Ion
- Authority group
- Euripides (catalogue association; authorship remains anonymous)
- Edition reference
- Ion, ed. Diggle, op. cit., vol. 2, 307–373.
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg046.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
6
μέσον καθίζων Φοῖβος ὑμνωιδεῖ βροτοῖς
7
τά τ' ὄντα καὶ μέλλοντα θεσπίζων ἀεί.
8
ἔστιν γὰρ οὐκ ἄσημος Ἑλλήνων πόλις,
9
τῆς χρυσολόγχου Παλλάδος κεκλημένη,
10
οὗ παῖδ' Ἐρεχθέως Φοῖβος ἔζευξεν γάμοις
11
βίαι Κρέουσαν, ἔνθα προσβόρρους πέτρας
12
Παλλάδος ὑπ' ὄχθωι τῆς Ἀθηναίων χθονὸς
13
Μακρὰς καλοῦσι γῆς ἄνακτες Ἀτθίδος.
14
ἀγνὼς δὲ πατρί (τῶι θεῶι γὰρ ἦν φίλον)
15
γαστρὸς διήνεγκ' ὄγκον. ὡς δ' ἦλθεν χρόνος,
16
τεκοῦς' ἐν οἴκοις παῖδ' ἀπήνεγκεν βρέφος
17
ἐς ταὐτὸν ἄντρον οὗπερ ηὐνάσθη θεῶι
18
Κρέουσα, κἀκτίθησιν ὡς θανούμενον
19
κοίλης ἐν ἀντίπηγος εὐτρόχωι κύκλωι,
20
προγόνων νόμον σώιζουσα τοῦ τε γηγενοῦς
21
Ἐριχθονίου. κείνωι γὰρ ἡ Διὸς κόρη
22
φρουρὼ παραζεύξασα φύλακε σώματος
23
δισσὼ δράκοντε, παρθένοις Ἀγλαυρίσιν
24
δίδωσι σώιζειν· ὅθεν Ἐρεχθείδαις ἐκεῖ
25
νόμος τις ἔστιν ὄφεσιν ἐν χρυσηλάτοις
26
τρέφειν τέκν'. ἀλλ' ἣν εἶχε παρθένος χλιδὴν
27
τέκνωι προσάψας' ἔλιπεν ὡς θανουμένωι.
28
κἄμ' ὢν ἀδελφὸς Φοῖβος αἰτεῖται τάδε·
29
Ὦ σύγγον', ἐλθὼν λαὸν εἰς αὐτόχθονα
30
κλεινῶν Ἀθηνῶν (οἶσθα γὰρ θεᾶς πόλιν)
31
λαβὼν βρέφος νεογνὸν ἐκ κοίλης πέτρας
32
αὐτῶι σὺν ἄγγει σπαργάνοισί θ' οἷς ἔχει
33
ἔνεγκε Δελφῶν τἀμὰ πρὸς χρηστήρια
34
καὶ θὲς πρὸς αὐταῖς εἰσόδοις δόμων ἐμῶν.
35
τὰ δ' ἄλλ' (ἐμὸς γάρ ἐστιν, ὡς εἰδῆις, ὁ παῖς)
36
ἡμῖν μελήσει. Λοξίαι δ' ἐγὼ χάριν
37
πράσσων ἀδελφῶι πλεκτὸν ἐξάρας κύτος
38
ἤνεγκα καὶ τὸν παῖδα κρηπίδων ἔπι
39
τίθημι ναοῦ τοῦδ', ἀναπτύξας κύτος
40
ἑλικτὸν ἀντίπηγος, ὡς ὁρῶιθ' ὁ παῖς.
41
κυρεῖ δ' ἅμ' ἱππεύοντος ἡλίου κύκλωι
42
προφῆτις ἐσβαίνουσα μαντεῖον θεοῦ·
43
ὄψιν δὲ προσβαλοῦσα παιδὶ νηπίωι
44
ἐθαύμας' εἴ τις Δελφίδων τλαίη κόρη
45
λαθραῖον ὠδῖν' ἐς θεοῦ ῥῖψαι δόμον,
46
ὑπέρ τε θυμέλας διορίσαι πρόθυμος ἦν·
47
οἴκτωι δ' ἀφῆκεν ὠμότητα, καὶ θεὸς
48
συνεργὸς ἦν τῶι παιδὶ μὴ 'κπεσεῖν δόμων·
49
τρέφει δέ νιν λαβοῦσα, τὸν σπείραντα δὲ
50
οὐκ οἶδε Φοῖβον οὐδὲ μητέρ' ἧς ἔφυ,
51
ὁ παῖς τε τοὺς τεκόντας οὐκ ἐπίσταται.
52
νέος μὲν οὖν ὢν ἀμφὶ βωμίους τροφὰς
53
ἠλᾶτ' ἀθύρων· ὡς δ' ἀπηνδρώθη δέμας,
54
Δελφοί σφ' ἔθεντο χρυσοφύλακα τοῦ θεοῦ
55
ταμίαν τε πάντων πιστόν, ἐν δ' ἀνακτόροις
56
θεοῦ καταζῆι δεῦρ' ἀεὶ σεμνὸν βίον.
57
Κρέουσα δ' ἡ τεκοῦσα τὸν νεανίαν
58
Ξούθωι γαμεῖται συμφορᾶς τοιᾶσδ' ὕπο·
59
ἦν ταῖς Ἀθήναις τοῖς τε Χαλκωδοντίδαις,
60
οἳ γῆν ἔχους' Εὐβοῖδα, πολέμιος κλύδων·
61
ὃν συμπονήσας καὶ συνεξελὼν δορὶ
62
γάμων Κρεούσης ἀξίωμ' ἐδέξατο,
63
οὐκ ἐγγενὴς ὤν, Αἰόλου δὲ τοῦ Διὸς
64
γεγὼς Ἀχαιός. χρόνια δὲ σπείρας λέχη
65
ἄτεκνός ἐστι καὶ Κρέους'· ὧν οὕνεκα
66
ἥκουσι πρὸς μαντεῖ' Ἀπόλλωνος τάδε
67
ἔρωτι παίδων. Λοξίας δὲ τὴν τύχην
68
ἐς τοῦτ' ἐλαύνει, κοὐ λέληθεν, ὡς δοκεῖ·
69
δώσει γὰρ εἰσελθόντι μαντεῖον τόδε
70
Ξούθωι τὸν αὑτοῦ παῖδα καὶ πεφυκέναι
71
κείνου σφε φήσει, μητρὸς ὡς ἐλθὼν δόμους
72
γνωσθῆι Κρεούσηι καὶ γάμοι τε Λοξίου
73
κρυπτοὶ γένωνται παῖς τ' ἔχηι τὰ πρόσφορα.
74
Ἴωνα δ' αὐτόν, κτίστορ' Ἀσιάδος χθονός,
75
ὄνομα κεκλῆσθαι θήσεται καθ' Ἑλλάδα.
76
ἀλλ' ἐς δαφνώδη γύαλα βήσομαι τάδε,
77
τὸ κρανθὲν ὡς ἂν ἐκμάθω παιδὸς πέρι.
78
ὁρῶ γὰρ ἐκβαίνοντα Λοξίου γόνον
79
τόνδ', ὡς πρὸ ναοῦ λαμπρὰ θῆι πυλώματα
80
δάφνης κλάδοισιν. ὄνομα δ', οὗ μέλλει τυχεῖν,
81
Ἴων' ἐγώ 〈νιν〉 πρῶτος ὀνομάζω θεῶν.
82
{ΙΩΝ} ἅρματα μὲν τάδε λαμπρὰ τεθρίππων·
83
Ἥλιος ἤδη λάμπει κατὰ γῆν,
84
ἄστρα δὲ φεύγει πυρὶ τῶιδ' αἰθέρος
85
ἐς νύχθ' ἱεράν·
86
Παρνασιάδες δ' ἄβατοι κορυφαὶ
87
καταλαμπόμεναι τὴν ἡμερίαν
88
ἁψῖδα βροτοῖσι δέχονται.
89
σμύρνης δ' ἀνύδρου καπνὸς εἰς ὀρόφους
90
Φοίβου πέτεται.
91
θάσσει δὲ γυνὴ τρίποδα ζάθεον
92
Δελφίς, ἀείδους' Ἕλλησι βοάς,
93
ἃς ἂν Ἀπόλλων κελαδήσηι.
94
ἀλλ', ὦ Φοίβου Δελφοὶ θέραπες,
95
τὰς Κασταλίας ἀργυροειδεῖς
96
βαίνετε δίνας, καθαραῖς δὲ δρόσοις
97
ἀφυδρανάμενοι στείχετε ναούς·
98
στόμα τ' εὔφημοι φρουρεῖτ' ἀγαθόν,
99
φήμας ἀγαθὰς
100
τοῖς ἐθέλουσιν μαντεύεσθαι
101
γλώσσης ἰδίας ἀποφαίνειν.
102
ἡμεῖς δέ, πόνους οὓς ἐκ παιδὸς
103
μοχθοῦμεν ἀεί, πτόρθοισι δάφνης
104
στέφεσίν θ' ἱεροῖς ἐσόδους Φοίβου
105
καθαρὰς θήσομεν ὑγραῖς τε πέδον
106
ῥανίσιν νοτερόν· πτηνῶν τ' ἀγέλας,
107
αἳ βλάπτουσιν σέμν' ἀναθήματα,
108
τόξοισιν ἐμοῖς φυγάδας θήσομεν·
109
ὡς γὰρ ἀμήτωρ ἀπάτωρ τε γεγὼς
110
τοὺς θρέψαντας
111
Φοίβου ναοὺς θεραπεύω.
112
ἄγ', ὦ νεηθαλὲς ὦ
113
καλλίστας προπόλευμα δάφ-
114
νας, ἃ τὰν Φοίβου θυμέλαν
115
σαίρεις ὑπὸ ναοῖς,
116
κάπων ἐξ ἀθανάτων,
117
ἵνα δρόσοι τέγγους' ἱεραί,
118
†τὰν† ἀέναον
119
παγὰν ἐκπροϊεῖσαι,
120
μυρσίνας ἱερὰν φόβαν·
121
ἇι σαίρω δάπεδον θεοῦ
122
παναμέριος ἅμ' ἁλίου πτέρυγι θοᾶι
124
λατρεύων τὸ κατ' ἦμαρ.
125
ὦ Παιὰν ὦ Παιάν,
126
εὐαίων εὐαίων
127
εἴης, ὦ Λατοῦς παῖ.
128
καλόν γε τὸν πόνον, ὦ
129
Φοῖβε, σοὶ πρὸ δόμων λατρεύ-
130
ω, τιμῶν μαντεῖον ἕδραν·
131
κλεινὸς δ' ὁ πόνος μοι
132
θεοῖσιν δούλαν χέρ' ἔχειν,
133
οὐ θνατοῖς ἀλλ' ἀθανάτοις·
134
εὐφάμους δὲ πόνους
135
μοχθεῖν οὐκ ἀποκάμνω.
136
Φοῖβός μοι γενέτωρ πατήρ·
137
τὸν βόσκοντα γὰρ εὐλογῶ,
139
τὸν δ' ὠφέλιμον ἐμοὶ πατέρος ὄνομα λέγω
140
Φοῖβον τὸν κατὰ ναόν.
141
ὦ Παιὰν ὦ Παιάν,
142
εὐαίων εὐαίων
143
εἴης, ὦ Λατοῦς παῖ.
144
ἀλλ' ἐκπαύσω γὰρ μόχθους
145
δάφνας ὁλκοῖς,
146
χρυσέων δ' ἐκ τευχέων ῥίψω
147
γαίας παγάν,
148
ἃν ἀποχεύονται
149
Κασταλίας δῖναι,
150
νοτερὸν ὕδωρ βάλλων, ὅσιος ἀπ' εὐνᾶς ὤν.
151
εἴθ' οὕτως αἰεὶ Φοίβωι
152
λατρεύων μὴ παυσαίμαν,
153
ἢ παυσαίμαν ἀγαθᾶι μοίραι.
154
ἔα ἔα· φοιτῶς' ἤδη λείπουσίν τε
155
πτανοὶ Παρνασοῦ κοίτας.
156
αὐδῶ μὴ χρίμπτειν θριγκοῖς
157
μηδ' ἐς χρυσήρεις οἴκους.
158
μάρψω ς' αὖ τόξοις, ὦ Ζηνὸς
159
κῆρυξ, ὀρνίθων γαμφηλαῖς
160
ἰσχὺν νικῶν.
161
ὅδε πρὸς θυμέλας ἄλλος ἐρέσσει
162
κύκνος· οὐκ ἄλλαι φοινικοφαῆ
163
πόδα κινήσεις;
164
οὐδέν ς' ἁ φόρμιγξ ἁ Φοίβου
165
σύμμολπος τόξων ῥύσαιτ' ἄν.
166
πάραγε πτέρυγας·
167
λίμνας ἐπίβα τᾶς Δηλιάδος·
168
αἰάξεις, εἰ μὴ πείσηι,
169
τὰς καλλιφθόγγους ὠιδάς.
170
ἔα ἔα· τίς ὅδ' ὀρνίθων καινὸς προσέβα;
171
μῶν ὑπὸ θριγκοὺς εὐναίας
172
καρφυρὰς θήσων τέκνοις;
173
ψαλμοί ς' εἴρξουσιν τόξων.
174
οὐ πείσηι; χωρῶν δίνας
175
τὰς Ἀλφειοῦ παιδούργει
176
ἢ νάπος Ἴσθμιον,
177
ὡς ἀναθήματα μὴ βλάπτηται
178
ναοί θ' οἱ Φοίβου 〈 〉
179
κτείνειν δ' ὑμᾶς αἰδοῦμαι
180
τοὺς θεῶν ἀγγέλλοντας φήμας
181
θνατοῖς· οἷς δ' ἔγκειμαι μόχθοις
182
Φοίβωι δουλεύσω κοὐ λήξω
183
τοὺς βόσκοντας θεραπεύων.
184
{ΧΟΡΟΣ}〈—〉 οὐκ ἐν ταῖς ζαθέαις Ἀθά-
185
ναις εὐκίονες ἦσαν αὐ-
186
λαὶ θεῶν μόνον οὐδ' ἀγυι-
187
άτιδες θεραπεῖαι· ἀλλὰ καὶ παρὰ Λοξίαι
188
τῶι Λατοῦς διδύμων προσώ-
189
πων καλλιβλέφαρον φῶς.
190
{—} ἰδού, τᾶιδ' ἄθρησον·
191
Λερναῖον ὕδραν ἐναίρει
192
χρυσέαις ἅρπαις ὁ Διὸς παῖς·
193
φίλα, πρόσιδ' ὄσσοις.
194
{—} ὁρῶ. καὶ πέλας ἄλλος αὐ-
195
τοῦ πανὸν πυρίφλεκτον αἴ-
196
ρει τις· ἆρ' ὃς ἐμαῖσι μυ-
197
θεύεται παρὰ πήναις,
198
ἀσπιστὰς Ἰόλαος, ὃς
199
κοινοὺς αἰρόμενος πόνους
200
Δίωι παιδὶ συναντλεῖ;
201
〈{—}〉 καὶ μὰν τόνδ' ἄθρησον
202
πτεροῦντος ἔφεδρον ἵππου·
203
τὰν πῦρ πνέουσαν ἐναίρει
204
τρισώματον ἀλκάν.
205
{—} πάνται τοι βλέφαρον διώ-
206
κω. σκέψαι κλόνον ἐν τείχεσ-
207
σι λαΐνοισι Γιγάντων.
208
{—} †ὧδε δερκόμεσθ', ὦ φίλαι.†
209
{—} λεύσσεις οὖν ἐπ' Ἐγκελάδωι
210
γοργωπὸν πάλλουσαν ἴτυν ...;
211
{—} λεύσσω Παλλάδ', ἐμὰν θεόν.
212
{—} τί γάρ; κεραυνὸν ἀμφίπυρον ὄβριμον ἐν Διὸς
213
ἑκηβόλοισι χερσίν;
214
{〈—〉} ὁρῶ· τὸν δάιον
215
Μίμαντα πυρὶ καταιθαλοῖ.
216
{〈—〉} καὶ Βρόμιος ἄλλον ἀπολέμοι-
217
σι κισσίνοισι βάκτροις
218
ἐναίρει Γᾶς τέκνων ὁ Βακχεύς.
219
{〈—〉} σέ τοι, τὸν παρὰ ναὸν αὐ-
220
δῶ· θέμις γυάλων ὑπερ-
221
βῆναι λευκῶι ποδί γ' 〈οὐδόν〉;{〈Ιων〉} οὐ θέμις, ὦ ξέναι.
222
{—} †οὐδ' ἂν ἐκ σέθεν ἂν πυθοίμαν αὐδάν;†
223
{Ιων} τίνα τήνδε θέλεις;{—} ἆρ' ὄντως μέσον ὀμφαλὸν γᾶς Φοίβου κατέχει δόμος;
224
{Ιων} στέμμασί γ' ἐνδυτόν, ἀμφὶ δὲ Γοργόνες.
225
{—} οὕτω καὶ φάτις αὐδᾶι.
226
{Ιων} εἰ μὲν ἐθύσατε πελανὸν πρὸ δόμων
227
καί τι πυθέσθαι χρήιζετε Φοίβου,
228
πάριτ' ἐς θυμέλας· ἐπὶ δ' ἀσφάκτοις
229
μήλοισι δόμων μὴ πάριτ' ἐς μυχόν.
230
{—} ἔχω μαθοῦσα· θεοῦ δὲ νόμον οὐ παραβαίνομεν,
231
ἃ δ' ἐκτὸς ὄμμα τέρψει.
232
{Ιων} πάντα θεᾶσθ', ὅτι καὶ θέμις, ὄμμασι.
233
{—} μεθεῖσαν δεσπόται
234
με θεοῦ γύαλα τάδ' εἰσιδεῖν.{Ιων} δμωαὶ δὲ τίνων κλήιζεσθε δόμων;
235
{—} Παλλάδι σύνοικα τρόφιμα μέλα-
236
θρα τῶν ἐμῶν τυράννων· παρούσας δ' ἀμφὶ τᾶσδ' ἐρωτᾶις.
post 236
{Ιων} 〈 〉
post 237
γενναιότης σοι καὶ τρόπων τεκμήριον
post 238
τὸ σχῆμ' ἔχεις τόδ', ἥτις εἶ ποτ', ὦ γύναι.
post 239
γνοίη δ' ἂν ὡς τὰ πολλά γ' ἀνθρώπου πέρι
post 23:
τὸ σχῆμ' ἰδών τις εἰ πέφυκεν εὐγενής.
post 23;
ἔα·
241
ἀλλ' ἐξέπληξάς μ', ὄμμα συγκλήισασα σὸν
242
δακρύοις θ' ὑγράνας' εὐγενῆ παρηίδα,
243
ὡς εἶδες ἁγνὰ Λοξίου χρηστήρια.
244
τί ποτε μερίμνης ἐς τόδ' ἦλθες, ὦ γύναι;
245
οὗ πάντες ἄλλοι γύαλα λεύσσοντες θεοῦ
246
χαίρουσιν, ἐνταῦθ' ὄμμα σὸν δακρυρροεῖ;
247
{ΚΡΕΟΥΣΑ} ὦ ξένε, τὸ μὲν σὸν οὐκ ἀπαιδεύτως ἔχει
248
ἐς θαύματ' ἐλθεῖν δακρύων ἐμῶν πέρι·
249
ἐγὼ δ' ἰδοῦσα τούσδ' Ἀπόλλωνος δόμους
250
μνήμην παλαιὰν ἀνεμετρησάμην τινά·
251
ἐκεῖσε τὸν νοῦν ἔσχον ἐνθάδ' οὖσά περ.
252
ὦ τλήμονες γυναῖκες· ὦ τολμήματα
253
θεῶν. τί δῆτα; ποῖ δίκην ἀνοίσομεν.
254
εἰ τῶν κρατούντων ἀδικίαις ὀλούμεθα;
255
{Ιων} τί χρῆμ' ἀνερμήνευτα δυσθυμῆι, γύναι;
256
{Κρ.} οὐδέν· μεθῆκα τόξα· τἀπὶ τῶιδε δὲ
257
ἐγώ τε σιγῶ καὶ σὺ μὴ φρόντιζ' ἔτι.
258
{Ιων} τίς δ' εἶ; πόθεν γῆς ἦλθες; ἐκ ποίας πάτρας
259
πέφυκας; ὄνομα τί σε καλεῖν ἡμᾶς χρεών;
260
{Κρ.} Κρέουσα μέν μοι τοὔνομ', ἐκ δ' Ἐρεχθέως
261
πέφυκα, πατρὶς γῆ δ' Ἀθηναίων πόλις.
262
{Ιων} ὦ κλεινὸν οἰκοῦς' ἄστυ γενναίων τ' ἄπο
263
τραφεῖσα πατέρων, ὥς σε θαυμάζω, γύναι.
264
{Κρ.} τοσαῦτα κεὐτυχοῦμεν, ὦ ξέν', οὐ πέρα.
265
{Ιων} πρὸς θεῶν, ἀληθῶς, ὡς μεμύθευται βροτοῖς
266
{Κρ.} τί χρῆμ' ἐρωτᾶις, ὦ ξέν', ἐκμαθεῖν θέλων;
267
{Ιων.} ἐκ γῆς πατρός σου πρόγονος ἔβλαστεν πατήρ;
268
{Κρ.} Ἐριχθόνιός γε· τὸ δὲ γένος μ' οὐκ ὠφελεῖ.
269
{Ιων} ἦ καί σφ' Ἀθάνα γῆθεν ἐξανείλετο;
270
{Κρ.} ἐς παρθένους γε χεῖρας, οὐ τεκοῦσά νιν.
271
{Ιων} δίδωσι δ', ὥσπερ ἐν γραφῆι νομίζεται
272
{Κρ.} Κέκροπός γε σώιζειν παισὶν οὐχ ὁρώμενον.
273
{Ιων} ἤκουσα λῦσαι παρθένους τεῦχος θεᾶς.
274
{Κρ.} τοιγὰρ θανοῦσαι σκόπελον ἥιμαξαν πέτρας.
275
{Ιων} εἶἑν· τί δαὶ τόδ'; ἆρ' ἀληθὲς ἢ μάτην λόγος;
276
{Κρ.} τί χρῆμ' ἐρωτᾶις; καὶ γὰρ οὐ κάμνω σχολῆι.
277
{Ιων} πατὴρ Ἐρεχθεὺς σὰς ἔθυσε συγγόνους;
278
{Κρ.} ἔτλη πρὸ γαίας σφάγια παρθένους κτανεῖν.
279
{Ιων} σὺ δ' ἐξεσώθης πῶς κασιγνήτων μόνη;
280
{Κρ.} βρέφος νεογνὸν μητρὸς ἦν ἐν ἀγκάλαις.
281
{Ιων} πατέρα δ' ἀληθῶς χάσμα σὸν κρύπτει χθονός;
282
{Κρ.} πληγαὶ τριαίνης ποντίου σφ' ἀπώλεσαν.
283
{Ιων} Μακραὶ δὲ χῶρός ἐστ' ἐκεῖ κεκλημένος;
284
{Κρ.} τί δ' ἱστορεῖς τόδ'; ὥς μ' ἀνέμνησάς τινος.
285
{Ιων} τιμᾶι σφε †Πύθιος† ἀστραπαί τε Πύθιαι.
286
{Κρ.} †τιμᾶ τιμᾶ†· ὡς μήποτ' ὤφελόν σφ' ἰδεῖν.
287
{Ιων} τί δέ; στυγεῖς σὺ τοῦ θεοῦ τὰ φίλτατα;
288
{Κρ.} οὐδέν· ξύνοιδ' ἄντροισιν αἰσχύνην τινά.
289
{Ιων} πόσις δὲ τίς ς' ἔγημ' Ἀθηναίων, γύναι;
290
{Κρ.} οὐκ ἀστὸς ἀλλ' ἐπακτὸς ἐξ ἄλλης χθονός.
291
{Ιων} τίς; εὐγενῆ νιν δεῖ πεφυκέναι τινά.
292
{Κρ.} Ξοῦθος, πεφυκὼς Αἰόλου Διός τ' ἄπο.
293
{Ιων} καὶ πῶς ξένος ς' ὢν ἔσχεν οὖσαν ἐγγενῆ;
294
{Κρ.} Εὔβοι' Ἀθήναις ἔστι τις γείτων πόλις.
295
{Ιων} ὅροις ὑγροῖσιν, ὡς λέγους', ὡρισμένη.
296
{Κρ.} ταύτην ἔπερσε Κεκροπίδαις κοινῶι δορί.
297
{Ιων} ἐπίκουρος ἐλθών; κἆιτα σὸν γαμεῖ λέχος;
298
{Κρ.} φερνάς γε πολέμου καὶ δορὸς λαβὼν γέρας.
299
{Ιων} σὺν ἀνδρὶ δ' ἥκεις ἢ μόνη χρηστήρια;
300
{Κρ.} σὺν ἀνδρί· σηκοῖς δ' ὑστερεῖ Τροφωνίου.
301
{Ιων} πότερα θεατὴς ἢ χάριν μαντευμάτων;
302
{Κρ.} κείνου τε Φοίβου θ' ἓν θέλων μαθεῖν ἔπος.
303
{Ιων} καρποῦ δ' ὕπερ γῆς ἥκετ' ἢ παίδων πέρι;
304
{Κρ.} ἄπαιδές ἐσμεν, χρόνι' ἔχοντ' εὐνήματα.
305
{Ιων} οὐδ' ἔτεκες οὐδὲν πώποτ' ἀλλ' ἄτεκνος εἶ;
306
{Κρ.} ὁ Φοῖβος οἶδε τὴν ἐμὴν ἀπαιδίαν.
307
{Ιων} ὦ τλῆμον, ὡς τἄλλ' εὐτυχοῦς' οὐκ εὐτυχεῖς.
308
{Κρ.} σὺ δ' εἶ τίς; ὥς σου τὴν τεκοῦσαν ὤλβισα.
309
{Ιων} τοῦ θεοῦ καλοῦμαι δοῦλος, εἰμί τ', ὦ γύναι.
310
{Κρ.} ἀνάθημα πόλεως ἤ τινος πραθεὶς ὕπο;
311
{Ιων} οὐκ οἶδα πλὴν ἕν· Λοξίου κεκλήμεθα.
312
{Κρ.} ἡμεῖς ς' ἄρ' αὖθις, ὦ ξέν', ἀντοικτίρομεν.
313
{Ιων} ὡς μὴ εἰδόθ' ἥτις μ' ἔτεκεν ἐξ ὅτου τ' ἔφυν.
314
{Κρ.} ναοῖσι δ' οἰκεῖς τοισίδ' ἢ κατὰ στέγας;
315
{Ιων} ἅπαν θεοῦ μοι δῶμ', ἵν' ἂν λάβηι μ' ὕπνος.
316
{Κρ.} παῖς δ' ὢν ἀφίκου ναὸν ἢ νεανίας;
317
{Ιων} βρέφος λέγουσιν οἱ δοκοῦντες εἰδέναι.
318
{Κρ.} καὶ τίς γάλακτί ς' ἐξέθρεψε Δελφίδων;
319
{Ιων} οὐπώποτ' ἔγνων μαστόν· ἣ δ' ἔθρεψέ με
320
{Κρ.} τίς, ὦ ταλαίπωρ'; ὡς νοσοῦς' ηὗρον νόσους.
321
{Ιων} Φοίβου προφῆτιν μητέρ' ὣς νομίζομεν.
322
{Κρ.} ἐς δ' ἄνδρ' ἀφίκου τίνα τροφὴν κεκτημένος;
323
{Ιων} βωμοί μ' ἔφερβον οὑπιών τ' ἀεὶ ξένος.
326
{Κρ.} ἔχεις δὲ βίοτον· εὖ γὰρ ἤσκησαι πέπλοις.
327
{Ιων} τοῖς τοῦ θεοῦ κοσμούμεθ' ὧι δουλεύομεν.
328
{Κρ.} οὐδ' ἦιξας εἰς ἔρευναν ἐξευρεῖν γονάς;
329
{Ιων} ἔχω γὰρ οὐδέν, ὦ γύναι, τεκμήριον.
324
{Κρ.} τάλαινά ς' ἡ τεκοῦς' ἄρ', ἥτις ἦν ποτε.
325
{Ιων} ἀδίκημά του γυναικὸς ἐγενόμην ἴσως.
330
{Κρ.} φεῦ· πέπονθέ τις σῆι μητρὶ ταὔτ' ἄλλη γυνή.
331
{Ιων} τίς; εἰ πόνου μοι ξυλλάβοι, χαίροιμεν ἄν.
332
{Κρ.} ἧς οὕνεκ' ἦλθον δεῦρο πρὶν πόσιν μολεῖν.
333
{Ιων} ποῖόν τι χρήιζους'; ὡς ὑπουργήσω, γύναι.
334
{Κρ.} μάντευμα κρυπτὸν δεομένη Φοίβου μαθεῖν.
335
{Ιων} λέγοις ἄν· ἡμεῖς τἄλλα προξενήσομεν.
336
{Κρ.} ἄκουε δὴ τὸν μῦθον· ἀλλ' αἰδούμεθα.
337
{Ιων} οὔ τἄρα πράξεις οὐδέν· ἀργὸς ἡ θεός.
338
{Κρ.} Φοίβωι μιγῆναί φησί τις φίλων ἐμῶν.
339
{Ιων} Φοίβωι γυνὴ γεγῶσα; μὴ λέγ', ὦ ξένη.
340
{Κρ.} καὶ παῖδά γ' ἔτεκε τῶι θεῶι λάθραι πατρός.
341
{Ιων} οὐκ ἔστιν· ἀνδρὸς ἀδικίαν αἰσχύνεται.
342
{Κρ.} οὔ φησιν αὐτή· καὶ πέπονθεν ἄθλια.
343
{Ιων} τί χρῆμα δράσας', εἰ θεῶι συνεζύγη;
344
{Κρ.} τὸν παῖδ' ὃν ἔτεκεν ἐξέθηκε δωμάτων.
345
{Ιων} ὁ δ' ἐκτεθεὶς παῖς ποῦ 'στιν; εἰσορᾶι φάος;
346
{Κρ.} οὐκ οἶδεν οὐδείς· ταῦτα καὶ μαντεύομαι.
347
{Ιων} εἰ δ' οὐκέτ' ἔστι, τίνι τρόπωι διεφθάρη;
348
{Κρ.} θῆράς σφε τὸν δύστηνον ἐλπίζει κτανεῖν.
349
{Ιων} ποίωι τόδ' ἔγνω χρωμένη τεκμηρίωι;
350
{Κρ.} ἐλθοῦς' ἵν' αὐτὸν ἐξέθηκ' οὐχ ηὗρ' ἔτι.
351
{Ιων} ἦν δὲ σταλαγμὸς ἐν στίβωι τις αἵματος;
352
{Κρ.} οὔ φησι· καίτοι πόλλ' ἐπεστράφη πέδον.
353
{Ιων} χρόνος δὲ τίς τῶι παιδὶ διαπεπραγμένωι;
354
{Κρ.} σοὶ ταὐτὸν ἥβης, εἴπερ ἦν, εἶχ' ἂν μέτρον.
357
{Ιων} τί δ' εἰ λάθραι νιν Φοῖβος ἐκτρέφει λαβών;
358
{Κρ.} τὰ κοινὰ χαίρων οὐ δίκαια δρᾶι μόνος.
355
{Ιων} ἀδικεῖ νυν ὁ θεός, ἡ τεκοῦσα δ' ἀθλία.
356
{Κρ.} οὔκουν ἔτ' ἄλλον 〈γ'〉 ὕστερον τίκτει γόνον.
359
{Ιων} οἴμοι· προσωιδὸς ἡ τύχη τὠμῶι πάθει.
360
{Κρ.} καὶ ς', ὦ ξέν', οἶμαι μητέρ' ἀθλίαν ποθεῖν.
361
{Ιων} ἆ μή μ' ἐπ' οἶκτον ἔξαγ' οὗ 'λελήσμεθα.
362
{Κρ.} σιγῶ· πέραινε δ' ὧν ς' ἀνιστορῶ πέρι.
363
{Ιων} οἶσθ' οὖν ὃ κάμνει τοῦ λόγου μάλιστά σοι;
364
{Κρ.} τί δ' οὐκ ἐκείνηι τῆι ταλαιπώρωι νοσεῖ;
365
{Ιων} πῶς ὁ θεὸς ὃ λαθεῖν βούλεται μαντεύσεται;
366
{Κρ.} εἴπερ καθίζει τρίποδα κοινὸν Ἑλλάδος.
367
{Ιων} αἰσχύνεται τὸ πρᾶγμα· μὴ 'ξέλεγχέ νιν.
368
{Κρ.} ἀλγύνεται δέ γ' ἡ παθοῦσα τῆι τύχηι.
369
{Ιων} οὐκ ἔστιν ὅστις σοι προφητεύσει τάδε.
370
ἐν τοῖς γὰρ αὑτοῦ δώμασιν κακὸς φανεὶς
371
Φοῖβος δικαίως τὸν θεμιστεύοντά σοι
372
δράσειεν ἄν τι πῆμ'. ἀπαλλάσσου, γύναι·
373
τῶι γὰρ θεῶι τἀναντί' οὐ μαντευτέον.
374
[ἐς γὰρ τοσοῦτον ἀμαθίας ἔλθοιμεν ἄν,
375
εἰ τοὺς θεοὺς ἄκοντας ἐκπονήσομεν
376
φράζειν ἃ μὴ θέλουσιν, ἢ προβωμίοις
377
σφαγαῖσι μήλων ἢ δι' οἰωνῶν πτεροῖς.]
378
ἃν γὰρ βίαι σπεύδωμεν ἀκόντων θεῶν,
379
ἀνόνητα κεκτήμεσθα τἀγάθ', ὦ γύναι·
380
ἃ δ' ἂν διδῶς' ἑκόντες, ὠφελούμεθα.
381
{Χο.} πολλαί γε πολλοῖς εἰσι συμφοραὶ βροτῶν,
382
μορφαὶ δὲ διαφέρουσιν· ἕνα δ' ἂν εὐτυχῆ
383
μόλις ποτ' ἐξεύροι τις ἀνθρώπων βίον.
384
{Κρ.} ὦ Φοῖβε, κἀκεῖ κἀνθάδ' οὐ δίκαιος εἶ
385
ἐς τὴν ἀποῦσαν, ἧς πάρεισιν οἱ λόγοι·
386
ὅς γ' οὔτ' ἔσωσας τὸν σὸν ὃν σῶσαί ς' ἐχρῆν
387
οὔθ' ἱστορούσηι μητρὶ μάντις ὢν ἐρεῖς,
388
ὡς, εἰ μὲν οὐκέτ' ἔστιν, ὀγκωθῆι τάφωι,
389
εἰ δ' ἔστιν, ἔλθηι μητρὸς εἰς ὄψιν ποτέ.
390
†ἀλλ' ἐᾶν χρὴ τάδ'†, εἰ πρὸς τοῦ θεοῦ
391
κωλυόμεσθα μὴ μαθεῖν ἃ βούλομαι.
392
ἀλλ', ὦ ξέν', εἰσορῶ γὰρ εὐγενῆ πόσιν
393
Ξοῦθον πέλας δὴ τόνδε, τὰς Τροφωνίου
394
λιπόντα θαλάμας, τοὺς λελεγμένους λόγους
395
σίγα πρὸς ἄνδρα, μή τιν' αἰσχύνην λάβω
396
διακονοῦσα κρυπτά, καὶ προβῆι λόγος
397
οὐχ ἧιπερ ἡμεῖς αὐτὸν ἐξειλίσσομεν.
398
τὰ γὰρ γυναικῶν δυσχερῆ πρὸς ἄρσενας,
399
κἀν ταῖς κακαῖσιν ἁγαθαὶ μεμειγμέναι
400
μισούμεθ'· οὕτω δυστυχεῖς πεφύκαμεν.
401
{ΞΟΥΘΟΣ} πρῶτον μὲν 〈ὁ〉 θεὸς τῶν ἐμῶν προσφθεγμάτων
402
λαβὼν ἀπαρχὰς χαιρέτω, σύ τ', ὦ γύναι.
403
μῶν χρόνιος ἐλθών ς' ἐξέπληξ' ὀρρωδίαι;
404
{Κρ.} οὐδέν γ'· ἀφίγμην δ' ἐς μέριμναν. ἀλλά μοι
405
λέξον, τί θέσπισμ' ἐκ Τροφωνίου φέρεις,
406
παίδων ὅπως νῶιν σπέρμα συγκραθήσεται;
407
{Ξο.} οὐκ ἠξίωσε τοῦ θεοῦ προλαμβάνειν
408
μαντεύμαθ'· ἓν δ' οὖν εἶπεν· οὐκ ἄπαιδά με
409
πρὸς οἶκον ἥξειν οὐδὲ ς' ἐκ χρηστηρίων.
410
{Κρ.} ὦ πότνια Φοίβου μῆτερ, εἰ γὰρ αἰσίως
411
ἔλθοιμεν, ἅ τε νῶιν συμβόλαια πρόσθεν ἦν
412
ἐς παῖδα τὸν σὸν μεταπέσοι βελτίονα.
413
{Ξο.} ἔσται τάδ'· ἀλλὰ τίς προφητεύει θεοῦ;
414
{Ιων} ἡμεῖς τά γ' ἔξω, τῶν ἔσω δ' ἄλλοις μέλει,
415
οἳ πλησίον θάσσουσι τρίποδος, 〈ὦ〉 ξένε,
416
Δελφῶν ἀριστῆς, οὓς ἐκλήρωσεν πάλος.
417
{Ξο.} καλῶς· ἔχω δὴ πάνθ' ὅσων ἐχρήιζομεν.
418
στείχοιμ' ἂν εἴσω· καὶ γάρ, ὡς ἐγὼ κλύω,
419
χρηστήριον πέπτωκε τοῖς ἐπήλυσιν
420
κοινὸν πρὸ ναοῦ· βούλομαι δ' ἐν ἡμέραι
421
τῆιδ' (αἰσία γάρ) θεοῦ λαβεῖν μαντεύματα.
422
σὺ δ' ἀμφὶ βωμούς, ὦ γύναι, δαφνηφόρους
423
λαβοῦσα κλῶνας, εὐτέκνους εὔχου θεοῖς
424
χρησμούς μ' ἐνεγκεῖν ἐξ Ἀπόλλωνος δόμων.
425
{Κρ.} ἔσται τάδ', ἔσται. Λοξίας δ', ἐὰν θέληι
426
νῦν ἀλλὰ τὰς πρὶν ἀναλαβεῖν ἁμαρτίας,
427
ἅπας μὲν οὐ γένοιτ' ἂν εἰς ἡμᾶς φίλος,
428
ὅσον δὲ χρήιζει (θεὸς γάρ ἐστι) δέξομαι.
429
{Ιων} τί ποτε λόγοισιν ἡ ξένη πρὸς τὸν θεὸν
430
κρυπτοῖσιν αἰεὶ λοιδοροῦς' αἰνίσσεται;
431
ἤτοι φιλοῦσά γ' ἧς ὕπερ μαντεύεται,
432
ἢ καί τι σιγῶς' ὧν σιωπᾶσθαι χρεών;
433
ἀτὰρ θυγατρὸς τῆς Ἐρεχθέως τί μοι
434
μέλει; προσήκει γ' οὐδέν. ἀλλὰ χρυσέαις
435
πρόχοισιν ἐλθὼν εἰς ἀπορραντήρια
436
δρόσον καθήσω. νουθετητέος δέ μοι
437
Φοῖβος, τί πάσχει· παρθένους βίαι γαμῶν
438
προδίδωσι; παῖδας ἐκτεκνούμενος λάθραι
439
θνήισκοντας ἀμελεῖ; μὴ σύ γ'· ἀλλ', ἐπεὶ κρατεῖς,
440
ἀρετὰς δίωκε. καὶ γὰρ ὅστις ἂν βροτῶν
441
κακὸς πεφύκηι, ζημιοῦσιν οἱ θεοί.
442
πῶς οὖν δίκαιον τοὺς νόμους ὑμᾶς βροτοῖς
443
γράψαντας αὐτοὺς ἀνομίαν ὀφλισκάνειν;
444
εἰ δ' (οὐ γὰρ ἔσται, τῶι λόγωι δὲ χρήσομαι)
445
δίκας βιαίων δώσετ' ἀνθρώποις γάμων
446
σὺ καὶ Ποσειδῶν Ζεύς θ' ὃς οὐρανοῦ κρατεῖ,
447
ναοὺς τίνοντες ἀδικίας κενώσετε.
448
τὰς ἡδονὰς γὰρ τῆς προμηθίας πέρα
449
σπεύδοντες ἀδικεῖτ'. οὐκέτ' ἀνθρώπους κακοὺς
450
λέγειν δίκαιον, εἰ τὰ τῶν θεῶν καλὰ
451
μιμούμεθ', ἀλλὰ τοὺς διδάσκοντας τάδε.
452
{Χο.} σὲ τὰν ὠδίνων λοχιᾶν
453
ἀνειλείθυιαν, ἐμὰν
454
Ἀθάναν, ἱκετεύω,
455
Προμηθεῖ Τιτᾶνι λοχευ-
456
θεῖσαν κατ' ἀκροτάτας
457
κορυφᾶς Διός, ὦ †μάκαιρα† Νίκα,
458
μόλε Πύθιον οἶκον,
459
Ὀλύμπου χρυσέων θαλάμων
460
πταμένα πρὸς ἀγυιάς,
461
Φοιβήιος ἔνθα γᾶς
462
μεσόμφαλος ἑστία
463
παρὰ χορευομένωι τρίποδι
464
μαντεύματα κραίνει,
465
σὺ καὶ παῖς ἁ Λατογενής,
466
δύο θεαὶ δύο παρθένοι,
467
κασίγνηται †σεμναὶ Φοίβου†.
468
ἱκετεύσατε δ', ὦ κόραι,
469
τὸ παλαιὸν Ἐρεχθέως
470
γένος εὐτεκνίας χρονίου καθαροῖς
471
μαντεύμασι κῦρσαι.
472
ὑπερβαλλούσας γὰρ ἔχει
473
θνατοῖς εὐδαιμονίας
474
ἀκίνητον ἀφορμάν,
475
τέκνων οἷς ἂν καρποφόροι
476
λάμπωσιν ἐν θαλάμοις
477
πατρίοισι νεάνιδες ἧβαι,
478
διαδέκτορα πλοῦτον
479
ὡς ἕξοντες ἐκ πατέρων
480
ἑτέροις ἐπὶ τέκνοις.
481
ἄλκαρ τε γὰρ ἐν κακοῖς
482
σύν τ' εὐτυχίαις φίλον
483
δορί τε γᾶι πατρίαι φέρει
484
σωτήριον ἀλκάν.
485
ἐμοὶ μὲν πλούτου τε πάρος
486
βασιλικῶν τ' εἶεν θαλάμων
487
†τροφαὶ κήδειοι κεδνῶν γε τέκνων†.
488
τὸν ἄπαιδα δ' ἀποστυγῶ
489
βίον, ὧι τε δοκεῖ ψέγω·
490
μετὰ δὲ κτεάνων μετρίων βιοτᾶς
491
εὔπαιδος ἐχοίμαν.
492
ὦ Πανὸς θακήματα καὶ
493
παραυλίζουσα πέτρα
494
μυχώδεσι Μακραῖς,
495
ἵνα χοροὺς στείβουσι ποδοῖν
496
Ἀγλαύρου κόραι τρίγονοι
497
στάδια χλοερὰ πρὸ Παλλάδος
498
ναῶν συρίγγων
499
ὑπ' αἰόλας ἰαχᾶς
500
†ὕμνων† ὅτ' ἀναλίοις
501
συρίζεις, ὦ Πάν,
502
τοῖσι σοῖς ἐν ἄντροις,
503
ἵνα τεκοῦσά τις παρθένος μελέα βρέφος
504
Φοίβωι πτανοῖς ἐξόρισεν
505
θοίναν θηρσί τε φονίαν
506
δαῖτα, πικρῶν γάμων ὕβριν.
507
οὔτ' ἐπὶ κερκίσιν οὔτε λόγων φάτιν
508
ἄιον εὐτυχίας μετέχειν θεόθεν τέκνα θνατοῖς.
510
{Ιων} πρόσπολοι γυναῖκες, αἳ τῶνδ' ἀμφὶ κρηπῖδας δόμων
511
θυοδόκων φρούρημ' ἔχουσαι δεσπότιν φυλάσσετε,
512
ἐκλέλοιπ' ἤδη τὸν ἱερὸν τρίποδα καὶ χρηστήριον
513
Ξοῦθος ἢ μίμνει κατ' οἶκον ἱστορῶν ἀπαιδίαν;
514
{Χο.} ἐν δόμοις ἔστ', ὦ ξέν'· οὔπω δῶμ' ὑπερβαίνει τόδε.
515
ὡς δ' ἐπ' ἐξόδοισιν ὄντος, τῶνδ' ἀκούομεν πυλῶν
516
δοῦπον, ἐξιόντα τ' ἤδη δεσπότην ὁρᾶν πάρα.
517
{Ξο.} ὦ τέκνον, χαῖρ'· ἡ γὰρ ἀρχὴ τοῦ λόγου πρέπουσά μοι.
518
{Ιων} χαίρομεν· σὺ δ' εὖ φρόνει γε, καὶ δύ' ὄντ' εὖ πράξομεν.
519
{Ξο.} δὸς χερὸς φίλημά μοι σῆς σώματός τ' ἀμφιπτυχάς.
520
{Ιων} εὖ φρονεῖς μέν; ἤ ς' ἔμηνεν θεοῦ τις, ὦ ξένε, βλάβη;
521
{Ξο.} οὐ φρονῶ, τὰ φίλταθ' εὑρὼν εἰ φιλεῖν ἐφίεμαι;
522
{Ιων} παῦε, μὴ ψαύσας τὰ τοῦ θεοῦ στέμματα ῥήξηις χερί.
523
{Ξο.} ἅψομαι· κοὐ ῥυσιάζω, τἀμὰ δ' εὑρίσκω φίλα.
524
{Ιων} οὐκ ἀπαλλάξηι, πρὶν εἴσω τόξα πλευμόνων λαβεῖν;
525
{Ξο.} ὡς τί δὴ φεύγεις με σαυτοῦ γνωρίσαι τὰ φίλτατα;
526
{Ιων} οὐ φιλῶ φρενοῦν ἀμούσους καὶ μεμηνότας ξένους.
527
{Ξο.} κτεῖνε καὶ πίμπρη· πατρὸς γάρ, ἢν κτάνηις, ἔσηι φονεύς.
528
{Ιων} ποῦ δέ μοι πατὴρ σύ; ταῦτ' οὖν οὐ γέλως κλύειν ἐμοί;
529
{Ξο.} οὔ· τρέχων ὁ μῦθος ἄν σοι τἀμὰ σημήνειεν ἄν.
530
{Ιων} καὶ τί μοι λέξεις; {Ξο.} πατὴρ σός εἰμι καὶ σὺ παῖς ἐμός.
531
{Ιων} τίς λέγει τάδ'; {Ξο.} ὅς ς' ἔθρεψεν ὄντα Λοξίας ἐμόν.
532
{Ιων} μαρτυρεῖς σαυτῶι. {Ξο.} τὰ τοῦ θεοῦ γ' ἐκμαθὼν χρη- στήρια.
533
{Ιων} ἐσφάλης αἴνιγμ' ἀκούσας. {Ξο.} οὐκ ἄρ' ὄρθ' ἀκούομεν.
534
{Ιων} ὁ δὲ λόγος τίς ἐστι Φοίβου; {Ξο.} τὸν συναντήσαντά μοι
535
{Ιων} τίνα συνάντησιν; {Ξο.} δόμων τῶνδ' ἐξιόντι τοῦ θεοῦ
536
{Ιων} συμφορᾶς τίνος κυρῆσαι; {Ξο.} παῖδ' ἐμὸν πεφυκέναι.
537
{Ιων} σὸν γεγῶτ' ἢ δῶρον ἄλλων; {Ξο.} δῶρον, ὄντα δ' ἐξ ἐμοῦ.
538
{Ιων} πρῶτα δῆτ' ἐμοὶ ξυνάπτεις πόδα σόν; {Ξο.} οὐκ ἄλλωι τέκνον.
539
{Ιων} ἡ τύχη πόθεν ποθ' ἥκει; {Ξο.} δύο μίαν θαυμάζομεν.
540
{Ιων} ἐκ τίνος δέ σοι πέφυκα μητρός; {Ξο.} οὐκ ἔχω φράσαι.
541
{Ιων} οὐδὲ Φοῖβος εἶπε; {Ξο.} τερφθεὶς τοῦτο, κεῖν' οὐκ ἠρόμην.
542
{Ιων} γῆς ἄρ' ἐκπέφυκα μητρός; {Ξο.} οὐ πέδον τίκτει τέκνα.
543
{Ιων} πῶς ἂν οὖν εἴην σός; {Ξο.} οὐκ οἶδ', ἀναφέρω δ' ἐς τὸν θεόν.
544
{Ιων} φέρε λόγων ἁψώμεθ' ἄλλων. {Ξο.} τοῦτ' ἄμεινον, ὦ τέκνον.
545
{Ιων} ἦλθες ἐς νόθον τι λέκτρον; {Ξο.} μωρίαι γε τοῦ νέου.
546
{Ιων} πρὶν κόρην λαβεῖν Ἐρεχθέως; {Ξο.} οὐ γὰρ ὕστερόν γέ πω.
547
{Ιων} ἆρα δῆτ' ἐκεῖ μ' ἔφυσας; {Ξο.} τῶι χρόνωι γε συντρέχει.
548
{Ιων} κἆιτα πῶς ἀφικόμεσθα δεῦρο {Ξο.} τοῦτ' ἀμηχανῶ.
549
{Ιων} διὰ μακρᾶς ἐλθὼν κελεύθου; {Ξο.} τοῦτο κἄμ' ἀπαιολᾶι.
550
{Ιων} Πυθίαν δ' ἦλθες πέτραν πρίν; {Ξο.} ἐς φανάς γε Βακ- χίου.
551
{Ιων} προξένων δ' ἔν του κατέσχες; {Ξο.} ὅς με Δελφίσιν κόραις
552
{Ιων} ἐθιάσευς', ἢ πῶς τάδ' αὐδᾶις; {Ξο.} Μαινάσιν γε Βακχίου.
553
{Ιων} ἔμφρον' ἢ κάτοινον ὄντα; {Ξο.} Βακχίου πρὸς ἡδοναῖς.
554
{Ιων} τοῦτ' ἐκεῖν'· ἵν' ἐσπάρημεν {Ξο.} ὁ πότμος ἐξηῦρεν, τέκνον.
555
{Ιων} πῶς δ' ἀφικόμεσθα ναούς; {Ξο.} ἔκβολον κόρης ἴσως.
556
{Ιων} ἐκπεφεύγαμεν τὸ δοῦλον. {Ξο.} πατέρα νυν δέχου, τέκνον.
557
{Ιων} τῶι θεῶι γοῦν οὐκ ἀπιστεῖν εἰκός. {Ξο.} εὖ φρονεῖς ἄρα.
558
{Ιων} καὶ τί βουλόμεσθά γ' ἄλλο {Ξο.} νῦν ὁρᾶις ἃ χρή ς' ὁρᾶν.
559
{Ιων} ἢ Διὸς παιδὸς γενέσθαι παῖς; {Ξο.} ὃ σοί γε γίγνεται.
560
{Ιων} ἦ θίγω δῆθ' ὅς μ' ἔφυσας; {Ξο.} πιθόμενός γε τῶι θεῶι.
561
{Ιων} χαῖρέ μοι, πάτερ {Ξο.} φίλον γε φθέγμ' ἐδεξάμην τόδε.
562
{Ιων} ἡμέρα θ' ἡ νῦν παροῦσα. {Ξο.} μακάριόν γ' ἔθηκέ με.
563
{Ιων} ὦ φίλη μῆτερ, πότ' ἆρα καὶ σὸν ὄψομαι δέμας;
564
νῦν ποθῶ σε μᾶλλον ἢ πρίν, ἥτις εἶ ποτ', εἰσιδεῖν.
565
ἀλλ' ἴσως τέθνηκας, ἡμεῖς δ' οὐδ' ὄναρ δυναίμεθ' ἄν.
566
{Χο.} κοιναὶ μὲν ἡμῖν δωμάτων εὐπραξίαι·
567
ὅμως δὲ καὶ δέσποιναν ἐς τέκν' εὐτυχεῖν
568
ἐβουλόμην ἂν τούς τ' Ἐρεχθέως δόμους.
569
{Ξο.} ὦ τέκνον, ἐς μὲν σὴν ἀνεύρεσιν θεὸς
570
ὀρθῶς ἔκρανε, καὶ συνῆψ' ἐμοί τε σὲ
571
σύ τ' αὖ τὰ φίλταθ' ηὗρες οὐκ εἰδὼς πάρος.
572
οἷ δ' ἦιξας ὀρθῶς, τοῦτο κἄμ' ἔχει πόθος,
573
ὅπως σύ τ', ὦ παῖ, μητέρ' εὑρήσεις σέθεν
574
ἐγώ θ' ὁποίας μοι γυναικὸς ἐξέφυς.
575
χρόνωι δὲ δόντες ταῦτ' ἴσως εὕροιμεν ἄν.
576
ἀλλ' ἐκλιπὼν θεοῦ δάπεδ' ἀλητείαν τε σὴν
577
ἐς τὰς Ἀθήνας στεῖχε κοινόφρων πατρί
578
[οὗ ς' ὄλβιον μὲν σκῆπτρον ἀναμένει πατρός,
579
πολὺς δὲ πλοῦτος· οὐδὲ θάτερον νοσῶν
580
δυοῖν κεκλήσηι δυσγενὴς πένης θ' ἅμα,
581
ἀλλ' εὐγενής τε καὶ πολυκτήμων βίου].
582
σιγᾶις; τί πρὸς γῆν ὄμμα σὸν βαλὼν ἔχεις
583
ἐς φροντίδας τ' ἀπῆλθες, ἐκ δὲ χαρμονῆς
584
πάλιν μεταστὰς δεῖμα προσβάλλεις πατρί;
585
{Ιων} οὐ ταὐτὸν εἶδος φαίνεται τῶν πραγμάτων
586
πρόσωθεν ὄντων ἐγγύθεν θ' ὁρωμένων.
587
ἐγὼ δὲ τὴν μὲν συμφορὰν ἀσπάζομαι,
588
πατέρα ς' ἀνευρών· ὧν δὲ γιγνώσκω, πάτερ,
589
ἄκουσον. εἶναί φασι τὰς αὐτόχθονας
590
κλεινὰς Ἀθήνας οὐκ ἐπείσακτον γένος,
591
ἵν' ἐσπεσοῦμαι δύο νόσω κεκτημένος,
592
πατρός τ' ἐπακτοῦ καὐτὸς ὢν νοθαγενής.
593
καὶ τοῦτ' ἔχων τοὔνειδος ἀσθενὴς μένων
594
†μηδὲν καὶ οὐδὲν ὢν† κεκλήσομαι.
595
ἢν δ' ἐς τὸ πρῶτον πόλεος ὁρμηθεὶς ζυγὸν
596
ζητῶ τις εἶναι, τῶν μὲν ἀδυνάτων ὕπο
597
μισησόμεσθα· λυπρὰ γὰρ τὰ κρείσσονα.
598
ὅσοι δέ, χρηστοὶ δυνάμενοί τ', ὄντες σοφοί,
599
σιγῶσι κοὐ σπεύδουσιν ἐς τὰ πράγματα,
600
γέλωτ' ἐν αὐτοῖς μωρίαν τε λήψομαι
601
οὐχ ἡσυχάζων ἐν πόλει ψόγου πλέαι.
602
τῶν δ' †αὖ λογίων τε† χρωμένων τε τῆι πόλει
603
ἐς ἀξίωμα βὰς πλέον φρουρήσομαι
604
ψήφοισιν. οὕτω γὰρ τάδ', ὦ πάτερ, φιλεῖ·
605
οἳ τὰς πόλεις ἔχουσι κἀξιώματα
606
τοῖς ἀνθαμίλλοις εἰσὶ πολεμιώτατοι.
607
ἐλθὼν δ' ἐς οἶκον ἀλλότριον ἔπηλυς ὢν
608
γυναῖκά θ' ὡς ἄτεκνον, ἣ κοινουμένη
609
τῆς συμφορᾶς σοι πρόσθεν ἀπολαχοῦσα νῦν
610
αὐτὴ καθ' αὑτὴν τὴν τύχην οἴσει πικρῶς,
611
πῶς οὐχ ὑπ' αὐτῆς εἰκότως μισήσομαι,
612
ὅταν παραστῶ σοὶ μὲν ἐγγύθεν ποδός,
613
ἡ δ' οὖς' ἄτεκνος τὰ σὰ φίλ' εἰσορᾶι πικρῶς,
614
κἆιτ' ἢ προδοὺς σύ μ' ἐς δάμαρτα σὴν βλέπηις
615
ἢ τἀμὰ τιμῶν δῶμα συγχέας ἔχηις;
616
ὅσας σφαγὰς δὴ φαρμάκων 〈τε〉 θανασίμων
617
γυναῖκες ηὗρον ἀνδράσιν διαφθοράς.
618
ἄλλως τε τὴν σὴν ἄλοχον οἰκτίρω, πάτερ,
619
ἄπαιδα γηράσκουσαν· οὐ γὰρ ἀξία
620
πατέρων ἀπ' ἐσθλῶν οὖς' ἀπαιδίαι νοσεῖν.
621
τυραννίδος δὲ τῆς μάτην αἰνουμένης
622
τὸ μὲν πρόσωπον ἡδύ, τἀν δόμοισι δὲ
623
λυπηρά· τίς γὰρ μακάριος, τίς εὐτυχής,
624
ὅστις δεδοικὼς καὶ περιβλέπων βίαν
625
αἰῶνα τείνει; δημότης ἂν εὐτυχὴς
626
ζῆν ἂν θέλοιμι μᾶλλον ἢ τύραννος ὤν,
627
ὧι τοὺς πονηροὺς ἡδονὴ φίλους ἔχειν,
628
ἐσθλοὺς δὲ μισεῖ κατθανεῖν φοβούμενος.
629
εἴποις ἂν ὡς ὁ χρυσὸς ἐκνικᾶι τάδε,
630
πλουτεῖν τε τερπνόν· οὐ φιλῶ ψόγους κλύειν
631
ἐν χερσὶ σώιζων ὄλβον οὐδ' ἔχειν πόνους·
632
εἴη γ' ἐμοὶ 〈μὲν〉 μέτρια μὴ λυπουμένωι.
633
ἃ δ' ἐνθάδ' εἶχον ἀγάθ' ἄκουσόν μου, πάτερ·
634
τὴν φιλτάτην μὲν πρῶτον ἀνθρώποις σχολὴν
635
ὄχλον τε μέτριον, οὐδέ μ' ἐξέπληξ' ὁδοῦ
636
πονηρὸς οὐδείς· κεῖνο δ' οὐκ ἀνασχετόν,
637
εἴκειν ὁδοῦ χαλῶντα τοῖς κακίοσιν.
638
θεῶν δ' ἐν εὐχαῖς ἢ λόγοισιν ἦ βροτῶν
639
ὑπηρετῶν χαίρουσιν οὐ γοωμένοις.
640
καὶ τοὺς μὲν ἐξέπεμπον, οἱ δ' ἧκον ξένοι,
641
ὥσθ' ἡδὺς αἰεὶ καινὸς ἐν καινοῖσιν ἦ.
642
ὃ δ' εὐκτὸν ἀνθρώποισι, κἂν ἄκουσιν ἦι,
643
δίκαιον εἶναί μ' ὁ νόμος ἡ φύσις θ' ἅμα
644
παρεῖχε τῶι θεῶι. ταῦτα συννοούμενος
645
κρείσσω νομίζω τἀνθάδ' ἢ τἀκεῖ, πάτερ.
646
ἔα δέ μ' αὐτοῦ ζῆν· ἴση γὰρ ἡ χάρις
647
μεγάλοισι χαίρειν σμικρά θ' ἡδέως ἔχειν.
648
{Χο.} καλῶς ἔλεξας, εἴπερ οὓς ἐγὼ φιλῶ
649
ἐν τοῖσι σοῖσιν εὐτυχήσουσιν φίλοις.
650
{Ξο.} παῦσαι λόγων τῶνδ', εὐτυχεῖν δ' ἐπίστασο·
651
θέλω γὰρ οὗπέρ ς' ηὗρον ἄρξασθαι, τέκνον,
652
κοινῆς τραπέζης, δαῖτα πρὸς κοινὴν πεσών,
653
θῦσαί θ' ἅ σου πρὶν γενέθλι' οὐκ ἐθύσαμεν.
654
καὶ νῦν μὲν ὡς δὴ ξένον ἄγων ς' ἐφέστιον
655
δείπνοισι τέρψω, τῆς δ' Ἀθηναίων χθονὸς
656
ἄξω θεατὴν δῆθεν, οὐχ ὡς ὄντ' ἐμόν.
657
καὶ γὰρ γυναῖκα τὴν ἐμὴν οὐ βούλομαι
658
λυπεῖν ἄτεκνον οὖσαν αὐτὸς εὐτυχῶν.
659
χρόνωι δὲ καιρὸν λαμβάνων προσάξομαι
660
δάμαρτ' ἐᾶν σε σκῆπτρα τἄμ' ἔχειν χθονός.
661
Ἴωνα δ' ὀνομάζω σε τῆι τύχηι πρέπον,
662
ὁθούνεκ' ἀδύτων ἐξιόντι μοι θεοῦ
663
ἴχνος συνῆψας πρῶτος. ἀλλὰ τῶν φίλων
664
πλήρωμ' ἀθροίσας βουθύτωι σὺν ἡδονῆι
665
πρόσειπε, μέλλων Δελφίδ' ἐκλιπεῖν πόλιν.
666
ὑμῖν δὲ σιγᾶν, δμωίδες, λέγω τάδε,
667
ἢ θάνατον εἰπούσαισι πρὸς δάμαρτ' ἐμήν.
668
{Ιων} στείχοιμ' ἄν. ἓν δὲ τῆς τύχης ἄπεστί μοι·
669
εἰ μὴ γὰρ ἥτις μ' ἔτεκεν εὑρήσω, πάτερ,
670
ἀβίωτον ἡμῖν. εἰ δ' ἐπεύξασθαι χρεών,
671
ἐκ τῶν Ἀθηνῶν μ' ἡ τεκοῦς' εἴη γυνή,
672
ὥς μοι γένηται μητρόθεν παρρησία.
673
καθαρὰν γὰρ ἤν τις ἐς πόλιν πέσηι ξένος,
674
κἂν τοῖς λόγοισιν ἀστὸς ἦι, τό γε στόμα
675
δοῦλον πέπαται κοὐκ ἔχει παρρησίαν.
676
{Χο.} ὁρῶ δάκρυα καὶ πενθίμους
677
〈ἀλαλαγὰς〉 στεναγμάτων τ' ἐσβολάς,
678
ὅταν ἐμὰ τύραννος εὐπαιδίαν
679
πόσιν ἔχοντ' εἰδῆι,
680
αὐτὴ δ' ἄπαις ἦι καὶ λελειμμένη τέκνων.
681
τίν', ὦ παῖ πρόμαντι Λατοῦς, ἔχρη-
682
σας ὑμνωιδίαν;
683
πόθεν ὁ παῖς ὅδ' ἀμφὶ ναοὺς σέθεν
684
τρόφιμος ἐξέβα; γυναικῶν τίνος;
685
οὐ γάρ με σαίνει θέσφατα μή τιν' ἔχηι δόλον.
688
δειμαίνω συμφοράν,
689
ἐφ' ὅ〈τι〉 ποτὲ βάσεται.
690
ἄτοπος ἄτοπα γὰρ παραδίδωσί μοι
691
τάδε θεοῦ φήμα.
692
πλέκει δόλον τέχναν θ' ὁ παῖς
693
ἄλλων τραφεὶς ἐξ αἱμάτων.
694
τίς οὐ τάδε ξυνοίσεται;
695
φίλαι, πότερ' ἐμᾶι δεσποίναι
696
τάδε τορῶς ἐς οὖς γεγωνήσομεν
697
†πόσιν ἐν ὧι τὰ πάντ' ἔχους' ἐλπίδων
698
μέτοχος ἦν τλάμων†;
699
νῦν δ' ἡ μὲν ἔρρει συμφοραῖς, ὁ δ' εὐτυχεῖ,
700
πόλιον ἐσπεσοῦσα γῆρας, πόσις δ'
701
ἀτίετος φίλων.
702
μέλεος, ὃς θυραῖος ἐλθὼν δόμους
704
μέγαν ἐς ὄλβον οὐκ ἴσωσεν τύχας.
705
ὄλοιτ' ὄλοιτο πότνιαν ἐξαπαφὼν ἐμάν,
706
καὶ θεοῖσιν μὴ τύχοι
707
καλλίφλογα πελανὸν ἐπὶ
708
πυρὶ καθαγνίσας· τὸ δ' ἐμὸν εἴσεται
709
〈
710
〉 τυραννίδος φίλα.
711
ἤδη πέλας δεινῶν κυρεῖ
712
παῖς καὶ πατὴρ νέος νέου.
713
ἰὼ δειράδες Παρνασοῦ πέτρας
715
ἔχουσαι σκόπελον οὐράνιόν θ' ἕδραν,
716
ἵνα Βάκχιος ἀμφιπύρους ἀνέχων πεύκας
717
λαιψηρὰ πηδᾶι νυκτιπόλοις ἅμα σὺν Βάκχαις.
719
μή 〈τί〉 ποτ' εἰς ἐμὰν πόλιν ἵκοιθ' ὁ παῖς,
720
νέαν δ' ἁμέραν ἀπολιπὼν θάνοι.
721
στεγομένα γὰρ ἂν πόλις ἔχοι σκῆψιν
722
ξενικὸν ἐσβολάν 〈
post 722
〉
post 723
†ἁλίσας† ὁ πάρος ἀρχαγὸς ὢν
post 724
Ἐρεχθεὺς ἄναξ.
post 725
{Κρ.} ὦ πρέσβυ παιδαγώγ' Ἐρεχθέως πατρὸς
post 726
τοὐμοῦ ποτ' ὢν τόθ' ἡνίκ' ἦν ἔτ' ἐν φάει,
post 727
ἔπαιρε σαυτὸν πρὸς θεοῦ χρηστήρια,
post 728
ὥς μοι συνησθῆις, εἴ τι Λοξίας ἄναξ
post 729
θέσπισμα παίδων ἐς γονὰς ἐφθέγξατο.
post 72:
σὺν τοῖς φίλοις γὰρ ἡδὺ μὲν πράσσειν καλῶς·
post 72;
ὃ μὴ γένοιτο δ', εἴ τι τυγχάνοι κακόν,
post 72<
ἐς ὄμματ' εὔνου φωτὸς ἐμβλέψαι γλυκύ.
post 72=
ἐγὼ δέ ς', ὥσπερ καὶ σὺ πατέρ' ἐμόν ποτε,
post 72>
δέσποιν' ὅμως οὖς' ἀντικηδεύω πατρός.
post 72?
{ΠΡΕΣΒΥΤΗΣ}
735
ὦ θύγατερ, ἄξι' ἀξίων γεννητόρων
736
ἤθη φυλάσσεις κοὐ καταισχύνας' ἔχεις
737
τοὺς σούς, παλαιῶν ἐκγόνους αὐτοχθόνων.
738
ἕλχ' ἕλκε πρὸς μέλαθρα καὶ κόμιζέ με.
739
αἰπεινά μοι μαντεῖα· τοῦ γήρως δέ μοι
740
συνεκπονοῦσα κῶλον ἰατρὸς γενοῦ.
741
{Κρ.} ἕπου νυν· ἴχνος δ' ἐκφύλασς' ὅπου τίθης.
742
{Πρ.} ἰδού· τὸ τοῦ ποδὸς μὲν βραδύ, τὸ τοῦ δὲ νοῦ ταχύ.
743
{Κρ.} βάκτρωι δ' ἐρείδου· περιφερὴς στίβος χθονός.
744
{Πρ.} καὶ τοῦτο τυφλόν, ὅταν ἐγὼ βλέπω βραχύ.
745
{Κρ.} ὀρθῶς ἔλεξας· ἀλλὰ μὴ παρῆις κόπωι.
746
{Πρ.} οὔκουν ἑκών γε· τοῦ δ' ἀπόντος οὐ κρατῶ.
747
{Κρ.} γυναῖκες, ἱστῶν τῶν ἐμῶν καὶ κερκίδος
748
δούλευμα πιστόν, τίνα τύχην λαβὼν πόσις
749
βέβηκε παίδων, ὧνπερ οὕνεχ' ἥκομεν;
750
σημήνατ'· εἰ γὰρ ἀγαθά μοι μηνύσετε,
751
οὐκ εἰς ἀπίστους δεσπότας βαλεῖς χάριν.
752
{Χο.} ἰὼ δαῖμον.
753
{Κρ.} τὸ φροίμιον μὲν τῶν λόγων οὐκ εὐτυχές.
754
{Χο.} ἰὼ τλᾶμον.
755
{Κρ.} ἀλλ' ἦ τι θεσφάτοισι δεσποτῶν νοσεῖ;
756
{Χο.} αἰαῖ· τί δρῶμεν θάνατος ὧν κεῖται πέρι;
757
{Κρ.} τίς ἥδε μοῦσα χὠ φόβος τίνων πέρι;
758
{Χο.} εἴπωμεν ἢ σιγῶμεν ἢ τί δράσομεν;
759
{Κρ.} εἴφ'· ὡς ἔχεις γε συμφοράν τιν' εἰς ἐμέ.
760
{Χο.} εἰρήσεταί τοι, κεἰ θανεῖν μέλλω διπλῆι.
761
οὐκ ἔστι σοι, δέσποιν', ἐπ' ἀγκάλαις λαβεῖν
762
τέκν' οὐδὲ μαστῶι σῶι προσαρμόσαι ποτέ.
763
{Κρ.} ὤμοι θάνοιμι.
763b
{〈Πρ.〉} θύγατερ. {〈Κρ.〉} ὦ τάλαιν'
764
ἐγὼ συμφορᾶς, ἔλαβον ἔπαθον ἄχος ἀβίοτον, φίλαι.
765
διοιχόμεσθα. {Πρ.} τέκνον.
766
{Κρ.} αἰαῖ αἰαῖ·
767
διανταῖος ἔτυπεν ὀδύνα με πλευ-
768
μόνων τῶνδ' ἔσω.
769
{Πρ.} μήπω στενάξηις {Κρ.} ἀλλὰ πάρεισι γόοι.
770
{Πρ.} πρὶν ἂν μάθωμεν {Κρ.} ἀγγελίαν τίνα μοι;
771
{Πρ.} εἰ ταὐτὰ πράσσων δεσπότης τῆς συμφορᾶς
772
κοινωνός ἐστιν ἢ μόνη σὺ δυστυχεῖς.
773
{Χο.} κείνωι μέν, ὦ γεραιέ, παῖδα Λοξίας
775
ἔδωκεν, ἰδίαι δ' εὐτυχεῖ ταύτης δίχα.
776
{Κρ.} τόδ' ἐπὶ τῶιδε κακὸν ἄκρον ἔλακες 〈ἔλακες〉
777
ἄχος ἐμοὶ στένειν.
778
{Πρ.} πότερα δὲ φῦναι δεῖ γυναικὸς ἔκ τινος
779
τὸν παῖδ' ὃν εἶπας ἢ γεγῶτ' ἐθέσπισεν;
780
{Χο.} ἤδη πεφυκότ' ἐκτελῆ νεανίαν
781
δίδωσιν αὐτῶι Λοξίας· παρῆ δ' ἐγώ.
783
{Κρ.} πῶς φήις; †ἄφατον ἄφατον† ἀναύδητον
784
λόγον ἐμοὶ θροεῖς.
785
{Πρ.} κἄμοιγε. πῶς δ' ὁ χρησμὸς ἐκπεραίνεται
786
σαφέστερόν μοι φράζε χὤστις ἔσθ' ὁ παῖς.
787
{Χο.} ὅτωι ξυναντήσειεν ἐκ θεοῦ συθεὶς
788
πρώτωι πόσις σός, παῖδ' ἔδωκ' αὐτῶι θεός.
790
{Κρ.} ὀτοτοτοῖ· τὸν ἐμὸν ἄτεκνον ἄτεκνον ἔλακ'
791
ἄρα βίοτον, ἐρημίαι δ' ὀρφανοὺς δόμους οἰκήσω.
792
{Πρ.} τίς οὖν ἐχρήσθη; τῶι συνῆψ' ἴχνος ποδὸς
793
πόσις ταλαίνης; πῶς δὲ ποῦ νιν εἰσιδών;
794
{Χο.} οἶσθ', ὦ φίλη δέσποινα, τὸν νεανίαν
795
ὃς τόνδ' ἔσαιρε ναόν; οὗτός ἐσθ' ὁ παῖς.
796
{Κρ.} ἀν' ὑγρὸν ἀμπταίην αἰθέρα πόρσω γαί-
798
ας Ἑλλανίας ἀστέρας ἑσπέρους,
799
οἷον οἷον ἄλγος ἔπαθον, φίλαι.
800
{Πρ.} ὄνομα δὲ ποῖον αὐτὸν ὀνομάζει πατήρ;
801
οἶσθ', ἢ σιωπῆι τοῦτ' ἀκύρωτον μένει;
802
{Χο.} Ἴων', ἐπείπερ πρῶτος ἤντησεν πατρί·
803
μητρὸς δ' ὁποίας ἐστὶν οὐκ ἔχω φράσαι.
804
φροῦδος δ', ἵν' εἰδῆις πάντα τἀπ' ἐμοῦ, γέρον,
805
παιδὸς προθύσων ξένια καὶ γενέθλια
806
σκηνὰς ἐς ἱερὰς τῆσδε λαθραίως πόσις,
807
κοινὴν ξυνάψων δαῖτα παιδὶ τῶι νέωι.
808
{Πρ.} δέσποινα, προδεδόμεσθα (σὺν γὰρ σοὶ νοσῶ)
809
τοῦ σοῦ πρὸς ἀνδρὸς καὶ μεμηχανημένως
810
ὑβριζόμεσθα δωμάτων τ' Ἐρεχθέως
811
ἐκβαλλόμεσθα. καὶ σὸν οὐ στυγῶν πόσιν
812
λέγω, σὲ μέντοι μᾶλλον ἢ κεῖνον φιλῶν·
813
ὅστις σε γήμας ξένος ἐπεισελθὼν πόλιν
814
καὶ δῶμα καὶ σὴν παραλαβὼν παγκληρίαν
815
ἄλλης γυναικὸς παῖδας ἐκκαρπούμενος
816
λάθραι πέφηνεν· ὡς λάθραι δ', ἐγὼ φράσω.
817
ἐπεί ς' ἄτεκνον ἤισθετ', οὐκ ἔστεργέ σοι
818
ὅμοιος εἶναι τῆς τύχης τ' ἴσον φέρειν,
819
λαβὼν δὲ δοῦλα λέκτρα νυμφεύσας λάθραι
820
τὸν παῖδ' ἔφυσεν, ἐξενωμένον δέ τωι
821
Δελφῶν δίδωσιν ἐκτρέφειν. ὁ δ' ἐν θεοῦ
822
δόμοισιν ἄφετος, ὡς λάθοι, παιδεύεται.
823
νεανίαν δ' ὡς ἤισθετ' ἐκτεθραμμένον,
824
ἐλθεῖν ς' ἔπεισε δεῦρ' ἀπαιδίας χάριν.
825
κἆιθ' ὁ θεὸς οὐκ ἐψεύσαθ', ὅδε δ' ἐψεύσατο
826
πάλαι τρέφων τὸν παῖδα, κἄπλεκεν πλοκὰς
827
τοιάσδ'· ἁλοὺς μὲν ἀνέφερ' ἐς τὸν δαίμονα,
828
†ἐλθὼν δὲ καὶ τὸν χρόνον ἀμύνεσθαι θέλων†
829
τυραννίδ' αὐτῶι περιβαλεῖν ἔμελλε γῆς.
830
[καινὸν δὲ τοὔνομ' ἀνὰ χρόνον πεπλασμένον
831
Ἴων, ἰόντι δῆθεν ὅτι συνήντετο.]
832
{Χο.} οἴμοι, κακούργους ἄνδρας ὡς ἀεὶ στυγῶ,
833
οἳ συντιθέντες τἄδικ' εἶτα μηχαναῖς
834
κοσμοῦσι. φαῦλον χρηστὸν ἂν λαβεῖν φίλον
835
θέλοιμι μᾶλλον ἢ κακὸν σοφώτερον.
836
{Πρ.} καὶ τῶνδ' ἁπάντων ἔσχατον πείσηι κακόν·
837
ἀμήτορ', ἀναρίθμητον, ἐκ δούλης τινὸς
838
γυναικὸς ἐς σὸν δῶμα δεσπότην ἄγει.
839
ἁπλοῦν ἂν ἦν γὰρ τὸ κακόν, εἰ παρ' εὐγενοῦς
840
μητρός, πιθών σε, σὴν λέγων ἀπαιδίαν,
841
ἐσώικις' οἴκους· εἰ δέ σοι τόδ' ἦν πικρόν,
842
τῶν Αἰόλου νιν χρῆν ὀρεχθῆναι γάμων.
843
ἐκ τῶνδε δεῖ σε δὴ γυναικεῖόν τι δρᾶν.
844
[ἢ γὰρ ξίφος λαβοῦσαν ἢ δόλωι τινὶ
845
ἢ φαρμάκοισι σὸν κατακτεῖναι πόσιν
846
καὶ παῖδα, πρὶν σοὶ θάνατον ἐκ κείνων μολεῖν.
847
εἰ γάρ γ' ὑφήσεις τοῦδ', ἀπαλλάξηι βίου.
848
δυοῖν γὰρ ἐχθροῖν εἰς ἓν ἐλθόντοιν στέγος
849
ἢ θάτερον δεῖ δυστυχεῖν ἢ θάτερον.
850
ἐγὼ μὲν οὖν σοι καὶ συνεκπονεῖν θέλω
851
καὶ συμφονεύειν παῖδ' ὑπεισελθὼν δόμους
852
οὗ δαῖθ' ὁπλίζει καὶ τροφεῖα δεσπόταις
853
ἀποδοὺς θανεῖν τε ζῶν τε φέγγος εἰσορᾶν.
854
ἓν γάρ τι τοῖς δούλοισιν αἰσχύνην φέρει,
855
τοὔνομα· τὰ δ' ἄλλα πάντα τῶν ἐλευθέρων
856
οὐδὲν κακίων δοῦλος, ὅστις ἐσθλὸς ἦι.
857
{Χο.} κἀγώ, φίλη δέσποινα, συμφορὰν θέλω
858
κοινουμένη τήνδ' ἢ θανεῖν ἢ ζῆν καλῶς.]
859
{Κρ.} ὦ ψυχά, πῶς σιγάσω;
860
πῶς δὲ σκοτίας ἀναφήνω
861
εὐνάς, αἰδοῦς δ' ἀπολειφθῶ;
862
τί γὰρ ἐμπόδιον κώλυμ' ἔτι μοι;
863
πρὸς τίν' ἀγῶνας τιθέμεσθ' ἀρετῆς;
864
οὐ πόσις ἡμῶν προδότης γέγονεν;
865
στέρομαι δ' οἴκων, στέρομαι παίδων,
866
φροῦδαι δ' ἐλπίδες, ἃς διαθέσθαι
867
χρήιζουσα καλῶς οὐκ ἐδυνήθην,
868
σιγῶσα γάμους,
869
σιγῶσα τόκους πολυκλαύτους.
870
ἀλλ' οὐ τὸ Διὸς πολύαστρον ἕδος
871
καὶ τὴν ἐπ' ἐμοῖς σκοπέλοισι θεὰν
872
λίμνης τ' ἐνύδρου Τριτωνιάδος
873
πότνιαν ἀκτήν,
874
οὐκέτι κρύψω λέχος, ὃ στέρνων
875
ἀπονησαμένη ῥάιων ἔσομαι.
876
στάζουσι κόραι δακρύοισιν ἐμαί,
877
ψυχὴ δ' ἀλγεῖ κακοβουληθεῖς'
878
ἔκ τ' ἀνθρώπων ἔκ τ' ἀθανάτων,
879
οὓς ἀποδείξω
880
λέκτρων προδότας ἀχαρίστους.
881
ὦ τᾶς ἑπταφθόγγου μέλπων
882
κιθάρας ἐνοπάν, ἅτ' ἀγραύλοις
883
κεράεσσιν ἐν ἀψύχοις ἀχεῖ
884
μουσᾶν ὕμνους εὐαχήτους,
885
σοὶ μομφάν, ὦ Λατοῦς παῖ,
886
πρὸς τάνδ' αὐγὰν αὐδάσω.
887
ἦλθές μοι χρυσῶι χαίταν
888
μαρμαίρων, εὖτ' ἐς κόλπους
889
κρόκεα πέταλα φάρεσιν ἔδρεπον
890
†ἀνθίζειν† χρυσανταυγῆ·
891
λευκοῖς δ' ἐμφὺς καρποῖσιν
892
χειρῶν εἰς ἄντρου κοίτας
893
κραυγὰν Ὦ μᾶτέρ μ' αὐδῶσαν
894
θεὸς ὁμευνέτας
895
ἆγες ἀναιδείαι
896
Κύπριδι χάριν πράσσων.
897
τίκτω δ' ἁ δύστανός σοι
898
κοῦρον, τὸν φρίκαι ματρὸς
899
βάλλω τὰν σὰν εἰς εὐνάν,
900
ἵνα μ' ἐν λέχεσιν μελέαν μελέοις
901
ἐζεύξω τὰν δύστανον.
902
οἴμοι μοι· καὶ νῦν ἔρρει
903
πτανοῖς ἁρπασθεὶς θοίνα
904
παῖς μοι καὶ σοί.
905
τλᾶμον, σὺ δὲ 〈καὶ〉 κιθάραι κλάζεις
906
παιᾶνας μέλπων.
907
ὠή, τὸν Λατοῦς αὐδῶ,
908
ὅστ' ὀμφὰν κληροῖς
909
†πρὸς χρυσέους θάκους†
910
καὶ γαίας μεσσήρεις ἕδρας.
911
ἐς φῶς αὐδὰν καρύξω·
912
Ἰὼ 〈ἰὼ〉 κακὸς εὐνάτωρ,
913
ὃς τῶι μὲν ἐμῶι νυμφεύται
914
χάριν οὐ προλαβὼν
915
παῖδ' εἰς οἴκους οἰκίζεις·
916
ὁ δ' ἐμὸς γενέτας καὶ σὸς †ἀμαθὴς†
917
οἰωνοῖς ἔρρει συλαθείς,
918
σπάργανα ματέρος ἐξαλλάξας.
919
μισεῖ ς' ἁ Δᾶλος καὶ δάφνας
920
ἔρνεα φοίνικα παρ' ἁβροκόμαν,
921
ἔνθα λοχεύματα σέμν' ἐλοχεύσατο
922
Λατὼ Δίοισί σε κάποις.
923
{Χο.} οἴμοι, μέγας θησαυρὸς ὡς ἀνοίγνυται
924
κακῶν, ἐφ' οἷσι πᾶς ἂν ἐκβάλοι δάκρυ.
925
{Πρ.} 〈ὦ〉 θύγατερ, οἴκτου σὸν βλέπων ἐμπίμπλαμαι
926
πρόσωπον, ἔξω δ' ἐγενόμην γνώμης ἐμῆς.
927
κακῶν γὰρ ἄρτι κῦμ' ὑπεξαντλῶν φρενί,
928
πρύμνηθεν αἴρει μ' ἄλλο σῶν λόγων ὕπο,
929
οὓς ἐκβαλοῦσα τῶν παρεστώτων κακῶν
930
μετῆλθες ἄλλων πημάτων κακὰς ὁδούς.
931
τί φήις; τίνα λόγον Λοξίου κατηγορεῖς;
932
ποῖον τεκεῖν φὴις παῖδα; ποῦ 'κθεῖναι πόλεως
933
θηρσὶν φίλον τύμβευμ'; ἄνελθέ μοι πάλιν.
934
{Κρ.} αἰσχύνομαι μέν ς', ὦ γέρον, λέξω δ' ὅμως.
935
{Πρ.} ὡς συστενάζειν γ' οἶδα γενναίως φίλοις.
936
{Κρ.} ἄκουε τοίνυν· οἶσθα Κεκροπίων πετρῶν
937
πρόσβορρον ἄντρον, ἃς Μακρὰς κικλήσκομεν;
938
{Πρ.} οἶδ', ἔνθα Πανὸς ἄδυτα καὶ βωμοὶ πέλας.
939
{Κρ.} ἐνταῦθ' ἀγῶνα δεινὸν ἠγωνίσμεθα.
940
{Πρ.} τίν'; ὡς ἀπαντᾶι δάκρυά μοι τοῖς σοῖς λόγοις.
941
{Κρ.} Φοίβωι ξυνῆψ' ἄκουσα δύστηνον γάμον.
942
{Πρ.} ὦ θύγατερ, ἆρ' ἦν ταῦθ' ἅ γ' ἠισθόμην ἐγώ;
943
{Κρ.} οὐκ οἶδ'· ἀληθῆ δ' εἰ λέγεις φαίημεν ἄν.
944
{Πρ.} νόσον κρυφαίαν ἡνίκ' ἔστενες λάθραι.
945
{Κρ.} τότ' ἦν ἃ νῦν σοι φανερὰ σημαίνω κακά.
946
{Πρ.} κἆιτ' ἐξέκλεψας πῶς Ἀπόλλωνος γάμους;
947
{Κρ.} ἔτεκον· ἀνάσχου ταῦτ' ἐμοῦ κλύων, γέρον.
948
{Πρ.} ποῦ; τίς λοχεύει ς'; ἢ μόνη μοχθεῖς τάδε;
949
{Κρ.} μόνη κατ' ἄντρον οὗπερ ἐζεύχθην γάμοις.
950
{Πρ.} ὁ παῖς δὲ ποῦ 'στιν, ἵνα σὺ μηκέτ' ἦις ἄπαις;
951
{Κρ.} τέθνηκεν, ὦ γεραιέ, θηρσὶν ἐκτεθείς.
952
{Πρ.} τέθνηκ'; Ἀπόλλων δ' ὁ κακὸς οὐδὲν ἤρκεσεν;
953
{Κρ.} οὐκ ἤρκες'· Ἅιδου δ' ἐν δόμοις παιδεύεται.
954
{Πρ.} τίς γάρ νιν ἐξέθηκεν; οὐ γὰρ δὴ σύ γε;
955
{Κρ.} ἡμεῖς, ἐν ὄρφνηι σπαργανώσαντες πέπλοις.
956
{Πρ.} οὐδὲ ξυνήιδει σοί τις ἔκθεσιν τέκνου;
957
{Κρ.} αἱ ξυμφοραί γε καὶ τὸ λανθάνειν μόνον.
958
{Πρ.} καὶ πῶς ἐν ἄντρωι παῖδα σὸν λιπεῖν ἔτλης;
959
{Κρ.} πῶς; οἰκτρὰ πολλὰ στόματος ἐκβαλοῦς' ἔπη.
960
{Πρ.} φεῦ· τλήμων σὺ τόλμης, ὁ δὲ θεὸς μᾶλλον σέθεν.
961
{Κρ.} εἰ παῖδά γ' εἶδες χεῖρας ἐκτείνοντά μοι.
962
{Πρ.} μαστὸν διώκοντ' ἢ πρὸς ἀγκάλαις πεσεῖν;
963
{Κρ.} ἐνταῦθ' ἵν' οὐκ ὢν ἄδικ' ἔπασχεν ἐξ ἐμοῦ.
964
{Πρ.} σοὶ δ' ἐς τί δόξ' ἐσῆλθεν ἐκβαλεῖν τέκνον;
965
{Κρ.} ὡς…
966
{…
The complete text is available when the reading interface loads.