Phoenisae
- Authority group
- Euripides (catalogue association; authorship remains anonymous)
- Edition reference
- Phoenissae, ed. Diggle, op. cit., vol. 3, 83– 179.
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg048.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
114
{Αν.} ἆρα †πύλαι κλήιθροις χαλκόδετά τ' ἔμβολα†
115
λαϊνέοισιν Ἀμφίονος ὀργάνοις
116
τείχεος ἥρμοσται;
117
{Θε.} θάρσει· τά γ' ἔνδον ἀσφαλῶς ἔχει πόλις.
118
[ἀλλ' εἰσόρα τὸν πρῶτον, εἰ βούληι μαθεῖν.]
119
{Αν.} τίς οὗτος ὁ λευκολόφας,
120
πρόπαρ ὃς ἁγεῖται στρατοῦ
121-122
πάγχαλκον ἀσπίδ' ἀμφὶ βραχίονι κουφίζων;
123
[{Θε.} λοχαγός, ὦ δέσποινα. {Αν.} τίς πόθεν γεγώς;
124
αὔδασον, ὦ γεραιέ, τίς ὀνομάζεται;]
125
{Θε.} οὗτος Μυκηναῖος μὲν αὐδᾶται γένος,
126
Λερναῖα δ' οἰκεῖ νάμαθ', Ἱππομέδων ἄναξ.
127
{Αν.} ἒ ἔ, ὡς γαῦρος, ὡς φοβερὸς εἰσιδεῖν,
128
γίγαντι γηγενέται προσόμοιος,
129
ἀστερωπὸς 〈ὥσπερ〉 ἐν
130
γραφαῖσιν, οὐχὶ πρόσφορος ἁμερίωι γένναι.
131
{Θε.} τὸν δ' ἐξαμείβοντ' οὐχ ὁρᾶις Δίρκης ὕδωρ;
132
[λοχαγόν; {Αν.} ἄλλος ἄλλος ὅδε τευχέων τρόπος.]
133
{Αν.} τίς δ' οὗτός ἐστι; {Θε.} παῖς μὲν Οἰνέως ἔφυ
134
Τυδεύς, Ἄρη δ' Αἰτωλὸν ἐν στέρνοις ἔχει.
135
{Αν.} οὗτος ὁ τᾶς Πολυνείκεος, ὦ γέρον,
136
αὐτοκασιγνήται νύμφας
137
ὁμόγαμος κυρεῖ;
138
ὡς ἀλλόχρως ὅπλοισι, μειξοβάρβαρος.
139
{Θε.} σακεσφόροι γὰρ πάντες Αἰτωλοί, τέκνον,
140
λόγχαις τ' ἀκοντιστῆρες εὐστοχώτατοι.
141
[{Αν.} σὺ δ', ὦ γέρον, πῶς αἰσθάνηι σαφῶς τάδε;
142
{Θε.} σημεῖ' ἰδὼν τότ' ἀσπίδων ἐγνώρισα,
143
σπονδὰς ὅτ' ἦλθον σῶι κασιγνήτωι φέρων·
144
ἃ προσδεδορκὼς οἶδα τοὺς ὡπλισμένους.]
145
{Αν.} τίς δ' οὗτος ἀμφὶ μνῆμα τὸ Ζήθου περᾶι
146
καταβόστρυχος, ὄμμασι γοργὸς
147
εἰσιδεῖν νεανίας,
148
λοχαγός, ὡς ὄχλος νιν ὑστέρωι ποδὶ
149
πάνοπλος ἀμφέπει;
150
{Θε.} ὅδ' ἐστὶ Παρθενοπαῖος, Ἀταλάντης γόνος.
151
{Αν.} ἀλλά νιν ἁ κατ' ὄρη μετὰ ματέρος
152
Ἄρτεμις ἱεμένα τόξοις δαμάσας' ὀλέσειεν,
153
ὃς ἐπ' ἐμὰν πόλιν ἔβα πέρσων.
154
{Θε.} εἴη τάδ', ὦ παῖ. σὺν δίκηι δ' ἥκουσι γῆν·
155
ὃ καὶ δέδοικα μὴ σκοπῶς' ὀρθῶς θεοί.
156
{Αν.} ποῦ δ' ὃς ἐμοὶ μιᾶς ἐγένετ' ἐκ ματρὸς
157
πολυπόνωι μοίραι;
158
ὦ φίλτατ', εἰπέ, ποῦ 'στι Πολυνείκης, γέρον;
159
{Θε.} ἐκεῖνος ἑπτὰ παρθένων τάφου πέλας
160
Νιόβης Ἀδράστωι πλησίον παραστατεῖ.
161
ὁρᾶις; {Αν.} ὁρῶ δῆτ' οὐ σαφῶς, ὁρῶ δέ πως
162
μορφῆς τύπωμα στέρνα τ' ἐξεικασμένα.
163
ἀνεμώκεος εἴθε δρόμον νεφέλας
164
ποσὶν ἐξανύσαιμι δι' αἰθέρος
165
πρὸς ἐμὸν ὁμογενέτορα, περὶ δ' ὠλένας
166
δέραι φιλτάται βάλοιμεν χρόνωι,
167
φυγάδα μέλεον. ὡς
168
ὅπλοισι χρυσέοισιν ἐκπρεπής, γέρον,
169
ἑώιοις ὅμοια φλεγέθων βολαῖς.
170
{Θε.} ἥξει δόμους τούσδ', ὥστε ς' ἐμπλῆσαι χαρᾶς,
171
ἔνσπονδος. {Αν.} οὗτος δ', ὦ γεραιέ, τίς κυρεῖ,
172
ὃς ἅρμα λευκὸν ἡνιοστροφεῖ βεβώς;
173
{Θε.} ὁ μάντις Ἀμφιάραος, ὦ δέσποιν', ὅδε·
174
σφάγια δ' ἅμ' αὐτῶι, γῆι φιλαιμάτωι ῥοαί.
175
{Αν.} ὦ λιπαροζώνου θύγατερ †Ἀελίου
176
Σελαναία χρυσεόκυκλον φέγγος†,
177
ὡς ἀτρεμαῖα κέντρα †καὶ σώφρονα
178
πώλοις μεταφέρων ἰθύνει†.
179
ποῦ δ' ὃς τὰ δεινὰ τῆιδ' ἐφυβρίζει πόλει
180
Καπανεύς; {Θε.} ἐκεῖνος προσβάσεις τεκμαίρεται
181
πύργων, ἄνω τε καὶ κάτω τείχη μετρῶν.
182
{Αν.} ἰὼ Νέμεσι καὶ Διὸς βαρύβρομοι βρονταὶ
183
κεραύνιόν τε φῶς αἰθαλόεν, σύ τοι
184
μεγαλαγορίαν ὑπεράνορα κοιμίζεις·
185
ὅδ' ἐστὶν αἰχμαλωτίδας
186
ὃς δορὶ Θηβαίας †Μυκήνηισι
187
Λερναίαι τε δώσειν τριαίναι
188
Ποσειδανίοις Ἀμυμωνίοις
189
ὕδασι δουλείαν περιβαλών†.
190
μήποτε μήποτε τάνδ', ὦ πότνια,
191
χρυσεοβόστρυχον ὦ Διὸς ἔρνος
192
Ἄρτεμι, δουλοσύναν τλαίην.
193
{Θε.} ὦ τέκνον, ἔσβα δῶμα καὶ κατὰ στέγας
194
ἐν παρθενῶσι μίμνε σοῖς, ἐπεὶ πόθου
195
ἐς τέρψιν ἦλθες ὧν ἔχρηιζες εἰσιδεῖν.
196
ὄχλος γάρ, ὡς ταραγμὸς εἰσῆλθεν πόλιν,
197
χωρεῖ γυναικῶν πρὸς δόμους τυραννικούς·
198
φιλόψογον δὲ χρῆμα θηλειῶν ἔφυ,
199
σμικράς τ' ἀφορμὰς ἢν λάβωσι τῶν λόγων
200
πλείους ἐπεσφέρουσιν· ἡδονὴ δέ τις
201
γυναιξὶ μηδὲν ὑγιὲς ἀλλήλας λέγειν.
202
{ΧΟΡΟΣ} Τύριον οἶδμα λιποῦς' ἔβαν
203
ἀκροθίνια Λοξίαι
204
Φοινίσσας ἀπὸ νάσου
205
Φοίβωι δούλα μελάθρων,
206
ἵν' ὑπὸ δειράσι νιφοβόλοις
207
παρνασσοῦ κατενάσθη,
208
Ἰόνιον κατὰ πόντον ἐλά-
209
ται πλεύσασα περιρρύτων
210
ὑπὲρ ἀκαρπίστων πεδίων
211
Σικελίας Ζεφύρου πνοαῖς
212
ἱππεύσαντος ἐν οὐρανῶι
213
κάλλιστον κελάδημα.
214
πόλεος ἐκπροκριθεῖς' ἐμᾶς
215
καλλιστεύματα Λοξίαι
216
Καδμείαν ἔμολον γᾶν,
217
κλεινῶν Ἀγηνοριδᾶν
218
ὁμογενεῖς ἐπὶ Λαΐου
219
πεμφθεῖς' ἐνθάδε πύργους.
220
ἴσα δ' ἀγάλμασι χρυσοτεύ-
221
κτοις Φοίβωι λάτρις ἐγενόμαν·
222
ἔτι δὲ Κασταλίας ὕδωρ
223
περιμένει με κόμας ἐμᾶς
224
δεῦσαι παρθένιον χλιδὰν
225
Φοιβείαισι λατρείαις.
226
ὦ λάμπουσα πέτρα πυρὸς
227
δικορύφων σέλας ὑπὲρ ἄκρων
228
βακχεῖον Διονύσου,
229
οἴνα θ' ἃ καθαμέριον
230
στάζεις, τὸν πολύκαρπον
231
οἰνάνθας ἱεῖσα βότρυν,
232
ζάθεά τ' ἄντρα δράκοντος οὔ-
233
ρειαί τε σκοπιαὶ θεᾶν
234
νιφόβολόν τ' ὄρος ἱερόν, εἱ-
235
λίσσων ἀθανάτους θεοῦ
236
χορὸς γενοίμαν ἄφοβος
237
παρὰ μεσόμφαλα γύαλα Φοί-
238
βου Δίρκαν προλιποῦσα.
239
νῦν δέ μοι πρὸ τειχέων
240
θούριος μολὼν Ἄρης
241
αἷμα δάιον φλέγει
242
τᾶιδ', ὃ μὴ τύχοι, πόλει·
243
κοινὰ γὰρ φίλων ἄχη,
244
κοινὰ δ', εἴ τι πείσεται
245
ἑπτάπυργος ἅδε γᾶ,
246
Φοινίσσαι χώραι. φεῦ φεῦ.
247
κοινὸν αἷμα, κοινὰ τέκεα
248
τᾶς κερασφόρου πέφυκεν Ἰοῦς·
249
ὧν μέτεστί μοι πόνων.
250
ἀμφὶ δὲ πτόλιν νέφος
251
ἀσπίδων πυκνὸν φλέγει,
252
σῆμα φοινίου μάχας,
253
ἃν Ἄρης τάχ' εἴσεται
254
παισὶν Οἰδίπου φέρων
255
πημονὰν Ἐρινύων.
256
Ἄργος ὦ Πελασγικόν,
257
δειμαίνω τὰν σὰν ἀλκὰν
258
καὶ τὸ θεόθεν· οὐ γὰρ ἄδικον
259
εἰς ἀγῶνα τάνδ' ἔνοπλος ὁρμὰν
260
παῖς μετέρχεται δόμους.
261
{ΠΟΛΥΝΕΙΚΗΣ} τὰ μὲν πυλωρῶν κλῆιθρά μ' εἰσεδέξατο
262
δι' εὐπετείας τειχέων ἔσω μολεῖν.
263
ὃ καὶ δέδοικα μή με δικτύων ἔσω
264
λαβόντες οὐκ ἐκφρῶς' ἀναίμακτον χρόα.
265
ὧν οὕνεκ' ὄμμα πανταχῆι διοιστέον
266
κἀκεῖσε καὶ τὸ δεῦρο, μὴ δόλος τις ἦι.
267
ὡπλισμένος δὲ χεῖρα τῶιδε φασγάνωι
268
τὰ πίστ' ἐμαυτῶι τοῦ θράσους παρέξομαι.
269
ὠή, τίς οὗτος; ἢ κτύπον φοβούμεθα;
270
ἅπαντα γὰρ τολμῶσι δεινὰ φαίνεται,
271
ὅταν δι' ἐχθρᾶς ποὺς ἀμείβηται χθονός.
272
πέποιθα μέντοι μητρὶ κοὐ πέποιθ' ἅμα,
273
ἥτις μ' ἔπεισε δεῦρ' ὑπόσπονδον μολεῖν.
274
ἀλλ' ἐγγὺς ἀλκή (βώμιοι γὰρ ἐσχάραι
275
πέλας πάρεισι) κοὐκ ἔρημα δώματα,
276
φέρ' ἐς σκοτεινὰς περιβολὰς μεθῶ ξίφος
277
καὶ τάσδ' ἔρωμαι, τίνες ἐφεστᾶσιν δόμοις.
278
ξέναι γυναῖκες, εἴπατ', ἐκ ποίας πάτρας
279
Ἑλληνικοῖσι δώμασιν πελάζετε;
280
{Χο.} Φοίνισσα μὲν γῆ πατρὶς ἡ θρέψασά με,
281
Ἀγήνορος δὲ παῖδες ἐκ παίδων δορὸς
282
Φοίβωι μ' ἔπεμψαν ἐνθάδ' ἀκροθίνιον.
283
μέλλων δὲ πέμπειν μ' Οἰδίπου κλεινὸς γόνος
284
μαντεῖα σεμνὰ Λοξίου τ' ἐπ' ἐσχάρας,
285
ἐν τῶιδ' ἐπεστράτευσαν Ἀργεῖοι πόλιν.
286
σὺ δ' ἀντάμειψαί μ', ὅστις ὢν ἐλήλυθας
287
ἑπτάστομον πύργωμα Θηβαίας χθονός.
288
{Πο.} πατὴρ μὲν ἡμῖν Οἰδίπους ὁ Λαΐου,
289
ἔτικτε δ' Ἰοκάστη με, παῖς Μενοικέως·
290
καλεῖ δὲ Πολυνείκη με Θηβαῖος λεώς.
291
{Χο.} [ὦ συγγένεια τῶν Ἀγήνορος τέκνων,
292
ἐμῶν τυράννων, ὧν ἀπεστάλην ὕπο,]
293
γονυπετεῖς ἕδρας προσπίτνω ς', ἄναξ,
294
τὸν οἴκοθεν σέβουσα νόμον·
295
ἔβας ὢ χρόνωι γᾶν πατρώιαν.
296
ἰὼ ἰώ· πότνια πότνια, μόλε πρόδομος,
297
ἀμπέτασον πύλας.
298
κλύεις, ὦ τεκοῦσα τόνδε μᾶτερ;
299
τί μέλλεις ὑπώροφα μέλαθρα περᾶν
300
θιγεῖν τ' ὠλέναισι τέκνου;
301
{Ιο.} †Φοίνισσαν βοὰν κλύουσα
302
ὦ νεάνιδες γηραιῶι ποδὶ τρομερὰν
303
ἕλκω ποδὸς βάσιν.†
304
ἰὼ τέκνον, χρόνωι σὸν ὄμ-
305
μα μυρίαις τ' ἐν ἁμέραις
306a
προσεῖδον· ἀμφίβαλλε μα-
306b
στὸν ὠλέναισι ματέρος,
307
παρηίδων τ' ὄρεγμα δὸς
308
τριχῶν τε, κυανόχρωτι χαί-
309
τας πλοκάμωι δέραν σκιάζων ἁμάν.
310
ἰὼ ἰώ, μόλις φανεὶς
311
ἄελπτα κἀδόκητα ματρὸς ὠλέναις.
312
τί φῶ σε; πῶς ἁπάνται
313
καὶ χερσὶ καὶ λόγοισι
314
πολυέλικτον ἁδονὰν
315
ἐκεῖσε καὶ τὸ δεῦρο
316
περιχορεύουσα τέρψιν παλαιᾶν λάβω
317
χαρμονᾶν; ἰὼ τέκος,
318
ἔρημον πατρῶιον ἔλιπες δόμον
319
φυγὰς ἀποσταλεὶς ὁμαίμου λώβαι,
320
ἦ ποθεινὸς φίλοις,
321
ἦ ποθεινὸς Θήβαις.
322
ὅθεν ἐμάν τε λευκόχροα κείρομαι
323
δακρυόεσς' ἀνεῖσα πένθει κόμαν,
324
ἄπεπλος φαρέων λευκῶν, τέκνον,
325
δυσόρφναια δ' ἀμφὶ τρύχη τάδε
326
σκότι' ἀμείβομαι·
327
ὁ δ' ἐν δόμοισι πρέσβυς ὀμματοστερὴς
328
ἀπήνας ὁμοπτέρου τᾶς ἀπο-
329
ζυγείσας δόμων
330
πόθον ἀμφιδάκρυτον ἀεὶ κατέχων
331
ἀνῆιξεν μὲν ξίφους
332
ἐπ' αὐτόχειρά τε σφαγὰν
333
ὑπὲρ τέραμνά τ' ἀγχόνας,
334
στενάζων ἀρὰς τέκνοις·
335
σὺν ἀλαλαῖσι δ' αἰὲν αἰαγμάτων
336
σκότια κρύπτεται.
337
σὲ δ', ὦ τέκνον, γάμοισιν ἤ-
338a
δη κλύω ζυγέντα
338b
παιδοποιὸν ἁδονὰν
339
ξένοισιν ἐν δόμοις ἔχειν,
340
ξένον δὲ κῆδος ἀμφέπειν,
341
ἄλαστα ματρὶ τᾶιδε Λα-
342
ΐου τε τοῦ πάλαι γένει,
343
γάμων ἐπακτὸν ἄταν.
344
ἐγὼ δ' οὔτι σοι πυρὸς ἀνῆψα φῶς
345-346
νόμιμον [ἐν γάμοις] ὡς πρέπει ματέρι μακαρίαι·
347
ἀνυμέναια δ' Ἱσμηνὸς ἐκηδεύθη
348
λουτροφόρου χλιδᾶς, ἀνὰ δὲ Θηβαίων
349
πόλιν ἐσίγαθεν σᾶς ἔσοδοι νύμφας.
350
ὄλοιτο τάδ' εἴτε σίδαρος
351
εἴτ' Ἔρις εἴτε πατὴρ ὁ σὸς αἴτιος,
352
εἴτε τὸ δαιμόνιον κατεκώμασε
353
δώμασιν Οἰδιπόδα·
354
πρὸς ἐμὲ γὰρ κακῶν ἔμολε τῶνδ' ἄχη.
355
{Χο.} δεινὸν γυναιξὶν αἱ δι' ὠδίνων γοναί,
356
καὶ φιλότεκνόν πως πᾶν γυναικεῖον γένος.
357
{Πο.} μῆτερ, φρονῶν εὖ κοὐ φρονῶν ἀφικόμην
358
ἐχθροὺς ἐς ἄνδρας· ἀλλ' ἀναγκαίως ἔχει
359
πατρίδος ἐρᾶν ἅπαντας· ὃς δ' ἄλλως λέγει
360
λόγοισι χαίρει, τὸν δὲ νοῦν ἐκεῖς' ἔχει.
361
οὕτω δὲ †τάρβους† ἐς φόβον τ' ἀφικόμην
362
μή τις δόλος με πρὸς κασιγνήτου κτάνηι,
363
ὥστε ξιφήρη χεῖρ' ἔχων δι' ἄστεως
364
κυκλῶν πρόσωπον ἦλθον. ἓν δέ μ' ὠφελεῖ,
365
σπονδαί τε καὶ σὴ πίστις, ἥ μ' ἐσήγαγεν
366
τείχη πατρῶια· πολύδακρυς δ' ἀφικόμην,
367
χρόνιος ἰδὼν μέλαθρα καὶ βωμοὺς θεῶν
368
γυμνάσιά θ' οἷσιν ἐνετράφην Δίρκης θ' ὕδωρ·
369
ὧν οὐ δικαίως ἀπελαθεὶς ξένην πόλιν
370
ναίω, δι' ὄσσων νᾶμ' ἔχων δακρύρροον.
371
ἀλλ', ἐκ γὰρ ἄλγους ἄλγος αὖ, σὲ δέρκομαι
372
κάρα ξυρῆκες καὶ πέπλους μελαγχίμους
373
ἔχουσαν· οἴμοι τῶν ἐμῶν ἐγὼ κακῶν,
374
ὡς δεινὸν ἔχθρα, μῆτερ, οἰκείων φίλων.
375
[καὶ δυσλύτους ἔχουσα τὰς διαλλαγάς.
376
τί γὰρ πατήρ μοι πρέσβυς ἐν δόμοισι δρᾶι,
377
σκότον δεδορκώς; τί δὲ κασίγνηται δύο;
378
ἦ που στένουσι τλήμονες φυγὰς ἐμάς;]
379
{Ιο.} κακῶς θεῶν τις Οἰδίπου φθείρει γένος·
380
οὕτω γὰρ ἤρξατ', ἄνομα μὲν τεκεῖν ἐμέ,
381
κακῶς δὲ γῆμαι πατέρα σὸν φῦναί τε σέ.
382
ἀτὰρ τί ταῦτα; δεῖ φέρειν τὰ τῶν θεῶν.
383
ὅπως δ' ἔρωμαι, μή τι σὴν δάκω φρένα,
384
δέδοιχ', ἃ χρήιζω· διὰ πόθου δ' ἐλήλυθα.
385
{Πο.} ἀλλ' ἐξερώτα, μηδὲν ἐνδεὲς λίπηις·
386
ἃ γὰρ σὺ βούληι, ταὔτ' ἐμοί, μῆτερ, φίλα.
387
{Ιο.} [καὶ δή ς' ἐρωτῶ πρῶτον ὧν χρήιζω τυχεῖν·]
388
τί τὸ στέρεσθαι πατρίδος; ἦ κακὸν μέγα;
389
{Πο.} μέγιστον· ἔργωι δ' ἐστὶ μεῖζον ἢ λόγωι.
390
{Ιο.} τίς ὁ τρόπος αὐτοῦ; τί φυγάσιν τὸ δυσχερές;
391
{Πο.} ἓν μὲν μέγιστον· οὐκ ἔχει παρρησίαν.
392
{Ιο.} δούλου τόδ' εἶπας, μὴ λέγειν ἅ τις φρονεῖ.
393
{Πο.} τὰς τῶν κρατούντων ἀμαθίας φέρειν χρεών.
394
{Ιο.} καὶ τοῦτο λυπρόν, συνασοφεῖν τοῖς μὴ σοφοῖς.
395
{Πο.} ἀλλ' ἐς τὸ κέρδος παρὰ φύσιν δουλευτέον.
396
{Ιο.} αἱ δ' ἐλπίδες βόσκουσι φυγάδας, ὡς λόγος.
397
{Πο.} καλοῖς βλέπουσαί γ' ὄμμασιν, μέλλουσι δέ.
398
{Ιο.} οὐδ' ὁ χρόνος αὐτὰς διεσάφης' οὔσας κενάς;
399
{Πο.} ἔχουσιν Ἀφροδίτην τιν', εὐδίαν κακῶν.
400
{Ιο.} πόθεν δ' ἐβόσκου, πρὶν γάμοις εὑρεῖν βίον;
401
{Πο.} ποτὲ μὲν ἐπ' ἦμαρ εἶχον, εἶτ' οὐκ εἶχον ἄν.
402
{Ιο.} φίλοι δὲ πατρὸς καὶ ξένοι ς' οὐκ ὠφέλουν;
403
{Πο.} εὖ πρᾶσσε· τὰ φίλων δ' οὐδέν, ἤν τις δυστυχῆι.
404
{Ιο.} οὐδ' ηὑγένειά ς' ἦρεν εἰς ὕψος μέγαν;
405
{Πο.} κακὸν τὸ μὴ 'χειν· τὸ γένος οὐκ ἔβοσκέ με.
406
{Ιο.} ἡ πατρίς, ὡς ἔοικε, φίλτατον βροτοῖς.
407
{Πο.} οὐδ' ὀνομάσαι δύναι' ἂν ὡς ἐστὶν φίλον.
408
{Ιο.} πῶς δ' ἦλθες Ἄργος; τίν' ἐπίνοιαν ἔσχεθες;
409
{Πο.} ἔχρης' Ἀδράστωι Λοξίας χρησμόν τινα.
410
{Ιο.} ποῖον; τί τοῦτ' ἔλεξας; οὐκ ἔχω μαθεῖν.
411
{Πο.} κάπρωι λέοντί θ' ἁρμόσαι παίδων γάμους.
412
{Ιο.} καὶ σοὶ τί θηρῶν ὀνόματος μετῆν, τέκνον;
413
{Πο.} οὐκ οἶδ'· ὁ δαίμων μ' ἐκάλεσεν πρὸς τὴν τύχην.
414
{Ιο.} σοφὸς γὰρ ὁ θεός· τίνι τρόπωι δ' ἔσχες λέχος;
415
{Πο.} νὺξ ἦν, Ἀδράστου δ' ἦλθον ἐς παραστάδας.
416
{Ιο.} κοίτας ματεύων, ἦι φυγὰς πλανώμενος;
417
{Πο.} ἦν ταῦτα· κἆιτά γ' ἦλθεν ἄλλος αὖ φυγάς.
418
{Ιο.} τίς οὗτος; ὡς ἄρ' ἄθλιος κἀκεῖνος ἦν.
419
{Πο.} Τυδεύς, ὃν Οἰνέως φασὶν ἐκφῦναι πατρός.
420
{Ιο.} τί θηρσὶν ὑμᾶς δῆτ' Ἄδραστος ἤικασεν;
421
{Πο.} στρωμνῆς ἐς ἀλκὴν οὕνεκ' ἤλθομεν πέρι.
422
{Ιο.} ἐνταῦθα Ταλαοῦ παῖς συνῆκε θέσφατα;
423
{Πο.} κἄδωκέ γ' ἡμῖν δύο δυοῖν νεάνιδας.
424
{Ιο.} ἆρ' εὐτυχεῖς οὖν τοῖς γάμοις ἢ δυστυχεῖς;
425
{Πο.} οὐ μεμπτὸς ἡμῖν ὁ γάμος ἐς τόδ' ἡμέρας.
426
{Ιο.} πῶς δ' ἐξέπεισας δεῦρό σοι σπέσθαι στρατόν;
427
{Πο.} δισσοῖς Ἄδραστος ὤμοσεν γαμβροῖς τόδε,
428
[Τυδεῖ τε κἀμοί, σύγγαμος γάρ ἐστ' ἐμός,]
429
ἄμφω κατάξειν ἐς πάτραν, πρόσθεν δ' ἐμέ.
430
πολλοὶ δὲ Δαναῶν καὶ Μυκηναίων ἄκροι
431
πάρεισι, λυπρὰν χάριν, ἀναγκαίαν δέ μοι
432
διδόντες· ἐπὶ γὰρ τὴν ἐμὴν στρατεύομαι
433
πόλιν. θεοὺς δ' ἐπώμος' ὡς ἀκουσίως
434
τοῖς φιλτάτοις ἑκοῦσιν ἠράμην δόρυ.
435
ἀλλ' ἐς σὲ τείνει τῶνδε διάλυσις κακῶν,
436
[μῆτερ, διαλλάξασαν ὁμογενεῖς φίλους]
437
παῦσαι πόνων σὲ κἀμὲ καὶ πᾶσαν πόλιν.
438
[πάλαι μὲν οὖν ὑμνηθέν, ἀλλ' ὅμως ἐρῶ·
439
τὰ χρήματ' ἀνθρώποισι τιμιώτατα
440
δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχει.
441
ἁγὼ μεθήκω δεῦρο μυρίαν ἄγων
442
λόγχην· πένης γὰρ οὐδὲν εὐγενὴς ἀνήρ.]
443
{Χο.} καὶ μὴν Ἐτεοκλῆς ἐς διαλλαγὰς ὅδε
444
χωρεῖ· σὸν ἔργον, μῆτερ Ἰοκάστη, λέγειν
445
τοιούσδε μύθους οἷς διαλλάξεις τέκνα.
446
{ΕΤΕΟΚΛΗΣ} μῆτερ, πάρειμι· τὴν χάριν δὲ σοὶ διδοὺς
447
ἦλθον. τί χρὴ δρᾶν; ἀρχέτω δέ τις λόγου.
448
[ὡς ἀμφὶ τείχη καὶ ξυνωρίδας λόχων
449
τάσσων ἐπέσχον πόλιν, ὅπως κλύοιμί σου
450
κοινὰς βραβείας, αἷς ὑπόσπονδον μολεῖν
451
τόνδ' εἰσεδέξω τειχέων πείσασά με.]
452
{Ιο.} ἐπίσχες· οὔτοι τὸ ταχὺ τὴν δίκην ἔχει,
453
βραδεῖς δὲ μῦθοι πλεῖστον ἀνύτουσιν σοφοῖς.
454
σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς·
455
οὐ γὰρ τὸ λαιμότμητον εἰσορᾶις κάρα
456
Γοργόνος, ἀδελφὸν δ' εἰσορᾶις ἥκοντα σόν.
457
σύ τ' αὖ πρόσωπον πρὸς κασίγνητον στρέφε,
458
Πολύνεικες· ἐς γὰρ ταὐτὸν ὄμμασιν βλέπων
459
λέξεις τ' ἄμεινον τοῦδέ τ' ἐνδέξηι λόγους.
460
παραινέσαι δὲ σφῶιν τι βούλομαι σοφόν·
461
ὅταν φίλος τις ἀνδρὶ θυμωθεὶς φίλωι
462
ἐς ἓν συνελθὼν ὄμματ' ὄμμασιν διδῶι,
463
ἐφ' οἷσιν ἥκει, ταῦτα χρὴ μόνον σκοπεῖν,
464
κακῶν δὲ τῶν πρὶν μηδενὸς μνείαν ἔχειν.
465
λόγος μὲν οὖν σὸς πρόσθε, Πολύνεικες τέκνον·
466
σὺ γὰρ στράτευμα Δαναϊδῶν ἥκεις ἄγων,
467
ἄδικα πεπονθώς, ὡς σὺ φήις· κριτὴς δέ τις
468
θεῶν γένοιτο καὶ διαλλακτὴς κακῶν.
469
{Πο.} ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ,
470
κοὐ ποικίλων δεῖ τἄνδιχ' ἑρμηνευμάτων·
471
ἔχει γὰρ αὐτὰ καιρόν· ὁ δ' ἄδικος λόγος
472
νοσῶν ἐν αὑτῶι φαρμάκων δεῖται σοφῶν.
473
ἐγὼ δὲ †πατρὸς δωμάτων† προυσκεψάμην
474
τοὐμόν τε καὶ τοῦδ', ἐκφυγεῖν χρήιζων ἀρὰς
475
ἃς Οἰδίπους ἐφθέγξατ' εἰς ἡμᾶς ποτε·
476
ἐξῆλθον ἔξω τῆσδ' ἑκὼν αὐτὸς χθονός,
477
δοὺς τῶιδ' ἀνάσσειν πατρίδος ἐνιαυτοῦ κύκλον
478
[ὥστ' αὐτὸς ἄρχειν αὖθις ἀνὰ μέρος λαβὼν
479
καὶ μὴ δι' ἔχθρας τῶιδε καὶ φθόνου μολὼν
480
κακόν τι δρᾶσαι καὶ παθεῖν, ἃ γίγνεται].
481
ὁ δ' αἰνέσας ταῦθ' ὁρκίους τε δοὺς θεοὺς
482
ἔδρασεν οὐδὲν ὧν ὑπέσχετ', ἀλλ' ἔχει
483
τυραννίδ' αὐτὸς καὶ δόμων ἐμὸν μέρος.
484
καὶ νῦν ἕτοιμός εἰμι τἀμαυτοῦ λαβὼν
485
στρατὸν μὲν ἔξω τῆσδ' ἀποστεῖλαι χθονός,
486
οἰκεῖν δὲ τὸν ἐμὸν οἶκον ἀνὰ μέρος λαβὼν
487
καὶ τῶιδ' ἀφεῖναι τὸν ἴσον αὖθις 〈ἐς〉 χρόνον,
488
καὶ μήτε πορθεῖν πατρίδα μήτε προσφέρειν
489
πύργοισι πηκτῶν κλιμάκων προσαμβάσεις·
490
ἃ μὴ κυρήσας τῆς δίκης πειράσομαι
491
δρᾶν. μάρτυρας δὲ τῶνδε δαίμονας καλῶ
492
ὡς πάντα πράσσων σὺν δίκηι δίκης ἄτερ
493
ἀποστεροῦμαι πατρίδος ἀνοσιώτατα.
494
ταῦτ' αὔθ' ἕκαστα, μῆτερ, οὐχὶ περιπλοκὰς
495
λόγων ἀθροίσας εἶπον ἀλλὰ καὶ σοφοῖς
496
καὶ τοῖσι φαύλοις ἔνδιχ', ὡς ἐμοὶ δοκεῖ.
497
{Χο.} ἐμοὶ μέν, εἰ καὶ μὴ καθ' Ἑλλήνων χθόνα
498
τεθράμμεθ', ἀλλ' οὖν ξυνετά μοι δοκεῖς λέγειν.
499
{Ετ.} εἰ πᾶσι ταὐτὸν καλὸν ἔφυ σοφόν θ' ἅμα,
500
οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις·
501
νῦν δ' οὔθ' ὅμοιον οὐδὲν οὔτ' ἴσον βροτοῖς
502
πλὴν ὀνόμασιν· τὸ δ' ἔργον οὐκ ἔστιν τόδε.
503
ἐγὼ γὰρ οὐδέν, μῆτερ, ἀποκρύψας ἐρῶ·
504
ἄστρων ἂν ἔλθοιμ' †ἡλίου† πρὸς ἀντολὰς
505
καὶ γῆς ἔνερθε, δυνατὸς ὢν δρᾶσαι τάδε,
506
τὴν θεῶν μεγίστην ὥστ' ἔχειν Τυραννίδα.
507
τοῦτ' οὖν τὸ χρηστόν, μῆτερ, οὐχὶ βούλομαι
508
ἄλλωι παρεῖναι μᾶλλον ἢ σώιζειν ἐμοί·
509
ἀνανδρία γάρ, τὸ πλέον ὅστις ἀπολέσας
510
τοὔλασσον ἔλαβε. πρὸς δὲ τοῖσδ' αἰσχύνομαι
511
ἐλθόντα σὺν ὅπλοις τόνδε καὶ πορθοῦντα γῆν
512
τυχεῖν ἃ χρήιζει· ταῖς γὰρ ἂν Θήβαις τόδε
513
γένοιτ' ὄνειδος, εἰ Μυκηναίου δορὸς
514
φόβωι παρείην σκῆπτρα τἀμὰ τῶιδ' ἔχειν.
515
χρῆν δ' αὐτὸν οὐχ ὅπλοισι τὰς διαλλαγάς,
516
μῆτερ, ποιεῖσθαι· πᾶν γὰρ ἐξαιρεῖ λόγος
517
ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν.
518
ἀλλ', εἰ μὲν ἄλλως τήνδε γῆν οἰκεῖν θέλει,
519
ἔξεστ'· ἐκείνου δ' οὐχ ἑκὼν μεθήσομαι.
520
[ἄρχειν παρόν μοι τῶιδε δουλεύσω ποτέ;]
521
πρὸς ταῦτ' ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανα,
522
ζεύγνυσθε δ' ἵππους, πεδία πίμπλαθ' ἁρμάτων,
523
ὡς οὐ παρήσω τῶιδ' ἐμὴν τυραννίδα.
524
εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρι
525
κάλλιστον ἀδικεῖν, τἄλλα δ' εὐσεβεῖν χρεών.
526
{Χο.} οὐκ εὖ λέγειν χρὴ μὴ 'πὶ τοῖς ἔργοις καλοῖς·
527
οὐ γὰρ καλὸν τοῦτ' ἀλλὰ τῆι δίκηι πικρόν.
528
{Ιο.} ὦ τέκνον, οὐχ ἅπαντα τῶι γήραι κακά,
529
Ἐτεόκλεες, πρόσεστιν· ἀλλ' ἡμπειρία
530
ἔχει τι λέξαι τῶν νέων σοφώτερον.
531
τί τῆς κακίστης δαιμόνων ἐφίεσαι
532
Φιλοτιμίας, παῖ; μὴ σύ γ'· ἄδικος ἡ θεός·
533
πολλοὺς δ' ἐς οἴκους καὶ πόλεις εὐδαίμονας
534
ἐσῆλθε κἀξῆλθ' ἐπ' ὀλέθρωι τῶν χρωμένων·
535
ἐφ' ἧι σὺ μαίνηι. κεῖνο κάλλιον, τέκνον,
536
Ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοις
537
πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις
538
συνδεῖ· τὸ γὰρ ἴσον νόμιμον ἀνθρώποις ἔφυ,
539
τῶι πλέονι δ' αἰεὶ πολέμιον καθίσταται
540
τοὔλασσον ἐχθρᾶς θ' ἡμέρας κατάρχεται.
541
καὶ γὰρ μέτρ' ἀνθρώποισι καὶ μέρη σταθμῶν
542
Ἰσότης ἔταξε κἀριθμὸν διώρισεν,
543
νυκτός τ' ἀφεγγὲς βλέφαρον ἡλίου τε φῶς
544
ἴσον βαδίζει τὸν ἐνιαύσιον κύκλον,
545
κοὐδέτερον αὐτῶν φθόνον ἔχει νικώμενον.
546
εἶθ' ἥλιος μὲν νύξ τε δουλεύει μέτροις,
547
σὺ δ' οὐκ ἀνέξηι δωμάτων ἔχων ἴσον;
548
[καὶ τῶιδ' ἀπονεῖμαι; κἆιτα ποῦ 'στιν ἡ δίκη;]
549
τί τὴν τυραννίδ', ἀδικίαν εὐδαίμονα,
550
τιμᾶις ὑπέρφευ καὶ μέγ' ἥγησαι τόδε;
551
περιβλέπεσθαι τίμιον; κενὸν μὲν οὖν.
552
ἢ πολλὰ μοχθεῖν πόλλ' ἔχων ἐν δώμασιν
553
βούληι; τί δ' ἔστι τὸ πλέον; ὄνομ' ἔχει μόνον·
554
ἐπεὶ τά γ' ἀρκοῦνθ' ἱκανὰ τοῖς γε σώφροσιν.
555
[οὔτοι τὰ χρήματ' ἴδια κέκτηνται βροτοί,
556
τὰ τῶν θεῶν δ' ἔχοντες ἐπιμελούμεθα·
557
ὅταν δὲ χρήιζως' αὔτ' ἀφαιροῦνται πάλιν·
558
ὁ δ' ὄλβος οὐ βέβαιος ἀλλ' ἐφήμερος.]
559
ἄγ', ἤν ς' ἔρωμαι δύο λόγω προθεῖς' ἅμα,
560
πότερα τυραννεῖν ἢ πόλιν σῶσαι θέλεις,
561
ἐρεῖς τυραννεῖν; ἢν δὲ νικήσηι ς' ὅδε
562
Ἀργεῖά τ' ἔγχη δόρυ τὸ Καδμείων ἕληι;
563
[ὄψηι δαμασθὲν ἄστυ Θηβαίων τόδε,
564
ὄψηι δὲ πολλὰς αἰχμαλωτίδας κόρας
565
βίαι πρὸς ἀνδρῶν πολεμίων πορθουμένας.]
566
δαπανηρὸς ἆρ' ὁ πλοῦτος ὃν ζητεῖς ἔχειν
567
[γενήσεται Θήβαισι, φιλότιμος δὲ σύ].
568
σοὶ μὲν τάδ' αὐδῶ. σοὶ δέ, Πολύνεικες, λέγω·
569
ἀμαθεῖς Ἄδραστος χάριτας ἐς ς' ἀνήψατο,
570
ἀσύνετα δ' ἦλθες καὶ σὺ πορθήσων πόλιν.
571
φέρ', ἢν ἕληις γῆν τήνδ', ὃ μὴ τύχοι ποτέ,
572
πρὸς θεῶν, τροπαῖα πῶς ἄρα στήσεις Διί,
573
πῶς δ' αὖ κατάρξηι θυμάτων, ἑλὼν πάτραν,
574
καὶ σκῦλα γράψεις πῶς ἐπ' Ἰνάχου ῥοαῖς;
575
Θήβας πυρώσας τάσδε Πολυνείκης θεοῖς
576
ἀσπίδας ἔθηκε; μήποτ', ὦ τέκνον, κλέος
577
τοιόνδε σοι γένοιθ' ὑφ' Ἑλλήνων λαβεῖν.
578
ἢν δ' αὖ κρατηθῆις καὶ τὰ τοῦδ' ὑπερδράμηι,
579
πῶς Ἄργος ἥξεις μυρίους λιπὼν νεκρούς;
580
ἐρεῖ δὲ δή τις· Ὦ κακὰ μνηστεύματα
581
Ἄδραστε προσθείς, διὰ μιᾶς νύμφης γάμον
582
ἀπωλόμεσθα. δύο κακὼ σπεύδεις, τέκνον,
583
κείνων στέρεσθαι τῶνδέ τ', ἐν μέσωι πεσών.
584
μέθετον τὸ λίαν, μέθετον· ἀμαθία δυοῖν,
585
ἐς ταὔθ' ὅταν μόλητον, ἔχθιστον κακόν.
586
{Χο.} ὦ θεοί, γένοισθε τῶνδ' ἀπότροποι κακῶν
587
καὶ ξύμβασίν τιν' Οἰδίπου τέκνοις δότε.
588
{Ετ.} μῆτερ, οὐ λόγων ἔθ' ἁγών, ἀλλ' ἀναλοῦται χρόνος
589
οὑν μέσωι μάτην, περαίνει δ' οὐδὲν ἡ προθυμία·
590
οὐ γὰρ ἂν ξυμβαῖμεν ἄλλως ἢ 'πὶ τοῖς εἰρημένοις,
591
ὥστ' ἐμὲ σκήπτρων κρατοῦντα τῆσδ' ἄνακτ' εἶναι χθονός·
592
τῶν μακρῶν δ' ἀπαλλαγεῖσα νουθετημάτων μ' ἔα.
593
καὶ σὺ τῶνδ' ἔξω κομίζου τειχέων ἢ κατθανῆι.
594
{Πο.} πρὸς τίνος; τίς ὧδ' ἄτρωτος ὅστις εἰς ἡμᾶς ξίφος
595
φόνιον ἐμβαλὼν τὸν αὐτὸν οὐκ ἀποίσεται μόρον;
596
{Ετ.} ἐγγύς, οὐ πρόσω βέβηκεν· ἐς χέρας λεύσσεις ἐμάς;
597
{Πο.} εἰσορῶ· δειλὸν δ' ὁ πλοῦτος καὶ φιλόψυχον κακόν.
598
{Ετ.} κἆιτα σὺν πολλοῖσιν ἦλθες πρὸς τὸν οὐδὲν ἐς μάχην;
599
{Πο.} ἀσφαλὴς γάρ ἐστ' ἀμείνων ἢ θρασὺς στρατηλάτης.
600
{Ετ.} κομπὸς εἶ σπονδαῖς πεποιθώς, αἵ σε σώιζουσιν θανεῖν.
601
{Πο.} καὶ σέ· δεύτερον δ' ἀπαιτῶ σκῆπτρα καὶ μέρη χθονός.
602
{Ετ.} οὐκ ἀπαιτούμεσθ'· ἐγὼ γὰρ τὸν ἐμὸν οἰκήσω δόμον.
603
{Πο.} τοῦ μέρους ἔχων τὰ πλείω; {Ετ.} φήμ'· ἀπαλλάσσου δὲ γῆς.
604
{Πο.} ὦ θεῶν βωμοὶ πατρώιων ... {Ετ.} οὓς σὺ πορθήσων πάρει.
605
{Πο.} κλύετέ μου ... {Ετ.} τίς δ' ἂν κλύοι σου πατρίδ' ἐπεστρατευμένου;
606
{Πο.} καὶ θεῶν τῶν λευκοπώλων δώμαθ' ... {Ετ.} οἳ στυγοῦσί σε.
607
{Πο.} ἐξελαυνόμεσθα πατρίδος ... {Ετ.} καὶ γὰρ ἦλθες ἐξελῶν.
608
{Πο.} ἀδικίαι γ', ὦ θεοί. {Ετ.} Μυκήναις, μὴ 'νθάδ' ἀνακάλει θεούς.
609
{Πο.} ἀνόσιος πέφυκας ... {Ετ.} ἀλλ' οὐ πατρίδος ὡς σὺ πολέμιος.
610
{Πο.} ὅς μ' ἄμοιρον ἐξελαύνεις. {Ετ.} καὶ κατακτενῶ γε πρός.
611
{Πο.} ὦ πάτερ, κλύεις ἃ πάσχω; {Ετ.} καὶ γὰρ οἷα δρᾶις κλύει.
612
{Πο.} καὶ σύ, μῆτερ; {Ετ.} ἀθέμιτόν σοι μητρὸς ὀνομάζειν κάρα.
613
{Πο.} ὦ πόλις. {Ετ.} μολὼν ἐς Ἄργος ἀνακάλει Λέρνης ὕδωρ.
614
{Πο.} εἶμι, μὴ πόνει· σὲ δ' αἰνῶ, μῆτερ. {Ετ.} ἔξιθι χθονός.
615
{Πο.} ἔξιμεν· πατέρα δέ μοι δὸς εἰσιδεῖν. {Ετ.} οὐκ ἂν τύχοις.
616
{Πο.} ἀλλὰ παρθένους ἀδελφάς. {Ετ.} οὐδὲ τάσδ' ὄψηι ποτέ.
617
{Πο.} ὦ κασίγνηται. {Ετ.} τί ταύτας ἀνακαλεῖς ἔχθιστος ὤν;
618
{Πο.} μῆτερ, ἀλλά μοι σὺ χαῖρε. {Ιο.} χαρτὰ γοῦν πάσχω, τέκνον.
619
{Πο.} οὐκέτ' εἰμὶ παῖς σός. {Ιο.} ἐς πόλλ' ἀθλία πέφυκ' ἐγώ.
620
{Πο.} ὅδε γὰρ εἰς ἡμᾶς ὑβρίζει. {Ετ.} καὶ γὰρ ἀνθυβρίζομαι.
621
{Πο.} ποῦ ποτε στήσηι πρὸ πύργων; {Ετ.} ὡς τί μ' ἱστορεῖς τόδε;
622
{Πο.} ἀντιτάξομαι κτενῶν σε. {Ετ.} κἀμὲ τοῦδ' ἔρως ἔχει.
623
{Ιο.} ὦ τάλαιν' ἐγώ· τί δράσετ', ὦ τέκν'; {Ετ.} αὐτὸ σημανεῖ.
624
{Ιο.} πατρὸς οὐ φεύξεσθ' Ἐρινῦς; {Πο.} ἐρρέτω πρόπας δόμος·
625
ὡς τάχ' οὐκέθ' αἱματηρὸν τοὐμὸν ἀργήσει ξίφος.
626
τὴν δὲ θρέψασάν με γαῖαν καὶ θεοὺς μαρτύρομαι
627
ὡς ἄτιμος οἰκτρὰ πάσχων ἐξελαύνομαι χθονός,
628
δοῦλος ὣς ἀλλ' οὐχὶ ταὐτοῦ πατρὸς Οἰδίπου γεγώς·
629
κἄν τί σοι, πόλις, γένηται, μὴ 'μέ, τόνδε δ' αἰτιῶ.
630
[οὐχ ἑκὼν γὰρ ἦλθον, ἄκων δ' ἐξελαύνομαι χθονός.]
631
καὶ σύ, Φοῖβ' ἄναξ Ἀγυιεῦ, καὶ μέλαθρα, χαίρετε,
632
ἥλικές θ' οὑμοὶ θεῶν τε δεξίμηλ' ἀγάλματα.
633
οὐ γὰρ οἶδ' εἴ μοι προσειπεῖν αὖθις ἔσθ' ὑμᾶς ποτε·
634
ἐλπίδες δ' οὔπω καθεύδους', αἷς πέποιθα σὺν θεοῖς
635
τόνδ' ἀποκτείνας κρατήσειν τῆσδε Θηβαίας χθονός.
636
{Ετ.} ἔξιθ' ἐκ χώρας· ἀληθῶς δ' ὄνομα Πολυνείκη πατὴρ
637
ἔθετό σοι θείαι προνοίαι νεικέων ἐπώνυμον.
638
{Χο.} Κάδμος ἔμολε τάνδε γᾶν
639
Τύριος, ὧι τετρασκελὲς
640
μόσχος ἀδάματος πέσημα
641
δίκε τελεσφόρον διδοῦσα
642
χρησμόν, οὗ κατοικίσαι
643
πεδία νιν τὸ θέσφατον
644
πυροφόρα †δόμων ἔχρησε†,
645
καλλιπόταμος ὕδατος ἵνα τε
646
νοτὶς ἐπέρχεται †γυίας
647
Δίρκας χλοηφόρους
648
καὶ βαθυσπόρους γυίας†·
649
Βρόμιον ἔνθα τέκετο †μάτηρ
650
Διὸς γάμοισι†,
651
κισσὸς ὃν περιστεφὴς
652
ἑλικτὸς εὐθὺς ἔτι βρέφος
653
χλοηφόροισιν ἔρνεσιν
654
κατασκίοισιν ὀλβίσας ἐνώτισεν,
655a
βάκχιον χόρευμα παρθέ-
655b
νοισι Θηβαΐαισι
656
καὶ γυναιξὶν εὐίοις.
657
ἔνθα φόνιος ἦν δράκων
658
Ἄρεος, ὠμόφρων φύλαξ,
659
νάματ' ἔνυδρα καὶ ῥέεθρα
660
χλοερὰ δεργμάτων κόραισι
661
πολυπλάνοις ἐπισκοπῶν·
662
ὃν ἐπὶ χέρνιβας μολὼν
663
Κάδμος ὄλεσε μαρμάρωι,
664
κρᾶτα φόνιον ὀλεσίθηρος
665
ὠλένας †δικὼν† βολαῖς·
666
δίας ἀμάτορος
667
†Παλλάδος φραδαῖσι†
668
γαπετεῖς δικὼν ὀδόντας
669
ἐς βαθυσπόρους γύας·
670
ἔνθεν ἐξανῆκε γᾶ
671
πάνοπλον ὄψιν ὑπὲρ ἄκρων
672
ὅρων χθονός· σιδαρόφρων
673
δέ νιν φίλαι ξυνῆψε γᾶι φόνος πάλιν.
674a
αἵματος δ' ἔδευσε γαῖαν,
674b
ἅ νιν εὐαλίοισι
675
δεῖξεν αἰθέρος πνοαῖς.
676
καὶ σέ, τὸν προμάτορος
677
Ἰοῦς ποτ' ἔκγονον
678
Ἔπαφον, ὦ Διὸς γένεθλον,
679
†ἐκάλες' ἐκάλεσα βαρβάρωι βοᾶι,
680
ἰώ, βαρβάροις λιταῖς†·
681
βᾶθι βᾶθι τάνδε γᾶν·
682
σοί νιν ἔκγονοι κτίσαν,
683
καὶ διώνυμοι θεαί,
684
Περσέφασσα καὶ φίλα
685
Δαμάτηρ θεά,
686
πάντων ἄνασσα, πάντων δὲ Γᾶ τροφός,
687
κτήσαντο· πέμπε πυρφόρους
688
θεάς, ἄμυνε τᾶιδε γᾶι·
689
πάντα δ' εὐπετῆ θεοῖς.
690
[{Ετ.} χώρει σὺ καὶ κόμιζε τὸν Μενοικέως
691
Κρέοντ', ἀδελφὸν μητρὸς Ἰοκάστης ἐμῆς,
692
λέγων τάδ', ὡς οἰκεῖα καὶ κοινὰ χθονὸς
693
θέλω πρὸς αὐτὸν συμβαλεῖν βουλεύματα,
694
πρὶν ἐς μάχην τε καὶ δορὸς τάξιν μολεῖν.
695
καίτοι ποδῶν σῶν μόχθον ἐκλύει παρών·
696
ὁρῶ γὰρ αὐτὸν πρὸς δόμους στείχοντ' ἐμούς.]
697
{ΚΡΕΩΝ} ἦ πόλλ' †ἐπῆλθον† εἰσιδεῖν χρήιζων ς', ἄναξ
698
Ἐτεόκλεες, πέριξ δὲ Καδμείων πύλας
699
φυλακάς τ' ἐπῆλθον σὸν δέμας θηρώμενος.
700
{Ετ.} καὶ μὴν ἐγὼ ς' ἔχρηιζον εἰσιδεῖν, Κρέον·
701
πολλῶν γὰρ ηὗρον ἐνδεεῖς διαλλαγάς,
702
ὡς ἐς λόγους συνῆψα Πολυνείκει μολών.
703
{Κρ.} ἤκουσα μεῖζον αὐτὸν ἐς Θήβας φρονεῖν,
704
κήδει τ' Ἀδράστου καὶ στρατῶι πεποιθότα.
705
ἀλλ' ἐς θεοὺς χρὴ ταῦτ' ἀναρτήσαντ' ἔχειν·
706
ἃ δ' ἐμποδὼν μάλιστα, ταῦθ' ἥκω φράσων.
707
{Ετ.} τὰ ποῖα ταῦτα; τὸν λόγον γὰρ ἀγνοῶ.
708
{Κρ.} ἥκει τις αἰχμάλωτος Ἀργείων πάρα.
709
{Ετ.} λέγει δὲ δὴ τί τῶν ἐκεῖ νεώτερον;
710
{Κρ.} †μέλλειν πέριξ πύργοισι Καδμείων πόλιν
711
ὅπλοις ἑλίξειν αὐτίκ' Ἀργείων στρατόν.†
712
{Ετ.} ἐξοιστέον τἄρ' ὅπλα Καδμείων πόλει.
713
{Κρ.} ποῖ; μῶν νεάζων οὐχ ὁρᾶις ἃ χρή ς' ὁρᾶν;
714
{Ετ.} ἐκτὸς τάφρων τῶνδ', ὡς μαχουμένους τάχα.
715
{Κρ.} σμικρὸν τὸ πλῆθος τῆσδε γῆς, οἱ δ' ἄφθονοι.
716
{Ετ.} ἐγὦιδα κείνους τοῖς λόγοις ὄντας θρασεῖς.
717
{Κρ.} ἔχει τιν' ὄγκον τἄργος Ἑλλήνων πάρα.
718
{Ετ.} θάρσει· τάχ' αὐτῶν πεδίον ἐμπλήσω φόνου.
719
{Κρ.} θέλοιμ' ἄν· ἀλλὰ τοῦθ' ὁρῶ πολλοῦ πόνου.
720
{Ετ.} ὡς οὐ καθέξω τειχέων ἔσω στρατόν.
721
{Κρ.} καὶ μὴν τὸ νικᾶν 〈γ'〉 ἐστι πᾶν εὐβουλίας.
722
{Ετ.} βούληι τράπωμαι δῆθ' ὁδοὺς ἄλλας τινάς;
723
{Κρ.} πάσας γε, πρὶν κίνδυνον εἰσάπαξ μολεῖν.
724
{Ετ.} εἰ νυκτὸς αὐτοῖς προσβάλοιμεν ἐκ λόχου;
725
{Κρ.} εἴπερ σφαλείς γε δεῦρο σωθήσηι πάλιν.
726
{Ετ.} ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον.
727
{Κρ.} ἐνδυστυχῆσαι δεινὸν εὐφρόνης κνέφας.
728
{Ετ.} ἀλλ' ἀμφὶ δεῖπνον οὖσι προσβάλω δόρυ;
729
{Κρ.} ἔκπληξις ἂν γένοιτο· νικῆσαι δὲ δεῖ.
730
{Ετ.} βαθύς γέ τοι Διρκαῖος ἀναχωρεῖν πόρος.
731
{Κρ.} ἅπαν κάκιον τοῦ φυλάσσεσθαι καλῶς.
732
{Ετ.} τί δ' εἰ καθιππεύσαιμεν Ἀργείων στρατόν;
733
{Κρ.} κἀκεῖ πέφαρκται λαὸς ἅρμασιν πέριξ.
734
{Ετ.} τί δῆτα δράσω; πολεμίοισι δῶ πόλιν;
735
{Κρ.} μὴ δῆτα· βουλεύου δ', ἐπείπερ εἶ σοφός.
736
{Ετ.} τίς οὖν πρόνοια γίγνεται σοφωτέρα;
737
{Κρ.} ἕπτ' ἄνδρας αὐτοῖς φασιν, ὡς ἤκους' ἐγώ ...
738
{Ετ.} τί προστετάχθαι δρᾶν; τὸ γὰρ σθένος βραχύ.
739
{Κρ.} λόχων ἄνακτας ἑπτὰ προσκεῖσθαι πύλαις.
740
{Ετ.} τί δῆτα δρῶμεν; ἀπορίαν γὰρ οὐ μενῶ.
741
{Κρ.} ἕπτ' ἄνδρας αὐτοῖς καὶ σὺ πρὸς πύλαις ἑλοῦ.
742
{Ετ.} λόχων ἀνάσσειν ἢ μονοστόλου δορός;
743
{Κρ.} λόχων, προκρίνας οἵπερ ἀλκιμώτατοι.
744
{Ετ.} ξυνῆκ'· ἀμύνειν τειχέων προσαμβάσεις.
745
{Κρ.} καὶ ξυστρατήγους 〈γ'〉· εἷς δ' ἀνὴρ οὐ πάνθ' ὁρᾶι.
746
{Ετ.} θάρσει προκρίνας ἢ φρενῶν εὐβουλίαι;
747
{Κρ.} ἀμφότερ'· ἓν ἀπολειφθὲν γὰρ οὐδὲν θατέρου.
748
{Ετ.} ἔσται τάδ'· ἐλθὼν ἑπτάπυργον ἐς †πόλιν†
749
τάξω λοχαγοὺς πρὸς πύλαισιν, ὡς λέγεις,
750
ἴσους ἴσοισι πολεμίοισιν ἀντιθείς.
751
ὄνομα δ' ἑκάστου διατριβὴ πολλὴ λέγειν,
752
ἐχθρῶν ὑπ' αὐτοῖς τείχεσιν καθημένων.
753
ἀλλ' εἶμ', ὅπως ἂν μὴ καταργῶμεν χέρα.
754
[καί μοι γένοιτ' ἀδελφὸν ἀντήρη λαβεῖν
755
καὶ ξυσταθέντα διὰ μάχης ἑλεῖν δορὶ
756
κτανεῖν θ', ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν.
757
γάμους δ' ἀδελφῆς Ἀντιγόνης παιδός τε σοῦ
758
Αἵμονος, ἐάν τι τῆς τύχης ἐγὼ σφαλῶ,
759
σοὶ χρὴ μέλεσθαι· τὴν δόσιν δ' ἐχέγγυον
760
τὴν πρόσθε ποιῶ νῦν ἐπ' ἐξόδοις ἐμαῖς.
761
μητρὸς δ' ἀδελφὸς εἶ· τί δεῖ μακρηγορεῖν;
762
τρέφ' ἀξίως νιν σοῦ τε τήν τ' ἐμὴν χάριν.
763
πατὴρ δ' ἐς αὑτὸν ἀμαθίαν ὀφλισκάνει,
764
ὄψιν τυφλώσας· οὐκ ἄγαν σφ' ἐπήινεσα·
765
ἡμᾶς δ' ἀραῖσιν, ἢν τύχηι, κατακτενεῖ.]
766
ἓν δ' ἐστὶν ἡμῖν ἀργόν, εἴ τι θέσφατον
767
οἰωνόμαντις Τειρεσίας ἔχει φράσαι,
768
τοῦδ' ἐκπυθέσθαι ταῦτ'· ἐγὼ δὲ παῖδα σὸν
769
Μενοικέα, σοῦ πατρὸς αὐτεπώνυμον,
770
λαβόντα πέμψω δεῦρο Τειρεσίαν, Κρέον·
771
σοὶ μὲν γὰρ ἡδὺς ἐς λόγους ἀφίξεται,
772
ἐγὼ δὲ τέχνην μαντικὴν ἐμεμψάμην
773
ἤδη πρὸς αὐτόν, ὥστε μοι μομφὰς ἔχειν.
774
[πόλει δὲ καὶ σοὶ ταῦτ' ἐπισκήπτω, Κρέον·
775
ἤνπερ κρατήσηι τἀμά, Πολυνείκους νέκυν
776
μήποτε ταφῆναι τῆιδε Θηβαίαι χθονί,
777
θνήισκειν δὲ τὸν θάψαντα, κἂν φίλων τις ἦι.
778
σοὶ μὲν τάδ' εἶπον· προσπόλοις δ' ἐμοῖς λέγω·]
779
ἐκφέρετε τεύχη πάνοπλά τ' ἀμφιβλήματα
780
ὡς εἰς ἀγῶνα τὸν προκείμενον δορός
781
[ὁρμώμεθ' ἤδη ξὺν δίκηι νικηφόρωι].
782
τῆι δ' Εὐλαβείαι, χρησιμωτάτηι θεῶν,
783
προσευχόμεσθα τήνδε διασῶσαι πόλιν.
784
{Χο.} ὦ πολύμοχθος Ἄρης, τί ποθ' αἵματι
785
καὶ θανάτωι κατέχηι Βρομίου παράμουσος ἑορταῖς;
786
οὐκ ἐπὶ καλλιχόροις στεφάνοισι νεάνιδος ὥρας
787
βόστρυχον ἀμπετάσας λωτοῦ κατὰ πνεύματα μέλπηι
788
μοῦσαν ἐν ἇι Χάριτες χοροποιοί,
789
ἀλλὰ σὺν ὁπλοφόροις στρατὸν Ἀργείων †ἐπιπνεύσας
790a
αἵματι Θήβας†
790b
κῶμον ἀναυλότατον προχορεύεις·
791
οὐδ' ὑπὸ θυρσομανεῖ νεβρίδων μέτα †δινεύεις
792
ἅρμασι καὶ ψαλίων τετραβάμοσι μώνυχα πώλων†
793
Ἱσμηνοῦ τ' ἐπὶ χεύμασι βαίνων
794a
ἱππείαισι θοάζεις,
794b
Ἀργείοις ἐπιπνεύσας
795
Σπαρτῶν γένναι
796
ἀσπιδοφέρμονα †θίασον ἔνοπλον†
797a
ἀντίπαλον κατὰ λάϊνα τείχεα
797b
χαλκῶι κοσμήσας.
798
ἦ δεινά τις Ἔρις θεός, ἃ τάδε
799
μήσατο πήματα γᾶς βασιλεῦσιν
800
[Λαβδακίδαις πολυμόχθοις].
801
ὦ ζαθέων πετάλων πολυθηρότα-
802
τον νάπος, Ἀρτέμιδος χιονοτρόφον ὄμμα Κιθαιρών,
803
μήποτε τὸν θανάτωι προτεθέντα, λόχευμ' Ἰοκάστας,
804
ὤφελες Οἰδιπόδαν θρέψαι, βρέφος ἔκβολον οἴκων,
805
χρυσοδέτοις περόναις ἐπίσαμον·
806
μηδὲ τὸ παρθένιον πτερόν, οὔρειον τέρας, ἐλθεῖν
807a
πένθεα γαίας
807b
Σφίγγ' ἀπομουσοτάταισι σὺν ὠιδαῖς,
808
ἅ ποτε Καδμογενῆ τετραβάμοσι χαλαῖς
809
τείχεσι χριμπτομένα φέρεν αἰθέρος εἰς ἄβατον φῶς
810
†γένναν, ἃν† ὁ κατὰ χθονὸς Ἅιδας
811a
Καδμείοις ἐπιπέμπει·
811b
δυσδαίμων δ' ἔρις ἄλλα
812
θάλλει παίδων
813
Οἰδιπόδα κατὰ δώματα καὶ πόλιν.
814
οὐ γὰρ ὃ μὴ καλὸν οὔποτ' ἔφυ καλόν,
815
†οὐδ' οἱ μὴ νόμιμοι
816
παῖδες ματρὶ λόχευμα μίασμα πατρός·
817
ἡ δὲ συναίμονος εἰς λέχος ἦλθεν.†
818
ἔτεκες, ὦ Γαῖ', ἔτεκές ποτε,
819
βάρβαρον ὡς ἀκοὰν ἐδάην ἐδάην ποτ' ἐν οἴκοις,
820
τὰν ἀπὸ θηροτρόφου φοινικολόφοιο δράκοντος
821
γένναν ὀδοντοφυᾶ, Θήβαις κάλλιστον ὄνειδος·
822
Ἁρμονίας δέ ποτ' εἰς ὑμεναίους
823
ἤλυθον οὐρανίδαι, φόρμιγγί τε τείχεα Θήβας
824
τᾶς Ἀμφιονίας τε λύρας ὕπο πύργος ἀνέστα
825
διδύμων ποταμῶν πόρον ἀμφὶ μέσον,
826
Δίρκα χλοεροτρόφον ἇι πεδίον
827
πρόπαρ Ἱσμηνοῦ καταδεύει,
828
Ἰώ θ' ἁ κερόεσσα προμάτωρ
829
Καδμείων βασιλῆας ἐγείνατο·
830
μυριάδας δ' ἀγαθῶν ἑτέροις ἑτέ-
831
ρας μεταμειβομένα πόλις ἅδ' ἐπ' ἄκροις
832
ἕστακ' Ἄρεος στεφάνοισιν.
834
{ΤΕΙΡΕΣΙΑΣ} ἡγοῦ πάροιθε, θύγατερ· ὡς τυφλῶι ποδὶ
835
ὀφθαλμὸς εἶ σύ, ναυβάταισιν ἄστρον ὥς.
836
δεῦρ' ἐς τὸ λευρὸν πέδον ἴχνος τιθεῖς' ἐμὸν
837
πρόβαινε, μὴ σφαλῶμεν· ἀσθενὴς πατήρ·
838
κλήρους τέ μοι φύλασσε παρθένωι χερί,
839
οὓς ἔλαβον οἰωνίσματ' ὀρνίθων μαθὼν
840
θάκοισιν ἐν ἱεροῖσιν οὗ μαντεύομαι.
841
τέκνον Μενοικεῦ, παῖ Κρέοντος, εἰπέ μοι
842
πόση τις ἡ 'πίλοιπος ἄστεως ὁδὸς
843
πρὸς πατέρα τὸν σόν· ὡς ἐμὸν κάμνει γόνυ,
844
πυκνὴν δὲ βαίνων ἤλυσιν μόλις περῶ.
845
{Κρ.} θάρσει· πέλας γάρ, Τειρεσία, φίλοισι σοῖς
846
ἔσθ' ὁρμίσαι σὸν πόδα· λαβοῦ δ' αὐτοῦ, τέκνον·
847
ὡς παῖς ἔτ' ἀπτὴν πούς τε πρεσβύτου φιλεῖ
848
χειρὸς θυραίας ἀναμένειν κουφίσματα.
849
{Τε.} εἶἑν, πάρεσμεν· τί με καλεῖς σπουδῆι, Κρέον;
850
{Κρ.} οὔπω λελήσμεθ'· ἀλλὰ σύλλεξαι σθένος
851
καὶ πνεῦμ' ἄθροισον, αἶπος ἐκβαλὼν ὁδοῦ.
852
{Τε.} κόπωι παρεῖμαι γοῦν Ἐρεχθειδῶν ἄπο
853
δεῦρ' ἐκκομισθεὶς τῆς πάροιθεν ἡμέρας·
854
κἀκεῖ γὰρ ἦν τις πόλεμος Εὐμόλπου δορός,
855
οὗ καλλινίκους Κεκροπίδας ἔθηκ' ἐγώ·
856
καὶ τόνδε χρυσοῦν στέφανον, ὡς ὁρᾶις, ἔχω
857
λαβὼν ἀπαρχὰς πολεμίων σκυλευμάτων.
858
{Κρ.} οἰωνὸν ἐθέμην καλλίνικα σὰ στέφη·
859
ἐν γὰρ κλύδωνι κείμεθ', ὥσπερ οἶσθα σύ,
860
δορὸς Δαναϊδῶν, καὶ μέγας Θήβαις ἀγών.
861
βασιλεὺς μὲν οὖν βέβηκε κοσμηθεὶς ὅπλοις
862
ἤδη πρὸς ἀλκὴν Ἐτεοκλῆς Μυκηνίδα·
863
ἐμοὶ δ' ἀπέσταλκ' ἐκμαθεῖν σέθεν πάρα
864
τί δρῶντες ἂν μάλιστα σώσαιμεν πόλιν.
865
{Τε.} Ἐτεοκλέους μὲν οὕνεκ' ἂν κλήισας στόμα
866
χρησμοὺς ἐπέσχον· σοὶ δ', ἐπεὶ χρήιζεις μαθεῖν,
867
λέξω. νοσεῖ γὰρ ἥδε γῆ πάλαι, Κρέον.
868
[ἐξ οὗ 'τεκνώθη Λάιος βίαι θεῶν
869
πόσιν τ' ἔφυσε μητρὶ μέλεον Οἰδίπουν·
870
αἵ θ' αἱματωποὶ δεργμάτων διαφθοραὶ
871
θεῶν σόφισμα κἀπίδειξις Ἑλλάδι.
872
ἃ συγκαλύψαι παῖδες Οἰδίπου χρόνωι
873
χρήιζοντες, ὡς δὴ θεοὺς ὑπεκδραμούμενοι,
874
ἥμαρτον ἀμαθῶς· οὔτε γὰρ γέρα πατρὶ
875
οὔτ' ἔξοδον διδόντες ἄνδρα δυστυχῆ
876
ἐξηγρίωσαν· ἐκ δ' ἔπνευς' αὐτοῖς ἀρὰς
877
δεινάς, νοσῶν τε καὶ πρὸς ἠτιμασμένος.
878
ἁγὼ τί οὐ δρῶν, ποῖα δ' οὐ λέγων ἔπη
879
ἐς ἔχθος ἦλθον παισὶ τοῖσιν Οἰδίπου;
880
ἐγγὺς δὲ θάνατος αὐτόχειρ αὐτοῖς, Κρέον.]
881
πολλοὶ δὲ νεκροὶ περὶ νεκροῖς πεπτωκότες
882
Ἀργεῖα καὶ Καδμεῖα μείξαντες μέλη
883
πικροὺς γόους δώσουσι Θηβαίαι χθονί.
884
σύ τ' ὦ τάλαινα συγκατασκάπτηι πόλι,
885
εἰ μὴ λόγοις τις τοῖς ἐμοῖσι πείσεται.
886
[ἐκεῖνο μὲν γὰρ πρῶτον ἦν, τῶν Οἰδίπου
887
μηδένα πολίτην μηδ' ἄνακτ' εἶναι χθονός,
888
ὡς δαιμονῶντας κἀνατρέψοντας πόλιν.
889
ἐπεὶ δὲ κρεῖσσον τὸ κακόν ἐστι τἀγαθοῦ,
890
μί' ἔστιν ἄλλη μηχανὴ σωτηρίας.]
891
ἀλλ' οὐ γὰρ εἰπεῖν οὔτ' ἐμοὶ τόδ' ἀσφαλὲς
892
πικρόν τε τοῖσι τὴν τύχην κεκτημένοις
893
πόλει παρασχεῖν φάρμακον σωτηρίας,
894
ἄπειμι. χαίρεθ'· εἷς γὰρ ὢν πολλῶν μέτα
895
τὸ μέλλον, εἰ χρή, πείσομαι· τί γὰρ πάθω;
896
{Κρ.} ἐπίσχες αὐτοῦ, πρέσβυ. {Τε.} μὴ 'πιλαμβάνου.
897
{Κρ.} μεῖνον, τί φεύγεις; {Τε.} ἡ τύχη ς', ἀλλ' οὐκ ἐγώ.
898
{Κρ.} φράσον πολίταις καὶ πόλει σωτηρίαν.
899
{Τε.} βούληι σὺ μέντοι κοὐχὶ βουλήσηι τάχα.
900
{Κρ.} καὶ πῶς πατρώιαν γαῖαν οὐ σῶσαι θέλω;
901
{Τε.} θέλεις ἀκοῦσαι δῆτα καὶ σπουδὴν ἔχεις;
902
{Κρ.} ἐς γὰρ τί μᾶλλον δεῖ προθυμίαν ἔχειν;
903
{Τε.} [κλύοις ἂν ἤδη τῶν ἐμῶν θεσπισμάτων.]
904
πρῶτον δ' ἐκεῖνο βούλομαι σαφῶς μαθεῖν,
905
ποῦ 'στιν Μενοικεύς, ὅς με δεῦρ' ἐπήγαγεν;
906
{Κρ.} ὅδ' οὐ μακρὰν ἄπεστι, πλησίον δὲ σοῦ.
907
{Τε.} ἀπελθέτω νυν θεσφάτων ἐμῶν ἑκάς.
908
{Κρ.} ἐμὸς πεφυκὼς παῖς ἃ δεῖ σιγήσεται.
909
{Τε.} βούληι παρόντος δῆτά σοι τούτου φράσω;
910
{Κρ.} κλύων γὰρ ἂν τέρποιτο τῆς σωτηρίας.
911
{Τε.} ἄκουε δή νυν θεσφάτων ἐμῶν ὁδόν
912
[ἃ δρῶντες ἂν σώσαιτε Καδμείων πόλιν]·
913
σφάξαι Μενοικέα τόνδε δεῖ ς' ὑπὲρ πάτρας,
914
σὸν παῖδ', ἐπειδὴ τὴν τύχην αὐτὸς καλεῖς.
915
{Κρ.} τί φήις; τίν' εἶπας τόνδε μῦθον, ὦ γέρον;
916
{Τε.} ἅπερ πέφηνε, ταῦτα κἀνάγκη σε δρᾶν.
917
{Κρ.} ὦ πολλὰ λέξας ἐν βραχεῖ λόγωι κακά.
918
{Τε.} σοί γ', ἀλλὰ πατρίδι μεγάλα καὶ σωτήρια.
919
{Κρ.} οὐκ ἔκλυον, οὐκ ἤκουσα· χαιρέτω πόλις.
920
{Τε.} ἁνὴρ ὅδ' οὐκέθ' αὑτός· ἐκνεύει πάλιν.
921
{Κρ.} χαίρων ἴθ'· οὐ γὰρ σῶν με δεῖ μαντευμάτων.
922
{Τε.} ἀπόλωλεν ἁλήθει', ἐπεὶ σὺ δυστυχεῖς;
923
{Κρ.} ὦ πρός σε γονάτων καὶ γερασμίου τριχός.
924
{Τε.} τί προσπίτνεις με; δυσφύλακτ' αἴνει κακά.
925
{Κρ.} σίγα· πόλει δὲ τούσδε μὴ λέξηις λόγους.
926
{Τε.} ἀδικεῖν κελεύεις μ'· οὐ σιωπήσαιμεν ἄν.
927
{Κρ.} τί δή με δράσεις; παῖδά μου κατακτενεῖς;
928
{Τε.} ἄλλοις μελήσει ταῦτ', ἐμοὶ δ' εἰρήσεται.
929
{Κρ.} ἐκ τοῦ δ' ἐμοὶ τόδ' ἦλθε καὶ τέκνωι κακόν;
930
{Τε.} [ὀρθῶς μ' ἐρωτᾶις κεἰς ἀγῶν' ἔρχηι λόγων.]
931
δεῖ τόνδε θαλάμαις, οὗ δράκων ὁ γηγενὴς
932
ἐγένετο Δίρκης ναμάτων ἐπίσκοπος,
933
σφαγέντα φόνιον αἷμα γῆι δοῦναι χοάς,
934
Κάδμωι παλαιῶν Ἄρεος ἐκ μηνιμάτων,
935
ὃς γηγενεῖ δράκοντι τιμωρεῖ φόνον·
936
καὶ ταῦτα δρῶντες σύμμαχον κτήσεσθ' Ἄρη.
937
χθὼν δ' ἀντὶ καρποῦ καρπὸν ἀντί θ' αἵματος
938
αἷμ' ἢν λάβηι βρότειον, ἕξετ' εὐμενῆ
939
Γῆν, ἥ ποθ' ἡμῖν χρυσοπήληκα στάχυν
940
Σπαρτῶν ἀνῆκεν· ἐκ γένους δὲ δεῖ θανεῖν
941
τοῦδ' ὃς δράκοντος γένυος ἐκπέφυκε παῖς.
942
σὺ δ' ἐνθάδ' ἡμῖν λοιπὸς εἶ Σπαρτῶν γένους
943
ἀκέραιος ἔκ τε μητρὸς ἀρσένων τ' ἄπο
944
[οἱ σοί τε παῖδες. Αἵμονος μὲν οὖν γάμοι
945
σφαγὰς ἀπείργους'· οὐ γάρ ἐστιν ἤιθεος.
946
κεἰ μὴ γὰρ εὐνῆς ἥψατ', ἀλλ' ἔχει λέχος].
947
οὗτος δὲ πῶλος τῆιδ' ἀνειμένος πόλει
948
θανὼν πατρώιαν γαῖαν ἐκσώσειεν ἄν.
949
πικρὸν δ' Ἀδράστωι νόστον Ἀργείοισί τε
950
θήσει, μέλαιναν κῆρ' ἐπ' ὄμμασιν βαλών,
951
κλεινάς τε Θήβας. τοῖνδ' ἑλοῦ δυοῖν πότμοιν
952
τὸν ἕτερον· ἢ γὰρ παῖδα σῶσον ἢ πόλιν.
953
τὰ μὲν παρ' ἡμῶν πάντ' ἔχεις· ἡγοῦ, τέκνον,
954
πρὸς οἶκον. ὅστις δ' ἐμπύρωι χρῆται τέχνηι
955
μάταιος· ἢν μὲν πικρὰ σημήνας τύχηι,
956
ἐχθρὸς καθέστηχ' οἷς ἂν οἰωνοσκοπῆι·
957
ψευδῆ δ' ὑπ' οἴκτου τοῖσι χρωμένοις λέγων
958
ἀδικεῖ τὰ τῶν θεῶν. Φοῖβον ἀνθρώποις μόνον
959
χρῆν θεσπιωιδεῖν, ὃς δέδοικεν οὐδένα.
960
{Χο.} Κρέον, τί σιγᾶις γῆρυν ἄφθογγον σχάσας;
961
κἀμοὶ γὰρ οὐδὲν ἧσσον ἔκπληξις πάρα.
962
{Κρ.} τί δ' ἄν τις εἴποι; δῆλον οἵ γ' ἐμοὶ λόγοι·
963
ἐγὼ γὰρ οὔποτ' ἐς τόδ' εἶμι συμφορᾶς
964
ὥστε σφαγέντα παῖδα προσθεῖναι πόλει.
965
πᾶσιν γὰρ ἀνθρώποισι φιλότεκνος βίος,
966
οὐδ' ἂν τὸν αὑτοῦ παῖδά τις δοίη κτανεῖν.
967
μή μ' εὐλογείτω τἀμά τις κτείνων τέκνα·
968
αὐτὸς δ', ἐν ὡραίωι γὰρ ἕσταμεν βίου,
969
θνήισκειν ἕτοιμος πατρίδος ἐκλυτήριον.
970
ἀλλ' εἷα, τέκνον, πρὶν μαθεῖν πᾶσαν πόλιν,
971
ἀκόλαστ' ἐάσας μάντεων θεσπίσματα,
972
φεῦγ' ὡς τάχιστα τῆσδ' ἀπαλλαχθεὶς χθονός.
973
[λέξει γὰρ ἀρχαῖς καὶ στρατηλάταις τάδε
974
πύλας ἐφ' ἑπτὰ καὶ λοχαγέτας μολών.]
975
κἂν μὲν φθάσωμεν, ἔστι σοι σωτηρία·
976
ἢν δ' ὑστερήσηις, οἰχόμεσθα, κατθανῆι.
977
{ΜΕΝΟΙΚΕΥΣ} ποῖ δῆτα φεύγω; τίνα πόλιν; τίνα ξένων;
978
{Κρ.} ὅπου χθονὸς τῆσδ' ἐκποδὼν μάλιστ' ἔσηι.
979
{Με.} οὔκουν σὲ φράζειν εἰκός, ἐκπονεῖν δ' ἐμέ;
980
{Κρ.} Δελφοὺς περάσας ... {Με.} ποῖ με χρή, πάτερ, μολεῖν;
981
{Κρ.} Αἰτωλίδ' ἐς γῆν. {Με.} ἐκ δὲ τῆσδε ποῖ περῶ;
982
{Κρ.} Θεσπρωτὸν οὖδας. {Με.} σεμνὰ Δωδώνης βάθρα;
983
{Κρ.} ἔγνως. {Με.} τί δὴ τόδ' ἔρυμά μοι γενήσεται;
984
{Κρ.} πόμπιμος ὁ δαίμων. {Με.} χρημάτων δὲ τίς πόρος;
985
{Κρ.} ἐγὼ πορεύσω χρυσόν. {Με.} εὖ λέγεις, πάτερ.
986
χώρει νυν· ὡς σὴν πρὸς κασιγνήτην μολών,
987
ἧς πρῶτα μαστὸν εἵλκυς', Ἰοκάστην λέγω,
988
μητρὸς στερηθεὶς ὀρφανός τ' ἀποζυγείς,
989
προσηγορήσας εἶμι καὶ σώσω βίον.
990
ἀλλ' εἷα χώρει· μὴ τὸ σὸν κωλυέτω.
991
γυναῖκες, ὡς εὖ πατρὸς ἐξεῖλον φόβον,
992
κλέψας λόγοισιν, ὥσθ' ἃ βούλομαι τυχεῖν·
993
ὅς μ' ἐκκομίζει, πόλιν ἀποστερῶν τύχης,
994
καὶ δειλίαι δίδωσι. καὶ συγγνωστὰ μὲν
995
γέροντι, τοὐμὸν δ' οὐχὶ συγγνώμην ἔχει,
996
προδότην γενέσθαι πατρίδος ἥ μ' ἐγείνατο.
997
ὡς οὖν ἂν εἰδῆτ', εἶμι καὶ σώσω πόλιν
998
ψυχήν τε δώσω τῆσδ' ὑπερθανὼν χθονός.
999
αἰσχρὸν γάρ· οἱ μὲν θεσφάτων ἐλεύθεροι
1000
κοὐκ εἰς ἀνάγκην δαιμόνων ἀφιγμένοι
1001
στάντες παρ' ἀσπίδ' οὐκ ὀκνήσουσιν θανεῖν,
1002
πύργων πάροιθε μαχόμενοι πάτρας ὕπερ,
1003
ἐγὼ δέ, πατέρα καὶ κασίγνητον προδοὺς
1004
πόλιν τ' ἐμαυτοῦ, δειλὸς ὣς ἔξω χθονὸς
1005
ἄπειμ', ὅπου δ' ἂν ζῶ κακὸς φανήσομαι;
1006
μὰ τὸν μετ' ἄστρων Ζῆν' Ἄρη τε φοίνιον,
1007
ὃς τοὺς ὑπερτείλαντας ἐκ γαίας ποτὲ
1008
Σπαρτοὺς ἄνακτας τῆσδε γῆς ἱδρύσατο.
1009
ἀλλ' εἶμι καὶ στὰς ἐξ ἐπάλξεων ἄκρων
1010
σφάξας ἐμαυτὸν σηκὸν ἐς μελαμβαθῆ
1011
δράκοντος, ἔνθ' ὁ μάντις ἐξηγήσατο,
1012
ἐλευθερώσω γαῖαν. εἴρηται λόγος.
1013
[στείχω δέ, θανάτου δῶρον οὐκ αἰσχρὸν πόλει
1014
δώσων, νόσου δὲ τήνδ' ἀπαλλάξω χθόνα.
1015
εἰ γὰρ λαβὼν ἕκαστος ὅτι δύναιτό τις
1016
χρηστὸν διέλθοι τοῦτο κεἰς κοινὸν φέροι
1017
πατρίδι, κακῶν ἂν αἱ πόλεις ἐλασσόνων
1018
πειρώμεναι τὸ λοιπὸν εὐτυχοῖεν ἄν.]
1019a
{Χο.} ἔβας ἔβας
1019b
ὦ πτεροῦσσα, Γᾶς λόχευμα
1020
νερτέρου τ' Ἐχίδνας,
1021
Καδμείων ἁρπαγά,
1022
πολύφθορος πολύστονος
1023a
μειξοπάρθενος,
1023b
δάιον τέρας,
1024
φοιτάσι πτεροῖς
1025
χαλαῖσί τ' ὠμοσίτοις·
1026
Διρκαίων ἅ ποτ' ἐκ
1027
τόπων νέους πεδαίρους'
1028
ἄλυρον ἀμφὶ μοῦσαν,
1029
ὀλομέναν γ' Ἐρινύν,
1030
ἔφερες ἔφερες ἄχεα πατρίδι
1031
φόνια· φόνιος ἐκ θεῶν
1032
ὃς τάδ' ἦν ὁ πράξας.
1033
ἰάλεμοι δὲ ματέρων,
1034
ἰάλεμοι δὲ παρθένων
1035
ἐστέναζον οἴκοις·
1036
ἰηϊήιον βοάν,
1037
ἰηϊήιον μέλος
1038a
ἄλλος ἄλλοτ' ἐποτότυζε
1038b
διαδοχαῖς ἀνὰ πτόλιν.
1039
βροντᾶι δὲ στεναγμὸς
1040
ἀχά τ' ἦν ὅμοιος,
1041
ὁπότε πόλεος ἀφανίσειεν
1042
ἁ πτεροῦσσα παρθένος τιν' ἀνδρῶν.
1043a
χρόνωι δ' ἔβα
1043b
Πυθίαις ἀποστολαῖσιν
1044
Οἰδίπους ὁ τλάμων
1045
Θηβαίαν τάνδε γᾶν
1046
τότ' ἀσμένοις, πάλιν δ' ἄχη·
1047a
ματρὶ γὰρ γάμους
1047b
δυσγάμους τάλας
1048
καλλίνικος ὢν
1049
αἰνιγμάτων συνάπτει,
1050
μιαίνει…
1051
δ…
The complete text is available when the reading interface loads.