Helena
- Authority group
- Euripides (catalogue association; authorship remains anonymous)
- Edition reference
- Helena, ed. Diggle, op. cit., vol. 3 (1994) 5–70.
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg047.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
103
{Ελ.} σὺ τοῖς ἐκείνου δῆτα πήμασιν νοσεῖς;
104
{Τε.} ὁθούνεκ' αὐτῶι 〈γ'〉 οὐ ξυνωλόμην ὁμοῦ.
105
{Ελ.} ἦλθες γάρ, ὦ ξέν', Ἰλίου κλεινὴν πόλιν;
106
{Τε.} καὶ ξύν γε πέρσας αὐτὸς ἀνταπωλόμην.
107
{Ελ.} ἤδη γὰρ ἧπται καὶ κατείργασται πυρί;
108
{Τε.} ὥστ' οὐδ' ἴχνος γε τειχέων εἶναι σαφές.
109
{Ελ.} ὦ τλῆμον Ἑλένη, διὰ ς' ἀπόλλυνται Φρύγες.
110
{Τε.} καὶ πρός γ' Ἀχαιοί· μεγάλα δ' εἴργασται κακά.
111
{Ελ.} πόσον χρόνον γὰρ διαπεπόρθηται πόλις;
112
{Τε.} ἑπτὰ σχεδόν τι καμπίμους ἐτῶν κύκλους.
113
{Ελ.} χρόνον δ' ἐμείνατ' ἄλλον ἐν Τροίαι πόσον;
114
{Τε.} πολλὰς σελήνας, δέκα διελθούσας ἔτη.
115
{Ελ.} ἦ καὶ γυναῖκα Σπαρτιᾶτιν εἵλετε;
116
{Τε.} Μενέλαος αὐτὴν ἦγ' ἐπισπάσας κόμης.
117
{Ελ.} εἶδες σὺ τὴν δύστηνον, ἢ κλυὼν λέγεις;
118
{Τε.} ὥσπερ σέ γ', οὐδὲν ἧσσον, ὀφθαλμοῖς ὁρῶ.
119
{Ελ.} σκόπει δὲ μὴ δόκησιν εἴχετ' ἐκ θεῶν.
120
{Τε.} ἄλλου λόγου μέμνησο, μὴ κείνης ἔτι.
121
[{Ελ.} οὕτω δοκεῖτε τὴν δόκησιν ἀσφαλῆ;
122
{Τε.} αὐτὸς γὰρ ὄσσοις εἰδόμην, καὶ νοῦς ὁρᾶι.]
123
{Ελ.} ἤδη δ' ἐν οἴκοις σὺν δάμαρτι Μενέλεως;
124
{Τε.} οὔκουν ἐν Ἄργει 〈γ'〉 οὐδ' ἐπ' Εὐρώτα ῥοαῖς.
125
{Ελ.} αἰαῖ· κακὸν τόδ' εἶπας οἷς κακὸν λέγεις.
126
{Τε.} ὡς κεῖνος ἀφανὴς σὺν δάμαρτι κλήιζεται.
127
{Ελ.} οὐ πᾶσι πορθμὸς αὑτὸς Ἀργείοισιν ἦν;
128
{Τε.} ἦν, ἀλλὰ χειμὼν ἄλλος' ἄλλον ὥρισεν.
129
{Ελ.} ποίοισιν ἐν νώτοισι ποντίας ἁλός;
130
{Τε.} μέσον περῶσι πέλαγος Αἰγαίου πόρου.
131
{Ελ.} κἀκ τοῦδε Μενέλεων οὔτις οἶδ' ἀφιγμένον;
132
{Τε.} οὐδείς· θανὼν δὲ κλήιζεται καθ' Ἑλλάδα.
133
{Ελ.} ἀπωλόμεσθα· Θεστιὰς δ' ἔστιν κόρη;
134
{Τε.} Λήδαν ἔλεξας; οἴχεται θανοῦσα δή.
135
{Ελ.} οὔ πού νιν Ἑλένης αἰσχρὸν ὤλεσεν κλέος;
136
{Τε.} φασίν, βρόχωι γ' ἅψασαν εὐγενῆ δέρην.
137
{Ελ.} οἱ Τυνδάρειοι δ' εἰσὶν ἢ οὐκ εἰσὶν κόροι;
138
{Τε.} τεθνᾶσι κοὐ τεθνᾶσι· δύο δ' ἐστὸν λόγω.
139
{Ελ.} πότερος ὁ κρείσσων; ὦ τάλαιν' ἐγὼ κακῶν.
140
{Τε.} ἄστροις σφ' ὁμοιωθέντε φάς' εἶναι θεώ.
141
{Ελ.} καλῶς ἔλεξας τοῦτο· θάτερον δὲ τί;
142
{Τε.} σφαγαῖς ἀδελφῆς οὕνεκ' ἐκπνεῦσαι βίον.
143
ἅλις δὲ μύθων· οὐ διπλᾶ χρήιζω στένειν.
144
ὧν δ' οὕνεκ' ἦλθον τούσδε βασιλείους δόμους,
145
τὴν θεσπιωιδὸν Θεονόην χρήιζων ἰδεῖν,
146
σὺ προξένησον, ὡς τύχω μαντευμάτων
147
ὅπηι νεὼς στείλαιμ' ἂν οὔριον πτερὸν
148
ἐς γῆν ἐναλίαν Κύπρον, οὗ μ' ἐθέσπισεν
149
οἰκεῖν Ἀπόλλων, ὄνομα νησιωτικὸν
150
Σαλαμῖνα θέμενον τῆς ἐκεῖ χάριν πάτρας.
151
{Ελ.} πλοῦς, ὦ ξέν', αὐτὸς σημανεῖ· σὺ δ' ἐκλιπὼν
152
γῆν τήνδε φεῦγε, πρίν σε παῖδα Πρωτέως
153
ἰδεῖν, ὃς ἄρχει τῆσδε γῆς· ἄπεστι δὲ
154
κυσὶν πεποιθὼς ἐν φοναῖς θηροκτόνοις·
155
κτείνει γὰρ Ἕλλην' ὅντιν' ἂν λάβηι ξένον.
156
ὅτου δ' ἕκατι μήτε σὺ ζήτει μαθεῖν
157
ἐγώ τε σιγῶ· τί γὰρ ἂν ὠφελοῖμί σε;
158
{Τε.} καλῶς ἔλεξας, ὦ γύναι· θεοὶ δέ σοι
159
ἐσθλῶν ἀμοιβὰς ἀντιδωρησαίατο.
160
Ἑλένηι δ' ὅμοιον σῶμ' ἔχους' οὐ τὰς φρένας
161
ἔχεις ὁμοίας ἀλλὰ διαφόρους πολύ.
162
κακῶς ὄλοιτο μηδ' ἐπ' Εὐρώτα ῥοὰς
163
ἔλθοι· σὺ δ' εἴης εὐτυχὴς ἀεί, γύναι.
164
{Ελ.} ὦ μεγάλων ἀχέων καταβαλλομένα μέγαν οἶκτον
165
ποῖον ἁμιλλαθῶ γόον ἢ τίνα μοῦσαν ἐπέλθω
166
δάκρυσιν ἢ θρήνοις ἢ πένθεσιν; αἰαῖ.
167
πτεροφόροι νεάνιδες,
168
παρθένοι Χθονὸς κόραι,
169
Σειρῆνες, εἴθ' ἐμοῖς
170
†γόοις μόλοιτ' ἔχουσαι Λίβυν
171a
λωτὸν ἢ σύριγγας ἢ
171b
φόρμιγγας αἰλίνοις κακοῖς†
172
τοῖς ἐμοῖσι σύνοχα δάκρυα,
173
πάθεσι πάθεα, μέλεσι μέλεα,
174a
μουσεῖα θρηνήμα-
174b
σι ξυνωιδά, πέμψαιτε
175
Φερσέφασσα †φονία χάριτας†
176
ἵν' ἐπὶ δάκρυσι παρ' ἐμέθεν ὑπὸ
177
μέλαθρα νύχια παιᾶνα
178
νέκυσιν ὀλομένοις λάβηι.
179
{ΧΟΡΟΣ} κυανοειδὲς ἀμφ' ὕδωρ
180
ἔτυχον ἕλικά τ' ἀνὰ χλόαν
181
φοίνικας ἁλίωι
182a
†πέπλους χρυσέαισιν αὐγαῖς
182b
θάλπους'†
183
ἀμφὶ δόνακος ἔρνεσιν·
184
ἔνθεν οἰκτρὸν ὅμαδον ἔκλυον,
185
ἄλυρον ἔλεγον, ὅτι ποτ' ἔλακεν
186
〈 ––⏑〉 αἰάγμα-
187a
σι στένουσα νύμφα τις
187b
οἷα Ναῒς ὄρεσι †φυγάδα
188
γάμων† ἱεῖσα γοερόν, ὑπὸ δὲ
189
πέτρινα γύαλα κλαγγαῖσι
190
Πανὸς ἀναβοᾶι γάμους.
191-192
{Ελ.} ὦ θήραμα βαρβάρου πλάτας,
193
Ἑλλανίδες κόραι,
194
ναύτας Ἀχαιῶν τις
195
ἔμολεν ἔμολε δάκρυα δάκρυσί μοι φέρων·
196
Ἰλίου κατασκαφαὶ
197
πυρὶ μέλουσι δαΐωι
198
δι' ἐμὲ τὰν πολυκτόνον,
199
δι' ἐμὸν ὄνομα πολύπονον,
200
Λήδα δ' ἐν ἀγχόναις
201
θάνατον ἔλαβεν αἰσχύ-
202
νας ἐμᾶς ὑπ' ἀλγέων,
203
ὁ δ' ἐμὸς ἐν ἁλὶ πολυπλανὴς
204
πόσις ὀλόμενος οἴχεται,
205
Κάστορός τε συγγόνου τε
206
διδυμογενὲς ἄγαλμα πατρίδος
207
ἀφανὲς ἀφανὲς ἱππόκροτα λέ-
208
λοιπε δάπεδα γυμνάσιά τε
209
δονακόεντος Εὐρώ-
210
τα, νεανιᾶν πόνον.
211
{Χο.} αἰαῖ δαίμονος πολυστόνου
212
μοίρας τε σᾶς, γύναι.
213
αἰὼν δυσαίων τις
214
ἔλαχεν ἔλαχεν, ὅτε ς' ἐτέκετο ματρόθεν
215
χιονόχρωι κύκνου πτερῶι
216
Ζεὺς πρέπων δι' αἰθέρος.
217
τί γὰρ ἄπεστί σοι κακῶν;
218
τί δ' ἀνὰ βίοτον οὐκ ἔτλας;
219
μάτηρ μὲν οἴχεται,
220
δίδυμά τε Διὸς οὐκ εὐ-
221
δαιμονεῖ τέκεα φίλα,
222
χθόνα δὲ πάτριον οὐχ ὁρᾶις,
223
διὰ δὲ πόλιας ἔρχεται
224
βάξις ἅ σε βαρβάροισι,
225
πότνια, παραδίδωσι λέχεσιν,
226
ὁ δὲ σὸς ἐν ἁλὶ κύμασί τε λέ-
227
λοιπε βίοτον, οὐδέ ποτ' ἔτι
228
πάτρια μέλαθρα καὶ τὰν Χαλκίοικον ὀλβιεῖ.
229
{Ελ.} φεῦ φεῦ, τίς ἢ Φρυγῶν
230
ἢ τίς Ἑλλανίας ἀπὸ χθονὸς
231a
ἔτεμε τὰν δακρυόεσσαν
231b
Ἰλίωι πεύκαν;
232
ἔνθεν ὀλόμενον σκάφος
233
συναρμόσας ὁ Πριαμίδας
234
ἔπλευσε βαρβάρωι πλάται
235
τὰν ἐμὰν ἐφ' ἑστίαν
236
[ἐπὶ τὸ δυστυχέστατον
237
κάλλος ὡς ἕλοι γάμων ἐμῶν]
238
ἅ τε δόλιος ἁ πολυκτόνος Κύπρις
239
Δαναΐδαις ἄγουσα θάνατον [Πριαμίδαις]·
240
ὦ τάλαινα συμφορᾶς.
241
ἁ δὲ χρυσέοις θρόνοισι
242
Διὸς ὑπαγκάλισμα σεμνὸν
243
Ἥρα τὸν ὠκύπουν ἔπεμψε Μαιάδος γόνον·
244
ὅς με χλοερὰ δρεπομέναν ἔσω πέπλων
245
ῥόδεα πέταλα Χαλκίοικον ὡς Ἀθάναν μόλοιμ'
246
ἀναρπάσας δι' αἰθέρος
247
τάνδε γαῖαν εἰς ἄνολβον
248
ἔριν ἔριν τάλαιναν ἔθετο
249
Πριαμίδαισιν Ἑλλάδος.
250
τὸ δ' ἐμὸν ὄνομα παρὰ Σιμουντίοις ῥοαῖσι
251
μαψίδιον ἔχει φάτιν.
253
{Χο.} ἔχεις μὲν ἀλγείν', οἶδα· σύμφορον δέ τοι
254
ὡς ῥᾶιστα τἀναγκαῖα τοῦ βίου φέρειν.
255
{Ελ.} φίλαι γυναῖκες, τίνι πότμωι συνεζύγην;
256
ἆρ' ἡ τεκοῦσά μ' ἔτεκεν ἀνθρώποις τέρας;
257
[γυνὴ γὰρ οὔθ' Ἑλληνὶς οὔτε βάρβαρος
258
τεῦχος νεοσσῶν λευκὸν ἐκλοχεύεται,
259
ἐν ὧι με Λήδαν φασὶν ἐκ Διὸς τεκεῖν.]
260
τέρας γὰρ ὁ βίος καὶ τὰ πράγματ' ἐστί μου,
261
τὰ μὲν δι' Ἥραν, τὰ δὲ τὸ κάλλος αἴτιον.
262
εἴθ' ἐξαλειφθεῖς' ὡς ἄγαλμ' αὖθις πάλιν
263
αἴσχιον εἶδος ἔλαβον ἀντὶ τοῦ καλοῦ,
264
καὶ τὰς τύχας μὲν τὰς κακὰς ἃς νῦν ἔχω
265
Ἕλληνες ἐπελάθοντο, τὰς δὲ μὴ κακὰς
266
ἔσωιζον ὥσπερ τὰς κακὰς σώιζουσί μου.
267
ὅστις μὲν οὖν ἐς μίαν ἀποβλέπων τύχην
268
πρὸς θεῶν κακοῦται, βαρὺ μέν, οἰστέον δ' ὅμως·
269
ἡμεῖς δὲ πολλαῖς συμφοραῖς ἐγκείμεθα.
270
πρῶτον μὲν οὐκ οὖς' ἄδικός εἰμι δυσκλεής·
271
καὶ τοῦτο μεῖζον τῆς ἀληθείας κακόν,
272
ὅστις τὰ μὴ προσόντα κέκτηται κακά.
273
ἔπειτα πατρίδος θεοί μ' ἀφιδρύσαντο γῆς
274
ἐς βάρβαρ' ἤθη, καὶ φίλων τητωμένη
275
δούλη καθέστηκ' οὖς' ἐλευθέρων ἄπο·
276
τὰ βαρβάρων γὰρ δοῦλα πάντα πλὴν ἑνός.
277
ἄγκυρα δ' ἥ μου τὰς τύχας ὤχει μόνη,
278
πόσιν ποθ' ἥξειν καί μ' ἀπαλλάξειν κακῶν,
279
ἐπεὶ τέθνηκεν οὗτος, οὐκέτ' ἔστι δή.
280
μήτηρ δ' ὄλωλε καὶ φονεὺς αὐτῆς ἐγώ,
281
ἀδίκως μέν, ἀλλὰ τἄδικον τοῦτ' ἔστ' ἐμόν.
282
ἣ δ' ἀγλάισμα δωμάτων ἐμόν τ' ἔφυ,
283
θυγάτηρ ἄνανδρος πολιὰ παρθενεύεται.
284
τὼ τοῦ Διὸς δὲ λεγομένω Διοσκόρω
285
οὐκ ἐστόν. ἀλλὰ πάντ' ἔχουσα δυστυχῆ
286
τοῖς πράγμασιν τέθνηκα, τοῖς δ' ἔργοισιν οὔ.
287
[τὸ δ' ἔσχατον τοῦτ', εἰ μόλοιμεν ἐς πάτραν,
288
κλήιθροις ἂν εἰργοίμεσθα, τὴν ὑπ' Ἰλίωι
289
δοκοῦντες Ἑλένην Μενέλεώ μ' ἐλθεῖν μέτα.
290
εἰ μὲν γὰρ ἔζη πόσις, ἀνεγνώσθημεν ἄν,
291
εἰς ξύμβολ' ἐλθόντες ἃ φανερὰ μόνοις ἂν ἦν.
292
νῦν δ' οὔτε τοῦτ' ἔστ' οὔτε μὴ σωθῆι ποτε.]
293
τί δῆτ' ἔτι ζῶ; τίν' ὑπολείπομαι τύχην;
294
γάμους ἑλομένη τῶν κακῶν ὑπαλλαγὰς
295
μετ' ἀνδρὸς οἰκεῖν βαρβάρου, πρὸς πλουσίαν
296
τράπεζαν ἵζους'; ἀλλ' ὅταν πόσις πικρὸς
297
ξυνῆι γυναικί, καὶ τὸ σῶμ' ἐστὶν πικρόν.
298
[θανεῖν κράτιστον· πῶς θάνοιμ' ἂν οὖν καλῶς;
299
ἀσχήμονες μὲν ἀγχόναι μετάρσιοι,
300
κἀν τοῖσι δούλοις δυσπρεπὲς νομίζεται·
301
σφαγαὶ δ' ἔχουσιν εὐγενές τι καὶ καλόν,
302
σμικρὸν δ' ὁ καιρὸς †ἄρτ'† ἀπαλλάξαι βίου.]
303
ἐς γὰρ τοσοῦτον ἤλθομεν βάθος κακῶν·
304
αἱ μὲν γὰρ ἄλλαι διὰ τὸ κάλλος εὐτυχεῖς
305
γυναῖκες, ἡμᾶς δ' αὐτὸ τοῦτ' ἀπώλεσεν.
306
{Χο.} Ἑλένη, τὸν ἐλθόνθ', ὅστις ἐστὶν ὁ ξένος,
307
μὴ πάντ' ἀληθῆ δοξάσηις εἰρηκέναι.
308
{Ελ.} καὶ μὴν σαφῶς γ' ἔλεξ' ὀλωλέναι πόσιν.
309
{Χο.} πόλλ' ἂν λέγοιτο καὶ διὰ ψευδῶν σαφῆ.
310
{Ελ.} καὶ τἄμπαλίν γε τῶνδ' ἀληθείας ἔπι.
311
{Χο.} ἐς ξυμφορὰν γὰρ ἀντὶ τἀγαθοῦ φέρηι.
312
{Ελ.} φόβος γὰρ ἐς τὸ δεῖμα περιβαλών μ' ἄγει.
313
{Χο.} πῶς δ' εὐμενείας τοισίδ' ἐν δόμοις ἔχεις;
314
{Ελ.} πάντες φίλοι μοι πλὴν ὁ θηρεύων γάμους.
315
{Χο.} οἶσθ' οὖν ὃ δρᾶσον· μνήματος λιποῦς' ἕδραν ...
316
{Ελ.} ἐς ποῖον ἕρπεις μῦθον ἢ παραίνεσιν;
317
{Χο.} ἐλθοῦς' ἐς οἴκους, ἣ τὰ πάντ' ἐπίσταται
318
τῆς ποντίας Νηρῆιδος ἐκγόνου κόρης
319
πυθοῦ πόσιν σὸν Θεονόης, εἴτ' ἔστ' ἔτι
320
εἴτ' ἐκλέλοιπε φέγγος· ἐκμαθοῦσα δ' εὖ
321
πρὸς τὰς τύχας τὸ χάρμα τοὺς γόους τ' ἔχε.
322
πρὶν δ' οὐδὲν ὀρθῶς εἰδέναι, τί σοι πλέον
323
λυπουμένηι γένοιτ' ἄν; ἀλλ' ἐμοὶ πιθοῦ.
324
[τάφον λιποῦσα τόνδε σύμμειξον κόρηι,
325
ὅθενπερ εἴσηι πάντα· τἀληθῆ φράσαι
326
ἔχους' ἐν οἴκοις τοῖσδε, τί βλέπεις πρόσω;]
327
θέλω δὲ κἀγώ σοι συνεισελθεῖν δόμους
328
καὶ συμπυθέσθαι παρθένου θεσπίσματα·
329
γυναῖκα γὰρ δὴ συμπονεῖν γυναικὶ χρή.
330
{Ελ.} φίλαι, λόγους ἐδεξάμαν·
331
βᾶτε βᾶτε δ' ἐς δόμους,
332
ἀγῶνας ἐντὸς οἴκων
333
ὡς πύθησθε τοὺς ἐμούς.
334
{Χο.} θέλουσαν οὔ με δὶς καλεῖς.
335
{Ελ.} ἰὼ μέλεος ἁμέρα.
336
τίν' ἄρα τάλαινα τίνα λόγον
337
δακρυόεντ' ἀκούσομαι;
338
{Χο.} μὴ πρόμαντις ἀλγέων
339
προλάμβαν', ὦ φίλα, γόους.
340
{Ελ.} τί μοι πόσις μέλεος ἔτλα;
341
πότερα δέρκεται φάος τέ-
342-343
θριππά θ' ἁλίου κέλευθά τ' ἀστέρων
344
ἢ 'ν νέκυσι κατὰ χθονὸς
345
τὰν χρόνιον ἔχει τύχαν;
346
{Χο.} ἐς τὸ φέρτερον τίθει
347
τὸ μέλλον ὅτι γενήσεται.
348
{Ελ.} σὲ γὰρ ἐκάλεσα, σὲ δὲ κατόμοσα
349
τὸν ὑδρόεντι δόνακι χλωρὸν
350
Εὐρώταν, θανόντος
351
εἰ βάξις ἔτυμος ἀνδρὸς
352
†ἅδε μοι τί τάδ' ἀσύνετα†,
353a
φόνιον αἰώρημα
353b
διὰ δέρας ὀρέξομαι,
354
ἢ ξιφοκτόνον διωγμὸν
355
αἱμορρύτου σφαγᾶς
356
αὐτοσίδαρον ἔσω πελάσω διὰ σαρκὸς ἅμιλλαν,
357a
θῦμα τριζύγοις θεαῖσι
357b
τῶι τε σήραγγας Ἴ-
358
δας ἐνίζοντι Πριαμί-
359
δαι ποτ' ἀμφὶ βουστάθμους.
360
{Χο.} ἄλλος' ἀποτροπὰ κακῶν
361
γένοιτο, τὸ δὲ σὸν εὐτυχές.
362
{Ελ.} ἰὼ τάλαινα Τροία,
363
δι' ἔργ' ἄνεργ' ὄλλυσαι μέλεά τ' ἔτλας.
364
τὰ δ' ἐμὰ δῶρα Κύπριδος ἔτεκε
365
πολὺ μὲν αἷμα, πολὺ δὲ δάκρυον
366
†ἄχεά τ' ἄχεσι δάκρυα δάκρυσιν ἔλαβε πάθεα†,
367
ματέρες τε παῖδας ὄλεσαν,
368
ἀπὸ δὲ παρθένοι κόμας ἔ-
369a
θεντο σύγγονοι νεκρῶν Σκαμάνδριον
369b
ἀμφὶ Φρύγιον οἶδμα.
370
βοὰν βοὰν δ' Ἑλλὰς 〈αἶ'〉
371
ἐκελάδησεν ἀνοτότυξεν,
372
ἐπὶ δὲ κρατὶ χέρας ἔθηκεν,
373
ὄνυχι δ' ἁπαλόχροα γένυν
374
ἔδευσεν φοινίαισι πλαγαῖς.
375
ὦ μάκαρ Ἀρκαδίαι ποτὲ παρθένε
376a
Καλλιστοῖ, Διὸς ἃ λεχέων ἀπέ-
376b
βας τετραβάμοσι γυίοις,
377
ὡς πολὺ κηρὸς ἐμᾶς ἔλαχες πλέον,
378
ἁ μορφᾶι θηρῶν λαχνογυίων
379
†ὄμματι λάβρωι σχῆμα λεαίνης†
380
ἐξαλλάξας' ἄχθεα λύπας·
381
ἅν τέ ποτ' Ἄρτεμις ἐξεχορεύσατο
382
χρυσοκέρατ' ἔλαφον Μέροπος Τιτανίδα κούραν
383
καλλοσύνας ἕνεκεν· τὸ δ' ἐμὸν δέμας
384
ὤλεσεν ὤλεσε πέργαμα Δαρδανίας
385
ὀλομένους τ' Ἀχαιούς.
386
{ΜΕΝΕΛΑΟΣ} ὦ τὰς τεθρίππους Οἰνομάωι Πῖσαν κάτα
387
Πέλοψ ἁμίλλας ἐξαμιλληθείς ποτε,
388
εἴθ' ὤφελες †τόθ' [ἡνίκ' ἔρανον εἰς θεοὺς
389
πεισθεὶς ἐποίεις] ἐν θεοῖς† λιπεῖν βίον,
390
πρὶν τὸν ἐμὸν Ἀτρέα πατέρα γεννῆσαί ποτε,
391
ὃς ἐξέφυσεν Ἀερόπης λέκτρων ἄπο
392
Ἀγαμέμνον' ἐμέ τε Μενέλεων, κλεινὸν ζυγόν.
393
πλεῖστον γὰρ οἶμαι—καὶ τόδ' οὐ κόμπωι λέγω—
394
στράτευμα κώπηι διορίσαι Τροίαν ἔπι,
395
τύραννος οὐδὲ πρὸς βίαν στρατηλατῶν,
396
ἑκοῦσι δ' ἄρξας Ἑλλάδος νεανίαις.
397
καὶ τοὺς μὲν οὐκέτ' ὄντας ἀριθμῆσαι πάρα,
398
τοὺς δ' ἐκ θαλάσσης ἀσμένους πεφευγότας,
399
νεκρῶν φέροντας ὀνόματ' εἰς οἴκους πάλιν.
400
ἐγὼ δ' ἐπ' οἶδμα πόντιον γλαυκῆς ἁλὸς
401
τλήμων ἀλῶμαι χρόνον ὅσονπερ Ἰλίου
402
πύργους ἔπερσα, κἀς πάτραν χρήιζων μολεῖν
403
οὐκ ἀξιοῦμαι τοῦδε πρὸς θεῶν τυχεῖν.
404
Λιβύης δ' ἐρήμους ἀξένους τ' ἐπιδρομὰς
405
πέπλευκα πάσας· χὤταν ἐγγὺς ὦ πάτρας,
406
πάλιν μ' ἀπωθεῖ πνεῦμα κοὔποτ' οὔριον
407
ἐσῆλθε λαῖφος ὥστε μ' ἐς πάτραν μολεῖν.
408
καὶ νῦν τάλας ναυαγὸς ἀπολέσας φίλους
409
ἐξέπεσον ἐς γῆν τήνδε· ναῦς δὲ πρὸς πέτραις
410
πολλοὺς ἀριθμοὺς ἄγνυται ναυαγίων.
411
τρόπις δ' ἐλείφθη ποικίλων ἁρμοσμάτων,
412
ἐφ' ἧς ἐσώθην μόλις ἀνελπίστωι τύχηι
413
Ἑλένη τε, Τροίας ἣν ἀποσπάσας ἔχω.
414
ὄνομα δὲ χώρας ἥτις ἥδε καὶ λεὼ
415
οὐκ οἶδ'· ὄχλον γὰρ ἐσπεσεῖν ἠισχυνόμην,
416
[ὥσθ' ἱστορῆσαι τὰς ἐμὰς δυσχλαινίας]
417
κρύπτων ὑπ' αἰδοῦς τὰς τύχας. ὅταν δ' ἀνὴρ
418
πράξηι κακῶς ὑψηλός, εἰς ἀηθίαν
419
πίπτει κακίω τοῦ πάλαι δυσδαίμονος.
420
χρεία δὲ τείρει μ'· οὔτε γὰρ σῖτος πάρα
421
οὔτ' ἀμφὶ χρῶτ' ἐσθῆτες· αὐτὰ δ' εἰκάσαι
422
πάρεστι ναὸς ἐκβόλοις ἁμπίσχομαι.
423
πέπλους δὲ τοὺς πρὶν λαμπρά τ' ἀμφιβλήματα
424
χλιδάς τε πόντος ἥρπας'· ἐν δ' ἄντρου μυχοῖς
425
κρύψας γυναῖκα τὴν κακῶν πάντων ἐμοὶ
426
ἄρξασαν ἥκω, τούς γε περιλελειμμένους
427
φίλων φυλάσσειν τἄμ' ἀναγκάσας λέχη.
428
μόνος δὲ νοστῶ, τοῖς ἐκεῖ ζητῶν φίλοις
429
τὰ πρόσφορ' ἤν πως ἐξερευνήσας λάβω.
430
ἰδὼν δὲ δῶμα περιφερὲς θριγκοῖς τόδε
431
πύλας τε σεμνὰς ἀνδρὸς ὀλβίου τινὸς
432
προσῆλθον· ἐλπὶς δ' ἔκ γε πλουσίων δόμων
433
λαβεῖν τι ναύταις· ἐκ δὲ μὴ 'χόντων βίον
434
οὐδ' εἰ θέλοιεν ὠφελεῖν ἔχοιμεν ἄν.
435
ὠή· τίς ἂν πυλωρὸς ἐκ δόμων μόλοι,
436
ὅστις διαγγείλειε τἄμ' ἔσω κακά;
437
{ΓΡΑΥΣ} τίς πρὸς πύλαισιν; οὐκ ἀπαλλάξηι δόμων
438
καὶ μὴ πρὸς αὐλείοισιν ἑστηκὼς πύλαις
439
ὄχλον παρέξεις δεσπόταις; ἢ κατθανῆι
440
Ἕλλην πεφυκώς, οἷσιν οὐκ ἐπιστροφαί.
441
{Με.} ὦ γραῖα, †ταῦτα ταῦτ' ἔπη καλῶς λέγεις†
442
ἔξεστι, πείσομαι γάρ· ἀλλ' ἄνες χόλου.
443
{Γρ.} ἄπελθ'· ἐμοὶ γὰρ τοῦτο πρόσκειται, ξένε,
444
μηδένα πελάζειν τοισίδ' Ἑλλήνων δόμοις.
445
{Με.} ἆ, μὴ πρόσειε χεῖρα μηδ' ὤθει βίαι.
446
{Γρ.} πείθηι γὰρ οὐδὲν ὧν λέγω, σὺ δ' αἴτιος.
447
{Με.} ἄγγειλον εἴσω δεσπόταισι τοῖσι σοῖς ...
448
{Γρ.} πικρῶς †ἂν οἶμαί γ' ἀγγελεῖν† τοὺς σοὺς λόγους.
449
{Με.} ναυαγὸς ἥκω ξένος, ἀσύλητον γένος.
450
{Γρ.} οἶκον πρὸς ἄλλον νύν τιν' ἀντὶ τοῦδ' ἴθι.
451
{Με.} οὔκ, ἀλλ' ἔσω πάρειμι· καὶ σύ μοι πιθοῦ.
452
{Γρ.} ὀχληρὸς ἴσθ' ὤν· καὶ τάχ' ὠσθήσηι βίαι.
453
{Με.} αἰαῖ· τὰ κλεινὰ ποῦ 'στί μοι στρατεύματα;
454
{Γρ.} οὐκοῦν ἐκεῖ που σεμνὸς ἦσθ', οὐκ ἐνθάδε.
455
{Με.} ὦ δαῖμον, ὡς ἀνάξι' ἠτιμώμεθα.
456
{Γρ.} τί βλέφαρα τέγγεις δάκρυσι; πρὸς τίν' οἰκτρὸς εἶ;
457
{Με.} πρὸς τὰς πάροιθε συμφορὰς εὐδαίμονας.
458
{Γρ.} οὔκουν ἀπελθὼν δάκρυα σοῖς δώσεις φίλοις;
459
{Με.} τίς δ' ἥδε χώρα; τοῦ δὲ βασίλειοι δόμοι;
460
{Γρ.} Πρωτέως τάδ' ἐστὶ δώματ', Αἴγυπτος δὲ γῆ.
461
{Με.} Αἴγυπτος; ὦ δύστηνος, οἷ πέπλευκ' ἄρα.
462
{Γρ.} τί δὴ τὸ Νείλου μεμπτόν ἐστί σοι γάνος;
463
{Με.} οὐ τοῦτ' ἐμέμφθην· τὰς ἐμὰς στένω τύχας.
464
{Γρ.} πολλοὶ κακῶς πράσσουσιν, οὐ σὺ δὴ μόνος.
465
{Με.} ἔστ' οὖν ἐν οἴκοις ὅντιν' ὀνομάζεις ἄναξ;
466
{Γρ.} τόδ' ἐστὶν αὐτοῦ μνῆμα, παῖς δ' ἄρχει χθονός.
467
{Με.} ποῦ δῆτ' ἂν εἴη; πότερον ἐκτὸς ἢ 'ν δόμοις;
468
{Γρ.} οὐκ ἔνδον· Ἕλλησιν δὲ πολεμιώτατος.
469
{Με.} τίν' αἰτίαν σχὼν ἧς ἐπηυρόμην ἐγώ;
470
{Γρ.} Ἑλένη κατ' οἴκους ἐστὶ τούσδ' ἡ τοῦ Διός.
471
{Με.} πῶς φήις; τίν' εἶπας μῦθον; αὖθίς μοι φράσον.
472
{Γρ.} ἡ Τυνδαρὶς παῖς, ἣ κατὰ Σπάρτην ποτ' ἦν.
473
{Με.} πόθεν μολοῦσα; τίνα τὸ πρᾶγμ' ἔχει λόγον;
474
{Γρ.} Λακεδαίμονος γῆς δεῦρο νοστήσας' ἄπο.
475
{Με.} πότ'; οὔ τί που λελήισμεθ' ἐξ ἄντρων λέχος;
476
{Γρ.} πρὶν τοὺς Ἀχαιούς, ὦ ξέν', ἐς Τροίαν μολεῖν.
477
ἀλλ' ἕρπ' ἀπ' οἴκων· ἔστι γάρ τις ἐν δόμοις
478
τύχη, τύραννος ἧι ταράσσεται δόμος.
479
καιρὸν γὰρ οὐδέν' ἦλθες· ἢν δὲ δεσπότης
480
λάβηι σε, θάνατος ξένιά σοι γενήσεται.
481
εὔνους γάρ εἰμ' Ἕλλησιν, οὐχ ὅσον πικροὺς
482
λόγους ἔδωκα δεσπότην φοβουμένη.
483
{Με.} τί φῶ; τί λέξω; συμφορὰς γὰρ ἀθλίας
484
ἐκ τῶν πάροιθε τὰς παρεστώσας κλύω,
485
εἰ τὴν μὲν αἱρεθεῖσαν ἐκ Τροίας ἄγων
486
ἥκω δάμαρτα καὶ κατ' ἄντρα σώιζεται,
487
ὄνομα δὲ ταὐτὸν τῆς ἐμῆς ἔχουσά τις
488
δάμαρτος ἄλλη τοισίδ' ἐνναίει δόμοις.
489
Διὸς δ' ἔλεξε παῖδά νιν πεφυκέναι·
490
ἀλλ' ἦ τις ἔστι Ζηνὸς ὄνομ' ἔχων ἀνὴρ
491
Νείλου παρ' ὄχθας; εἶς γὰρ ὅ γε κατ' οὐρανόν.
492
Σπάρτη δὲ ποῦ γῆς ἐστι πλὴν ἵνα ῥοαὶ
493
τοῦ καλλιδόνακός εἰσιν Εὐρώτα μόνον;
494
διπλοῦν δὲ Τυνδάρειον ὄνομα κλήιζεται,
495
Λακεδαίμονος δὲ γαῖά τις ξυνώνυμος
496
Τροίας τ'; ἐγὼ μὲν οὐκ ἔχω τί χρὴ λέγειν.
497
πολλοὶ γάρ, ὡς εἴξασιν, ἐν πολλῆι χθονὶ
498
ὀνόματα ταὔτ' ἔχουσι καὶ πόλις πόλει
499
γυνὴ γυναικί τ'· οὐδὲν οὖν θαυμαστέον.
500
οὐδ' αὖ τὸ δεινὸν προσπόλου φευξούμεθα·
501
ἀνὴρ γὰρ οὐδεὶς ὧδε βάρβαρος φρένας
502
ὃς ὄνομ' ἀκούσας τοὐμὸν οὐ δώσει βοράν.
503
[κλεινὸν τὸ Τροίας πῦρ ἐγώ θ' ὃς ἧψά νιν,
504
Μενέλαος, οὐκ ἄγνωστος ἐν πάσηι χθονί.
505
δόμων ἄνακτα προσμενῶ· δισσὰς δέ μοι
506
ἔχει φυλάξεις· ἢν μὲν ὠμόφρων τις ἦι,
507
κρύψας ἐμαυτὸν εἶμι πρὸς ναυάγια·
508
ἢν δ' ἐνδιδῶι τι μαλθακόν, τὰ πρόσφορα
509
τῆς νῦν παρούσης συμφορᾶς αἰτήσομαι.]
510
κακῶν τόδ' ἡμῖν ἔσχατον τοῖς ἀθλίοις,
511
ἄλλους τυράννους αὐτὸν ὄντα βασιλέα
512
βίον προσαιτεῖν· ἀλλ' ἀναγκαίως ἔχει.
513
λόγος γάρ ἐστιν οὐκ ἐμός, σοφῶν δέ του,
514
δεινῆς ἀνάγκης οὐδὲν ἰσχύειν πλέον.
515
{Χο.} ἤκουσα τᾶς θεσπιωιδοῦ κόρας
516
ἃ χρήιζους' ἐπλάθην τυράννοις δόμοισιν,
517
ὡς Μενέλαος οὔ-
518
πω μελαμφαὲς οἴχεται
519
δι' ἔρεβος χθονὶ κρυφθείς,
520
ἀλλ' ἔτι κατ' οἶδμ' ἅλιον
521
τρυχόμενος οὔπω λιμένων
522
ψαύσειεν πατρίας γᾶς,
523
ἀλατείαι βιότου
524
ταλαίφρων, ἄφιλος φίλων,
525
παντοδαπᾶς ἐπὶ γᾶς πέδον
526
χριμπτόμενος εἰναλίωι
527
κώπαι Τρωιάδος ἐκ γᾶς.
528
{Ελ.} ἥδ' αὖ τάφου τοῦδ' εἰς ἕδρας ἐγὼ πάλιν
529
στείχω, μαθοῦσα Θεονόης φίλους λόγους.
530
[ἣ πάντ' ἀληθῶς οἶδε· φησὶ δ' ἐν φάει
531
πόσιν τὸν ἁμὸν ζῶντα φέγγος εἰσορᾶν,
532
πορθμοὺς δ' ἀλᾶσθαι μυρίους πεπλωκότα
533
ἐκεῖσε κἀκεῖς' οὐδ' ἀγύμναστον πλάνοις,
534
ἥξειν 〈δ'〉 ὅταν δὴ πημάτων λάβηι τέλος.
535
ἓν δ' οὐκ ἔλεξεν, εἰ μολὼν σωθήσεται.
536
ἐγὼ δ' ἀπέστην τοῦτ' ἐρωτῆσαι σαφῶς,
537
ἡσθεῖς' ἐπεί νιν εἶπέ μοι σεσωμένον.
538
ἐγγὺς δέ νίν που τῆσδ' ἔφασκ' εἶναι χθονός,
539
ναυαγὸν ἐκπεσόντα σὺν παύροις φίλοις.
540
ὤμοι, πόθ' ἥξεις; ὡς ποθεινὸς ἂν μόλοις.]
541
ἔα, τίς οὗτος; οὔ τί που κρυπτεύομαι
542
Πρωτέως ἀσέπτου παιδὸς ἐκ βουλευμάτων;
543
οὐχ ὡς δρομαία πῶλος ἢ βάκχη θεοῦ
544
τάφωι ξυνάψω κῶλον; ἄγριος δέ τις
545
μορφὴν ὅδ' ἐστὶν ὅς με θηρᾶται λαβεῖν.
546
{Με.} σὲ τὴν ὄρεγμα δεινὸν ἡμιλλημένην
547
τύμβου 'πὶ κρηπῖδ' ἐμπύρους τ' ὀρθοστάτας,
548
μεῖνον· τί φεύγεις; ὡς δέμας δείξασα σὸν
549
ἔκπληξιν ἡμῖν ἀφασίαν τε προστίθης.
550
{Ελ.} ἀδικούμεθ', ὦ γυναῖκες· εἰργόμεσθα γὰρ
551
τάφου πρὸς ἀνδρὸς τοῦδε, καί μ' ἑλὼν θέλει
552
δοῦναι τυράννοις ὧν ἐφεύγομεν γάμους.
553
{Με.} οὐ κλῶπές ἐσμεν οὐδ' ὑπηρέται κακῶν.
554
{Ελ.} καὶ μὴν στολήν γ' ἄμορφον ἀμφὶ σῶμ' ἔχεις.
555
{Με.} στῆσον, φόβον μεθεῖσα, λαιψηρὸν πόδα.
556
{Ελ.} ἵστημ', ἐπεί γε τοῦδ' ἐφάπτομαι τάφου.
557
{Με.} τίς εἶ; τίν' ὄψιν σήν, γύναι, προσδέρκομαι;
558
{Ελ.} σὺ δ' εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμ' ἔχει λόγος.
559
{Με.} οὐπώποτ' εἶδον προσφερέστερον δέμας.
560
{Ελ.} ὦ θεοί· θεὸς γὰρ καὶ τὸ γιγνώσκειν φίλους.
561
〈{Με.} Ἑλληνὶς εἶ τις ἢ 'πιχωρία γυνή;〉
562
{Ελ.} Ἑλληνίς· ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.
563
{Με.} Ἑλένηι ς' ὁμοίαν δὴ μάλιστ' εἶδον, γύναι.
564
{Ελ.} ἐγὼ δὲ Μενέλεώι γε ς'· οὐδ' ἔχω τί φῶ.
565
{Με.} ἔγνως ἄρ' ὀρθῶς ἄνδρα δυστυχέστατον.
566
{Ελ.} ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας.
567
{Με.} ποίας δάμαρτος; μὴ θίγηις ἐμῶν πέπλων.
568
{Ελ.} ἥν σοι δίδωσι Τυνδάρεως, ἐμὸς πατήρ.
569
{Με.} ὦ φωσφόρ' Ἑκάτη, πέμπε φάσματ' εὐμενῆ.
570
{Ελ.} οὐ νυκτίφαντον πρόπολον Ἐνοδίας μ' ὁρᾶις.
571
{Με.} οὐ μὴν γυναικῶν γ' εἷς δυοῖν ἔφυν πόσις.
572
{Ελ.} ποίων δὲ λέκτρων δεσπότης ἄλλων ἔφυς;
573
{Με.} ἣν ἄντρα κεύθει κἀκ Φρυγῶν κομίζομαι.
574
{Ελ.} οὐκ ἔστιν ἄλλη σή τις ἀντ' ἐμοῦ γυνή.
575
{Με.} οὔ που φρονῶ μὲν εὖ, τὸ δ' ὄμμα μου νοσεῖ;
576
{Ελ.} οὐ γάρ με λεύσσων σὴν δάμαρθ' ὁρᾶν δοκεῖς;
577
{Με.} τὸ σῶμ' ὅμοιον, τὸ δὲ σαφές γ' ἀποστατεῖ.
578
{Ελ.} σκέψαι· τί σοι δεῖ πίστεως σαφεστέρας;
579
{Με.} ἔοικας· οὔτοι τοῦτό γ' ἐξαρνήσομαι.
580
{Ελ.} τίς οὖν διδάξει ς' ἄλλος ἢ τὰ ς' ὄμματα;
581
{Με.} ἐκεῖ νοσοῦμεν, ὅτι δάμαρτ' ἄλλην ἔχω.
582
{Ελ.} οὐκ ἦλθον ἐς γῆν Τρωιάδ', ἀλλ' εἴδωλον ἦν.
583
{Με.} καὶ τίς βλέποντα σώματ' ἐξεργάζεται;
584
{Ελ.} αἰθήρ, ὅθεν σὺ θεοπόνητ' ἔχεις λέχη.
585
{Με.} τίνος πλάσαντος θεῶν; ἄελπτα γὰρ λέγεις.
586
{Ελ.} Ἥρας, διάλλαγμ', ὡς Πάρις με μὴ λάβοι.
587
{Με.} πῶς οὖν; ἅμ' ἐνθάδ' ἦσθ' 〈ἄρ'〉 ἐν Τροίαι θ' ἅμα;
588
{Ελ.} τοὔνομα γένοιτ' ἂν πολλαχοῦ, τὸ σῶμα δ' οὔ.
589
{Με.} μέθες με· λύπης ἅλις ἔχων ἐλήλυθα.
590
{Ελ.} λείψεις γὰρ ἡμᾶς, τὰ δὲ κέν' ἐξάξεις λέχη;
591
{Με.} καὶ χαῖρέ γ', Ἑλένηι προσφερὴς ὁθούνεκ' εἶ.
592
{Ελ.} ἀπωλόμην· λαβοῦσά ς' οὐχ ἕξω πόσιν.
593
{Με.} τοὐκεῖ με μέγεθος τῶν κακῶν πείθει, σὺ δ' οὔ.
594
{Ελ.} οἲ 'γώ· τίς ἡμῶν ἐγένετ' ἀθλιωτέρα;
595
οἱ φίλτατοι λείπουσί μ' οὐδ' ἀφίξομαι
596
Ἕλληνας οὐδὲ πατρίδα τὴν ἐμήν ποτε.
597
{ΘΕΡΑΠΩΝ} Μενέλαε, μαστεύων σε κιγχάνω μόλις,
598
πᾶσαν πλανηθεὶς τήνδε βάρβαρον χθόνα,
599
πεμφθεὶς ἑταίρων τῶν λελειμμένων ὕπο.
600
{Με.} τί δ' ἔστιν; οὔ που βαρβάρων συλᾶσθ' ὕπο;
601
{Θε.} θαυμάστ', ἔλασσον τοὔνομ' ἢ τὸ πρᾶγμ' ἔχον.
602
{Με.} λέγ'· ὡς φέρεις τι τῆιδε τῆι σπουδῆι νέον.
603
{Θε.} λέγω πόνους σε μυρίους τλῆναι μάτην.
604
{Με.} παλαιὰ θρηνεῖς πήματ'· ἀγγέλλεις δὲ τί;
605
{Θε.} βέβηκεν ἄλοχος σὴ πρὸς αἰθέρος πτυχὰς
606
ἀρθεῖς' ἄφαντος· οὐρανῶι δὲ κρύπτεται
607
λιποῦσα σεμνὸν ἄντρον οὗ σφ' ἐσώιζομεν,
608
τοσόνδε λέξας'· Ὦ ταλαίπωροι Φρύγες
609
πάντες τ' Ἀχαιοί, δι' ἔμ' ἐπὶ Σκαμανδρίοις
610
ἀκταῖσιν Ἥρας μηχαναῖς ἐθνήισκετε,
611
δοκοῦντες Ἑλένην οὐκ ἔχοντ' ἔχειν Πάριν.
612
ἐγὼ δ', ἐπειδὴ χρόνον ἔμειν' ὅσον μ' ἐχρῆν,
613
τὸ μόρσιμον σώσασα πατέρ' ἐς οὐρανὸν
614
ἄπειμι· φήμας δ' ἡ τάλαινα Τυνδαρὶς
615
ἄλλως κακὰς ἤκουσεν οὐδὲν αἰτία.
616
ὦ χαῖρε, Λήδας θύγατερ· ἐνθάδ' ἦσθ' ἄρα.
617
ἐγὼ δέ ς' ἄστρων ὡς βεβηκυῖαν μυχοὺς
618
ἤγγελλον εἰδὼς οὐδὲν ὡς ὑπόπτερον
619
δέμας φοροίης. οὐκ ἐῶ σε κερτομεῖν
620
ἡμᾶς τόδ' αὖθις, ὡς ἅδην ἐν Ἰλίωι
621
πόνους παρεῖχες σῶι πόσει καὶ συμμάχοις.
622
{Με.} τοῦτ' ἔστ' ἐκεῖνο· ξυμβεβᾶσί μοι λόγοι
623
οἱ τῆσδ' ἀληθεῖς. ὦ ποθεινὸς ἡμέρα,
624
ἥ ς' εἰς ἐμὰς ἔδωκεν ὠλένας λαβεῖν.
625
{Ελ.} ὦ φίλτατ' ἀνδρῶν Μενέλεως, ὁ μὲν χρόνος
626
παλαιός, ἡ δὲ τέρψις ἀρτίως πάρα.
627
ἔλαβον ἀσμένα πόσιν ἐμόν, φίλαι,
628
περί τ' ἐπέτασα χέρα φίλιον ἐν μακρᾶι
629
φλογὶ φαεσφόρωι.
630
{Με.} κἀγὼ σέ· πολλοὺς δ' ἐν μέσωι λόγους ἔχων
631
οὐκ οἶδ' ὁποίου πρῶτον ἄρξωμαι τὰ νῦν.
632
{Ελ.} γέγηθα, κρατὶ δ' ὀρθίους ἐθείρας
633
ἀνεπτέρωσα καὶ δάκρυ σταλάσσω,
634
περὶ δὲ γυῖα χέρας ἔβαλον ἡδονάν,
635
ὦ πόσις, ὡς λάβω.
636
{Με.} ὦ φιλτάτα πρόσοψις, οὐκ ἐμέμφθην·
637
†ἔχω τὰ τοῦ Διὸς λέκτρα Λήδας τε.†
638
{Ελ.} ἃν ὑπὸ λαμπάδων κόροι λεύκιπποι
639-640
ξυνομαίμονες ὤλβισαν ὤλβισαν ...
641
{Με.} τὸ πρόσθεν, ἐκ δόμων δὲ νοσφίσας ς' ἐμοῦ
642
πρὸς ἄλλαν ἐλαύνει
643
θεὸς συμφορὰν τᾶσδε κρείσσω.
644
{Ελ.} τὸ κακὸν δ' ἀγαθὸν σέ τε κἀμὲ συνάγαγεν, ὦ πόσι,
645
χρόνιον, ἀλλ' ὅμως· ὀναίμαν τύχας.
646
{Με.} ὄναιο δῆτα· ταὐτὰ δὲ ξυνεύχομαι·
647
δυοῖν γὰρ ὄντοιν οὐχ ὁ μὲν τλήμων, ὁ δ' οὔ.
648
{Ελ.} φίλαι φίλαι,
649
τὰ πάρος οὐκέτι στένομεν οὐδ' ἀλγῶ.
650
πόσιν ἔχομεν ἔχομεν ἐμὸν 〈ἐμὸν〉 ὃν ἔμενον
651
ἔμενον ἐκ Τροίας πολυετῆ μολεῖν.
652
{Με.} ἔχεις, ἔχω τε ς'· ἡλίους δὲ μυρίους
653
μόλις διελθὼν ἠισθόμην τὰ τῆς θεοῦ.
654
{Ελ.} ἐμὰ δὲ χαρμονᾶι δάκρυα πλέον ἔχει
655
χάριτος ἢ λύπας.
656
{Με.} τί φῶ; τίς ἂν τάδ' ἤλπισεν βροτῶν ποτε;
657
{Ελ.} ἀδόκητον ἔχω σε πρὸς στέρνοις.
658
{Με.} κἀγὼ σέ, τὴν δοκοῦσαν Ἰδαίαν πόλιν
659
μολεῖν Ἰλίου τε μελέους πύργους.
660
πρὸς θεῶν, δόμων πῶς τῶν ἐμῶν ἀπεστάλης;
661
{Ελ.} ἒ ἔ· πικρὰς ἐς ἀρχὰς βαίνεις·
662
ἒ ἔ· πικρὰν δ' ἐρευνᾶις φάτιν.
663
{Με.} λέγ', ὡς ἀκουστά· πάντα δῶρα δαιμόνων.
664a
{Ελ.} ἀπέπτυσα μὲν λόγον οἶον
664b
οἷον ἐσοισόμεθα.
665
{Με.} ὅμως δὲ λέξον· ἡδύ τοι μόχθων κλύειν.
666
{Ελ.} οὐκ ἐπὶ βαρβάρου λέκτρα νεανία
667
πετομένας κώπας, πετομένου δ' ἔρω-
668
τος ἀδίκων γάμων ...
669
{Με.} τίς 〈—〉 σε δαίμων ἢ πότμος συλᾶι πάτρας;
670
{Ελ.} ὁ Διὸς ὁ Διὸς ὦ πόσι με παῖς 〈Μαίας τ'〉
671
ἐπέλασεν Νείλωι.
672
{Με.} θαυμαστά· τοῦ πέμψαντος; ὦ δεινοὶ λόγοι.
673
{Ελ.} κατεδάκρυσα καὶ βλέφαρον ὑγραίνω
674
δάκρυσιν· ἁ Διός μ' ἄλοχος ὤλεσεν.
675
{Με.} Ἥρα; τί νῶιν χρήιζουσα προσθεῖναι κακόν;
676
{Ελ.} ὤμοι ἐγὼ κείνων λουτρῶν καὶ κρηνᾶν,
677
ἵνα θεαὶ μορφὰν ἐφαίδρυναν, εὖτ'
678
ἔμολον ἐς κρίσιν.
679
{Με.} †τὰ δ' εἰς κρίσιν σοι τῶνδ' ἔθηχ' Ἥρα κακῶν;†
680
{Ελ.} Πάριν ὡς ἀφέλοιτο ... {Με.} πῶς; αὔδα.
681
{Ελ.} Κύπρις ὧι μ' ἐπένευσεν ... {Με.} ὦ τλᾶμον.
682
{Ελ.} τλάμονα τλάμον' ὧδ' ἐπέλας' Αἰγύπτωι.
683
{Με.} εἶτ' ἀντέδωκ' εἴδωλον, ὡς σέθεν κλύω.
684
{Ελ.} τὰ δὲ 〈σὰ〉 κατὰ μέλαθρα πάθεα πάθεα, μᾶ-
685
τερ, οἲ 'γώ. {Με.} τί φήις;
686
{Ελ.} οὐκ ἔστι μάτηρ· ἀγχόνιον δὲ βρόχον
687
δι' ἐμὰν κατεδήσατο δύσγαμον αἰσχύναν.
688
{Με.} ὤμοι· θυγατρὸς δ' Ἑρμιόνης ἔστιν λόγος;
689
{Ελ.} ἄγαμος ἄτεκνος, ὦ πόσι, καταστένει
690
γάμον ἄγαμον †αἰσχύνα†.
691
{Με.} ὦ πᾶν κατ' ἄκρας δῶμ' ἐμὸν πέρσας Πάρις.
692
{Ελ.} τάδε καὶ σὲ διώλεσε μυριάδας τε
693
χαλκεόπλων Δαναῶν.
694
ἐμὲ δὲ πατρίδος ἀπο〈πρὸ〉 κακόποτμον ἀραῖ-
695
ον ἔβαλε θεὸς ἀπὸ πόλεος ἀπό τε σέθεν,
696
ὅτε μέλαθρα λέχεά τ' ἔλιπον οὐ λιποῦς'
697
ἐπ' αἰσχροῖς γάμοις.
698
{Χο.} εἰ καὶ τὰ λοιπὰ τῆς τύχης εὐδαίμονος
699
τύχοιτε, πρὸς τὰ πρόσθεν ἀρκέσειεν ἄν.
700
{Θε.} Μενέλαε, κἀμοὶ πρόσδοτον τῆς ἡδονῆς,
701
ἣν μανθάνω μὲν καὐτός, οὐ σαφῶς δ' ἔχω.
702
{Με.} ἀλλ', ὦ γεραιέ, καὶ σὺ κοινώνει λόγων.
703
{Θε.} οὐχ ἥδε μόχθων τῶν ἐν Ἰλίωι βραβεύς;
704
{Με.} οὐχ ἥδε· πρὸς θεῶν δ' ἦμεν ἠπατημένοι
705
[νεφέλης ἄγαλμ' ἔχοντες ἐν χεροῖν λυγρόν].
706
{Θε.} [τί φήις;]
707
νεφέλης ἄρ' ἄλλως εἴχομεν πόνους πέρι;
708
{Με.} Ἥρας τάδ' ἔργα καὶ θεῶν τρισσῶν ἔρις.
709
{Θε.} τί δ'; ὡς ἀληθῶς ἐστιν ἥδε σὴ δάμαρ;
710
{Με.} αὕτη· λόγοις ἐμοῖσι πίστευσον τάδε.
711
{Θε.} ὦ θύγατερ, ὁ θεὸς ὡς ἔφυ τι ποικίλον
712
καὶ δυστέκμαρτον, εὖ δέ πως πάντα στρέφει
713
[ἐκεῖσε κἀκεῖς' ἀναφέρων· ὁ μὲν πονεῖ,
714
ὁ δ' οὐ πονήσας αὖθις ὄλλυται κακῶς,
715
βέβαιον οὐδὲν τῆς ἀεὶ τύχης ἔχων.
716
σὺ γὰρ πόσις τε σὸς πόνων μετέσχετε,
717
σὺ μὲν λόγοισιν, ὁ δὲ δορὸς προθυμίαι.
718
σπεύδων δ' ὅτ' ἔσπευδ' οὐδὲν εἶχε· νῦν δ' ἔχει
719
αὐτόματα πράξας τἀγάθ' εὐτυχέστατα].
720
οὐκ ἄρα γέροντα πατέρα καὶ Διοσκόρω
721
ἤισχυνας οὐδ' ἔδρασας οἷα κλήιζεται.
722
νῦν ἀνανεοῦμαι τὸν σὸν ὑμέναιον πάλιν
723
καὶ λαμπάδων μεμνήμεθ' ἃς τετραόροις
724
ἵπποις τροχάζων παρέφερον· σὺ δ' ἐν δίφροις
725
σὺν τῶιδε νύμφη δῶμ' ἔλειπες ὄλβιον.
726
κακὸς γὰρ ὅστις μὴ σέβει τὰ δεσποτῶν
727
καὶ ξυγγέγηθε καὶ συνωδίνει κακοῖς.
728
[ἐγὼ μὲν εἴην, κεἰ πέφυχ' ὅμως λάτρις,
729
ἐν τοῖσι γενναίοισιν ἠριθμημένος
730
δούλοισι, τοὔνομ' οὐκ ἔχων ἐλεύθερον,
731
τὸν νοῦν δέ· κρεῖσσον γὰρ τόδ' ἢ δυοῖν κακοῖν
732
ἕν' ὄντα χρῆσθαι, τὰς φρένας τ' ἔχειν κακὰς
733
ἄλλων τ' ἀκούειν δοῦλον ὄντα τῶν πέλας.]
734
{Με.} ἄγ', ὦ γεραιέ, πολλὰ μὲν παρ' ἀσπίδα
735
μοχθήματ' ἐξέπλησας ἐκπονῶν ἐμοί,
736
καὶ νῦν μετασχὼν τῆς ἐμῆς εὐπραξίας
737
ἄγγειλον ἐλθὼν τοῖς λελειμμένοις φίλοις
738
τάδ' ὡς ἔχονθ' ηὕρηκας οὗ τ' ἐσμὲν τύχης,
739
μένειν τ' ἐπ' ἀκταῖς τούς τ' ἐμοὺς καραδοκεῖν
740
ἀγῶνας οἳ μένουσί μ', ὡς ἐλπίζομεν,
741
εἰ τήνδε πως δυναίμεθ' ἐκκλέψαι χθονός,
742
φρουρεῖν 〈θ'〉 ὅπως ἂν εἰς ἓν ἐλθόντες τύχης
743
ἐκ βαρβάρων σωθῶμεν, ἢν δυνώμεθα.
744
{Θε.} ἔσται τάδ', ὦναξ, ἀλλά τοι τὰ μάντεων
745
ἐσεῖδον ὡς φαῦλ' ἐστὶ καὶ ψευδῶν πλέα.
746
[οὐδ' ἦν ἄρ' ὑγιὲς οὐδὲν ἐμπύρου φλογὸς
747
οὐδὲ πτερωτῶν φθέγματ'· εὔηθες δέ τοι
748
τὸ καὶ δοκεῖν ὄρνιθας ὠφελεῖν βροτούς.]
749
Κάλχας γὰρ οὐκ εἶπ' οὐδ' ἐσήμηνε στρατῶι
750
νεφέλης ὑπερθνήισκοντας εἰσορῶν φίλους
751
οὐδ' Ἕλενος, ἀλλὰ πόλις ἀνηρπάσθη μάτην.
752
[εἴποις ἄν, οὕνεχ' ὁ θεὸς οὐκ ἠβούλετο.
753
τί δῆτα μαντευόμεθα; τοῖς θεοῖσι χρὴ
754
θύοντας αἰτεῖν ἀγαθά, μαντείας δ' ἐᾶν·
755
βίου γὰρ ἄλλως δέλεαρ ηὑρέθη τόδε,
756
κοὐδεὶς ἐπλούτης' ἐμπύροισιν ἀργὸς ὤν·
757
γνώμη δ' ἀρίστη μάντις ἥ τ' εὐβουλία.]
758
{Χο.} ἐς ταὐτὸ κἀμοὶ δόξα μάντεων πέρι
759
χωρεῖ γέροντι· τοὺς θεοὺς ἔχων τις ἂν
760
φίλους ἀρίστην μαντικὴν ἔχοι δόμοις.
761
{Ελ.} εἶἑν· τὰ μὲν δὴ δεῦρ' ἀεὶ καλῶς ἔχει.
762
ὅπως δ' ἐσώθης, ὦ τάλας, Τροίας ἄπο
763
κέρδος μὲν οὐδὲν εἰδέναι, πόθος δέ τις
764
[τὰ τῶν φίλων φίλοισιν αἰσθέσθαι κακά].
765
{Με.} ἦ πόλλ' ἀνήρου μ' ἑνὶ λόγωι μιᾶι θ' ὁδῶι.
766
τί σοι λέγοιμ' ἂν τὰς ἐν Αἰγαίωι φθορὰς
767
τὰ Ναυπλίου τ' Εὐβοικὰ πυρπολήματα
768
Κρήτης τε Λιβύης θ' ἃς ἐπεστράφην πόλεις
769
σκοπιάς τε Περσέως; οὐ γὰρ ἐμπλήσαιμί ς' ἂν
770
μύθοις, λέγων δ' ἄν σοι κάκ' ἀλγοίην ἔτι
771
[πάσχων τ' ἔκαμνον· δὶς δὲ λυπηθεῖμεν ἄν].
772
{Ελ.} καὶ πλείον' εἶπας ἤ ς' ἀνηρόμην ἐγώ.
773
ἓν δ' εἰπὲ τἄλλα παραλιπών· πόσον χρόνον
774
πόντου 'πὶ νώτοις ἅλιον ἐφθείρου πλάνον;
775
{Με.} ἐν ναυσὶν ὢν πρὸς τοῖσιν ἐν Τροίαι δέκα
776
ἔτεσι διῆλθον ἑπτὰ περιδρομὰς ἐτῶν.
777
{Ελ.} φεῦ φεῦ· μακρόν γ' ἔλεξας, ὦ τάλας, χρόνον·
778
σωθεὶς δ' ἐκεῖθεν ἐνθάδ' ἦλθες ἐς σφαγάς.
779
{Με.} πῶς φήις; τί λέξεις; ὥς μ' ἀπώλεσας, γύναι.
780
{Ελ.} [φεῦγ' ὡς τάχιστα τῆσδ' ἀπαλλαχθεὶς χθονός.]
781
θανῆι πρὸς ἀνδρὸς οὗ τάδ' ἐστὶ δώματα.
782
{Με.} τί χρῆμα δράσας ἄξιον τῆς συμφορᾶς;
783
{Ελ.} ἥκεις ἄελπτος ἐμποδὼν ἐμοῖς γάμοις.
784
{Με.} ἦ γὰρ γαμεῖν τις τἄμ' ἐβουλήθη λέχη;
785
{Ελ.} ὕβριν γ' ὑβρίζων ἐς ἐμέ, κἂν ἔτλην ἐγώ.
786
{Με.} ἰδίαι σθένων τις ἢ τυραννεύων χθονός;
787
{Ελ.} ὃς γῆς ἀνάσσει τῆσδε Πρωτέως γόνος.
788
{Με.} τόδ' ἔστ' ἐκεῖν' αἴνιγμ' ὃ προσπόλου κλύω.
789
{Ελ.} ποίοις ἐπιστὰς βαρβάροις πυλώμασιν;
790
{Με.} τοῖσδ', ἔνθεν ὥσπερ πτωχὸς ἐξηλαυνόμην.
791
{Ελ.} οὔ που προσήιτεις βίοτον; ὦ τάλαιν' ἐγώ.
792
{Με.} τοὔργον μὲν ἦν τοῦτ', ὄνομα δ' οὐκ εἶχεν τόδε.
793
{Ελ.} πάντ' οἶσθ' ἄρ', ὡς ἔοικας, ἀμφ' ἐμῶν γάμων.
794
{Με.} οἶδ'· εἰ δὲ λέκτρα διέφυγες, τόδ' οὐκ ἔχω.
795
{Ελ.} ἄθικτον εὐνὴν ἴσθι σοι σεσωμένην.
796
{Με.} τίς τοῦδε πειθώ; φίλα γάρ, εἰ σαφῆ λέγεις.
797
{Ελ.} ὁρᾶις τάφου τοῦδ' ἀθλίους ἕδρας ἐμάς;
798
{Με.} ὁρῶ, τάλαινα, στιβάδας· ὧν τί σοι μέτα;
799
{Ελ.} ἐνταῦθα λέκτρων ἱκετεύομεν φυγάς.
800
{Με.} βωμοῦ σπανίζους' ἢ νόμοισι βαρβάροις;
801
{Ελ.} ἐρρύεθ' ἡμᾶς τοῦτ' ἴσον ναοῖς θεῶν.
802
{Με.} οὐδ' ἄρα πρὸς οἴκους ναυστολεῖν 〈ς'〉 ἔξεστί μοι;
803
{Ελ.} ξίφος μένει σε μᾶλλον ἢ τοὐμὸν λέχος.
804
{Με.} οὕτως ἂν εἴην ἀθλιώτατος βροτῶν.
805
{Ελ.} μή νυν καταιδοῦ, φεῦγε δ' ἐκ τῆσδε χθονός.
806
{Με.} λιπὼν σέ; Τροίαν ἐξέπερσα σὴν χάριν.
807
{Ελ.} κρεῖσσον γὰρ ἤ σε τἄμ' ἀποκτεῖναι λέχη.
808
{Με.} ἄνανδρά γ' εἶπας Ἰλίου τ' οὐκ ἄξια.
809
{Ελ.} οὐκ ἂν κτάνοις τύραννον, ὃ σπεύδεις ἴσως.
810
{Με.} οὕτω σιδήρωι τρωτὸν οὐκ ἔχει δέμας;
811
{Ελ.} εἴσηι· τὸ τολμᾶν δ' ἀδύνατ' ἀνδρὸς οὐ σοφοῦ.
812
{Με.} σιγῆι παράσχω δῆτ' ἐμὰς δῆσαι χέρας;
813
{Ελ.} ἐς ἄπορον ἥκεις· δεῖ δὲ μηχανῆς τινος.
814
{Με.} δρῶντας γὰρ ἢ μὴ δρῶντας ἥδιον θανεῖν.
815
{Ελ.} μί' ἔστιν ἐλπὶς ἦι μόνηι σωθεῖμεν ἄν.
816
{Με.} ὠνητὸς ἢ τολμητὸς ἢ λόγων ὕπο;
817
{Ελ.} εἰ μὴ τύραννός 〈ς'〉 ἐκπύθοιτ' ἀφιγμένον.
818
{Με.} οὐ γνώσεταί μ' ὅς εἰμ', ἐγὦιδ'· ἐρεῖ δὲ τίς;
819
{Ελ.} ἔστ' ἔνδον αὐτῶι ξύμμαχος θεοῖς ἴση.
820
{Με.} φήμη τις οἴκων ἐν μυχοῖς ἱδρυμένη;
821
{Ελ.} οὔκ, ἀλλ' ἀδελφή· Θεονόην καλοῦσί νιν.
822
{Με.} χρηστήριον μὲν τοὔνομ'· ὅτι δὲ δρᾶι φράσον.
823
{Ελ.} πάντ' οἶδ', ἐρεῖ τε συγγόνωι παρόντα σε.
824
{Με.} θνήισκοιμεν ἄν· λαθεῖν γὰρ οὐχ οἷόν τέ μοι.
825
{Ελ.} ἴσως ἂν ἀναπείσαιμεν ἱκετεύοντέ νιν ...
826
{Με.} τί χρῆμα δρᾶσαι; τίν' ὑπάγεις μ' ἐς ἐλπίδα;
827
{Ελ.} παρόντα γαίαι μὴ φράσαι σε συγγόνωι.
828
{Με.} πείσαντε δ' ἐκ γῆς διορίσαιμεν ἂν πόδα;
829
{Ελ.} κοινῆι γ' ἐκείνηι ῥαιδίως, λάθραι δ' ἂν οὔ.
830
{Με.} σὸν ἔργον, ὡς γυναικὶ πρόσφορον γυνή.
831
{Ελ.} ὡς οὐκ ἄχρωστα γόνατ' ἐμῶν ἕξει χερῶν.
832
{Με.} φέρ', ἢν δὲ δὴ νῶιν μὴ ἀποδέξηται λόγους;
833
{Ελ.} θανῆι· γαμοῦμαι δ' ἡ τάλαιν' ἐγὼ βίαι.
834
{Με.} προδότις ἂν εἴης· τὴν βίαν σκήψας' ἔχεις.
835
{Ελ.} ἀλλ' ἁγνὸν ὅρκον σὸν κάρα κατώμοσα ...
836
{Με.} τί φήις; θανεῖσθαι; κοὔποτ' ἀλλάξεις λέχη;
837
{Ελ.} ταὐτῶι ξίφει γε· κείσομαι δὲ σοῦ πέλας.
838
{Με.} ἐπὶ τοῖσδε τοίνυν δεξιᾶς ἐμῆς θίγε.
839
{Ελ.} ψαύω, θανόντος σοῦ τόδ' ἐκλείψειν φάος.
840
{Με.} κἀγὼ στερηθεὶς σοῦ τελευτήσειν βίον.
841
{Ελ.} πῶς οὖν θανούμεθ' ὥστε καὶ δόξαν λαβεῖν;
842
{Με.} τύμβου 'πὶ νώτοις σὲ κτανὼν ἐμὲ κτενῶ.
843
πρῶτον δ' ἀγῶνα μέγαν ἀγωνιούμεθα
844
λέκτρων ὑπὲρ σῶν· ὁ δὲ θέλων ἴτω πέλας.
845
τὸ Τρωϊκὸν γὰρ οὐ καταισχυνῶ κλέος
846
οὐδ' Ἑλλάδ' ἐλθὼν λήψομαι πολὺν ψόγον,
847
ὅστις Θέτιν μὲν ἐστέρης' Ἀχιλλέως,
848
Τελαμωνίου δ' Αἴαντος εἰσεῖδον σφαγὰς
849
τὸν Νηλέως τ' ἄπαιδα· διὰ δὲ τὴν ἐμὴν
850
οὐκ ἀξιώσω κατθανεῖν δάμαρτ' ἐγώ;
851
μάλιστά γ'· εἰ γάρ εἰσιν οἱ θεοὶ σοφοί,
852
εὔψυχον ἄνδρα πολεμίων θανόνθ' ὕπο
853
κούφηι καταμπίσχουσιν ἐν τύμβωι χθονί,
854
κακοὺς δ' ἐφ' ἕρμα στερεὸν ἐκβάλλουσι γῆς.
855
{Χο.} ὦ θεοί, γενέσθω δή ποτ' εὐτυχὲς γένος
856
τὸ Ταντάλειον καὶ μεταστήτω κακῶν.
857
{Ελ.} οἲ 'γὼ τάλαινα· τῆς τύχης γὰρ ὧδ' ἔχω·
858
Μενέλαε, διαπεπράγμεθ'· ἐκβαίνει δόμων
859
ἡ θεσπιωιδὸς Θεονόη· κτυπεῖ δόμος
860
κλήιθρων λυθέντων. φεῦγ'· ἀτὰρ τί φευκτέον;
861
ἀποῦσα γάρ σε καὶ παροῦς' ἀφιγμένον
862
δεῦρ' οἶδεν. ὦ δύστηνος, ὡς ἀπωλόμην.
863
Τροίας δὲ σωθεὶς κἀπὸ βαρβάρου χθονὸς
864
ἐς βάρβαρ' ἐλθὼν φάσγαν' αὖθις ἐμπεσῆι.
865
{ΘΕΟΝΟΗ} ἡγοῦ σύ μοι φέρουσα λαμπτήρων σέλας
866
θείου τε σεμνὸν θεσμὸν αἰθέρος μυχούς,
867
ὡς πνεῦμα καθαρὸν οὐρανοῦ δεξώμεθα·
868
σὺ δ' αὖ κέλευθον εἴ τις ἔβλαψεν ποδὶ
869
στείβων ἀνοσίωι, δὸς καθαρσίωι φλογί,
870
κροῦσόν τε πεύκην, ἵνα διεξέλθω, πάρος·
871
νόμον δὲ τὸν ἐμὸν θεοῖσιν ἀποδοῦσαι πάλιν
872
ἐφέστιον φλόγ' ἐς δόμους κομίζετε.
873
Ἑλένη, τί τἀμά—πῶς ἔχει; —θεσπίσματα;
874
ἥκει πόσις σὸς Μενέλεως ὅδ' ἐμφανής,
875
νεῶν στερηθεὶς τοῦ τε σοῦ μιμήματος.
876
ὦ τλῆμον, οἵους διαφυγὼν ἦλθες πόνους,
877
οὐδ' οἶσθα νόστον οἴκαδ' εἴτ' αὐτοῦ μενεῖς·
878
ἔρις γὰρ ἐν θεοῖς σύλλογός τε σοῦ πέρι
879
ἔσται πάρεδρος Ζηνὶ τῶιδ' ἐν ἤματι.
880
Ἥρα μέν, ἥ σοι δυσμενὴς πάροιθεν ἦν,
881
νῦν ἐστιν εὔνους κἀς πάτραν σῶσαι θέλει
882
ξὺν τῆιδ', ἵν' Ἑλλὰς τοὺς Ἀλεξάνδρου γάμους
883
δώρημα Κύπριδος ψευδονύμφευτον μάθηι·
884
Κύπρις δὲ νόστον σὸν διαφθεῖραι θέλει,
885
ὡς μὴ 'ξελεγχθῆι μηδὲ πριαμένη φανῆι
886
τὸ κάλλος Ἑλένης οὕνεκ' ἀνονήτοις γάμοις.
887
τέλος δ' ἐφ' ἡμῖν εἴθ', ἃ βούλεται Κύπρις,
888
λέξας' ἀδελφῶι 〈ς'〉 ἐνθάδ' ὄντα διολέσω
889
εἴτ' αὖ μεθ' Ἥρας στᾶσα σὸν σώσω βίον,
890
κρύψας' ὅμαιμον, ὅς με προστάσσει τάδε
891
εἰπεῖν, ὅταν γῆν τήνδε νοστήσας τύχηις.
892
[τίς εἶς' ἀδελφῶι τόνδε σημανῶν ἐμῶι
893
παρόνθ', ὅπως ἂν τοὐμὸν ἀσφαλῶς ἔχηι;]
894
{Ελ.} ὦ παρθέν', ἱκέτις ἀμφὶ σὸν πίτνω γόνυ
895
καὶ προσκαθίζω θᾶκον οὐκ εὐδαίμονα
896
ὑπέρ τ' ἐμαυτῆς τοῦδέ θ', ὃν μόλις ποτὲ
897
λαβοῦς' ἐπ' ἀκμῆς εἰμι κατθανόντ' ἰδεῖν·
898
μή μοι κατείπηις σῶι κασιγνήτωι πόσιν
899
τόνδ' εἰς ἐμὰς ἥκοντα φίλτατον χέρας,
900
σῶσον δέ, λίσσομαί σε· συγγόνωι δὲ σῶι
901
τὴν εὐσέβειαν μὴ προδῶις τὴν σήν ποτε,
902
χάριτας πονηρὰς κἀδίκους ὠνουμένη.
903
μισεῖ γὰρ ὁ θεὸς τὴν βίαν, τὰ κτητὰ δὲ
904
κτᾶσθαι κελεύει πάντας οὐκ ἐς ἁρπαγάς.
905
[ἐατέος δ' ὁ πλοῦτος †ἄδικός τις ὤν†·
906
κοινὸς γάρ ἐστιν οὐρανὸς πᾶσιν βροτοῖς
907
καὶ γαῖ', ἐν ἧι χρὴ δώματ' ἀναπληρουμένους
908
τἀλλότρια μὴ σχεῖν μηδ' ἀφαιρεῖσθαι βίαι.]
909
ἡμᾶς δὲ καιρίως μέν, ἀθλίως δ' ἐμοὶ
910
Ἑρμῆς ἔδωκε πατρὶ σῶι σώιζειν πόσει
911
τῶιδ' ὃς πάρεστι κἀπολάζυσθαι θέλει.
912
[πῶς οὖν θανὼν ἂν ἀπολάβοι; κεῖνος δὲ πῶς
913
τὰ ζῶντα τοῖς θανοῦσιν ἀποδοίη ποτ' ἄν;
914
ἤδη τὰ τοῦ θεοῦ καὶ τὰ τοῦ πατρὸς σκόπει·]
915
πότερον ὁ δαίμων χὠ θανὼν τὰ τῶν πέλας
916
βούλοιντ' ἂν ἢ 〈οὐ〉 βούλοιντ' ἂν ἀποδοῦναι πάλιν;
917
δοκῶ μέν. οὔκουν χρή σε συγγόνωι πλέον
918
νέμειν ματαίωι μᾶλλον ἢ χρηστῶι πατρί.
919
εἰ δ' οὖσα μάντις καὶ τὰ θεῖ' ἡγουμένη
920
τὸ μὲν δίκαιον τοῦ πατρὸς διαφθερεῖς,
921
τῶι δ' οὐ δικαίωι συγγόνωι δώσεις χάριν,
922
αἰσχρὸν τὰ μέν σε θεῖα πάντ' ἐξειδέναι
923
τά τ' ὄντα καὶ μέλλοντα, τὰ δὲ δίκαια μή.
924
τὴν δ' ἀθλίαν ἔμ', οἷσιν ἔγκειμαι κακοῖς,
925
ῥῦσαι, πάρεργον δοῦσα τοῦτο τῆς δίκης.
926
Ἑλένην γὰρ οὐδεὶς ὅστις οὐ στυγεῖ βροτῶν·
927
ἣ κλήιζομαι καθ' Ἑλλάδ' ὡς προδοῦς' ἐμὸν
928
πόσιν Φρυγῶν ὤικησα πολυχρύσους δόμους.
929
ἢν δ' Ἑλλάδ' ἔλθω κἀπιβῶ Σπάρτης 〈πάλιν〉,
930
κλυόντες εἰσιδόντες ὡς τέχναις θεῶν
931
ὤλοντ', ἐγὼ δὲ προδότις οὐκ ἄρ' ἦ φίλων,
932
πάλιν μ' ἀνάξους' ἐπὶ τὸ σῶφρον αὖθις αὖ,
933
ἐδνώσομαί τε θυγατέρ', ἣν οὐδεὶς γαμεῖ,
934
τὴν δ' ἐνθάδ' ἐκλιποῦς' ἀλητείαν πικρὰν
935
ὄντων ἐν οἴκοις χρημάτων ὀνήσομαι.
936
κεἰ μὲν θανὼν ὅδ' ἐν πυρᾶι †κατεσφάγη†,
937
πρόσω σφ' ἀπόντα δακρύοις ἂν ἠγάπων·
938
νῦν δ' ὄντα καὶ σωθέντ' ἀφαιρεθήσομαι;
939
μὴ δῆτα, παρθέν', ἀλλά ς' ἱκετεύω τόδε·
940
δὸς τὴν χάριν μοι τήνδε καὶ μιμοῦ τρόπους
941
πατρὸς δικαίου· παισὶ γὰρ κλέος τόδε
942
κάλλιστον, ὅστις ἐκ πατρὸς χρηστοῦ γεγὼς
943
ἐς ταὐτὸν ἦλθε τοῖς τεκοῦσι τοὺς τρόπους.
944
{Χο.} οἰκτρὸν μὲν οἱ παρόντες ἐν μέσωι λόγοι,
945
οἰκτρὰ δὲ καὶ σύ. τοὺς δὲ Μενέλεω ποθῶ
946
λόγους ἀκοῦσαι τίνας ἐρεῖ ψυχῆς πέρι.
947
{Με.} ἐγὼ σὸν οὔτ' ἂν προσπεσεῖν τλαίην γόνυ
948
οὔτ' ἂν δακρῦσαι βλέφαρα· τὴν Τροίαν γὰρ ἂν
949
δειλοὶ γενόμενοι πλεῖστον αἰσχύνοιμεν ἄν.
950
καίτοι λέγουσιν ὡς πρὸς ἀνδρὸς εὐγενοῦς
951
ἐν ξυμφοραῖσι δάκρυ' ἀπ' ὀφθαλμῶν βαλεῖν.
952
ἀλλ' οὐχὶ τοῦτο τὸ καλόν, εἰ καλὸν τόδε,
953
αἱρήσομαι 'γὼ πρόσθε τῆς εὐψυχίας.
954
ἀλλ', εἰ μὲν ἄνδρα σοι δοκεῖ σῶσαι ξένον
955
ζητοῦντά γ' ὀρθῶς ἀπολαβεῖν δάμαρτ' ἐμήν,
956
ἀπόδος τε καὶ πρὸς σῶσον· εἰ δὲ μὴ δοκεῖ,
957
ἐγὼ μὲν οὐ νῦν πρῶτον ἀλλὰ πολλάκις
958
ἄθλιος ἂν εἴην, σὺ δὲ γυνὴ κακὴ φανῆι.
959
ἃ δ' ἄξι' ἡμῶν καὶ δίκαι' ἡγούμεθα
960
καὶ σῆς μάλιστα καρδίας ἀνθάψεται,
961
λέξω τάδ' ἀμφὶ μνῆμα σοῦ πατρὸς πεσών·
962
Ὦ γέρον, ὃς οἰκεῖς τόνδε λάινον τάφον,
963
ἀπόδος, ἀπαιτῶ τὴν ἐμὴν δάμαρτά σε,
964
ἣν Ζεὺς ἔπεμψε δεῦρό σοι σώιζειν ἐμοί.
965
οἶδ' οὕνεχ' ἡμῖν οὔποτ' ἀποδώσεις θανών·
966
ἀλλ' ἥδε πατέρα νέρθεν ἀνακαλούμενον
967
οὐκ ἀξιώσει τὸν πρὶν εὐκλεέστατον
968
κακῶς ἀκοῦσαι· κυρία γάρ ἐστι νῦν.
969
ὦ νέρτερ' Ἅιδη, καὶ σὲ σύμμαχον καλῶ,
970
ὃς πόλλ' ἐδέξω τῆσδ' ἕκατι σώματα
971
πεσόντα τὠμῶι φασγάνωι, μισθὸν δ' ἔχεις·
972
ἢ νῦν ἐκείνους ἀπόδος ἐμψύχους πάλιν
973
ἢ τήνδ' ἀνάγκασόν γ' ἔτ' εὐσεβοῦς πατρὸς
974
κρείσσω φανεῖσαν †τἄμ' ἀποδοῦναι† λέχη.
975
εἰ δ' ἐμὲ γυναῖκα τὴν ἐμὴν συλήσετε,
976
ἅ σοι παρέλιπεν ἥδε τῶν λόγων φράσω.
977
ὅρκοις κεκλήιμεθ', ὡς μάθηις, ὦ παρθένε,
978
πρῶτον μὲν ἐλθεῖν διὰ μάχης σῶι συγγόνωι,
979
κἀκεῖνον ἢ 'μὲ δεῖ θανεῖν· ἁπλοῦς λόγος.
980
ἢν δ' ἐς μὲν ἀλκὴν μὴ πόδ' ἀντιθῆι ποδί,
981
λιμῶι δὲ θηρᾶι τύμβον ἱκετεύοντε νώ,
982
κτανεῖν δέδοκται τήνδε μοι κἄπειτ' ἐμὸν
983
πρὸς ἧπαρ ὦσαι δίστομον ξίφος τόδε
984
τύμβου 'πὶ νώτοις τοῦδ', ἵν' αἵματος ῥοαὶ
985
τάφου καταστάζωσι· κεισόμεσθα δὲ
986
νεκρὼ δύ' ἑξῆς τῶιδ' ἐπὶ ξεστῶι τάφωι,
987
ἀθάνατον ἄλγος σοί, ψόγον δὲ σῶι πατρί.
988
οὐ γὰρ γαμεῖ τήνδ' οὔτε σύγγονος σέθεν
989
οὔτ' ἄλλος οὐδείς· ἀλλ' ἐγώ σφ' ἀπάξομαι
990
εἰ μὴ πρὸς οἴκους δυνάμεθ' ἀλλὰ πρὸς νεκρούς.
991
[τί ταῦτα; δακρύοις εἰς τὸ θῆλυ τρεπόμενος
992
ἐλεινὸς ἦν ἂν μᾶλλον ἢ δραστήριος.
993
κτεῖν', εἰ δοκεῖ σοι· δυσκλεᾶς γὰρ οὐ κτενεῖς·
994
μᾶλλόν γε μέντοι τοῖς ἐμοῖς πείθου λόγοις,
995
ἵν' ἦις δικαία καὶ δάμαρτ' ἐμὴν λάβω.]
996
{Χο.} ἐν σοὶ βραβεύειν, ὦ νεᾶνι, τοὺς λόγους·
997
οὕτω δὲ κρῖνον ὡς ἅπασιν ἁνδάνηις.
998
{Θε.} ἐγὼ πέφυκά τ' εὐσεβεῖν καὶ βούλομαι
999
φιλῶ τ' ἐμαυτήν, καὶ κλέος τοὐμοῦ πατρὸς
1000
οὐκ ἂν μιάναιμ', οὐδὲ συγγόνωι χάριν
1001
δοίην ἂν ἐξ ἧς δυσκλεὴς φανήσομαι.
1002
ἔνεστι δ' ἱερὸν τῆς δίκης ἐμοὶ μέγα
1003
ἐν τῆι φύσει· καὶ τοῦτο Νηρέως πάρα
1004
ἔχουσα σώιζειν, Μενέλεως, πειράσομαι.
1005
Ἥραι δ', ἐπείπερ βούλεταί ς' εὐεργετεῖν,
1006
ἐς ταὐτὸν οἴσω ψῆφον· ἡ Κύπρις δέ μοι
1007
ἵλεως μὲν εἴη, συμβέβηκε δ' οὐδαμοῦ.
1008
[πειράσομαι δὲ παρθένος μένειν ἀεί.]
1009
ἃ δ' ἀμφὶ τύμβωι τῶιδ' ὀνειδίζεις πατρός,
1010
ἡμῖν ὅδ' αὑτὸς μῦθος· ἀδικοίημεν ἄν,
1011
εἰ μὴ ἀποδώσω· καὶ γὰρ ἂν κεῖνος βλέπων
1012
ἀπέδωκεν ἂν σοὶ τήνδ' ἔχειν, ταύτηι δὲ σέ.
1013
καὶ γὰρ τίσις τῶνδ' ἐστὶ τοῖς τε νερτέροις
1014
καὶ τοῖς ἄνωθεν πᾶσιν ἀνθρώποις· ὁ νοῦς
1015
τῶν κατθανόντων…
1016
ἀ…
The complete text is available when the reading interface loads.