Rhesus
- Authority group
- Euripides (catalogue association; authorship remains anonymous)
- Edition reference
- Rhesus, ed. Diggle, op. cit., vol. 3, 433–479. Cod,
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg052.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
6
πάσης στρατιᾶς προκάθηνται.
7
ὄρθου κεφαλὴν πῆχυν ἐρείσας,
8
λῦσον βλεφάρων γοργωπὸν ἕδραν,
9
λεῖπε χαμεύνας φυλλοστρώτους,
10
Ἕκτορ· καιρὸς γὰρ ἀκοῦσαι.
11
{ΕΚΤΩΡ} τίς ὅδ'—ἦ φίλιος φθόγγος; —τίς ἀνήρ;
12
τί τὸ σῆμα; θρόει.
13
τίνες ἐκ νυκτῶν τὰς ἡμετέρας
14
κοίτας πλάθους'; ἐνέπειν χρή.
15
{Χο.} φύλακες στρατιᾶς. {Εκ.} τί φέρηι θορύβωι,
16
[{Χο.} θάρσει. {Εκ.} θαρσῶ.
17
†μῶν τις λόχος ἐκ νυκτῶν; {Χο.} οὐκ ἔστι. {Εκ.} τί σὺ γὰρ†
18
φυλακὰς προλιπὼν κινεῖς στρατιάν,]
19
εἰ μή τιν' ἔχων νυκτηγορίαν;
20
οὐκ οἶσθα δορὸς πέλας Ἀργείου
21
νυχίαν ἡμᾶς
22
κοίτην πανόπλους κατέχοντας;
23
{Χο.} ὁπλίζου χέρα, συμμάχων,
24
Ἕκτορ, βᾶθι πρὸς εὐνάς,
25
ὄτρυνον ἔγχος αἴρειν, ἀφύπνισον.
26
πέμπε φίλους ἰέναι ποτὶ σὸν λόχον,
27
ἁρμόσατε ψαλίοις ἵππους.
28
τίς εἶς' ἐπὶ Πανθοΐδαν
29
ἢ τὸν Εὐρώπας, Λυκίων ἀγὸν ἀνδρῶν;
30
ποῦ σφαγίων ἔφοροι,
31
ποῦ δὲ γυμνήτων μόναρχοι
32
τοξοφόροι τε Φρυγῶν;
33
ζεύγνυτε κερόδετα τόξα νευραῖς.
34
{Εκ.} τὰ μὲν ἀγγέλλεις δείματ' ἀκούειν,
35
τὰ δὲ θαρσύνεις, κοὐδὲν καθαρῶς.
36
ἀλλ' ἦ Κρονίου Πανὸς τρομερᾶι
37
μάστιγι φοβῆι, φυλακὰς δὲ λιπὼν
38
κινεῖς στρατιάν; τί θροεῖς; τί σε φῶ
39
νέον ἀγγέλλειν; πολλὰ γὰρ εἰπὼν
40
οὐδὲν τρανῶς ἀπέδειξας.
41
{Χο.} πύρ' αἴθει στρατὸς Ἀργόλας,
42
Ἕκτορ, πᾶσαν ἀν' ὄρφναν,
43
διειπετῆ δὲ ναῶν πυρσοῖς σταθμά.
44
πᾶς δ' Ἀγαμεμνονίαν προσέβα στρατὸς
45
ἐννύχιος θορύβωι σκηνάν,
46
νέαν τιν' ἐφιέμενοι
47
βάξιν· οὐ γάρ πω πάρος ὧδ' ἐφοβήθη
48
ναυσιπόρος στρατιά.
49
σοὶ δ', ὑποπτεύων τὸ μέλλον,
50
ἤλυθον ἄγγελος ὡς
51
μήποτέ τιν' ἐς ἐμὲ μέμψιν εἴπηις.
52
{Εκ.} ἐς καιρὸν ἥκεις, καίπερ ἀγγέλλων φόβον·
53
ἅνδρες γὰρ ἐκ γῆς τῆσδε νυκτέρωι πλάτηι
54
λαθόντες ὄμμα τοὐμὸν ἀρεῖσθαι φυγὴν
55
μέλλουσι· σαίνει μ' ἔννυχος φρυκτωρία.
56
ὦ δαῖμον, ὅστις μ' εὐτυχοῦντ' ἐνόσφισας
57
θοίνης λέοντα, πρὶν τὸν Ἀργείων στρατὸν
58
σύρδην ἅπαντα τῶιδ' ἀναλῶσαι δορί.
59
εἰ γὰρ φαεννοὶ μὴ †ξυνέσχον† ἡλίου
60
λαμπτῆρες, οὔτἂν ἔσχον εὐτυχοῦν δόρυ,
61
πρὶν ναῦς πυρῶσαι καὶ διὰ σκηνῶν μολεῖν
62
κτείνων Ἀχαιοὺς τῆιδε πολυφόνωι χερί.
63
κἀγὼ μὲν ἦ πρόθυμος ἱέναι δόρυ
64
ἐν νυκτὶ χρῆσθαί τ' εὐτυχεῖ ῥύμηι θεοῦ·
65
ἀλλ' οἱ σοφοί με καὶ τὸ θεῖον εἰδότες
66
μάντεις ἔπεισαν ἡμέρας μεῖναι φάος
67
κἄπειτ' Ἀχαιῶν μηδέν' ἐν χέρσωι λιπεῖν.
68
οἱ δ' οὐ μένουσι τῶν ἐμῶν θυοσκόων
69
βουλάς· ἐν ὄρφνηι δραπέτης μέγα σθένει.
70
ἀλλ' ὡς τάχιστα χρὴ παραγγέλλειν στρατῶι
71
τεύχη πρόχειρα λαμβάνειν λῆξαί θ' ὕπνου,
72
ὡς ἄν τις αὐτῶν καὶ νεὼς θρώισκων ἔπι
73
νῶτον χαραχθεὶς κλίμακας ῥάνηι φόνωι,
74
οἱ δ' ἐν βρόχοισι δέσμιοι λελημμένοι
75
Φρυγῶν ἀρούρας ἐκμάθωσι γαπονεῖν.
76
{Χο.} Ἕκτορ, ταχύνεις πρὶν μαθεῖν τὸ δρώμενον·
77
ἅνδρες γὰρ εἰ φεύγουσιν οὐκ ἴσμεν τορῶς.
78
{Εκ.} τίς γὰρ πύρ' αἴθειν πρόφασις Ἀργείων στρατόν;
79
{Χο.} οὐκ οἶδ'· ὕποπτον δ' ἐστὶ κάρτ' ἐμῆι φρενί.
80
{Εκ.} πάντ' ἂν φοβηθεὶς ἴσθι δειμαίνων τόδε.
81
{Χο.} οὔπω πρὶν ἧψαν πολέμιοι τοσόνδε φῶς.
82
{Εκ.} οὐδ' ὧδέ γ' αἰσχρῶς ἔπεσον ἐν τροπῆι δορός.
83
{Χο.} σὺ ταῦτ' ἔπραξας· καὶ τὰ λοιπὰ νῦν σκόπει.
84
{Εκ.} ἁπλοῦς ἐπ' ἐχθροῖς μῦθος ὁπλίζειν χέρα.
85
{Χο.} καὶ μὴν ὅδ' Αἰνέας καὶ μάλα σπουδῆι ποδὸς
86
στείχει, νέον τι πρᾶγμ' ἔχων φίλοις φράσαι.
87
{ΑΙΝΕΙΑΣ} Ἕκτορ, τί χρῆμα νύκτεροι κατὰ στρατὸν
88
τὰς σὰς πρὸς εὐνὰς φύλακες ἐλθόντες φόβωι
89
νυκτηγοροῦσι καὶ κεκίνηται στρατός;
90
{Εκ.} Αἰνέα, πύκαζε τεύχεσιν δέμας σέθεν.
91
{Αι.} τί δ' ἔστι; μῶν τις πολεμίων ἀγγέλλεται
92
δόλος κρυφαῖος ἑστάναι κατ' εὐφρόνην;
93
{Εκ.} φεύγουσιν ἅνδρες κἀπιβαίνουσιν νεῶν.
94
{Αι.} τί τοῦδ' ἂν εἴποις ἀσφαλὲς τεκμήριον;
95
{Εκ.} αἴθουσι πᾶσαν νύκτα λαμπάδας πυρός·
96
καί μοι δοκοῦσιν οὐ μενεῖν ἐς αὔριον,
97
ἀλλ' ἐκκέαντες πύρς' ἐπ' εὐσέλμων νεῶν
98
φυγῆι πρὸς οἴκους τῆσδ' ἀφορμήσειν χθονός.
99
{Αι.} σὺ δ' ὡς τί δράσων πρὸς τάδ' ὁπλίζηι χέρα;
100
{Εκ.} φεύγοντας αὐτοὺς κἀπιθρώισκοντας νεῶν
101
λόγχηι καθέξω κἀπικείσομαι βαρύς·
102
αἰσχρὸν γὰρ ἡμῖν, καὶ πρὸς αἰσχύνηι κακόν,
103
θεοῦ διδόντος πολεμίους ἄνευ μάχης
104
φεύγειν ἐᾶσαι πολλὰ δράσαντας κακά.
105
{Αι.} εἴθ' ἦσθ' ἀνὴρ εὔβουλος ὡς δρᾶσαι χερί.
106
ἀλλ' οὐ γὰρ αὑτὸς πάντ' ἐπίστασθαι βροτῶν
107
πέφυκεν· ἄλλωι δ' ἄλλο πρόσκειται γέρας,
108
σὲ μὲν μάχεσθαι, τοὺς δὲ βουλεύειν καλῶς·
109
ὅστις πυρὸς λαμπτῆρας ἐξήρθης κλυὼν
110
φλέγειν Ἀχαιούς, καὶ στρατὸν μέλλεις ἄγειν
111
τάφρους ὑπερβὰς νυκτὸς ἐν καταστάσει.
112
καίτοι περάσας κοῖλον αὐλώνων βάθος,
113
εἰ μὴ κυρήσεις πολεμίους ἀπὸ χθονὸς
114
φεύγοντας ἀλλὰ σὸν βλέποντας ἐς δόρυ,
115
νικώμενος μὲν οὔτι μὴ μόληις πάλιν·
116
πῶς γὰρ περάσει σκόλοπας ἐν τροπῆι στρατός;
117
πῶς δ' αὖ γεφύρας διαβαλοῦς' ἱππηλάται,
118
ἢν ἆρα μὴ θραύσαντες ἀντύγων χνόας;
119
νικῶν δ' ἔφεδρον παῖδ' ἔχεις τὸν Πηλέως,
120
ὅς ς' οὐκ ἐάσει ναυσὶν ἐμβαλεῖν φλόγα,
121
οὐδ' ὧδ' Ἀχαιοὺς ὡς δοκεῖς ἀναρπάσαι·
122
αἴθων γὰρ ἁνὴρ καὶ πεπύργωται θράσει.
123
ἀλλὰ στρατὸν μὲν ἥσυχον παρ' ἀσπίδας
124
εὕδειν ἐῶμεν ἐκ κόπων ἀρειφάτων,
125
κατάσκοπον δὲ πολεμίων, ὃς ἂν θέληι,
126
πέμπειν δοκεῖ μοι· κἂν μὲν αἴρωνται φυγήν,
127
στείχοντες ἐμπέσωμεν Ἀργείων στρατῶι·
128
εἰ δ' ἐς δόλον τιν' ἥδ' ἄγει φρυκτωρία,
129
μαθόντες ἐχθρῶν μηχανὰς κατασκόπου
130
βουλευσόμεσθα· τήνδ' ἔχω γνώμην, ἄναξ.
131
{Χο.} τάδε δοκεῖ, τάδε μεταθέμενος νόει.
132
σφαλερὰ δ' οὐ φιλῶ στρατηγῶν κράτη.
133
τί γὰρ ἄμεινον ἢ ταχυβάταν νεῶν
134
κατόπταν μολεῖν
135
πέλας ὅτι ποτ' ἄρα δαΐοις
136
πυρὰ κατ' ἀντίπρωι- ρα ναυστάθμων δαίεται;
137
{Εκ.} νικᾶις, ἐπειδὴ πᾶσιν ἁνδάνει τάδε.
138
στείχων δὲ κοίμα συμμάχους· τάχ' ἂν στρατὸς
139
κινοῖτ' ἀκούσας νυκτέρους ἐκκλησίας.
140
ἐγὼ δὲ πέμψω πολεμίων κατάσκοπον.
141
κἂν μέν τιν' ἐχθρῶν μηχανὴν πυθώμεθα,
142
σὺ πάντ' ἀκούσηι καὶ παρὼν εἴσηι λόγον·
143
ἐὰν δ' ἀπαίρως' ἐς φυγὴν ὁρμώμενοι,
144
σάλπιγγος αὐδὴν προσδοκῶν καραδόκει,
145
ὡς οὐ μενοῦντά μ'· ἀλλὰ προσμείξω νεῶν
146
ὁλκοῖσι νυκτὸς τῆσδ' ἐπ' Ἀργείων στρατῶι.
147
{Αι.} πέμφ' ὡς τάχιστα· νῦν γὰρ ἀσφαλῶς φρονεῖς.
148
σὺν σοὶ δ' ἔμ' ὄψηι καρτεροῦνθ' ὅταν δέηι.
149
{Εκ.} τίς δῆτα Τρώων οἳ πάρεισιν ἐν λόγωι
150
θέλει κατόπτης ναῦς ἐπ' Ἀργείων μολεῖν;
151
τίς ἂν γένοιτο τῆσδε γῆς εὐεργέτης;
152
τίς φησιν; οὔτοι πάντ' ἐγὼ δυνήσομαι
153
πόλει πατρώιαι συμμάχοις θ' ὑπηρετεῖν.
154
{ΔΟΛΩΝ} ἐγὼ πρὸ γαίας τόνδε κίνδυνον θέλω
155
ῥίψας κατόπτης ναῦς ἐπ' Ἀργείων μολεῖν,
156
καὶ πάντ' Ἀχαιῶν ἐκμαθὼν βουλεύματα
157
ἥξω· 'πὶ τούτοις τόνδ' ὑφίσταμαι πόνον.
158
{Εκ.} ἐπώνυμος μὲν κάρτα καὶ φιλόπτολις
159
Δόλων· πατρὸς δὲ καὶ πρὶν εὐκλεᾶ δόμον
160
νῦν δὶς τόσως ἔθηκας εὐκλεέστερον.
161
{Δο.} οὔκουν πονεῖν μὲν χρή, πονοῦντα δ' ἄξιον
162
μισθὸν φέρεσθαι; παντὶ γὰρ προσκείμενον
163
κέρδος πρὸς ἔργωι τὴν χάριν τίκτει διπλῆν.
164
{Εκ.} ναί, καὶ δίκαια ταῦτα κοὐκ ἄλλως λέγω.
165
τάξαι δὲ μισθόν, πλὴν ἐμῆς τυραννίδος.
166
{Δο.} οὐ σῆς ἐρῶμεν πολιόχου τυραννίδος.
167
{Εκ.} σὺ δ' ἀλλὰ γήμας Πριαμιδῶν γαμβρὸς γενοῦ.
168
{Δο.} οὐδ' ἐξ ἐμαυτοῦ μειζόνων γαμεῖν θέλω.
169
{Εκ.} χρυσὸς πάρεστιν, εἰ τόδ' αἰτήσεις γέρας.
170
{Δο.} ἀλλ' ἔστ' ἐν οἴκοις· οὐ βίου σπανίζομεν.
171
{Εκ.} τί δῆτα χρήιζεις ὧν κέκευθεν Ἴλιον;
172
{Δο.} ἑλὼν Ἀχαιοὺς δῶρά μοι ξυναίνεσον.
173
{Εκ.} δώσω· σὺ δ' αἴτει πλὴν στρατηλάτας νεῶν.
174
{Δο.} κτεῖν', οὔ ς' ἀπαιτῶ Μενέλεω σχέσθαι χέρα.
175
{Εκ.} οὐ μὴν τὸν Οἰλέως παῖδά μ' ἐξαιτεῖς λαβεῖν;
176
{Δο.} κακαὶ γεωργεῖν χεῖρες εὖ τεθραμμέναι.
177
{Εκ.} τίν' οὖν Ἀχαιῶν ζῶντ' ἀποινᾶσθαι θέλεις;
178
{Δο.} καὶ πρόσθεν εἶπον· ἔστι χρυσὸς ἐν δόμοις.
179
{Εκ.} καὶ μὴν λαφύρων γ' αὐτὸς αἱρήσηι παρών.
180
{Δο.} θεοῖσιν αὐτὰ πασσάλευε πρὸς δόμοις.
181
{Εκ.} τί δῆτα μεῖζον τῶνδέ μ' αἰτήσεις γέρας;
182
{Δο.} ἵππους Ἀχιλλέως· χρὴ δ' ἐπ' ἀξίοις πονεῖν
183
ψυχὴν προβάλλοντ' ἐν κύβοισι δαίμονος.
184
{Εκ.} καὶ μὴν ἐρῶντί γ' ἀντερᾶις ἵππων ἐμοί·
185
ἐξ ἀφθίτων γὰρ ἄφθιτοι πεφυκότες
186
τὸν Πηλέως φέρουσι θούριον γόνον·
187
δίδωσι δ' αὐτὸς πωλοδαμνήσας ἄναξ
188
Πηλεῖ Ποσειδῶν, ὡς λέγουσι, πόντιος.
189
ἀλλ' οὔ ς' ἐπάρας ψεύσομαι· δώσω δέ σοι,
190
κάλλιστον οἴκοις κτῆμ', Ἀχιλλέως ὄχον.
191
{Δο.} αἰνῶ· λαβὼν δ' ἄν φημι κάλλιστον Φρυγῶν
192
δῶρον δέχεσθαι τῆς ἐμῆς εὐσπλαγχνίας.
193
σὲ δ' οὐ φθονεῖν χρή· μυρί' ἐστὶν ἄλλα σοι
194
ἐφ' οἷσι τέρψηι τῆσδ' ἀριστεύων χθονός.
195
{Χο.} μέγας ἀγών, μεγάλα δ' ἐπινοεῖς ἑλεῖν·
196
μακάριός γε μὰν κυρήσας ἔσηι.
197
πόνος ὅδ' εὐκλεής· μέγα δὲ κοιράνοι-
198
σι γαμβρὸν πέλειν.
199
τὰ θεόθεν ἐπιδέτω Δίκα,
200a
τὰ δὲ παρ' ἀνδράσιν
200b
τέλειά σοι φαίνεται.
201
{Δο.} στείχοιμ' ἄν· ἐλθὼν 〈δ'〉 ἐς δόμους ἐφέστιος
202
σκευῆι πρεπόντως σῶμ' ἐμὸν καθάψομαι,
203
κἀκεῖθεν ἥσω ναῦς ἐπ' Ἀργείων πόδα.
204
{Χο.} ἐπεὶ τίν' ἄλλην ἀντὶ τῆσδ' ἕξεις στολήν;
205
{Δο.} πρέπουσαν ἔργωι κλωπικοῖς τε βήμασιν.
206
{Χο.} σοφοῦ παρ' ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν·
207
λέξον, τίς ἔσται τοῦδε σώματος σαγή;
208
{Δο.} λύκειον ἀμφὶ νῶτ' ἐνάψομαι δορὰν
209
καὶ χάσμα θηρὸς ἀμφ' ἐμῶι θήσω κάραι,
210
βάσιν τε χερσὶ προσθίαν καθαρμόσας
211
καὶ κῶλα κώλοις τετράπουν μιμήσομαι
212
λύκου κέλευθον πολεμίοις δυσεύρετον,
213
τάφροις πελάζων καὶ νεῶν προβλήμασιν.
214
ὅταν δ' ἔρημον χῶρον ἐμβαίνω ποδί,
215
δίβαμος εἶμι· τῆιδε σύγκειται δόλος.
216
{Χο.} ἀλλ' εὖ ς' ὁ Μαίας παῖς ἐκεῖσε καὶ πάλιν
217
πέμψειεν Ἑρμῆς, ὅς γε φηλητῶν ἄναξ.
218
ἔχεις δὲ τοὔργον· εὐτυχεῖν μόνον σε δεῖ.
219
{Δο.} σωθήσομαί τοι καὶ κτανὼν Ὀδυσσέως
220
οἴσω κάρα σοι—σύμβολον δ' ἔχων σαφὲς
221
φήσεις Δόλωνα ναῦς ἐπ' Ἀργείων μολεῖν—
222
ἢ παῖδα Τυδέως· οὐδ' ἀναιμάκτωι χερὶ
223
ἥξω πρὸς οἴκους πρὶν φάος μολεῖν χθόνα.
224
{Χο.} Θυμβραῖε καὶ Δάλιε καὶ Λυκίας
225
ναὸν ἐμβατεύων
226
Ἄπολλον, ὦ Δία κεφαλά, μόλε τοξή-
227
ρης, ἱκοῦ ἐννύχιος
228
καὶ γενοῦ σωτήριος ἀνέρι πομπᾶς
230
ἁγεμὼν καὶ ξύλλαβε Δαρδανίδαις,
231
ὦ παγκρατές, ὦ Τροΐας
232
τείχη παλαιὰ δείμας.
233
μόλοι δὲ ναυκλήρια καὶ στρατιᾶς
234
Ἑλλάδος διόπτας
235
ἵκοιτο καὶ κάμψειε πάλιν θυμέλας οἴ-
236
κων πατρὸς Ἰλιάδας·
237-238
Φθιάδων δ' ἵππων ποτ' ἐπ' ἄντυγα βαίη,
239
δεσπότου πέρσαντος Ἀχαιὸν Ἄρη,
240
τὰς πόντιος Αἰακίδαι
241
Πηλεῖ δίδωσι δαίμων.
242-243
ἐπεὶ πρό τ' οἴκων πρό τε γᾶς ἔτλα μόνος
244
ναύσταθμα βὰς κατιδεῖν· ἄγαμαι
245
λήματος· ἦ σπάνις αἰεὶ
246-247
τῶν ἀγαθῶν, ὅταν ἦι δυσάλιον ἐν πελάγει
248
καὶ σαλεύηι
249
πόλις. ἔστι Φρυγῶν τις ἔστιν ἄλκιμος·
250
ἔνι δὲ θράσος ἐν αἰχ-
251
μᾶι· πόθι Μυσῶν ὃς ἐμὰν
252
συμμαχίαν ἀτίζει;
253
τίν' ἄνδρ' Ἀχαιῶν ὁ πεδοστιβὴς σφαγεὺς
255
οὐτάσει ἐν κλισίαις, τετράπουν
256
μῖμον ἔχων ἐπὶ γαίας
257-258
θηρός; ἕλοι Μενέλαν, κτανὼν δ' Ἀγαμεμνόνιον
259
κρᾶτ' ἐνέγκοι
260
Ἑλέναι κακόγαμβρον ἐς χέρας γόον,
261
ὃς ἐπὶ πόλιν, ὃς ἐπὶ
262
γᾶν Τροΐαν χιλιόναυν
263
ἤλυθ' ἔχων στρατείαν.
264
{ΑΓΓΕΛΟΣ} ἄναξ, τοιούτων δεσπόταισιν ἄγγελος
265
εἴην τὸ λοιπὸν οἷά σοι φέρω μαθεῖν.
266
{Εκ.} ἦ πόλλ' ἀγρώσταις σκαιὰ πρόσκειται φρενί·
267
καὶ γὰρ σὺ ποίμνας δεσπόταις τευχεσφόροις
268
ἥκειν ἔοικας ἀγγελῶν ἵν' οὐ πρέπει.
269
οὐκ οἶσθα δῶμα τοὐμὸν ἢ θρόνους πατρός,
270
οἷ χρῆν γεγωνεῖν ς' εὐτυχοῦντα ποίμνια;
271
{Αγ.} σκαιοὶ βοτῆρές ἐσμεν· οὐκ ἄλλως λέγω.
272
ἀλλ' οὐδὲν ἧσσόν σοι φέρω κεδνοὺς λόγους.
273
{Εκ.} παῦσαι λέγων μοι τὰς προσαυλείους τύχας·
274
μάχας πρὸ χειρῶν καὶ δόρη βαστάζομεν.
275
{Αγ.} τοιαῦτα κἀγὼ σημανῶν ἐλήλυθα·
276
ἀνὴρ γὰρ ἀλκῆς μυρίας στρατηλατῶν
277
στείχει φίλος σοι σύμμαχός τε τῆιδε γῆι.
278
{Εκ.} ποίας πατρώιας γῆς ἐρημώσας πέδον;
279
{Αγ.} Θρήικης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται.
280
{Εκ.} Ῥῆσον τιθέντ' ἔλεξας ἐν Τροίαι πόδα;
281
{Αγ.} ἔγνως· λόγου δὲ δὶς τόσου μ' ἐκούφισας.
282
{Εκ.} καὶ πῶς πρὸς Ἴδης ὀργάδας πορεύεται,
283
πλαγχθεὶς πλατείας πεδιάδος θ' ἁμαξιτοῦ;
284
{Αγ.} οὐκ οἶδ' ἀκριβῶς· εἰκάσαι γε μὴν πάρα.
285
νυκτὸς γὰρ οὔτι φαῦλον ἐσβαλεῖν στρατόν,
286
κλύοντα πλήρη πεδία πολεμίας χερός.
287
φόβον δ' ἀγρώσταις, οἳ κατ' Ἰδαῖον λέπας
288
οἰκοῦμεν αὐτόρριζον ἑστίαν χθονός,
289
παρέσχε δρυμὸν νυκτὸς ἔνθηρον μολών.
290
πολλῆι γὰρ ἠχῆι Θρήικιος ῥέων στρατὸς
291
ἔστειχε· θάμβει δ' ἐκπλαγέντες ἵεμεν
292
ποίμνας πρὸς ἄκρας, μή τις Ἀργείων μόληι
293
λεηλατήσων καὶ σὰ πορθήσων σταθμά,
294
πρὶν δὴ δι' ὤτων γῆρυν οὐχ Ἑλληνικὴν
295
ἐδεξάμεσθα καὶ μετέστημεν φόβου.
296
στείχων δ' ἄνακτος προυξερευνητὰς ὁδοῦ
297
ἀνιστόρησα Θρηικίοις προσφθέγμασιν·
298
Τίς ὁ στρατηγὸς καὶ τίνος κεκλημένος
299
στείχει πρὸς ἄστυ Πριαμίδαισι σύμμαχος;
300
καὶ πάντ' ἀκούσας ὧν ἐφιέμην μαθεῖν
301
ἔστην· ὁρῶ δὲ Ῥῆσον ὥστε δαίμονα
302
ἑστῶτ' ἐν ἵπποις Θρηικίοις τ' ὀχήμασιν.
303
χρυσῆ δὲ πλάστιγξ αὐχένα ζυγηφόρον
304
πώλων ἔκληιε χιόνος ἐξαυγεστέρων.
305
πέλτη δ' ἐπ' ὤμων χρυσοκολλήτοις τύποις
306
ἔλαμπε· Γοργὼν δ' ὡς ἐπ' αἰγίδος θεᾶς
307
χαλκῆ μετώποις ἱππικοῖσι πρόσδετος
308
πολλοῖσι σὺν κώδωσιν ἐκτύπει φόβον.
309
στρατοῦ δὲ πλῆθος οὐδ' ἂν ἐν ψήφου λόγωι
310
θέσθαι δύναι' ἄν, ὡς ἄπλατον ἦν ἰδεῖν,
311
πολλοὶ μὲν ἱππῆς, πολλὰ πελταστῶν τέλη,
312
πολλοὶ δ' ἀτράκτων τοξόται, πολὺς δ' ὄχλος
313
γυμνὴς ἁμαρτῆι, Θρηικίαν ἔχων στολήν.
314
τοιόσδε Τροίαι σύμμαχος πάρεστ' ἀνήρ,
315
ὃν οὔτε φεύγων οὔθ' ὑποσταθεὶς δορὶ
316
ὁ Πηλέως παῖς ἐκφυγεῖν δυνήσεται.
317
{Χο.} ὅταν πολίταις εὐσταθῶσι δαίμονες,
318
ἕρπει κατάντης ξυμφορὰ πρὸς τἀγαθά.
319
{Εκ.} πολλούς, ἐπειδὴ τοὐμὸν εὐτυχεῖ δόρυ
320
καὶ Ζεὺς πρὸς ἡμῶν ἐστιν, εὑρήσω φίλους.
321
ἀλλ' οὐδὲν αὐτῶν δεόμεθ', οἵτινες πάλαι
322
μὴ ξυμπονοῦσιν ἡνίκ' ἐξώστης Ἄρης
323
ἔθραυε λαίφη τῆσδε γῆς μέγας πνέων.
324
Ῥῆσος δ' ἔδειξεν οἷος ἦν Τροίαι φίλος·
325
ἥκει γὰρ ἐς δαῖτ', οὐ παρὼν κυνηγέταις
326
αἱροῦσι λείαν οὐδὲ συγκαμὼν δορί.
327
{Χο.} ὀρθῶς ἀτίζεις κἀπίμομφος εἶ φίλοις·
328
δέχου δὲ τοὺς θέλοντας ὠφελεῖν πόλιν.
329
{Εκ.} ἀρκοῦμεν οἱ σώιζοντες Ἴλιον πάλαι.
330
{Χο.} πέποιθας ἤδη πολεμίους ἡιρηκέναι;
331
{Εκ.} πέποιθα· δείξει τοὐπιὸν σέλας θεοῦ.
332
{Χο.} ὅρα τὸ μέλλον· πόλλ' ἀναστρέφει θεός.
333
{Εκ.} μισῶ φίλοισιν ὕστερον βοηδρομεῖν.
336
ὁ δ' οὖν, ἐπείπερ ἦλθε, σύμμαχος μὲν οὔ,
337
ξένος δὲ πρὸς τράπεζαν ἡκέτω ξένων·
338
χάρις γὰρ αὐτῶι Πριαμιδῶν διώλετο.
334
{Χο.} ἄναξ, ἀπωθεῖν συμμάχους ἐπίφθονον.
335
{Αγ.} φόβος γένοιτ' ἂν πολεμίοις ὀφθεὶς μόνον.
339
{Εκ.} σύ τ' εὖ παραινεῖς καὶ σὺ καιρίως σκοπεῖς.
340
ὁ χρυσοτευχὴς δ' οὕνεκ' ἀγγέλου λόγων
341
Ῥῆσος παρέστω τῆιδε σύμμαχος χθονί.
342
{Χο.} Ἀδράστεια μὲν ἁ Διὸς
343
παῖς εἴργοι στομάτων φθόνον·
344
φράσω γὰρ δὴ ὅσον μοι
345
ψυχᾶι προσφιλές ἐστιν εἰπεῖν.
346
ἥκεις, ὦ ποταμοῦ παῖ,
347
ἥκεις ἐπλάθης Φιλίου πρὸς αὐλὰν
348
ἀσπαστός, ἐπεί σε χρόνωι
349
Πιερὶς μάτηρ ὅ τε καλλιγέφυ-
350
ρος ποταμὸς πορεύει
351
Στρυμών, ὅς ποτε τᾶς μελωι-
352
δοῦ Μούσας δι' ἀκηράτων
353
δινηθεὶς ὑδροειδὴς
354
κόλπων σὰν ἐφύτευσεν ἥβαν.
355
σύ μοι Ζεὺς ὁ φαναῖος
356
ἥκεις διφρεύων βαλιαῖσι πώλοις.
357
νῦν, ὦ πατρὶς ὦ Φρυγία,
358
ξὺν θεῶι νῦν σοι τὸν ἐλευθέριον
359
Ζῆνα πάρεστιν εἰπεῖν.
360
ἆρά ποτ' αὖθις ἁ παλαιὰ Τροΐα
361
τοὺς προπότας παναμερεύ-
362
σει θιάσους ἐρώτων
363
ψαλμοῖσι καὶ κυλίκων οἰνοπλανήτοις
364
ἐπιδεξίοις ἁμίλλαις
365
κατὰ πόντον Ἀτρειδᾶν
366a
Σπάρταν οἰχομένων
366b
Ἰλιάδος παρ' ἀκτᾶς;
367
ὦ φίλος, εἴθε μοι
368
σᾶι χερὶ καὶ σῶι δορὶ πρά-
369
ξας τάδ' ἐς οἶκον ἔλθοις.
370
ἐλθὲ φάνηθι, τὰν ζάχρυσον προβαλοῦ
371
Πηλεΐδα κατ' ὄμμα πέλ-
372
ταν δοχμίαν πεδαίρων
373
σχιστὰν παρ' ἄντυγα, πώλους ἐρεθίζων
374
δίβολόν τ' ἄκοντα πάλλων.
375
σὲ γὰρ οὔτις ὑποστὰς
376
Ἀργείας ποτ' ἐν Ἥ-
377
ρας δαπέδοις χορεύσει·
378
ἀλλά νιν ἅδε γᾶ καπφθίμενον Θρηικὶ μόρωι
379
φίλτατον ἄχθος οἴσει.
380
ἰὼ ἰώ, μέγας ὦ βασιλεῦ. καλόν, ὦ Θρήικη,
381
σκύμνον ἔθρεψας πολίαρχον ἰδεῖν.
382
ἴδε χρυσόδετον σώματος ἀλκήν,
383
κλύε καὶ κόμπους κωδωνοκρότους
384
παρὰ πορπάκων κελαδοῦντας.
385
θεός, ὦ Τροία, θεός, αὐτὸς Ἄρης
386
ὁ Στρυμόνιος πῶλος ἀοιδοῦ
387
Μούσης ἥκων καταπνεῖ σε.
388
{ΡΗΣΟΣ} χαῖρ', ἐσθλὸς ἐσθλοῦ παῖ, τύραννε τῆσδε γῆς,
389
Ἕκτορ· παλαιᾶι ς' ἡμέραι προσεννέπω.
390
χαίρω δέ ς' εὐτυχοῦντα καὶ προσήμενον
391
πύργοισιν ἐχθρῶν· συγκατασκάψων δ' ἐγὼ
392
τείχη πάρειμι καὶ νεῶν πρήσων σκάφη.
393
{Εκ.} παῖ τῆς μελωιδοῦ μητέρος Μουσῶν μιᾶς
394
Θρηικός τε ποταμοῦ Στρυμόνος, φιλῶ λέγειν
395
τἀληθὲς αἰεὶ κοὐ διπλοῦς πέφυκ' ἀνήρ.
396
πάλαι πάλαι χρῆν τῆιδε συγκάμνειν χθονὶ
397
ἐλθόντα, καὶ μὴ τοὐπὶ ς' Ἀργείων ὕπο
398
Τροίαν ἐᾶσαι πολεμίωι πεσεῖν δορί.
399
οὐ γάρ τι λέξεις ὡς ἄκλητος ὢν φίλοις
400
οὐκ ἦλθες οὐδ' ἤμυνας οὐδ' ἐπεστράφης.
401
τίς γάρ σε κῆρυξ ἢ γερουσία Φρυγῶν
402
ἐλθοῦς' ἀμύνειν οὐκ ἐπέσκηψεν πόλει;
403
ποῖον δὲ δώρων κόσμον οὐκ ἐπέμψαμεν;
404
σὺ δ' ἐγγενὴς ὢν βάρβαρός τε βαρβάρους
405
Ἕλλησιν ἡμᾶς προύπιες τὸ σὸν μέρος.
406
καίτοι σε μικρᾶς ἐκ τυραννίδος μέγαν
407
Θρηικῶν ἄνακτα τῆιδ' ἔθηκ' ἐγὼ χερί,
408
ὅτ' ἀμφὶ Πάγγαιόν τε Παιόνων τε γῆν
409
Θρηικῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμα
410
ἔρρηξα πέλτην, σοὶ δὲ δουλώσας λεὼν
411
παρέσχον· ὧν σὺ λακτίσας πολλὴν χάριν
412
φίλων νοσούντων ὕστερος βοηδρομεῖς.
413
οἱ δ' οὐδὲν ἡμῖν ἐγγενεῖς πεφυκότες,
414
πάλαι παρόντες, οἱ μὲν ἐν χωστοῖς τάφοις
415
κεῖνται πεσόντες, πίστις οὐ σμικρὰ πόλει,
416
οἱ δ' ἔν θ' ὅπλοισι καὶ παρ' ἱππείοις ὄχοις
417
ψυχρὰν ἄησιν δίψιόν τε πῦρ θεοῦ
418
μένουσι καρτεροῦντες, οὐκ ἐν δεμνίοις
419
πυκνὴν ἄμυστιν ὡς σὺ δεξιούμενοι.
420
ταῦθ', ὡς ἂν εἰδῆις Ἕκτορ' ὄντ' ἐλεύθερον,
421
καὶ μέμφομαί σοι καὶ λέγω κατ' ὄμμα σόν.
422
{Ρη.} τοιοῦτός εἰμι καὐτός, εὐθεῖαν λόγων
423
τέμνων κέλευθον, κοὐ διπλοῦς πέφυκ' ἀνήρ.
424
ἐγὼ δὲ μεῖζον ἢ σὺ τῆσδ' ἀπὼν χθονὸς
425
λύπηι πρὸς ἧπαρ δυσφορῶν ἐτειρόμην.
426
ἀλλ' ἀγχιτέρμων γαῖά μοι, Σκύθης λεώς,
427
μέλλοντι νόστον τὸν πρὸς Ἴλιον περᾶν
428
ξυνῆψε πόλεμον· ἀξένου δ' ἀφικόμην
429
πόντου πρὸς ἀκτάς, Θρῆικα πορθμεύσων στρατόν.
430
ἔνθ' αἱματηρὸς πελανὸς ἐς γαῖαν Σκύθης
431
ἠντλεῖτο λόγχηι Θρήιξ τε συμμιγὴς φόνος.
432
τοιάδε τοί μ' ἀπεῖργε συμφορὰ πέδον
433
Τροίας ἱκέσθαι σύμμαχόν τέ σοι μολεῖν.
434
ἐπεὶ δ' ἔπερσα, τῶνδ' ὁμηρεύσας τέκνα,
435
τάξας ἔτειον δασμὸν ἐς δόμους φέρειν,
436
ἥκω περάσας ναυσὶ Πόντιον στόμα,
437
τὰ δ' ἄλλα πεζὸς γῆς περῶν ὁρίσματα—
438
οὐχ ὡς σὺ κομπεῖς τὰς ἐμὰς ἀμύστιδας
439
οὐδ' ἐν ζαχρύσοις δώμασιν κοιμώμενος,
440
ἀλλ' οἷα πόντον Θρήικιον φυσήματα
441
κρυσταλλόπηκτα Παίονάς τ' ἐπεζάρει
442
ξὺν τοῖσδ' ἄυπνος οἶδα τλὰς πορπάμασιν.
443
ἀλλ' ὕστερος μὲν ἦλθον, ἐν καιρῶι δ' ὅμως·
444
σὺ μὲν γὰρ ἤδη δέκατον αἰχμάζεις ἔτος
445
κοὐδὲν περαίνεις, ἡμέραν δ' ἐξ ἡμέρας
446
ῥίπτεις κυβεύων τὸν πρὸς Ἀργείους Ἄρη·
447
ἐμοὶ δὲ φῶς ἓν ἡλίου καταρκέσει
448
πέρσαντι πύργους ναυστάθμοις ἐπεσπεσεῖν
449
κτεῖναί τ' Ἀχαιούς· θατέραι δ' ἀπ' Ἰλίου
450
πρὸς οἶκον εἶμι, συντεμὼν τοὺς σοὺς πόνους.
451
ὑμῶν δὲ μή τις ἀσπίδ' ἄρηται χερί·
452
ἐγὼ γὰρ †ἕξεω† τοὺς μέγ' αὐχοῦντας δορὶ
453
πέρσας Ἀχαιούς, καίπερ ὕστερος μολών.
454
{Χο.} ἰὼ ἰώ.
455
φίλα θροεῖς, φίλος Διόθεν εἶ· μόνον
456
φθόνον ἄμαχον ὕπατος
457
Ζεὺς θέλοι ἀμφὶ σοῖς λόγοισιν εἴργειν.
458
τὸ δὲ νάιον Ἀργόθεν δόρυ
459
οὔτε πρίν τιν' οὔτε νῦν
460
ἀνδρῶν ἐπόρευσε σέθεν κρείσσω. πῶς μοι
461-462
Ἀχιλεὺς τὸ σὸν ἔγχος ἂν δύναιτο,
463
πῶς δ' Αἴας ὑπομεῖναι;
464
εἰ γὰρ ἐγὼ τόδε γ' ἦμαρ
465
εἰσίδοιμ', ἄναξ, ὅτωι πολυφόνου
466
χειρὸς ἄποιν' ἄροιο σᾶι λόγχαι.
467
{Ρη.} τοιαῦτα μέν σοι τῆς μακρᾶς ἀπουσίας
468
πρᾶξαι παρέξω· σὺν δ' Ἀδραστείαι λέγω.
469
ἐπεὶ δ' ἂν ἐχθρῶν τήνδ' ἐλευθέραν πόλιν
470
θῶμεν θεοῖσί τ' ἀκροθίνι' ἐξέληις,
471
ξὺν σοὶ στρατεύειν γῆν ἐπ' Ἀργείων θέλω
472
καὶ πᾶσαν ἐλθὼν Ἑλλάδ' ἐκπέρσαι δορί,
473
ὡς ἂν μάθωσιν ἐν μέρει πάσχειν κακῶς.
474
{Εκ.} εἰ τοῦ παρόντος τοῦδ' ἀπαλλαχθεὶς κακοῦ
475
πόλιν νεμοίμην ὡς τὸ πρίν ποτ' ἀσφαλῆ,
476
ἦ κάρτα πολλὴν θεοῖς ἂν εἰδείην χάριν.
477
τὰ δ' ἀμφί τ' Ἄργος καὶ νομὸν τὸν Ἑλλάδος
478
οὐχ ὧδε πορθεῖν ῥάιδι' ὡς λέγεις δορί.
479
{Ρη.} οὐ τούσδ' ἀριστέας φασὶν Ἑλλήνων μολεῖν;
480
{Εκ.} κοὐ μεμφόμεσθά γ', ἀλλ' ἅδην ἐλαύνομεν.
481
{Ρη.} οὔκουν κτανόντες τούσδε πάντ' εἰργάσμεθα;
482
{Εκ.} μή νυν τὰ πόρσω τἀγγύθεν μεθεὶς σκόπει.
483
{Ρη.} ἀρκεῖν ἔοικέ σοι παθεῖν, δρᾶσαι δὲ μή.
484
{Εκ.} πολλῆς γὰρ ἄρχω κἀνθάδ' ὢν τυραννίδος.
485
ἀλλ' εἴτε λαιὸν εἴτε δεξιὸν κέρας
486
εἴτ' ἐν μέσοισι συμμάχοις πάρεστί σοι
487
πέλτην ἐρεῖσαι καὶ καταστῆσαι στρατόν.
488
{Ρη.} μόνος μάχεσθαι πολεμίοις, Ἕκτορ, θέλω.
489
εἰ δ' αἰσχρὸν ἡγῆι μὴ συνεμπρῆσαι νεῶν
490
πρύμνας, πονήσας τὸν πάρος πολὺν χρόνον,
491
τάξον μ' Ἀχιλλέως καὶ στρατοῦ κατὰ στόμα.
492
{Εκ.} οὐκ ἔστ' ἐκείνωι θοῦρον ἀντᾶραι δόρυ.
493
{Ρη.} καὶ μὴν λόγος γ' ἦν ὡς ἔπλευς' ἐπ' Ἴλιον.
494
{Εκ.} ἔπλευσε καὶ πάρεστιν· ἀλλὰ μηνίων
495
στρατηλάταισιν οὐ συναίρεται δόρυ.
496
{Ρη.} τίς δὴ μετ' αὐτὸν ἄλλος εὐδοξεῖ στρατοῦ;
497
{Εκ.} Αἴας ἐμοὶ μὲν οὐδὲν ἡσσᾶσθαι δοκεῖ
498
χὠ Τυδέως παῖς· ἔστι δ' αἱμυλώτατον
499
κρότημ' Ὀδυσσεὺς λῆμά τ' ἀρκούντως θρασὺς
500
καὶ πλεῖστα χώραν τήνδ' ἀνὴρ καθυβρίσας·
501
ὃς εἰς Ἀθάνας σηκὸν ἔννυχος μολὼν
502
κλέψας ἄγαλμα ναῦς ἐπ' Ἀργείων φέρει.
503
ἤδη δ' ἀγύρτης πτωχικὴν ἔχων στολὴν
504
ἐσῆλθε πύργους, πολλὰ δ' Ἀργείοις κακὰ
505
ἠρᾶτο, πεμφθεὶς Ἰλίου κατάσκοπος·
506
κτανὼν δὲ φρουροὺς καὶ παραστάτας πυλῶν
507
ἐξῆλθεν· αἰεὶ δ' ἐν λόχοις εὑρίσκεται
508
Θυμβραῖον ἀμφὶ βωμὸν ἄστεως πέλας
509
θάσσων· κακῶι δὲ μερμέρωι παλαίομεν.
510
{Ρη.} οὐδεὶς ἀνὴρ εὔψυχος ἀξιοῖ λάθραι
511
κτεῖναι τὸν ἐχθρόν, ἀλλ' ἰὼν κατὰ στόμα.
512
τοῦτον δ' ὃν ἵζειν φὴις σὺ κλωπικὰς ἕδρας
513
καὶ μηχανᾶσθαι, ζῶντα συλλαβὼν ἐγὼ
514
πυλῶν ἐπ' ἐξόδοισιν ἀμπείρας ῥάχιν
515
στήσω πετεινοῖς γυψὶ θοινατήριον.
516
ληιστὴν γὰρ ὄντα καὶ θεῶν ἀνάκτορα
517
συλῶντα δεῖ νιν τῶιδε κατθανεῖν μόρωι.
518
{Εκ.} νῦν μὲν καταυλίσθητι· καὶ γὰρ εὐφρόνη.
519
δείξω δ' ἐγώ σοι χῶρον, ἔνθα χρὴ στρατὸν
520
τὸν σὸν νυχεῦσαι τοῦ τεταγμένου δίχα.
521
ξύνθημα δ' ἡμῖν Φοῖβος, ἤν τι καὶ δέηι·
522
μέμνης' ἀκούσας Θρηικί τ' ἄγγειλον στρατῶι.
523
ὑμᾶς δὲ βάντας χρὴ προταινὶ τάξεων
524
φρουρεῖν ἐγερτὶ καὶ νεῶν κατάσκοπον
525
δέχθαι Δόλωνα· καὶ γάρ, εἴπερ ἐστὶ σῶς,
526
ἤδη πελάζει στρατοπέδοισι Τρωϊκοῖς.
527-528
{Χο.} τίνος ἁ φυλακά; τίς ἀμείβει τὰν ἐμάν; πρῶτα
529
δύεται σημεῖα καὶ ἑπτάποροι
530
Πλειάδες αἰθέριαι·
531
μέσα δ' αἰετὸς οὐρανοῦ ποτᾶται.
532
ἔγρεσθε· τί μέλλετε; κοιτᾶν
533
ἔξιτε πρὸς φυλακάν.
534
οὐ λεύσσετε μηνάδος αἴγλαν;
535
ἀὼς δὴ πέλας ἀὼς
536-537
γίγνεται καί τις προδρόμων ὅδε γ' ἐστὶν ἀστήρ.
538
{—} τίς ἐκηρύχθη πρώτην φυλακήν;
539
{—} Μυγδόνος υἱόν φασι Κόροιβον.
540
{—} τίς γὰρ ἐπ' αὐτῶι; {—} Κίλικας Παίων
541-542
στρατὸς ἤγειρεν, Μυσοὶ δ' ἡμᾶς.
543
{—} οὔκουν Λυκίους πέμπτην φυλακὴν
544
βάντας ἐγείρειν
545
καιρὸς κλήρου κατὰ μοῖραν;
546-547
{Χο.} καὶ μὰν ἀίω· Σιμόεντος ἡμένα κοίτας
548
φοινίας ὑμνεῖ πολυχορδοτάται
549
γήρυϊ παιδολέτωρ
550
μελοποιὸν ἀηδονὶς μέριμναν.
551
ἤδη δὲ νέμουσι κατ' Ἴδαν
552
ποίμνια· νυκτιβρόμου
553
σύριγγος ἰὰν κατακούω.
554
θέλγει δ' ὄμματος ἕδραν
555-556
ὕπνος· ἅδιστος γὰρ ἔβα βλεφάροις πρὸς ἀῶ.
557
{—} τί ποτ' οὐ πελάθει σκοπός, ὃν ναῶν
558
Ἕκτωρ ὤτρυνε κατόπτην;
559
{—} ταρβῶ· χρόνιος γὰρ ἄπεστιν.
560
{—} ἀλλ' ἦ κρυπτὸν λόχον ἐσπαίσας
561
διόλωλε; †τάχ' ἂν εἴη† φοβερόν μοι.
562
{—} αὐδῶ Λυκίους πέμπτην φυλακὴν
563
βάντας ἐγείρειν
564
ἡμᾶς κλήρου κατὰ μοῖραν.
565
{ΟΔΥΣΣΕΥΣ} Διόμηδες, οὐκ ἤκουσας—ἢ κενὸς ψόφος
566
στάζει δι' ὤτων; —τευχέων τινὰ κτύπον;
567
{ΔΙΟΜΗΔΗΣ} οὔκ, ἀλλὰ δεσμὰ πωλικῶν ἐξ ἀντύγων
568
κλάζει σίδηρον· κἀμέ τοι, πρὶν ἠισθόμην
569
δεσμῶν ἀραγμὸν ἱππικῶν, ἔδυ φόβος.
570
{Οδ.} ὅρα κατ' ὄρφνην μὴ φύλαξιν ἐντύχηις.
571
{Δι.} φυλάξομαί τοι κἀν σκότωι τιθεὶς πόδα.
572
{Οδ.} ἢν δ' οὖν ἐγείρηις, οἶσθα σύνθημα στρατοῦ;
573
{Δι.} Φοῖβον Δόλωνος οἶδα σύμβολον κλυών.
574
{Οδ.} ἔα· εὐνὰς ἐρήμους τάσδε πολεμίων ὁρῶ.
575
{Δι.} καὶ μὴν Δόλων γε τάσδ' ἔφραζεν Ἕκτορος
576
κοίτας, ἐφ' ὧιπερ ἔγχος εἵλκυσται τόδε.
577
{Οδ.} τί δῆτ' ἂν εἴη; μῶν λόχος βέβηκέ ποι;
578
{Δι.} ἴσως ἐφ' ἡμῖν μηχανὴν στήσων τινά.
579
{Οδ.} θρασὺς γὰρ Ἕκτωρ νῦν, ἐπεὶ κρατεῖ, θρασύς.
580
{Δι.} τί δῆτ', Ὀδυσσεῦ, δρῶμεν; οὐ γὰρ ηὕρομεν
581
τὸν ἄνδρ' ἐν εὐναῖς, ἐλπίδων δ' ἡμάρτομεν.
582
{Οδ.} στείχωμεν ὡς τάχιστα ναυστάθμων πέλας.
583
σώιζει γὰρ αὐτὸν ὅστις εὐτυχῆ θεῶν
584
τίθησιν· ἡμῖν δ' οὐ βιαστέον τύχην.
585
{Δι.} οὔκουν ἐπ' Αἰνέαν ἢ τὸν ἔχθιστον Φρυγῶν
586
Πάριν μολόντε χρὴ καρατομεῖν ξίφει;
587
{Οδ.} πῶς οὖν ἐν ὄρφνηι πολεμίων ἀνὰ στρατὸν
588
ζητῶν δυνήσηι τούσδ' ἀκινδύνως κτανεῖν;
589
{Δι.} αἰσχρόν γε μέντοι ναῦς ἐπ' Ἀργείων μολεῖν
590
δράσαντε μηδὲν πολεμίους νεώτερον.
591
{Οδ.} πῶς δ' οὐ δέδρακας; οὐ κτανόντε ναυστάθμων
592
κατάσκοπον Δόλωνα σώιζομεν τάδε
593
σκυλεύματ'; ἢ πᾶν στρατόπεδον πέρσειν δοκεῖς;
594
{Δι.} πείθεις· πάλιν στείχωμεν· εὖ δοίη τύχη.
595
{ΑΘΗΝΑ} ποῖ δὴ λιπόντε Τρωϊκῶν ἐκ τάξεων
596
χωρεῖτε, λύπηι καρδίαν δεδηγμένοι,
597
εἰ μὴ κτανεῖν σφῶιν Ἕκτορ' ἢ Πάριν θεὸς
598
δίδωσιν; ἄνδρα δ' οὐ πέπυσθε σύμμαχον
599
Τροίαι μολόντα Ῥῆσον οὐ φαύλωι τρόπωι;
600
ὃς εἰ διοίσει νύκτα τήνδ' ἐς αὔριον,
601
οὔτ' ἄν σφ' Ἀχιλλεὺς οὔτ' ἂν Αἴαντος δόρυ
602
μὴ πάντα πέρσαι ναύσταθμ' Ἀργείων σχέθοι,
603
τείχη κατασκάψαντα καὶ πυλῶν ἔσω
604
λόγχηι πλατεῖαν ἐσδρομὴν ποιούμενον.
605
τοῦτον κατακτὰς πάντ' ἔχεις· τὰς δ' Ἕκτορος
606
εὐνὰς ἔασον καὶ καρατόμους σφαγάς·
607
ἔσται γὰρ αὐτῶι θάνατος ἐξ ἄλλης χερός.
608
{Οδ.} δέσποιν' Ἀθάνα, φθέγματος γὰρ ἠισθόμην
609
τοῦ σοῦ συνήθη γῆρυν· ἐν πόνοισι γὰρ
610
παροῦς' ἀμύνεις τοῖς ἐμοῖς ἀεί ποτε.
611
τὸν ἄνδρα δ' ἡμῖν ποῦ κατηύνασται φράσον·
612
πόθεν τέτακται βαρβάρου στρατεύματος;
613
{Αθ.} ὅδ' ἐγγὺς ἦσται κοὐ συνήθροισται στρατῶι,
614
ἀλλ' ἐκτὸς αὐτὸν τάξεων κατηύνασεν
615
Ἕκτωρ, ἕως ἂν νύκτ' ἀμείψηται φάος.
616
πέλας δὲ πῶλοι Θρηικίων ἐξ ἁρμάτων
617
λευκαὶ δέδενται, διαπρεπεῖς ἐν εὐφρόνηι·
618
στίλβουσι δ' ὥστε ποταμίου κύκνου πτερόν.
619
ταύτας, κτανόντε δεσπότην, κομίζετε,
620
κάλλιστον οἴκοις σκῦλον· οὐ γὰρ ἔσθ' ὅπου
621
τοιόνδ' ὄχημα χθὼν κέκευθε πωλικόν.
622
{Οδ.} Διόμηδες, ἢ σὺ κτεῖνε Θρήικιον λεών,
623
ἢ 'μοὶ πάρες γε, σοὶ δὲ χρὴ πώλους μέλειν.
624
{Δι.} ἐγὼ φονεύσω, πωλοδαμνήσεις δὲ σύ·
625
τρίβων γὰρ εἶ τὰ κομψὰ καὶ νοεῖν σοφός.
626
χρὴ δ' ἄνδρα τάσσειν οὗ μάλιστ' ἂν ὠφελοῖ.
627
{Αθ.} καὶ μὴν καθ' ἡμᾶς τόνδ' Ἀλέξανδρον βλέπω
628
στείχοντα, φυλάκων ἔκ τινος πεπυσμένον
629
δόξας ἀσήμους πολεμίων μεμβλωκότων.
630
{Δι.} πότερα σὺν ἄλλοις ἢ μόνος πορεύεται;
631
{Αθ.} μόνος· πρὸς εὐνὰς δ', ὡς ἔοικεν, Ἕκτορος
632
χωρεῖ, κατόπτας σημανῶν ἥκειν στρατοῦ.
633
{Δι.} οὔκουν ὑπάρχειν τόνδε κατθανόντα χρή;
634
{Αθ.} οὐκ ἂν δύναιο τοῦ πεπρωμένου πλέον·
635
τοῦτον δὲ πρὸς σῆς χειρὸς οὐ θέμις θανεῖν.
636
ἀλλ' ὧιπερ ἥκεις μορσίμους φέρων σφαγὰς
637
τάχυν'· ἐγὼ δὲ τῶιδε σύμμαχος Κύπρις
638
δοκοῦς' ἀρωγὸς ἐν πόνοις παραστατεῖν
639
σαθροῖς λόγοισιν ἐχθρὸν ἄνδρ' ἀμείψομαι.
640
καὶ ταῦτ' ἐγὼ μὲν εἶπον· ὃν δὲ χρὴ παθεῖν
641
οὐκ οἶδεν οὐδ' ἤκουσεν ἐγγὺς ὢν λόγου.
642
{ΑΛΕΞΑΝΔΡΟΣ} σὲ τὸν στρατηγὸν καὶ κασίγνητον λέγω,
643
Ἕκτορ, καθεύδεις; οὐκ ἐγείρεσθαί ς' ἐχρῆν;
644
ἐχθρῶν τις ἡμῖν χρίμπτεται στρατεύματι,
645
ἢ κλῶπες ἄνδρες ἢ κατάσκοποί τινες.
646
{Αθ.} θάρσει· φυλάσσω ς' ἥδε πρευμενὴς Κύπρις.
647
μέλει δ' ὁ σός μοι πόλεμος, οὐδ' ἀμνημονῶ
648
τιμῆς, ἐπαινῶ δ' εὖ παθοῦσα πρὸς σέθεν.
649
καὶ νῦν ἐπ' εὐτυχοῦντι Τρωϊκῶι στρατῶι
650
ἥκω πορεύους' ἄνδρα σοι μέγαν φίλον,
651
τῆς ὑμνοποιοῦ παῖδα Θρήικιον θεᾶς
652
[Μούσης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται].
653
{Αλ.} ἀεί ποτ' εὖ φρονοῦσα τυγχάνεις πόλει
654
κἀμοί, μέγιστον δ' ἐν βίωι κειμήλιον
655
κρίνας σέ φημι τῆιδε προσθέσθαι πόλει.
656
ἥκω δ' ἀκούσας οὐ τορῶς—φήμη δέ τις
657
φύλαξιν ἐμπέπτωκεν—ὡς κατάσκοποι
658
ἥκους' Ἀχαιῶν. χὠ μὲν οὐκ ἰδὼν λέγει,
659
ὁ δ' εἰσιδὼν μολόντας οὐκ ἔχει φράσαι·
660
ὧν οὕνεκ' εὐνὰς ἤλυθον πρὸς Ἕκτορος.
661
{Αθ.} μηδὲν φοβηθῆις· οὐδὲν ἐν στρατῶι νέον·
662
Ἕκτωρ δὲ φροῦδος Θρῆικα κοιμήσων στρατόν.
663
{Αλ.} σύ τοί με πείθεις, σοῖς δὲ πιστεύων λόγοις
664
τάξιν φυλάξων εἶμ' ἐλεύθερος φόβου.
665
{Αθ.} χώρει· μέλειν γὰρ πάντ' ἐμοὶ δόκει τὰ σά,
666
ὥστ' εὐτυχοῦντας συμμάχους ἐμοὺς ὁρᾶν·
667
γνώσηι δὲ καὶ σὺ τὴν ἐμὴν προθυμίαν.
668
ὑμᾶς δ' ἀυτῶ τοὺς ἄγαν ἐρρωμένους,
669
Λαερτίου παῖ, θηκτὰ κοιμίσαι ξίφη.
670
κεῖται γὰρ ἡμῖν Θρήικιος στρατηλάτης
671
ἵπποι τ' ἔχονται, πολέμιοι δ' ἠισθημένοι
672
χωροῦς' ἐφ' ὑμᾶς. ἀλλ' ὅσον τάχιστα χρὴ
673
φεύγειν πρὸς ὁλκοὺς ναυστάθμων. τί μέλλετε
674
σκηπτοῦ 'πιόντος πολεμίων σῶσαι βίον;
675
{Χο.} ἔα ἔα· βάλε βάλε βάλε· θένε θένε 〈θένε〉.
676
τίς ἁνήρ;
677
λεῦσσε· τοῦτον αὐδῶ.
680
δεῦρο δεῦρο πᾶς.
681
τούσδ' ἔχω, τούσδ' ἔμαρψα
678-679
κλῶπας οἵτινες κατ' ὄρφνην τόνδε κινοῦσι στρατόν.
682
τίς ὁ λόχος; πόθεν ἔβας; ποδαπὸς εἶ;
683
{Οδ.} οὔ σε χρὴ εἰδέναι. {Χο.} θανῆι γὰρ σήμερον δράσας κακῶς·
684
οὐκ ἐρεῖς ξύνθημα, λόγχην πρὶν διὰ στέρνων μολεῖν;
685
{Οδ.} †ἵστω θάρσει. {Χο.} πέλας ἴθι παῖε πᾶς.†
686
ἦ σὺ δὴ Ῥῆσον κατέκτας; {Οδ.} 〈μὴ〉 ἀλλὰ τὸν κτενοῦντα σέ.
687
ἴσχε πᾶς τις. {Χο.} οὐ μὲν οὖν. {Οδ.} ἆ· φίλιον ἄνδρα μὴ θένηις.
688
{Χο.} καὶ τί δὴ τὸ σῆμα; {Οδ.} Φοῖβος. {Χο.} ἔμαθον· ἴσχε πᾶς δόρυ.
689
οἶσθ' ὅποι βεβᾶσιν ἅνδρες; {Οδ.} τῆιδέ πηι κατείδομεν.
690
{Χο.} ἕρπε πᾶς κατ' ἴχνος αὐτῶν· ἢ βοὴν ἐγερτέον;
691
ἀλλὰ συμμάχους ταράσσειν δεινὸν ἐκ νυκτῶν φόβωι.
692
{Χο.} τίς ἀνδρῶν ὁ βάς;
693
τίς ὁ μέγα θρασὺς ἐπεύξεται
694
χέρα φυγὼν ἐμάν;
695
πόθεν νιν κυρήσω;
696
τίνι προσεικάσω,
697
ὅστις δι' ὄρφνης ἦλθ' ἀδειμάντωι ποδὶ
698
διά τε τάξεων καὶ φυλάκων ἕδρας;
699
Θεσσαλὸς ἢ
700
παραλίαν Λοκρῶν νεμόμενος πόλιν;
701
ἢ νησιώτην σποράδα κέκτηται βίον;
702
τίς ἦν; πόθεν; ποίας πάτρας;
703
ποῖον ἐπεύχεται τὸν ὕπατον θεῶν;
704
{—} ἆρ' ἔστ' Ὀδυσσέως τοὔργον ἢ τίνος τόδε;
705
εἰ τοῖς πάροιθε χρὴ τεκμαίρεσθαι· τί μήν;
706
{—} δοκεῖς γάρ; {—} τί μὴν οὔ;
707
{—} θρασὺς γοῦν ἐς ἡμᾶς.
708
{—} τίν' ἀλκὴν τίν' αἰνεῖς; {—} Ὀδυσσῆ.
709
{—} μὴ κλωπὸς αἴνει φωτὸς αἱμύλον δόρυ.
710
{Χο.} ἔβα καὶ πάρος
711
κατὰ πόλιν ὕπαφρον ὄμμ' ἔχων,
712
ῥακοδύτωι στολᾶι
713
πυκασθείς, ξιφήρης
714
κρύφιος ἐν πέπλοις·
715
βίον δ' ἐπαιτῶν εἷρπ' ἀγύρτης τις λάτρις,
716
ψαφαρόχρουν κάρα πολυπινές τ' ἔχων·
717
πολλὰ δὲ τὰν
718
βασιλίδ' ἑστίαν Ἀτρειδᾶν κακῶς
719
ἔβαζε δῆθεν ἐχθρὸς ὢν στρατηλάταις.
720
ὄλοιτ' ὄλοιτο πανδίκως,
721
πρὶν ἐπὶ γᾶν Φρυγῶν ποδὸς ἴχνος βαλεῖν.
722
{—} εἴτ' οὖν Ὀδυσσέως εἴτε μή, φόβος μ' ἔχει·
723
Ἕκτωρ γὰρ ἡμῖν τοῖς φύλαξι μέμψεται.
724
{—} τί λάσκων; {—} δυσοίζων ...
725
{—} τί δρᾶσαι; τί ταρβεῖς;
726
{—} καθ' ἡμᾶς περᾶσαι ... {—} τίν' ἀνδρῶν;
727
{—} οἳ τῆσδε νυκτὸς ἦλθον ἐς Φρυγῶν στρατόν.
728
{ΗΝΙΟΧΟΣ} ἰὼ ἰώ· δαίμονος τύχα βαρεῖα· φεῦ φεῦ.
729
{Χο.} ἔα ἔα·
730
σῖγα πᾶς ὕφιζ'· ἴσως γὰρ ἐς βόλον τις ἔρχεται.
731
{Ην.} ἰὼ ἰώ·
732
συμφορὰ βαρεῖα Θρηικῶν. {Χο.} συμμάχων τις ὁ στένων.
733a
{Ην.} ἰὼ ἰώ·
733b
δύστηνος ἐγὼ σύ τ' ἄναξ Θρηικῶν·
734
ὦ στυγνοτάτην Τροίαν ἐσιδών,
735
οἷόν σε βίου τέλος εἷλεν.
736
{Χο.} τίς εἶ ποτ' ἀνδρῶν συμμάχων; κατ' εὐφρόνην
737
ἀμβλῶπες αὐγαὶ κοὔ σε γιγνώσκω τορῶς.
738
{Ην.} ποῦ τιν' ἀνάκτων Τρώων εὕρω;
739
ποῦ δῆθ' Ἕκτωρ
740
τὸν ὑπασπίδιον κοῖτον ἰαύει;
741
τίνι σημήνω διόπων στρατιᾶς
742
οἷα πεπόνθαμεν, οἷά τις ἡμᾶς
743
δράσας ἀφανῆ φροῦδος, φανερὸν
744
Θρηιξὶν πένθος τολυπεύσας;
745
{Χο.} κακὸν κυρεῖν τι Θρηικίωι στρατεύματι
746
ἔοικεν, οἷα τοῦδε γιγνώσκω κλύων.
747
{Ην.} ἔρρει στρατιά, πέπτωκεν ἄναξ
748-749
δολίωι πληγῆι. ἆ ἆ ἆ ἆ,
750
οἵα μ' ὀδύνη τείρει φονίου
751
τραύματος εἴσω. πῶς ἂν ὀλοίμην;
752
χρῆν γάρ μ' ἀκλεῶς Ῥῆσόν τε θανεῖν,
753
Τροίαι κέλσαντ' ἐπίκουρον;
754
{Χο.} τάδ' οὐκ ἐν αἰνιγμοῖσι σημαίνει κακά·
755
σαφῶς γὰρ αὐδᾶι συμμάχους ὀλωλότας.
756
{Ην.} κακῶς πέπρακται κἀπὶ τοῖς κακοῖσι πρὸς
757
αἴσχιστα. καίτοι δὶς τόσον κακὸν τόδε·
758
θανεῖν γὰρ εὐκλεῶς μέν, εἰ θανεῖν χρεών,
759
λυπρὸν μὲν οἶμαι τῶι θανόντι—πῶς γὰρ οὔ; —
760
τοῖς ζῶσι δ' ὄγκος καὶ δόμων εὐδοξία·
761
ἡμεῖς δ' ἀβούλως κἀκλεῶς ὀλώλαμεν.
762
ἐπεὶ γὰρ ἡμᾶς ηὔνας' Ἑκτόρεια χείρ,
763
ξύνθημα λέξας, ηὕδομεν πεδοστιβεῖ
764
κόπωι δαμέντε, οὐδ' ἐφρουρεῖτο στρατὸς
765
φυλακαῖσι νυκτέροισιν οὐδ' ἐν τάξεσιν
766
ἔκειτο τεύχη πλῆκτρά τ' οὐκ ἐπὶ ζυγοῖς
767
ἵππων καθήρμοσθ', ὡς ἄναξ ἐπεύθετο
768
κρατοῦντας ὑμᾶς κἀφεδρεύοντας νεῶν
769
πρύμναισι· φαύλως δ' ηὕδομεν πεπτωκότες.
770
κἀγὼ μελούσηι καρδίαι λήξας ὕπνου
771
πώλοισι χόρτον, προσδοκῶν ἑωθινὴν
772
ζεύξειν ἐς ἀλκήν, ἀφθόνωι μετρῶ χερί.
773
λεύσσω δὲ φῶτε περιπολοῦνθ' ἡμῶν στρατὸν
774
πυκνῆς δι' ὄρφνης· ὡς δ' ἐκινήθην ἐγώ,
775
ἐπτηξάτην τε κἀνεχωρείτην πάλιν.
776
ἤπυσα δ' αὐτοῖς μὴ πελάζεσθαι στρατῶι,
777
κλῶπας δοκήσας συμμάχων πλάθειν τινάς.
778
οἱ δ' οὐδέν· οὐ μὴν οὐδ' ἐγὼ τὰ πλείονα·
779
ηὗδον δ' ἀπελθὼν αὖθις ἐς κοίτην πάλιν.
780
καί μοι καθ' ὕπνον δόξα τις παρίσταται·
781
ἵππους γὰρ ἃς ἔθρεψα κἀδιφρηλάτουν
782
Ῥήσωι παρεστὼς εἶδον, ὡς ὄναρ δοκῶν,
783
λύκους ἐπεμβεβῶτας ἑδραίαν ῥάχιν·
784
θείνοντε δ' οὐρᾶι πωλικῆς ῥινοῦ τρίχα
785
ἤλαυνον, αἱ δ' ἔρρεγκον ἐξ ἀρτηριῶν
786
θυμὸν πνέουσαι κἀνεχαίτιζον φόβωι.
787
ἐγὼ δ' ἀμύνων θῆρας ἐξεγείρομαι
788
πώλοισιν· ἔννυχος γὰρ ἐξώρμα φόβος.
789
κλύω δ' ἐπάρας κρᾶτα μυχθισμὸν νεκρῶν·
790
θερμὸς δὲ κρουνὸς δεσπότου παρὰ σφαγῆς
791
βάλλει με δυσθνήισκοντος αἵματος νέου.
792
ὀρθὸς δ' ἀνάισσω χειρὶ σὺν κενῆι δορός·
793
καί μ' ἔγχος αὐγάζοντα καὶ θηρώμενον
794
παίει παραστὰς νεῖραν ἐς πλευρὰν ξίφει
795
ἀνὴρ ἀκμάζων· φασγάνου γὰρ ἠισθόμην
796
πληγῆς, βαθεῖαν ἄλοκα τραύματος λαβών.
797
πίπτω δὲ πρηνής· οἱ δ' ὄχημα πωλικὸν
798
λαβόντες ἵππων ἵεσαν φυγῆι πόδα.
799
ἆ ἆ· ὀδύνη με τείρει κοὐκέτ' ὀρθοῦμαι τάλας.
800
καὶ ξυμφορὰν μὲν οἶδ' ὁρῶν, τρόπωι δ' ὅτωι
801
τεθνᾶσιν οἱ θανόντες οὐκ ἔχω φράσαι
802
οὐδ' ἐξ ὁποίας χειρός. εἰκάσαι δέ μοι
803
πάρεστι λυπρὰ πρὸς φίλων πεπονθέναι.
804
{Χο.} ἡνίοχε Θρηικὸς τοῦ κακῶς πεπραγότος,
805
μηδὲν δυσοίζου· πολέμιοι 'δρασαν τάδε.
806
Ἕκτωρ δὲ καὐτὸς συμφορᾶς πεπυσμένος
807
χωρεῖ· συναλγεῖ δ', ὡς ἔοικε, σοῖς κακοῖς.
808
{Εκ.} πῶς, ὦ μέγιστα πήματ' ἐξειργασμένοι,
809
μολόντες ὑμᾶς πολεμίων κατάσκοποι
810
λήθουσιν αἰσχρῶς καὶ κατεσφάγη στρατός,
811
κοὔτ' εἰσιόντας στρατόπεδ' ἐξαπώσατε
812
οὔτ' ἐξιόντας; τῶνδε τίς τείσει δίκην
813
πλὴν σοῦ; σὲ γὰρ δὴ φύλακά φημ' εἶναι στρατοῦ.
814
φροῦδοι δ' ἄπληκτοι, τῆι Φρυγῶν κακανδρίαι
815
πόλλ' ἐγγελῶντες τῶι στρατηλάτηι τ' ἐμοί.
816
εὖ νυν τόδ' ἴστε—Ζεὺς ὀμώμοται πατήρ—
817
ἤτοι μάραγνά γ' ἢ καρανιστὴς μόρος
818
μένει σε δρῶντα τοιάδ', ἢ τὸν Ἕκτορα
819
τὸ μηδὲν εἶναι καὶ κακὸν νομίζετε.
820
{Χο.} ἰὼ ἰώ,
821
†μέγας ἐμοὶ μέγας ὦ πολίοχον κράτος
822
τότ' ἄρ' ἔμολον ὅτε σοι†
823
ἄγγελος ἦλθον ἀμφὶ ναῦς πύρ' αἴθειν·
824
ἐπεὶ ἄγρυπνον ὄμμ' ἐν εὐφρόναι
825
οὔτ' ἐκοίμις' οὔτ' ἔβριξ',
826
οὐ τὰς Σιμοεντιάδας παγάς· μή μοι
827
κότον, ὦ ἄνα, θῆις· ἀναίτιος γὰρ
828
†ἔγωγε πάντων†.
829
εἰ δὲ χρόνωι παρὰ καιρὸν
830
ἔργον ἢ λόγον πύθηι, κατά με γᾶς
831-832
ζῶντα πόρευσον· οὐ παραιτοῦμαι.
833
{Ην.} τί τοῖσδ' ἀπειλεῖς βάρβαρός τε βαρβάρου
834
γνώμην ὑφαιρῆι τὴν ἐμήν, πλέκων λόγους;
835
σὺ ταῦτ' ἔδρασας· οὐδέν' ἂν δεξαίμεθα
836
οὔθ' οἱ θανόντες οὔτ' ἂν οἱ τετρωμένοι
837
ἄλλον· μακροῦ γε δεῖ σε καὶ σοφοῦ λόγου,
838
ὅτωι με πείσεις μὴ φίλους κατακτανεῖν,
839
ἵππων ἐρασθείς, ὧν ἕκατι συμμάχους
840
τοὺς σοὺς φονεύεις, πόλλ' ἐπισκήπτων μολεῖν.
841
ἦλθον, τεθνᾶσιν· εὐπρεπέστερον Πάρις
842
ξενίαν κατήισχυν' ἢ σὺ συμμάχους κτανών.
843
μὴ γάρ τι λέξηις ὥς τις Ἀργείων μολὼν
844
διώλες' ἡμᾶς· τίς ἂν ὑπερβαλὼν λόχους
845
Τρώων ἐφ' ἡμᾶς ἦλθεν, ὥστε καὶ λαθεῖν;
846
σὺ πρόσθεν ἡμῶν ἧσο καὶ Φρυγῶν στρατός.
847
τίς οὖν τέτρωται, τίς τέθνηκε †συμμάχων†
848
τῶν σῶν, μολόντων ὧν σὺ πολεμίων λέγεις;
849
ἡμεῖς δὲ καὶ τετρώμεθ', οἱ δὲ μειζόνως
850
παθόντες οὐχ ὁρῶσιν ἡλίου φάος.
851
ἁπλῶς δ' Ἀχαιῶν οὐδέν' αἰτιώμεθα.
852
τίς δ' ἂν χαμεύνας πολεμίων κατ' εὐφρόνην
853
Ῥήσου μολὼν ἐξηῦρεν, εἰ μή τις θεῶν
854
ἔφραζε τοῖς κτανοῦσιν; οὐδ' ἀφιγμένον
855
τὸ πάμπαν ἦισαν· ἀλλὰ μηχαναὶ τάδε.
856
{Εκ.} χρόνον μὲν ἤδη συμμάχοισι χρώμεθα
857
ὁσόνπερ ἐν γῆι τῆιδ' Ἀχαιικὸς λεώς,
858
κοὐδὲν πρὸς αὐτῶν οἶδα πλημμελὲς κλυών·
859
ἐν σοὶ δ' ἂν ἀρχοίμεσθα. μή μ' ἔρως ἕλοι
860
τοιοῦτος ἵππων ὥστ' ἀποκτείνειν φίλους.
861
καὶ ταῦτ' Ὀδυσσεύς· τίς γὰρ ἄλλος ἄν ποτε
862
ἔδρασεν ἢ 'βούλευσεν Ἀργείων ἀνήρ;
863
δέδοικα δ' αὐτὸν καί τί μου θράσσει φρένας,
864
μὴ καὶ Δόλωνα συντυχὼν κατέκτανεν·
865
χρόνον γὰρ ἤδη φροῦδος ὢν οὐ φαίνεται.
866
{Ην.} οὐκ οἶδα τοὺς σοὺς οὓς λέγεις Ὀδυσσέας·
867
ἡμεῖς δ' ὑπ' ἐχθρῶν οὐδενὸς πεπλήγμεθα.
868
{Εκ.} σὺ δ' οὖν νόμιζε ταῦτ', ἐπείπερ σοι δοκεῖ.
869
{Ην.} ὦ γαῖα πατρίς, πῶς ἂν ἐνθάνοιμί σοι;
870
{Εκ.} μὴ θνῆισχ'· ἅλις γὰρ τῶν τεθνηκότων ὄχλος.
871
{Ην.} ποῖ δὴ τράπωμαι δεσπότου μονούμενος;
872
{Εκ.} οἶκός σε κεύθων οὑμὸς ἐξιάσεται.
873
{Ην.} καὶ πῶς με κηδεύσουσιν αὐθεντῶν χέρες;
874
{Εκ.} ὅδ' αὖ τὸν αὐτὸν μῦθον οὐ λήξει λέγων;
875
{Ην.} ὄλοιθ' ὁ δράσας· οὐ γὰρ †εἰς σὲ τείνεται†
876
γλῶσς', ὡς σὺ κομπεῖς· ἡ Δίκη δ' ἐπίσταται.
877
{Εκ.} λάζυσθ'· ἄγοντες 〈δ'〉 αὐτὸν ἐς δόμους ἐμοὺς
878
οὕτως ὅπως ἂν μὴ 'γκαλῆι πορσύνετε.
879
ὑμᾶς δ' ἰόντας τοῖσιν ἐν τείχει χρεὼν
880
Πριάμωι τε καὶ γέρουσι σημῆναι νεκροὺς
881
θάπτειν κελεύθου λεωφόρου πρὸς ἐκτροπάς.
882
{Χο.} τί ποτ' εὐτυχίας ἐκ τῆς μεγάλης
883
Τροίαν ἀνάγει πάλιν ἐς πένθη
884
δαίμων ἄλλος, τί φυτεύων;
885
ἔα ἔα·
886
τίς ὑπὲρ κεφαλῆς θεός, ὦ βασιλεῦ,
887
τὸν νεόκμητον νεκρὸν ἐν χειροῖν
888
φοράδην πέμπει;
889
ταρβῶ λεύσσων τόδε πῆμα.
890
{ΜΟΥΣΑ} ὁρᾶν πάρεστι, Τρῶες· ἡ γὰρ ἐν σοφοῖς
891
τιμὰς ἔχουσα Μοῦσα συγγόνων μία
892
πάρειμι, παῖδα τόνδ' ὁρῶς' οἰκτρῶς φίλον
893
θανόνθ' ὑπ' ἐχθρῶν· ὅν ποθ' ὁ κτείνας χρόνωι
894
δόλιος Ὀδυσσεὺς ἀξίαν τείσει δίκην.
895
ἰαλέμωι αὐθιγενεῖ
896
τέκνον ς' ὀλοφύρομαι, ὦ
897
ματρὸς ἄλγος, οἵαν
898
ἔκελσας ὁδὸν ποτὶ Τροίαν·
899
ἦ δυσδαίμονα καὶ μελέαν
900
ἀπὸ μὲν φαμένας ἐμοῦ πορευθείς,
901
ἀπὸ δ' ἀντομένου πατρὸς βιαίως.
902
ὤμοι ἐγὼ σέθεν, ὦ φιλία
903
φιλία κεφαλά, τέκνον, ὤμοι.
904
{Χο.} ὅσον προσήκει μὴ γένους κοινωνίαν
905
ἔχοντι λύπης τὸν σὸν οἰκτίρω γόνον.
906
{Μο.} ὄλοιτο μὲν Οἰνεΐδας,
907
ὄλοιτο δὲ Λαρτιάδας,
908
ὅς μ' ἄπαιδα γέννας
909
ἔθηκεν ἀριστοτόκοιο·
910
ἅ θ' Ἕλλανα λιποῦσα δόμον
911
Φρυγίων λεχέων ἔπλευσε πλαθεῖς',
912
†ὑπ' Ἰλίωι ὤλεσε† μὲν ς' ἕκατι Τροίας,
913
φίλτατε, μυριάδας τε πόλεις
914
ἀνδρῶν ἀγαθῶν ἐκένωσεν.
915
ἦ πολλὰ μὲν ζῶν, πολλὰ δ' εἰς Ἅιδου μολών,
916
Φιλάμμονος παῖ, τῆς ἐμῆς ἥψω φρενός·
917
ὕβρις γάρ, ἥ ς' ἔσφηλε, καὶ Μουσῶν ἔρις
918
τεκεῖν μ' ἔθηκε τόνδε δύστηνον γόνον.
919
περῶσα γὰρ δὴ ποταμίους διὰ ῥοὰς
920
λέκτροις ἐπλάθην Στρυμόνος φυταλμίοις,
921
ὅτ' ἤλθομεν γῆς χρυσόβωλον ἐς λέπας
922
Πάγγαιον ὀργάνοισιν ἐξησκημέναι
923
Μοῦσαι μεγίστην εἰς ἔριν μελωιδίας
924
κλεινῶι σοφιστῆι Θρηικὶ κἀτυφλώσαμεν
925
Θάμυριν, ὃς ἡμῶν πόλλ' ἐδέννασεν τέχνην.
926
κἀπεί σε τίκτω, συγγόνους αἰδουμένη
927
καὶ παρθενείαν, ἧκ' ἐς εὐύδρου πατρὸς
928
δίνας· τρέφειν δέ ς' οὐ βρότειον ἐς χέρα
929
Στρυμὼν δίδωσιν ἀλλὰ πηγαίαις κόραις.
930
ἔνθ' ἐκτραφεὶς κάλλιστα παρθένων ὕπο,
931
Θρήικης ἀνάσσων πρῶτος ἦσθ' ἀνδρῶν, τέκνον.
932
καί ς' ἀμφὶ γῆν μὲν πατρίαν φιλαιμάτους
933
ἀλκὰς κορύσσοντ' οὐκ ἐδείμαινον θανεῖν·
934
Τροίας δ' ἀπηύδων ἄστυ μὴ κέλσαι ποτέ,
935
εἰδυῖα τὸν σὸν πότμον· ἀλλά ς' Ἕκτορος
936
πρεσβεύμαθ' αἵ τε μυρίαι γερουσίαι
937
ἔπεισαν ἐλθεῖν κἀπικουρῆσαι φίλοις.
938
καὶ τοῦδ', Ἀθάνα, παντὸς αἰτία μόρου—
939
οὐδὲν δ' Ὀδυσσεὺς οὐδ' ὁ Τυδέως τόκος
940
ἔδρασε—δρῶσα μὴ δόκει λεληθέναι.
941
καίτοι πόλιν σὴν σύγγονοι πρεσβεύομεν
942
Μοῦσαι μάλιστα κἀπιχρώμεθα χθονί,
943
μυστηρίων τε τῶν ἀπορρήτων φανὰς
944
ἔδειξεν Ὀρφεύς, αὐτανέψιος νεκροῦ
945
τοῦδ' ὃν κατέκτεινας σύ· Μουσαῖόν τε, σὸν
946
σεμνὸν πολίτην κἀπὶ πλεῖστον ἄνδρ' ἕνα
947
ἐλθόντα, Φοῖβος σύγγονοί τ' ἠσκήσαμεν.
948
καὶ τῶνδε μισθὸν παῖδ' ἔχους' ἐν ἀγκάλαις
949
θρηνῶ· σοφιστὴν δ' ἄλλον οὐκ ἐπάξομαι.
950
{Χο.} μάτην ἄρ' ἡμᾶς Θρήικιος τροχηλάτης
951
ἐδέννας', Ἕκτορ, τῶιδε βουλεῦσαι φόνον.
952
{Εκ.} ἤιδη τάδ'· οὐδὲν μάντεων ἔδει φράσαι
953
Ὀδυσσέως τέχναισι τόνδ' ὀλωλότα.
954
ἐγὼ δὲ γῆς ἔφεδρον Ἑλλήνων στρατὸν
955
λεύσσων, τί μὴν ἔμελλον οὐ πέμψειν φίλοι
956
κήρυκας, ἐλθεῖν κἀπικουρῆσαι χθονί;
957
ἔπεμψ'· ὀφείλων δ' ἦλθε συμπονεῖν ἐμοί.
958
οὐ μὴν θανόντι γ' οὐδαμῶς συνήδομαι·
959
καὶ νῦν ἕτοιμος τῶιδε καὶ τεῦξαι τάφον
960
καὶ ξυμπυρῶσαι μυρίαν πέπλων χλιδήν·
961
φίλος γὰρ ἐλθὼν δυστυχῶς ἀπέρχεται.
962
{Μο.} οὐκ εἶσι γαίας ἐς μελάγχιμον πέδον·
963
τοσόνδε νύμφην τὴν ἔνερθ' αἰτήσομαι,
964
τῆς καρποποιοῦ παῖδα Δήμητρος θεᾶς,
965
ψυχὴν ἀνεῖναι τοῦδ'· ὀφειλέτις δέ μοι
966
τοὺς Ὀρφέως τιμῶσα φαίνεσθαι φίλους.
967
κἀμοὶ μὲν ὡς θανών τε κοὐ λεύσσων φάος
968
ἔσται τὸ λοιπόν· οὐ γὰρ ἐς ταὐτόν ποτε
969
ἔτ' εἶσιν οὐδὲ μητρὸς ὄψεται δέμας·
970
κρυπτὸς δ' ἐν ἄντροις τῆς ὑπαργύρου χθονὸς
971
ἀνθρωποδαίμων κείσεται βλέπων φάος,
972
Βάκχου προφήτης, ὅς γε Παγγαίου πέτραν
973
ὤικησε, σεμνὸς τοῖσιν εἰδόσιν θεός.
974
ῥᾶιον δὲ πένθος τῆς θαλασσίας θεοῦ
975
οἴσω· θανεῖν γὰρ καὶ τὸν ἐκ κείνης χρεών.
976
θρήνοι…
The complete text is available when the reading interface loads.