The Greek Library Author

Anonymous

Iphigenia Aulidensis

Authority group
Euripides (catalogue association; authorship remains anonymous)
Edition reference
Iphigenia Aulidensis, ed. Diggle, op. cit., vol. 3, 359–421.
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg051.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

88

ἥμεσθ' ἀπλοίαι χρώμενοι κατ' Αὐλίδα.

89

Κάλχας δ' ὁ μάντις ἀπορίαι κεχρημένοις

90

ἀνεῖλεν Ἰφιγένειαν ἣν ἔσπειρ' ἐγὼ

91

Ἀρτέμιδι θῦσαι τῆι τόδ' οἰκούσηι πέδον,

92

καὶ πλοῦν τ' ἔσεσθαι καὶ κατασκαφὰς Φρυγῶν

93

θύσασι, μὴ θύσασι δ' οὐκ εἶναι τάδε.

94

κλυὼν δ' ἐγὼ ταῦτ', ὀρθίωι κηρύγματι

95

Ταλθύβιον εἶπον πάντ' ἀφιέναι στρατόν,

96

ὡς οὔποτ' ἂν τλὰς θυγατέρα κτανεῖν ἐμήν.

97

οὗ δή μ' ἀδελφὸς πάντα προσφέρων λόγον

98

ἔπεισε τλῆναι δεινά. κἀν δέλτου πτυχαῖς

99

γράψας ἔπεμψα πρὸς δάμαρτα τὴν ἐμὴν

100

πέμπειν Ἀχιλλεῖ θυγατέρ' ὡς γαμουμένην,

101

τό τ' ἀξίωμα τἀνδρὸς ἐκγαυρούμενος,

102

συμπλεῖν τ' Ἀχαιοῖς οὕνεκ' οὐ θέλοι λέγων,

103

εἰ μὴ παρ' ἡμῶν εἶσιν ἐς Φθίαν λέχος·

104

πειθὼ γὰρ εἶχον τήνδε πρὸς δάμαρτ' ἐμήν,

105

ψευδῆ συνάψας †ἀντὶ παρθένου† γάμον.

106

μόνοι δ' Ἀχαιῶν ἴσμεν ὡς ἔχει τάδε

107

Κάλχας Ὀδυσσεὺς Μενέλεώς θ'. ἃ δ' οὐ καλῶς

108

ἔγνων τότ', αὖθις μεταγράφω καλῶς πάλιν

109

ἐς τήνδε δέλτον, ἣν κατ' εὐφρόνης 〈⏑–〉

110

λύοντα καὶ συνδοῦντά μ' εἰσεῖδες, γέρον.

111

ἀλλ' εἷα χώρει τάσδ' ἐπιστολὰς λαβὼν

112

πρὸς Ἄργος. ἃ δὲ κέκευθε δέλτος ἐν πτυχαῖς,

113

λόγωι φράσω σοι πάντα τἀγγεγραμμένα·

114

πιστὸς γὰρ ἀλόχωι τοῖς τ' ἐμοῖς δόμοισιν εἶ.

117

{Πρ.} λέγε καὶ σήμαιν', ἵνα καὶ γλώσσηι

118

σύντονα τοῖς σοῖς γράμμασιν αὐδῶ.

115

{Αγ.} πέμπω σοι πρὸς ταῖς πρόσθεν

116

δέλτους, ὦ Λήδας ἔρνος,

119

μὴ στέλλειν τὰν σὰν ἶνιν πρὸς

120

τὰν κολπώδη πτέρυγ' Εὐβοίας

121

Αὖλιν ἀκλύσταν.

122

εἰς ἄλλας ὥρας γὰρ δὴ

123

παιδὸς δαίσομεν ὑμεναίους.

124

{Πρ.} καὶ πῶς Ἀχιλεὺς λέκτρων ἀπλακὼν

125

οὐ μέγα φυσῶν θυμὸν ἐπαρεῖ

126

σοὶ σῆι τ' ἀλόχωι; τόδε καὶ δεινόν.

127

σήμαιν' ὅτι φήις.

128

{Αγ.} ὄνομ', οὐκ ἔργον, παρέχων Ἀχιλεὺς

129

οὐκ οἶδε γάμους, οὐδ' ὅτι πράσσομεν,

130

οὐδ' ὅτι κείνωι παῖδ' ἐπεφήμισα

131

νυμφείους εἰς ἀγκώνων

132

εὐνὰς ἐκδώσειν λέκτροις.

133

{Πρ.} δεινά γ' ἐτόλμας, Ἀγάμεμνον ἄναξ,

134

ὃς τῶι τῆς θεᾶς σὴν παῖδ' ἄλοχον

135

φατίσας ἦγες σφάγιον Δαναοῖς.

136

{Αγ.} οἴμοι, γνώμας ἐξέσταν,

137

αἰαῖ, πίπτω δ' εἰς ἄταν.

138

ἀλλ' ἴθ' ἐρέσσων σὸν πόδα, γήραι

140

μηδὲν ὑπείκων. {Πρ.} σπεύδω, βασιλεῦ.

141

{Αγ.} μή νυν μήτ' ἀλσώδεις ἵζου

142

κρήνας μήθ' ὕπνωι θελχθῆις.

143

{Πρ.} εὔφημα θρόει.

144

{Αγ.} πάντηι δὲ πόρον σχιστὸν ἀμείβων

145

λεῦσσε, φυλάσσων μή τίς σε λάθηι

146

τροχαλοῖσιν ὄχοις παραμειψαμένη

147

παῖδα κομίζους' ἐνθάδ' ἀπήνη

148

Δαναῶν πρὸς ναῦς.

149

{Πρ.} ἔσται. {Αγ.} κλήιθρων δ' †ἐξόρμα

150

ἤν νιν πομπαῖς ἀντήσηις,

151

πάλιν ἐξορμάσεις χαλινούς,†

152

ἐπὶ Κυκλώπων ἱεὶς θυμέλας.

153

{Πρ.} πιστὸς δὲ φράσας τάδε πῶς ἔσομαι,

154

λέγε, παιδὶ σέθεν τῆι σῆι τ' ἀλόχωι;

155

{Αγ.} σφραγῖδα φύλασς' ἣν ἐπὶ δέλτωι

156

τῆιδε κομίζεις. ἴθι· λευκαίνει

157

τόδε φῶς ἤδη λάμπους' ἠὼς

159

πῦρ τε τεθρίππων τῶν Ἀελίου.

160-161

σύλλαβε μόχθων. θνητῶν δ' ὄλβιος

162

ἐς τέλος οὐδεὶς οὐδ' εὐδαίμων·

163

οὔπω γὰρ ἔφυ τις ἄλυπος.

164

{ΧΟΡΟΣ} ἔμολον ἀμφὶ παρακτίαν

165

ψάμαθον Αὐλίδος ἐναλίας,

166

Εὐρίπου διὰ χευμάτων

167

κέλσασα στενοπόρθμων,

168

Χαλκίδα πόλιν ἐμὰν προλιποῦς',

169

ἀγχιάλων ὑδάτων τροφὸν

170

τᾶς κλεινᾶς Ἀρεθούσας,

171

Ἀχαιῶν στρατιὰν ὡς ἐσιδοίμαν

172

Ἀχαιῶν τε πλάτας ναυσιπόρους ἡ-

173

μιθέων, οὓς ἐπὶ Τροίαν

174

ἐλάταις χιλιόναυσιν

175

τὸν ξανθὸν Μενέλαόν 〈θ'〉

176

ἁμέτεροι πόσεις

177

ἐνέπους' Ἀγαμέμνονά τ' εὐπατρίδαν στέλλειν

178

ἐπὶ τὰν Ἑλέναν, ἀπ' Εὐ-

179

ρώτα δονακοτρόφου

180

Πάρις ὁ βουκόλος ἃν ἔλαβε

181

δῶρον τᾶς Ἀφροδίτας,

182

ὅτ' ἐπὶ κρηναίαισι δρόσοις

183

Ἥραι Παλλάδι τ' ἔριν ἔριν

184

μορφᾶς ἁ Κύπρις ἔσχεν.

185

πολύθυτον δὲ δι' ἄλσος Ἀρ-

186

τέμιδος ἤλυθον ὀρομένα,

187

φοινίσσουσα παρῆιδ' ἐμὰν

188

αἰσχύναι νεοθαλεῖ,

189

ἀσπίδος ἔρυμα καὶ κλισίας

190

ὁπλοφόρους Δαναῶν θέλους'

191

ἵππων τ' ὄχλον ἰδέσθαι.

192

κατεῖδον δὲ δύ' Αἴαντε συνέδρω,

193

τὸν Οἰλέως Τελαμῶνός τε γόνον, τὸν

194

Σαλαμῖνος στέφανον, Πρω-

195

τεσίλαόν τ' ἐπὶ θάκοις

196

πεσσῶν ἡδομένους μορ-

197

φαῖσι πολυπλόκοις

198

Παλαμήδεά θ', ὃν τέκε παῖς ὁ Ποσειδᾶνος,

199

Διομήδεά θ' ἡδοναῖς

200

δίσκου κεχαρημένον,

201

παρὰ δὲ Μηριόνην, Ἄρεος

202

ὄζον, θαῦμα βροτοῖσιν,

203

τὸν ἀπὸ νησαίων τ' ὀρέων

204

Λαέρτα τόκον, ἅμα δὲ Νι-

205

ρέα, κάλλιστον Ἀχαιῶν.

206

τὸν ἰσάνεμόν τε ποδοῖν

207

λαιψηροδρόμον Ἀχιλλέα,

208

τὸν ἁ Θέτις τέκε καὶ

209

Χείρων ἐξεπόνησεν,

210-211

ἴδον αἰγιαλοῖς παρά τε κροκάλαις

212

δρόμον ἔχοντα σὺν ὅπλοις·

213

ἅμιλλαν δ' ἐπόνει ποδοῖν

214

πρὸς ἅρμα τέτρωρον

215

ἑλίσσων περὶ νίκας·

216

ὁ δὲ διφρηλάτας ἐβοᾶτ'

217

Εὔμηλος Φερητιάδας,

218

οὗ καλλίστους ἰδόμαν

219

χρυσοδαιδάλτοις στομίοις

220

πώλους κέντρωι θεινομένους,

221

τοὺς μὲν μέσους ζυγίους

222

λευκοστίκτωι τριχὶ βαλιούς,

223

τοὺς δ' ἔξω σειροφόρους

224

ἀντήρεις καμπαῖσι δρόμων

225-226

πυρσότριχας, μονόχαλα δ' ὑπὸ σφυρὰ

227-228

ποικιλοδέρμονας· οἷς παρεπάλλετο

229

Πηλεΐδας σὺν ὅπλοισι παρ' ἄντυγα

230

καὶ σύριγγας ἁρματείους.

231

ναῶν δ' εἰς ἀριθμὸν ἤλυθον

232

καὶ θέαν ἀθέσφατον,

233

τὰν γυναικεῖον ὄψιν ὀμμάτων

234

ὡς πλήσαιμι †μείλινον† ἁδονάν.

235

καὶ κέρας μὲν ἦν

236

δεξιὸν πλάτας ἔχων

237

Φθιωτίδας ὁ Μυρμιδὼν Ἄρης

238

πεντήκοντα ναυσὶ θουρίαις·

239

χρυσέαις δ' εἰκόσιν κατ' ἄκρα Νη-

240

ρῆιδες ἕστασαν θεαί,

241

πρύμναις σῆμ' Ἀχιλλείου στρατοῦ.

242

Ἀργείων δὲ ταῖσδ' ἰσήρετμοι

243

νᾶες ἕστασαν πέλας,

244

ὧν ὁ Μηκιστέως στρατηλάτας

245

παῖς ἦν, Ταλαὸς ὃν τρέφει πατήρ,

246

Καπανέως τε παῖς

247

Σθένελος. Ἀτθίδας δ' ἄγων

248

ἑξήκοντα ναῦς ὁ Θησέως

249

παῖς ἑξῆς ἐναυλόχει, θεὰν

250

Παλλάδ' ἐν μωνύχοις ἔχων πτερω-

251

τοῖσιν ἅρμασιν θετόν,

252

εὔσημόν γε φάσμα ναυβάταις.

253

Βοιωτῶν δ' ὅπλισμα πόντιον

254

πεντήκοντα νῆας εἰδόμαν

255

σημείοισιν ἐστολισμένας·

256

τοῖς δὲ Κάδμος ἦν

257

χρύσεον δράκοντ' ἔχων

258

ἀμφὶ ναῶν κόρυμβα·

259

Λήϊτος δ' ὁ γηγενὴς

260

ἆρχε ναΐου στρατοῦ.

261

Φωκίδος δ' ἀπὸ χθονὸς

post 261

〈×–⏑–×–⏑– 〉

262

Λοκρὰς δὲ ταῖσδ' ἴσας ἄγων

263

ναῦς 〈ἦν〉 Οἰλέως τόκος κλυτὰν

264

Θρονιάδ' ἐκλιπὼν πόλιν.

265

ἐκ Μυκήνας δὲ τᾶς Κυκλωπίας

266

παῖς Ἀτρέως ἔπεμπε ναυβάτας

267

ναῶν ἑκατὸν ἠθροϊσμένους·

268

σὺν δ' ἀδελφὸς ἦν

269

ταγός, ὡς φίλος φίλωι,

270

τᾶς φυγούσας μέλαθρα

271

βαρβάρων χάριν γάμων

272

πρᾶξιν Ἑλλὰς ὡς λάβοι.

273

ἐκ Πύλου δὲ Νέστορος

274

Γερηνίου κατειδόμαν

post 274

〈×–⏑–×–⏑–〉

275

πρύμνας σῆμα ταυρόπουν ὁρᾶν,

276

τὸν πάροικον Ἀλφεόν.

277

Αἰνιάνων δὲ δωδεκάστολοι

278

νᾶες ἦσαν, ὧν ἄναξ

279

Γουνεὺς ἆρχε· τῶνδε δ' αὖ πέλας

280

Ἤλιδος δυνάστορες,

281

οὓς Ἐπειοὺς ὠνόμαζε πᾶς λεώς·

282

Εὔρυτος δ' ἄνασσε τῶνδε·

283

λευκήρετμον δ' Ἄρη

284

Τάφιον †ἦγεν ὧν Μέγης ἄνασσε†,

285

Φυλέως λόχευμα,

286

τὰς Ἐχίνας λιπὼν

287

νήσους ναυβάταις ἀπροσφόρους.

288

Αἴας δ' ὁ Σαλαμῖνος ἔντροφος

289

†δεξιὸν κέρας

290

πρὸς τὸ λαιὸν ξύναγε

291

τῶν ἆσσον ὥρμει πλάταισιν†

292

ἐσχάταισι συμπλέκων

293

δώδεκ' εὐστροφωτάταισι ναυσίν. ὡς

294

ἄιον καὶ ναυβάταν

295

εἰδόμαν λεών·

296

ὧι τις εἰ προσαρμόσει

297

βαρβάρους βάριδας,

298

νόστον οὐκ ἀποίσεται,

299

ἐνθάδ' οἷον εἰδόμαν

300

νάϊον πόρευμα,

301

τὰ δὲ κατ' οἴκους κλύουσα συγκλήτου

302

μνήμην σώιζομαι στρατεύματος.

303

{Πρ.} Μενέλαε, τολμᾶις δείν', ἅ ς' οὐ τολμᾶν χρεών.

304

{ΜΕΝΕΛΑΟΣ} ἄπελθε· λίαν δεσπόταισι πιστὸς εἶ.

305

{Πρ.} καλόν γέ μοι τοὔνειδος ἐξωνείδισας.

306

{Με.} κλαίοις ἄν, εἰ πράσσοις ἃ μὴ πράσσειν σε δεῖ.

307

{Πρ.} οὐ χρῆν σε λῦσαι δέλτον, ἣν ἐγὼ 'φερον.

308

{Με.} οὐδέ γε φέρειν σὲ πᾶσιν Ἕλλησιν κακά.

309

{Πρ.} ἄλλοις ἁμιλλῶ ταῦτ'· ἄφες δὲ τήνδ' ἐμοί.

310

{Με.} οὐκ ἂν μεθείμην. {Πρ.} οὐδ' ἔγωγ' ἀφήσομαι.

311

{Με.} σκήπτρωι τάχ' ἆρα σὸν καθαιμάξω κάρα.

312

{Πρ.} ἀλλ' εὐκλεές τοι δεσποτῶν θνήισκειν ὕπερ.

313

{Με.} μέθες· μακροὺς δὲ δοῦλος ὢν λέγεις λόγους.

314

{Πρ.} ὦ δέσποτ', ἀδικούμεσθα· σὰς δ' ἐπιστολὰς

315

ἐξαρπάσας ὅδ' ἐκ χερῶν ἐμῶν βίαι,

316

Ἀγάμεμνον, οὐδὲν τῆι δίκηι χρῆσθαι θέλει.

317

{Αγ.} ἔα· τίς ποτ' ἐν πύλαισι θόρυβος καὶ λόγων ἀκοσμία;

318

{Με.} οὑμὸς οὐχ ὁ τοῦδε μῦθος κυριώτερος λέγειν.

319

{Αγ.} σὺ δὲ τί τῶιδ' ἐς ἔριν ἀφῖξαι, Μενέλεως, βίαι τ' ἄγεις;

320

{Με.} βλέψον εἰς ἡμᾶς, ἵν' ἀρχὰς τῶν λόγων ταύτας λάβω.

321

{Αγ.} μῶν τρέσας οὐκ ἀνακαλύψω βλέφαρον, Ἀτρέως γεγώς;

322

{Με.} τήνδ' ὁρᾶις δέλτον, κακίστων γραμμάτων ὑπηρέτιν;

323

{Αγ.} εἰσορῶ· καὶ πρῶτα ταύτην σῶν ἀπάλλαξον χερῶν.

324

{Με.} οὔ, πρὶν ἂν δείξω γε Δαναοῖς πᾶσι τἀγγεγραμμένα.

325

{Αγ.} ἦ γὰρ οἶσθ' ἃ μή σε καιρὸς εἰδέναι, σήμαντρ' ἀνείς;

326

{Με.} ὥστε ς' ἀλγῦναί γ', ἀνοίξας ἃ σὺ κάκ' ἠργάσω λάθραι.

327

{Αγ.} ποῦ δὲ κἄλαβές νιν; ὦ θεοί, σῆς ἀναισχύντου φρενός.

328

{Με.} προσδοκῶν σὴν παῖδ' ἀπ' Ἄργους εἰ στράτευμ' ἀφίξεται.

329

{Αγ.} τί δέ σε τἀμὰ δεῖ φυλάσσειν; οὐκ ἀναισχύντου τόδε;

330

{Με.} ὅτι τὸ βούλεσθαί μ' ἔκνιζε· σὸς δὲ δοῦλος οὐκ ἔφυν.

331

{Αγ.} οὐχὶ δεινά; τὸν ἐμὸν οἰκεῖν οἶκον οὐκ ἐάσομαι;

332

{Με.} πλάγια γὰρ φρονεῖς, τὰ μὲν νῦν, τὰ δὲ πάλαι, τὰ δ' αὐτίκα.

333

{Αγ.} εὖ κεκόμψευσαι πονηρά· γλῶσς' ἐπίφθονον σοφή.

334

{Με.} νοῦς δέ γ' οὐ βέβαιος ἄδικον κτῆμα κοὐ σαφὲς φίλοις.

335

βούλομαι δέ ς' ἐξελέγξαι, καὶ σὺ μήτ' ὀργῆς ὕπο

336

ἀποτρέπου τἀληθὲς οὔτ' αὖ κατατενῶ λίαν ἐγώ.

337

οἶσθ', ὅτ' ἐσπούδαζες ἄρχειν Δαναΐδαις πρὸς Ἴλιον,

338

τῶι δοκεῖν μὲν οὐχὶ χρήιζων, τῶι δὲ βούλεσθαι θέλων,

339

ὡς ταπεινὸς ἦσθα, πάσης δεξιᾶς προσθιγγάνων

340

καὶ θύρας ἔχων ἀκλήιστους τῶι θέλοντι δημοτῶν

341

καὶ διδοὺς πρόσρησιν ἑξῆς πᾶσι, κεἰ μή τις θέλοι,

342

τοῖς τρόποις ζητῶν πρίασθαι τὸ φιλότιμον ἐκ μέσου,

343

κἆιτ', ἐπεὶ κατέσχες ἀρχάς, μεταβαλὼν ἄλλους τρόπους

344

τοῖς φίλοισιν οὐκέτ' ἦσθα τοῖς πρὶν ὡς πρόσθεν φίλος,

345

δυσπρόσιτος ἔσω τε κλήιθρων σπάνιος; ἄνδρα δ' οὐ χρεὼν

346

τὸν ἀγαθὸν πράσσοντα μεγάλα τοὺς τρόπους μεθιστάναι,

347

ἀλλὰ καὶ βέβαιον εἶναι τότε μάλιστα τοῖς φίλοις,

348

ἡνίκ' ὠφελεῖν μάλιστα δυνατός ἐστιν εὐτυχῶν.

349

ταῦτα μέν σε πρῶτ' ἐπῆλθον, ἵνα σε πρῶθ' ηὗρον κακόν.

350

ὡς δ' ἐς Αὖλιν ἦλθες αὖθις χὠ Πανελλήνων στρατός,

351

οὐδὲν ἦσθ', ἀλλ' ἐξεπλήσσου τῆι τύχηι τῆι τῶν θεῶν,

352

οὐρίας πομπῆς σπανίζων· Δαναΐδαι δ' ἀφιέναι

353

ναῦς διήγγελλον, μάτην δὲ μὴ πονεῖν ἐν Αὐλίδι.

354

ὡς 〈δ'〉 ἄνολβον εἶχες ὄμμα σύγχυσίν τ', εἰ μὴ νεῶν

355

χιλίων ἄρχων τὸ Πριάμου πεδίον ἐμπλήσεις δορός.

356

κἀμὲ παρεκάλεις· Τί δράσω; τίνα 〈δὲ〉 πόρον εὕρω πόθεν;

357

ὥστε μὴ στερέντα ς' ἀρχῆς ἀπολέσαι καλὸν κλέος.

358

κἆιτ', ἐπεὶ Κάλχας ἐν ἱεροῖς εἶπε σὴν θῦσαι κόρην

359

Ἀρτέμιδι, καὶ πλοῦν ἔσεσθαι Δαναΐδαις, ἡσθεὶς φρένας

360

ἄσμενος θύσειν ὑπέστης παῖδα· καὶ πέμπεις ἑκών,

361

οὐ βίαι—μὴ τοῦτο λέξηις—σῆι δάμαρτι παῖδα σὴν

362

δεῦρ' ἀποστέλλειν, Ἀχιλλεῖ πρόφασιν ὡς γαμουμένην.

363

κἆιθ' ὑποστρέψας λέληψαι μεταβαλὼν ἄλλας γραφάς,

364

ὡς φονεὺς οὐκέτι θυγατρὸς σῆς ἔσηι; μάλιστά γε.

365

οὗτος αὑτός ἐστιν αἰθὴρ ὃς τάδ' ἤκουσεν σέθεν.

366

μυρίοι δέ τοι πεπόνθας' αὐτό· πρὸς τὰ πράγματα

367

ἐκπονοῦς' ἔχοντες, εἶτα δ' ἐξεχώρησαν κακῶς,

368

τὰ μὲν ὑπὸ γνώμης πολιτῶν ἀσυνέτου, τὰ δ' ἐνδίκως

369

ἀδύνατοι γεγῶτες αὐτοὶ διαφυλάξασθαι πόλιν.

370

Ἑλλάδος μάλιστ' ἔγωγε τῆς ταλαιπώρου στένω,

371

ἥ, θέλουσα δρᾶν τι κεδνόν, βαρβάρους τοὺς οὐδένας

372

καταγελῶντας ἐξανήσει διὰ σὲ καὶ τὴν σὴν κόρην.

373

μηδέν' ἀνδρείας ἕκατι προστάτην θείμην χθονὸς

374

μηδ' ὅπλων ἄρχοντα· νοῦν χρὴ τὸν στρατηλάτην ἔχειν

375

πόλεος· ὡς ἀρκῶν ἀνὴρ πᾶς, ξύνεσιν ἢν ἔχων τύχηι.

376

{Χο.} δεινὸν κασιγνήτοισι γίγνεσθαι ψόγους

377

μάχας θ', ὅταν ποτ' ἐμπέσωσιν εἰς ἔριν.

378

{Αγ.} βούλομαί ς' εἰπεῖν κακῶς αὖ βραχέα, μὴ λίαν ἄνω

379

βλέφαρα πρὸς τἀναιδὲς ἀγαγών, ἀλλὰ σωφρονεστέρως,

380

ὡς ἀδελφὸν ὄντ'· ἀνὴρ γὰρ χρηστὸς αἰδεῖσθαι φιλεῖ.

381

εἰπέ μοι, τί δεινὰ φυσᾶις αἱματηρὸν ὄμμ' ἔχων;

382

τίς ἀδικεῖ σε; τοῦ κέχρησαι; χρηστὰ λέκτρ' ἐρᾶις λαβεῖν;

383

οὐκ ἔχοιμ' ἄν σοι παρασχεῖν· ὧν γὰρ ἐκτήσω, κακῶς

384

ἦρχες. εἶτ' ἐγὼ δίκην δῶ σῶν κακῶν, ὁ μὴ σφαλείς;

385

οὐ δάκνει σε τὸ φιλότιμον τοὐμόν, ἀλλ' ἐν ἀγκάλαις

386

εὐπρεπῆ γυναῖκα χρήιζεις, τὸ λελογισμένον παρεὶς

387

καὶ τὸ καλόν, ἔχειν. πονηροῦ φωτὸς ἡδοναὶ κακαί.

388

εἰ δ' ἐγώ, γνοὺς πρόσθεν οὐκ εὖ, μετεθέμην εὐβουλίαν,

389

μαίνομαι; σὺ μᾶλλον, ὅστις ἀπολέσας κακὸν λέχος

390

ἀναλαβεῖν θέλεις, θεοῦ σοι τὴν τύχην διδόντος εὖ.

391

ὤμοσαν τὸν Τυνδάρειον ὅρκον οἱ κακόφρονες

392

φιλόγαμοι μνηστῆρες—ἡ δέ γ' ἐλπίς, οἶμαι μέν, θεός,

393

κἀξέπραξεν αὐτὸ μᾶλλον ἢ σὺ καὶ τὸ σὸν σθένος—

394

οὓς λαβὼν στράτευ'· ἕτοιμοι δ' εἰσὶ μωρίαι φρενῶν.

394a

οὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλ' ἔχει συνιέναι

395

τοὺς κακῶς παγέντας ὅρκους καὶ κατηναγκασμένους.

396

τἀμὰ δ' οὐκ ἀποκτενῶ 'γὼ τέκνα· κοὐ τὸ σὸν μὲν εὖ

397

παρὰ δίκην ἔσται κακίστης εὔνιδος τιμωρίαι,

398

ἐμὲ δὲ συντήξουσι νύκτες ἡμέραι τε δακρύοις,

399

ἄνομα δρῶντα κοὐ δίκαια παῖδας οὓς ἐγεινάμην.

400

ταῦτά σοι βραχέα λέλεκται καὶ σαφῆ καὶ ῥάιδια·

401

εἰ δὲ μὴ βούληι φρονεῖν εὖ, τἄμ' ἐγὼ θήσω καλῶς.

402

{Χο.} οἵδ' αὖ διάφοροι τῶν πάρος λελεγμένων

403

μύθων, καλῶς δ' ἔχουσι, φείδεσθαι τέκνων.

404

{Με.} αἰαῖ, φίλους ἄρ' οὐκ ἐκεκτήμην τάλας.

405

{Αγ.} εἰ τοὺς φίλους γε μὴ θέλεις ἀπολλύναι.

406

{Με.} δείξεις δὲ ποῦ μοι πατρὸς ἐκ ταὐτοῦ γεγώς;

407

{Αγ.} συσσωφρονεῖν σοι βούλομ', ἀλλ' οὐ συννοσεῖν.

408

{Με.} ἐς κοινὸν ἀλγεῖν τοῖς φίλοισι χρὴ φίλους.

409

{Αγ.} εὖ δρῶν παρακάλει μ', ἀλλὰ μὴ λυπῶν ἐμέ.

410

{Με.} οὐκ ἄρα δοκεῖ σοι τάδε πονεῖν σὺν Ἑλλάδι;

411

{Αγ.} Ἑλλὰς δὲ σὺν σοὶ κατὰ θεὸν νοσεῖ τινα.

412

{Με.} σκήπτρωι νυν αὔχει, σὸν κασίγνητον προδούς.

413

ἐγὼ δ' ἐπ' ἄλλας εἶμι μηχανάς τινας φίλους τ' ἐπ' ἄλλους.

414

{ΑΓΓΕΛΟΣ} ὦ Πανελλήνων ἄναξ,

415

Ἀγάμεμνον, ἥκω παῖδά σοι τὴν σὴν ἄγων,

416

ἣν Ἰφιγένειαν ὠνόμαζες ἐν δόμοις.

417

μήτηρ δ' ὁμαρτεῖ, σῆς Κλυταιμήστρας δέμας,

418

καὶ παῖς Ὀρέστης, ὥς σφε τερφθείης ἰδών,

419

χρόνον παλαιὸν δωμάτων ἔκδημος ὤν.

420

ἀλλ' ὡς μακρὰν ἔτεινον, εὔρυτον παρὰ

421

κρήνην ἀναψύχουσι θηλύπουν βάσιν

422

αὐταί τε πῶλοί τ'· ἐς δὲ λειμώνων χλόην

423

καθεῖμεν αὐτάς, ὡς βορᾶς γευσαίατο.

424

ἐγὼ δὲ πρόδρομος σῆς παρασκευῆς χάριν

425

ἥκω· πέπυσται γὰρ στρατός—ταχεῖα γὰρ

426

διῆιξε φήμη—παῖδα σὴν ἀφιγμένην.

427

πᾶς δ' ἐς θέαν ὅμιλος ἔρχεται δρόμωι,

428

σὴν παῖδ' ὅπως ἴδωσιν· οἱ δ' εὐδαίμονες

429

ἐν πᾶσι κλεινοὶ καὶ περίβλεπτοι βροτοῖς.

430

λέγουσι δ'· Ὑμέναιός τις ἢ τί πράσσεται;

431

ἢ πόθον ἔχων θυγατρὸς Ἀγαμέμνων ἄναξ

432

ἐκόμισε παῖδα; τῶν δ' ἂν ἤκουσας τάδε·

433

Ἀρτέμιδι προτελίζουσι τὴν νεάνιδα,

434

Αὐλίδος ἀνάσσηι· τίς νιν ἄξεταί ποτε;

435

ἀλλ' εἷα τἀπὶ τοισίδ' ἐξάρχου κανᾶ,

436

στεφανοῦσθε κρᾶτα, καὶ σύ, Μενέλεως ἄναξ,

437

ὑμέναιον εὐτρέπιζε, καὶ κατὰ στέγας

438

λωτὸς βοάσθω καὶ ποδῶν ἔστω κτύπος·

439

φῶς γὰρ τόδ' ἥκει μακάριον τῆι παρθένωι.

440

{Αγ.} ἐπήινες', ἀλλὰ στεῖχε δωμάτων ἔσω·

441

τὰ δ' ἄλλ' ἰούσης τῆς τύχης ἔσται καλῶς.

442

οἴμοι, τί φῶ δύστηνος; ἄρξωμαι πόθεν;

443

ἐς οἷ' ἀνάγκης ζεύγματ' ἐμπεπτώκαμεν.

444

ὑπῆλθε δαίμων, ὥστε τῶν σοφισμάτων

445

πολλῶι γενέσθαι τῶν ἐμῶν σοφώτερος.

446

ἡ δυσγένεια δ' ὡς ἔχει τι χρήσιμον·

447

καὶ γὰρ δακρῦσαι ῥαιδίως αὐτοῖς ἔχει

448

ἅπαντά τ' εἰπεῖν· τῶι δὲ γενναίωι φύσιν

449

ἄνολβα πάντα· προστάτην δὲ τοῦ βίου

450

τὸν ὄγκον ἔχομεν τῶι τ' ὄχλωι δουλεύομεν.

451

ἐγὼ γὰρ ἐκβαλεῖν μὲν αἰδοῦμαι δάκρυ,

452

τὸ μὴ δακρῦσαι δ' αὖθις αἰδοῦμαι τάλας,

453

ἐς τὰς μεγίστας συμφορὰς ἀφιγμένος.

454

εἶἑν· τί φήσω πρὸς δάμαρτα τὴν ἐμήν;

455

πῶς δέξομαί νιν; ποῖον ὄμμα συμβαλῶ;

456

καὶ γάρ μ' ἀπώλες' ἐπὶ κακοῖς ἅ μοι πάρα

457

ἐλθοῦς' ἄκλητος. εἰκότως δ' ἅμ' ἕσπετο

458

θυγατρὶ νυμφεύσουσα καὶ τὰ φίλτατα

459

δώσους', ἵν' ἡμᾶς ὄντας εὑρήσει κακούς.

460

τὴν δ' αὖ τάλαιναν παρθένον—τί παρθένον;

461

Ἅιδης νιν, ὡς ἔοικε, νυμφεύσει τάχα—

462

ὡς ὤικτις'· οἶμαι γάρ νιν ἱκετεύσειν τάδε·

463

Ὦ πάτερ, ἀποκτενεῖς με; τοιούτους γάμους

464

γήμειας αὐτὸς χὤστις ἐστί σοι φίλος.

465

παρὼν δ' Ὀρέστης ἐγγὺς ἀναβοήσεται

466

οὐ συνετὰ συνετῶς· ἔτι γάρ ἐστι νήπιος.

467

αἰαῖ, τὸν Ἑλένης ὥς μ' ἀπώλεσεν γάμον

468

γήμας ὁ Πριάμου Πάρις, ὃς εἴργασται τάδε.

469

{Χο.} κἀγὼ κατώικτιρ', ὡς γυναῖκα δεῖ ξένην

470

ὑπὲρ τυράννων συμφορᾶς καταστένειν.

471

{Με.} ἀδελφέ, δός μοι δεξιᾶς τῆς σῆς θιγεῖν.

472

{Αγ.} δίδωμι· σὸν γὰρ τὸ κράτος, ἄθλιος δ' ἐγώ.

473

{Με.} Πέλοπα κατόμνυμ', ὃς πατὴρ τοὐμοῦ πατρὸς

474

τοῦ σοῦ τ' ἐκλήθη, τὸν τεκόντα τ' Ἀτρέα,

475

ἦ μὴν ἐρεῖν σοι τἀπὸ καρδίας σαφῶς

476

καὶ μὴ 'πίτηδες μηδέν, ἀλλ' ὅσον φρονῶ.

477

ἐγώ ς' ἀπ' ὄσσων ἐκβαλόντ' ἰδὼν δάκρυ

478

ὤικτιρα καὐτὸς ἀνταφῆκά σοι πάλιν

479

καὶ τῶν παλαιῶν ἐξαφίσταμαι λόγων,

480

οὐκ ἐς σὲ δεινός, εἰμὶ δ' οὗπερ εἶ σὺ νῦν.

481

καί σοι παραινῶ μήτ' ἀποκτείνειν τέκνον

482

μήτ' ἀνθελέσθαι τοὐμόν· οὐ γὰρ ἔνδικον

483

σὲ μὲν στενάζειν, τἀμὰ δ' ἡδέως ἔχειν,

484

θνήισκειν τε τοὺς σούς, τοὺς δ' ἐμοὺς ὁρᾶν φάος.

485

τί βούλομαι γάρ; οὐ γάμους ἐξαιρέτους

486

ἄλλους λάβοιμ' ἄν, εἰ γάμων ἱμείρομαι;

487

ἀλλ' ἀπολέσας ἀδελφόν, ὅν μ' ἥκιστ' ἐχρῆν,

488

Ἑλένην ἕλωμαι, τὸ κακὸν ἀντὶ τἀγαθοῦ;

489

ἄφρων νέος τ' ἦ, πρὶν τὰ πράγματ' ἐγγύθεν

490

σκοπῶν ἐσεῖδον οἷον ἦν κτείνειν τέκνα.

491

ἄλλως τέ μ' ἔλεος τῆς ταλαιπώρου κόρης

492

ἐσῆλθε, συγγένειαν ἐννοουμένωι,

493

ἣ τῶν ἐμῶν ἕκατι θύεσθαι γάμων

494

μέλλει. τί δ' Ἑλένης παρθένωι τῆι σῆι μέτα;

495

ἴτω στρατεία διαλυθεῖς' ἐξ Αὐλίδος,

496

σὺ δ' ὄμμα παῦσαι δακρύοις τέγγων τὸ σόν,

497

ἀδελφέ, κἀμὲ παρακαλῶν ἐς δάκρυα.

498

εἰ δέ τι κόρης σῆς θεσφάτων μέτεστι σοί,

499

μὴ 'μοὶ μετέστω· σοὶ νέμω τοὐμὸν μέρος.

500

ἀλλ' ἐς μεταβολὰς ἦλθον ἀπὸ δεινῶν λόγων;

501

εἰκὸς πέπονθα· τὸν ὁμόθεν πεφυκότα

502

στέργων μετέπεσον. ἀνδρὸς οὐ κακοῦ τρόποι

503

τοιοίδε, χρῆσθαι τοῖσι βελτίστοις ἀεί.

504

{Χο.} γενναῖ' ἔλεξας Ταντάλωι τε τῶι Διὸς

505

πρέποντα· προγόνους οὐ καταισχύνεις σέθεν.

506

{Αγ.} αἰνῶ σε, Μενέλα', ὅτι παρὰ γνώμην ἐμὴν

507

ὑπέθηκας ὀρθῶς τοὺς λόγους σοῦ τ' ἀξίως.

508

ταραχὴ δ' ἀδελφῶν διά τ' ἔρωτα γίγνεται

509

πλεονεξίαν τε δωμάτων· ἀπέπτυσα

510

τοιάνδε συγγένειαν ἀλλήλοιν πικράν.

511

ἀλλ' ἥκομεν γὰρ εἰς ἀναγκαίας τύχας,

512

θυγατρὸς αἱματηρὸν ἐκπρᾶξαι φόνον.

513

{Με.} πῶς; τίς δ' ἀναγκάσει σε τήν γε σὴν κτανεῖν;

514

{Αγ.} ἅπας Ἀχαιῶν σύλλογος στρατεύματος.

515

{Με.} οὔκ, ἤν νιν εἰς Ἄργος 〈γ'〉 ἀποστείληις πάλιν.

516

{Αγ.} λάθοιμι τοῦτ' ἄν, ἀλλ' ἐκεῖν' οὐ λήσομεν.

517

{Με.} τὸ ποῖον; οὔτοι χρὴ λίαν ταρβεῖν ὄχλον.

518

{Αγ.} Κάλχας ἐρεῖ μαντεύματ' Ἀργείων στρατῶι.

519

{Με.} οὔκ, ἢν θάνηι γε πρόσθε· τοῦτο δ' εὐμαρές.

520

{Αγ.} τὸ μαντικὸν πᾶν σπέρμα φιλότιμον κακόν.

521

{Με.} †κοὐδέν γ' ἄχρηστον οὐδὲ χρήσιμον παρόν.†

522

{Αγ.} ἐκεῖνο δ' οὐ δέδοικας οὕμ' ἐσέρχεται;

523

{Με.} ὃν μὴ σὺ φράζεις πῶς ὑπολάβοιμ' ἂν λόγον;

524

{Αγ.} τὸ Σισύφειον σπέρμα πάντ' οἶδεν τάδε.

525

{Με.} οὐκ ἔστ' Ὀδυσσεὺς ὅτι σὲ κἀμὲ πημανεῖ.

526

{Αγ.} ποικίλος ἀεὶ πέφυκε τοῦ τ' ὄχλου μέτα.

527

{Με.} φιλοτιμίαι μὲν ἐνέχεται, δεινῶι κακῶι.

528

{Αγ.} οὔκουν δοκεῖς νιν στάντ' ἐν Ἀργείοις μέσοις

529

λέξειν ἃ Κάλχας θέσφατ' ἐξηγήσατο,

530

κἄμ' ὡς ὑπέστην θῦμα, κἆιτ' ἐψευδόμην

531

Ἀρτέμιδι θύσειν; οὐ ξυναρπάσας στρατόν,

532

σὲ κἄμ' ἀποκτείναντας Ἀργείους κόρην

533

σφάξαι κελεύσει; κἂν πρὸς Ἄργος ἐκφύγω,

534

ἐλθόντες αὐτοῖς τείχεσιν Κυκλωπίοις

535

ἀναρπάσουσι καὶ κατασκάψουσι γῆν.

536

τοιαῦτα τἀμὰ πήματ'· ὦ τάλας ἐγώ,

537

ὡς ἠπόρημαι πρὸς θεῶν τὰ νῦν τάδε.

538

ἕν μοι φύλαξον, Μενέλεως, ἀνὰ στρατὸν

539

ἐλθών, ὅπως ἂν μὴ Κλυταιμήστρα τάδε

540

μάθηι, πρὶν Ἅιδηι παῖδ' ἐμὴν προσθῶ λαβών,

541

ὡς ἐπ' ἐλαχίστοις δακρύοις πράσσω κακῶς.

542

ὑμεῖς δὲ σιγήν, ὦ ξέναι, φυλάσσετε.

543

{Χο.} μάκαρες οἳ μετρίας θεοῦ

544

μετά τε σωφροσύνας μετέ-

545

σχον λέκτρων Ἀφροδίτας,

546

γαλανείαι χρησάμενοι

547

μαινομένων οἴστρων, ὅθι δὴ

548

δίδυμ' ὁ χρυσοκόμας Ἔρως

549

τόξ' ἐντείνεται χαρίτων,

550

τὸ μὲν ἐπ' εὐαίωνι πότμωι,

551

τὸ δ' ἐπὶ συγχύσει βιοτᾶς.

552

ἀπενέπω νιν ἁμετέρων,

553

ὦ Κύπρι καλλίστα, θαλάμων.

554

εἴη δέ μοι μετρία

555

μὲν χάρις, πόθοι δ' ὅσιοι,

556

καὶ μετέχοιμι τᾶς Ἀφροδί-

557

τας, πολλὰν δ' ἀποθείμαν.

558

διάφοροι δὲ φύσεις βροτῶν,

559

διάφοροι δὲ τρόποι· τὸ δ' ὀρ-

560

θῶς ἐσθλὸν σαφὲς αἰεί·

561

τροφαί θ' αἱ παιδευόμεναι

562

μέγα φέρους' ἐς τὰν ἀρετάν·

563

τό τε γὰρ αἰδεῖσθαι σοφία,

564

†τάν τ' ἐξαλλάσσουσαν ἔχει

565

χάριν ὑπὸ γνώμας ἐσορᾶν†

566

τὸ δέον, ἔνθα δόξα φέρει

567

κλέος ἀγήρατον βιοτᾶι.

568

μέγα τι θηρεύειν ἀρετάν,

569

γυναιξὶ μὲν κατὰ Κύ-

570

πριν κρυπτάν, ἐν ἀνδράσι δ' αὖ

571

†κόσμος ἔνδον ὁ μυριοπλη-

572

θὴς† μείζω πόλιν αὔξει.

573

†ἔμολες, ὦ Πάρις, ἧιτε σύ γε†

574

βουκόλος ἀργενναῖς ἐτράφης

575

Ἰδαίαις παρὰ μόσχοις,

576

βάρβαρα συρίζων, Φρυγίων

577

αὐλῶν Οὐλύμπου καλάμοις

578

μιμήματα †πνέων†.

579

εὔθηλοι δὲ τρέφοντο βόες,

580

†ὅτι σε κρίσις ἔμενε† θεᾶν,

581

ἅ ς' ἐς Ἑλλάδα πέμπει·

582

ἐλεφαντοδέτων πάροι-

583

θεν θρόνων ὃς στὰς Ἑλένας

584

ἐν ἀντωποῖς βλεφάροις

585

ἔρωτά τ' ἔδωκας ἔρωτί τ'

586

αὐτὸς ἐπτοήθης.

587

ὅθεν ἔριν ἔριν

588

Ἑλλάδα σὺν δορὶ ναυσί τ' ἄγεις

589

†ἐς Τροίας πέργαμα†.

590

ἰὼ ἰώ· μεγάλαι μεγάλων

591

εὐδαιμονίαι· τὴν τοῦ βασιλέως

592

ἴδετ' Ἰφιγένειαν, ἄνασσαν ἐμήν,

593

τὴν Τυνδάρεω τε Κλυταιμήστραν,

594

ὡς ἐκ μεγάλων ἐβλαστήκας'

595

ἐπί τ' εὐμήκεις ἥκουσι τύχας.

596

θεοί γ' οἱ κρείσσους οἵ τ' ὀλβοφόροι

597

τοῖς οὐκ εὐδαίμοσι θνητῶν.

598

στῶμεν, Χαλκίδος ἔκγονα θρέμματα,

599

τὴν βασίλειαν δεξώμεθ' ὄχων

600

ἄπο μὴ σφαλερῶς ἐπὶ γαῖαν,

601

ἀγανῶς δὲ χεροῖν, μαλακῆι γνώμηι,

602

μὴ ταρβήσηι νεωστί μοι μολὸν

603

κλεινὸν τέκνον Ἀγαμέμνονος,

604

μηδὲ θόρυβον μηδ' ἔκπληξιν

605

ταῖς Ἀργείαις

606

ξεῖναι ξείναις παρέχωμεν.

607

{ΚΛΥΤΑΙΜΗΣΤΡΑ} ὄρνιθα μὲν τόνδ' αἴσιον ποιούμεθα,

608

τὸ σόν τε χρηστὸν καὶ λόγων εὐφημίαν·

609

ἐλπίδα δ' ἔχω τιν' ὡς ἐπ' ἐσθλοῖσιν γάμοις

610

πάρειμι νυμφαγωγός. ἀλλ' ὀχημάτων

611

ἔξω πορεύεθ' ἃς φέρω φερνὰς κόρηι

612

καὶ πέμπετ' ἐς μέλαθρον εὐλαβούμενοι.

613

σὺ δ', ὦ τέκνον μοι, λεῖπε πωλικοὺς ὄχους,

614

ἁβρὸν τιθεῖσα κῶλον ἀσθενές θ' ἅμα.

615

ὑμεῖς δὲ νεάνιδές νιν ἀγκάλαις ἔπι

616

δέξασθε καὶ πορεύσατ' ἐξ ὀχημάτων.

617

κἀμοὶ χερός τις ἐνδότω στηρίγματα,

618

θάκους ἀπήνης ὡς ἂν ἐκλίπω καλῶς.

619

αἱ δ' ἐς τὸ πρόσθεν στῆτε πωλικῶν ζυγῶν·

620

φοβερὸν γὰρ ἀπαράμυθον ὄμμα πωλικόν.

621

καὶ παῖδα τόνδε, τὸν Ἀγαμέμνονος γόνον,

622

λάζυσθ', Ὀρέστην· ἔτι γάρ ἐστι νήπιος.

623

τέκνον, καθεύδεις, πωλικῶι δαμεὶς ὄχωι;

624

ἔγειρ' ἀδελφῆς ἐφ' ὑμέναιον εὐτυχῶς·

625

ἀνδρὸς γὰρ ἀγαθοῦ κῆδος αὐτὸς ἐσθλὸς ὢν

626

λήψηι, κόρης Νηρῆιδος ἰσοθέου γένους.

627

ἑξῆς κάθησο δεῦρό μου ποδός, τέκνον·

628

πρὸς μητέρ', Ἰφιγένεια, μακαρίαν δέ με

629

ξέναισι ταῖσδε πλησία σταθεῖσα δός,

630

καὶ δεῦρο δὴ πατέρα πρόσειπε σὸν φίλον.

633

ὦ σέβας ἐμοὶ μέγιστον, Ἀγαμέμνων ἄναξ,

634

ἥκομεν, ἐφετμαῖς οὐκ ἀπιστοῦσαι σέθεν.

631

{ΙΦΙΓΕΝΕΙΑ} ὦ μῆτερ, ὑποδραμοῦσά ς'—ὀργισθῆις δὲ μή—

632

πρὸς στέρνα πατρὸς στέρνα τἀμὰ προσβαλῶ.

635

ἐγὼ δὲ βούλομαι τὰ σὰ στέρν', ὦ πάτερ,

636

ὑποδραμοῦσα προσβαλεῖν διὰ χρόνου·

637

ποθῶ γὰρ ὄμμα 〈δὴ〉 σόν· ὀργισθῆις δὲ μή.

638

{Κλ.} ἀλλ', ὦ τέκνον, χρή· φιλοπάτωρ δ' ἀεί ποτ' εἶ

639

μάλιστα παίδων τῶιδ' ὅσους ἐγὼ 'τεκον.

640

{Ιφ.} ὦ πάτερ, ἐσεῖδόν ς' ἀσμένη πολλῶι χρόνωι.

641

{Αγ.} καὶ γὰρ πατὴρ σέ· τόδ' ἴσον ὑπὲρ ἀμφοῖν λέγεις.

642

{Ιφ.} χαῖρ'· εὖ δέ μ' ἀγαγὼν πρὸς ς' ἐποίησας, πάτερ.

643

{Αγ.} οὐκ οἶδ' ὅπως φῶ τοῦτο καὶ μὴ φῶ, τέκνον.

644

{Ιφ.} ἔα· ὡς οὐ βλέπεις εὔκηλον ἄσμενός μ' ἰδών.

645

{Αγ.} πόλλ' ἀνδρὶ βασιλεῖ καὶ στρατηλάτηι μέλει.

646

{Ιφ.} παρ' ἐμοὶ γενοῦ νῦν, μὴ 'πὶ φροντίδας τρέπου.

647

{Αγ.} ἀλλ' εἰμὶ παρὰ σοὶ νῦν ἅπας κοὐκ ἄλλοθι.

648

{Ιφ.} μέθες νυν ὀφρὺν ὄμμα τ' ἔκτεινον φίλον.

649

{Αγ.} ἰδού, γέγηθά ς' ὡς γέγηθ' ὁρῶν, τέκνον.

650

{Ιφ.} κἄπειτα λείβεις δάκρυ' ἀπ' ὀμμάτων σέθεν;

651

{Αγ.} μακρὰ γὰρ ἡμῖν ἡ 'πιοῦς' ἀπουσία.

652

{Ιφ.} οὐκ οἶδ' ὅτι φήις, οὐκ οἶδα, φίλτατ' ἐμοὶ πάτερ.

662

ποῦ τοὺς Φρύγας λέγουσιν ὠικίσθαι, πάτερ;

663

{Αγ.} οὗ μήποτ' οἰκεῖν ὤφελ' ὁ Πριάμου Πάρις.

664

{Ιφ.} μακρὰν ἀπαίρεις, ὦ πάτερ, λιπὼν ἐμέ.

665

{Αγ.} ἐς ταὐτόν, ὦ θύγατερ, ἥξεις σῶι πατρί.

653

συνετὰ λέγουσα μᾶλλον εἰς οἶκτόν μ' ἄγεις.

654

{Ιφ.} ἀσύνετά νυν ἐροῦμεν, εἰ σέ γ' εὐφρανῶ.

655

{Αγ.} παπαῖ· τὸ σιγᾶν οὐ σθένω, σὲ δ' ἤινεσα.

656

{Ιφ.} μέν', ὦ πάτερ, κατ' οἶκον ἐπὶ τέκνοις σέθεν.

657

{Αγ.} θέλω γε, τὸ †θέλειν† δ' οὐκ ἔχων ἀλγύνομαι.

658

{Ιφ.} ὄλοιντο λόγχαι καὶ τὰ Μενέλεω κακά.

659

{Αγ.} ἄλλους ὀλεῖ πρόσθ' ἁμὲ διολέσαντ' ἔχει.

660

{Ιφ.} ὡς πολὺν ἀπῆσθα χρόνον ἐν Αὐλίδος μυχοῖς.

661

{Αγ.} καὶ νῦν γέ μ' ἴσχει δή τι μὴ στέλλειν στρατόν.

666

{Ιφ.} φεῦ· εἴθ' ἦν καλόν †μοι σοί τ' ἄγειν σύμπλουν ἐμέ†.

667

{Αγ.} ἔτ' ἔστι καὶ σοὶ πλοῦς, ἵνα †μνήση† πατρός.

668

{Ιφ.} σὺν μητρὶ πλεύσας' ἢ μόνη πορεύσομαι;

669

{Αγ.} μόνη, μονωθεῖς' ἀπὸ πατρὸς καὶ μητέρος.

670

{Ιφ.} οὔ πού μ' ἐς ἄλλα δώματ' οἰκίζεις, πάτερ;

671

{Αγ.} ἐατέ'· οὐ χρὴ τοιάδ' εἰδέναι κόρας.

672

{Ιφ.} σπεῦδ' ἐκ Φρυγῶν μοι, θέμενος εὖ τἀκεῖ, πάτερ.

673

{Αγ.} θῦσαί με θυσίαν πρῶτα δεῖ τιν' ἐνθάδε.

674

{Ιφ.} ἀλλὰ ξὺν ἱεροῖς χρὴ τό γ' εὐσεβὲς σκοπεῖν.

675

{Αγ.} εἴσηι σύ· χερνίβων γὰρ ἑστήξεις πέλας.

676

{Ιφ.} στήσομεν ἄρ' ἀμφὶ βωμόν, ὦ πάτερ, χορούς;

677

{Αγ.} ζηλῶ σὲ μᾶλλον ἢ 'μὲ τοῦ μηδὲν φρονεῖν.

678

χώρει δὲ μελάθρων ἐντός—ὀφθῆναι κόραις

679

πικρόν—φίλημα δοῦσα δεξιάν τέ μοι,

680

μέλλουσα δαρὸν πατρὸς ἀποικήσειν χρόνον.

681

ὦ στέρνα καὶ παρῆιδες, ὦ ξανθαὶ κόμαι,

682

ὡς ἄχθος ἡμῖν ἐγένεθ' ἡ Φρυγῶν πόλις

683

Ἑλένη τε. παύω τοὺς λόγους· ταχεῖα γὰρ

684

νοτὶς διώκει μ' ὀμμάτων ψαύσαντά σου.

685

ἴθ' ἐς μέλαθρα. σὲ δὲ παραιτοῦμαι τάδε,

686

Λήδας γένεθλον, εἰ κατωικτίσθην ἄγαν,

687

μέλλων Ἀχιλλεῖ θυγατέρ' ἐκδώσειν ἐμήν.

688

ἀποστολαὶ γὰρ μακάριαι μέν, ἀλλ' ὅμως

689

δάκνουσι τοὺς τεκόντας, ὅταν ἄλλοις δόμοις

690

παῖδας παραδιδῶι πολλὰ μοχθήσας πατήρ.

691

{Κλ.} οὐχ ὧδ' ἀσύνετός εἰμι, πείσεσθαι δέ με

692

καὐτὴν δόκει τάδ', ὥστε μή σε νουθετεῖν,

693

ὅταν σὺν ὑμεναίοισιν ἐξάγω κόρην·

694

ἀλλ' ὁ νόμος αὐτὰ τῶι χρόνωι συνισχνανεῖ.

695

τοὔνομα μὲν οὖν παῖδ' οἶδ' ὅτωι κατήινεσας,

696

γένους δὲ ποίου χὠπόθεν μαθεῖν θέλω.

697

{Αγ.} Αἴγινα θυγάτηρ ἐγένετ' Ἀσωποῦ πατρός.

698

{Κλ.} ταύτην δὲ θνητῶν ἢ θεῶν ἔζευξε τίς;

699

{Αγ.} Ζεύς· Αἰακὸν δ' ἔφυσεν, Οἰνώνης πρόμον.

700

{Κλ.} τοῦ δ' Αἰακοῦ παῖς τίς κατέσχε δώματα;

701

{Αγ.} Πηλεύς· ὁ Πηλεὺς δ' ἔσχε Νηρέως κόρην.

702

{Κλ.} θεοῦ διδόντος ἢ βίαι θεῶν λαβών;

703

{Αγ.} Ζεὺς ἠγγύησε καὶ δίδως' δίδως ὁ κύριος.

704

{Κλ.} γαμεῖ δὲ ποῦ νιν; ἦ κατ' οἶδμα πόντιον;

705

{Αγ.} Χείρων ἵν' οἰκεῖ σεμνὰ Πηλίου βάθρα.

706

{Κλ.} οὗ φασι Κενταύρειον ὠικίσθαι γένος;

707

{Αγ.} ἐνταῦθ' ἔδαισαν Πηλέως γάμους θεοί.

708

{Κλ.} Θέτις δ' ἔθρεψεν ἢ πατὴρ Ἀχιλλέα;

709

{Αγ.} Χείρων, ἵν' ἤθη μὴ μάθοι κακῶν βροτῶν.

710

{Κλ.} φεῦ· σοφός γ' ὁ θρέψας χὠ διδοὺς σοφωτέροις.

711

{Αγ.} τοιόσδε παιδὸς σῆς ἀνὴρ ἔσται πόσις.

712

{Κλ.} οὐ μεμπτός· οἰκεῖ δ' ἄστυ ποῖον Ἑλλάδος;

713

{Αγ.} Ἀπιδανὸν ἀμφὶ ποταμὸν ἐν Φθίας ὅροις.

714

{Κλ.} ἐκεῖς' ἀπάξει σὴν ἐμήν τε παρθένον;

715

{Αγ.} κείνωι μελήσει ταῦτα τῶι κεκτημένωι.

716

{Κλ.} ἀλλ' εὐτυχοίτην. τίνι δ' ἐν ἡμέραι γαμεῖ;

717

{Αγ.} ὅταν σελήνης ἐντελὴς ἔλθηι κύκλος.

718

{Κλ.} προτέλεια δ' ἤδη παιδὸς ἔσφαξας θεᾶι;

719

{Αγ.} μέλλω· 'πὶ ταύτηι καὶ καθέσταμεν τύχηι.

720

{Κλ.} κἄπειτα δαίσεις τοὺς γάμους ἐς ὕστερον;

721

{Αγ.} θύσας γε θύμαθ' ἁμὲ χρὴ θῦσαι θεοῖς.

722

{Κλ.} ἡμεῖς δὲ θοίνην ποῦ γυναιξὶ θήσομεν;

723

{Αγ.} ἐνθάδε παρ' εὐπρύμνοισιν Ἀργείων πλάταις.

724

{Κλ.} καλῶς ἀναγκαίως τε· συνενέγκαι δ' ὅμως.

725

{Αγ.} οἶσθ' οὖν ὃ δρᾶσον, ὦ γύναι· πιθοῦ δέ μοι.

726

{Κλ.} τί χρῆμα; πείθεσθαι γὰρ εἴθισμαι σέθεν.

727

{Αγ.} ἡμεῖς μὲν ἐνθάδ', οὗπέρ ἐσθ' ὁ νυμφίος ...

728

{Κλ.} μητρὸς τί χωρὶς δράσεθ' ἁμὲ δρᾶν χρεών;

729

{Αγ.} ἐκδώσομεν σὴν παῖδα Δαναΐδων μέτα.

730

{Κλ.} ἡμᾶς δὲ ποῦ χρὴ τηνικαῦτα τυγχάνειν;

731

{Αγ.} χώρει πρὸς Ἄργος παρθένους τε τημέλει.

732

{Κλ.} λιποῦσα παῖδα; τίς δ' ἀνασχήσει φλόγα;

733

{Αγ.} ἐγὼ παρέξω φῶς ὃ νυμφίοις πρέπει.

734

{Κλ.} οὐχ ὁ νόμος οὗτος οὐδὲ φαῦλ' ἡγητέα.

735

{Αγ.} οὐ καλὸν ἐν ὄχλωι ς' ἐξομιλεῖσθαι στρατοῦ.

736

{Κλ.} καλὸν τεκοῦσαν τἀμά μ' ἐκδοῦναι τέκνα.

737

{Αγ.} καὶ τάς γ' ἐν οἴκωι μὴ μόνας εἶναι κόρας.

738

{Κλ.} ὀχυροῖσι παρθενῶσι φρουροῦνται καλῶς.

739

{Αγ.} πιθοῦ. {Κλ.} μὰ τὴν ἄνασσαν Ἀργείαν θεάν.

740

ἐλθὼν δὲ τἄξω πρᾶσσε, τἀν δόμοις δ' ἐγώ,

741

ἃ χρὴ παρεῖναι νυμφίοισι παρθένοις.

742

{Αγ.} οἴμοι· μάτην ἦιξ', ἐλπίδος δ' ἀπεσφάλην,

743

ἐξ ὀμμάτων δάμαρτ' ἀποστεῖλαι θέλων.

744

σοφίζομαι δὲ κἀπὶ τοῖσι φιλτάτοις

745

τέχνας πορίζω, πανταχῆι νικώμενος.

746

ὅμως δὲ σὺν Κάλχαντι τῶι θυηπόλωι

747

κοινῆι τὸ τῆι θεῶι φίλον, ἐμοὶ δ' οὐκ εὐτυχές,

748

ἐξευπορήσων εἶμι, μόχθον Ἑλλάδος.

749

χρὴ δ' ἐν δόμοισιν ἄνδρα τὸν σοφὸν τρέφειν

750

γυναῖκα χρηστὴν κἀγαθήν, ἢ μὴ τρέφειν.

751

{Χο.} ἥξει δὴ Σιμόεντα καὶ

752

δίνας ἀργυροειδεῖς

753

ἄγυρις Ἑλλάνων στρατιᾶς

754

ἀνά τε ναυσὶν καὶ σὺν ὅπλοις

755

Ἴλιον ἐς τὸ Τροίας

756

Φοιβήιον δάπεδον,

757

τὰν Κασσάνδραν ἵν' ἀκού-

758

ω ῥίπτειν ξανθοὺς πλοκάμους

759

χλωροκόμωι στεφάνωι δάφνας

760

κοσμηθεῖσαν, ὅταν θεοῦ

761

μαντόσυνοι πνεύσως' ἀνάγκαι.

762

στάσονται δ' ἐπὶ περγάμων

763

Τροίας ἀμφί τε τείχη

764

Τρῶες, ὅταν χάλκασπις Ἄρης

765

πόντιος εὐπρώιροιο πλάτας

766

εἰρεσίαι πελάζηι

767

Σιμουντίοις ὀχετοῖς,

768

τὰν τῶν ἐν αἰθέρι δισ-

769

σῶν Διοσκούρων Ἑλέναν

770

ἐκ Πριάμου κομίσαι θέλων

771

ἐς γᾶν Ἑλλάδα δοριπόνων

772

ἀσπίσι καὶ λόγχαις Ἀχαιῶν.

773

Πέργαμον δὲ Φρυγῶν πόλιν

774

λαΐνους περὶ πύργους

775

κυκλώσας Ἄρει φονίωι

776

λαιμοτόμους κεφαλὰς †σπάσας

777

πόλισμα Τροίας†

778

πέρσας κατ' ἄκρας πόλιν,

779

θήσει κόρας πολυκλαύ-

780

τους δάμαρτά τε Πριάμου.

781

ἁ δὲ Διὸς Ἑλένα κόρα

782

πολύκλαυτος ἐσεῖται

783

πόσιν προλιποῦσα.

784-785

μήτ' ἐμοὶ μήτ' ἐμοῖσι τέκνων τέκνοις

786

ἐλπὶς ἅδε ποτ' ἔλθοι,

787

οἵαν αἱ πολύχρυσοι

788

Λυδαὶ καὶ Φρυγῶν ἄλοχοι

789

σχήσουσι, παρ' ἱστοῖς

790

μυθεῦσαι τάδ' ἐς ἀλλήλας·

791

Τίς ἄρα μ' εὐπλοκάμους κόμας

792

†ἔρυμα δακρυόεν τανύσας†

793

πατρίδος ὀλομένας ἀπολωτιεῖ;

794

διὰ σέ, τὰν κύκνου δολιχαύχενος γόνον,

795

εἰ δὴ φάτις ἔτυμος ὡς

796

†ἔτυχε Λήδα† ὄρνιθι πταμένωι,

797

Διὸς ὅτ' ἀλλάχθη δέμας, εἴτ'

798

ἐν δέλτοις Πιερίσιν

799

μῦθοι τάδ' ἐς ἀνθρώπους

800

ἤνεγκαν παρὰ καιρὸν ἄλλως.

801

{ΑΧΙΛΛΕΥΣ} ποῦ τῶν Ἀχαιῶν ἐνθάδ' ὁ στρατηλάτης;

802

τίς ἂν φράσειε προσπόλων τὸν Πηλέως

803

ζητοῦντά νιν παῖδ' ἐν πύλαις Ἀχιλλέα;

804

οὐκ ἐξ ἴσου γὰρ μένομεν Εὐρίπου πέλας·

805

οἱ μὲν γὰρ ἡμῶν, ὄντες ἄζυγες γάμων,

806

οἴκους ἐρήμους ἐκλιπόντες ἐνθάδε

807

θάσσους' ἐπ' ἀκταῖς, οἱ δ' ἔχοντες εὔνιδας

808

καὶ παῖδας· οὕτω δεινὸς ἐμπέπτωκ' ἔρως

809

τῆσδε στρατείας Ἑλλάδ' οὐκ ἄνευ θεῶν.

810

τοὐμὸν μὲν οὖν δίκαιον ἐμὲ λέγειν χρέος,

811

ἄλλος δ' ὁ χρήιζων αὐτὸς ὑπὲρ αὑτοῦ φράσει.

812

γῆν γὰρ λιπὼν Φάρσαλον ἠδὲ Πηλέα

813

μένω 'πὶ λεπταῖς ταισίδ' Εὐρίπου ῥοαῖς,

814

Μυρμιδόνας ἴσχων· οἱ δ' ἀεὶ προσκείμενοι

815

λέγους'· Ἀχιλλεῦ, τί μένομεν; πόσον χρόνον

816

ἔτ' ἐκμετρῆσαι χρὴ πρὸς Ἰλίου στολόν;

817

δρᾶ 〈δ'〉, εἴ τι δράσεις, ἢ ἄπαγ' οἴκαδε στρατόν,

818

τὰ τῶν Ἀτρειδῶν μὴ μένων μελλήματα.

819

{Κλ.} ὦ παῖ θεᾶς Νηρῆιδος, ἔνδοθεν λόγων

820

τῶν σῶν ἀκούσας' ἐξέβην πρὸ δωμάτων.

821

{Αχ.} ὦ πότνι' αἰδώς, τήνδε τίνα λεύσσω ποτὲ

822

γυναῖκα, μορφὴν εὐπρεπῆ κεκτημένην;

823

{Κλ.} οὐ θαῦμά ς' ἡμᾶς ἀγνοεῖν, οἷς μὴ πάρος

824

προσῆκες· αἰνῶ δ' ὅτι σέβεις τὸ σωφρονεῖν.

825

{Αχ.} τίς δ' εἶ; τί δ' ἦλθες Δαναΐδων ἐς σύλλογον,

826

γυνὴ πρὸς ἄνδρας ἀσπίσιν πεφαργμένους;

827

{Κλ.} Λήδας μέν εἰμι παῖς, Κλυταιμήστρα δέ μοι

828

ὄνομα, πόσις δέ μοὐστὶν Ἀγαμέμνων ἄναξ.

829

{Αχ.} καλῶς ἔλεξας ἐν βραχεῖ τὰ καίρια·

830

αἰσχρὸν δέ μοι γυναιξὶ συμβάλλειν λόγους.

831

{Κλ.} μεῖνον—τί φεύγεις; —δεξιάν τ' ἐμῆι χερὶ

832

σύναψον, ἀρχὴν μακαρίων νυμφευμάτων.

833

{Αχ.} τί φήις; ἐγώ σοι δεξιάν; αἰδοίμεθ' ἂν

834

Ἀγαμέμνον', εἰ ψαύοιμεν ὧν μή μοι θέμις.

835

{Κλ.} θέμις μάλιστα, τὴν ἐμὴν ἐπεὶ γαμεῖς

836

παῖδ', ὦ θεᾶς παῖ ποντίας Νηρηίδος.

837

{Αχ.} ποίους γάμους φήις; ἀφασία μ' ἔχει, γύναι,

838

εἰ μή τι παρανοοῦσα καινουργεῖς λόγον.

839

{Κλ.} πᾶσιν τόδ' ἐμπέφυκεν, αἰδεῖσθαι φίλους

840

καινοὺς ὁρῶσι καὶ γάμων μεμνημένους.

841

{Αχ.} οὐπώποτ' ἐμνήστευσα παῖδα σήν, γύναι,

842

οὐδ' ἐξ Ἀτρειδῶν ἦλθέ μοι λόγος γάμων.

843

{Κλ.} τί δῆτ' ἂν εἴη; σὺ πάλιν αὖ λόγοις ἐμοῖς

844

εἴκαζ'· ἐμοὶ γὰρ θαύματ' ἐστὶ τὰ παρὰ σοῦ.

845

{Αχ.} θαύμαζε· κοινὸν 〈δ'〉 ἐστὶν εἰκάζειν τάδε·

846

ἄμφω γὰρ ἐψευδόμεθα τοῖς λόγοις ἴσως.

847

{Κλ.} ἀλλ' ἦ πέπονθα δεινά; μαστεύω γάμους

848

οὐκ ὄντας, ὡς εἴξασιν· αἰδοῦμαι τάδε.

849

{Αχ.} ἴσως ἐκερτόμησε κἀμὲ καὶ σέ τις·

850

ἀλλ' ἀμελίαι δὸς αὐτὰ καὶ φαύλως φέρε.

851

{Κλ.} χαῖρ'· οὐ γὰρ ὀρθοῖς ὄμμασίν 〈ς'〉 ἔτ' εἰσορῶ,

852

ψευδὴς γενομένη καὶ παθοῦς' ἀνάξια.

853

{Αχ.} καὶ σοὶ τόδ' ἐστὶν ἐξ ἐμοῦ· πόσιν δὲ σὸν

854

στείχω ματεύσων τῶνδε δωμάτων ἔσω.

855

{Πρ.} ὦ ξέν', Αἰακοῦ γένεθλον, μεῖνον· ὦ, σέ τοι λέγω,

856

τὸν θεᾶς γεγῶτα παῖδα, καὶ σέ, τὴν Λήδας κόρην.

857

{Αχ.} τίς ὁ καλῶν, πύλας παροίξας; ὡς τεταρβηκὸς καλεῖ.

858

{Πρ.} δοῦλος, οὐχ ἁβρύνομαι τῶιδ'· ἡ τύχη γὰρ οὐκ ἐᾶι.

859

{Αχ.} τίνος; ἐμὸς μὲν οὐχί· χωρὶς τἀμὰ κἀγαμέμνονος.

860

{Πρ.} τῆσδε τῆς πάροιθεν οἴκων, Τυνδάρεω δόντος πατρός.

861

{Αχ.} ἕσταμεν· φράζ', εἴ τι χρήιζεις, ὧν μ' ἐπέσχες οὕνεκα.

862

{Πρ.} ἦ μόνω παρόντε δῆτα ταῖσδ' ἐφέστατον πύλαις;

863

{Αχ.} ὡς μόνοιν λέγοις ἄν, ἔξω δ' ἐλθὲ βασιλείων δόμων.

864

{Πρ.} ὦ Τύχη πρόνοιά θ' ἡμή, σώσαθ' οὓς ἐγὼ θέλω.

865

{Αχ.} ὁ λόγος ἐς μέλλοντ' †ἂν ὤσηι† χρόνον· ἔχει δ' ὄκνον τινά.

866

{Κλ.} δεξιᾶς ἕκατι μὴ μέλλ', εἴ τί μοι χρήιζεις λέγειν.

867

{Πρ.} οἶσθα δῆτά μ', ὅστις ὤν σοι καὶ τέκνοις εὔνους ἔφυν;

868

{Κλ.} οἶδά ς' ὄντ' ἐγὼ παλαιὸν δωμάτων ἐμῶν λάτριν.

869

{Πρ.} χὤτι μ' ἐν ταῖς σαῖσι φερναῖς ἔλαβεν Ἀγαμέμνων ἄναξ;

870

{Κλ.} ἦλθες εἰς Ἄργος μεθ' ἡμῶν κἀμὸς ἦσθ' ἀεί ποτε.

871

{Πρ.} ὧδ' ἔχει· καὶ σοὶ μὲν εὔνους εἰμί, σῶι δ' ἧσσον πόσει.

872

{Κλ.} ἐκκάλυπτε νῦν ποθ' ἡμῖν οὕστινας στέγεις λόγους.

873

{Πρ.} παῖδα σὴν πατὴρ ὁ φύσας αὐτόχειρ μέλλει κτανεῖν.

874

{Κλ.} πῶς; ἀπέπτυς', ὦ γεραιέ, μῦθον· οὐ γὰρ εὖ φρονεῖς.

875

{Πρ.} φασγάνωι λευκὴν φονεύων τῆς ταλαιπώρου δέρην.

876

{Κλ.} ὦ τάλαιν' ἐγώ· μεμηνὼς ἆρα τυγχάνει πόσις;

877

{Πρ.} ἀρτίφρων, πλὴν ἐς σὲ καὶ σὴν παῖδα· τοῦτο δ' οὐ φρονεῖ.

878

{Κλ.} ἐκ τίνος λόγου; τίς αὐτὸν οὑπάγων ἀλαστόρων;

879

{Πρ.} θέσφαθ', ὥς γέ φησι Κάλχας, ἵνα πορεύηται στρατός.

880

{Κλ.} ποῖ; τάλαιν' ἐγώ, τάλαινα δ' ἣν πατὴρ μέλλει κτανεῖν.

881

{Πρ.} Δαρδάνου πρὸς δώμαθ', Ἑλένην Μενέλεως ὅπως λάβηι.

882

{Κλ.} εἰς ἄρ' Ἰφιγένειαν Ἑλένης νόστος ἦν πεπρωμένος;

883

{Πρ.} πάντ' ἔχεις· Ἀρτέμιδι θύσειν παῖδα σὴν μέλλει πατήρ.

884

{Κλ.} ὁ δὲ γάμος τίν' εἶχε πρόφασιν, ὧι μ' ἐκόμισεν ἐκ δόμων;

885

{Πρ.} ἵν' ἀγάγοις χαίρους' Ἀχιλλεῖ παῖδα νυμφεύσουσα σήν.

886

{Κλ.} ὦ θύγατερ, ἥκεις ἐπ' ὀλέθρωι καὶ σὺ καὶ μήτηρ σέθεν.

887

{Πρ.} οἰκτρὰ πάσχετον δύ' οὖσαι· δεινὰ δ' Ἀγαμέμνων ἔτλη.

888

{Κλ.} οἴχομαι τάλαινα· δακρύων νάματ' οὐκέτι στέγω.

889

{Πρ.} εἴπερ ἀλγεινὸν τὸ τέκνων στερόμενον, δακρυρρόει.

890

{Κλ.} σὺ δὲ τάδ', ὦ γέρον, πόθεν φὴις εἰδέναι πεπυσμένος;

891

{Πρ.} δέλτον ὠιχόμην φέρων σοι πρὸς τὰ πρὶν γεγραμμένα.

892

{Κλ.} οὐκ ἐῶν ἢ ξυγκελεύων παῖδ' ἄγειν θανουμένην;

893

{Πρ.} μὴ μὲν οὖν ἄγειν· φρονῶν γὰρ ἔτυχε σὸς πόσις τότ' εὖ.

894

{Κλ.} κἆιτα πῶς φέρων γε δέλτον οὐκ ἐμοὶ δίδως λαβεῖν;

895

{Πρ.} Μενέλεως ἀφείλεθ' ἡμᾶς, ὃς κακῶν τῶνδ' αἴτιος.

896

{Κλ.} ὦ τέκνον Νηρῆιδος, ὦ παῖ Πηλέως, κλύεις τάδε;

897

{Αχ.} ἔκλυον οὖσαν ἀθλίαν σε, τὸ δ' ἐμὸν οὐ φαύλως φέρω.

898

{Κλ.} παῖδά μου κατακτενοῦσι σοῖς δολώσαντες γάμοις.

899

{Αχ.} μέμφομαι κἀγὼ πόσει σῶι, κοὐχ ἁπλῶς οὕτω φέρω.

900

{Κλ.} οὐκ ἐπαιδεσθήσομαι 'γὼ προσπεσεῖν τὸ σὸν γόνυ

901

θνητὸς ἐκ θεᾶς γεγῶτος· τί γὰρ ἐγὼ σεμνύνομαι;

902

ἦ τινος σπουδαστέον μοι μᾶλλον ἢ τέκνου πέρι;

903

ἀλλ' ἄμυνον, ὦ θεᾶς παῖ, τῆι τ' ἐμῆι δυσπραξίαι

904

τῆι τε λεχθείσηι δάμαρτι σῆι μάτην μέν, ἀλλ' ὅμως.

905

σοὶ καταστέψας' ἐγώ νιν ἦγον ὡς γαμουμένην,

906

νῦν δ' ἐπὶ σφαγὰς κομίζω· σοὶ δ' ὄνειδος ἵξεται,

907

ὅστις οὐκ ἤμυνας· εἰ γὰρ μὴ γάμοισιν ἐζύγης,

908

ἀλλ' ἐκλήθης γοῦν ταλαίνης παρθένου φίλος πόσις.

909

πρὸς γενειάδος 〈σε〉, πρός σε δεξιᾶς, πρὸς μητέρος—

910

ὄνομα γὰρ τὸ σόν μ' ἀπώλες', ὧι ς' ἀμυναθεῖν χρεών—

911

οὐκ ἔχω βωμὸν καταφυγεῖν ἄλλον ἢ τὸ σὸν γόνυ,

912

οὐδὲ φίλος οὐδεὶς πέλας μοι· τὰ δ' Ἀγαμέμνονος κλύεις

913

ὠμὰ καὶ πάντολμ'· ἀφῖγμαι δ', ὥσπερ εἰσορᾶις, γυνὴ

914

ναυτικὸν στράτευμ' ἄναρχον κἀπὶ τοῖς κακοῖς θρασύ,

915

χρήσιμον δ', ὅταν θέλωσιν. ἢν δὲ τολμήσηις σύ μου

916

χεῖρ' ὑπερτεῖναι, σεσώμεθ'· εἰ δὲ μή, οὐ σεσώμεθα.

917

{Χο.} δεινὸν τὸ τίκτειν καὶ φέρει φίλτρον μέγα,

918

πᾶσίν τε κοινόν ἐσθ' ὑπερκάμνειν τέκνων.

919

{Αχ.} ὑψηλόφρων μοι θυμὸς αἴρεται πρόσω·

920

ἐπίσταμαι δὲ τοῖς κακοῖσί τ' ἀσχαλᾶν

921

μετρίως τε χαίρειν τοῖσιν ἐξωγκωμένοις.

922

λελογισμένοι γὰρ οἱ τοιοίδ' εἰσὶν βροτῶν

923

ὀρθῶς διαζῆν τὸν βίον γνώμης μέτα.

924

ἔστιν μὲν οὖν ἵν' ἡδὺ μὴ λίαν φρονεῖν,

925

ἔστιν δὲ χὤπου χρήσιμον γνώμην ἔχειν.

926

ἐγὼ δ', ἐν ἀνδρὸς εὐσεβεστάτου τραφεὶς

927

Χείρωνος, ἔμαθον τοὺς τρόπους ἁπλοῦς ἔχειν.

928

καὶ τοῖς Ἀτρείδαις, ἢν μὲν ἡγῶνται καλῶς,

929

πεισόμεθ', ὅταν δὲ μὴ καλῶς, οὐ πείσομαι.

930

ἀλλ' ἐνθάδ' ἐν Τροίαι τ' ἐλευθέραν φύσιν

931

παρέχων, Ἄρη τὸ κατ' ἐμὲ κοσμήσω δορί.

932

σὲ δ', ὦ σχέτλια παθοῦσα πρὸς τῶν φιλτάτων,

933

ἃ δὴ κατ' ἄνδρα γίγνεται νεανίαν,

934

τοσοῦτον οἶκτον περιβαλὼν καταστελῶ,

935

κοὔποτε κόρη σὴ πρὸς πατρὸς σφαγήσεται,

936

ἐμὴ φατισθεῖς'· οὐ γὰρ ἐμπλέκειν πλοκὰς

937

ἐγὼ παρέξω σῶι πόσει τοὐμὸν δέμας.

938

τοὔνομα γάρ, εἰ καὶ μὴ σίδηρον ἤρατο,

939

τοὐμὸν φονεύσει παῖδα σήν. τὸ δ' αἴτιον

940

πόσις σός. ἁγνὸν δ' οὐκέτ' ἐστὶ σῶμ' ἐμόν,

941

εἰ δι' ἔμ' ὀλεῖται διά τε τοὺς ἐμοὺς γάμους

942

ἡ δεινὰ τλᾶσα κοὐκ ἀνεκτὰ παρθένος,

943

θαυμαστὰ δ' ὡς ἀνάξι' ἠτιμασμένη.

944

ἐγὼ κάκιστος ἦν ἄρ' Ἀργείων ἀνήρ,

945

ἐγὼ τὸ μηδέν, Μενέλεως δ' ἐν ἀνδράσιν,

946

ὡς οὐχὶ Πηλέως ἀλλ' ἀλάστορος γεγώς,

947

εἴπερ φονεύει τοὐμὸν ὄνομα σῶι πόσει.

948

μὰ τὸν δι' ὑγρῶν κυμάτων τεθραμμένον

949

Νηρέα, φυτουργὸν Θέτιδος ἥ μ' ἐγείνατο,

950

οὐχ ἅψεται σῆς θυγατρὸς Ἀγαμέμνων ἄναξ,

951

οὐδ' εἰς ἄκραν χεῖρ', ὥστε προσβαλεῖν πέπλοις·

952

ἢ Σίπυλος ἔσται πολύς, ἔρεισμα βαρβάρων,

953

ὅθεν πεφύκας' οἱ στρατηλάται γένος,

954

Φθίας δὲ τοὔνομ' οὐδαμοῦ κεκλήσεται.

955

πικροὺς δὲ προχύτας χέρνιβάς τ' ἐνάρξεται

956

Κάλχας ὁ μάντις. τίς δὲ μάντις ἔστ' ἀνήρ,

957

ὃς ὀλίγ' ἀληθῆ, πολλὰ δὲ ψευδῆ λέγει

958

τυχών, ὅταν δὲ μὴ τύχηι διοίχεται;

959

οὐ τῶν γάμων ἕκατι—μυρίαι κόραι

960

θηρῶσι λέκτρον τοὐμόν—εἴρηται τόδε·

961

ἀλλ' ὕβριν ἐς ἡμᾶς ὕβρις' Ἀγαμέμνων ἄναξ.

962

χρῆν δ' αὐτὸν αἰτεῖν τοὐμὸν ὄνομ' ἐμοῦ πάρα,

963

θήραμα παιδός· ἡ Κλυταιμήστρα δ' ἐμοὶ

964

μάλιστ' ἐπείσθη θυγατέρ' ἐκδοῦναι πόσει.

965

ἔδωκά τἂν Ἕλλησιν, εἰ πρὸς Ἴλιον

966

ἐν τῶιδ' ἔκαμνε νόστος· οὐκ ἠρνούμεθ' ἂν

967

τὸ κοινὸν αὔξειν ὧν μέτ' ἐστρατευόμην.

968

νῦν δ' οὐδέν εἰμι, παρὰ δὲ τοῖς στρατηλάταις

969

ἐν εὐμαρεῖ με δρᾶν τε καὶ μὴ δρᾶν κακῶς.

970

τάχ' εἴσεται σίδηρος, ὃν πρὶν ἐς Φρύγας

971

ἐλθεῖν φόνου κηλῖσιν †αἵματι† χρανῶ,

972

εἴ τίς με τὴν σὴν θυγατέρ' ἐξαιρήσεται.

973

ἀλλ' ἡσύχαζε· θεὸς ἐγὼ πέφηνά σοι

974

μέγιστος, οὐκ ὤν· ἀλλ' ὅμως γενήσομαι.

975

{Χο.} ἔλεξας, ὦ παῖ Πηλέως, σοῦ τ' ἄξια

976

καὶ τῆς ἐναλίας δαίμονος, σεμνῆς θεοῦ.

977

{Κλ.} φεῦ· πῶς ἄν ς' ἐπαινέσαιμι μὴ λίαν λόγοις

978

μηδ' ἐνδεὴς τοῦδ' ἀπολέσαιμι τὴν χάριν;

979

αἰνούμενοι γὰρ ἁγαθοὶ τρόπον τινὰ

980

μισοῦσι τοὺς αἰνοῦντας, ἢν αἰνῶς' ἄγαν.

981

αἰσχύνομαι δὲ παραφέρους' οἰκτροὺς λόγους,

982

ἰδίαι νοσοῦσα· σὺ δ' ἄνοσος κακῶν γ' ἐμῶν.

983

ἀλλ' οὖν ἔχει τι σχῆμα, κἂν ἄπωθεν ἦι

984

ἀνὴρ ὁ χρηστός, δυστυχοῦντας ὠφελεῖν.

985

οἴκτιρε δ' ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν.

986

ἣ πρῶτα μέν σε γαμβρὸν οἰηθεῖς' ἔχειν

987

κενὴν κατέσχον ἐλπίδ'· εἶτά σοι τάχα

988

ὄρνις γένοιτ' ἂν τοῖσι μέλλουσιν γάμοις

989

θανοῦς' ἐμὴ παῖς, ὅ σε φυλάξασθαι χρεών.

990

ἀλλ' εὖ μὲν ἀρχὰς εἶπας, εὖ δὲ καὶ τέλη·

991

σοῦ γὰρ θέλοντος παῖς ἐμὴ σωθήσεται.

992

βούληι νιν ἱκέτιν σὸν περιπτύξαι γόνυ;

993

ἀπαρθένευτα μὲν τάδ'· εἰ δέ σοι δοκεῖ,

994

ἔξεισιν, αἰδοῦς ὄμμ' ἔχους' ἐλεύθερον.

995

εἰ δ' οὐ παρούσης ταὐτὰ τεύξομαι σέθεν,

996

μενέτω κατ' οἴκους· σεμνὰ γὰρ σεμνύνεται.

997

ὅμως δ' ὅσον γε δυνατὸν αἰτεῖσθαι χρεών.

998

{Αχ.} σὺ μήτε σὴν παῖδ' ἔξαγ' ὄψιν εἰς ἐμὴν

999

μήτ' εἰς ὄνειδος ἀμαθὲς ἔλθωμεν, γύναι·

1000

στρατὸς γὰρ ἀθρόος, ἀργὸς ὢν τῶν οἴκοθεν,

1001

λέσχας πονηρὰς καὶ κακοστόμους φιλεῖ.

1002

πάντως δέ μ' ἱκετεύοντέ θ' ἥξετ' εἰς ἴσον

1003

ἐπ' ἀνικετεύτοις θ'· εἷς ἐμοὶ γάρ ἐστ' ἀγὼν

1004

μέγιστος, ὑμᾶς ἐξαπαλλάξαι κακῶν.

1005

ὡς ἕν γ' ἀκούσας' ἴσθι, μὴ ψευδῶς μ' ἐρεῖν·

1006

ψευδῆ λέγων δὲ καὶ μάτην ἐγκερτομῶν,

1007

θάνοιμι· μὴ θάνοιμι δ', ἢν σώσω κόρην.

1008

{Κλ.} ὄναιο συνεχῶς δυστυχοῦντας ὠφελῶν.

1009

{Αχ.} ἄκουε δή νυν, ἵνα τὸ πρᾶγμ' ἔχηι καλῶς.

1010

{Κλ.} τί τοῦτ' ἔλεξας; ὡς ἀκουστέον γέ σου.

1011

{Αχ.} πείθωμεν αὖθις πατέρα βέλτιον φρονεῖν.

1012

{Κλ.} κακός τίς ἐστι καὶ λίαν ταρβεῖ στρατόν.

1013

{Αχ.} ἀλλ' οἱ λόγοι…

1014

The complete text is available when the reading interface loads.