The Greek Library Author

Anonymous

Bacchae

Authority group
Euripides (catalogue association; authorship remains anonymous)
Edition reference
Bacchae, ed. Diggle, op. cit., vol. 3, 291–351. Cod,
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg050.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

46

ὠθεῖ μ' ἐν εὐχαῖς τ' οὐδαμοῦ μνείαν ἔχει.

47

ὧν οὕνεκ' αὐτῶι θεὸς γεγὼς ἐνδείξομαι

48

πᾶσίν τε Θηβαίοισιν. ἐς δ' ἄλλην χθόνα,

49

τἀνθένδε θέμενος εὖ, μεταστήσω πόδα,

50

δεικνὺς ἐμαυτόν· ἢν δὲ Θηβαίων πόλις

51

ὀργῆι σὺν ὅπλοις ἐξ ὄρους βάκχας ἄγειν

52

ζητῆι, ξυνάψω μαινάσι στρατηλατῶν.

53

ὧν οὕνεκ' εἶδος θνητὸν ἀλλάξας ἔχω

54

μορφήν τ' ἐμὴν μετέβαλον εἰς ἀνδρὸς φύσιν.

55

ἀλλ', ὦ λιποῦσαι Τμῶλον, ἔρυμα Λυδίας,

56

θίασος ἐμός, γυναῖκες ἃς ἐκ βαρβάρων

57

ἐκόμισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί,

58

αἴρεσθε τἀπιχώρι' ἐν Φρυγῶν πόλει

59

τύπανα, Ῥέας τε μητρὸς ἐμά θ' εὑρήματα,

60

βασίλειά τ' ἀμφὶ δώματ' ἐλθοῦσαι τάδε

61

κτυπεῖτε Πενθέως, ὡς ὁρᾶι Κάδμου πόλις.

62

ἐγὼ δὲ βάκχαις, ἐς Κιθαιρῶνος πτυχὰς

63

ἐλθὼν ἵν' εἰσί, συμμετασχήσω χορῶν.

64

{ΧΟΡΟΣ} Ἀσίας ἀπὸ γαίας

65

ἱερὸν Τμῶλον ἀμείψασα θοάζω

66

Βρομίωι πόνον ἡδὺν

67

κάματόν τ' εὐκάματον, Βάκ-

68

χιον εὐαζομένα.

69

τίς ὁδῶι, τίς ὁδῶι; τίς

70

μελάθροις; ἔκτοπος ἔστω, στόμα τ' εὔφημον ἅπας ἐξοσιούσθω·

71

τὰ νομισθέντα γὰρ αἰεὶ

72

Διόνυσον ὑμνήσω.

73

ὦ μάκαρ, ὅστις εὐδαί-

74

μων τελετὰς θεῶν εἰ-

75

δὼς βιοτὰν ἁγιστεύει καὶ θιασεύεται ψυ-

76

χὰν ἐν ὄρεσσι βακχεύ-

77

ων ὁσίοις καθαρμοῖσιν,

78

τά τε ματρὸς μεγάλας ὄρ-

79

για Κυβέλας θεμιτεύων

80

ἀνὰ θύρσον τε τινάσσων

81

κισσῶι τε στεφανωθεὶς

82

Διόνυσον θεραπεύει.

83

ἴτε βάκχαι, ἴτε βάκχαι,

84

Βρόμιον παῖδα θεὸν θεοῦ

85

Διόνυσον κατάγουσαι

86

Φρυγίων ἐξ ὀρέων Ἑλλάδος εἰς εὐ-

87

ρυχόρους ἀγυιάς, τὸν Βρόμιον·

88

ὅν ποτ' ἔχους' ἐν ὠδί-

89

νων λοχίαις ἀνάγκαι-

90

σι πταμένας Διὸς βροντᾶς

91

νηδύος ἔκβολον μά-

92

τηρ ἔτεκεν, λιποῦς' αἰ-

93

ῶνα κεραυνίωι πλαγᾶι·

94

λοχίαις δ' αὐτίκα νιν δέ-

95

ξατο θαλάμαις Κρονίδας Ζεύς,

96

κατὰ μηρῶι δὲ καλύψας

97

χρυσέαισιν συνερείδει

98

περόναις κρυπτὸν ἀφ' Ἥρας.

99

ἔτεκεν δ', ἁνίκα Μοῖραι

100

τέλεσαν, ταυρόκερων θεὸν

101

στεφάνωσέν τε δρακόντων

102-103

στεφάνοις, ἔνθεν ἄγραν θηρότροφον μαι-

104

νάδες ἀμφιβάλλονται πλοκάμοις.

105

ὦ Σεμέλας τροφοὶ Θῆ-

106

βαι, στεφανοῦσθε κισσῶι·

107

βρύετε βρύετε χλοήρει

108

μίλακι καλλικάρπωι

109

καὶ καταβακχιοῦσθε δρυὸς

110

ἢ ἐλάτας κλάδοισι,

111

στικτῶν τ' ἐνδυτὰ νεβρίδων

112

στέφετε λευκοτρίχων πλοκάμων

113

μαλλοῖς· ἀμφὶ δὲ νάρθηκας ὑβριστὰς

114

ὁσιοῦσθ'· αὐτίκα γᾶ πᾶσα χορεύσει,

115

Βρόμιος εὖτ' ἂν ἄγηι θιάσους

116

εἰς ὄρος εἰς ὄρος, ἔνθα μένει

117

θηλυγενὴς ὄχλος

118

ἀφ' ἱστῶν παρὰ κερκίδων τ'

119

οἰστρηθεὶς Διονύσωι.

120

ὦ θαλάμευμα Κουρή-

121

των ζάθεοί τε Κρήτας

122

Διογενέτορες ἔναυλοι,

123

ἔνθα τρικόρυθες ἄντροις

124

βυρσότονον κύκλωμα τόδε

125

μοι Κορύβαντες ηὗρον·

126

βακχείαι δ' ἅμα συντόνωι

127

κέρασαν ἡδυβόαι Φρυγίων

128

αὐλῶν πνεύματι ματρός τε Ῥέας ἐς

129

χέρα θῆκαν, κτύπον εὐάσμασι βακχᾶν·

130

παρὰ δὲ μαινόμενοι Σάτυροι

131

ματέρος ἐξανύσαντο θεᾶς,

132

ἐς δὲ χορεύματα

133

συνῆψαν τριετηρίδων,

134

αἷς χαίρει Διόνυσος.

135

ἡδὺς ἐν ὄρεσσιν ὅταν

136

ἐκ θιάσων δρομαίων

137

πέσηι πεδόσε, νεβρίδος ἔχων

138

ἱερὸν ἐνδυτόν, ἀγρεύων

139

αἷμα τραγοκτόνον, ὠμοφάγον χάριν,

140

ἱέμενος εἰς ὄρεα Φρύγια Λύδι'

141a

†ὁ δ' ἔξαρχος† Βρόμιος·

141b

εὖοἷ.

142

ῥεῖ δὲ γάλακτι πέδον, ῥεῖ δ' οἴνωι,

143

ῥεῖ δὲ μελισσᾶν νέκταρι.

144

Συρίας δ' ὡς λιβάνου κα-

145

πνὸν ὁ Βακχεὺς ἀνέχων

146

πυρσώδη φλόγα πεύκας

147

ἐκ νάρθηκος ἀίσσει

1448a

δρόμωι καὶ χοροῖσιν

148b

πλανάτας ἐρεθίζων

149

ἰαχαῖς τ' ἀναπάλλων

150

τρυφερόν 〈τε〉 πλόκαμον εἰς αἰθέρα ῥίπτων.

151

†ἅμα δ' ἐπ' εὐάσμασιν ἐπιβρέμει τοιάδ'·†

152

Ὦ ἴτε βάκχαι,

153

ὦ ἴτε βάκχαι,

154

Τμώλου χρυσορόου χλιδά,

155

μέλπετε τὸν Διόνυσον

156

βαρυβρόμων ὑπὸ τυμπάνων,

157-158

εὔια τὸν εὔιον ἀγαλλόμεναι θεὸν

159

ἐν Φρυγίαισι βοαῖς ἐνοπαῖσί τε,

160

λωτὸς ὅταν εὐκέλαδος

161-162

ἱερὸς ἱερὰ παίγματα βρέμηι σύνοχα

163

φοιτάσιν εἰς ὄρος εἰς ὄρος· ἡδομέ-

165

να δ' ἄρα πῶλος ὅπως ἅμα ματέρι

167-169

φορβάδι κῶλον ἄγει ταχύπουν σκιρτήμασι βάκχα.

170

{ΤΕΙΡΕΣΙΑΣ} τίς ἐν πύλαισι; Κάδμον ἐκκάλει δόμων,

171

Ἀγήνορος παῖδ', ὃς πόλιν Σιδωνίαν

172

λιπὼν ἐπύργως' ἄστυ Θηβαίων τόδε.

173

ἴτω τις, εἰσάγγελλε Τειρεσίας ὅτι

174

ζητεῖ νιν· οἶδε δ' αὐτὸς ὧν ἥκω πέρι

175

ἅ τε ξυνεθέμην πρέσβυς ὢν γεραιτέρωι,

176

θύρσους ἀνάπτειν καὶ νεβρῶν δορὰς ἔχειν

177

στεφανοῦν τε κρᾶτα κισσίνοις βλαστήμασιν.

178

{ΚΑΔΜΟΣ} ὦ φίλταθ', ὡς σὴν γῆρυν ἠισθόμην κλυὼν

179

σοφὴν σοφοῦ παρ' ἀνδρός, ἐν δόμοισιν ὤν.

180

ἥκω δ' ἕτοιμος τήνδ' ἔχων σκευὴν θεοῦ·

181

δεῖ γάρ νιν ὄντα παῖδα θυγατρὸς ἐξ ἐμῆς

182

[Διόνυσον ὃς πέφηνεν ἀνθρώποις θεὸς]

183

ὅσον καθ' ἡμᾶς δυνατὸν αὔξεσθαι μέγαν.

184

ποῖ δεῖ χορεύειν, ποῖ καθιστάναι πόδα

185

καὶ κρᾶτα σεῖσαι πολιόν; ἐξηγοῦ σύ μοι

186

γέρων γέροντι, Τειρεσία· σὺ γὰρ σοφός.

187

ὡς οὐ κάμοιμ' ἂν οὔτε νύκτ' οὔθ' ἡμέραν

188

θύρσωι κροτῶν γῆν· ἐπιλελήσμεθ' ἡδέως

189

γέροντες ὄντες. {Τε.} ταὔτ' ἐμοὶ πάσχεις ἄρα·

190

κἀγὼ γὰρ ἡβῶ κἀπιχειρήσω χοροῖς.

191

{Κα.} οὔκουν ὄχοισιν εἰς ὄρος περάσομεν;

192

{Τε.} ἀλλ' οὐχ ὁμοίως ἂν ὁ θεὸς τιμὴν ἔχοι.

193

{Κα.} γέρων γέροντα παιδαγωγήσω ς' ἐγώ;

194

{Τε.} ὁ θεὸς ἀμοχθεὶ κεῖσε νῶιν ἡγήσεται.

195

{Κα.} μόνοι δὲ πόλεως Βακχίωι χορεύσομεν;

196

{Τε.} μόνοι γὰρ εὖ φρονοῦμεν, οἱ δ' ἄλλοι κακῶς.

197

{Κα.} μακρὸν τὸ μέλλειν· ἀλλ' ἐμῆς ἔχου χερός.

198

{Τε.} ἰδού, ξύναπτε καὶ ξυνωρίζου χέρα.

199

[{Κα.} οὐ καταφρονῶ 'γὼ τῶν θεῶν θνητὸς γεγώς.

200

{Τε.} οὐδὲν σοφιζόμεσθα τοῖσι δαίμοσιν.

201

πατρίους παραδοχάς, ἅς θ' ὁμήλικας χρόνωι

202

κεκτήμεθ', οὐδεὶς αὐτὰ καταβαλεῖ λόγος,

203

οὐδ' εἰ δι' ἄκρων τὸ σοφὸν ηὕρηται φρενῶν.]

204

{Κα.} ἐρεῖ τις ὡς τὸ γῆρας οὐκ αἰσχύνομαι,

205

μέλλων χορεύειν κρᾶτα κισσώσας ἐμόν;

206

{Τε.} οὐ γὰρ διήιρηχ' ὁ θεὸς οὔτε τὸν νέον

207

εἰ χρὴ χορεύειν οὔτε τὸν γεραίτερον,

208

ἀλλ' ἐξ ἁπάντων βούλεται τιμὰς ἔχειν

209

κοινάς, διαριθμῶν δ' οὐδέν' αὔξεσθαι θέλει.

210

{Κα.} ἐπεὶ σὺ φέγγος, Τειρεσία, τόδ' οὐχ ὁρᾶις,

211

ἐγὼ προφήτης σοι λόγων γενήσομαι.

212

Πενθεὺς πρὸς οἴκους ὅδε διὰ σπουδῆς περᾶι,

213

Ἐχίονος παῖς, ὧι κράτος δίδωμι γῆς.

214

ὡς ἐπτόηται· τί ποτ' ἐρεῖ νεώτερον;

215

{ΠΕΝΘΕΥΣ} ἔκδημος ὢν μὲν τῆσδ' ἐτύγχανον χθονός,

216

κλύω δὲ νεοχμὰ τήνδ' ἀνὰ πτόλιν κακά,

217

γυναῖκας ἡμῖν δώματ' ἐκλελοιπέναι

218

πλασταῖσι βακχείαισιν, ἐν δὲ δασκίοις

219

ὄρεσι θοάζειν, τὸν νεωστὶ δαίμονα

220

Διόνυσον, ὅστις ἔστι, τιμώσας χοροῖς,

221

πλήρεις δὲ θιάσοις ἐν μέσοισιν ἱστάναι

222

κρατῆρας, ἄλλην δ' ἄλλος' εἰς ἐρημίαν

223

πτώσσουσαν εὐναῖς ἀρσένων ὑπηρετεῖν,

224

πρόφασιν μὲν ὡς δὴ μαινάδας θυοσκόους,

225

τὴν δ' Ἀφροδίτην πρόσθ' ἄγειν τοῦ Βακχίου.

226

ὅσας μὲν οὖν εἴληφα, δεσμίους χέρας

227

σώιζουσι πανδήμοισι πρόσπολοι στέγαις·

228

ὅσαι δ' ἄπεισιν, ἐξ ὄρους θηράσομαι,

229

[Ἰνώ τ' Ἀγαυήν θ', ἥ μ' ἔτικτ' Ἐχίονι,

230

Ἀκταίονός τε μητέρ', Αὐτονόην λέγω,]

231

καί σφας σιδηραῖς ἁρμόσας ἐν ἄρκυσιν

232

παύσω κακούργου τῆσδε βακχείας τάχα.

233

λέγουσι δ' ὥς τις εἰσελήλυθε ξένος,

234

γόης ἐπωιδὸς Λυδίας ἀπὸ χθονός,

235

ξανθοῖσι βοστρύχοισιν εὔοσμος κόμην,

236

οἰνωπός, ὄσσοις χάριτας Ἀφροδίτης ἔχων,

237

ὃς ἡμέρας τε κεὐφρόνας συγγίγνεται

238

τελετὰς προτείνων εὐίους νεάνισιν.

239

εἰ δ' αὐτὸν εἴσω τῆσδε λήψομαι χθονός,

240

παύσω κτυποῦντα θύρσον ἀνασείοντά τε

241

κόμας, τράχηλον σώματος χωρὶς τεμών.

242

ἐκεῖνος εἶναί φησι Διόνυσον θεόν,

243

ἐκεῖνος ἐν μηρῶι ποτ' ἐρράφθαι Διός·

244

ὃς ἐκπυροῦται λαμπάσιν κεραυνίαις

245

σὺν μητρί, Δίους ὅτι γάμους ἐψεύσατο.

246

ταῦτ' οὐχὶ δεινὰ κἀγχόνης ἔστ' ἄξια,

247

ὕβρεις ὑβρίζειν, ὅστις ἔστιν ὁ ξένος;

248

ἀτὰρ τόδ' ἄλλο θαῦμα· τὸν τερασκόπον

249

ἐν ποικίλαισι νεβρίσι Τειρεσίαν ὁρῶ

250

πατέρα τε μητρὸς τῆς ἐμῆς, πολὺν γέλων,

251

νάρθηκι βακχεύοντ'· ἀναίνομαι, πάτερ,

252

τὸ γῆρας ὑμῶν εἰσορῶν νοῦν οὐκ ἔχον.

253

οὐκ ἀποτινάξεις κισσόν; οὐκ ἐλευθέραν

254

θύρσου μεθήσεις χεῖρ', ἐμῆς μητρὸς πάτερ;

255

σὺ ταῦτ' ἔπεισας, Τειρεσία· τόνδ' αὖ θέλεις

256

τὸν δαίμον' ἀνθρώποισιν ἐσφέρων νέον

257

σκοπεῖν πτερωτὰ κἀμπύρων μισθοὺς φέρειν.

258

εἰ μή σε γῆρας πολιὸν ἐξερρύετο,

259

καθῆς' ἂν ἐν βάκχαισι δέσμιος μέσαις,

260

τελετὰς πονηρὰς εἰσάγων· γυναιξὶ γὰρ

261

ὅπου βότρυος ἐν δαιτὶ γίγνεται γάνος,

262

οὐχ ὑγιὲς οὐδὲν ἔτι λέγω τῶν ὀργίων.

263

{Χο.} τῆς δυσσεβείας. ὦ ξέν', οὐκ αἰδῆι θεοὺς

264

Κάδμον τε τὸν σπείραντα γηγενῆ στάχυν,

265

Ἐχίονος δ' ὢν παῖς καταισχυνεῖς γένος;

266

{Τε.} ὅταν λάβηι τις τῶν λόγων ἀνὴρ σοφὸς

267

καλὰς ἀφορμάς, οὐ μέγ' ἔργον εὖ λέγειν·

268

σὺ δ' εὔτροχον μὲν γλῶσσαν ὡς φρονῶν ἔχεις,

269

ἐν τοῖς λόγοισι δ' οὐκ ἔνεισί σοι φρένες.

270

θράσει δὲ δυνατὸς καὶ λέγειν οἷός τ' ἀνὴρ

271

κακὸς πολίτης γίγνεται νοῦν οὐκ ἔχων.

272

οὗτος δ' ὁ δαίμων ὁ νέος, ὃν σὺ διαγελᾶις,

273

οὐκ ἂν δυναίμην μέγεθος ἐξειπεῖν ὅσος

274

καθ' Ἑλλάδ' ἔσται. δύο γάρ, ὦ νεανία,

275

τὰ πρῶτ' ἐν ἀνθρώποισι· Δημήτηρ θεά—

276

Γῆ δ' ἐστίν, ὄνομα δ' ὁπότερον βούληι κάλει·

277

αὕτη μὲν ἐν ξηροῖσιν ἐκτρέφει βροτούς·

278

ὃς δ' ἦλθ' ἔπειτ', ἀντίπαλον ὁ Σεμέλης γόνος

279

βότρυος ὑγρὸν πῶμ' ηὗρε κἀσηνέγκατο

280

θνητοῖς, ὃ παύει τοὺς ταλαιπώρους βροτοὺς

281

λύπης, ὅταν πλησθῶσιν ἀμπέλου ῥοῆς,

282

ὕπνον τε λήθην τῶν καθ' ἡμέραν κακῶν

283

δίδωσιν, οὐδ' ἔστ' ἄλλο φάρμακον πόνων.

284

οὗτος θεοῖσι σπένδεται θεὸς γεγώς,

285

ὥστε διὰ τοῦτον τἀγάθ' ἀνθρώπους ἔχειν.

286

καὶ διαγελᾶις νιν ὡς ἐνερράφη Διὸς

287

μηρῶι; διδάξω ς' ὡς καλῶς ἔχει τόδε.

288

ἐπεί νιν ἥρπας' ἐκ πυρὸς κεραυνίου

289

Ζεύς, ἐς δ' Ὄλυμπον βρέφος ἀνήγαγεν νέον,

290

Ἥρα νιν ἤθελ' ἐκβαλεῖν ἀπ' οὐρανοῦ,

291

Ζεὺς δ' ἀντεμηχανήσαθ' οἷα δὴ θεός·

292

ῥήξας μέρος τι τοῦ χθόν' ἐγκυκλουμένου

293

αἰθέρος, ἔδωκε τόνδ' ὅμηρον, ἐκτιθεὶς

294

Διόνυσον Ἥρας νεικέων· χρόνωι δέ νιν

295

βροτοὶ ῥαφῆναί φασιν ἐν μηρῶι Διός,

296

ὄνομα μεταστήσαντες, ὅτι θεᾶι θεὸς

297

Ἥραι ποθ' ὡμήρευσε, συνθέντες λόγον.

298

μάντις δ' ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμον

299

καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει·

300

ὅταν γὰρ ὁ θεὸς ἐς τὸ σῶμ' ἔλθηι πολύς,

301

λέγειν τὸ μέλλον τοὺς μεμηνότας ποιεῖ.

302

Ἄρεώς τε μοῖραν μεταλαβὼν ἔχει τινά·

303

στρατὸν γὰρ ἐν ὅπλοις ὄντα κἀπὶ τάξεσιν

304

φόβος διεπτόησε πρὶν λόγχης θιγεῖν·

305

μανία δὲ καὶ τοῦτ' ἐστὶ Διονύσου πάρα.

306

ἔτ' αὐτὸν ὄψηι κἀπὶ Δελφίσιν πέτραις

307

πηδῶντα σὺν πεύκαισι δικόρυφον πλάκα,

308

πάλλοντα καὶ σείοντα βακχεῖον κλάδον,

309

μέγαν τ' ἀν' Ἑλλάδ'. ἀλλ' ἐμοί, Πενθεῦ, πιθοῦ·

310

μὴ τὸ κράτος αὔχει δύναμιν ἀνθρώποις ἔχειν,

311

μηδ', ἢν δοκῆις μέν, ἡ δὲ δόξα σου νοσῆι,

312

φρονεῖν δόκει τι· τὸν θεὸν δ' ἐς γῆν δέχου

313

καὶ σπένδε καὶ βάκχευε καὶ στέφου κάρα.

314

οὐχ ὁ Διόνυσος σωφρονεῖν ἀναγκάσει

315

γυναῖκας ἐς τὴν Κύπριν, ἀλλ' ἐν τῆι φύσει

316

[τὸ σωφρονεῖν ἔνεστιν εἰς τὰ πάντ' ἀεί]

317

τοῦτο· σκοπεῖν χρή· καὶ γὰρ ἐν βακχεύμασιν

318

οὖς' ἥ γε σώφρων οὐ διαφθαρήσεται.

319

ὁρᾶις; σὺ χαίρεις, ὅταν ἐφεστῶσιν πύλαις

320

πολλοί, τὸ Πενθέως δ' ὄνομα μεγαλύνηι πόλις·

321

κἀκεῖνος, οἶμαι, τέρπεται τιμώμενος.

322

ἐγὼ μὲν οὖν καὶ Κάδμος, ὃν σὺ διαγελᾶις,

323

κισσῶι τ' ἐρεψόμεσθα καὶ χορεύσομεν,

324

πολιὰ ξυνωρίς, ἀλλ' ὅμως χορευτέον,

325

κοὐ θεομαχήσω σῶν λόγων πεισθεὶς ὕπο.

326

μαίνηι γὰρ ὡς ἄλγιστα, κοὔτε φαρμάκοις

327

ἄκη λάβοις ἂν οὔτ' ἄνευ τούτων νόσου.

328

{Χο.} ὦ πρέσβυ, Φοῖβόν τ' οὐ καταισχύνεις λόγοις,

329

τιμῶν τε Βρόμιον σωφρονεῖς, μέγαν θεόν.

330

{Κα.} ὦ παῖ, καλῶς σοι Τειρεσίας παρήινεσεν.

331

οἴκει μεθ' ἡμῶν, μὴ θύραζε τῶν νόμων·

332

νῦν γὰρ πέτηι τε καὶ φρονῶν οὐδὲν φρονεῖς.

333

κεἰ μὴ γὰρ ἔστιν ὁ θεὸς οὗτος, ὡς σὺ φήις,

334

παρὰ σοὶ λεγέσθω· καὶ καταψεύδου καλῶς

335

ὡς ἔστι Σεμέλης, ἵνα δοκῆι θεὸν τεκεῖν

336

ἡμῖν τε τιμὴ παντὶ τῶι γένει προσῆι.

337

ὁρᾶις τὸν Ἀκταίωνος ἄθλιον μόρον,

338

ὃν ὠμόσιτοι σκύλακες ἃς ἐθρέψατο

339

διεσπάσαντο, κρείσσον' ἐν κυναγίαις

340

Ἀρτέμιδος εἶναι κομπάσαντ' ἐν ὀργάσιν.

341

ὃ μὴ πάθηις σύ· δεῦρό σου στέψω κάρα

342

κισσῶι· μεθ' ἡμῶν τῶι θεῶι τιμὴν δίδου.

343

{Πε.} οὐ μὴ προσοίσεις χεῖρα, βακχεύσεις δ' ἰών,

344

μηδ' ἐξομόρξηι μωρίαν τὴν σὴν ἐμοί;

345

τῆς σῆς 〈δ'〉 ἀνοίας τόνδε τὸν διδάσκαλον

346

δίκην μέτειμι. στειχέτω τις ὡς τάχος,

347

ἐλθὼν δὲ θάκους τοῦδ' ἵν' οἰωνοσκοπεῖ

348

μοχλοῖς τριαίνου κἀνάτρεψον ἔμπαλιν,

349

ἄνω κάτω τὰ πάντα συγχέας ὁμοῦ,

350

καὶ στέμματ' ἀνέμοις καὶ θυέλλαισιν μέθες·

351

μάλιστα γάρ νιν δήξομαι δράσας τάδε.

352

οἱ δ' ἀνὰ πόλιν στείχοντες ἐξιχνεύσατε

353

τὸν θηλύμορφον ξένον, ὃς ἐσφέρει νόσον

354

καινὴν γυναιξὶ καὶ λέχη λυμαίνεται.

355

κἄνπερ λάβητε, δέσμιον πορεύσατε

356

δεῦρ' αὐτόν, ὡς ἂν λευσίμου δίκης τυχὼν

357

θάνηι, πικρὰν βάκχευσιν ἐν Θήβαις ἰδών.

358

{Τε.} ὦ σχέτλι', ὡς οὐκ οἶσθα ποῦ ποτ' εἶ λόγων·

359

μέμηνας ἤδη, καὶ πρὶν ἐξεστὼς φρενῶν.

360

στείχωμεν ἡμεῖς, Κάδμε, κἀξαιτώμεθα

361

ὑπέρ τε τούτου καίπερ ὄντος ἀγρίου

362

ὑπέρ τε πόλεως τὸν θεὸν μηδὲν νέον

363

δρᾶν. ἀλλ' ἕπου μοι κισσίνου βάκτρου μέτα,

364

πειρῶ δ' ἀνορθοῦν σῶμ' ἐμόν, κἀγὼ τὸ σόν.

365

γέροντε δ' αἰσχρὸν δύο πεσεῖν· ἴτω δ' ὅμως·

366

τῶι Βακχίωι γὰρ τῶι Διὸς δουλευτέον.

367

Πενθεὺς δ' ὅπως μὴ πένθος εἰσοίσει δόμοις

368

τοῖς σοῖσι, Κάδμε· μαντικῆι μὲν οὐ λέγω,

369

τοῖς πράγμασιν δέ· μῶρα γὰρ μῶρος λέγει.

370

{Χο.} Ὁσία πότνα θεῶν,

371

Ὁσία δ' ἃ κατὰ γᾶν

372

χρυσέαι πτέρυγι φέρηι,

373

τάδε Πενθέως ἀίεις;

374

ἀίεις οὐχ ὁσίαν

375

ὕβριν ἐς τὸν Βρόμιον, τὸν

376

Σεμέλας, τὸν παρὰ καλλι-

377

στεφάνοις εὐφροσύναις δαί-

378

μονα πρῶτον μακάρων; ὃς τάδ' ἔχει,

379

θιασεύειν τε χοροῖς

380

μετά τ' αὐλοῦ γελάσαι

381

ἀποπαῦσαί τε μερίμνας,

382

ὁπόταν βότρυος ἔλθηι

383

γάνος ἐν δαιτὶ θεῶν, κισ-

384

σοφόροις δ' ἐν θαλίαις ἀν-

385

δράσι κρατὴρ ὕπνον ἀμφιβάλληι.

386

ἀχαλίνων στομάτων

387

ἀνόμου τ' ἀφροσύνας

388

τὸ τέλος δυστυχία·

389

ὁ δὲ τᾶς ἡσυχίας

390

βίοτος καὶ τὸ φρονεῖν

391

ἀσάλευτόν τε μένει καὶ

392

ξυνέχει δώματα· πόρσω

393

γὰρ ὅμως αἰθέρα ναίον-

394

τες ὁρῶσιν τὰ βροτῶν οὐρανίδαι.

395

τὸ σοφὸν δ' οὐ σοφία,

396

τό τε μὴ θνατὰ φρονεῖν

397

βραχὺς αἰών· ἐπὶ τούτωι

398

δὲ τίς ἂν μεγάλα διώκων

399

τὰ παρόντ' οὐχὶ φέροι; μαι-

400

νομένων οἵδε τρόποι καὶ

401

κακοβούλων παρ' ἔμοιγε φωτῶν.

402

ἱκοίμαν ποτὶ Κύπρον,

403

νᾶσον τᾶς Ἀφροδίτας,

404

ἵν' οἱ θελξίφρονες νέμον-

405

ται θνατοῖσιν Ἔρωτες

406

Πάφον, τὰν ἑκατόστομοι

407

βαρβάρου ποταμοῦ ῥοαὶ

408

καρπίζουσιν ἄνομβροι,

409

οὗ θ' ἁ καλλιστευομένα

410

Πιερία, μούσειος ἕδρα,

411

σεμνὰ κλειτὺς Ὀλύμπου·

412

ἐκεῖς' ἄγε με, Βρόμιε Βρόμιε,

413

πρόβακχ' εὔιε δαῖμον.

414-415

ἐκεῖ Χάριτες, ἐκεῖ δὲ Πόθος, ἐκεῖ δὲ βάκ-

416

χαις θέμις ὀργιάζειν.

417

ὁ δαίμων ὁ Διὸς παῖς

418

χαίρει μὲν θαλίαισιν,

419

φιλεῖ δ' ὀλβοδότειραν Εἰ-

420

ρήναν, κουροτρόφον θεάν.

421

ἴσαν δ' ἔς τε τὸν ὄλβιον

422

τόν τε χείρονα δῶκ' ἔχειν

423

οἴνου τέρψιν ἄλυπον·

424

μισεῖ δ' ὧι μὴ ταῦτα μέλει,

425

κατὰ φάος νύκτας τε φίλας

426

εὐαίωνα διαζῆν,

427-428

†σοφὰν δ' ἀπέχειν πραπίδα φρένα τε

429

περισσῶν παρὰ φωτῶν†.

430

τὸ πλῆθος ὅτι τὸ φαυλότερον ἐνόμισε χρῆ-

433

ταί τε, τόδ' ἂν δεχοίμαν.

434

{ΘΕΡΑΠΩΝ} Πενθεῦ, πάρεσμεν τήνδ' ἄγραν ἠγρευκότες

435

ἐφ' ἣν ἔπεμψας, οὐδ' ἄκρανθ' ὡρμήσαμεν.

436

ὁ θὴρ δ' ὅδ' ἡμῖν πρᾶος οὐδ' ὑπέσπασεν

437

φυγῆι πόδ', ἀλλ' ἔδωκεν οὐκ ἄκων χέρας,

438

οὐκ ὠχρός, οὐδ' ἤλλαξεν οἰνωπὸν γένυν,

439

γελῶν δὲ καὶ δεῖν κἀπάγειν ἐφίετο

440

ἔμενέ τε, τοὐμὸν εὐτρεπὲς ποιούμενος.

441

κἀγὼ δι' αἰδοῦς εἶπον· Ὦ ξέν', οὐχ ἑκὼν

442

ἄγω σε, Πενθέως δ' ὅς μ' ἔπεμψ' ἐπιστολαῖς.

443

ἃς δ' αὖ σὺ βάκχας εἷρξας, ἃς συνήρπασας

444

κἄδησας ἐν δεσμοῖσι πανδήμου στέγης,

445

φροῦδαί γ' ἐκεῖναι λελυμέναι πρὸς ὀργάδας

446

σκιρτῶσι Βρόμιον ἀνακαλούμεναι θεόν·

447

αὐτόματα δ' αὐταῖς δεσμὰ διελύθη ποδῶν

448

κλῆιδές τ' ἀνῆκαν θύρετρ' ἄνευ θνητῆς χερός.

449

πολλῶν δ' ὅδ' ἁνὴρ θαυμάτων ἥκει πλέως

450

ἐς τάσδε Θήβας. σοὶ δὲ τἄλλα χρὴ μέλειν.

451

{Πε.} μέθεσθε χειρῶν τοῦδ'· ἐν ἄρκυσιν γὰρ ὢν

452

οὐκ ἔστιν οὕτως ὠκὺς ὥστε μ' ἐκφυγεῖν.

453

ἀτὰρ τὸ μὲν σῶμ' οὐκ ἄμορφος εἶ, ξένε,

454

ὡς ἐς γυναῖκας, ἐφ' ὅπερ ἐς Θήβας πάρει·

455

πλόκαμός τε γάρ σου ταναὸς οὐ πάλης ὕπο,

456

γένυν παρ' αὐτὴν κεχυμένος, πόθου πλέως·

457

λευκὴν δὲ χροιὰν ἐκ παρασκευῆς ἔχεις,

458

οὐχ ἡλίου βολαῖσιν ἀλλ' ὑπὸ σκιᾶς

459

τὴν Ἀφροδίτην καλλονῆι θηρώμενος.

460

πρῶτον μὲν οὖν μοι λέξον ὅστις εἶ γένος.

461

{Δι.} οὐκ ὄκνος οὐδείς, ῥάιδιον δ' εἰπεῖν τόδε.

462

τὸν ἀνθεμώδη Τμῶλον οἶσθά που κλύων.

463

{Πε.} οἶδ', ὃς τὸ Σάρδεων ἄστυ περιβάλλει κύκλωι.

464

{Δι.} ἐντεῦθέν εἰμι, Λυδία δέ μοι πατρίς.

465

{Πε.} πόθεν δὲ τελετὰς τάσδ' ἄγεις ἐς Ἑλλάδα;

466

{Δι.} Διόνυσος αὐτός μ' εἰσέβης', ὁ τοῦ Διός.

467

{Πε.} Ζεὺς δ' ἔστ' ἐκεῖ τις ὃς νέους τίκτει θεούς;

468

{Δι.} οὔκ, ἀλλ' ὁ Σεμέλην ἐνθάδε ζεύξας γάμοις.

469

{Πε.} πότερα δὲ νύκτωρ ς' ἢ κατ' ὄμμ' ἠνάγκασεν;

470

{Δι.} ὁρῶν ὁρῶντα, καὶ δίδωσιν ὄργια.

471

{Πε.} τὰ δ' ὄργι' ἐστὶ τίν' ἰδέαν ἔχοντά σοι;

472

{Δι.} ἄρρητ' ἀβακχεύτοισιν εἰδέναι βροτῶν.

473

{Πε.} ἔχει δ' ὄνησιν τοῖσι θύουσιν τίνα;

474

{Δι.} οὐ θέμις ἀκοῦσαί ς', ἔστι δ' ἄξι' εἰδέναι.

475

{Πε.} εὖ τοῦτ' ἐκιβδήλευσας, ἵν' ἀκοῦσαι θέλω.

476

{Δι.} ἀσέβειαν ἀσκοῦντ' ὄργι' ἐχθαίρει θεοῦ.

477

{Πε.} ὁ θεός, ὁρᾶν γὰρ φὴις σαφῶς, ποῖός τις ἦν;

478

{Δι.} ὁποῖος ἤθελ'· οὐκ ἐγὼ 'τασσον τόδε.

479

{Πε.} τοῦτ' αὖ παρωχέτευσας, εὖ γ' οὐδὲν λέγων.

480

{Δι.} δόξει τις ἀμαθεῖ σοφὰ λέγων οὐκ εὖ φρονεῖν.

481

{Πε.} ἦλθες δὲ πρῶτα δεῦρ' ἄγων τὸν δαίμονα;

482

{Δι.} πᾶς ἀναχορεύει βαρβάρων τάδ' ὄργια.

483

{Πε.} φρονοῦσι γὰρ κάκιον Ἑλλήνων πολύ.

484

{Δι.} τάδ' εὖ γε μᾶλλον· οἱ νόμοι δὲ διάφοροι.

485

{Πε.} τὰ δ' ἱερὰ νύκτωρ ἢ μεθ' ἡμέραν τελεῖς;

486

{Δι.} νύκτωρ τὰ πολλά· σεμνότητ' ἔχει σκότος.

487

{Πε.} τοῦτ' ἐς γυναῖκας δόλιόν ἐστι καὶ σαθρόν.

488

{Δι.} κἀν ἡμέραι τό γ' αἰσχρὸν ἐξεύροι τις ἄν.

489

{Πε.} δίκην σε δοῦναι δεῖ σοφισμάτων κακῶν.

490

{Δι.} σὲ δ' ἀμαθίας γε κἀσεβοῦντ' ἐς τὸν θεόν.

491

{Πε.} ὡς θρασὺς ὁ βάκχος κοὐκ ἀγύμναστος λόγων.

492

{Δι.} εἴφ' ὅτι παθεῖν δεῖ· τί με τὸ δεινὸν ἐργάσηι;

493

{Πε.} πρῶτον μὲν ἁβρὸν βόστρυχον τεμῶ σέθεν.

494

{Δι.} ἱερὸς ὁ πλόκαμος· τῶι θεῶι δ' αὐτὸν τρέφω.

495

{Πε.} ἔπειτα θύρσον τόνδε παράδος ἐκ χεροῖν.

496

{Δι.} αὐτός μ' ἀφαιροῦ· τόνδε Διονύσωι φορῶ.

497

{Πε.} εἱρκταῖσί τ' ἔνδον σῶμα σὸν φυλάξομεν.

498

{Δι.} λύσει μ' ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω.

499

{Πε.} ὅταν γε καλέσηις αὐτὸν ἐν βάκχαις σταθείς.

500

{Δι.} καὶ νῦν ἃ πάσχω πλησίον παρὼν ὁρᾶι.

501

{Πε.} καὶ ποῦ 'στιν; οὐ γὰρ φανερὸς ὄμμασίν γ' ἐμοῖς.

502

{Δι.} παρ' ἐμοί· σὺ δ' ἀσεβὴς αὐτὸς ὢν οὐκ εἰσορᾶις.

503

{Πε.} λάζυσθε· καταφρονεῖ με καὶ Θήβας ὅδε.

504

{Δι.} αὐδῶ με μὴ δεῖν, σωφρονῶν οὐ σώφροσιν.

505

{Πε.} ἐγὼ δὲ δεῖν γε, κυριώτερος σέθεν.

506

{Δι.} οὐκ οἶσθ' †ὅτι ζῆς† οὐδ' ὃ δρᾶις οὐδ' ὅστις εἶ.

507

{Πε.} Πενθεύς, Ἀγαυῆς παῖς, πατρὸς δ' Ἐχίονος.

508

{Δι.} ἐνδυστυχῆσαι τοὔνομ' ἐπιτήδειος εἶ.

509

{Πε.} χώρει· καθείρξατ' αὐτὸν ἱππικαῖς πέλας

510

φάτναισιν, ὡς ἂν σκότιον εἰσορᾶι κνέφας.

511

ἐκεῖ χόρευε· τάσδε δ' ἃς ἄγων πάρει

512

κακῶν συνεργοὺς ἢ διεμπολήσομεν

513

ἢ χεῖρα δούπου τοῦδε καὶ βύρσης κτύπου

514

παύσας ἐφ' ἱστοῖς δμωίδας κεκτήσομαι.

515

{Δι.} στείχοιμ' ἄν· ὅτι γὰρ μὴ χρεὼν οὔτοι χρεὼν

516

παθεῖν. ἀτάρ τοι τῶνδ' ἄποιν' ὑβρισμάτων

517

μέτεισι Διόνυσός ς', ὃν οὐκ εἶναι λέγεις·

518

ἡμᾶς γὰρ ἀδικῶν κεῖνον ἐς δεσμοὺς ἄγεις.

519

{Χο.} Ἀχελώιου θύγατερ,

520

πότνι' εὐπάρθενε Δίρκα,

521

σὺ γὰρ ἐν σαῖς ποτε παγαῖς

522

τὸ Διὸς βρέφος ἔλαβες,

523

ὅτε μηρῶι πυρὸς ἐξ ἀθανάτου Ζεὺς

524-525

ὁ τεκὼν ἥρπασέ νιν, τάδ' ἀναβοάσας·

526

Ἴθι, Διθύραμβ', ἐμὰν ἄρ-

527

σενα τάνδε βᾶθι νηδύν·

528

ἀναφαίνω σε τόδ', ὦ Βάκ-

529

χιε, Θήβαις ὀνομάζειν.

530

σὺ δέ μ', ὦ μάκαιρα Δίρκα,

531

στεφανηφόρους ἀπωθῆι

532

θιάσους ἔχουσαν ἐν σοί.

533

τί μ' ἀναίνηι; τί με φεύγεις;

534

ἔτι ναὶ τὰν βοτρυώδη

535

Διονύσου χάριν οἴνας

536

ἔτι σοι τοῦ Βρομίου μελήσει.

537

[οἵαν οἵαν ὀργὰν]

538

ἀναφαίνει χθόνιον

539

γένος ἐκφύς γε δράκοντός

540

ποτε Πενθεύς, ὃν Ἐχίων

541

ἐφύτευσε χθόνιος,

542

ἀγριωπὸν τέρας, οὐ φῶτα βρότειον,

543-544

φόνιον δ' ὥστε γίγαντ' ἀντίπαλον θεοῖς·

545

ὃς ἔμ' ἐν βρόχοισι τὰν τοῦ

546

Βρομίου τάχα ξυνάψει,

547

τὸν ἐμὸν δ' ἐντὸς ἔχει δώ-

548

ματος ἤδη θιασώταν

549

σκοτίαισι κρυπτὸν εἱρκταῖς.

550

ἐσορᾶις τάδ', ὦ Διὸς παῖ

551

Διόνυσε, σοὺς προφήτας

552

ἐν ἁμίλλαισιν ἀνάγκας;

553

μόλε, χρυσῶπα τινάσσων,

554

ἄνα, θύρσον κατ' Ὀλύμπου,

555

φονίου δ' ἀνδρὸς ὕβριν κατάσχες.

556

πόθι Νύσας ἄρα τᾶς θη-

557

ροτρόφου θυρσοφορεῖς

558

θιάσους, ὦ Διόνυς', ἢ

559

κορυφαῖς Κωρυκίαις;

560

τάχα δ' ἐν ταῖς πολυδένδροισιν Ὀλύμπου

561-562

θαλάμαις, ἔνθα ποτ' Ὀρφεὺς κιθαρίζων

563

σύναγεν δένδρεα μούσαις,

564

σύναγεν θῆρας ἀγρώστας.

565

μάκαρ ὦ Πιερία,

566

σέβεταί ς' Εὔιος, ἥξει

567

τε χορεύσων ἅμα βακχεύ-

568

μασι, τόν τ' ὠκυρόαν

569

διαβὰς Ἀξιὸν εἱλισ-

570

σομένας μαινάδας ἄξει

571-572

Λυδίαν τε τὸν εὐδαιμονίας βροτοῖς

573

ὀλβοδόταν πατέρ', ὃν ἔκλυον

574

εὔιππον χώραν ὕδασιν

575

καλλίστοισι λιπαίνειν.

576

{Δι.} ἰώ, κλύετ' ἐμᾶς κλύετ' αὐδᾶς,

577

ἰὼ βάκχαι, ἰὼ βάκχαι.

578

{Χο.} τίς ὅδε, τίς πόθεν ὁ κέλαδος

579

ἀνά μ' ἐκάλεσεν Εὐίου;

580

{Δι.} ἰὼ ἰώ, πάλιν αὐδῶ,

581

ὁ Σεμέλας, ὁ Διὸς παῖς.

582

{Χο.} ἰὼ ἰώ, δέσποτα δέσποτα,

583

μόλε νυν ἁμέτερον ἐς

584

θίασον, ὦ Βρόμιε Βρόμιε.

585

{Δι.} 〈σεῖε〉 πέδον χθονός, Ἔννοσι πότνια.

586

{Χο.} ἆ ἆ,

587

τάχα τὰ Πενθέως μέλαθρα διατι-

588

νάξεται πεσήμασιν.

589

ὁ Διόνυσος ἀνὰ μέλαθρα·

590

σέβετέ νιν. —σέβομεν ὤ.

591

{—} εἴδετε λάϊνα κίοσιν ἔμβολα

592

τάδε διάδρομα; Βρόμιος 〈ὅδ'〉 ἀλα-

593

λάζεται στέγας ἔσω.

594

{Δι.} ἅπτε κεραύνιον αἴθοπα λαμπάδα,

595

σύμφλεγε σύμφλεγε δώματα Πενθέος.

596

{Χο.} ἆ ἆ, πῦρ οὐ λεύσσεις, οὐδ' αὐγάζηι

597

〈τόνδε〉 Σεμέλας ἱερὸν ἀμφὶ τάφον

598

ἅν ποτε κεραυνοβόλος ἔλιπε φλόγα

599

Δῖος βροντά;

600

δίκετε πεδόσε δίκετε τρομερὰ

601

σώματα, μαινάδες·

602

ὁ γὰρ ἄναξ ἄνω κάτω τιθεὶς ἔπεισι

603

μέλαθρα τάδε Διὸς γόνος.

604

{Δι.} βάρβαροι γυναῖκες, οὕτως ἐκπεπληγμέναι φόβωι

605

πρὸς πέδωι πεπτώκατ'; ἤισθεσθ', ὡς ἔοικε, Βακχίου

606

διατινάξαντος †δῶμα Πενθέως· ἀλλ' ἐξανίστατε†

607

σῶμα καὶ θαρσεῖτε σαρκὸς ἐξαμείψασαι τρόμον.

608

{Χο.} ὦ φάος μέγιστον ἡμῖν εὐίου βακχεύματος,

609

ὡς ἐσεῖδον ἀσμένη σε, μονάδ' ἔχους' ἐρημίαν.

610

{Δι.} εἰς ἀθυμίαν ἀφίκεσθ', ἡνίκ' εἰσεπεμπόμην,

611

Πενθέως ὡς ἐς σκοτεινὰς ὁρκανὰς πεσούμενος;

612

{Χο.} πῶς γὰρ οὔ; τίς μοι φύλαξ ἦν, εἰ σὺ συμφορᾶς τύχοις;

613

ἀλλὰ πῶς ἠλευθερώθης, ἀνδρὸς ἀνοσίου τυχών;

614

{Δι.} αὐτὸς ἐξέσως' ἐμαυτὸν ῥαιδίως ἄνευ πόνου.

615

{Χο.} οὐδέ σου συνῆψε χεῖρας δεσμίοισιν ἐν βρόχοις;

616

{Δι.} ταῦτα καὶ καθύβρις' αὐτόν, ὅτι με δεσμεύειν δοκῶν

617

οὔτ' ἔθιγεν οὔθ' ἥψαθ' ἡμῶν, ἐλπίσιν δ' ἐβόσκετο.

618

πρὸς φάτναις δὲ ταῦρον εὑρών, οὗ καθεῖρξ' ἡμᾶς ἄγων,

619

τῶιδε περὶ βρόχους ἔβαλλε γόνασι καὶ χηλαῖς ποδῶν,

620

θυμὸν ἐκπνέων, ἱδρῶτα σώματος στάζων ἄπο,

621

χείλεσιν διδοὺς ὀδόντας· πλησίον δ' ἐγὼ παρὼν

622

ἥσυχος θάσσων ἔλευσσον. ἐν δὲ τῶιδε τῶι χρόνωι

623

ἀνετίναξ' ἐλθὼν ὁ Βάκχος δῶμα καὶ μητρὸς τάφωι

624

πῦρ ἀνῆψ'· ὁ δ' ὡς ἐσεῖδε, δώματ' αἴθεσθαι δοκῶν,

625

ἦισς' ἐκεῖσε κἆιτ' ἐκεῖσε, δμωσὶν Ἀχελῶιον φέρειν

626

ἐννέπων, ἅπας δ' ἐν ἔργωι δοῦλος ἦν, μάτην πονῶν.

627

διαμεθεὶς δὲ τόνδε μόχθον, ὡς ἐμοῦ πεφευγότος

628

ἵεται ξίφος κελαινὸν ἁρπάσας δόμων ἔσω.

629

κἆιθ' ὁ Βρόμιος, ὡς ἔμοιγε φαίνεται, δόξαν λέγω,

630

φάσμ' ἐποίησεν κατ' αὐλήν· ὁ δ' ἐπὶ τοῦθ' ὡρμημένος

631

ἦισσε κἀκέντει φαεννὸν 〈αἰθέρ'〉, ὡς σφάζων ἐμέ.

632

πρὸς δὲ τοῖσδ' αὐτῶι τάδ' ἄλλα Βάκχιος λυμαίνεται·

633

δώματ' ἔρρηξεν χαμᾶζε, συντεθράνωται δ' ἅπαν

634

πικροτάτους ἰδόντι δεσμοὺς τοὺς ἐμούς· κόπου δ' ὕπο

635

διαμεθεὶς ξίφος παρεῖται· πρὸς θεὸν γὰρ ὢν ἀνὴρ

636

ἐς μάχην ἐλθεῖν ἐτόλμης'. ἥσυχος δ' ἐκβὰς ἐγὼ

637

δωμάτων ἥκω πρὸς ὑμᾶς, Πενθέως οὐ φροντίσας.

638

ὡς δέ μοι δοκεῖ (ψοφεῖ γοῦν ἀρβύλη δόμων ἔσω)

639

ἐς προνώπι' αὐτίχ' ἥξει. τί ποτ' ἄρ' ἐκ τούτων ἐρεῖ;

640

ῥαιδίως γὰρ αὐτὸν οἴσω, κἂν πνέων ἔλθηι μέγα·

641

πρὸς σοφοῦ γὰρ ἀνδρὸς ἀσκεῖν σώφρον' εὐοργησίαν.

642

{Πε.} πέπονθα δεινά· διαπέφευγέ μ' ὁ ξένος,

643

ὃς ἄρτι δεσμοῖς ἦν κατηναγκασμένος.

644

ἔα ἔα·

645

ὅδ' ἐστὶν ἁνήρ· τί τάδε; πῶς προνώπιος

646

φαίνηι πρὸς οἴκοις τοῖς ἐμοῖς, ἔξω βεβώς;

647

{Δι.} στῆσον πόδ', ὀργῆι δ' ὑπόθες ἥσυχον πόδα.

648

{Πε.} πόθεν σὺ δεσμὰ διαφυγὼν ἔξω περᾶις;

649

{Δι.} οὐκ εἶπον, ἢ οὐκ ἤκουσας, ὅτι λύσει μέ τις;

650

{Πε.} τίς; τοὺς λόγους γὰρ ἐσφέρεις καινοὺς ἀεί.

651

{Δι.} ὃς τὴν πολύβοτρυν ἄμπελον φύει βροτοῖς.

post 651

{〈Πε. 〉}

post 652

{Δι.} ὠνείδισας δὴ τοῦτο Διονύσωι καλόν.

post 653

{Πε.} κλήιειν κελεύω πάντα πύργον ἐν κύκλωι.

post 654

{Δι.} τί δ'; οὐχ ὑπερβαίνουσι καὶ τείχη θεοί;

post 655

{Πε.} σοφὸς σοφὸς σύ, πλὴν ἃ δεῖ ς' εἶναι σοφόν.

post 656

{Δι.} ἃ δεῖ μάλιστα, ταῦτ' ἔγωγ' ἔφυν σοφός.

post 657

κείνου δ' ἀκούσας πρῶτα τοὺς λόγους μάθε,

post 658

ὃς ἐξ ὄρους πάρεστιν ἀγγελῶν τί σοι.

post 659

ἡμεῖς δέ σοι μενοῦμεν, οὐ φευξούμεθα.

post 65:

{ΑΓΓΕΛΟΣ}

660

Πενθεῦ κρατύνων τῆσδε Θηβαίας χθονός,

661

ἥκω Κιθαιρῶν' ἐκλιπών, ἵν' οὔποτε

662

λευκῆς χιόνος ἀνεῖσαν εὐαγεῖς βολαί.

663

{Πε.} ἥκεις δὲ ποίαν προστιθεὶς σπουδὴν λόγου;

664

{Αγ.} βάκχας ποτνιάδας εἰσιδών, αἳ τῆσδε γῆς

665

οἴστροισι λευκὸν κῶλον ἐξηκόντισαν,

666

ἥκω φράσαι σοι καὶ πόλει χρήιζων, ἄναξ,

667

ὡς δεινὰ δρῶσι θαυμάτων τε κρείσσονα.

668

θέλω δ' ἀκοῦσαι πότερά σοι παρρησίαι

669

φράσω τὰ κεῖθεν ἢ λόγον στειλώμεθα·

670

τὸ γὰρ τάχος σου τῶν φρενῶν δέδοικ', ἄναξ,

671

καὶ τοὐξύθυμον καὶ τὸ βασιλικὸν λίαν.

672

{Πε.} λέγ', ὡς ἀθῶιος ἐξ ἐμοῦ πάντως ἔσηι·

673

[τοῖς γὰρ δικαίοις οὐχὶ θυμοῦσθαι χρεών.]

674

ὅσωι δ' ἂν εἴπηις δεινότερα βακχῶν πέρι,

675

τοσῶιδε μᾶλλον τὸν ὑποθέντα τὰς τέχνας

676

γυναιξὶ τόνδε τῆι δίκηι προσθήσομεν.

677

{Αγ.} ἀγελαῖα μὲν βοσκήματ' ἄρτι πρὸς λέπας

678

μόσχων ὑπεξήκριζον, ἡνίχ' ἥλιος

679

ἀκτῖνας ἐξίησι θερμαίνων χθόνα.

680

ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν,

681

ὧν ἦρχ' ἑνὸς μὲν Αὐτονόη, τοῦ δευτέρου

682

μήτηρ Ἀγαυὴ σή, τρίτου δ' Ἰνὼ χοροῦ.

683

ηὗδον δὲ πᾶσαι σώμασιν παρειμέναι,

684

αἱ μὲν πρὸς ἐλάτης νῶτ' ἐρείσασαι φόβην,

685

αἱ δ' ἐν δρυὸς φύλλοισι πρὸς πέδωι κάρα

686

εἰκῆι βαλοῦσαι σωφρόνως, οὐχ ὡς σὺ φὴις

687

ὠινωμένας κρατῆρι καὶ λωτοῦ ψόφωι

688

θηρᾶν καθ' ὕλην Κύπριν ἠρημωμένας.

689

ἡ σὴ δὲ μήτηρ ὠλόλυξεν ἐν μέσαις

690

σταθεῖσα βάκχαις ἐξ ὕπνου κινεῖν δέμας,

691

μυκήμαθ' ὡς ἤκουσε κεροφόρων βοῶν.

692

αἱ δ' ἀποβαλοῦσαι θαλερὸν ὀμμάτων ὕπνον

693

ἀνῆιξαν ὀρθαί, θαῦμ' ἰδεῖν εὐκοσμίας,

694

νέαι παλαιαὶ παρθένοι τ' ἔτ' ἄζυγες.

695

καὶ πρῶτα μὲν καθεῖσαν εἰς ὤμους κόμας

696

νεβρίδας τ' ἀνεστείλανθ' ὅσαισιν ἁμμάτων

697

σύνδεσμ' ἐλέλυτο, καὶ καταστίκτους δορὰς

698

ὄφεσι κατεζώσαντο λιχμῶσιν γένυν.

699

αἱ δ' ἀγκάλαισι δορκάδ' ἢ σκύμνους λύκων

700

ἀγρίους ἔχουσαι λευκὸν ἐδίδοσαν γάλα,

701

ὅσαις νεοτόκοις μαστὸς ἦν σπαργῶν ἔτι

702

βρέφη λιπούσαις· ἐπὶ δ' ἔθεντο κισσίνους

703

στεφάνους δρυός τε μίλακός τ' ἀνθεσφόρου.

704

θύρσον δέ τις λαβοῦς' ἔπαισεν ἐς πέτραν,

705

ὅθεν δροσώδης ὕδατος ἐκπηδᾶι νοτίς·

706

ἄλλη δὲ νάρθηκ' ἐς πέδον καθῆκε γῆς

707

καὶ τῆιδε κρήνην ἐξανῆκ' οἴνου θεός·

708

ὅσαις δὲ λευκοῦ πώματος πόθος παρῆν,

709

ἄκροισι δακτύλοισι διαμῶσαι χθόνα

710

γάλακτος ἑσμοὺς εἶχον· ἐκ δὲ κισσίνων

711

θύρσων γλυκεῖαι μέλιτος ἔσταζον ῥοαί.

712

ὥστ', εἰ παρῆσθα, τὸν θεὸν τὸν νῦν ψέγεις

713

εὐχαῖσιν ἂν μετῆλθες εἰσιδὼν τάδε.

714

ξυνήλθομεν δὲ βουκόλοι καὶ ποιμένες

715

κοινῶν λόγων δώσοντες ἀλλήλοις ἔριν

716

[ὡς δεινὰ δρῶσι θαυμάτων τ' ἐπάξια].

717

καί τις πλάνης κατ' ἄστυ καὶ τρίβων λόγων

718

ἔλεξεν εἰς ἅπαντας· Ὦ σεμνὰς πλάκας

719

ναίοντες ὀρέων, θέλετε θηρασώμεθα

720

Πενθέως Ἀγαυὴν μητέρ' ἐκ βακχευμάτων

721

χάριν τ' ἄνακτι θώμεθ'; εὖ δ' ἡμῖν λέγειν

722

ἔδοξε, θάμνων δ' ἐλλοχίζομεν φόβαις

723

κρύψαντες αὑτούς. αἱ δὲ τὴν τεταγμένην

724

ὥραν ἐκίνουν θύρσον ἐς βακχεύματα,

725

Ἴακχον ἀθρόωι στόματι τὸν Διὸς γόνον

726

Βρόμιον καλοῦσαι· πᾶν δὲ συνεβάκχευ' ὄρος

727

καὶ θῆρες, οὐδὲν δ' ἦν ἀκίνητον δρόμωι.

728

κυρεῖ δ' Ἀγαυὴ πλησίον θρώισκους' ἐμοῦ,

729

κἀγὼ 'ξεπήδης' ὡς συναρπάσαι θέλων,

730

λόχμην κενώσας ἔνθ' ἐκρύπτομεν δέμας.

731

ἡ δ' ἀνεβόησεν· Ὦ δρομάδες ἐμαὶ κύνες,

732

θηρώμεθ' ἀνδρῶν τῶνδ' ὕπ'· ἀλλ' ἕπεσθέ μοι,

733

ἕπεσθε θύρσοις διὰ χερῶν ὡπλισμέναι.

734

ἡμεῖς μὲν οὖν φεύγοντες ἐξηλύξαμεν

735

βακχῶν σπαραγμόν, αἱ δὲ νεμομέναις χλόην

736

μόσχοις ἐπῆλθον χειρὸς ἀσιδήρου μέτα.

737

καὶ τὴν μὲν ἂν προσεῖδες εὔθηλον πόριν

738

μυκωμένην ἕλκουσαν ἐν χεροῖν δίχα,

739

ἄλλαι δὲ δαμάλας διεφόρουν σπαράγμασιν.

740

εἶδες δ' ἂν ἢ πλεύρ' ἢ δίχηλον ἔμβασιν

741

ῥιπτόμεν' ἄνω τε καὶ κάτω· κρεμαστὰ δὲ

742

ἔσταζ' ὑπ' ἐλάταις ἀναπεφυρμέν' αἵματι.

743

ταῦροι δ' ὑβρισταὶ κἀς κέρας θυμούμενοι

744

τὸ πρόσθεν ἐσφάλλοντο πρὸς γαῖαν δέμας,

745

μυριάσι χειρῶν ἀγόμενοι νεανίδων·

746

θᾶσσον δὲ διεφοροῦντο σαρκὸς ἐνδυτὰ

747

ἢ σὲ ξυνάψαι βλέφαρα βασιλείοις κόραις.

748

χωροῦσι δ' ὥστ' ὄρνιθες ἀρθεῖσαι δρόμωι

749

πεδίων ὑποτάσεις αἳ παρ' Ἀσωποῦ ῥοαῖς

750

εὔκαρπον ἐκβάλλουσι Θηβαίοις στάχυν,

751

Ὑσιάς τ' Ἐρυθράς θ', αἳ Κιθαιρῶνος λέπας

752

νέρθεν κατωικήκασιν, ὥστε πολέμιοι

753

ἐπεσπεσοῦσαι πάντ' ἄνω τε καὶ κάτω

754

διέφερον· ἥρπαζον μὲν ἐκ δόμων τέκνα,

755

ὁπόσα δ' ἐπ' ὤμοις ἔθεσαν οὐ δεσμῶν ὕπο

756

προσείχετ' οὐδ' ἔπιπτεν [εἰς μέλαν πέδον,

757

οὐ χαλκός, οὐ σίδηρος], ἐπὶ δὲ βοστρύχοις

758

πῦρ ἔφερον, οὐδ' ἔκαιεν. οἱ δ' ὀργῆς ὕπο

759

ἐς ὅπλ' ἐχώρουν φερόμενοι βακχῶν ὕπο.

760

οὗπερ τὸ δεινὸν ἦν θέαμ' ἰδεῖν, ἄναξ·

761

τοῖς μὲν γὰρ οὐχ ἥιμασσε λογχωτὸν βέλος,

757a

οὐ χαλκός, οὐ σίδηρος 〈–×–⏑–〉,

762

κεῖναι δὲ θύρσους ἐξανιεῖσαι χερῶν

763

ἐτραυμάτιζον κἀπενώτιζον φυγῆι

764

γυναῖκες ἄνδρας οὐκ ἄνευ θεῶν τινος.

765

πάλιν δ' ἐχώρουν ὅθεν ἐκίνησαν πόδα

766

κρήνας ἐπ' αὐτὰς ἃς ἀνῆκ' αὐταῖς θεός,

767

νίψαντο δ' αἷμα, σταγόνα δ' ἐκ παρηίδων

768

γλώσσηι δράκοντες ἐξεφαίδρυνον χροός.

769

τὸν δαίμον' οὖν τόνδ', ὅστις ἔστ', ὦ δέσποτα,

770

δέχου πόλει τῆιδ'· ὡς τά τ' ἄλλ' ἐστὶν μέγας

771

κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω,

772

τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς.

773

οἴνου δὲ μηκέτ' ὄντος οὐκ ἔστιν Κύπρις

774

οὐδ' ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι.

775

{Χο.} ταρβῶ μὲν εἰπεῖν τοὺς λόγους ἐλευθέρους

776

πρὸς τὸν τύραννον, ἀλλ' ὅμως εἰρήσεται·

777

Διόνυσος ἥσσων οὐδενὸς θεῶν ἔφυ.

778

{Πε.} ἤδη τόδ' ἐγγὺς ὥστε πῦρ ὑφάπτεται

779

ὕβρισμα βακχῶν, ψόγος ἐς Ἕλληνας μέγας.

780

ἀλλ' οὐκ ὀκνεῖν δεῖ· στεῖχ' ἐπ' Ἠλέκτρας ἰὼν

781

πύλας· κέλευε πάντας ἀσπιδηφόρους

782

ἵππων τ' ἀπαντᾶν ταχυπόδων ἐπεμβάτας

783

πέλτας θ' ὅσοι πάλλουσι καὶ τόξων χερὶ

784

ψάλλουσι νευράς, ὡς ἐπιστρατεύσομεν

785

βάκχαισιν· οὐ γὰρ ἀλλ' ὑπερβάλλει τάδε,

786

εἰ πρὸς γυναικῶν πεισόμεσθ' ἃ πάσχομεν.

787

{Δι.} πείθηι μὲν οὐδέν, τῶν ἐμῶν λόγων κλύων,

788

Πενθεῦ· κακῶς δὲ πρὸς σέθεν πάσχων ὅμως

789

οὔ φημι χρῆναί ς' ὅπλ' ἐπαίρεσθαι θεῶι,

790

ἀλλ' ἡσυχάζειν· Βρόμιος οὐκ ἀνέξεται

791

κινοῦντα βάκχας 〈ς'〉 εὐίων ὀρῶν ἄπο.

792

{Πε.} οὐ μὴ φρενώσεις μ', ἀλλὰ δέσμιος φυγὼν

793

σώσηι τόδ'; ἤ σοι πάλιν ἀναστρέψω δίκην.

794

{Δι.} θύοιμ' ἂν αὐτῶι μᾶλλον ἢ θυμούμενος

795

πρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῶι.

796

{Πε.} θύσω, φόνον γε θῆλυν, ὥσπερ ἄξιαι,

797

πολὺν ταράξας ἐν Κιθαιρῶνος πτυχαῖς.

798

{Δι.} φεύξεσθε πάντες· καὶ τόδ' αἰσχρόν, ἀσπίδας

799

θύρσοισι βάκχας ἐκτρέπειν χαλκηλάτους.

800

{Πε.} ἀπόρωι γε τῶιδε συμπεπλέγμεθα ξένωι,

801

ὃς οὔτε πάσχων οὔτε δρῶν σιγήσεται.

802

{Δι.} ὦ τᾶν, ἔτ' ἔστιν εὖ καταστῆσαι τάδε.

803

{Πε.} τί δρῶντα; δουλεύοντα δουλείαις ἐμαῖς;

804

{Δι.} ἐγὼ γυναῖκας δεῦρ' ὅπλων ἄξω δίχα.

805

{Πε.} οἴμοι· τόδ' ἤδη δόλιον ἐς ἐμὲ μηχανᾶι.

806

{Δι.} ποῖόν τι, σῶσαί ς' εἰ θέλω τέχναις ἐμαῖς;

807

{Πε.} ξυνέθεσθε κοινῆι τάδ', ἵνα βακχεύητ' ἀεί.

808

{Δι.} καὶ μὴν ξυνεθέμην τοῦτό γ', ἴσθι, τῶι θεῶι.

809

{Πε.} ἐκφέρετέ μοι δεῦρ' ὅπλα, σὺ δὲ παῦσαι λέγων.

810

{Δι.} ἆ·

811

βούληι σφ' ἐν ὄρεσι συγκαθημένας ἰδεῖν;

812

{Πε.} μάλιστα, μυρίον γε δοὺς χρυσοῦ σταθμόν.

813

{Δι.} τί δ' εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν;

814

{Πε.} λυπρῶς νιν εἰσίδοιμ' ἂν ἐξωινωμένας.

815

{Δι.} ὅμως δ' ἴδοις ἂν ἡδέως ἅ σοι πικρά;

816

{Πε.} σάφ' ἴσθι, σιγῆι γ' ὑπ' ἐλάταις καθήμενος.

817

{Δι.} ἀλλ' ἐξιχνεύσουσίν σε, κἂν ἔλθηις λάθραι.

818

{Πε.} ἀλλ' ἐμφανῶς· καλῶς γὰρ ἐξεῖπας τάδε.

819

{Δι.} ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῶι;

820

{Πε.} ἄγ' ὡς τάχιστα· τοῦ χρόνου δέ σοι φθονῶ.

821

{Δι.} στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους.

822

{Πε.} τί δὴ τόδ'; ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ;

823

{Δι.} μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῆις ἐκεῖ.

824

{Πε.} εὖ γ' εἶπας αὖ τόδ'· ὥς τις εἶ πάλαι σοφός.

825

{Δι.} Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε.

826

{Πε.} πῶς οὖν γένοιτ' ἂν ἃ σύ με νουθετεῖς καλῶς;

827

{Δι.} ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών.

828

{Πε.} τίνα στολήν; ἦ θῆλυν; ἀλλ' αἰδώς μ' ἔχει.

829

{Δι.} οὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ;

830

{Πε.} στολὴν δὲ τίνα φὴις ἀμφὶ χρῶτ' ἐμὸν βαλεῖν;

831

{Δι.} κόμην μὲν ἐπὶ σῶι κρατὶ ταναὸν ἐκτενῶ.

832

{Πε.} τὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι;

833

{Δι.} πέπλοι ποδήρεις· ἐπὶ κάραι δ' ἔσται μίτρα.

834

{Πε.} ἦ καί τι πρὸς τοῖσδ' ἄλλο προσθήσεις ἐμοί;

835

{Δι.} θύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρος.

836

{Πε.} οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν.

837

{Δι.} ἀλλ' αἷμα θήσεις συμβαλὼν βάκχαις μάχην.

838

{Πε.} ὀρθῶς· μολεῖν χρὴ πρῶτον ἐς κατασκοπήν.

839

{Δι.} σοφώτερον γοῦν ἢ κακοῖς θηρᾶν κακά.

840

{Πε.} καὶ πῶς δι' ἄστεως εἶμι Καδμείους λαθών;

841

{Δι.} ὁδοὺς ἐρήμους ἴμεν· ἐγὼ δ' ἡγήσομαι.

842

{Πε.} πᾶν κρεῖσσον ὥστε μὴ 'γγελᾶν βάκχας ἐμοί.

843a

{Δι.} ἐλθόντ' ἐς οἴκους 〈–⏑– ×–⏑–.

843b

{Πε.} ×–⏑– ×〉 ἃν δοκῆι βουλεύσομαι.

844

{Δι.} ἔξεστι· πάντηι τό γ' ἐμὸν εὐτρεπὲς πάρα.

845

{Πε.} στείχοιμ' ἄν· ἢ γὰρ ὅπλ' ἔχων πορεύσομαι

846

ἢ τοῖσι σοῖσι πείσομαι βουλεύμασιν.

848

{Δι.} γυναῖκες, ἁνὴρ ἐς βόλον καθίσταται,

847

ἥξει δὲ βάκχας, οὗ θανὼν δώσει δίκην.

849

Διόνυσε, νῦν σὸν ἔργον· οὐ γὰρ εἶ πρόσω·

850

τεισώμεθ' αὐτόν. πρῶτα δ' ἔκστησον φρενῶν,

851

ἐνεὶς ἐλαφρὰν λύσσαν· ὡς φρονῶν μὲν εὖ

852

οὐ μὴ θελήσηι θῆλυν ἐνδῦναι στολήν,

853

ἔξω δ' ἐλαύνων τοῦ φρονεῖν ἐνδύσεται.

854

χρήιζω δέ νιν γέλωτα Θηβαίοις ὀφλεῖν

855

γυναικόμορφον ἀγόμενον δι' ἄστεως

856

ἐκ τῶν ἀπειλῶν τῶν πρὶν αἷσι δεινὸς ἦν.

857

ἀλλ' εἶμι κόσμον ὅνπερ εἰς Ἅιδου λαβὼν

858

ἄπεισι μητρὸς ἐκ χεροῖν κατασφαγεὶς

859

Πενθεῖ προσάψων· γνώσεται δὲ τὸν Διὸς

860

Διόνυσον, ὡς πέφυκεν ἐν μέρει θεὸς

861

δεινότατος, ἀνθρώποισι δ' ἠπιώτατος.

862

{Χο.} ἆρ' ἐν παννυχίοις χοροῖς

863

θήσω ποτὲ λευκὸν

864

πόδ' ἀναβακχεύουσα, δέραν

865

αἰθέρ' ἐς δροσερὸν ῥίπτους',

866

ὡς νεβρὸς χλοεραῖς ἐμπαί-

867

ζουσα λείμακος ἡδοναῖς,

868

ἁνίκ' ἂν φοβερὰν φύγηι

869

θήραν ἔξω φυλακᾶς

870

εὐπλέκτων ὑπὲρ ἀρκύων,

871

θωύσσων δὲ κυναγέτας

872

συντείνηι δράμημα κυνῶν,

873

μόχθοις δ' ὠκυδρόμοις ἀελ-

874a

λὰς θρώισκηι πεδίον

874b

παραποτάμιον, ἡδομένα

875

βροτῶν ἐρημίαις σκιαρο-

876

κόμοιό τ' ἔρνεσιν ὕλας;

877

†τί τὸ σοφόν, ἢ τί τὸ κάλλιον†

878

παρὰ θεῶν γέρας ἐν βροτοῖς

879

ἢ χεῖρ' ὑπὲρ κορυφᾶς

880

τῶν ἐχθρῶν κρείσσω κατέχειν;

881

ὅτι καλὸν φίλον αἰεί.

882

ὁρμᾶται μόλις, ἀλλ' ὅμως

883

πιστόν 〈τι〉 τὸ θεῖον

884

σθένος· ἀπευθύνει δὲ βροτῶν

885

τούς τ' ἀγνωμοσύναν τιμῶν-

886

τας καὶ μὴ τὰ θεῶν αὔξον-

887

τας σὺν μαινομέναι δόξαι.

888

κρυπτεύουσι δὲ ποικίλως

889

δαρὸν χρόνου πόδα καὶ

890

θηρῶσιν τὸν ἄσεπτον· οὐ

891

γὰρ κρεῖσσόν ποτε τῶν νόμων

892

γιγνώσκειν χρὴ καὶ μελετᾶν.

893

κούφα γὰρ δαπάνα νομί-

894a

ζειν ἰσχὺν τόδ' ἔχειν,

894b

ὅτι ποτ' ἄρα τὸ δαιμόνιον,

895

τό τ' ἐν χρόνωι μακρῶι νόμιμον

896

ἀεὶ φύσει τε πεφυκός.

897

†τί τὸ σοφόν, ἢ τί τὸ κάλλιον†

898

παρὰ θεῶν γέρας ἐν βροτοῖς

899

ἢ χεῖρ' ὑπὲρ κορυφᾶς

900

τῶν ἐχθρῶν κρείσσω κατέχειν;

901

ὅτι καλὸν φίλον αἰεί.

902

εὐδαίμων μὲν ὃς ἐκ θαλάσσας

903

ἔφυγε χεῖμα, λιμένα δ' ἔκιχεν·

904

εὐδαίμων δ' ὃς ὕπερθε μόχθων

905

ἐγένεθ'· ἕτερα δ' ἕτερος ἕτερον

906

ὄλβωι καὶ δυνάμει παρῆλθεν.

907

μυρίαι δ' ἔτι μυρίοις

908

εἰσὶν ἐλπίδες· αἱ μὲν

909

τελευτῶσιν ἐν ὄλβωι

910a

βροτοῖς, αἱ δ' ἀπέβασαν·

910b

τὸ δὲ κατ' ἦμαρ ὅτωι βίοτος

911

εὐδαίμων, μακαρίζω.

912

{Δι.} σὲ τὸν πρόθυμον ὄνθ' ἃ μὴ χρεὼν ὁρᾶν

913

σπεύδοντά τ' ἀσπούδαστα, Πενθέα λέγω,

914

ἔξιθι πάροιθε δωμάτων, ὄφθητί μοι,

915

σκευὴν γυναικὸς μαινάδος βάκχης ἔχων,

916

μητρός τε τῆς σῆς καὶ λόχου κατάσκοπος·

917

πρέπεις δὲ Κάδμου θυγατέρων μορφὴν μιᾶι.

918

{Πε.} καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ,

919

δισσὰς δὲ Θήβας καὶ πόλισμ' ἑπτάστομον·

920

καὶ ταῦρος ἡμῖν πρόσθεν ἡγεῖσθαι δοκεῖς

921

καὶ σῶι κέρατα κρατὶ προσπεφυκέναι.

922

ἀλλ' ἦ ποτ' ἦσθα θήρ; τεταύρωσαι γὰρ οὖν.

923

{Δι.} ὁ θεὸς ὁμαρτεῖ, πρόσθεν ὢν οὐκ εὐμενής,

924

ἔνσπονδος ἡμῖν· νῦν δ' ὁρᾶις ἃ χρή ς' ὁρᾶν.

925

{Πε.} τί φαίνομαι δῆτ'; οὐχὶ τὴν Ἰνοῦς στάσιν

926

ἢ τὴν Ἀγαυῆς ἑστάναι, μητρός γ' ἐμῆς;

927

{Δι.} αὐτὰς ἐκείνας εἰσορᾶν δοκῶ ς' ὁρῶν.

928

ἀλλ' ἐξ ἕδρας σοι πλόκαμος ἐξέστηχ' ὅδε,

929

οὐχ ὡς ἐγώ νιν ὑπὸ μίτραι καθήρμοσα.

930

{Πε.} ἔνδον προσείων αὐτὸν ἀνασείων τ' ἐγὼ

931

καὶ βακχιάζων ἐξ ἕδρας μεθώρμισα.

932

{Δι.} ἀλλ' αὐτὸν ἡμεῖς, οἷς σε θεραπεύειν μέλει,

933

πάλιν καταστελοῦμεν· ἀλλ' ὄρθου κάρα.

934

{Πε.} ἰδού, σὺ κόσμει· σοὶ γὰρ ἀνακείμεσθα δή.

935

{Δι.} ζῶναί τέ σοι χαλῶσι κοὐχ ἑξῆς πέπλων

936

στολίδες ὑπὸ σφυροῖσι τείνουσιν σέθεν.

937

{Πε.} κἀμοὶ δοκοῦσι παρά γε δεξιὸν πόδα·

938

τἀνθένδε δ' ὀρθῶς παρὰ τένοντ' ἔχει πέπλος.

939

{Δι.} ἦ πού με τῶν σῶν πρῶτον ἡγήσηι φίλων,

940

ὅταν παρὰ λόγον σώφρονας βάκχας ἴδηις.

941

{Πε.} πότερα δὲ θύρσον δεξιᾶι λαβὼν χερὶ

942

ἢ τῆιδε βάκχηι μᾶλλον εἰκασθήσομαι;

943

{Δι.} ἐν δεξιᾶι χρὴ χἄμα δεξιῶι ποδὶ

944

αἴρειν νιν· αἰνῶ δ' ὅτι μεθέστηκας φρενῶν.

945

{Πε.} ἆρ' ἂν δυναίμην τὰς Κιθαιρῶνος πτυχὰς

946

αὐταῖσι βάκχαις τοῖς ἐμοῖς ὤμοις φέρειν;

947

{Δι.} δύναι' ἄν, εἰ βούλοιο· τὰς δὲ πρὶν φρένας

948

οὐκ εἶχες ὑγιεῖς, νῦν δ' ἔχεις οἵας σε δεῖ.

949

{Πε.} μοχλοὺς φέρωμεν ἢ χεροῖν ἀνασπάσω

950

κορυφαῖς ὑποβαλὼν ὦμον ἢ βραχίονα;

951

{Δι.} μὴ σύ γε τὰ Νυμφῶν διολέσηις ἱδρύματα

952

καὶ Πανὸς ἕδρας ἔνθ' ἔχει συρίγματα.

953

{Πε.} καλῶς ἔλεξας· οὐ σθένει νικητέον

954

γυναῖκας· 〈ὑπ'〉 ἐλάταις δ' ἐμὸν κρύψω δέμας.

955

{Δι.} κρύψηι σὺ κρύψιν ἥν σε κρυφθῆναι χρεών,

956

ἐλθόντα δόλιον μαινάδων κατάσκοπον.

957

{Πε.} καὶ μὴν δοκῶ σφας ἐν λόχμαις ὄρνιθας ὣς

958

λέκτρων ἔχεσθαι φιλτάτοις ἐν ἕρκεσιν.

959

{Δι.} οὔκουν ἐπ' αὐτὸ τοῦτ' ἀποστέλληι φύλαξ;

960

λήψηι δ' ἴσως σφας, ἢν σὺ μὴ ληφθῆις πάρος.

961

{Πε.} κόμιζε διὰ μέσης με Θηβαίας χθονός·

962

μόνος γὰρ αὐτῶν εἰμ' ἀνὴρ τολμῶν τόδε.

963

{Δι.} μόνος σὺ πόλεως τῆσδ' ὑπερκάμνεις, μόνος·

964

τοιγάρ ς' ἀγῶνες ἀναμένουσιν οὓς ἐχρῆν.

965

ἕπου δέ· πομπὸς εἶμ' ἐγὼ σωτήριος,

966

κεῖθεν δ' ἀπάξει ς' ἄλλος ... {Πε.} ἡ τεκοῦσά γε.

967

{Δι.} ἐπίσημον ὄντα πᾶσιν. {Πε.} ἐπὶ τόδ' ἔρχομαι.

968

{Δι.} φερόμενος ἥξεις ... {Πε.} ἁβρότητ' ἐμὴν λέγεις.

969

{Δι.} ἐν χερσὶ μητρός. {Πε.} καὶ τρυφᾶν μ' ἀναγκάσεις.

970

{Δι.} τρυφάς γε τοιάσδ'. {Πε.} ἀξίων μὲν ἅπτομαι.

971

{Δι.} δεινὸς σὺ δεινὸς κἀπὶ δείν' ἔρχηι πάθη,

972

ὥστ' οὐρανῶι στηρίζον εὑρήσεις κλέος.

973

ἔκτειν', Ἀγαυή, χεῖρας αἵ θ' ὁμόσποροι

974

Κάδμου θυγατέρες· τὸν νεανίαν ἄγω

975

τόνδ' εἰς ἀγῶνα μέγαν, ὁ νικήσων δ' ἐγὼ

976

καὶ Βρόμιος ἔσται. τἄλλα δ' αὐτὸ σημανεῖ.

977

{Χο.} ἴτε θοαὶ Λύσσας κύνες, ἴτ' εἰς ὄρος,

978

θίασον ἔνθ' ἔχουσι Κάδμου κόραι·

979

ἀνοιστρήσατέ νιν

980

ἐπὶ τὸν ἐν γυναικομίμωι στολᾶι

981

λυσσώδη κατάσκοπον μαινάδων.

982

μάτηρ πρῶτά νιν λευρᾶς ἀπὸ πέτρας

983

†ἢ σκόλοπος† ὄψεται

984

δοκεύοντα, μαινάσιν δ' ἀπύσει·

985

Τίς ὅδ' ὀρειδρόμων μαστὴρ Καδμειᾶν

986

ἐς ὄρος ἐς ὄρος ἔμολ' ἔμολεν, ὦ βάκχαι;

987

τίς ἄρα νιν ἔτεκεν;

988

οὐ γὰρ ἐξ αἵματος

990

γυναικῶν ἔφυ, λεαίνας δέ τινος

991

ὅδ' ἢ Γοργόνων Λιβυσσᾶν γένος.

992

ἴτω δίκα φανερός, ἴτω

993

ξιφηφόρος φονεύου-

994

σα λαιμῶν διαμπὰξ

995

τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος

996

γόνον γηγενῆ·

997

ὃς ἀδίκωι γνώμαι παρανόμωι τ' ὀργᾶι

998

†περὶ βάκχι' ὄργια ματρός τε σᾶς†

999

μανείσαι πραπίδι

1000

παρακόπωι τε λήματι στέλλεται,

1001

τἀνίκατον ὡς κρατήσων βίαι.

1002

†γνώμαν σώφρονα θάνατος ἀπροφάσιστος

1003

εἰς τὰ θεῶν ἔφυ

1004

βροτείω τ' ἔχειν ἄλυπος βίος.

1005

τὸ σοφὸν οὐ φθόνω χαίρω θηρεύου-

1006

σα τὰ δ' ἕτερα μεγάλα φανερὰ τῶν ἀεὶ

1007

ἐπὶ τὰ καλὰ βίον,†

1008

ἦμαρ ἐς νύκτα τ' εὐ-

1009

αγοῦντ' εὐσεβεῖν, τὰ δ' ἔξω νόμιμα

1010

δίκας ἐκβαλόντα τιμᾶν θεούς.

1011

ἴτω δίκα φανερός, ἴτω

1012

ξιφηφόρος φονεύου-

1013

σα λαιμῶν διαμπὰξ

1015

τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος

1016

γόνον γηγενῆ.

1017

φάνηθι ταῦρος ἢ πολύκρανος ἰδεῖν

1018

δράκων ἢ πυριφλέγων

1019

ὁρᾶσθαι λέων.

1020

ἴθ', ὦ Βάκχε, θὴρ ἀγρευτᾶι βακχᾶν

1021

προσώπωι γελῶντι περίβαλε βρόχον

1022

θανάσιμον ὑπ' ἀγέλαν πεσόν-

1023

τι τὰν μαινάδων.

1024

{ΑΓΓΕΛΟΣ 〈Β〉} ὦ δῶμ' ὃ πρίν ποτ' ηὐτύχεις ἀν' Ἑλλάδα

1025

[Σιδωνίου γέροντος, ὃς τὸ γηγενὲς

1026

δράκοντος ἔσπειρ' ὄφιος ἐν γαίαι θέρος],

1027

ὥς σε στενάζω, δοῦλος ὢν μὲν ἀλλ' ὅμως

1028

[χρηστοῖσι δούλοις συμφορὰ τὰ δεσποτῶν].

1029

{Χο.} τί δ' ἔστιν; ἐκ βακχῶν τι μηνύεις νέον;

1030

{Αγ.} Πενθεὺς ὄλωλε, παῖς Ἐχίονος πατρός.

1031

{Χο.} †ὦναξ Βρόμιε, θεὸς φαίνηι μέγας.†

1032

{Αγ.} πῶς φήις; τί τοῦτ' ἔλεξας; ἦ 'πὶ τοῖς ἐμοῖς

1033

χαίρεις κακῶς πράσσουσι δεσπόταις, γύναι;

1034

{Χο.} εὐάζω ξένα μέλεσι βαρβάροις·

1035

οὐκέτι γὰρ δεσμῶν ὑπὸ φόβωι πτήσσω.

1036

{Αγ.} Θήβας δ' ἀνάνδρους ὧδ' ἄγεις 〈×–⏑– ×–⏑– ×–⏑– ×–⏑–〉;

1037

{Χο.} ὁ Διόνυσος ὁ Διόνυσος οὐ Θῆβαι

1038

κράτος ἔχους' ἐμόν.

1039

{Αγ.} συγγνωστὰ μέν σοι, πλὴν ἐπ'…

1040

κακοῖσι…

The complete text is available when the reading interface loads.