἀπώλεσας

781

μιᾶς γυναικὸς καὶ λέχους στυγνοῦ χάριν.

782

{Τα.} ἄγε, παῖ, φίλιον πρόσπτυγμα μεθεὶς

783

μητρὸς μογερᾶς, βαῖνε πατρώιων

784

πύργων ἐπ' ἄκρας στεφάνας, ὅθι σοι

785

πνεῦμα μεθεῖναι ψῆφος ἐκράνθη.

786

λαμβάνετ' αὐτόν. τὰ δὲ τοιάδε χρὴ

787

κηρυκεύειν ὅστις ἄνοικτος

788

καὶ ἀναιδείαι τῆς ἡμετέρας

789

γνώμης μᾶλλον φίλος ἐστίν.

790

{Εκ.} ὦ τέκνον, ὦ παῖ παιδὸς μογεροῦ,

791

συλώμεθα σὴν ψυχὴν ἀδίκως

792

μήτηρ κἀγώ. τί πάθω; τί ς' ἐγώ,

793

δύσμορε, δράσω; τάδε σοι δίδομεν

794

πλήγματα κρατὸς στέρνων τε κόπους·

795

τῶνδε γὰρ ἄρχομεν. οἲ 'γὼ πόλεως,

796

οἴμοι δὲ σέθεν· τί γὰρ οὐκ ἔχομεν;

797

τίνος ἐνδέομεν μὴ οὐ πανσυδίαι

798

χωρεῖν ὀλέθρου διὰ παντός;

799

{Χο.} μελισσοτρόφου Σαλαμῖνος ὦ βασιλεῦ Τελαμών,

800

νάσου περικύμονος οἰκήσας ἕδραν

801

τᾶς ἐπικεκλιμένας ὄχθοις ἱεροῖς, ἵν' ἐλαίας

802

πρῶτον ἔδειξε κλάδον γλαυκᾶς Ἀθάνα,

803

οὐράνιον στέφανον λιπαραῖσί 〈τε〉 κόσμον Ἀθάναις,

804

ἔβας ἔβας τῶι τοξοφόρωι συναρι-

805

στεύων ἅμ' Ἀλκμήνας γόνωι

806

Ἴλιον Ἴλιον ἐκπέρσων πόλιν

807

ἁμετέραν τὸ πάροιθεν 〈 〉

808

[ὅτ' ἔβας ἀφ' Ἑλλάδος]·

809

ὅθ' Ἑλλάδος ἄγαγε πρῶτον ἄνθος ἀτιζόμενος

810

πώλων, Σιμόεντι δ' ἐπ' εὐρείται πλάταν

812

ἔσχασε ποντοπόρον καὶ ναύδετ' ἀνήψατο πρυμνᾶν

813

καὶ χερὸς εὐστοχίαν ἐξεῖλε ναῶν,

814

Λαομέδοντι φόνον· κανόνων δὲ τυκίσματα Φοίβου

815

πυρὸς 〈πυρὸς〉 φοίνικι πνοᾶι καθελὼν

816

Τροίας ἐπόρθησε χθόνα.

817

δὶς δὲ δυοῖν πιτύλοιν τείχη πέρι

818

Δαρδανίδας φονία κατέλυσεν αἰχμά.

820

μάταν ἄρ', ὦ χρυσέαις ἐν οἰνοχόαις ἁβρὰ βαίνων,

822

Λαομεδόντιε παῖ,

823

Ζηνὸς ἔχεις κυλίκων πλήρωμα, καλλίσταν λατρείαν.

825

ἁ δέ σε γειναμένα πυρὶ δαίεται,

827

ἠϊόνες δ' ἅλιαι

829

ἴακχον οἰωνὸς οἷ-

830

ον τέκνων ὕπερ βοῶς',

831

ἇι μὲν εὐνάς, ἇι δὲ παῖδας,

832

ἇι δὲ ματέρας γεραιάς.

833

τὰ δὲ σὰ δροσόεντα λουτρὰ

834

γυμνασίων τε δρόμοι

835

βεβᾶσι, σὺ δὲ πρόσωπα νεα-

836

ρὰ χάρισι παρὰ Διὸς θρόνοις

837

καλλιγάλανα τρέφεις. Πριάμοιο δὲ γαῖαν

839

Ἑλλὰς ὤλες' αἰχμά.

840

Ἔρως Ἔρως, ὃς τὰ Δαρδάνεια μέλαθρά ποτ' ἦλθες

842

οὐρανίδαισι μέλων,

844

ὡς τότε μὲν μεγάλως Τροίαν ἐπύργωσας, θεοῖσι

845

κῆδος ἀναψάμενος. τὸ μὲν οὖν Διὸς

847

οὐκέτ' ὄνειδος ἐρῶ·

848

τὸ τᾶς δὲ λευκοπτέρου

849

φίλιον Ἁμέρας βροτοῖς

850

φέγγος ὀλοὸν εἶδε γαίας,

851

εἶδε Περγάμων ὄλεθρον,

853

τεκνοποιὸν ἔχουσα τᾶσδε

854

γᾶς πόσιν ἐν θαλάμοις,

855

ὃν ἀστέρων τέθριππος ἔλα-

856

βε χρύσεος ὄχος ἀναρπάσας,

857

ἐλπίδα γᾶι πατρίαι μεγάλαν. τὰ θεῶν δὲ

858

φίλτρα φροῦδα Τροίαι.

859

{ΜΕΝΕΛΑΟΣ}

860

ὦ καλλιφεγγὲς ἡλίου σέλας τόδε,

861

ἐν ὧι δάμαρτα τὴν ἐμὴν χειρώσομαι

862

[Ἑλένην· ὁ γὰρ δὴ πολλὰ μοχθήσας ἐγὼ

863

Μενέλαός εἰμι καὶ στράτευμ' Ἀχαιικόν].

864

ἦλθον δὲ Τροίαν οὐχ ὅσον δοκοῦσί με

865

γυναικὸς οὕνεκ', ἀλλ' ἐπ' ἄνδρ' ὃς ἐξ ἐμῶν

866

δόμων δάμαρτα ξεναπάτης ἐλήισατο.

867

κεῖνος μὲν οὖν δέδωκε σὺν θεοῖς δίκην

868

αὐτός τε καὶ γῆ δορὶ πεσοῦς' Ἑλληνικῶι.

869

ἥκω δὲ τὴν Λάκαιναν (οὐ γὰρ ἡδέως

870

ὄνομα δάμαρτος ἥ ποτ' ἦν ἐμὴ λέγω)

871

ἄξων· δόμοις γὰρ τοῖσδ' ἐν αἰχμαλωτικοῖς

872

κατηρίθμηται Τρωιάδων ἄλλων μέτα.

873

οἵπερ γὰρ αὐτὴν ἐξεμόχθησαν δορὶ

874

κτανεῖν ἐμοί νιν ἔδοσαν, εἴτε μὴ κτανὼν

875

θέλοιμ' ἄγεσθαι πάλιν ἐς Ἀργείαν χθόνα.

876

ἐμοὶ δ' ἔδοξε τὸν μὲν ἐν Τροίαι μόρον

877

Ἑλένης ἐᾶσαι, ναυπόρωι δ' ἄγειν πλάτηι

878

Ἑλληνίδ' ἐς γῆν κἆιτ' ἐκεῖ δοῦναι κτανεῖν,

879

ποινὰς ὅσων τεθνᾶς' ἐν Ἰλίωι φίλοι.

880

ἀλλ' εἶα χωρεῖτ' ἐς δόμους, ὀπάονες,

881

κομίζετ' αὐτὴν τῆς μιαιφονωτάτης

882

κόμης ἐπισπάσαντες· οὔριοι δ' ὅταν

883

πνοαὶ μόλωσι, πέμψομέν νιν Ἑλλάδα.

884

{Εκ.} ὦ γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν,

885

ὅστις ποτ' εἶ σύ, δυστόπαστος εἰδέναι,

886

Ζεύς, εἴτ' ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν,

887

προσηυξάμην σε· πάντα γὰρ δι' ἀψόφου

888

βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτ' ἄγεις.

889

{Με.} τί δ' ἔστιν; εὐχὰς ὡς ἐκαίνισας θεῶν.

890

{Εκ.} αἰνῶ σε, Μενέλα', εἰ κτενεῖς δάμαρτα σήν.

891

ὁρᾶν δὲ τήνδε φεῦγε, μή ς' ἕληι πόθωι.

892

αἱρεῖ γὰρ ἀνδρῶν ὄμματ', ἐξαιρεῖ πόλεις,

893

πίμπρησιν οἴκους· ὧδ' ἔχει κηλήματα.

894

ἐγώ νιν οἷδα καὶ σὺ χοἰ πεπονθότες.

895

{ΕΛΕΝΗ} Μενέλαε, φροίμιον μὲν ἄξιον φόβου

896

τόδ' ἐστίν· ἐν γὰρ χερσὶ προσπόλων σέθεν

897

βίαι πρὸ τῶνδε δωμάτων ἐκπέμπομαι.

898

ἀτὰρ σχεδὸν μὲν οἶδά σοι στυγουμένη,

899

ὅμως δ' ἐρέσθαι βούλομαι· γνῶμαι τίνες

900

Ἕλλησι καὶ σοὶ τῆς ἐμῆς ψυχῆς πέρι;

901

{Με.} οὐκ εἰς ἀκριβὲς ἦλθεν ἀλλ' ἅπας στρατὸς

902

κτανεῖν ἐμοί ς' ἔδωκεν, ὅνπερ ἠδίκεις.

903

{Ελ.} ἔξεστιν οὖν πρὸς ταῦτ' ἀμείψασθαι λόγωι,

904

ὡς οὐ δικαίως, ἢν θάνω, θανούμεθα;

905

{Με.} οὐκ ἐς λόγους ἐλήλυθ' ἀλλά σε κτενῶν.

906

{Εκ.} ἄκουσον αὐτῆς, μὴ θάνηι τοῦδ' ἐνδεής,

907

Μενέλαε, καὶ δὸς τοὺς ἐναντίους λόγους

908

ἡμῖν κατ' αὐτῆς· τῶν γὰρ ἐν Τροίαι κακῶν

909

οὐδὲν κάτοισθα. συντεθεὶς δ' ὁ πᾶς λόγος

910

κτενεῖ νιν οὕτως ὥστε μηδαμοῦ φυγεῖν.

911

{Με.} σχολῆς τὸ δῶρον· εἰ δὲ βούλεται λέγειν,

912

ἔξεστι. τῶν σῶν δ' οὕνεχ', ὡς μάθηις, λόγων

913

δώσω τόδ' αὐτῆι· τῆσδε δ' οὐ δώσω χάριν.

914

{Ελ.} ἴσως με, κἂν εὖ κἂν κακῶς δόξω λέγειν,

915

οὐκ ἀνταμείψηι πολεμίαν ἡγούμενος.

916

ἐγὼ δ', ἅ ς' οἶμαι διὰ λόγων ἰόντ' ἐμοῦ

917

κατηγορήσειν, ἀντιθεῖς' ἀμείψομαι

918

[τοῖς σοῖσι τἀμὰ καὶ τὰ ς' αἰτιάματα].

919

πρῶτον μὲν ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν,

920

Πάριν τεκοῦσα· δεύτερον δ' ἀπώλεσεν

921

Τροίαν τε κἄμ' ὁ πρέσβυς οὐ κτανὼν βρέφος,

922

δαλοῦ πικρὸν μίμημ', Ἀλέξανδρον τότε.

923

ἐνθένδε τἀπίλοιπ' ἄκουσον ὡς ἔχει.

924

ἔκρινε τρισσὸν ζεῦγος ὅδε τριῶν θεῶν·

925

καὶ Παλλάδος μὲν ἦν Ἀλεξάνδρωι δόσις

926

Φρυξὶ στρατηγοῦνθ' Ἑλλάδ' ἐξανιστάναι·

927

Ἥρα δ' ὑπέσχετ' Ἀσιάδ' Εὐρώπης θ' ὅρους

928

τυραννίδ' ἕξειν, εἴ σφε κρίνειεν Πάρις·

929

Κύπρις δὲ τοὐμὸν εἶδος ἐκπαγλουμένη

930

δώσειν ὑπέσχετ', εἰ θεὰς ὑπερδράμοι

931

κάλλει. τὸν ἔνθεν δ' ὡς ἔχει σκέψαι λόγον·

932

νικᾶι Κύπρις θεάς, καὶ τοσόνδ' οὑμοὶ γάμοι

933

ὤνησαν Ἑλλάδ'· οὐ κρατεῖσθ' ἐκ βαρβάρων,

934

οὔτ' ἐς δόρυ σταθέντες, οὐ τυραννίδι.

935

ἃ δ' εὐτύχησεν Ἑλλάς, ὠλόμην ἐγὼ

936

εὐμορφίαι πραθεῖσα, κὠνειδίζομαι

937

ἐξ ὧν ἐχρῆν με στέφανον ἐπὶ κάραι λαβεῖν.

938

οὔπω με φήσεις αὐτὰ τἀν ποσὶν λέγειν,

939

ὅπως ἀφώρμης' ἐκ δόμων τῶν σῶν λάθραι.

940

ἦλθ' οὐχὶ μικρὰν θεὸν ἔχων αὑτοῦ μέτα

941

ὁ τῆσδ' ἀλάστωρ, εἴτ' Ἀλέξανδρον θέλεις

942

ὀνόματι προσφωνεῖν νιν εἴτε καὶ Πάριν·

943

ὅν, ὦ κάκιστε, σοῖσιν ἐν δόμοις λιπὼν

944

Σπάρτης ἀπῆρας νηὶ Κρησίαν χθόνα.

945

εἶἑν. οὐ ς', ἀλλ' ἐμαυτὴν τοὐπὶ τῶιδ' ἐρήσομαι·

946

τί δὴ φρονοῦσά γ' ἐκ δόμων ἅμ' ἑσπόμην

947

ξένωι, προδοῦσα πατρίδα καὶ δόμους ἐμούς;

948

τὴν θεὸν κόλαζε καὶ Διὸς κρείσσων γενοῦ,

949

ὃς τῶν μὲν ἄλλων δαιμόνων ἔχει κράτος,

950

κείνης δὲ δοῦλός ἐστι· συγγνώμη δ' ἐμοί.

951

ἔνθεν δ' ἔχοις ἂν εἰς ἔμ' εὐπρεπῆ λόγον·

952

ἐπεὶ θανὼν γῆς ἦλθ' Ἀλέξανδρος μυχούς,

953

χρῆν μ', ἡνίκ' οὐκ ἦν θεοπόνητά μου λέχη,

954

λιποῦσαν οἴκους ναῦς ἔπ' Ἀργείων μολεῖν.

955

ἔσπευδον αὐτὸ τοῦτο· μάρτυρες δέ μοι

956

πύργων πυλωροὶ κἀπὸ τειχέων σκοποί,

957

οἳ πολλάκις μ' ἐφηῦρον ἐξ ἐπάλξεων

958

πλεκταῖσιν ἐς γῆν σῶμα κλέπτουσαν τόδε.

959

[βίαι δ' ὁ καινός μ' οὗτος ἁρπάσας πόσις

960

Δηίφοβος ἄλοχον εἶχεν ἀκόντων Φρυγῶν.]

961

πῶς οὖν ἔτ' ἂν θνήισκοιμ' ἂν ἐνδίκως, πόσι,

post 961

〈 〉

post 962

πρὸς σοῦ δικαίως, ἣν ὁ μὲν βίαι γαμεῖ,

post 963

τὰ δ' οἴκοθεν κεῖν' ἀντὶ νικητηρίων

post 964

πικρῶς ἐδούλως'; εἰ δὲ τῶν θεῶν κρατεῖν

post 965

βούληι, τὸ χρήιζειν ἀμαθές ἐστί σου τόδε.

post 966

{Χο.} βασίλει', ἄμυνον σοῖς τέκνοισι καὶ πάτραι

post 967

πειθὼ διαφθείρουσα τῆσδ', ἐπεὶ λέγει

post 968

καλῶς κακοῦργος οὖσα· δεινὸν οὖν τόδε.

post 969

{Εκ.} ταῖς θεαῖσι πρῶτα σύμμαχος γενήσομαι

post 96:

καὶ τήνδε δείξω μὴ λέγουσαν ἔνδικα.

post 96;

ἐγὼ γὰρ Ἥραν παρθένον τε Παλλάδα

post 96<

οὐκ ἐς τοσοῦτον ἀμαθίας ἐλθεῖν δοκῶ,

post 96=

ὥσθ' ἡ μὲν Ἄργος βαρβάροις ἀπημπόλα,

post 96>

Παλλὰς δ' Ἀθήνας Φρυξὶ δουλεύειν ποτέ.

post 96?

οὐ παιδιαῖσι καὶ χλιδῆι μορφῆς πέρι

post 96@

ἦλθον πρὸς Ἴδην· τοῦ γὰρ οὕνεκ' ἂν θεὰ

post 96A

Ἥρα τοσοῦτον ἔσχ' ἔρωτα καλλονῆς;

post 96B

πότερον ἀμείνον' ὡς λάβηι Διὸς πόσιν;

post 96C

ἢ γάμον Ἀθάνα θεῶν τινος θηρωμένη,

post 96D

ἣ παρθένειαν πατρὸς ἐξηιτήσατο

post 96E

φεύγουσα λέκτρα; μὴ ἀμαθεῖς ποίει θεὰς

post 96F

τὸ σὸν κακὸν κοσμοῦσα, μὴ 〈οὐ〉 πείσηις σοφούς.

post 96G

Κύπριν δ' ἔλεξας (ταῦτα γὰρ γέλως πολύς)

post 96H

ἐλθεῖν ἐμῶι ξὺν παιδὶ Μενέλεω δόμους.

post 96I

οὐκ ἂν μένους' ἂν ἥσυχός ς' ἐν οὐρανῶι

post 96J

αὐταῖς Ἀμύκλαις ἤγαγεν πρὸς Ἴλιον;

post 96K

ἦν οὑμὸς υἱὸς κάλλος ἐκπρεπέστατος,

post 96L

ὁ σὸς δ' ἰδών νιν νοῦς ἐποιήθη Κύπρις·

post 96M

τὰ μῶρα γὰρ πάντ' ἐστὶν Ἀφροδίτη βροτοῖς,

post 96N

καὶ τοὔνομ' ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς.

post 96O

ὃν εἰσιδοῦσα βαρβάροις ἐσθήμασιν

post 96P

χρυσῶι τε λαμπρὸν ἐξεμαργώθης φρένας.

post 96Q

ἐν μὲν γὰρ Ἄργει σμίκρ' ἔχους' ἀνεστρέφου,

post 96R

Σπάρτης δ' ἀπαλλαχθεῖσα τὴν Φρυγῶν πόλιν

post 96S

χρυσῶι ῥέουσαν ἤλπισας κατακλύσειν

post 96T

δαπάναισιν· οὐδ' ἦν ἱκανά σοι τὰ Μενέλεω

post 96U

μέλαθρα ταῖς σαῖς ἐγκαθυβρίζειν τρυφαῖς.

post 96V

εἶἑν· βίαι γὰρ παῖδα φήις 〈ς'〉 ἄγειν ἐμόν·

post 96W

τίς Σπαρτιατῶν ἤισθετ'; ἢ ποίαν βοὴν

post 96X

ἀνωλόλυξας, Κάστορος νεανίου

post 96Y

τοῦ συζύγου τ' ἔτ' ὄντος, οὐ κατ' ἄστρα πω;

post 96Z

ἐπεὶ δὲ Τροίαν ἦλθες Ἀργεῖοί τέ σου

post 96[

κατ' ἴχνος, ἦν δὲ δοριπετὴς ἀγωνία,

post 96\

εἰ μὲν τὰ τοῦδε κρείσσον' ἀγγέλλοιτό σοι,

post 96]

Μενέλαον ἤινεις, παῖς ὅπως λυποῖτ' ἐμὸς

post 96^

ἔχων ἔρωτος ἀνταγωνιστὴν μέγαν·

post 96_

εἰ δ' εὐτυχοῖεν Τρῶες, οὐδὲν ἦν ὅδε.

post 96`

ἐς τὴν τύχην δ' ὁρῶσα τοῦτ' ἤσκεις, ὅπως

post 96a

ἕποι' ἅμ' αὐτῆι, τἀρετῆι δ' οὐκ ἤθελες.

post 96b

κἄπειτα πλεκταῖς σῶμα σὸν κλέπτειν λέγεις

post 96c

πύργων καθιεῖς', ὡς μένους' ἀκουσίως.

post 96d

ποῦ δῆτ' ἐλήφθης ἢ βρόχοις ἀρτωμένη

post 96e

ἢ φάσγανον θήγους', ἃ γενναία γυνὴ

post 96f

δράσειεν ἂν ποθοῦσα τὸν πάρος πόσιν;

post 96g

καίτοι ς' ἐνουθέτουν γε πολλὰ πολλάκις·

post 96h

Ὦ θύγατερ, ἔξελθ'· οἱ δ' ἐμοὶ παῖδες γάμους

post 96i

ἄλλους γαμοῦσι, σὲ δ' ἐπὶ ναῦς Ἀχαιικὰς

post 96j

πέμψω συνεκκλέψασα· καὶ παῦσον μάχης

post 96k

Ἕλληνας ἡμᾶς τ'. ἀλλὰ σοὶ τόδ' ἦν πικρόν.

post 96l

ἐν τοῖς Ἀλεξάνδρου γὰρ ὕβριζες δόμοις

post 96m

καὶ προσκυνεῖσθαι βαρβάρων ὕπ' ἤθελες·

post 96n

μεγάλα γὰρ ἦν σοι. κἀπὶ τοῖσδε σὸν δέμας

post 96o

ἐξῆλθες ἀσκήσασα κἄβλεψας πόσει

post 96p

τὸν αὐτὸν αἰθέρ', ὦ κατάπτυστον κάρα·

post 96q

ἣν χρῆν ταπεινὴν ἐν πέπλων ἐρειπίοις,

post 96r

φρίκηι τρέμουσαν, κρᾶτ' ἀπεσκυθισμένην

post 96s

ἐλθεῖν, τὸ σῶφρον τῆς ἀναιδείας πλέον

post 96t

ἔχουσαν ἐπὶ τοῖς πρόσθεν ἡμαρτημένοις.

post 96u

Μενέλα', ἵν' εἰδῆις οἷ τελευτήσω λόγον,

post 96v

στεφάνωσον Ἑλλάδ' ἀξίως τήνδε κτανὼν

post 96w

σαυτοῦ, νόμον δὲ τόνδε ταῖς ἄλλαισι θὲς

post 96x

γυναιξί, θνήισκειν ἥτις ἂν προδῶι πόσιν.

post 96y

{Χο.} Μενέλαε, προγόνων τ' ἀξίως δόμων τε σῶν

post 96z

τεῖσαι δάμαρτα κἀφελοῦ πρὸς Ἑλλάδος

post 96{

ψόγον τὸ θῆλύ τ', εὐγενὴς ἐχθροῖς φανείς.

{Με.} ἐμοὶ σὺ συμπέπτωκας ἐς ταὐτὸν λόγου,

post 96}

ἑκουσίως τήνδ' ἐκ δόμων ἐλθεῖν ἐμῶν

post 96~

ξένας ἐς εὐνάς· χἠ Κύπρις κόμπου χάριν

post 96byte-7F

λόγοις ἐνεῖται. βαῖνε λευστήρων πέλας

post 96byte-80

πόνους τ' Ἀχαιῶν ἀπόδος ἐν σμικρῶι μακροὺς

post 96byte-81

θανοῦς', ἵν' εἰδῆις μὴ καταισχύνειν ἐμέ.

post 96byte-82

{Ελ.} μή, πρός σε γονάτων, τὴν νόσον τὴν τῶν θεῶν

post 96byte-83

προσθεὶς ἐμοὶ κτάνηις με, συγγίγνωσκε δέ.

post 96byte-84

{Εκ.} μηδ' οὓς ἀπέκτειν' ἥδε συμμάχους προδῶις·

post 96byte-85

ἐγὼ πρὸ κείνων καὶ τέκνων σε λίσσομαι.

post 96byte-86

{Με.} παῦσαι, γεραιά· τῆσδε δ' οὐκ ἐφρόντισα.

post 96byte-87

λέγω δὲ προσπόλοισι πρὸς πρύμνας νεῶν

post 96byte-88

τήνδ' ἐκκομίζειν, ἔνθα ναυστολήσεται.

post 96byte-89

{Εκ.} μή νυν νεὼς σοὶ ταὐτὸν ἐσβήτω σκάφος.

post 96byte-8A

{Με.} τί δ' ἔστι; μεῖζον βρῖθος ἢ πάροιθ' ἔχει;

post 96byte-8B

{Εκ.} οὐκ ἔστ' ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ.

post 96byte-8C

{Με.} ὅπως ἂν ἐκβῆι τῶν ἐρωμένων ὁ νοῦς.

post 96byte-8D

ἔσται δ' ἃ βούληι· ναῦν γὰρ οὐκ ἐσβήσεται

post 96byte-8E

ἐς ἥνπερ ἡμεῖς· καὶ γὰρ οὐ κακῶς λέγεις.

1055

ἐλθοῦσα δ' Ἄργος ὥσπερ ἀξία κακῶς

1056

κακὴ θανεῖται καὶ γυναιξὶ σωφρονεῖν

1057

πάσαισι θήσει. ῥάιδιον μὲν οὐ τόδε·

1058

ὅμως δ' ὁ τῆσδ' ὄλεθρος ἐς φόβον βαλεῖ

1059

τὸ μῶρον αὐτῶν, κἂν ἔτ' ὦς' αἰσχίονες.

1060

{Χο.} οὕτω δὴ τὸν ἐν Ἰλίωι

1061

ναὸν καὶ θυόεντα βω-

1062

μὸν προύδωκας Ἀχαιοῖς,

1063

ὦ Ζεῦ, καὶ πελανῶν φλόγα

1064

σμύρνας αἰθερίας τε κα-

1065

πνὸν καὶ Πέργαμον ἱερὰν

1066

Ἰδαῖά τ' Ἰδαῖα κισσοφόρα νάπη

1067

χιόνι κατάρυτα ποταμίαι

1069

τέρμονά τε πρωτόβολον ἕωι,

1070

τὰν καταλαμπομέναν ζαθέαν θεράπναν;

1071

φροῦδαί σοι θυσίαι χορῶν τ'

1072

εὔφημοι κέλαδοι κατ' ὄρφ-

1073

ναν τε παννυχίδες θεῶν,

1074

χρυσέων τε ξοάνων τύποι

1075

Φρυγῶν τε ζάθεοι σελᾶ-

1076

ναι συνδώδεκα πλήθει.

1077

μέλει μέλει μοι τάδ' εἰ φρονεῖς, ἄναξ,

1078

οὐράνιον ἕδρανον ἐπιβεβὼς

1079

αἰθέρα τε πόλεος ὀλομένας,

1080

ἃν πυρὸς αἰθομένα κατέλυσεν ὁρμά.

1081

ὦ φίλος, ὦ πόσι μοι,

1083

σὺ μὲν φθίμενος ἀλαίνεις

1085

ἄθαπτος ἄνυδρος, ἐμὲ δὲ πόντιον σκάφος

1086

ἀίσσον πτεροῖσι πορεύσει

1087

ἱππόβοτον Ἄργος, ἵνα 〈τε〉 τείχη

1088

λάϊνα Κυκλώπι' οὐράνια νέμονται.

1089

τέκνων δὲ πλῆθος ἐν πύλαις

1090

δάκρυσι †κατάορα στένει† βοᾶι βοᾶι

1091

Μᾶτερ, ὤμοι, μόναν δή μ' Ἀχαιοὶ κομί-

1092

ζουσι σέθεν ἀπ' ὀμμάτων

1093

κυανέαν ἐπὶ ναῦν

1095

εἰναλίαισι πλάταις

1096

ἢ Σαλαμῖν' ἱερὰν

1097

ἢ δίπορον κορυφὰν

1098

Ἴσθμιον, ἔνθα πύλας

1099

Πέλοπος ἔχουσιν ἕδραι.

1100

εἴθ' ἀκάτου Μενέλα

1101

μέσον πέλαγος ἰούσας

1102

δίπαλτον ἱερὸν ἀνὰ μέσον πλατᾶν πέσοι

1103

†αἰγαίου† κεραυνοφαὲς πῦρ,

1105

Ἰλιόθεν ὅτε με πολυδάκρυτον

1106

Ἑλλάδι λάτρευμα γᾶθεν ἐξορίζει,

1107

χρύσεα δ' ἔνοπτρα, παρθένων

1108

χάριτας, ἔχουσα τυγχάνει Διὸς κόρα·

1110

μηδὲ γαῖάν ποτ' ἔλθοι Λάκαιναν πατρῶι-

1111

όν τε θάλαμον ἑστίας,

1112

μηδὲ πόλιν Πιτάνας

1113

χαλκόπυλόν τε θεάν,

1114

δύσγαμον αἶσχος ἑλὼν

1115

Ἑλλάδι τᾶι μεγάλαι

1116

καὶ Σιμοεντιάσιν

1117

μέλεα πάθεα ῥοαῖσιν.

1118

ἰὼ ἰώ, καίν' ἐκ καινῶν μεταβάλλουσαι

1119

χθονὶ συντυχίαι. λεύσσετε Τρώων

1120

τόνδ' Ἀστυάνακτ' ἄλοχοι μέλεαι

1121

νεκρόν, ὃν πύργων δίσκημα πικρὸν

1122

Δαναοὶ κτείναντες ἔχουσιν.

1123

{Τα.} Ἑκάβη, νεὼς μὲν πίτυλος εἷς λελειμμένος

1124

λάφυρα τἀπίλοιπ' Ἀχιλλείου τόκου

1125

μέλλει πρὸς ἀκτὰς ναυστολεῖν Φθιώτιδας·

1126

αὐτὸς δ' ἀνῆκται Νεοπτόλεμος, καινάς τινας

1127

Πηλέως ἀκούσας συμφοράς, ὥς νιν χθονὸς

1128

Ἄκαστος ἐκβέβληκεν, ὁ Πελίου γόνος.

1129

οὗ θᾶσσον οὕνεκ', οὐ χάριν μονῆς ἔχων,

1130

φροῦδος, μετ' αὐτοῦ δ' Ἀνδρομάχη, πολλῶν ἐμοὶ

1131

δακρύων ἀγωγός, ἡνίκ' ἐξώρμα χθονός,

1132

πάτραν τ' ἀναστένουσα καὶ τὸν Ἕκτορος

1133

τύμβον προσεννέπουσα. καί σφ' ἠιτήσατο

1134

θάψαι νεκρὸν τόνδ', ὃς πεσὼν ἐκ τειχέων

1135

ψυχὴν ἀφῆκεν Ἕκτορος τοῦ σοῦ γόνος·

1136

φόβον τ' Ἀχαιῶν, χαλκόνωτον ἀσπίδα

1137

τήνδ', ἣν πατὴρ τοῦδ' ἀμφὶ πλεύρ' ἐβάλλετο,

1138

μή νιν πορεῦσαι Πηλέως ἐφ' ἑστίαν

1139

μηδ' ἐς τὸν αὐτὸν θάλαμον οὗ νυμφεύσεται

1140

[μήτηρ νεκροῦ τοῦδ' Ἀνδρομάχη, λύπας ὁρᾶν],

1141

ἀλλ' ἀντὶ κέδρου περιβόλων τε λαΐνων

1142

ἐν τῆιδε θάψαι παῖδα· σὰς δ' ἐς ὠλένας

1143

δοῦναι, πέπλοισιν ὡς περιστείληις νεκρὸν

1144

στεφάνοις θ', ὅση σοι δύναμις, ὡς ἔχει τὰ σά·

1145

ἐπεὶ βέβηκε καὶ τὸ δεσπότου τάχος

1146

ἀφείλετ' αὐτὴν παῖδα μὴ δοῦναι τάφωι.

1147

ἡμεῖς μὲν οὖν, ὅταν σὺ κοσμήσηις νέκυν,

1148

γῆν τῶιδ' ἐπαμπισχόντες ἀροῦμεν δόρυ·

1149

σὺ δ' ὡς τάχιστα πρᾶσσε τἀπεσταλμένα.

1150

ἑνὸς μὲν οὖν μόχθου ς' ἀπαλλάξας ἔχω·

1151

Σκαμανδρίους γὰρ τάσδε διαπερῶν ῥοὰς

1152

ἔλουσα νεκρὸν κἀπένιψα τραύματα.

1153

ἀλλ' εἶμ' ὀρυκτὸν τῶιδ' ἀναρρήξων τάφον,

1154

ὡς σύντομ' ἡμῖν τἀπ' ἐμοῦ τε κἀπὸ σοῦ

1155

ἐς ἓν ξυνελθόντ' οἴκαδ' ὁρμήσηι πλάτην.

1156

{Εκ.} θέσθ' ἀμφίτορνον ἀσπίδ' Ἕκτορος πέδωι,

1157

λυπρὸν θέαμα κοὐ φίλον λεύσσειν ἐμοί.

1158

ὦ μείζον' ὄγκον δορὸς…

1159

τί…

1160

και…

The complete text is available when the reading interface loads.