The Greek Library Author

Anonymous

Iphigenia Taurica

Authority group
Euripides (catalogue association; authorship remains anonymous)
Edition reference
Iphigenia Taurica, ed. Diggle, op. cit., vol. 2, 243–304.
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg045.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

87

λαβεῖν τ' ἄγαλμα θεᾶς, ὅ φασιν ἐνθάδε

88

ἐς τούσδε ναοὺς οὐρανοῦ πεσεῖν ἄπο·

89

λαβόντα δ' ἢ τέχναισιν ἢ τύχηι τινί,

90

κίνδυνον ἐκπλήσαντ', Ἀθηναίων χθονὶ

91

δοῦναι (τὸ δ' ἐνθένδ' οὐδὲν ἐρρήθη πέρα)

92

καὶ ταῦτα δράσαντ' ἀμπνοὰς ἕξειν πόνων.

93

ἥκω δὲ πεισθεὶς σοῖς λόγοισιν ἐνθάδε

94

ἄγνωστον ἐς γῆν ἄξενον. σὲ δ' ἱστορῶ,

95

Πυλάδη (σὺ γάρ μοι τοῦδε συλλήπτωρ πόνου),

96

τί δρῶμεν; ἀμφίβληστρα γὰρ τοίχων ὁρᾶις

97

ὑψηλά· πότερα κλιμάκων προσαμβάσεις

98

ἐμβησόμεσθα; πῶς 〈ἂν〉 οὖν λάθοιμεν ἄν;

99

ἢ χαλκότευκτα κλῆιθρα λύσαντες μοχλοῖς

100

†ὧν οὐδὲν ἴσμεν†; ἢν δ' ἀνοίγοντες πύλας

101

ληφθῶμεν ἐσβάσεις τε μηχανώμενοι,

102

θανούμεθ'. ἀλλὰ πρὶν θανεῖν νεὼς ἔπι

103

φεύγωμεν, ἧιπερ δεῦρ' ἐναυστολήσαμεν.

104

{Πυ.} φεύγειν μὲν οὐκ ἀνεκτὸν οὐδ' εἰώθαμεν,

105

τὸν τοῦ θεοῦ δὲ χρησμὸν οὐκ ἀτιστέον.

106

ναοῦ δ' ἀπαλλαχθέντε κρύψωμεν δέμας

107

κατ' ἄντρ' ἃ πόντος νοτίδι διακλύζει μέλας

108

νεὼς ἄπωθεν, μή τις εἰσιδὼν σκάφος

109

βασιλεῦσιν εἴπηι κἆιτα ληφθῶμεν βίαι.

110

ὅταν δὲ νυκτὸς ὄμμα λυγαίας μόληι,

111

τολμητέον τοι ξεστὸν ἐκ ναοῦ λαβεῖν

112

ἄγαλμα πάσας προσφέροντε μηχανάς.

113

†ὅρα δέ γ' εἴσω τριγλύφων ὅποι κενὸν

114

δέμας καθεῖναι†· τοὺς πόνους γὰρ ἁγαθοὶ

115

τολμῶσι, δειλοὶ δ' εἰσὶν οὐδὲν οὐδαμοῦ.

116

οὔτοι μακρὸν μὲν ἤλθομεν κώπηι πόρον

117

ἐκ τερμάτων δὲ νόστον ἀροῦμεν πάλιν.

118

{Ορ.} ἀλλ' εὖ γὰρ εἶπας, πειστέον· χωρεῖν χρεὼν

119

ὅποι χθονὸς κρύψαντε λήσομεν δέμας.

120

οὐ γὰρ τὸ τοῦ θεοῦ γ' αἴτιος γενήσομαι

121

πεσεῖν ἄχρηστον θέσφατον· τολμητέον.

122

μόχθος γὰρ οὐδεὶς τοῖς νέοις σκῆψιν φέρει.

123

{Ιφ.} εὐφαμεῖτ', ὦ

124

πόντου δισσὰς συγχωρούσας

125

πέτρας ἀξείνου ναίοντες.

126

{ΧΟΡΟΣ} ὦ παῖ τᾶς Λατοῦς,

127

Δίκτυνν' οὐρεία,

128

πρὸς σὰν αὐλάν, εὐστύλων

129

ναῶν χρυσήρεις θριγκούς,

130

ὁσίας ὅσιον πόδα παρθένιον

131

κληιδούχου δούλα πέμπω,

132

Ἑλλάδος εὐίππου πύργους

133

καὶ τείχη χόρτων τ' εὐδένδρων

135

ἐξαλλάξας' Εὐρώπαν,

136

πατρώιων οἴκων ἕδρας.

137

ἔμολον· τί νέον; τίνα φροντίδ' ἔχεις;

138

τί με πρὸς ναοὺς ἄγαγες ἄγαγες,

139

ὦ παῖ τοῦ τᾶς Τροίας πύργους

140

ἐλθόντος κλεινᾶι σὺν κώπαι

141

χιλιοναύτα μυριοτευχοῦς

142

†Ἀτρειδᾶν τῶν κλεινῶν†;

143

{Ιφ.} ἰὼ δμωαί,

144

δυσθρηνήτοις ὡς θρήνοις

145

ἔγκειμαι, τᾶς οὐκ εὐμούσου

146

μολπᾶς ἀλύροις ἐλέγοις, αἰαῖ,

147

ἐν κηδείοις οἴκτοισιν.

148

ἆταί μοι συμβαίνους' ἆται

149

σύγγονον ἁμὸν κατακλαιομέναι

150

†ζωᾶς, οἵαν ἰδόμαν†

151

ὄψιν ὀνείρων

152

νυκτὸς τᾶς ἐξῆλθ' ὄρφνα.

153

ὀλόμαν ὀλόμαν·

154

οὐκ εἴς' οἶκοι πατρῶιοι·

155

οἴμοι 〈μοι〉 φροῦδος γέννα.

156

φεῦ φεῦ τῶν Ἄργει μόχθων.

157

ἰὼ δαῖμον,

158

μόνον ὅς με κασίγνητον συλᾶις

159

Ἀίδαι πέμψας, ὧι τάσδε χοὰς

160

μέλλω κρατῆρά τε τὸν φθιμένων

161

ὑγραίνειν γαίας ἐν νώτοις

162

παγάς τ' οὐρειᾶν ἐκ μόσχων

163

Βάκχου τ' οἰνηρὰς λοιβὰς

165

ξουθᾶν τε πόνημα μελισσᾶν,

166

ἃ νεκροῖς θελκτήρια χεῖται.

167

ἀλλ' ἔνδος μοι πάγχρυσον

168

τεῦχος καὶ λοιβὰν Ἅιδα.

170

ὦ κατὰ γαίας Ἀγαμεμνόνιον

171

θάλος, ὡς φθιμένωι τάδε σοι πέμπω.

172

δέξαι δ'· οὐ γὰρ πρὸς τύμβον σοι

173

ξανθὰν χαίταν, οὐ δάκρυ' οἴσω.

175

τηλόσε γὰρ δὴ σᾶς ἀπενάσθην

176

πατρίδος καὶ ἐμᾶς, ἔνθα δοκήμασι

177

κεῖμαι σφαχθεῖς' ἁ τλάμων.

179

{Χο.} ἀντιψάλμους ὠιδὰς ὕμνων τ'

180

Ἀσιητᾶν σοι βάρβαρον ἀχάν,

181

δέσποιν', ἐξαυδάσω, τὰν ἐν

182

θρήνοις μοῦσαν νέκυσιν μέλεον,

183

τὰν ἐν μολπαῖς Ἅιδας ὑμνεῖ

185

δίχα παιάνων.

186

οἴμοι τῶν Ἀτρειδᾶν οἴκων.

187

ἔρρει φῶς σκῆπτρόν 〈τ'〉, οἴμοι,

188

πατρίων οἴκων.

189

†τίν' ἐκ τῶν εὐόλβων Ἄργει

190

βασιλέων ἀρχά†.

191

μόχθος δ' ἐκ μόχθων ἄισσει

post 191

〈 〉

post 192

δινευούσαις ἵπποις πταναῖς.

post 193

ἀλλάξας δ' ἐξ ἕδρας ἱερὸν

post 194

†ὄμμ' αὐγᾶς ἅλιος†.

post 195

†ἄλλοις† δ' ἄλλα προσέβα

post 196

χρυσέας ἀρνὸς μελάθροις ὀδύνα

post 197

†φόνος ἐπὶ φόνωι ἄχεα ἄχεσιν†.

post 198

ἔνθεν τῶν πρόσθεν δμαθέντων

200

ἐκβαίνει ποινὰ Τανταλιδᾶν

201

εἰς οἴκους, σπεύδει δ' ἀσπούδαστ'

202

ἐπὶ σοὶ δαίμων.

203

{Ιφ.} ἐξ ἀρχᾶς μοι δυσδαίμων

204

δαίμων 〈

205

〉 τᾶς ματρὸς ζώνας καὶ νυκτὸς κείνας· ἐξ ἀρχᾶς

206

λόχιαι στερρὰν παιδείαν

207

Μοῖραι συντείνουσιν θεαί·

209

ἃν πρωτόγονον θάλος ἐν θαλάμοις

210

Λήδας ἁ τλάμων κούρα

211

σφάγιον πατρώιαι λώβαι

212

καὶ θῦμ' οὐκ εὐγάθητον

213

†ἔτεκεν ἔτρεφεν εὐκταίαν†.

214

ἱππείοις 〈δ'〉 ἐν δίφροισι

215

ψαμάθων Αὐλίδος ἐπέβασαν

216

νύμφαν, οἴμοι, δύσνυμφον

217

τῶι τᾶς Νηρέως κούρας, αἰαῖ.

218

νῦν δ' ἀξείνου πόντου ξείνα

219

δυσχόρτους οἴκους ναίω,

220

ἄγαμος ἄτεκνος ἄπολις ἄφιλος,

208

ἁ μναστευθεῖς' ἐξ Ἑλλάνων,

221

οὐ τὰν Ἄργει μέλπους' Ἥραν

222

οὐδ' ἱστοῖς ἐν καλλιφθόγγοις

223

κερκίδι Παλλάδος Ἀτθίδος εἰκὼ

224

〈καὶ〉 Τιτάνων ποικίλλους', ἀλλ'

225

†αἱμορράντων δυσφόρμιγγα

226

ξείνων αἱμάσσους' ἄταν βωμοὺς†

227

οἰκτράν τ' αἰαζόντων αὐδὰν

228

οἰκτρόν τ' ἐκβαλλόντων δάκρυον.

229

καὶ νῦν κείνων μέν μοι λάθα,

230

τὸν δ' Ἄργει δμαθέντ' ἀγκλαίω

231

σύγγονον, ὃν ἔλιπον ἐπιμαστίδιον

232

ἔτι βρέφος, ἔτι νέον, ἔτι θάλος

234

ἐν χερσὶν ματρὸς πρὸς στέρνοις τ'

235

Ἄργει σκηπτοῦχον Ὀρέσταν.

236

{Χο.} καὶ μὴν ὅδ' ἀκτὰς ἐκλιπὼν θαλασσίους

237

βουφορβὸς ἥκει σημανῶν τί σοι νέον.

238

{ΒΟΥΚΟΛΟΣ} Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τέκνον,

239

ἄκουε καινῶν ἐξ ἐμοῦ κηρυγμάτων.

240

{Ιφ.} τί δ' ἔστι τοῦ παρόντος ἐκπλῆσσον λόγου;

241

{Βο.} ἥκουσιν ἐς γῆν, κυανέας Συμπληγάδας

242

πλάτηι φυγόντες, δίπτυχοι νεανίαι,

243

θεᾶι φίλον πρόσφαγμα καὶ θυτήριον

244

Ἀρτέμιδι. χέρνιβας δὲ καὶ κατάργματα

245

οὐκ ἂν φθάνοις ἂν εὐτρεπῆ ποιουμένη.

246

{Ιφ.} ποδαποί; τίνος γῆς σχῆμ' ἔχουσιν οἱ ξένοι;

247

{Βο.} Ἕλληνες· ἓν τοῦτ' οἶδα κοὐ περαιτέρω.

248

{Ιφ.} οὐδ' ὄνομ' ἀκούσας οἶσθα τῶν ξένων φράσαι;

249

{Βο.} Πυλάδης ἐκλήιζεθ' ἅτερος πρὸς θατέρου.

250

{Ιφ.} τῶι ξυζύγωι δὲ τοῦ ξένου τί τοὔνομ' ἦν;

251

{Βο.} οὐδεὶς τόδ' οἶδεν· οὐ γὰρ εἰσηκούσαμεν.

252

{Ιφ.} ποῦ δ' εἴδετ' αὐτοὺς κἀντυχόντες εἵλετε;

253

{Βο.} ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου.

254

{Ιφ.} καὶ τίς θαλάσσης βουκόλοις κοινωνία;

255

{Βο.} βοῦς ἤλθομεν νίψοντες ἐναλίαι δρόσωι.

256

{Ιφ.} ἐκεῖσε δὴ 'πάνελθε, πῶς νιν εἵλετε

257

τρόπωι θ' ὁποίωι· τοῦτο γὰρ μαθεῖν θέλω.

258

[χρόνιοι γὰρ ἥκους'· οὐδέ πω βωμὸς θεᾶς

259

Ἑλληνικαῖσιν ἐξεφοινίχθη ῥοαῖς.]

260

{Βο.} ἐπεὶ τὸν ἐκρέοντα διὰ Συμπληγάδων

261

βοῦς ὑλοφορβοὺς πόντον εἰσεβάλλομεν,

262

ἦν τις διαρρὼξ κυμάτων πολλῶι σάλωι

263

κοιλωπὸς ἀγμός, πορφυρευτικαὶ στέγαι.

264

ἐνταῦθα δισσοὺς εἶδέ τις νεανίας

265

βουφορβὸς ἡμῶν, κἀνεχώρησεν πάλιν

266

ἄκροισι δακτύλοισι πορθμεύων ἴχνος.

267

ἔλεξε δ'· Οὐχ ὁρᾶτε; δαίμονές τινες

268

θάσσουσιν οἵδε. θεοσεβὴς δ' ἡμῶν τις ὢν

269

ἀνέσχε χεῖρα καὶ προσηύξατ' εἰσιδών·

270

Ὦ ποντίας παῖ Λευκοθέας, νεῶν φύλαξ,

271

δέσποτα Παλαῖμον, ἵλεως ἡμῖν γενοῦ,

272

εἴτ' οὖν ἐπ' ἀκταῖς θάσσετον Διοσκόρω,

273

ἢ Νηρέως ἀγάλμαθ', ὃς τὸν εὐγενῆ

274

ἔτικτε πεντήκοντα Νηρήιδων χορόν.

275

ἄλλος δέ τις μάταιος, ἀνομίαι θρασύς,

276

ἐγέλασεν εὐχαῖς, ναυτίλους δ' ἐφθαρμένους

277

θάσσειν φάραγγ' ἔφασκε τοῦ νόμου φόβωι,

278

κλύοντας ὡς θύοιμεν ἐνθάδε ξένους.

279

ἔδοξε δ' ἡμῶν εὖ λέγειν τοῖς πλείοσιν,

280

θηρᾶν τε τῆι θεῶι σφάγια τἀπιχώρια.

281

κἀν τῶιδε πέτραν ἅτερος λιπὼν ξένοιν

282

ἔστη κάρα τε διετίναξ' ἄνω κάτω

283

κἀνεστέναξεν ὠλένας τρέμων ἄκρας,

284

μανίαις ἀλαίνων, καὶ βοᾶι †κυναγὸς ὥς†·

285

Πυλάδη, δέδορκας τήνδε; τήνδε δ' οὐχ ὁρᾶις

286

Ἅιδου δράκαιναν ὥς με βούλεται κτανεῖν

287

δειναῖς ἐχίδναις εἰς ἔμ' ἐστομωμένη;

288

ἡ 'κ γειτόνων δὲ πῦρ πνέουσα καὶ φόνον

289

πτεροῖς ἐρέσσει, μητέρ' ἀγκάλαις ἐμὴν

290

ἔχουσα, πέτρινον ἄχθος, ὡς ἐπεμβάληι.

291

οἴμοι, κτενεῖ με· ποῖ φύγω; παρῆν δ' ὁρᾶν

292

οὐ ταῦτα μορφῆς σχήματ', ἀλλ' †ἠλλάσσετο†

293

φθογγάς τε μόσχων καὶ κυνῶν ὑλάγματα,

294

†ἃς φᾶς'† Ἐρινῦς ἱέναι μιμήματα.

295

ἡμεῖς δὲ συσταλέντες, ὡς θανουμένου,

296

σιγῆι καθήμεθ'· ὁ δὲ χερὶ σπάσας ξίφος,

297

μόσχους ὀρούσας ἐς μέσας λέων ὅπως,

298

παίει σιδήρωι λαγόνας ἐς πλευράς 〈θ'〉 ἱείς,

299

δοκῶν Ἐρινῦς θεὰς ἀμύνεσθαι τάδε,

300

ὥσθ' αἱματηρὸν πέλαγος ἐξανθεῖν ἁλός.

301

κἀν τῶιδε πᾶς τις, ὡς ὁρᾶι βουφόρβια

302

πίπτοντα καὶ πορθούμεν', ἐξωπλίζετο,

303

κόχλους τε φυσῶν συλλέγων τ' ἐγχωρίους·

304

πρὸς εὐτραφεῖς γὰρ καὶ νεανίας ξένους

305

φαύλους μάχεσθαι βουκόλους ἡγούμεθα.

306

πολλοὶ δ' ἐπληρώθημεν οὐ μακρῶι χρόνωι.

307

πίπτει δὲ μανίας πίτυλον ὁ ξένος μεθείς,

308

στάζων ἀφρῶι γένειον· ὡς δ' ἐσείδομεν

309

προύργου πεσόντα, πᾶς ἀνὴρ εἶχεν πόνον

310

βάλλων ἀράσσων. ἅτερος δὲ τοῖν ξένοιν

311

ἀφρόν τ' ἀπέψη σώματός τ' ἐτημέλει

312

πέπλων τε προυκάλυπτεν εὐπήνους ὑφάς,

313

καραδοκῶν μὲν τἀπιόντα τραύματα,

314

φίλον δὲ θεραπείαισιν ἄνδρ' εὐεργετῶν.

315

ἔμφρων δ' ἀνάιξας ὁ ξένος πεσήματος

316

ἔγνω κλύδωνα πολεμίων προσκείμενον

317

καὶ τὴν παροῦσαν συμφορὰν αὑτοῖν πέλας

318

ὤιμωξέ θ'· ἡμεῖς δ' οὐκ ἀνίεμεν πέτροις

319

βάλλοντες, ἄλλος ἄλλοθεν προσκείμενοι.

320

οὗ δὴ τὸ δεινὸν παρακέλευσμ' ἠκούσαμεν·

321

Πυλάδη, θανούμεθ', ἀλλ' ὅπως θανούμεθα

322

κάλλισθ'· ἕπου μοι, φάσγανον σπάσας χερί.

323

ὡς δ' εἴδομεν δίπαλτα πολεμίων ξίφη,

324

φυγῆι λεπαίας ἐξεπίμπλαμεν νάπας.

325

ἀλλ', εἰ φύγοι τις, ἅτεροι προσκείμενοι

326

ἔβαλλον αὐτούς· εἰ δὲ τούσδ' ὠσαίατο,

327

αὖθις τὸ νῦν ὑπεῖκον ἤρασσεν πέτροις.

328

ἀλλ' ἦν ἄπιστον· μυρίων γὰρ ἐκ χερῶν

329

οὐδεὶς τὰ τῆς θεοῦ θύματ' εὐτύχει βαλών.

330

μόλις δέ νιν τόλμηι μὲν οὐ χειρούμεθα,

331

κύκλωι δὲ περιβαλόντες ἐξεκόψαμεν

332

πέτροισι χειρῶν φάσγαν', ἐς δὲ γῆν γόνυ

333

καμάτωι καθεῖσαν. πρὸς δ' ἄνακτα τῆσδε γῆς

334

κομίζομέν νιν. ὁ δ' ἐσιδὼν ὅσον τάχος

335

ἐς χέρνιβάς τε καὶ σφαγεῖ' ἔπεμπέ σοι.

336

ηὔχου δὲ τοιάδ', ὦ νεᾶνι, σοὶ ξένων

337

σφάγια παρεῖναι· κἂν ἀναλίσκηις ξένους

338

τοιούσδε, τὸν σὸν Ἑλλὰς ἀποτείσει φόνον

339

δίκας τίνουσα τῆς ἐν Αὐλίδι σφαγῆς.

340

{Χο.} θαυμάστ' ἔλεξας τὸν μανένθ', ὅστις ποτὲ

341

Ἕλληνος ἐκ γῆς πόντον ἦλθεν ἄξενον.

342

{Ιφ.} εἶἑν· σὺ μὲν κόμιζε τοὺς ξένους μολών,

343

τὰ δ' ἐνθάδ' ἡμεῖς ὅσια φροντιούμεθα.

344

ὦ καρδία τάλαινα, πρὶν μὲν ἐς ξένους

345

γαληνὸς ἦσθα καὶ φιλοικτίρμων ἀεί,

346

ἐς θοὐμόφυλον ἀναμετρουμένη δάκρυ,

347

Ἕλληνας ἄνδρας ἡνίκ' ἐς χέρας λάβοις.

348

νῦν δ' ἐξ ὀνείρων οἷσιν ἠγριώμεθα

349

[δοκοῦς' Ὀρέστην μηκέθ' ἥλιον βλέπειν]

350

δύσνουν με λήψεσθ', οἵτινές ποθ' ἥκετε.

351

[καὶ τοῦτ' ἄρ' ἦν ἀληθές, ἠισθόμην, φίλαι·

352

οἱ δυστυχεῖς γὰρ τοῖσιν εὐτυχεστέροις

353

αὐτοὶ κακῶς πράξαντες οὐ φρονοῦσιν εὖ.]

354

ἀλλ' οὔτε πνεῦμα Διόθεν ἦλθε πώποτε,

355

οὐ πορθμίς, ἥτις διὰ πέτρας Συμπληγάδας

356

Ἑλένην ἐπήγαγ' ἐνθάδ', ἥ μ' ἀπώλεσεν,

357

Μενέλεών θ', ἵν' αὐτοὺς ἀντετιμωρησάμην,

358

τὴν ἐνθάδ' Αὖλιν ἀντιθεῖσα τῆς ἐκεῖ,

359

οὗ μ' ὥστε μόσχον Δαναΐδαι χειρούμενοι

360

ἔσφαζον, ἱερεὺς δ' ἦν ὁ γεννήσας πατήρ.

361

οἴμοι (κακῶν γὰρ τῶν τότ' οὐκ ἀμνημονῶ),

362

ὅσας γενείου χεῖρας ἐξηκόντισα

363

γονάτων τε τοῦ τεκόντος, ἐξαρτωμένη,

364

λέγουσα τοιάδ'· Ὦ πάτερ, νυμφεύομαι

365

νυμφεύματ' αἰσχρὰ πρὸς σέθεν· μήτηρ δ' ἐμὲ

366

σέθεν κατακτείνοντος Ἀργεῖαί τε νῦν

367

ὑμνοῦσιν ὑμεναίοισιν, αὐλεῖται δὲ πᾶν

368

μέλαθρον· ἡμεῖς δ' ὀλλύμεσθα πρὸς σέθεν.

369

Ἅιδης Ἀχιλλεὺς ἦν ἄρ', οὐχ ὁ Πηλέως,

370

ὅν μοι προτείνας πόσιν ἐν ἁρμάτων ὄχοις

371

ἐς αἱματηρὸν γάμον ἐπόρθμευσας δόλωι.

372

ἐγὼ δὲ λεπτῶν ὄμμα διὰ καλυμμάτων

373

ἔχους' ἀδελφὸν οὔτ' ἀνειλόμην χεροῖν,

374

ὃς νῦν ὄλωλεν, οὐ κασιγνήτηι στόμα

375

συνῆψ' ὑπ' αἰδοῦς, ὡς ἰοῦς' ἐς Πηλέως

376

μέλαθρα· πολλὰ δ' ἀπεθέμην ἀσπάσματα

377

ἐς αὖθις, ὡς ἥξους' ἐς Ἄργος αὖ πάλιν.

378

ὦ τλῆμον, εἰ τέθνηκας, ἐξ οἵων καλῶν

379

ἔρρεις, Ὀρέστα, καὶ πατρὸς ζηλωμάτων.

380

τὰ τῆς θεοῦ δὲ μέμφομαι σοφίσματα,

381

ἥτις βροτῶν μὲν ἤν τις ἅψηται φόνου

382

ἢ καὶ λοχείας ἢ νεκροῦ θίγηι χεροῖν

383

βωμῶν ἀπείργει, μυσαρὸν ὡς ἡγουμένη,

384

αὐτὴ δὲ θυσίαις ἥδεται βροτοκτόνοις.

385

οὐκ ἔσθ' ὅπως ἔτεκεν ἂν ἡ Διὸς δάμαρ

386

Λητὼ τοσαύτην ἀμαθίαν. ἐγὼ μὲν οὖν

387

τὰ Ταντάλου θεοῖσιν ἑστιάματα

388

ἄπιστα κρίνω, παιδὸς ἡσθῆναι βορᾶι,

389

τοὺς δ' ἐνθάδ', αὐτοὺς ὄντας ἀνθρωποκτόνους,

390

ἐς τὴν θεὸν τὸ φαῦλον ἀναφέρειν δοκῶ·

391

οὐδένα γὰρ οἶμαι δαιμόνων εἶναι κακόν.

392

{Χο.} κυάνεαι κυάνεαι σύνοδοι θαλάσσας,

394

ἵν' οἶστρος †ὁ πετόμενος Ἀργόθεν†

395

ἄξενον ἐπ' οἶδμα διεπέρασεν 〈 〉

396

Ἀσιήτιδα γαῖαν

397

Εὐρώπας διαμείψας.

399

τίνες ποτ' ἄρα τὸν εὔυδρον δονακόχλοον

400

λιπόντες Εὐρώταν

401

ἢ ῥεύματα σεμνὰ Δίρκας

403

ἔβασαν ἔβασαν ἄμεικτον αἶαν, ἔνθα κούραι

404

δίαι τέγγει

405

βωμοὺς καὶ περικίονας

406

ναοὺς αἷμα βρότειον;

407

ἦ ῥοθίοις εἰλατίνας δικρότοισι κώπας

409

†ἔπλευσαν ἐπὶ πόντια κύματα†

410

νάιον ὄχημα λινοπόροις 〈σὺν〉 αὔραις,

411

φιλόπλουτον ἅμιλλαν

412

αὔξοντες μελάθροισιν;

414

φίλα γὰρ ἐλπὶς †γένετ' ἐπὶ πήμασι βροτῶν†

415

ἄπληστος ἀνθρώποις,

416

ὄλβου βάρος οἳ φέρονται

417

πλάνητες ἐπ' οἶδμα πόλεις 〈τε〉 βαρβάρους περῶντες

419

κοινᾶι δόξαι·

420

γνώμα δ' οἷς μὲν ἄκαιρος ὄλ-

421

βου, τοῖς δ' ἐς μέσον ἥκει.

422

πῶς τὰς συνδρομάδας πέτρας,

423

πῶς Φινεΐδας †ἀύ-

424

πνους† ἀκτὰς ἐπέρα-

425

σαν παρ' ἅλιον αἰγιαλὸν ἐπ' Ἀμφιτρί-

426

τας ῥοθίωι δραμόντες,

427

ὅπου πεντήκοντα κορᾶν

428

Νηρήιδων 〈 〉 χοροὶ

429

μέλπουσιν ἐγκύκλιοι,

430

πλησιστίοισι πνοαῖς,

431

συριζόντων κατὰ πρύμναν

432

εὐναίων πηδαλίων,

433

αὔραισιν νοτίαις

434

ἢ πνεύμασι Ζεφύρου,

435

τὰν πολυόρνιθον ἐπ' αἶ-

436

αν, λευκὰν ἀκτάν, Ἀχιλῆ-

437

ος, δρόμους καλλισταδίους,

438

ἄξεινον κατὰ πόντον;

439

εἴθ' εὐχαῖσιν δεσποσύνοις

440

Λήδας Ἑλένα φίλα

441

παῖς ἐλθοῦσα τύχοι

442

Τρωϊάδα λιποῦσα πόλιν, ἵν' ἀμφὶ χαί-

443

ταν δρόσον αἱματηρὰν

444

ἑλιχθεῖσα λαιμοτόμωι

445

δεσποίνας χειρὶ θάνηι

446

ποινὰς δοῦς' ἀντιπάλους.

447

ἥδιστ' ἂν δ' ἀγγελίαν

448

δεξαίμεσθ', Ἑλλάδος ἐκ γᾶς

449

πλωτήρων εἴ τις ἔβα

450

δουλείας ἐμέθεν

451

δειλαίας παυσίπονος·

452

〈κἀν〉 γὰρ ὀνείροισι συνεί-

453

ην δόμοις πόλει τε πατρώι-

454

αι, τερπνῶν ὕπνων ἀπόλαυ-

455

σιν, κοινὰν χάριν †ὄλβα†.

456

ἀλλ' οἵδε χέρας δεσμοῖς δίδυμοι

457

συνερεισθέντες χωροῦσι, νέον

458

πρόσφαγμα θεᾶς. σιγᾶτε, φίλαι·

459

τὰ γὰρ Ἑλλήνων ἀκροθίνια δὴ

460

ναοῖσι πέλας τάδε βαίνει,

461

οὐδ' ἀγγελίας ψευδεῖς ἔλακεν

462

βουφορβὸς ἀνήρ.

463

ὦ πότνι', εἴ σοι τάδ' ἀρεσκόντως

464

πόλις ἥδε τελεῖ, δέξαι θυσίας,

465

ἃς ὁ παρ' ἡμῖν νόμος οὐχ ὁσίας

466

†Ἕλλησι διδοὺς† ἀναφαίνει.

467

τὰ τῆς θεοῦ μὲν πρῶτον ὡς καλῶς ἔχηι

468

φροντιστέον μοι. μέθετε τῶν ξένων χέρας,

469

ὡς ὄντες ἱεροὶ μηκέτ' ὦσι δέσμιοι.

470

ναοῦ δ' ἔσω στείχοντες εὐτρεπίζετε

471

ἃ χρὴ 'πὶ τοῖς παροῦσι καὶ νομίζεται.

472

φεῦ· τίς ἆρα μήτηρ ἡ τεκοῦς' ὑμᾶς ποτε

473

πατήρ τ' ἀδελφή τ', εἰ γεγῶσα τυγχάνει;

474

οἵων στερεῖσα διπτύχων νεανιῶν

475

ἀνάδελφος ἔσται. τὰς τύχας τίς οἶδ' ὅτωι

476

τοιαίδ' ἔσονται; πάντα γὰρ τὰ τῶν θεῶν

477

ἐς ἀφανὲς ἕρπει κοὐδὲν οἶδ' οὐδεὶς †κακόν†·

478

ἡ γὰρ τύχη παρήγαγ' ἐς τὸ δυσμαθές.

479

πόθεν ποθ' ἥκετ', ὦ ταλαίπωροι ξένοι;

480

ὡς διὰ μακροῦ μὲν τήνδ' ἐπλεύσατε χθόνα,

481

μακρὸν δ' ἀπ' οἴκων χρόνον ἔσεσθε δὴ κάτω.

482

{Ορ.} τί ταῦτ' ὀδύρηι κἀπὶ τοῖς μέλουσι νῶιν

483

κακοῖς σὲ λυπεῖς, ἥτις εἶ ποτ', ὦ γύναι;

484

οὔτοι νομίζω σοφόν, ὃς ἂν μέλλων κτανεῖν

485

οἴκτωι τὸ δεῖμα τοὐλέθρου νικᾶν θέληι,

486

οὐδ' ὅστις Ἅιδην ἐγγὺς ὄντ' οἰκτίζεται

487

σωτηρίας ἄνελπις· ὡς δύ' ἐξ ἑνὸς

488

κακὼ συνάπτει, μωρίαν τ' ὀφλισκάνει

489

θνήισκει θ' ὁμοίως· τὴν τύχην δ' ἐᾶν χρεών.

490

ἡμᾶς δὲ μὴ θρήνει σύ· τὰς γὰρ ἐνθάδε

491

θυσίας ἐπιστάμεσθα καὶ γιγνώσκομεν.

492

{Ιφ.} πότερος ἄρ' ὑμῶν †ἐνθάδ' ὠνομασμένος†

493

Πυλάδης κέκληται; τόδε μαθεῖν πρῶτον θέλω.

494

{Ορ.} ὅδ', εἴ τι δή σοι τοῦτ' ἐν ἡδονῆι μαθεῖν.

495

{Ιφ.} ποίας πολίτης πατρίδος Ἕλληνος γεγώς;

496

{Ορ.} τί δ' ἂν μαθοῦσα τόδε πλέον λάβοις, γύναι;

497

{Ιφ.} πότερον ἀδελφὼ μητρός ἐστον ἐκ μιᾶς;

498

{Ορ.} φιλότητί γ'· ἐσμὲν δ' οὐ κασιγνήτω, γύναι.

499

{Ιφ.} σοὶ δ' ὄνομα ποῖον ἔθεθ' ὁ γεννήσας πατήρ;

500

{Ορ.} τὸ μὲν δίκαιον Δυστυχὴς καλοίμεθ' ἄν.

501

{Ιφ.} οὐ τοῦτ' ἐρωτῶ· τοῦτο μὲν δὸς τῆι τύχηι.

502

{Ορ.} ἀνώνυμοι θανόντες οὐ γελώιμεθ' ἄν.

503

{Ιφ.} τί δὲ φθονεῖς τοῦτ'; ἦ φρονεῖς οὕτω μέγα;

504

{Ορ.} τὸ σῶμα θύσεις τοὐμόν, οὐχὶ τοὔνομα.

505

{Ιφ.} οὐδ' ἂν πόλιν φράσειας ἥτις ἐστί σοι;

506

{Ορ.} ζητεῖς γὰρ οὐδὲν κέρδος ὡς θανουμένωι.

507

{Ιφ.} χάριν δὲ δοῦναι τήνδε κωλύει τί σε;

508

{Ορ.} τὸ κλεινὸν Ἄργος πατρίδ' ἐμὴν ἐπεύχομαι.

509

{Ιφ.} πρὸς θεῶν, ἀληθῶς, ὦ ξέν', εἶ κεῖθεν γεγώς;

510

{Ορ.} ἐκ τῶν Μυκηνῶν 〈γ'〉, αἵ ποτ' ἦσαν ὄλβιαι.

515

{Ιφ.} καὶ μὴν ποθεινός γ' ἦλθες ἐξ Ἄργους μολών.

516

{Ορ.} οὔκουν ἐμαυτῶι γ'· εἰ δὲ σοί, σὺ τοῦθ' ὅρα.

511

{Ιφ.} φυγὰς 〈δ'〉 ἀπῆρας πατρίδος ἢ ποίαι τύχηι;

512

{Ορ.} φεύγω τρόπον γε δή τιν' οὐχ ἑκὼν ἑκών.

513

{Ιφ.} ἆρ' ἄν τί μοι φράσειας ὧν ἐγὼ θέλω;

514

{Ορ.} ὡς ἐν παρέργωι τῆς ἐμῆς δυσπραξίας.

517

{Ιφ.} Τροίαν ἴσως οἶσθ', ἧς ἁπανταχοῦ λόγος.

518

{Ορ.} ὡς μήποτ' ὤφελόν γε μηδ' ἰδὼν ὄναρ.

519

{Ιφ.} φασίν νιν οὐκέτ' οὖσαν οἴχεσθαι δορί.

520

{Ορ.} ἔστιν γὰρ οὕτως οὐδ' ἄκραντ' ἠκούσατε.

521

{Ιφ.} Ἑλένη δ' ἀφῖκται δῶμα Μενέλεω πάλιν;

522

{Ορ.} ἥκει, κακῶς γ' ἐλθοῦσα τῶν ἐμῶν τινι.

523

{Ιφ.} καὶ ποῦ 'στι; κἀμοὶ γάρ τι προυφείλει κακόν.

524

{Ορ.} Σπάρτηι ξυνοικεῖ τῶι πάρος ξυνευνέτηι.

525

{Ιφ.} ὦ μῖσος εἰς Ἕλληνας, οὐκ ἐμοὶ μόνηι.

526

{Ορ.} ἀπέλαυσα κἀγὼ δή τι τῶν κείνης γάμων.

527

{Ιφ.} νόστος δ' Ἀχαιῶν ἐγένεθ', ὡς κηρύσσεται;

528

{Ορ.} ὡς πάνθ' ἅπαξ με συλλαβοῦς' ἀνιστορεῖς.

529

{Ιφ.} πρὶν γὰρ θανεῖν σε, τοῦδ' ἐπαυρέσθαι θέλω.

530

{Ορ.} ἔλεγχ', ἐπειδὴ τοῦδ' ἐρᾶις· λέξω δ' ἐγώ.

531

{Ιφ.} Κάλχας τις ἦλθε μάντις ἐκ Τροίας πάλιν;

532

{Ορ.} ὄλωλεν, ὡς ἦν ἐν Μυκηναίοις λόγος.

533

{Ιφ.} ὦ πότνι', ὡς εὖ. τί γὰρ ὁ Λαέρτου γόνος;

534

{Ορ.} οὔπω νενόστηκ' οἶκον, ἔστι δ', ὡς λόγος.

535

{Ιφ.} ὄλοιτο, νόστου μήποτ' ἐς πάτραν τυχών.

536

{Ορ.} μηδὲν κατεύχου· πάντα τἀκείνου νοσεῖ.

537

{Ιφ.} Θέτιδος δ' ὁ τῆς Νηρῆιδος ἔστι παῖς ἔτι;

538

{Ορ.} οὐκ ἔστιν· ἄλλως λέκτρ' ἔγημ' ἐν Αὐλίδι.

539

{Ιφ.} δόλια γάρ, ὡς ἴσασιν οἱ πεπονθότες.

540

{Ορ.} τίς εἶ ποθ'; ὡς εὖ πυνθάνηι τἀφ' Ἑλλάδος.

541

{Ιφ.} ἐκεῖθέν εἰμι· παῖς ἔτ' οὖς' ἀπωλόμην.

542

{Ορ.} ὀρθῶς ποθεῖς ἄρ' εἰδέναι τἀκεῖ, γύναι.

543

{Ιφ.} τί δ' ὁ στρατηγός, ὃν λέγους' εὐδαιμονεῖν;

544

{Ορ.} τίς; οὐ γὰρ ὅν γ' ἐγὦιδα τῶν εὐδαιμόνων.

545

{Ιφ.} Ἀτρέως ἐλέγετο δή τις Ἀγαμέμνων ἄναξ.

546

{Ορ.} οὐκ οἶδ'· ἄπελθε τοῦ λόγου τούτου, γύναι.

547

{Ιφ.} μὴ πρὸς θεῶν, ἀλλ' εἴφ', ἵν' εὐφρανθῶ, μένε.

548

{Ορ.} τέθνηχ' ὁ τλήμων, πρὸς δ' ἀπώλεσέν τινα.

549

{Ιφ.} τέθνηκε; ποίαι συμφορᾶι; τάλαιν' ἐγώ.

550

{Ορ.} τί δ' ἐστέναξας τοῦτο; μῶν προσῆκέ σοι;

551

{Ιφ.} τὸν ὄλβον αὐτοῦ τὸν πάροιθ' ἀναστένω.

552

{Ορ.} δεινῶς γὰρ ἐκ γυναικὸς οἴχεται σφαγείς.

553

{Ιφ.} ὦ πανδάκρυτος ἡ κτανοῦσα χὠ θανών.

554

{Ορ.} παῦσαί νυν ἤδη μηδ' ἐρωτήσηις πέρα.

555

{Ιφ.} τοσόνδε γ', εἰ ζῆι τοῦ ταλαιπώρου δάμαρ.

556

{Ορ.} οὐκ ἔστι· παῖς νιν ὃν ἔτεκ' αὐτὸς ὤλεσεν.

557

{Ιφ.} ὦ συνταραχθεὶς οἶκος. ὡς τί δὴ θέλων;

558

{Ορ.} πατρὸς θανόντος τήνδε τιμωρούμενος.

559

{Ιφ.} φεῦ· ὡς εὖ κακὸν δίκαιον ἐξεπράξατο.

560

{Ορ.} ἀλλ' οὐ τὰ πρὸς θεῶν εὐτυχεῖ δίκαιος ὤν.

561

{Ιφ.} λείπει δ' ἐν οἴκοις ἄλλον Ἀγαμέμνων γόνον;

562

{Ορ.} λέλοιπεν Ἠλέκτραν γε παρθένον μίαν.

563

{Ιφ.} τί δέ; σφαγείσης θυγατρὸς ἔστι τις λόγος;

564

{Ορ.} οὐδείς γε, πλὴν θανοῦσαν οὐχ ὁρᾶν φάος.

565

{Ιφ.} τάλαιν' ἐκείνη χὠ κτανὼν αὐτὴν πατήρ.

566

{Ορ.} κακῆς γυναικὸς χάριν ἄχαριν ἀπώλετο.

567

{Ιφ.} ὁ τοῦ θανόντος δ' ἔστι παῖς Ἄργει πατρός;

568

{Ορ.} ἔστ', ἄθλιός γε, κοὐδαμοῦ καὶ πανταχοῦ.

569

{Ιφ.} ψευδεῖς ὄνειροι, χαίρετ'· οὐδὲν ἦτ' ἄρα.

570

{Ορ.} οὐδ' οἱ σοφοί γε δαίμονες κεκλημένοι

571

πτηνῶν ὀνείρων εἰσὶν ἀψευδέστεροι.

572

πολὺς ταραγμὸς ἔν τε τοῖς θείοις ἔνι

573

κἀν τοῖς βροτείοις· †ἓν δὲ λυπεῖται μόνον†,

574

ὅτ' οὐκ ἄφρων ὢν μάντεων πεισθεὶς λόγοις

575

ὄλωλεν ὡς ὄλωλε τοῖσιν εἰδόσιν.

576

{Χο.} φεῦ φεῦ. τί δ' ἡμεῖς οἵ τ' ἐμοὶ γεννήτορες;

577

ἆρ' εἰσίν; ἆρ' οὐκ εἰσί; τίς φράσειεν ἄν;

578

{Ιφ.} ἀκούσατ'· ἐς γὰρ δή τιν' ἥκομεν λόγον,

579

ὑμῖν τ' ὄνησιν, ὦ ξένοι, σπεύδους' ἅμα

580

κἀμοί. τὸ δ' εὖ μάλιστά †γ' οὕτω γίγνεται†,

581

εἰ πᾶσι ταὐτὸν πρᾶγμ' ἀρεσκόντως ἔχει.

582

θέλοις ἄν, εἰ σώσαιμί ς', ἀγγεῖλαί τί μοι

583

πρὸς Ἄργος ἐλθὼν τοῖς ἐμοῖς ἐκεῖ φίλοις,

584

δέλτον τ' ἐνεγκεῖν, ἥν τις οἰκτίρας ἐμὲ

585

ἔγραψεν αἰχμάλωτος, οὐχὶ τὴν ἐμὴν

586

φονέα νομίζων χεῖρα, τοῦ νόμου δ' ὕπο

587

θνήισκειν †τὰ τῆς θεοῦ ταῦτα δίκαι' ἡγουμένης†;

588

οὐδένα γὰρ εἶχον ὅστις ἀγγείλαι μολὼν

589

ἐς Ἄργος αὖθις τάς 〈τ'〉 ἐμὰς ἐπιστολὰς

590

πέμψειε σωθεὶς τῶν ἐμῶν φίλων τινί.

591

σὺ δ' (εἶ γάρ, ὡς ἔοικας, οὔτι δυσγενὴς

592

καὶ τὰς Μυκήνας οἶσθα χοὒς ἐγὼ φιλῶ)

593

σώθητι κεῖσε, μισθὸν οὐκ αἰσχρὸν λαβών,

594

κούφων ἕκατι γραμμάτων σωτηρίαν.

595

οὗτος δ', ἐπείπερ πόλις ἀναγκάζει τάδε,

596

θεᾶι γενέσθω θῦμα χωρισθεὶς σέθεν.

597

{Ορ.} καλῶς ἔλεξας τἄλλα πλὴν ἕν, ὦ ξένη·

598

τὸ γὰρ σφαγῆναι τόνδ' ἐμοὶ βάρος μέγα.

599

ὁ ναυστολῶν γάρ εἰμ' ἐγὼ τὰς συμφοράς,

600

οὗτος δὲ συμπλεῖ τῶν ἐμῶν μόχθων χάριν.

601

οὔκουν δίκαιον ἐπ' ὀλέθρωι τῶι τοῦδ' ἐμὲ

602

χάριν τίθεσθαι καὐτὸν ἐκδῦναι κακῶν.

603

ἀλλ' ὣς γενέσθω· τῶιδε μὲν δέλτον δίδου·

604

πέμψει γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν·

605

ἡμᾶς δ' ὁ χρήιζων κτεινέτω. τὰ τῶν φίλων

606

αἴσχιστον ὅστις καταβαλὼν ἐς ξυμφορὰς

607

αὐτὸς σέσωται. τυγχάνει δ' ὅδ' ὢν φίλος,

608

ὃν οὐδὲν ἧσσον ἢ 'μὲ φῶς ὁρᾶν θέλω.

609

{Ιφ.} ὦ λῆμ' ἄριστον, ὡς ἀπ' εὐγενοῦς τινος

610

ῥίζης πέφυκας τοῖς φίλοις τ' ὀρθῶς φίλος.

611

τοιοῦτος εἴη τῶν ἐμῶν ὁμοσπόρων

612

ὅσπερ λέλειπται. καὶ γὰρ οὐδ' ἐγώ, ξένοι,

613

ἀνάδελφός εἰμι, πλὴν ὅς' οὐχ ὁρῶσά νιν.

614

ἐπεὶ δὲ βούληι ταῦτα, τόνδε πέμψομεν

615

δέλτον φέροντα, σὺ δὲ θανῆι· πολλὴ δέ τις

616

προθυμία σε τοῦδ' ἔχουσα τυγχάνει.

617

{Ορ.} θύσει δὲ τίς με καὶ τὰ δεινὰ τλήσεται;

618

{Ιφ.} ἐγώ· θεᾶς γὰρ τήνδε προστροπὴν ἔχω.

619

{Ορ.} ἄζηλον. ὦ νεᾶνι, κοὐκ εὐδαίμονα.

620

{Ιφ.} ἀλλ' εἰς ἀνάγκην κείμεθ', ἣν φυλακτέον.

621

{Ορ.} αὐτὴ ξίφει θύουσα θῆλυς ἄρσενας;

622

{Ιφ.} οὔκ, ἀλλὰ χαίτην ἀμφὶ σὴν χερνίψομαι.

623

{Ορ.} ὁ δὲ σφαγεὺς τίς, εἰ τάδ' ἱστορεῖν με χρή;

624

{Ιφ.} ἔσω δόμων τῶνδ' εἰσὶν οἷς μέλει τάδε.

625

{Ορ.} τάφος δὲ ποῖος δέξεταί μ', ὅταν θάνω;

626

{Ιφ.} πῦρ ἱερὸν ἔνδον χάσμα τ' εὐρωπὸν πέτρας.

627

{Ορ.} φεῦ· πῶς ἄν μ' ἀδελφῆς χεὶρ περιστείλειεν ἄν;

628

{Ιφ.} μάταιον εὐχήν, ὦ τάλας, ὅστις ποτ' εἶ,

629

ηὔξω· μακρὰν γὰρ βαρβάρου ναίει χθονός.

630

οὐ μήν, ἐπειδὴ τυγχάνεις Ἀργεῖος ὤν,

631

ἀλλ' ὧν γε δυνατὸν οὐδ' ἐγὼ 'λλείψω χάριν.

632

πολύν τε γάρ σοι κόσμον ἐνθήσω τάφωι

633

ξανθῶι τ' ἐλαίωι σῶμα σὸν †κατασβέσω†

634

καὶ τῆς ὀρείας ἀνθεμόρρυτον γάνος

635

ξουθῆς μελίσσης ἐς πυρὰν βαλῶ σέθεν.

636

ἀλλ' εἶμι δέλτον τ' ἐκ θεᾶς ἀνακτόρων

637

οἴσω. τὸ μέντοι δυσμενὲς μή μοὐγκαλῆις,

638

φυλάσσετ' αὐτούς, πρόσπολοι, δεσμῶν ἄτερ.

639

ἴσως ἄελπτα τῶν ἐμῶν φίλων τινὶ

640

πέμψω πρὸς Ἄργος, ὃν μάλιστ' ἐγὼ φιλῶ,

641

καὶ δέλτος αὐτῶι ζῶντας οὓς δοκεῖ θανεῖν

642

λέγους' ἀπίστους ἡδονὰς ἀπαγγελεῖ.

643

{Χο.} κατολοφύρομαι σὲ τὸν χερνίβων

645

ῥανίσι μελόμενον αἱμακταῖς.

646

{Ορ.} οἶκτος γὰρ οὐ ταῦτ', ἀλλὰ χαίρετ', ὦ ξέναι.

647

{Χο.} σὲ δὲ τύχας μάκαρος, ὦ νεανία,

649

σεβόμεθ' ἐς πάτραν ὅτι ποδ' ἐμβάσηι.

650

{Πυ.} ἄζηλά τοι φίλοισι, θνηισκόντων φίλων.

651

{Χο.} ὦ σχέτλιοι πομπαί—φεῦ φεῦ—

652

〈δύο〉 διολλῦσαι· αἰαῖ.

653

†πότερος ὁ μέλλων;†

655

ἔτι γὰρ ἀμφίλογα δίδυμα μέμονε φρήν,

656

σὲ πάρος ἢ ς' ἀναστενάξω γόοις.

658

{Ορ.} Πυλάδη, πέπονθας ταὐτὸ πρὸς θεῶν ἐμοί;

659

{Πυ.} οὐκ οἶδ'· ἐρωτᾶις οὐ λέγειν ἔχοντά με.

660

{Ορ.} τίς ἐστὶν ἡ νεᾶνις; ὡς Ἑλληνικῶς

661

ἀνήρεθ' ἡμᾶς τούς τ' ἐν Ἰλίωι πόνους

662

νόστον τ' Ἀχαιῶν τόν τ' ἐν οἰωνοῖς σοφὸν

663

Κάλχαντ' Ἀχιλλέως τ' ὄνομα, καὶ τὸν ἄθλιον

664

Ἀγαμέμνον' ὡς ὤικτιρ' ἀνηρώτα τέ με

665

γυναῖκα παῖδάς τ'. ἔστιν ἡ ξένη γένος

666

ἐκεῖθεν Ἀργεία τις· οὐ γὰρ ἄν ποτε

667

δέλτον τ' ἔπεμπε καὶ τάδ' ἐξεμάνθανεν,

668

ὡς κοινὰ πράσσους', Ἄργος εἰ πράσσει καλῶς.

669

{Πυ.} ἔφθης με μικρόν· ταὐτὰ δὲ φθάσας λέγεις,

670

πλὴν ἕν· τὰ γάρ τοι βασιλέων παθήματα

671

ἴσασι πάντες ὧν ἐπιστροφή τις ἦι.

672

ἀτὰρ διῆλθον χἄτερον λόγον τινά.

673

{Ορ.} τίν'; ἐς τὸ κοινὸν δοὺς ἄμεινον ἂν μάθοις.

674

{Πυ.} αἰσχρὸν θανόντος σοῦ βλέπειν ἡμᾶς φάος·

675

κοινῆι δὲ πλεύσας δεῖ με καὶ κοινῆι θανεῖν.

676

καὶ δειλίαν γὰρ καὶ κάκην κεκτήσομαι

677

Ἄργει τε Φωκέων τ' ἐν πολυπτύχωι χθονί,

678

δόξω δὲ τοῖς πολλοῖσι (πολλοὶ γὰρ κακοί)

679

προδοὺς σεσῶσθαί ς' αὐτὸς εἰς οἴκους μόνος

680

ἢ καὶ φονεύσας ἐπὶ νοσοῦσι δώμασιν

681

ῥάψαι μόρον σοι σῆς τυραννίδος χάριν,

682

ἔγκληρον ὡς δὴ σὴν κασιγνήτην γαμῶν.

683

ταῦτ' οὖν φοβοῦμαι καὶ δι' αἰσχύνης ἔχω,

684

κοὐκ ἔσθ' ὅπως οὐ χρὴ συνεκπνεῦσαί μέ σοι

685

καὶ συσσφαγῆναι καὶ πυρωθῆναι δέμας,

686

φίλον γεγῶτα καὶ φοβούμενον ψόγον.

687

{Ορ.} εὔφημα φώνει· τἀμὰ δεῖ φέρειν κακά,

688

ἁπλᾶς δὲ λύπας ἐξόν, οὐκ οἴσω διπλᾶς.

689

ὃ γὰρ σὺ λυπρὸν κἀπονείδιστον λέγεις,

690

ταὔτ' ἔστιν ἡμῖν, εἴ σε συμμοχθοῦντ' ἐμοὶ

691

κτενῶ· τὸ μὲν γὰρ εἰς ἔμ' οὐ κακῶς ἔχει,

692

πράσσονθ' ἃ πράσσω πρὸς θεῶν, λῦσαι βίον.

693

σὺ δ' ὄλβιός τ' εἶ καθαρά τ', οὐ νοσοῦντ', ἔχεις

694

μέλαθρ', ἐγὼ δὲ δυσσεβῆ καὶ δυστυχῆ.

695

σωθεὶς δέ, παῖδας ἐξ ἐμῆς ὁμοσπόρου

696

κτησάμενος, ἣν ἔδωκά σοι δάμαρτ' ἔχειν,

697

ὄνομά τ' ἐμοῦ γένοιτ' ἄν, οὐδ' ἄπαις δόμος

698

πατρῶιος οὑμὸς ἐξαλειφθείη ποτ' ἄν.

699

ἀλλ' ἕρπε καὶ ζῆ καὶ δόμους οἴκει πατρός.

700

ὅταν δ' ἐς Ἑλλάδ' ἵππιόν τ' Ἄργος μόληις,

701

πρὸς δεξιᾶς σε τῆσδ' ἐπισκήπτω τάδε·

702

τύμβον τε χῶσον κἀπίθες μνημεῖά μου,

703

καὶ δάκρυ' ἀδελφὴ καὶ κόμας δότω τάφωι.

704

ἄγγελλε δ' ὡς ὄλωλ' ὑπ' Ἀργείας τινὸς

705

γυναικὸς ἀμφὶ βωμὸν ἁγνισθεὶς φόνωι.

706

καὶ μὴ προδῶις μου τὴν κασιγνήτην ποτέ,

707

ἔρημα κήδη καὶ δόμους ὁρῶν πατρός.

708

καὶ χαῖρ'· ἐμῶν γὰρ φίλτατόν ς' ηὗρον φίλων,

709

ὦ συγκυναγὲ καὶ συνεκτραφεὶς ἐμοί,

710

ὦ πόλλ' ἐνεγκὼν τῶν ἐμῶν ἄχθη κακῶν.

711

ἡμᾶς δ' ὁ Φοῖβος μάντις ὢν ἐψεύσατο·

712

τέχνην δὲ θέμενος ὡς προσώταθ' Ἑλλάδος

713

ἀπήλας', αἰδοῖ τῶν πάρος μαντευμάτων.

714

ὧι πάντ' ἐγὼ δοὺς τἀμὰ καὶ πεισθεὶς λόγοις,

715

μητέρα κατακτὰς αὐτὸς ἀνταπόλλυμαι.

716

{Πυ.} ἔσται τάφος σοι, καὶ κασιγνήτης λέχος

717

οὐκ ἂν προδοίην, ὦ τάλας, ἐπεί ς' ἐγὼ

718

θανόντα μᾶλλον ἢ βλέπονθ' ἕξω φίλον.

719

ἀτὰρ τὸ τοῦ θεοῦ ς' οὐ διέφθορέν γέ πω

720

μάντευμα· καίτοι κἀγγὺς ἕστηκας φόνου.

721

ἀλλ' ἔστιν, ἔστιν ἡ λίαν δυσπραξία

722

λίαν διδοῦσα μεταβολάς, ὅταν τύχηι.

723

{Ορ.} σίγα· τὰ Φοίβου δ' οὐδὲν ὠφελεῖ μ' ἔπη·

724

γυνὴ γὰρ ἥδε δωμάτων ἔξω περᾶι.

725

{Ιφ.} ἀπέλθεθ' ὑμεῖς καὶ παρευτρεπίζετε

726

τἄνδον μολόντες τοῖς ἐφεστῶσι σφαγῆι.

727

δέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί,

728

ξένοι, πάρεισιν· ἃ δ' ἐπὶ τοῖσδε βούλομαι

729

ἀκούσατ'. οὐδεὶς αὑτὸς ἐν πόνοις 〈τ'〉 ἀνὴρ

730

ὅταν τε πρὸς τὸ θάρσος ἐκ φόβου πέσηι.

731

ἐγὼ δὲ ταρβῶ μὴ ἀπονοστήσας χθονὸς

732

θῆται παρ' οὐδὲν τὰς ἐμὰς ἐπιστολὰς

733

ὁ τήνδε μέλλων δέλτον εἰς Ἄργος φέρειν.

734

{Ορ.} τί δῆτα βούληι; τίνος ἀμηχανεῖς πέρι;

735

{Ιφ.} ὅρκον δότω μοι τάσδε πορθμεύσειν γραφὰς

736

πρὸς Ἄργος, οἷσι βούλομαι πέμψαι φίλων.

737

{Ορ.} ἦ κἀντιδώσεις τῶιδε τοὺς αὐτοὺς λόγους;

738

{Ιφ.} τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε.

739

{Ορ.} ἐκ γῆς ἀφήσειν μὴ θανόντα βαρβάρου.

740

{Ιφ.} δίκαιον εἶπας· πῶς γὰρ ἀγγείλειεν ἄν;

741

{Ορ.} ἦ καὶ τύραννος ταῦτα συγχωρήσεται;

742

{Ιφ.} ναί· πείσω σφε, καὐτὴ ναὸς ἐσβήσω σκάφος.

743

{Ορ.} ὄμνυ· σὺ δ' ἔξαρχ' ὅρκον ὅστις εὐσεβής.

744

{Ιφ.} δώσω, λέγειν χρή, τήνδε τοῖσι σοῖς φίλοις.

745

{Πυ.} τοῖς σοῖς φίλοισι γράμματ' ἀποδώσω τάδε.

746

{Ιφ.} κἀγὼ σὲ σώσω κυανέας ἔξω πέτρας.

747

{Πυ.} τίν' οὖν ἐπόμνυς τοισίδ' ὅρκιον θεῶν;

748

{Ιφ.} Ἄρτεμιν, ἐν ἧσπερ δώμασιν τιμὰς ἔχω.

749

{Πυ.} ἐγὼ δ' ἄνακτά γ' οὐρανοῦ, σεμνὸν Δία.

750

{Ιφ.} εἰ δ' ἐκλιπὼν τὸν ὅρκον ἀδικοίης ἐμέ;

751

{Πυ.} ἄνοστος εἴην· τί δὲ σύ, μὴ σώσασά με;

752

{Ιφ.} μήποτε κατ' Ἄργος ζῶς' ἴχνος θείην ποδός.

753

{Πυ.} ἄκουε δή νυν ὃν παρήλθομεν λόγον.

754

{Ιφ.} ἀλλ' εὐθὺς ἔστω κοινός, ἢν καλῶς ἔχηι.

755

{Πυ.} ἐξαίρετόν μοι δὸς τόδ', ἤν τι ναῦς πάθηι

756

χἠ δέλτος ἐν κλύδωνι χρημάτων μέτα

757

ἀφανὴς γένηται, σῶμα δ' ἐκσώσω μόνον,

758

τὸν ὅρκον εἶναι τόνδε μηκέτ' ἔμπεδον.

759

{Ιφ.} ἀλλ' οἶσθ' ὃ δράσω· πολλὰ γὰρ †πολλῶν† κυρεῖ.

760

τἀνόντα κἀγγεγραμμέν' ἐν δέλτου πτυχαῖς

761

λόγωι φράσω σοι πάντ' ἀπαγγεῖλαι φίλοις.

762

ἐν ἀσφαλεῖ γάρ· ἢν μὲν ἐκσώσηις γραφήν,

763

αὐτὴ φράσει σιγῶσα τἀγγεγραμμένα·

764

ἢν δ' ἐν θαλάσσηι γράμματ' ἀφανισθῆι τάδε,

765

τὸ σῶμα σώσας τοὺς λόγους σώσεις ἐμοί.

766

{Πυ.} καλῶς ἔλεξας τῶν τε σῶν ἐμοῦ θ' ὕπερ.

767

σήμαινε δ' ὧι χρὴ τάσδ' ἐπιστολὰς φέρειν

768

πρὸς Ἄργος ὅτι τε χρὴ κλύοντα σοῦ λέγειν.

769

{Ιφ.} ἄγγελλ' Ὀρέστηι, παιδὶ τἀγαμέμνονος·

770

Ἡ 'ν Αὐλίδι σφαγεῖς' ἐπιστέλλει τάδε

771

ζῶς' Ἰφιγένεια, τοῖς ἐκεῖ δ' οὐ ζῶς' ἔτι.

772

{Ορ.} ποῦ δ' ἔστ' ἐκείνη; κατθανοῦς' ἥκει πάλιν;

773

{Ιφ.} ἥδ' ἣν ὁρᾶις σύ· μὴ λόγων ἔκπλησσέ με.

774

Κόμισαί μ' ἐς Ἄργος, ὦ σύναιμε, πρὶν θανεῖν,

775

ἐκ βαρβάρου γῆς καὶ μετάστησον θεᾶς

776

σφαγίων, ἐφ' οἷσι ξενοφόνους τιμὰς ἔχω.

777

{Ορ.} Πυλάδη, τί λέξω; ποῦ ποτ' ὄνθ' ηὑρήμεθα;

778

{Ιφ.} ἢ σοῖς ἀραία δώμασιν γενήσομαι,

779

Ὀρέσθ', ἵν' αὖθις ὄνομα δὶς κλύων μάθηις.

780

{Ορ.} ὦ θεοί. {Ιφ.} τί τοὺς θεοὺς ἀνακαλεῖς ἐν τοῖς ἐμοῖς;

781

{Ορ.} οὐδέν· πέραινε δ'· ἐξέβην γὰρ ἄλλοσε.

782

{Ιφ.} τάχ' οὖν ἐρωτῶν ς' εἰς ἄπιστ' ἀφίξεται·

783

λέγ' οὕνεκ' ἔλαφον ἀντιδοῦσά μου θεὰ

784

Ἄρτεμις ἔσωσέ μ', ἣν ἔθυς' ἐμὸς πατήρ,

785

δοκῶν ἐς ἡμᾶς ὀξὺ φάσγανον βαλεῖν,

786

ἐς τήνδε δ' ὤικις' αἶαν. αἵδ' ἐπιστολαί,

787

τάδ' ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα.

788

{Πυ.} ὦ ῥαιδίοις ὅρκοισι περιβαλοῦσά με,

789

κάλλιστα δ' ὀμόσας', οὐ πολὺν σχήσω χρόνον,

790

τὸν δ' ὅρκον ὃν κατώμος' ἐμπεδώσομεν.

791

ἰδού, φέρω σοι δέλτον ἀποδίδωμί τε,

792

Ὀρέστα, τῆσδε σῆς κασιγνήτης πάρα.

793

{Ορ.} δέχομαι· παρεὶς δὲ γραμμάτων διαπτυχὰς

794

τὴν ἡδονὴν πρῶτ' οὐ λόγοις αἱρήσομαι.

795

ὦ φιλτάτη μοι σύγγον', ἐκπεπληγμένος

796

ὅμως ς' ἀπίστωι περιβαλὼν βραχίονι

797

ἐς τέρψιν εἶμι, πυθόμενος θαυμάστ' ἐμοί.

798

{Ιφ.} ξέν', οὐ δικαίως τῆς θεοῦ τὴν πρόσπολον

799

χραίνεις ἀθίκτοις περιβαλὼν πέπλοις χέρα.

800

{Ορ.} ὦ συγκασιγνήτη τε κἀκ ταὐτοῦ πατρὸς

801

Ἀγαμέμνονος γεγῶσα, μή μ' ἀποστρέφου,

802

ἔχους' ἀδελφόν, οὐ δοκοῦς' ἕξειν ποτέ.

803

{Ιφ.} ἐγώ ς' ἀδελφὸν τὸν ἐμόν; οὐ παύσηι λέγων;

804

τό τ' Ἄργος αὐτοῦ μεστὸν ἥ τε Ναυπλία.

805

{Ορ.} οὐκ ἔστ' ἐκεῖ σός, ὦ τάλαινα, σύγγονος.

806

{Ιφ.} ἀλλ' ἡ Λάκαινα Τυνδαρίς ς' ἐγείνατο;

807

{Ορ.} Πέλοπός γε παιδὶ παιδός, οὗ 'κπέφυκ' ἐγώ.

808

{Ιφ.} τί φήις; ἔχεις τι τῶνδέ μοι τεκμήριον;

809

{Ορ.} ἔχω· πατρώιων ἐκ δόμων τι πυνθάνου.

810

{Ιφ.} οὔκουν λέγειν μὲν χρὴ σέ, μανθάνειν δ' ἐμέ;

811

{Ορ.} λέγοιμ' ἂν ἀκοῆι πρῶτον Ἠλέκτρας τάδε·

812

Ἀτρέως Θυέστου τ' οἶσθα γενομένην ἔριν;

813

{Ιφ.} ἤκουσα· χρυσῆς ἀρνὸς ἦν νείκη πέρι.

814

{Ορ.} ταῦτ' οὖν ὑφήνας' οἶσθ' ἐν εὐπήνοις ὑφαῖς;

815

{Ιφ.} ὦ φίλτατ', ἐγγὺς τῶν ἐμῶν χρίμπτηι φρενῶν.

816

{Ορ.} εἰκώ τ' ἐν ἱστοῖς ἡλίου μετάστασιν;

817

{Ιφ.} ὕφηνα καὶ τόδ' εἶδος εὐμίτοις πλοκαῖς.

818

{Ορ.} καὶ λούτρ' ἐς Αὖλιν μητρὸς ἁδέξω πάρα;

819

{Ιφ.} οἶδ'· οὐ γὰρ ὁ γάμος ἐσθλὸς ὤν μ' ἀφείλετο.

820

{Ορ.} τί γάρ; κόμας σὰς μητρὶ δοῦσα σῆι φέρειν;

821

{Ιφ.} μνημεῖά γ' ἀντὶ σώματος τοὐμοῦ τάφωι.

822

{Ορ.} ἃ δ' εἶδον αὐτός, τάδε φράσω τεκμήρια·

823

Πέλοπος παλαιὰν ἐν δόμοις λόγχην πατρός,

824

ἣν χερσὶ πάλλων παρθένον Πισάτιδα

825

ἐκτήσαθ' Ἱπποδάμειαν, Οἰνόμαον κτανών,

826

ἐν παρθενῶσι τοῖσι σοῖς κεκρυμμένην.

827

{Ιφ.} ὦ φίλτατ', οὐδὲν ἄλλο, φίλτατος γὰρ εἶ,

829

ἔχω ς', Ὀρέστα, †τηλύγετον χθονὸς ἀπὸ πατρίδος†

830

Ἀργόθεν, ὦ φίλος.

831

{Ορ.} κἀγώ σε τὴν θανοῦσαν, ὡς δοξάζεται.

832

{Ιφ.} κατὰ δὲ δάκρυ, κατὰ δὲ γόος ἅμα χαρᾶι

833

τὸ σὸν νοτίζει βλέφαρον, ὡσαύτως δ' ἐμόν.

834

†τὸ δέ τι† βρέφος

835

ἔλιπον ἀγκάλαισι νεαρὸν τροφοῦ

836

νεαρὸν ἐν δόμοις.

837

ὦ κρεῖσσον ἢ λόγοισιν εὐτυχοῦσά μου

839

ψυχά, τί φῶ; θαυμάτων

840

πέρα καὶ λόγου πρόσω τάδ' ἀπέβα.

841

{Ορ.} τὸ λοιπὸν εὐτυχοῖμεν ἀλλήλων μέτα.

842

{Ιφ.} ἄτοπον ἡδονὰν ἔλαβον, ὦ φίλαι·

843

δέδοικα δ' ἐκ χερῶν με μὴ πρὸς αἰθέρα

844

ἀμπτάμενος φύγηι.

845

ἰὼ Κυκλωπὶς ἑστία, ἰὼ πατρίς,

846

Μυκήνα φίλα,

847

χάριν ἔχω ζόας, χάριν ἔχω τροφᾶς,

848

ὅτι μοι συνομαίμονα τόνδε δόμοις

849

ἐξεθρέψω φάος.

850

{Ορ.} γένει μὲν εὐτυχοῦμεν, ἐς δὲ συμφοράς,

851

ὦ σύγγον', ἡμῶν δυστυχὴς ἔφυ βίος.

852

{Ιφ.} ἐγὦιδ' ἁ μέλεος, οἶδ', ὅτε φάσγανον

854

δέραι 'φῆκέ μοι μελεόφρων πατήρ.

855

{Ορ.} οἴμοι· δοκῶ γὰρ οὐ παρών ς' ὁρᾶν ἐκεῖ.

856

{Ιφ.} ἀνυμέναιος, 〈ὦ〉 σύγγον', Ἀχιλλέως

859

ἐς κλισίαν λέκτρων δόλιον ἀγόμαν·

860

παρὰ δὲ βωμὸν ἦν δάκρυα καὶ γόοι.

861

φεῦ φεῦ χερνίβων ἐκεί〈νων· οἴμοι〉.

862

{Ορ.} ὤιμωξα κἀγὼ τόλμαν ἣν ἔτλη πατήρ.

863

{Ιφ.} ἀπάτορ' ἀπάτορα πότμον ἔλαχον·

865

ἄλλα δ' ἐξ ἄλλων κυρεῖ

867

δαίμονος τύχαι τινός.

866

{Ορ.} εἰ σόν γ' ἀδελφόν, ὦ τάλαιν', ἀπώλεσας.

869

{Ιφ.} ὦ μελέα δεινᾶς τόλμας· δείν' ἔτλαν,

870

ἔτλαν δείν', ὤμοι, σύγγονε, παρὰ δ' ὀλίγον

871

ἀπέφυγες ὄλεθρον ἀνόσιον ἐξ ἐμᾶν

872

δαϊχθεὶς χερῶν.

873

ἁ δ' ἐπ' †αὐτοῖσι† τίς τελευτά;

875

τίς τύχα μοι συγκυρήσει;

876

τίνα σοι 〈τίνα σοι〉 πόρον εὑρομένα

877

πάλιν ἀπὸ πόλεως, ἀπὸ φόνου πέμψω

878

πατρίδ' ἐς Ἀργείαν,

880

πρὶν ἐπὶ ξίφος αἵματι σῶι πελάσαι;

881

τόδε τόδε σόν,

882

ὦ μελέα ψυχά, χρέος ἀνευρίσκειν.

883

πότερον κατὰ χέρσον, οὐχὶ ναῒ

885

ἀλλὰ ποδῶν ῥιπᾶι;

886

θανάτωι πελάσεις ἄρα βάρβαρα φῦλα

889

καὶ δι' ὁδοὺς ἀνόδους στείχων· διὰ κυανέας μὰν

890

στενοπόρου πέτρας μακρὰ κέλευθα να-

891

ΐοισιν δρασμοῖς.

894

τάλαινα τάλαινα.

895

†τίς ἂν οὖν τάδ' ἂν ἢ θεὸς ἢ βροτὸς ἢ

896

τί τῶν ἀδοκήτων

897

πόρον ἄπορον ἐξανύσας†

898

δυοῖν τοῖν μόνοιν Ἀτρείδαιν φανεῖ

899

κακῶν ἔκλυσιν;

900

{Χο.} ἐν τοῖσι θαυμαστοῖσι καὶ μύθων πέρα

901

τάδ' εἶδον αὐτὴ κοὐ κλύους' ἀπ' ἀγγέλων.

902

{Πυ.} τὸ μὲν φίλους ἐλθόντας εἰς ὄψιν φίλων,

903

Ὀρέστα, χειρῶν περιβολὰς εἰκὸς λαβεῖν·

904

λήξαντα δ' οἴκτων κἀπ' ἐκεῖν' ἐλθεῖν χρεών,

905

ὅπως τὸ κλεινὸν ὄμμα τῆς σωτηρίας

906

λαβόντες ἐκ γῆς βησόμεσθα βαρβάρου.

907

[σοφῶν γὰρ ἀνδρῶν ταῦτα, μὴ 'κβάντας τύχης,

908

καιρὸν λαβόντας, ἡδονὰς ἄλλας λαβεῖν.]

909

{Ορ.} καλῶς ἔλεξας· τῆι τύχηι δ' οἶμαι μέλειν

910

τοῦδε ξὺν ἡμῖν· ἢν δέ τις πρόθυμος ἦι,

911

σθένειν τὸ θεῖον μᾶλλον εἰκότως ἔχει.

912

{Ιφ.} οὐ μή μ' ἐπίσχηις οὐδ' ἀποστήσεις λόγου,

913

πρῶτον πυθέσθαι τίνα ποτ' Ἠλέκτρα πότμον

914

εἴληχε βιότου· φίλα γὰρ †ἔσται πάντ' ἐμοί†.

915

{Ορ.} τῶιδε ξυνοικεῖ βίον ἔχους' εὐδαίμονα.

916

{Ιφ.} οὗτος δὲ ποδαπὸς καὶ τίνος πέφυκε παῖς;

917

{Ορ.} Στρόφιος ὁ Φωκεὺς τοῦδε κλήιζεται πατήρ.

918

{Ιφ.} ὁ δ' ἐστί γ' Ἀτρέως θυγατρός, ὁμογενὴς ἐμός;

919

{Ορ.} ἀνέψιός γε, μόνος ἐμοὶ σαφὴς φίλος.

920

{Ιφ.} οὐκ ἦν τόθ' οὗτος ὅτε πατὴρ ἔκτεινέ με.

921

{Ορ.} οὐκ ἦν· χρόνον γὰρ Στρόφιος ἦν ἄπαις τινά.

922

{Ιφ.} χαῖρ' ὦ πόσις μοι τῆς ἐμῆς ὁμοσπόρου.

923

{Ορ.} κἀμός γε σωτήρ, οὐχὶ συγγενὴς μόνον.

924

{Ιφ.} τὰ δεινὰ δ' ἔργα πῶς ἔτλης μητρὸς πέρι;

925

{Ορ.} σιγῶμεν αὐτά· πατρὶ τιμωρῶν ἐμῶι.

926

{Ιφ.} ἡ δ' αἰτία τίς ἀνθ' ὅτου κτείνει πόσιν;

927

{Ορ.} ἔα τὰ μητρός· οὐδὲ σοὶ κλύειν καλόν.

928

{Ιφ.} σιγῶ· τὸ δ' Ἄργος πρὸς σὲ νῦν ἀποβλέπει;

929

{Ορ.} Μενέλαος ἄρχει· φυγάδες ἐσμὲν ἐκ πάτρας.

930

{Ιφ.} οὔ που νοσοῦντας θεῖος ὕβρισεν δόμους;

931

{Ορ.} οὔκ, ἀλλ' Ἐρινύων δεῖμά μ' ἐκβάλλει χθονός.

934

{Ιφ.} ἔγνωκα· μητρός 〈ς'〉 οὕνεκ' ἠλάστρουν θεαί.

935

{Ορ.} ὥσθ' αἱματηρὰ στόμι' ἐπεμβαλεῖν ἐμοί.

932

{Ιφ.} ταῦτ' ἆρ' ἐπ' ἀκταῖς κἀνθάδ' ἠγγέλθης μανείς.

933

{Ορ.} ὤφθημεν οὐ νῦν πρῶτον ὄντες ἄθλιοι.

936

{Ιφ.} τί γάρ ποτ' ἐς γῆν τήνδ' ἐπόρθμευσας πόδα;

937

{Ορ.} Φοίβου κελευσθεὶς θεσφάτοις ἀφικόμην.

938

{Ιφ.} τί χρῆμα δρᾶσαι; ῥητὸν ἢ σιγώμενον;

939

{Ορ.} λέγοιμ' ἄν. ἀρχαὶ δ' αἵδε μοι πολλῶν πόνων·

940

ἐπεὶ τὰ μητρὸς ταῦθ' ἃ σιγῶμεν κακὰ

941

ἐς χεῖρας ἦλθε, μεταδρομαῖς Ἐρινύων

942

ἠλαυνόμεσθα φυγάδες, †ἔνθεν μοι πόδα

943

ἐς τὰς Ἀθήνας δή γ'† ἔπεμψε Λοξίας,

944

δίκην παρασχεῖν ταῖς ἀνωνύμοις θεαῖς.

945

ἔστιν γὰρ ὁσία ψῆφος, ἣν Ἄρει ποτὲ

946

Ζεὺς εἵσατ' ἔκ του δὴ χερῶν μιάσματος.

947

ἐλθὼν δ' ἐκεῖσε πρῶτα μέν 〈μ'〉 οὐδεὶς ξένων

948

ἑκὼν ἐδέξαθ' ὡς θεοῖς στυγούμενον·

949

οἳ δ' ἔσχον αἰδῶ, ξένια μονοτράπεζά μοι

950

παρέσχον, οἴκων ὄντες ἐν ταὐτῶι στέγει,

951

σιγῆι δ' ἐτεκτήναντ' ἀπρόσφθεγκτόν μ', ὅπως

952

δαιτός τ' ὀναίμην πώματός τ' αὐτῶν δίχα,

953

ἐς δ' ἄγγος ἴδιον ἴσον ἅπασι Βακχίου

954

μέτρημα πληρώσαντες εἶχον ἡδονήν.

955

κἀγὼ 'ξελέγξαι μὲν ξένους οὐκ ἠξίουν,

956

ἤλγουν δὲ σιγῆι κἀδόκουν οὐκ εἰδέναι,

957

μέγα στενάζων οὕνεκ' ἦ μητρὸς φονεύς.

958

κλύω δ' Ἀθηναίοισι τἀμὰ δυστυχῆ

959

τελετὴν γενέσθαι, κἄτι τὸν νόμον μένειν,

960

χοῆρες ἄγγος Παλλάδος τιμᾶν λεών.

961

ὡς δ' εἰς Ἄρειον ὄχθον ἧκον, ἐς δίκην

962

ἔστην, ἐγὼ μὲν θάτερον λαβὼν βάθρον,

963

τὸ δ' ἄλλο πρέσβειρ' ἥπερ ἦν Ἐρινύων.

964

εἰπὼν 〈δ'〉 ἀκούσας θ' αἵματος μητρὸς πέρι,

965

Φοῖβός μ' ἔσωσε μαρτυρῶν, ἴσας δέ μοι

966

ψήφους διηρίθμησε Παλλὰς ὠλένηι·

967

νικῶν δ' ἀπῆρα φόνια πειρατήρια.

968

ὅσαι μὲν οὖν ἕζοντο πεισθεῖσαι δίκηι

969

ψῆφον παρ' αὐτὴν ἱερὸν ὡρίσαντ' ἔχειν·

970

ὅσαι δ' Ἐρινύων οὐκ ἐπείσθησαν νόμωι

971

δρόμοις ἀνιδρύτοισιν ἠλάστρουν μ' ἀεί,

972

ἕως ἐς ἁγνὸν ἦλθον αὖ Φοίβου πέδον

973

καὶ πρόσθεν ἀδύτων ἐκταθείς, νῆστις βορᾶς,

974

ἐπώμος' αὐτοῦ βίον ἀπορρήξειν θανών,

975

εἰ μή με σώσει Φοῖβος, ὅς μ' ἀπώλεσεν.

976

ἐντεῦθεν αὐδὴν τρίποδος ἐκ χρυσοῦ λακὼν

977

Φοῖβός μ' ἔπεμψε δεῦρο, διοπετὲς λαβεῖν

978

ἄγαλμ' Ἀθηνῶν τ' ἐγκαθιδρῦσαι χθονί.

979

ἀλλ' ἥνπερ ἡμῖν ὥρισεν σωτηρίαν

980

σύμπραξον· ἢν γὰρ θεᾶς κατάσχωμεν βρέτας,

981

μανιῶν τε λήξω καὶ σὲ πολυκώπωι σκάφει

982

στείλας Μυκήναις ἐγκαταστήσω πάλιν.

983

ἀλλ', ὦ φιληθεῖς', ὦ κασίγνητον κάρα,

984

σῶσον πατρῶιον οἶκον, ἔκσωσον δ' ἐμέ·

985

ὡς τἄμ' ὄλωλε πάντα καὶ τὰ Πελοπιδῶν,

986

οὐράνιον εἰ μὴ ληψόμεθα θεᾶς βρέτας.

987

{Χο.} δεινή τις ὀργὴ δαιμόνων ἐπέζεσεν

988

πρὸς Ταντάλειον σπέρμα διὰ πόνων τ' ἄγει.

989

{Ιφ.} τὸ μὲν πρόθυμον, πρίν σε δεῦρ' ἐλθεῖν, ἔχω

990

Ἄργει γενέσθαι καὶ σέ, σύγγον', εἰσιδεῖν.

991

θέλω δ' ἅπερ σύ, σέ τε μεταστῆσαι πόνων

992

νοσοῦντά τ' οἶκον, οὐχὶ τῶι κτανόντι με

993

θυμουμένη, πατρῶιον ὀρθῶσαι †θέλω†·

994

σφαγῆς τε γὰρ σῆς χεῖρ' ἀπαλλάξαιμεν ἂν

995

σώσαιμί τ' οἴκους. τὴν θεὸν δ' ὅπως λάθω

996

δέδοικα καὶ τύραννον, ἡνίκ' ἂν κενὰς

997

κρηπῖδας εὕρηι λαΐνας ἀγάλματος.

998

πῶς οὐ θανοῦμαι; τίς δ' ἔνεστί μοι λόγος;

999

ἀλλ' εἰ μὲν †ἕν τι τοῦθ' ὁμοῦ γενήσεται†

1000

ἄγαλμά τ' οἴσεις κἄμ' ἐπ' εὐπρύμνου νεὼς

1001

ἄξεις, τὸ κινδύνευμα γίγνεται καλόν.

1002

τούτου δὲ χωρισθεῖς' ἐγὼ μὲν ὄλλυμαι,

1003

σὺ δ' ἂν τὸ σαυτοῦ θέμενος εὖ νόστου τύχοις.

1004

οὐ μήν τι φεύγω γ', οὐδέ ς' εἰ θανεῖν χρεὼν

1005

σώσασαν· οὐ γὰρ ἀλλ' ἀνὴρ μὲν ἐκ δόμων

1006

θανὼν ποθεινός, τὰ δὲ γυναικὸς ἀσθενῆ.

1007

{Ορ.} οὐκ ἂν γενοίμην σοῦ τε καὶ μητρὸς φονεύς·

1008

ἅλις τὸ κείνης αἷμα· κοινόφρων δὲ σοὶ

1009

καὶ ζῆν θέλοιμ' ἂν καὶ θανὼν λαχεῖν ἴσον.

1010

ἄξω δέ ς', ἤνπερ καὐτὸς ἐντεῦθεν περῶ

1011

πρὸς οἶκον, ἢ σοῦ κατθανὼν μενῶ μέτα.

1012

γνώμης δ' ἄκουσον· εἰ πρόσαντες ἦν τόδε

1013

Ἀρτέμιδι, πῶς ἂν Λοξίας ἐθέσπισεν

1014

κομίσαι μ' ἄγαλμα θεᾶς πόλισμ' ἐς Παλλάδος

post 1014

〈 〉

post 1015

καὶ σὸν πρόσωπον εἰσιδεῖν; ἅπαντα γὰρ

post 1016

συνθεὶς τάδ' εἰς ἓν νόστον ἐλπίζω λαβεῖν.

post 1017

{Ιφ.} πῶς οὖν γένοιτ' ἂν ὥστε μήθ' ἡμᾶς θανεῖν

post 1018

λαβεῖν θ' ἃ βουλόμεσθα; τῆιδε γὰρ νοσεῖ

post 1019

νόστος πρὸς οἴκους· ἥδε βούλευσις πάρα.

post 101:

{Ορ.} ἆρ' ἂν τύραννον διολέσαι δυναίμεθ' ἄν;

post 101;

{Ιφ.} δεινὸν τόδ' εἶπας, ξενοφονεῖν ἐπήλυδας.

post 101<

{Ορ.} ἀλλ' εἴ σε σώσει κἀμέ, κινδυνευτέον.

post 101=

{Ιφ.} οὐκ ἂν δυναίμην· τὸ δὲ πρόθυμον ἤινεσα.

post 101>

{Ορ.} τί δ' εἴ με ναῶι τῶιδε κρύψειας λάθραι;

post 101?

[{Ιφ.} ὡς δὴ σκότον λαβόντες ἐκσωθεῖμεν ἄν;

post 101@

{Ορ.} κλεπτῶν γὰρ ἡ νύξ, τῆς δ' ἀληθείας τὸ φῶς.]

post 101A

{Ιφ.} εἴς' ἔνδον ἱεροῦ φύλακες, οὓς οὐ λήσομεν.

post 101B

{Ορ.} οἴμοι, διεφθάρμεσθα· πῶς σωθεῖμεν ἄν;

post 101C

{Ιφ.} ἔχειν δοκῶ μοι καινὸν ἐξεύρημά τι.

post 101D

{Ορ.} ποῖόν τι; δόξης μετάδος, ὡς κἀγὼ μάθω.

post 101E

{Ιφ.} ταῖς σαῖς ἀνίαις χρήσομαι σοφίσμασιν.

post 101F

{Ορ.} δειναὶ γὰρ αἱ γυναῖκες εὑρίσκειν τέχνας.

post 101G

{Ιφ.} φονέα σε φήσω μητρὸς ἐξ Ἄργους μολεῖν.

post 101H

{Ορ.} χρῆσαι κακοῖσι τοῖς ἐμοῖς, εἰ κερδανεῖς.

post 101I

{Ιφ.} ὡς οὐ θέμις σε λέξομεν θύειν θεᾶι

post 101J

{Ορ.} τίν' αἰτίαν ἔχους'; ὑποπτεύω τι γάρ.

post 101K

{Ιφ.} οὐ καθαρὸν ὄντα· τὸ δ' ὅσιον δώσω φόνωι.

post 101L

{Ορ.} τί δῆτα μᾶλλον θεᾶς ἄγαλμ' ἁλίσκεται;

post 101M

{Ιφ.} πόντου σε πηγαῖς ἁγνίσαι βουλήσομαι.

post 101N

{Ορ.} ἔτ' ἐν δόμοισι βρέτας ἐφ' ὧι πεπλεύκαμεν.

post 101O

{Ιφ.} κἀκεῖνο νίψειν, σοῦ θιγόντος ὡς, ἐρῶ.

post 101P

{Ορ.} ποῖ δῆτα; πόντου νοτερὸν εἶ παρ' ἔκβολον;

post 101Q

{Ιφ.} οὖ ναῦς χαλινοῖς λινοδέτοις ὁρμεῖ σέθεν.

post 101R

{Ορ.} σὺ δ' ἤ τις ἄλλος ἐν χεροῖν οἴσει βρέτας;

post 101S

{Ιφ.} ἐγώ· θιγεῖν γὰρ ὅσιόν ἐστ' ἐμοὶ μόνηι.

post 101T

{Ορ.} Πυλάδης δ' ὅδ' ἡμῖν ποῦ τετάξεται πόνου;

post 101U

{Ιφ.} ταὐτὸν χεροῖν σοὶ λέξεται μίασμ' ἔχων.

post 101V

{Ορ.} λάθραι δ' ἄνακτος ἢ εἰδότος δράσεις τάδε;

post 101W

{Ιφ.} πείσασα μύθοις· οὐ γὰρ ἂν λάθοιμί γε.

1051

σοὶ δὴ μέλειν χρὴ τἄλλ' ὅπως ἕξει καλῶς.

1050

{Ορ.} καὶ μὴν νεώς γε πίτυλος εὐήρης πάρα.

1052

ἑνὸς μόνου δεῖ, τάσδε συγκρύψαι τάδε·

1053

ἀλλ'…

1054

εὕρισκ'…

The complete text is available when the reading interface loads.