The Greek Library Author

Anonymous

Orestes

Authority group
Euripides (catalogue association; authorship remains anonymous)
Edition reference
Orestes, ed. Diggle, op. cit., vol. 3, 191–286.
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg049.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

85

θάσσω· τὰ τούτου δ' οὐκ ὀνειδίζω κακά.

86

σὺ δ' ἡ μακαρία μακάριός θ' ὁ σὸς πόσις

87

ἥκετον ἐφ' ἡμᾶς ἀθλίως πεπραγότας.

88

{Ελ.} πόσον χρόνον δὲ δεμνίοις πέπτωχ' ὅδε;

89

{Ηλ.} ἐξ οὗπερ αἷμα γενέθλιον κατήνυσεν.

90

{Ελ.} ὦ μέλεος, ἡ τεκοῦσά θ' ὡς διώλετο.

91

{Ηλ.} οὕτως ἔχει τάδ' ὥστ' ἀπείρηκεν κακοῖς.

92

{Ελ.} πρὸς θεῶν, πίθοι' ἂν δῆτά μοί τι, παρθένε;

93

{Ηλ.} ὅς' ἄσχολός γε συγγόνου προσεδρίαι.

94

{Ελ.} βούληι τάφον μοι πρὸς κασιγνήτης μολεῖν ...

95

{Ηλ.} μητρὸς κελεύεις τῆς ἐμῆς; τίνος χάριν;

96

{Ελ.} κόμης ἀπαρχὰς καὶ χοὰς φέρους' ἐμάς;

97

{Ηλ.} σοὶ δ' οὐχὶ θεμιτὸν πρὸς φίλων στείχειν τάφον;

98

{Ελ.} δεῖξαι γὰρ Ἀργείοισι σῶμ' αἰσχύνομαι.

99

{Ηλ.} ὀψέ γε φρονεῖς εὖ, τότε λιποῦς' αἰσχρῶς δόμους.

100

{Ελ.} ὀρθῶς ἔλεξας, οὐ φίλως δέ μοι λέγεις.

101

{Ηλ.} αἰδὼς δὲ δὴ τίς ς' ἐς Μυκηναίους ἔχει;

102

{Ελ.} δέδοικα πατέρας τῶν ὑπ' Ἰλίωι νεκρῶν.

103

{Ηλ.} δεινὸν γὰρ Ἄργει γ' ἀναβοᾶι διὰ στόμα.

104

{Ελ.} σύ νυν χάριν μοι τὸν φόβον λύσασα δός.

105

{Ηλ.} οὐκ ἂν δυναίμην μητρὸς ἐσβλέψαι τάφον.

106

{Ελ.} αἰσχρόν γε μέντοι προσπόλους φέρειν τάδε.

107

{Ηλ.} τί δ' οὐχὶ θυγατρὸς Ἑρμιόνης πέμπεις δέμας;

108

{Ελ.} ἐς ὄχλον ἕρπειν παρθένοισιν οὐ καλόν.

109

{Ηλ.} καὶ μὴν τίνοι γ' ἂν τῆι τεθνηκυίαι τροφάς.

110

{Ελ.} [ὀρθῶς ἔλεξας, πείθομαί τέ σοι, κόρη·]

111

ναί, πέμψομέν γε θυγατέρ'· εὖ γάρ τοι λέγεις.

112

ὦ τέκνον, ἔξελθ', Ἑρμιόνη, δόμων πάρος

113

καὶ λαβὲ χοὰς τάσδ' ἐν χεροῖν κόμας τ' ἐμάς,

114

ἐλθοῦσα δ' ἀμφὶ τὸν Κλυταιμήστρας τάφον

115

μελίκρατ' ἄφες γάλακτος οἰνωπόν τ' ἄχνην,

116

καὶ στᾶς' ἐπ' ἄκρου χώματος λέξον τάδε·

117

Ἑλένη ς' ἀδελφὴ ταῖσδε δωρεῖται χοαῖς,

118

φόβωι προσελθεῖν μνῆμα σόν, ταρβοῦσά γε

119

Ἀργεῖον ὄχλον. πρευμενῆ δ' ἄνωγέ νιν

120

ἐμοί τε καὶ σοὶ καὶ πόσει γνώμην ἔχειν

121

τοῖν τ' ἀθλίοιν τοῖνδ', οὓς ἀπώλεσεν θεός.

122

ἃ δ' εἰς ἀδελφὴν καιρὸς ἐκπονεῖν ἐμέ,

123

ἅπανθ' ὑπισχνοῦ νερτέρων δωρήματα.

124

ἴθ' ὦ τέκνον μοι σπεῦδε καὶ χοὰς τάφωι

125

δοῦς' ὡς τάχιστα τῆς πάλιν μέμνης' ὁδοῦ.

126

{Ηλ.} ὦ φύσις, ἐν ἀνθρώποισιν ὡς μέγ' εἶ κακόν

127

[σωτήριόν τε τοῖς καλῶς κεκτημένοις].

128

ἴδετε γὰρ ἄκρας ὡς ἀπέθρισεν τρίχας,

129

σώιζουσα κάλλος· ἔστι δ' ἡ πάλαι γυνή.

130

θεοί σε μισήσειαν, ὥς μ' ἀπώλεσας

131

καὶ τόνδε πᾶσάν θ' Ἑλλάδ'. ὦ τάλαιν' ἐγώ·

132

αἵδ' αὖ πάρεισι τοῖς ἐμοῖς θρηνήμασιν

133

φίλαι ξυνωιδοί· τάχα μεταστήσους' ὕπνου

134

τόνδ' ἡσυχάζοντ', ὄμμα δ' ἐκτήξους' ἐμὸν

135

δακρύοις, ἀδελφὸν ὅταν ὁρῶ μεμηνότα.

136

ὦ φίλταται γυναῖκες, ἡσύχωι ποδὶ

137

χωρεῖτε, μὴ ψοφεῖτε, μηδ' ἔστω κτύπος·

138

φιλία γὰρ ἡ σὴ πρευμενὴς μὲν ἀλλ' ὅμως

139

[τόνδ' ἐξεγεῖραι συμφορὰ γενήσεται].

140

{ΧΟΡΟΣ} σῖγα σῖγα, λεπτὸν ἴχνος ἀρβύλας

141

τίθει, μὴ κτύπει [μηδ' ἔστω κτύπος].

142-143

{Ηλ.} ἀποπρὸ βᾶτ' ἐκεῖς' ἀποπρό μοι κοίτας.

144

{Χο.} ἰδοὺ πείθομαι.

145

{Ηλ.} ἆ ἆ σύριγγος ὅπως πνοὰ

146

λεπτοῦ δόνακος, ὦ φίλα, φώνει μοι.

147

{Χο.} ἴδ' ἀτρεμαῖον ὡς ὑπόροφον φέρω

148

βοάν. {Ηλ.} ναί, οὕτως·

149

κάταγε κάταγε, πρόσιθ' ἀτρέμας, ἀτρέμας ἴθι·

150-151

λόγον ἀπόδος ἐφ' ὅτι χρέος ἐμόλετέ ποτε.

152

χρόνια γὰρ πεσὼν ὅδ' εὐνάζεται.

153

{Χο.} πῶς ἔχει; λόγου μετάδος, ὦ φίλα·

154

τίνα τύχαν εἴπω; [τίνα δὲ συμφοράν;]

155-156

{Ηλ.} ἔτι μὲν ἐμπνέει, βραχὺ δ' ἀνασθμαίνει.

157

{Χο.} τί φήις; ὦ τάλας.

158

{Ηλ.} ὀλεῖς, εἰ βλέφαρα κινήσεις

159

ὕπνου γλυκυτάταν φερομένωι χάριν.

160

{Χο.} μέλεος ἐχθίστων θεόθεν ἐργμάτων,

161

τάλας. {Ηλ.} φεῦ μόχθων.

162

ἄδικος ἄδικα τότ' ἄρ' ἔλακεν ἔλακεν, ἀπό-

163-164

φονον ὅτ' ἐπὶ τρίποδι Θέμιδος ἄρ' ἐδίκασε

165

φόνον ὁ Λοξίας ἐμᾶς ματέρος.

166

{Χο.} ὁρᾶις; ἐν πέπλοισι κινεῖ δέμας.

167

{Ηλ.} σὺ γάρ νιν, ὦ τάλαινα,

168

θωύξας' ἔλασας ἐξ ὕπνου.

169

{Χο.} εὕδειν μὲν οὖν ἔδοξα.

170

{Ηλ.} οὐκ ἀφ' ἡμῶν, οὐκ ἀπ' οἴκων

171

πάλιν ἀνὰ πόδα σὸν εἱλίξεις

172

μεθεμένα κτύπου;

173

{Χο.} ὑπνώσσει. {Ηλ.} λέγεις εὖ.

174

πότνια πότνια Νύξ,

175-176

ὑπνοδότειρα τῶν πολυπόνων βροτῶν,

177

Ἐρεβόθεν ἴθι, μόλε μόλε κατάπτερος

179

τὸν Ἀγαμεμνόνιον ἐπὶ δόμον.

180-181

ὑπὸ γὰρ ἀλγέων ὑπό τε συμφορᾶς

182

διοιχόμεθ' οἰχόμεθ'. ἆ,

183

κτύπον ἀγάγετ'· οὐχὶ σῖγα

184

σῖγα φυλασσομένα

185

στόμα τὸ σὸν ἀκέλαδον ἀποπρὸ λέχεος ἥ-

186

συχον ὕπνου χάριν παρέξεις, φίλα;

187

{Χο.} θρόει τίς κακῶν τελευτὰ μένει.

188

{Ηλ.} θανεῖν 〈θανεῖν〉, τί δ' ἄλλο;

189

οὐδὲ γὰρ πόθον ἔχει βορᾶς.

190

{Χο.} πρόδηλος ἆρ' ὁ πότμος.

191

{Ηλ.} ἐξέθυς' ὁ Φοῖβος ἡμᾶς

192

μέλεον ἀπόφονον αἶμα δοὺς

193

πατροφόνου ματρός.

194

{Χο.} δίκαι μέν. {Ηλ.} καλῶς δ' οὔ.

195

ἔκανες ἔθανες, ὦ

196-197

τεκομένα με μᾶτερ, ἀπὸ δ' ὤλεσας

198-199

πατέρα τέκνα τε τάδε σέθεν ἀφ' αἵματος·

200

ὀλόμεθ' ἰσονέκυες ὀλόμεθα.

201-202

ὅδε γὰρ ἐν νεκροῖς τό τ' ἐμὸν οἴχεται

203

βίου τὸ πλέον μέρος ἐν

204

στοναχαῖσί τε καὶ γόοισι

205

δάκρυσί τ' ἐννυχίοις

206

ἄγαμος †ἐπὶ δ' ἄτεκνος ἅτε βίοτον† ἁ

207

μέλεος ἐς τὸν αἰὲν ἕλκω χρόνον.

208

{Χο.} ὅρα παροῦσα, παρθέν' Ἠλέκτρα, πέλας,

209

μὴ κατθανών σε σύγγονος λέληθ' ὅδε·

210

οὐ γάρ μ' ἀρέσκει τῶι λίαν παρειμένωι.

211

{ΟΡΕΣΤΗΣ} ὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου,

212

ὡς ἡδύ μοι προσῆλθες ἐν δέοντί τε.

213

ὦ πότνια Λήθη τῶν κακῶν, ὡς εἶ σοφὴ

214

καὶ τοῖσι δυστυχοῦσιν εὐκταία θεός.

215

πόθεν ποτ' ἦλθον δεῦρο; πῶς δ' ἀφικόμην;

216

ἀμνημονῶ γάρ, τῶν πρὶν ἀπολειφθεὶς φρενῶν.

217

{Ηλ.} ὦ φίλταθ', ὥς μ' ηὔφρανας εἰς ὕπνον πεσών.

218

βούληι θίγω σου κἀνακουφίσω δέμας;

219

{Ορ.} λαβοῦ λαβοῦ δῆτ', ἐκ δ' ὄμορξον ἀθλίου

220

στόματος ἀφρώδη πελανὸν ὀμμάτων τ' ἐμῶν.

221

{Ηλ.} ἰδού· τὸ δούλευμ' ἡδύ, κοὐκ ἀναίνομαι

222

ἀδέλφ' ἀδελφῆι χειρὶ θεραπεύειν μέλη.

223

{Ορ.} ὑπόβαλε πλευροῖς πλευρὰ καὐχμώδη κόμην

224

ἄφελε προσώπου· λεπτὰ γὰρ λεύσσω κόραις.

225

{Ηλ.} ὦ βοστρύχων πινῶδες ἀθλίων κάρα,

226

ὡς ἠγρίωσαι διὰ μακρᾶς ἀλουσίας.

227

{Ορ.} κλῖνόν μ' ἐς εὐνὴν αὖθις· ὅταν ἀνῆι νόσος

228

μανιάς, ἄναρθρός εἰμι κἀσθενῶ μέλη.

229

{Ηλ.} ἰδού· φίλον τοι τῶι νοσοῦντι δεμνίων

230

ἀνιαρὸν ὂν τὸ κτῆμ', ἀναγκαῖον δ' ὅμως.

231

{Ορ.} αὖθίς μ' ἐς ὀρθὸν στῆσον, ἀνακύκλει δέμας·

232

δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο.

233

{Ηλ.} ἦ κἀπὶ γαίας ἁρμόσαι πόδας θέλεις,

234

χρόνιον ἴχνος θείς; μεταβολὴ πάντων γλυκύ.

235

{Ορ.} μάλιστα· δόξαν γὰρ τόδ' ὑγιείας ἔχει·

236

κρεῖσσον δὲ τὸ δοκεῖν, κἂν ἀληθείας ἀπῆι.

237

{Ηλ.} ἄκουε δή νυν, ὦ κασίγνητον κάρα,

238

ἕως ς' ἐῶσιν εὖ φρονεῖν Ἐρινύες.

239

{Ορ.} λέξεις τι καινόν· κεἰ μὲν εὖ, χάριν φέρεις·

240

εἰ δ' ἐς βλάβην τιν', ἅλις ἔχω τοῦ δυστυχεῖν.

241

{Ηλ.} Μενέλαος ἥκει, σοῦ κασίγνητος πατρός,

242

ἐν Ναυπλίαι δὲ σέλμαθ' ὥρμισται νεώς.

243

{Ορ.} πῶς εἶπας; ἥκει φῶς ἐμοῖς καὶ σοῖς κακοῖς

244

ἀνὴρ ὁμογενὴς καὶ χάριτας ἔχων πατρός;

245

{Ηλ.} ἥκει (τὸ πιστὸν τόδε λόγων ἐμῶν δέχου)

246

Ἑλένην ἀγόμενος Τρωϊκῶν ἐκ τειχέων.

247

{Ορ.} εἰ μόνος ἐσώθη, μᾶλλον ἂν ζηλωτὸς ἦν·

248

εἰ δ' ἄλοχον ἄγεται, κακὸν ἔχων ἥκει μέγα.

249

{Ηλ.} ἐπίσημον ἔτεκε Τυνδάρεως †εἰς τὸν ψόγον†

250

γένος θυγατέρων δυσκλεές τ' ἀν' Ἑλλάδα.

251

{Ορ.} σύ νυν διάφερε τῶν κακῶν, ἔξεστι γάρ,

252

καὶ μὴ μόνον λέγ' ἀλλὰ καὶ φρόνει τάδε.

253

{Ηλ.} οἴμοι, κασίγνητ', ὄμμα σὸν ταράσσεται,

254

ταχὺς δὲ μετέθου λύσσαν, ἄρτι σωφρονῶν.

255

{Ορ.} ὦ μῆτερ, ἱκετεύω σε, μὴ 'πίσειέ μοι

256

τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας·

257

αὗται γὰρ αὗται πλησίον θρώισκους' ἐμοῦ.

258

{Ηλ.} μέν', ὧ ταλαίπωρ', ἀτρέμα σοῖς ἐν δεμνίοις·

259

ὁρᾶις γὰρ οὐδὲν ὧν δοκεῖς σάφ' εἰδέναι.

260

{Ορ.} ὦ Φοῖβ', ἀποκτενοῦσί μ' αἱ κυνώπιδες

261

γοργῶπες, ἐνέρων ἱέρεαι, δειναὶ θεαί.

262

{Ηλ.} οὔτοι μεθήσω· χεῖρα δ' ἐμπλέξας' ἐμὴν

263

σχήσω σε πηδᾶν δυστυχῆ πηδήματα.

264

{Ορ.} μέθες· μί' οὖσα τῶν ἐμῶν Ἐρινύων

265

μέσον μ' ὀχμάζεις, ὡς βάληις ἐς Τάρταρον.

266

{Ηλ.} οἲ 'γὼ τάλαινα, τίν' ἐπικουρίαν λάβω,

267

ἐπεὶ τὸ θεῖον δυσμενὲς κεκτήμεθα;

268

{Ορ.} δὸς τόξα μοι κερουλκά, δῶρα Λοξίου,

269

οἷς μ' εἶπ' Ἀπόλλων ἐξαμύνεσθαι θεάς,

270

εἴ μ' ἐκφοβοῖεν μανιάσιν λυσσήμασιν.

271

βεβλήσεταί τις θεῶν βροτησίαι χερί,

272

εἰ μὴ 'ξαμείψει χωρὶς ὀμμάτων ἐμῶν.

273

οὐκ εἰσακούετ'; οὐχ ὁρᾶθ' ἑκηβόλων

274

τόξων πτερωτὰς γλυφίδας ἐξορμωμένας;

275

ἆ ἆ· τί δῆτα μέλλετ'; ἐξακρίζετ' αἰθέρα

276

πτεροῖς, τὰ Φοίβου δ' αἰτιᾶσθε θέσφατα.

277

ἔα· τί χρῆμ'; ἀλύω, πνεῦμ' ἀνεὶς ἐκ πλευμόνων.

278

ποῖ ποῖ ποθ' ἡλάμεσθα δεμνίων ἄπο;

279

ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήν' ὁρῶ.

280

σύγγονε, τί κλαίεις κρᾶτα θεῖς' ἔσω πέπλων;

281

αἰσχύνομαί σοι μεταδιδοὺς πόνων ἐμῶν

282

ὄχλον τε παρέχων παρθένωι νόσοις ἐμαῖς.

283

μὴ τῶν ἐμῶν ἕκατι συντήκου κακῶν·

284

σὺ μὲν γὰρ ἐπένευσας τάδ', εἴργασται δ' ἐμοὶ

285

μητρῶιον αἷμα· Λοξίαι δὲ μέμφομαι,

286

ὅστις μ' ἐπάρας †ἔργον ἀνοσιώτατον†

287

τοῖς μὲν λόγοις ηὔφρανε τοῖς δ' ἔργοισιν οὔ.

288

οἶμαι δὲ πατέρα τὸν ἐμόν, εἰ κατ' ὄμματα

289

ἐξιστόρουν νιν μητέρ' εἰ κτεῖναί με χρή,

290

πολλὰς γενείου τοῦδ' ἂν ἐκτεῖναι λιτὰς

291

μήποτε τεκούσης ἐς σφαγὰς ὦσαι ξίφος,

292

εἰ μήτ' ἐκεῖνος ἀναλαβεῖν ἔμελλε φῶς

293

ἐγώ θ' ὁ τλήμων τοιάδ' ἐκπλήσειν κακά.

294

καὶ νῦν ἀνακάλυπτ', ὦ κασιγνήτη, κάρα

295

ἐκ δακρύων τ' ἄπελθε, κεἰ μάλ' ἀθλίως

296

ἔχομεν. ὅταν δὲ τἄμ' ἀθυμήσαντ' ἴδηις,

297

σύ μου τὸ δεινὸν καὶ διαφθαρὲν φρενῶν

298

ἴσχναινε παραμυθοῦ θ'· ὅταν δὲ σὺ στένηις,

299

ἡμᾶς παρόντας χρή σε νουθετεῖν φίλα·

300

ἐπικουρίαι γὰρ αἵδε τοῖς φίλοις καλαί.

301

ἀλλ', ὦ τάλαινα, βᾶσα δωμάτων ἔσω

302

ὕπνωι τ' ἄυπνον βλέφαρον ἐκταθεῖσα δὸς

303

σίτων τ' ὄρεξαι λουτρά τ' ἐπιβαλοῦ χροΐ.

304

εἰ γὰρ προλείψεις ἢ προσεδρίαι νόσον

305

κτήσηι τιν', οἰχόμεσθα· σὲ γὰρ ἔχω μόνην

306

ἐπίκουρον, ἄλλων, ὡς ὁρᾶις, ἔρημος ὤν.

307

{Ηλ.} οὐκ ἔστι· σὺν σοὶ καὶ θανεῖν αἱρήσομαι

308

καὶ ζῆν· ἔχει γὰρ ταὐτόν· ἢν σὺ κατθάνηις,

309

γυνὴ τί δράσω; πῶς μόνη σωθήσομαι,

310

ἀνάδελφος ἀπάτωρ ἄφιλος; εἰ δὲ σοὶ δοκεῖ,

311

δρᾶν χρὴ τάδ'. ἀλλὰ κλῖνον εἰς εὐνὴν δέμας,

312

καὶ μὴ τὸ ταρβοῦν κἀκφοβοῦν ς' ἐκ δεμνίων

313

ἄγαν ἀποδέχου, μένε δ' ἐπὶ στρωτοῦ λέχους.

314

κἂν μὴ νοσῆι γὰρ ἀλλὰ δοξάζηι νοσεῖν,

315

κάματος βροτοῖσιν ἀπορία τε γίγνεται.

316

{Χο.} αἰαῖ,

317

δρομάδες ὦ πτεροφόροι

318

ποτνιάδες θεαί,

319

ἀβάκχευτον αἳ θίασον ἐλάχετ' ἐν

320

δάκρυσι καὶ γόοις,

321

μελάγχρωτες Εὐμενίδες, αἵτε τὸν

322

ταναὸν αἰθέρ' ἀμπάλλεσθ', αἵματος

323

τινύμεναι δίκαν, τινύμεναι φόνου,

324

καθικετεύομαι καθικετεύομαι,

325

τὸν Ἀγαμέμνονος γόνον ἐάσατ' ἐκ-

326

λαθέσθαι λύσσας μανιάδος φοιτα-

327

λέου. φεῦ μόχθων οἵων, ὦ τάλας,

328

ὀρεχθεὶς ἔρρεις,

329

τρίποδος ἄπο φάτιν ἃν ὁ Φοῖ-

330

βος ἔλακεν ἔλακε δεξάμενος ἀνὰ δάπεδον

331

ἵνα μεσόμφαλοι λέγονται μυχοί.

332

ὦ Ζεῦ,

333

τίς ἔλεος, τίς ὅδ' ἀγὼν

334

φόνιος ἔρχεται

335

θοάζων σε τὸν μέλεον; ὧι δάκρυα

336

δάκρυσι συμβάλλει

337

χορεύων τις ἐς δόμον ἀλαστόρων,

338

ματέρος αἷμα σᾶς ὅς ς' ἀναβακχεύει.

339

κατολοφύρομαι κατολοφύρομαι.

340

ὁ μέγας ὄλβος οὐ μόνιμος ἐν βροτοῖς·

341

ἀνὰ δὲ λαῖφος ὥς τις ἀκάτου θοᾶς

342

τινάξας δαίμων κατέκλυσεν δεινῶν

343

πόνων ὡς πόντου λάβροις ὀλεθρίοι-

344

σιν ἐν κύμασιν.

345

τίνα γὰρ ἔτι πάρος οἶκον ἄλ-

346

λον ἕτερον ἢ τὸν ἀπὸ θεογόνων γάμων,

347

τὸν ἀπὸ Ταντάλου σέβεσθαί με χρή;

348

καὶ μὴν βασιλεὺς ὅδε δὴ στείχει

349

Μενέλαος ἄναξ, πολὺς ἁβροσύνηι,

350

δῆλος ὁρᾶσθαι τοῦ Τανταλιδῶν

351

ἐξ αἵματος ὤν. ὦ χιλιόναυν

352-353

στρατὸν ὁρμήσας ἐς γῆν Ἀσίαν,

354

χαῖρ'· εὐτυχίαι δ' αὐτὸς ὁμιλεῖς,

355

θεόθεν πράξας ἅπερ ηὔχου.

356

{ΜΕΝΕΛΑΟΣ} ὦ δῶμα, τῆι μέν ς' ἡδέως προσδέρκομαι

357

Τροίαθεν ἐλθών, τῆι δ' ἰδὼν καταστένω·

358

κύκλωι γὰρ εἱλιχθεῖσαν ἀθλίοις κακοῖς

359

οὐπώποτ' ἄλλην μᾶλλον εἶδον ἑστίαν.

360

Ἀγαμέμνονος μὲν γὰρ τύχας ἠπιστάμην

361

[καὶ θάνατον οἵωι πρὸς δάμαρτος ὤλετο],

362

Μαλέαι προσίσχων πρῶιραν· ἐκ δὲ κυμάτων

363

ὁ ναυτίλοισι μάντις ἐξήγγειλέ μοι

364

Νηρέως προφήτης Γλαῦκος, ἀψευδὴς θεός,

365

ὅς μοι τόδ' εἶπεν ἐμφανῶς κατασταθείς·

366

Μενέλαε, κεῖται σὸς κασίγνητος θανών,

367

λουτροῖσιν ἀλόχου περιπεσὼν πανυστάτοις.

368

δακρύων δ' ἔπλησεν ἐμέ τε καὶ ναύτας ἐμοὺς

369

πολλῶν. ἐπεὶ δὲ Ναυπλίας ψαύω χθονός

370

[ἤδη δάμαρτος ἐνθάδ' ἐξορμωμένης],

371

δοκῶν Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος

372

φίλαισι χερσὶ περιβαλεῖν καὶ μητέρα,

373

ὡς εὐτυχοῦντας, ἔκλυον ἁλιτύπων τινὸς

374

τῆς Τυνδαρείας παιδὸς ἀνόσιον φόνον.

375

καὶ νῦν ὅπου 'στὶν εἴπατ', ὦ νεάνιδες,

376

Ἀγαμέμνονος παῖς, ὃς τὰ δείν' ἔτλη κακά.

377

βρέφος γὰρ ἦν τότ' ἐν Κλυταιμήστρας χεροῖν

378

ὅτ' ἐξέλειπον μέλαθρον ἐς Τροίαν ἰών,

379

ὥστ' οὐκ ἂν αὐτὸν γνωρίσαιμ' ἂν εἰσιδών.

380

{Ορ.} ὅδ' εἴμ' Ὀρέστης, Μενέλεως, ὃν ἱστορεῖς.

381

ἑκὼν ἐγώ σοι τἀμὰ μηνύσω κακά·

382

τῶν σῶν δὲ γονάτων πρωτόλεια θιγγάνω

383

ἱκέτης, ἀφύλλους στόματος ἐξάπτων λιτάς·

384

σῶσόν μ' (ἀφῖξαι δ' αὐτὸν ἐς καιρόν) κακῶν.

385

{Με.} ὦ θεοί, τί λεύσσω; τίνα δέδορκα νερτέρων;

386

{Ορ.} εὖ γ' εἶπας· οὐ γὰρ ζῶ κακοῖς, φάος δ' ὁρῶ.

387

{Με.} ὡς ἠγρίωσαι πλόκαμον αὐχμηρόν, τάλας.

388

{Ορ.} οὐχ ἡ πρόσοψίς μ' ἀλλὰ τἄργ' ἀικίζεται.

389

{Με.} δεινὸν δὲ λεύσσεις ὀμμάτων ξηραῖς κόραις.

390

{Ορ.} τὸ σῶμα φροῦδον, τὸ δ' ὄνομ' οὐ λέλοιπέ με.

391

{Με.} ὦ παρὰ λόγον μοι σὴ φανεῖς' ἀμορφία.

392

{Ορ.} ὅδ' εἰμί, μητρὸς τῆς ταλαιπώρου φονεύς.

393

{Με.} ἤκουσα· φείδου δ', ὀλιγάκις λέγων κακά.

394

{Ορ.} φειδόμεθ'· ὁ δαίμων δ' ἐς ἐμὲ πλούσιος κακῶν.

395

{Με.} τί χρῆμα πάσχεις; τίς ς' ἀπόλλυσιν νόσος;

396

{Ορ.} ἡ σύνεσις, ὅτι σύνοιδα δείν' εἰργασμένος.

397

{Με.} πῶς φήις; σοφόν τοι τὸ σαφές, οὐ τὸ μὴ σαφές.

398

{Ορ.} λύπη μάλιστά γ' ἡ διαφθείρουσά με ...

399

{Με.} δεινὴ γὰρ ἡ θεός, ἀλλ' ὅμως ἰάσιμος.

400

{Ορ.} μανίαι τε, μητρὸς αἵματος τιμωρίαν.

401

{Με.} ἤρξω δὲ λύσσης πότε; τίς ἡμέρα τότ' ἦν;

402

{Ορ.} ἐν ἧι τάλαιναν μητέρ' ἐξώγκουν τάφωι.

403

{Με.} πότερα κατ' οἴκους ἢ προσεδρεύων πυρᾶι;

404

{Ορ.} ἐκτός, φυλάσσων ὀστέων ἀναίρεσιν.

405

{Με.} παρῆν τις ἄλλος, ὃς σὸν ὤρθευεν δέμας;

406

{Ορ.} Πυλάδης γ', ὁ συνδρῶν αἷμα καὶ μητρὸς φόνον.

407

{Με.} φαντασμάτων δὲ τάδε νοσεῖς ποίων ὕπο;

408

{Ορ.} ἔδοξ' ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας.

409

{Με.} οἶδ' ἃς ἔλεξας, ὀνομάσαι δ' οὐ βούλομαι.

410

{Ορ.} σεμναὶ γάρ· εὐπαίδευτα δ' ἀπετράπου λέγειν.

411

{Με.} αὑταί σε βακχεύουσι συγγενῆ φόνον.

412

{Με.} οἴμοι διωγμῶν οἷς ἐλαύνομαι τάλας.

413

{Με.} οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους.

414

{Ορ.} ἀλλ' ἔστιν ἡμῖν ἀναφορὰ τῆς ξυμφορᾶς ...

415

{Με.} μὴ θάνατον εἴπηις· τοῦτο μὲν γὰρ οὐ σοφόν.

416

{Ορ.} Φοῖβος, κελεύσας μητρὸς ἐκπρᾶξαι φόνον.

417

{Με.} ἀμαθέστερός γ' ὢν τοῦ καλοῦ καὶ τῆς δίκης.

418

{Ορ.} δουλεύομεν θεοῖς, ὅτι ποτ' εἰσὶν οἱ θεοί.

419

{Με.} κἆιτ' οὐκ ἀμύνει Λοξίας τοῖς σοῖς κακοῖς;

420

{Ορ.} μέλλει· τὸ θεῖον δ' ἐστὶ τοιοῦτον φύσει.

421

{Με.} πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί;

422

{Ορ.} ἕκτον τόδ' ἦμαρ· ἔτι πυρὰ θερμὴ τάφου.

423

{Με.} ὡς ταχὺ μετῆλθόν ς' αἷμα μητέρος θεαί.

424

{Ορ.} †οὐ σοφός, ἀληθὴς δ' ἐς φίλους ἔφυς κακός.†

425

{Με.} πατρὸς δὲ δή τί ς' ὠφελεῖ τιμωρία;

426

{Ορ.} οὔπω· τὸ μέλλον δ' ἴσον ἀπραξίαι λέγω.

427

{Με.} τὰ πρὸς πόλιν δὲ πῶς ἔχεις δράσας τάδε;

428

{Ορ.} μισούμεθ' οὕτως ὥστε μὴ προσεννέπειν.

429

{Με.} οὐδ' ἥγνισαι σὸν αἷμα κατὰ νόμον χεροῖν;

430

{Ορ.} ἐκκλήιομαι γὰρ δωμάτων ὅποι μόλω.

431

{Με.} τίνες πολιτῶν ἐξαμιλλῶνταί σε γῆς;

432

{Ορ.} Οἴαξ, τὸ Τροίας μῖσος ἀναφέρων πατρί.

433

{Με.} συνῆκα· Παλαμήδους σε τιμωρεῖ φόνου.

434

{Ορ.} οὖ γ' οὐ μετῆν μοι· διὰ τριῶν δ' ἀπόλλυμαι.

435

{Με.} τίς δ' ἄλλος; ἦ που †τῶν ἀπ'† Αἰγίσθου φίλων;

436

{Ορ.} οὗτοί μ' ὑβρίζους'· ὧν πόλις τὰ νῦν κλύει.

437

{Με.} Ἀγαμέμνονος δὲ σκῆπτρ' ἐᾶι ς' ἔχειν πόλις;

438

{Ορ.} πῶς, οἵτινες ζῆν οὐκ ἐῶς' ἡμᾶς ἔτι;

439

{Με.} τί δρῶντες; ἦ καὶ σαφὲς ἔχεις εἰπεῖν τί μοι;

440

{Ορ.} ψῆφος καθ' ἡμῶν οἴσεται τῆιδ' ἡμέραι.

441

[{Με.} φεύγειν πόλιν τήνδ'; ἢ θανεῖν ἢ μὴ θανεῖν;

442

{Ορ.} θανεῖν ὑπ' ἀστῶν λευσίμωι πετρώματι.]

443

{Με.} κἆιτ' οὐχὶ φεύγεις γῆς ὑπερβάλλων ὅρους;

444

{Ορ.} κύκλωι γὰρ εἱλισσόμεθα παγχάλκοις ὅπλοις.

445

{Με.} ἰδίαι πρὸς ἐχθρῶν ἢ πρὸς Ἀργείας χερός;

446

{Ορ.} πάντων πρὸς ἀστῶν, ὡς θάνω· βραχὺς λόγος.

447

{Με.} ὦ μέλεος, ἥκεις συμφορᾶς ἐς τοὔσχατον.

448

{Ορ.} ἐς ς' ἐλπὶς ἡμὴ καταφυγὰς ἔχει κακῶν.

449

ἀλλ' ἀθλίως πράσσουσιν εὐτυχὴς μολὼν

450

μετάδος φίλοισι σοῖσι σῆς εὐπραξίας,

451

καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχε,

452

ἀλλ' ἀντιλάζου καὶ πόνων ἐν τῶι μέρει,

453

χάριτας πατρώιας ἐκτίνων ἐς οὕς σε δεῖ.

454

ὄνομα γάρ, ἔργον δ' οὐκ ἔχουσιν οἱ φίλοι

455

οἱ μὴ 'πὶ ταῖσι συμφοραῖς ὄντες φίλοι.

456

{Χο.} καὶ μὴν γέροντι δεῦρ' ἁμιλλᾶται ποδὶ

457

ὁ Σπαρτιάτης Τυνδάρεως, μελάμπεπλος

458

κουρᾶι τε θυγατρὸς πενθίμωι κεκαρμένος.

459

{Ορ.} ἀπωλόμην, Μενέλαε· Τυνδάρεως ὅδε

460

στείχει πρὸς ἡμᾶς, οὗ μάλιστ' αἰδώς μ' ἔχει

461

ἐς ὄμματ' ἐλθεῖν τοῖσιν ἐξειργασμένοις.

462

καὶ γάρ μ' ἔθρεψε σμικρὸν ὄντα, πολλὰ δὲ

463

φιλήματ' ἐξέπλησε, τὸν Ἀγαμέμνονος

464

παῖδ' ἀγκάλαισι περιφέρων, Λήδα θ' ἅμα,

465

τιμῶντέ μ' οὐδὲν ἧσσον ἢ Διοσκόρω·

466

οἷς, ὦ τάλαινα καρδία ψυχή τ' ἐμή,

467

ἀπέδωκ' ἀμοιβὰς οὐ καλάς. τίνα σκότον

468

λάβω προσώπωι; ποῖον ἐπίπροσθεν νέφος

469

θῶμαι, γέροντος ὀμμάτων φεύγων κόρας;

470

{ΤΥΝΔΑΡΕΩΣ} ποῦ ποῦ θυγατρὸς τῆς ἐμῆς ἴδω πόσιν,

471

Μενέλαον; ἐπὶ γὰρ τῶι Κλυταιμήστρας τάφωι

472

χοὰς χεόμενος ἔκλυον ὡς ἐς Ναυπλίαν

473

ἥκοι σὺν ἀλόχωι πολυετὴς σεσωμένος.

474

ἄγετέ με· πρὸς γὰρ δεξιὰν αὐτοῦ θέλω

475

στὰς ἀσπάσασθαι, χρόνιος εἰσιδὼν φίλον.

476

{Με.} ὦ πρέσβυ, χαῖρε, Ζηνὸς ὁμόλεκτρον κάρα.

477

{Τυ.} ὦ χαῖρε καὶ σύ, Μενέλεως, κήδευμ' ἐμόν.

478

ἔα· [τὸ μέλλον ὡς κακὸν τὸ μὴ εἰδέναι.]

479

ὁ μητροφόντης ὅδε πρὸ δωμάτων δράκων

480

στίλβει νοσώδεις ἀστραπάς, στύγημ' ἐμόν.

481

Μενέλαε, προσφθέγγηι νιν, ἀνόσιον κάρα;

482

{Με.} τί γάρ; φίλου μοι πατρός ἐστιν ἔκγονος.

483

{Τυ.} κείνου γὰρ ὅδε πέφυκε, τοιοῦτος γεγώς;

484

{Με.} πέφυκεν· εἰ δὲ δυστυχεῖ, τιμητέος.

485

{Τυ.} βεβαρβάρωσαι, χρόνιος ὢν ἐν βαρβάροις.

486

{Με.} Ἑλληνικόν τοι τὸν ὁμόθεν τιμᾶν ἀεί.

487

{Τυ.} καὶ τῶν νόμων γε μὴ πρότερον εἶναι θέλειν.

488

{Με.} πᾶν τοὐξ ἀνάγκης δοῦλόν ἐστ' ἐν τοῖς σοφοῖς.

489

{Τυ.} κέκτησό νυν σὺ τοῦτ', ἐγὼ δ' οὐ κτήσομαι.

490

{Με.} ὀργὴ γὰρ ἅμα σου καὶ τὸ γῆρας οὐ σοφόν.

491

{Τυ.} †πρὸς τόνδ' ἀγών τις σοφίας ἥκει πέρι.†

492

εἰ τὰ καλὰ πᾶσι φανερὰ καὶ τὰ μὴ καλά,

493

τούτου τίς ἀνδρῶν ἐγένετ' ἀσυνετώτερος;

494

ὅστις τὸ μὲν δίκαιον οὐκ ἐσκέψατο

495

οὐδ' ἦλθεν ἐπὶ τὸν κοινὸν Ἑλλήνων νόμον.

496

ἐπεὶ γὰρ ἐξέπνευσεν Ἀγαμέμνων βίον,

497

κάρα θυγατρὸς τῆς ἐμῆς πληγεὶς ὕπο,

498

αἴσχιστον ἔργον (οὐ γὰρ αἰνέσω ποτέ),

500

χρῆν αὐτὸν ἐπιθεῖναι μὲν αἵματος δίκην

501

ὁσίαν διώκοντ', ἐκβαλεῖν τε δωμάτων

502

μητέρα· τὸ σῶφρόν τ' ἔλαβ' ἂν ἀντὶ συμφορᾶς

503

καὶ τοῦ νόμου τ' ἂν εἴχετ' εὐσεβής τ' ἂν ἦν.

504

νῦν δ' ἐς τὸν αὐτὸν δαίμον' ἦλθε μητέρι·

505

κακὴν γὰρ αὐτὴν ἐνδίκως ἡγούμενος,

506

αὐτὸς κακίων μητέρ' ἐγένετο κτανών.

507

ἐρήσομαι δέ, Μενέλεως, τοσόνδε σε·

508

εἰ τόνδ' ἀποκτείνειεν ὁμόλεκτρος γυνή,

509

χὠ τοῦδε παῖς αὖ μητέρ' ἀνταποκτενεῖ,

510

κἄπειθ' ὁ κείνου γενόμενος φόνωι φόνον

511

λύσει, πέρας δὴ ποῖ κακῶν προβήσεται;

512

καλῶς ἔθεντο ταῦτα πατέρες οἱ πάλαι·

513

ἐς ὀμμάτων μὲν ὄψιν οὐκ εἴων περᾶν

514

οὐδ' εἰς ἀπάντημ' ὅστις αἷμ' ἔχων κυροῖ,

515

φυγαῖσι δ' ὁσιοῦν, ἀνταποκτείνειν δὲ μή.

516

ἀεὶ γὰρ εἷς ἔμελλ' ἐνέξεσθαι φόνωι,

517

τὸ λοίσθιον μίασμα λαμβάνων χεροῖν.

518

ἐγὼ δὲ μισῶ μὲν γυναῖκας ἀνοσίους,

519

πρώτην δὲ θυγατέρ', ἣ πόσιν κατέκτανεν·

520

Ἑλένην τε, τὴν σὴν ἄλοχον, οὔποτ' αἰνέσω

521

οὐδ' ἂν προσείποιμ'· οὐδὲ σὲ ζηλῶ κακῆς

522

γυναικὸς ἐλθόνθ' οὕνεκ' ἐς Τροίας πέδον.

523

ἀμυνῶ δ' ὅσονπερ δυνατός εἰμι τῶι νόμωι,

524

τὸ θηριῶδες τοῦτο καὶ μιαιφόνον

525

παύων, ὃ καὶ γῆν καὶ πόλεις ὄλλυς' ἀεί.

526

ἐπεὶ τίν' εἶχες, ὦ τάλας, ψυχὴν τότε,

527

ὅτ' ἐξέβαλλε μαστὸν ἱκετεύουσά σε

528

μήτηρ; ἐγὼ μὲν οὐκ ἰδὼν τἀκεῖ κακὰ

529

δακρύοις γέροντ' ὀφθαλμὸν ἐκτήκω τάλας.

530

ἓν γοῦν λόγοισι τοῖς ἐμοῖς ὁμορροθεῖ·

531

μισῆι γε πρὸς θεῶν καὶ τίνεις μητρὸς δίκας,

532

μανίαις ἀλαίνων καὶ φόβοις. τί μαρτύρων

533

ἄλλων ἀκούειν δεῖ μ', ἅ γ' εἰσορᾶν πάρα;

534

ὡς οὖν ἂν εἰδῆις, Μενέλεως, τοῖσιν θεοῖς

535

μὴ πρᾶσς' ἐναντί', ὠφελεῖν τοῦτον θέλων,

536

ἔα δ' ὑπ' ἀστῶν καταφονευθῆναι πέτροις

537

[ἢ μὴ 'πίβαινε Σπαρτιάτιδος χθονός].

538

θυγάτηρ δ' ἐμὴ θανοῦς' ἔπραξεν ἔνδικα·

539

ἀλλ' οὐχὶ πρὸς τοῦδ' εἰκὸς ἦν αὐτὴν θανεῖν.

540

ἐγὼ δὲ τἄλλα μακάριος πέφυκ' ἀνὴρ

541

πλὴν ἐς θυγατέρας· τοῦτο δ' οὐκ εὐδαιμονῶ.

542

{Χο.} ζηλωτὸς ὅστις ηὐτύχησεν ἐς τέκνα

543

καὶ μὴ 'πισήμους συμφορὰς ἐκτήσατο.

544

{Ορ.} ὦ γέρον, ἐγώ τοι πρὸς σὲ δειμαίνω λέγειν

545

[ὅπου σε μέλλω σήν τε λυπήσειν φρένα]·

548

ἀπελθέτω δὲ τοῖς λόγοισιν ἐκποδὼν

549

τὸ γῆρας ἡμῖν τὸ σόν, ὅ μ' ἐκπλήσσει λόγου,

550

καὶ καθ' ὁδὸν εἶμι· νῦν δὲ σὴν ταρβῶ τρίχα.

551

τί χρῆν με δρᾶσαι; δύο γὰρ ἀντίθες δυοῖν·

552

πατὴρ μὲν ἐφύτευσέν με, σὴ δ' ἔτικτε παῖς,

553

τὸ σπέρμ' ἄρουρα παραλαβοῦς' ἄλλου πάρα.

554

[ἄνευ δὲ πατρὸς τέκνον οὐκ εἴη ποτ' ἄν.

555

ἐλογισάμην οὖν τῶι γένους ἀρχηγέτηι

556

μᾶλλόν μ' ἀμῦναι τῆς ὑποστάσης τροφάς.]

546

ἐγὼ δ' ἀνόσιός εἰμι μητέρα κτανών,

547

ὅσιος δέ γ' ἕτερον ὄνομα, τιμωρῶν πατρί.

557

ἡ σὴ δὲ θυγάτηρ (μητέρ' αἰδοῦμαι λέγειν)

558

ἰδίοισιν ὑμεναίοισι κοὐχὶ σώφροσιν

559

ἐς ἀνδρὸς ἤιει λέκτρ'· ἐμαυτόν, ἢν λέγω

560

κακῶς ἐκείνην, ἐξερῶ, λέξω δ' ὅμως·

561

[Αἴγισθος ἦν ὁ κρυπτὸς ἐν δόμοις πόσις·]

562

τοῦτον κατέκτειν', ἐπὶ δ' ἔθυσα μητέρα,

563

ἀνόσια μὲν δρῶν, ἀλλὰ τιμωρῶν πατρί.

564

ἐφ' οἷς δ' ἀπειλεῖς ὡς πετρωθῆναί με χρή,

565

ἄκουσον ὡς ἅπασαν Ἑλλάδ' ὠφελῶ.

566

εἰ γὰρ γυναῖκες ἐς τόδ' ἥξουσιν θράσους,

567

ἄνδρας φονεύειν, καταφυγὰς ποιούμεναι

568

ἐς τέκνα, μαστοῖς τὸν ἔλεον θηρώμεναι,

569

παρ' οὐδὲν αὐταῖς ἦν ἂν ὀλλύναι πόσεις,

570

ἐπίκλημ' ἐχούσαις ὅτι τύχοι. δράσας δ' ἐγὼ

571

δείν', ὡς σὺ κομπεῖς, τόνδ' ἔπαυσα τὸν νόμον.

572

μισῶν δὲ μητέρ' ἐνδίκως ἀπώλεσα,

573

ἥτις μεθ' ὅπλων ἄνδρ' ἀπόντ' ἐκ δωμάτων

574

πάσης ὑπὲρ γῆς Ἑλλάδος στρατηλάτην

575

προύδωκε κοὐκ ἔσως' ἀκήρατον λέχος·

576

ἐπεὶ δ' ἁμαρτοῦς' ἤισθετ', οὐχ αὑτῆι δίκην

577

ἐπέθηκεν, ἀλλ', ὡς μὴ δίκην δοίη πόσει,

578

ἐζημίωσε πατέρα κἀπέκτειν' ἐμόν.

585

σύ τοι φυτεύσας θυγατέρ', ὦ γέρον, κακὴν

586

ἀπώλεσάς με· διὰ τὸ κείνης γὰρ θράσος

587

πατρὸς στερηθεὶς ἐγενόμην μητροκτόνος.

579

πρὸς θεῶν—ἐν οὐ καλῶι μὲν ἐμνήσθην θεῶν,

580

φόνου δικαστῶν· εἰ δὲ δὴ τὰ μητέρος

581

σιγῶν ἐπήινουν, τί μ' ἂν ἔδρας' ὁ κατθανών;

582

οὐκ ἄν με μισῶν ἀνεχόρευ' Ἐρινύσιν;

583

ἢ μητρὶ μὲν πάρεισι σύμμαχοι θεαί,

584

τῶι δ' οὐ πάρεισι, μᾶλλον ἠδικημένωι;

588

[ὁρᾶις; Ὀδυσσέως ἄλοχον οὐ κατέκτανεν

589

Τηλέμαχος· οὐ γὰρ ἐπεγάμει πόσει πόσιν,

590

μένει δ' ἐν οἴκοις ὑγιὲς εὐνατήριον.]

591

ὁρᾶις Ἀπόλλων', ὃς μεσομφάλους ἕδρας

592

ναίων βροτοῖσι στόμα νέμει σαφέστατον;

593

[ὧι πειθόμεσθα πάνθ' ὅς' ἂν κεῖνος λέγηι.]

594

τούτωι πιθόμενος τὴν τεκοῦσαν ἔκτανον.

595

ἐκεῖνον ἡγεῖσθ' ἀνόσιον καὶ κτείνετε·

596

ἐκεῖνος ἥμαρτ', οὐκ ἐγώ. τί χρῆν με δρᾶν;

597

ἢ οὐκ ἀξιόχρεως ὁ θεὸς ἀναφέροντί μοι

598

μίασμα λῦσαι; ποῖ τις οὖν ἔτ' ἂν φύγοι,

599

εἰ μὴ κελεύσας ῥύσεταί με μὴ θανεῖν;

600

ἀλλ' ὡς μὲν οὐκ εὖ μὴ λέγ' εἴργασται τάδε,

601

ἡμῖν δὲ τοῖς δράσασιν οὐκ εὐδαιμόνως.

602

[γάμοι δ' ὅσοις μὲν εὖ καθεστᾶσιν βροτῶν,

603

μακάριος αἰών· οἷς δὲ μὴ πίπτουσιν εὖ,

604

τά τ' ἔνδον εἰσὶ τά τε θύραζε δυστυχεῖς.]

605

{Χο.} ἀεὶ γυναῖκες ἐμποδὼν ταῖς συμφοραῖς

606

ἔφυσαν ἀνδρῶν πρὸς τὸ δυσχερέστερον.

607

{Τυ.} ἐπεὶ θρασύνηι κοὐχ ὑποστέλληι λόγωι,

608

οὕτω δ' ἀμείβηι μ' ὥστε μ' ἀλγῆσαι φρένα,

609

μᾶλλόν μ' ἀνάψεις ἐπὶ σὸν ἐξελθεῖν φόνον·

610

καλὸν πάρεργον δ' αὐτὸ θήσομαι πόνων

611

ὧν οὕνεκ' ἦλθον θυγατρὶ κοσμήσων τάφον.

612

μολὼν γὰρ εἰς ἔκκλητον Ἀργείων ὄχλον

613

ἑκοῦσαν οὐχ ἑκοῦσαν ἐπισείσω πόλιν

614

σοὶ σῆι τ' ἀδελφῆι, λεύσιμον δοῦναι δίκην.

615

μᾶλλον δ' ἐκείνη σοῦ θανεῖν ἐστ' ἀξία,

616

ἣ τῆι τεκούσηι ς' ἠγρίως', ἐς οὖς ἀεὶ

617

πέμπουσα μύθους ἐπὶ τὸ δυσμενέστερον,

618

ὄνειδος ἀγγέλλουσα τἀγαμέμνονος

619

καὶ τοῦθ' ὃ μισήσειαν Αἰγίσθου λέχος

620

οἱ νέρτεροι θεοί (καὶ γὰρ ἐνθάδ' ἦν πικρόν),

621

ἕως ὑφῆψε δῶμ' ἀνηφαίστωι πυρί.

622

Μενέλαε, σοὶ δὲ τάδε λέγω δράσω τε πρός·

623

εἰ τοὐμὸν ἔχθος ἐναριθμῆι κῆδός τ' ἐμόν,

624

μὴ τῶιδ' ἀμύνειν φόνον, ἐναντίον θεοῖς,

625

[ἔα δ' ὑπ' ἀστῶν καταφονευθῆναι πέτροις,]

626

ἢ μὴ 'πίβαινε Σπαρτιάτιδος χθονός.

627

τοσαῦτ' ἀκούσας ἴσθι, μηδὲ δυσσεβεῖς

628

ἕληι, παρώσας εὐσεβεστέρους φίλους·

629

ἡμᾶς δ' ἀπ' οἴκων ἄγετε τῶνδε, πρόσπολοι.

630

{Ορ.} στεῖχ', ὡς ἀθορύβως οὑπιὼν ἡμῖν λόγος

631

πρὸς τόνδ' ἵκηται, γῆρας ἀποφυγὼν τὸ σόν.

632

Μενέλαε, ποῖ σὸν πόδ' ἐπὶ συννοίαι κυκλεῖς,

633

διπλῆς μερίμνης διπτύχους ἰὼν ὁδούς;

634

{Με.} ἔασον· ἐν ἐμαυτῶι τι συννοούμενος

635

ὅπηι τράπωμαι τῆς τύχης ἀμηχανῶ.

636

{Ορ.} μή νυν πέραινε τὴν δόκησιν, ἀλλ' ἐμοὺς

637

λόγους ἀκούσας πρόσθε βουλεύου τότε.

638

{Με.} λέγ'· εὖ γὰρ εἶπας· ἔστι δ' οὗ σιγὴ λόγου

639

κρείσσων γένοιτ' ἄν, ἔστι δ' οὗ σιγῆς λόγος.

640

{Ορ.} λέγοιμ' ἂν ἤδη· τὰ μακρὰ τῶν σμικρῶν λόγων

641

ἐπίπροσθέν ἐστι καὶ σαφῆ μᾶλλον κλυεῖν.

642

ἐμοὶ σὺ τῶν σῶν, Μενέλεως, μηδὲν δίδου,

643

ἃ δ' ἔλαβες ἀπόδος πατρὸς ἐμοῦ λαβὼν πάρα.

644

[οὐ χρήματ' εἶπον, χρήματ', ἢν ψυχὴν ἐμὴν

645

σώσηις, ἅπερ μοι φίλτατ' ἐστὶ τῶν ἐμῶν.]

646

ἀδικῶ· λαβεῖν χρή μ' ἀντὶ τοῦδε τοῦ κακοῦ

647

ἄδικόν τι παρὰ σοῦ· καὶ γὰρ Ἀγαμέμνων πατὴρ

648

ἀδίκως ἀθροίσας Ἑλλάδ' ἦλθ' ὑπ' Ἴλιον,

649

οὐκ ἐξαμαρτὼν αὐτὸς ἀλλ' ἁμαρτίαν

650

τῆς σῆς γυναικὸς ἀδικίαν τ' ἰώμενος·

652

ἀπέδοτο δ', ὡς χρὴ τοῖς φίλοισι τοὺς φίλους,

653

τὸ σῶμ' ἀληθῶς, σοὶ παρ' ἀσπίδ' ἐκπονῶν,

654

ὅπως σὺ τὴν σὴν ἀπολάβοις ξυνάορον.

655

ἀπότεισον οὖν μοι ταὐτὸ τοῦτ' ἐκεῖ λαβών,

656

μίαν πονήσας ἡμέραν, ἡμῶν ὕπερ

657

σωτήριος στάς, μὴ δέκ' ἐκπλήσας ἔτη.

651

ἓν μὲν τόδ' ἡμῖν ἀνθ' ἑνὸς δοῦναί σε χρή·

658

ἃ δ' Αὐλὶς ἔλαβε σφάγι' ἐμῆς ὁμοσπόρου,

659

ἐῶ ς' ἔχεν ταῦθ'· Ἑρμιόνην μὴ κτεῖνε σύ·

660

δεῖ γάρ ς' ἐμοῦ πράσσοντος ὡς πράσσω τὰ νῦν

661

πλέον φέρεσθαι κἀμὲ συγγνώμην ἔχειν.

662

ψυχὴν δ' ἐμὴν δὸς τῶι ταλαιπώρωι πατρί

663

[κἀμῆς ἀδελφῆς, παρθένου μακρὸν χρόνον]·

664

θανὼν γὰρ οἶκον ὀρφανὸν λείψω πατρός.

665

ἐρεῖς· Ἀδύνατον. αὐτὸ τοῦτο· τοὺς φίλους

666

ἐν τοῖς κακοῖς χρὴ τοῖς φίλοισιν ὠφελεῖν·

667

ὅταν δ' ὁ δαίμων εὖ διδῶι, τί δεῖ φίλων;

668

ἀρκεῖ γὰρ αὐτὸς ὁ θεὸς ὠφελεῖν θέλων.

669

φιλεῖν δάμαρτα πᾶσιν Ἕλλησιν δοκεῖς·

670

κοὐχ ὑποτρέχων σε τοῦτο θωπείαι λέγω·

671

ταύτης ἱκνοῦμαί ς'—ὦ μέλεος ἐγώ, κακὸν

672

ἐς οἷον ἥκω. τί δέ; ταλαιπωρεῖν με δεῖ·

673

ὑπὲρ γὰρ οἴκου παντὸς ἱκετεύω τάδε.

674

ὦ πατρὸς ὅμαιμε θεῖε, τὸν κατὰ χθονὸς

675

θανόντ' ἀκούειν τάδε δόκει, ποτωμένην

676

ψυχὴν ὑπὲρ σοῦ, καὶ λέγειν ἁγὼ λέγω.

677

[ταῦτ' εἴς τε δάκρυα καὶ γόους καὶ συμφορὰς]

678

εἴρηκα κἀπήιτηκα, τὴν σωτηρίαν

679

θηρῶν, ὃ πάντες κοὐκ ἐγὼ ζητῶ μόνος.

680

{Χο.} κἀγώ ς' ἱκνοῦμαι καὶ γυνή περ οὖς' ὅμως

681

τοῖς δεομένοισιν ὠφελεῖν· οἷός τε δ' εἶ.

682

{Με.} Ὀρέστ', ἐγώ τοι σὸν καταιδοῦμαι κάρα

683

καὶ ξυμπονῆσαι σοῖς κακοῖσι βούλομαι·

684

καὶ χρὴ γὰρ οὕτω τῶν ὁμαιμόνων κακὰ

685

συνεκκομίζειν, δύναμιν ἢν διδῶι θεός,

686

θνήισκοντα καὶ κτείνοντα τοὺς ἐναντίους.

687

τοῦ δ' αὖ δύνασθαι πρὸς θεῶν χρήιζω τυχεῖν·

688

ἥκω γὰρ ἀνδρῶν συμμάχων κενὸν δόρυ

689

ἔχων, πόνοισι μυρίοις ἀλώμενος,

690

σμικρᾶι σὺν ἀλκῆι τῶν λελειμμένων φίλων.

691

μάχηι μὲν οὖν ἂν οὐχ ὑπερβαλοίμεθα

692

Πελασγὸν Ἄργος· εἰ δὲ μαλθακοῖς λόγοις

693

δυναίμεθ', ἐνταῦθ' ἐλπίδος προήκομεν.

694

[σμικροῖσι †μὲν γὰρ τὰ† μεγάλα πῶς ἕλοι τις ἂν

695

πόνοισιν; ἀμαθὲς καὶ τὸ βούλεσθαι τάδε.]

696

ὅταν γὰρ ἡβᾶι δῆμος εἰς ὀργὴν πεσών,

697

ὅμοιον ὥστε πῦρ κατασβέσαι λάβρον·

698

εἰ δ' ἡσύχως τις αὑτὸν ἐντείνοντι μὲν

699

χαλῶν ὑπείκοι καιρὸν εὐλαβούμενος,

700

ἴσως ἂν ἐκπνεύσειεν· ἢν δ' ἀνῆι πνοάς,

701

τύχοις ἂν αὐτοῦ ῥαιδίως ὅσον θέλεις.

702

[ἔνεστι δ' οἶκτος, ἔνι δὲ καὶ θυμὸς μέγας,

703

καραδοκοῦντι κτῆμα τιμιώτατον.]

704

ἐλθὼν δ' ἐγώ σοι Τυνδάρεων πειράσομαι

705

πόλιν τε πεῖσαι τῶι λίαν χρῆσθαι καλῶς.

706

[καὶ ναῦς γὰρ ἐνταθεῖσα πρὸς βίαν ποδὶ

707

ἔβαψεν, ἔστη δ' αὖθις ἢν χαλᾶι πόδα.]

708

μισεῖ γὰρ ὁ θεὸς τὰς ἄγαν προθυμίας,

709

μισοῦσι δ' ἀστοί· δεῖ δέ μ' (οὐκ ἄλλως λέγω)

710

σώιζειν σε σοφίαι, μὴ βίαι τῶν κρεισσόνων.

711

ἀλκῆι δέ ς' οὐκ ἄν, ἧι σὺ δοξάζεις ἴσως,

712

σώσαιμ' ἄν· οὐ γὰρ ῥάιδιον λόγχηι μιᾶι

713

στῆσαι τροπαῖα τῶν κακῶν ἅ σοι πάρα.

714

[οὐ γάρ ποτ' Ἄργους γαῖαν εἰς τὸ μαλθακὸν

715

προσηγόμεσθα· νῦν δ' ἀναγκαίως ἔχει

716

δούλοισιν εἶναι τοῖς σοφοῖσι τῆς τύχης.]

717

{Ορ.} ὦ πλὴν γυναικὸς οὕνεκα στρατηλατεῖν

718

τἄλλ' οὐδέν, ὦ κάκιστε, τιμωρεῖν φίλοις,

720

φεύγεις ἀποστραφείς με, τὰ δ' Ἀγαμέμνονος

721

φροῦδ'; ἄφιλος ἦσθ' ἄρ', ὦ πάτερ, πράσσων κακῶς.

722

οἴμοι, προδέδομαι, κοὐκέτ' εἰσὶν ἐλπίδες

723

ὅπηι τραπόμενος θάνατον Ἀργείων φύγω·

724

οὗτος γὰρ ἦν μοι καταφυγὴ σωτηρίας.

725

ἀλλ' εἰσορῶ γὰρ τόνδε φίλτατον βροτῶν

726

Πυλάδην δρόμωι στείχοντα Φωκέων ἄπο,

727

ἡδεῖαν ὄψιν· πιστὸς ἐν κακοῖς ἀνὴρ

728

κρείσσων γαλήνης ναυτίλοισιν εἰσορᾶν.

729

{ΠΥΛΑΔΗΣ} θᾶσσον ἤ μ' ἐχρῆν προβαίνων ἱκόμην δι' ἄστεως,

730

σύλλογον πόλεως ἀκούσας ὄντ', ἰδὼν δ' αὐτὸς σαφῶς

731

[ἐπὶ σὲ σύγγονόν τε τὴν σήν, ὡς κτενοῦντας αὐτίκα].

732

τί τάδε; πῶς ἔχεις; τί πράσσεις, φίλταθ' ἡλίκων ἐμοὶ

733

καὶ φίλων καὶ συγγενείας; πάντα γὰρ τάδ' εἶ σύ μοι.

734

{Ορ.} οἰχόμεσθ', ὡς ἐν βραχεῖ σοι τἀμὰ δηλώσω κακά.

735

{Πυ.} συγκατασκάπτοις ἂν ἡμᾶς· κοινὰ γὰρ τὰ τῶν φίλων.

736

{Ορ.} Μενέλεως κάκιστος ἐς ἐμὲ καὶ κασιγνήτην ἐμήν ...

737

{Πυ.} εἰκότως, κακῆς γυναικὸς ἄνδρα γίγνεσθαι κακόν.

738

{Ορ.} ὥσπερ οὐκ ἐλθὼν ἔμοιγε ταὐτὸν ἀπέδωκεν μολών.

739

{Πυ.} ἦ γάρ ἐστιν ὡς ἀληθῶς τήνδ' ἀφιγμένος χθόνα;

740

{Ορ.} χρόνιος· ἀλλ' ὅμως τάχιστα κακὸς ἐφωράθη φίλοις.

741

{Πυ.} καὶ δάμαρτα τὴν κακίστην ναυστολῶν ἐλήλυθεν;

742

{Ορ.} οὐκ ἐκεῖνος ἀλλ' ἐκείνη κεῖνον ἐνθάδ' ἤγαγεν.

743

{Πυ.} ποῦ 'στὶν ἣ πλείστους Ἀχαιῶν ὤλεσεν γυνὴ μία;

744

{Ορ.} ἐν δόμοις ἐμοῖσιν, εἰ δὴ τούσδ' ἐμοὺς καλεῖν χρεών.

745

{Πυ.} σὺ δὲ τίνας λόγους ἔλεξας σοῦ κασιγνήτωι πατρός;

746

{Ορ.} μή μ' ἰδεῖν θανόνθ' ὑπ' ἀστῶν καὶ κασιγνήτην ἐμήν.

747

{Πυ.} πρὸς θεῶν, τί πρὸς τάδ' εἶπε; τόδε γὰρ εἰδέναι θέλω.

748

{Ορ.} ηὐλαβεῖθ', ὃ τοῖς φίλοισι δρῶσιν οἱ κακοὶ φίλοι.

749

{Πυ.} σκῆψιν ἐς ποίαν προβαίνων; τοῦτο πάντ' ἔχω μαθών.

750

{Ορ.} οὖτος ἦλθ', ὁ τὰς ἀρίστας θυγατέρας σπείρας πατήρ.

751

{Πυ.} Τυνδάρεων λέγεις· ἴσως σοι θυγατέρος θυμούμενος.

752

{Ορ.} αἰσθάνηι· τὸ τοῦδε κῆδος μᾶλλον εἵλετ' ἢ πατρός.

753

{Πυ.} κοὐκ ἐτόλμησεν πόνων σῶν ἀντιλάζυσθαι παρών;

754

{Ορ.} οὐ γὰρ αἰχμητὴς πέφυκεν, ἐν γυναιξὶ δ' ἄλκιμος.

755

{Πυ.} ἐν κακοῖς ἄρ' εἶ μεγίστοις· καί ς' ἀναγκαῖον θανεῖν;

756

{Ορ.} ψῆφον ἀμφ' ἡμῶν πολίτας ἐπὶ φόνωι θέσθαι χρεών.

757

{Πυ.} ἣ κρινεῖ τί χρῆμα; λέξον· διὰ φόβου γὰρ ἔρχομαι.

758

{Ορ.} ἢ θανεῖν ἢ ζῆν· ὁ μῦθος οὐ μακρὸς μακρῶν πέρι.

759

{Πυ.} φεῦγέ νυν λιπὼν μέλαθρα σὺν κασιγνήτηι σέθεν.

760

{Ορ.} οὐχ ὁρᾶις; φυλασσόμεσθα φρουρίοισι πανταχῆι.

761

{Πυ.} εἶδον ἄστεως ἀγυιὰς τεύχεσιν πεφαργμένας.

762

{Ορ.} ὡσπερεὶ πόλις πρὸς ἐχθρῶν σῶμα πυργηρούμεθα.

763

{Πυ.} κἀμὲ νῦν ὅρα τί πάσχω· καὶ γὰρ αὐτὸς οἴχομαι.

764

{Ορ.} πρὸς τίνος; τοῦτ' ἂν προσείη τοῖς ἐμοῖς κακοῖς κακόν.

765

{Πυ.} Στρόφιος ἤλασέν μ' ἀπ' οἴκων φυγάδα θυμωθεὶς πατήρ.

766

{Ορ.} ἴδιον ἢ κοινὸν πολίταις ἐπιφέρων ἔγκλημά τι;

767

{Πυ.} ὅτι συνηράμην φόνον σοι μητρός, ἀνόσιον λέγων.

768

{Ορ.} ὦ τάλας, ἔοικε καὶ σὲ τἀμὰ λυπήσειν κακά.

769

{Πυ.} οὐχὶ Μενέλεω τρόποισι χρώμεθ'· οἰστέον τάδε.

770

{Ορ.} οὐ φοβῆι μή ς' Ἄργος ὥσπερ κἄμ' ἀποκτεῖναι θέληι;

771

{Πυ.} οὐ προσήκομεν κολάζειν τοῖσδε, Φωκέων δὲ γῆι.

772

{Ορ.} δεινὸν οἱ πολλοί, κακούργους ὅταν ἔχωσι προστάτας.

773

{Πυ.} ἀλλ' ὅταν χρηστοὺς λάβωσι, χρηστὰ βουλεύους' ἀεί.

774

{Ορ.} εἶἑν· ἐς κοινὸν λέγειν χρή. {Πυ.} τίνος ἀναγκαίου πέρι;

775

{Ορ.} εἰ λέγοιμ' ἀστοῖσιν ἐλθών ... {Πυ.} ὡς ἔδρασας ἔνδικα;

776

{Ορ.} πατρὶ τιμωρῶν ἐμαυτοῦ; {Πυ.} μὴ λάβωσί ς' ἄσμενοι.

777

{Ορ.} ἀλλ' ὑποπτήξας σιωπῆι κατθάνω; {Πυ.} δειλὸν τόδε.

778

{Ορ.} πῶς ἂν οὖν δρώιην; {Πυ.} ἔχεις τιν', ἢν μένηις, σωτηρίαν;

779

{Ορ.} οὐκ ἔχω. {Πυ.} μολόντι δ' ἐλπίς ἐστι σωθῆναι κακῶν;

780

{Ορ.} εἰ τύχοι, γένοιτ' ἄν. {Πυ.} οὔκουν τοῦτο κρεῖσσον ἢ μένειν;

781

{Ορ.} ἀλλὰ δῆτ' ἔλθω; {Πυ.} θανὼν γοῦν ὧδε κάλλιον θανῆι.

783

{Ορ.} εὖ λέγεις· φεύγω τὸ δειλὸν τῆιδε. {Πυ.} μᾶλλον ἢ μένων.

782

{Ορ.} καὶ τὸ πρᾶγμά γ' ἔνδικόν μοι. {Πυ.} τοῦ δοκεῖν ἔχου μόνον.

784

{Ορ.} καί τις ἄν γέ μ' οἰκτίσειε ... {Πυ.} μέγα γὰρ ηὑγένειά σου.

785

{Ορ.} θάνατον ἀσχάλλων πατρῶιον. {Πυ.} πάντα ταῦτ' ἐν ὄμμασιν.

786

{Ορ.} ἰτέον, ὡς ἄνανδρον ἀκλεῶς κατθανεῖν. {Πυ.} αἰνῶ τάδε.

787

{Ορ.} ἦ λέγωμεν οὖν ἀδελφῆι ταῦτ' ἐμῆι; {Πυ.} μὴ πρὸς θεῶν.

788

{Ορ.} δάκρυα γοῦν γένοιτ' ἄν. {Πυ.} οὔκουν οὗτος οἰωνὸς μέγας;

789

{Ορ.} δηλαδὴ σιγᾶν ἄμεινον. {Πυ.} τῶι χρόνωι γε κερδανεῖς.

790

{Ορ.} κεῖνό μοι μόνον πρόσαντες ... {Πυ.} τί τόδε καινὸν αὖ λέγεις;

791

{Ορ.} μὴ θεαί μ' οἴστρωι κατάσχως'. {Πυ.} ἀλλὰ κηδεύσω ς' ἐγώ.

792

{Ορ.} δυσχερὲς ψαύειν νοσοῦντος ἀνδρός. {Πυ.} οὐκ ἔμοιγε σοῦ.

793

{Ορ.} εὐλαβοῦ λύσσης μετασχεῖν τῆς ἐμῆς. {Πυ.} τὸ δ' οὖν ἴτω.

794

{Ορ.} οὐκ ἄρ' ὀκνήσεις; {Πυ.} ὄκνος γὰρ τοῖς φίλοις κακὸν μέγα.

795

{Ορ.} ἕρπε νυν οἴαξ ποδός μοι ... {Πυ.} φίλα γ' ἔχων κηδεύματα.

796

{Ορ.} καί με πρὸς τύμβον πόρευσον πατρός. {Πυ.} ὡς τί δὴ τόδε;

797

{Ορ.} ὥς νιν ἱκετεύσω με σῶσαι. {Πυ.} τό γε δίκαιον ὧδ' ἔχει.

798

{Ορ.} μητέρος δὲ μὴ 'σίδοιμι μνῆμα. {Πυ.} πολεμία γὰρ ἦν.

799

ἀλλ' ἔπειγ', ὡς μή σε πρόσθε ψῆφος Ἀργείων ἕληι,

800

περιβαλὼν πλευροῖς ἐμοῖσι πλευρὰ νωχελῆ νόσωι·

801

ὡς ἐγὼ δι' ἄστεώς σε, σμικρὰ φροντίζων ὄχλου,

802

οὐδὲν αἰσχυνθεὶς ὀχήσω. ποῦ γὰρ ὢν δείξω φίλος,

803

εἴ †σε μὴ 'ν δειναῖσιν ὄντα† συμφοραῖς ἐπαρκέσω;

804

{Ορ.} τοῦτ' ἐκεῖνο· κτᾶσθ' ἑταίρους, μὴ τὸ συγγενὲς μόνον·

805

ὡς ἀνὴρ ὅστις τρόποισι συντακῆι, θυραῖος ὤν,

806

μυρίων κρείσσων ὁμαίμων ἀνδρὶ κεκτῆσθαι φίλος.

807

{Χο.} ὁ μέγας ὄλβος ἅ τ' ἀρετὰ

808

μέγα φρονοῦς' ἀν' Ἑλλάδα καὶ

809

παρὰ Σιμουντίοις ὀχετοῖς

810

πάλιν ἀνῆλθ' ἐξ εὐτυχίας Ἀτρείδαις

811

πάλιν παλαιᾶς ἀπὸ συμφορᾶς δόμων,

812

ὁπότε χρυσέας ἔρις ἀρ-

813

νὸς †ἤλυθε† Τανταλίδαις

814

οἰκτρότατα θοινάματα καὶ

815

σφάγια γενναίων τεκέων·

816

ὅθεν πόνωι πόνος ἐξαμεί-

817

βων δι' αἵματος οὐ προλεί-

818

πει δισσοῖσιν Ἀτρείδαις.

819

τὸ καλὸν οὐ καλόν, τοκέων

820

πυριγενεῖ τεμεῖν παλάμαι

821

χρόα, μελάνδετον δὲ φόνωι

822

ξίφος ἐς αὐγὰς ἀελίοιο δεῖξαι·

823

τὸ δ' εὖ κακουργεῖν ἀσέβεια ποικίλα

824

κακοφρόνων τ' ἀνδρῶν παράνοι-

825

α. θανάτου γὰρ ἀμφὶ φόβωι

826

Τυνδαρὶς ἰάχησε τάλαι-

827

να· Τέκνον, οὐ τολμᾶις ὅσια

828

κτείνων σὰν ματέρα· μὴ πατρώι-

829

αν τιμῶν χάριν ἐξανά-

830

ψηι δύσκλειαν ἐς αἰεί.

831

τίς νόσος ἢ τίνα δάκρυα καὶ

832

τίς ἔλεος μείζων κατὰ γᾶν

833

ἢ ματροκτόνον αἷμα χειρὶ θέσθαι;

834

οἷον ἔργον τελέσας

835

βεβάκχευται μανίαις,

836

Εὐμενίσι θήραμα, φόβον

837

δρομάσι δινεύων βλεφάροις,

838

Ἀγαμεμνόνιος παῖς.

839

ὦ μέλεος, ματρὸς ὅτ' ἐκ

840

χρυσεοπηνήτων φαρέων

841

μαστὸν ὑπερτέλλοντ' ἐσιδὼν

842

σφάγιον ἔθετο ματέρα, πατρώι-

843

ων παθέων ἀμοιβάν.

844

{Ηλ.} γυναῖκες, ἦ που τῶνδ' ἀφώρμηται δόμων

845

τλήμων Ὀρέστης θεομανεῖ λύσσηι δαμείς;

846

{Χο.} ἥκιστα· πρὸς δ' Ἀργεῖον οἴχεται λεών

847

[ψυχῆς ἀγῶνα τὸν προκείμενον πέρι

848

δώσων, ἐν ὧι ζῆν ἢ θανεῖν ὑμᾶς χρεών].

849

{Ηλ.} οἴμοι· τί χρῆμ' ἔδρασε; τίς δ' ἔπεισέ νιν;

850

{Χο.} Πυλάδης· ἔοικε δ' οὐ μακρὰν ὅδ' ἄγγελος

851

λέξειν τὰ κεῖθεν σοῦ κασιγνήτου πέρι.

852

{ΑΓΓΕΛΟΣ} [ὦ τλῆμον, ὦ δύστηνε τοῦ στρατηλάτου]

853

Ἀγαμέμνονος παῖ, πότνι' Ἠλέκτρα, λόγους

854

ἄκουσον οὕς σοι δυστυχεῖς ἥκω φέρων.

855

{Ηλ.} αἰαῖ, διοιχόμεσθα· δῆλος εἶ λόγωι.

856

[κακῶν γὰρ ἥκεις, ὡς ἔοικεν, ἄγγελος.]

857

{Αγ.} ψήφωι Πελασγῶν σὸν κασίγνητον θανεῖν

858

καὶ ς', ὦ τάλαιν', ἔδοξε τῆιδ' ἐν ἡμέραι.

859

{Ηλ.} οἴμοι· προσῆλθεν ἐλπίς, ἣν φοβουμένη

860

πάλαι τὸ μέλλον ἐξετηκόμην γόοις.

861

ἀτὰρ τίς ἁγών, τίνες ἐν Ἀργείοις λόγοι

862

καθεῖλον ἡμᾶς κἀπεκύρωσαν θανεῖν;

863

λέγ', ὦ γεραιέ· πότερα λευσίμωι χερὶ

864

ἢ διὰ σιδήρου πνεῦμ' ἀπορρῆξαί με δεῖ,

865

κοινὰς ἀδελφῶι συμφορὰς κεκτημένην;

866

{Αγ.} ἐτύγχανον μὲν ἀγρόθεν πυλῶν ἔσω

867

βαίνων, πυθέσθαι δεόμενος τά τ' ἀμφὶ σοῦ

868

τά τ' ἀμφ' Ὀρέστου· σῶι γὰρ εὔνοιαν πατρὶ

869

ἀεί ποτ' εἶχον, καί μ' ἔφερβε σὸς δόμος

870

πένητα μέν, χρῆσθαι δὲ γενναῖον φίλοις.

871

ὁρῶ δ' ὄχλον στείχοντα καὶ θάσσοντ' ἄκραν,

872

οὗ φασι πρῶτον Δαναὸν Αἰγύπτωι δίκας

873

διδόντ' ἀθροῖσαι λαὸν ἐς κοινὰς ἕδρας.

874

ἀστῶν δὲ δή τιν' ἠρόμην ἄθροισμ' ἰδών·

875

Τί καινὸν Ἄργει; μῶν τι πολεμίων πάρα

876

ἄγγελμ' ἀνεπτέρωκε Δαναϊδῶν πόλιν;

877

ὁ δ' εἶπ'· Ὀρέστην κεῖνον οὐχ ὁρᾶις πέλας

878

στείχοντ', ἀγῶνα θανάσιμον δραμούμενον;

879

ὁρῶ δ' ἄελπτον φάσμ', ὃ μήποτ' ὤφελον,

880

Πυλάδην τε καὶ σὸν σύγγονον στείχονθ' ὁμοῦ,

881

τὸν μὲν κατηφῆ καὶ παρειμένον νόσωι,

882

τὸν δ' ὥστ' ἀδελφὸν ἴσα φίλωι λυπούμενον,

883

νόσημα κηδεύοντα παιδαγωγίαι.

884

ἐπεὶ δὲ πλήρης ἐγένετ' Ἀργείων ὄχλος,

885

κῆρυξ ἀναστὰς εἶπε· Τίς χρήιζει λέγειν,

886

πότερον Ὀρέστην κατθανεῖν ἢ μὴ χρεών,

887

μητροκτονοῦντα; κἀπὶ τῶιδ' ἀνίσταται

888

Ταλθύβιος, ὃς σῶι πατρὶ συνεπόρθει Φρύγας·

889

ἔλεξε δ', ὑπὸ τοῖς δυναμένοισιν ὢν ἀεί,

890

διχόμυθα, πατέρα μὲν σὸν ἐκπαγλούμενος,

891

σὸν δ' οὐκ ἐπαινῶν σύγγονον, καλοὺς κακοὺς

892

λόγους ἑλίσσων, ὅτι καθισταίη νόμους

893

ἐς τοὺς τεκόντας οὐ καλούς· τὸ δ' ὄμμ' ἀεὶ

894

φαιδρωπὸν ἐδίδου τοῖσιν Αἰγίσθου φίλοις.

895

[τὸ γὰρ γένος τοιοῦτον· ἐπὶ τὸν εὐτυχῆ

896

πηδῶς' ἀεὶ κήρυκες· ὅδε δ' αὐτοῖς φίλος,

897

ὃς ἂν δύνηται πόλεος ἔν τ' ἀρχαῖσιν ἦι.]

898

ἐπὶ τῶιδε δ' ἠγόρευε Διομήδης ἄναξ·

899

οὗτος κτανεῖν μὲν οὔτε ς' οὔτε σύγγονον

900

εἴα, φυγῆι δὲ ζημιοῦντας εὐσεβεῖν.

901

ἐπερρόθησαν δ' οἱ μὲν ὡς καλῶς λέγοι,

902

οἱ δ' οὐκ ἐπήινουν. κἀπὶ τῶιδ' ἀνίσταται

903

ἀνήρ τις ἀθυρόγλωσσος, ἰσχύων θράσει·

904

[Ἀργεῖος οὐκ Ἀργεῖος, ἠναγκασμένος,

905

θορύβωι τε πίσυνος κἀμαθεῖ παρρησίαι,

906

πιθανὸς ἔτ' αὐτοὺς περιβαλεῖν κακῶι τινι.

907

ὅταν γὰρ ἡδύς τις λόγοις φρονῶν κακῶς

908

πείθηι τὸ πλῆθος, τῆι πόλει κακὸν μέγα·

909

ὅσοι δὲ σὺν νῶι χρηστὰ βουλεύους' ἀεί,

910

κἂν μὴ παραυτίκ', αὖθίς εἰσι χρήσιμοι

911

πόλει. θεᾶσθαι δ' ὧδε χρὴ τὸν προστάτην

912

ἰδόνθ'· ὅμοιον γὰρ τὸ χρῆμα γίγνεται

913

τῶι τοὺς λόγους λέγοντι καὶ τιμωμένωι.]

914

ὃς εἶπ' Ὀρέστην καὶ ς' ἀποκτεῖναι πέτροις

915

βάλλοντας, ὑπὸ δ' ἔτεινε Τυνδάρεως λόγους

916

[τῶι σφὼ κατακτείνοντι τοιούτους λέγειν].

917

ἄλλος δ' ἀναστὰς ἔλεγε τῶιδ' ἐναντία,

918

μορφῆι μὲν οὐκ εὐωπός, ἀνδρεῖος δ' ἀνήρ,

919

ὀλιγάκις ἄστυ κἀγορᾶς χραίνων κύκλον,

920

αὐτουργός, οἵπερ καὶ μόνοι σώιζουσι γῆν,

921

ξυνετὸς δέ, χωρεῖν ὁμόσε τοῖς λόγοις θέλων,

922

ἀκέραιον ἀνεπίπληκτον ἠσκηκὼς βίον·

923

ὃς εἶπ' Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος

924

στεφανοῦν, ὃς ἠθέλησε τιμωρεῖν πατρί,

925

κακὴν γυναῖκα κἄθεον κατακτανών,

926

ἣ κεῖν' ἀφήιρει, μήθ' ὁπλίζεσθαι χέρα

927

μήτε στρατεύειν ἐκλιπόντα δώματα,

928

εἰ τἄνδον οἰκουρήμαθ' οἱ λελειμμένοι

929

φθεροῦσιν, ἀνδρῶν εὔνιδας λωβώμενοι.

930

καὶ τοῖς γε χρηστοῖς εὖ λέγειν ἐφαίνετο.

931

κοὐδεὶς ἔτ' εἶπε· σὸς δ' ἐπῆλθε σύγγονος,

932

ἔλεξε δ'· Ὦ γῆν Ἰνάχου κεκτημένοι

933

[πάλαι Πελασγοί, Δαναΐδαι δεύτερον],

934

ὑμῖν ἀμύνων οὐδὲν ἧσσον ἢ πατρὶ

935

ἔκτεινα μητέρ'· εἰ γὰρ ἀρσένων φόνος

936

ἔσται γυναιξὶν ὅσιος, οὐ φθάνοιτ' ἔτ' ἂν

937

θνήισκοντες, ἢ γυναιξὶ δουλεύειν χρεών.

938

[τοὐναντίον δὲ δράσετ' ἢ δρᾶσαι χρεών·

939

νῦν μὲν γὰρ ἡ προδοῦσα λέκτρ' ἐμοῦ πατρὸς

940

τέθνηκεν· εἰ δὲ δὴ κατακτενεῖτ' ἐμέ,

941

ὁ νόμος ἀνεῖται, κοὐ φθάνοι θνήισκων τις ἄν·

942

ὡς τῆς γε τόλμης οὐ σπάνις γενήσεται.]

943

ἀλλ' οὐκ ἔπειθ' ὅμιλον, εὖ δοκῶν λέγειν·

944

νικᾶι δ' ἐκεῖνος ὁ κακὸς ἐν πλήθει χερῶν,

945

ὃς ἠγόρευσε σύγγονον σέ τε κτανεῖν.

946

μόλις δ' ἔπεισε μὴ πετρούμενος θανεῖν

947

τλήμων Ὀρέστης· αὐτόχειρι δὲ σφαγῆι

948

ὑπέσχετ' ἐν τῆιδ' ἡμέραι λείψειν βίον

949

σὺν σοί. πορεύει δ' αὐτὸν ἐκκλήτων ἄπο

950

Πυλάδης δακρύων, σὺν δ' ὁμαρτοῦσιν φίλοι

951

κλαίοντες, οἰκτίροντες· ἔρχεται δέ σοι

952

πικρὸν θέαμα καὶ πρόσοψις ἀθλία.

953

ἀλλ' εὐτρέπιζε φάσγαν' ἢ βρόχον δέρηι,

954

ὡς δεῖ λιπεῖν σε φέγγος· ηὑγένεια δὲ

955

οὐδέν ς' ἐπωφέλησεν, οὐδ' ὁ Πύθιον

956

τρίποδα καθίζων Φοῖβος, ἀλλ' ἀπώλεσεν.

957

[{Χο.} ὦ δυστάλαινα παρθέν', ὡς ξυνηρεφὲς

958

πρόσωπον ἐς γῆν σὸν βαλοῦς' ἄφθογγος εἶ,

959

ὡς ἐς στεναγμοὺς καὶ γόους δραμουμένη.]

960

{Χο.} κατάρχομαι στεναγμόν, ὦ Πελασγία,

961

τιθεῖσα λευκὸν ὄνυχα διὰ παρηΐδων,

962

αἱματηρὸν ἄταν,

963

κτύπον τε κρατός, ὃν ἔλαχ' ἁ κατὰ χθονὸς

964

νερτέρων †Περσέφασσα καλλίπαις θεά†.

965

ἰαχείτω δὲ γᾶ

966a

Κυκλωπία, σίδαρον ἐπὶ

966b

κάρα τιθεῖσα κούριμον,

967

πήματ' οἴκων.

968

ἔλεος ἔλεος ὅδ' ἔρχεται

969

τῶν θανουμένων ὕπερ,

970

στρατηλατᾶν Ἑλλάδος ποτ' ὄντων.

The complete text is available when the reading interface loads.