The Greek Library Author

Plutarch

Κάμιλλος

Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος

Scientific editors
Bernadotte Perrin
Edition reference
Plutarch's Lives · Cambridge, MA · Harvard University Press · 1914
CTS identifier
urn:cts:greekLit:tlg0007.tlg011.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 1

περὶ δὲ Φουρίου Καμίλλου πολλῶν καὶ μεγάλων λεγομένων ἴδιον εἶναι δοκεῖ μάλιστα καὶ παράδοξον, ὅτι πλεῖστα μὲν ἐν ἡγεμονίαις καὶ μέγιστα κατορθώσας, δικτάτωρ δὲ πεντάκις αἱρεθείς, θριαμβεύσας δὲ τετράκις, κτίστης δὲ τῆς Ῥώμης ἀναγραφεὶς δεύτερος, οὐδὲ ἅπαξ ὑπάτευσε.

τούτου δʼ αἴτιον ἡ τῆς τότε πολιτείας κατάστασις, ἐκ διαφορᾶς τοῦ δήμου πρὸς τὴν σύγκλητον ὑπάτους μὲν ἐρίσαντος μὴ ἀποδείκνυσθαι, χιλιάρχους δὲ χειροτονοῦντος ἐπὶ τὴν ἡγεμονίαν, ὧν, καίπερ ἀπʼ ἐξουσίας καὶ δυνάμεως ὑπατικῆς ἅπαντα πραττόντων, ἧττον ἦν ἐπαχθὴς ἡ ἀρχὴ διὰ τὸ πλῆθος, τὸ γὰρ ἓξ ἄνδρας, ἀλλὰ μὴ δύο, τοῖς πράγμασιν ἐφιστάναι, παρεμυθεῖτο τοὺς βαρυνομένους τὴν ὀλιγαρχίαν.

κατὰ τοῦτο δὴ καιροῦ μάλιστα τῇ δόξῃ καὶ τοῖς πράγμασιν ἀκμάσας ὁ Κάμιλλος ὕπατος μὲν οὐκ ἠξίωσεν ἄκοντι τῷ δήμῳ γενέσθαι, καίπερ ἐν τῷ διὰ μέσου δεξαμένης ὑπατικὰς ἀρχαιρεσίας τῆς πολιτείας πολλάκις, ἐν δὲ ταῖς ἄλλαις ἡγεμονίαις πολλαῖς καὶ παντοδαπαῖς γενομέναις τοιοῦτον αὑτὸν παρέσχεν, ὥστε τὴν μὲν ἐξουσίαν καὶ μοναρχοῦντος εἶναι κοινήν, τὴν δὲ δόξαν ἰδίαν καὶ μεθʼ ἑτέρων στρατηγοῦντος· ὧν τοῦ μὲν ἡ μετριότης αἴτιον ἀνεπιφθόνως ἄρχοντος, τοῦ δʼ ἡ φρόνησις, διʼ ἣν ὁμολογουμένως ἐπρώτευεν.

Chapter 2

οὔπω δὲ τότε περὶ τὸν τῶν Φουρίων οἶκον οὔσης μεγάλης ἐπιφανείας αὐτὸς ἀφʼ ἑαυτοῦ πρῶτος εἰς δόξαν προῆλθεν ἐν τῇ μεγάλῃ μάχῃ πρὸς Αἰκανοὺς καὶ Οὐολούσκους ὑπὸ δικτάτορι Ποστουμίῳ Τουβέρτῳ στρατευόμενος, προϊππεύων γὰρ τοῦ στρατοῦ καὶ πληγῇ περιπεσὼν εἰς τὸν μηρόν οὐκ ἀνῆκεν, ἀλλʼ ἐγκείμενον τῷ τραύματι παρέλκων τὸ ἀκόντισμα καὶ συμπλεκόμενος τοῖς ἀρίστοις τῶν πολεμίων τροπὴν ἐποίησεν.

ἐκ δὲ τούτου τῶν τʼ ἄλλων γερῶν ἔτυχε καὶ τιμητὴς ἀπεδείχθη, μέγα τῆς ἀρχῆς ἀξίωμα ταύτης ἐπὶ τῶν τότε χρόνων ἐχούσης. μνημονεύεται δὲ αὐτοῦ τιμητεύοντος καλὸν μὲν ἔργον τὸ τοὺς ἀγάμους λόγοις τε πείθοντα καὶ ζημίαις ἀπειλοῦντα συγκαταζεῦξαι ταῖς χηρευούσαις γυναιξί πολλαὶ δʼ ἦσαν αὗται διὰ τοὺς πολέμους, ἀναγκαῖον δὲ τὸ καὶ τοὺς ὀρφανοὺς ὑποτελεῖς ποιῆσαι πρότερον ἀνεισφόρους ὄντας.

αἴτιαι δʼ ἦσαν αἱ συνεχεῖς στρατεῖαι μεγάλων ἀναλωμάτων δεόμεναι, καὶ μάλιστα κατήπειγεν ἡ Οὐηΐων πολιορκία, τούτους ἔνιοι Οὐηιεντανοὺς καλοῦσιν. ἦν δὲ πρόσχημα τῆς Τυρρηνίας ἡ πόλις, ὅπλων μὲν ἀριθμῷ καὶ πλήθει τῶν στρατευομένων οὐκ ἀποδέουσα τῆς Ῥώμης, πλούτῳ δὲ καὶ βίων ἁβρότητι καὶ τρυφαῖς καὶ πολυτελείαις ἀγαλλομένη πολλοὺς καὶ καλοὺς ἀγῶνας ἠγωνίσατο περὶ δόξης καὶ δυναστείας πολεμοῦσα Ῥωμαίοις.

ἐν δὲ τῷ τότε χρόνῳ τῆς μὲν φιλοτιμίας ἀφειστήκει συντριβεῖσα μεγάλαις μάχαις· ἐπαράμενοι δὲ τείχη μεγάλα καὶ καρτερά καὶ τὴν πόλιν ὅπλων καὶ βελῶν καὶ σίτου καὶ παρασκευῆς ἁπάσης ἐμπλήσαντες, ἀδεῶς ὑπέμενον τὴν πολιορκίαν, μακρὰν μὲν οὖσαν, οὐχ ἧττον δὲ τοῖς πολιορκοῦσιν ἐργώδη καὶ χαλεπὴν γενομένην.

εἰθισμένοι γὰρ οὐ πολὺν χρόνον ἅμα ὥρᾳ θέρους ἔξω στρατεύειν, οἴκοι δὲ διαχειμάζειν, τότε πρῶτον ἠναγκάσθησαν ὑπὸ τῶν χιλιάρχων φρούρια κατασκευασάμενοι καὶ τὸ στρατόπεδον τειχίσαντες ἐν τῇ πολεμίᾳ χειμῶνα καὶ θέρος συνάπτειν, ἤδη σχεδὸν ἔτους ἑβδόμου τῷ πολέμῳ τελευτῶντος. ὥστε καὶ τοὺς ἄρχοντας ἐν αἰτίᾳ, γενέσθαι καὶ μαλακῶς πολιορκεῖν δοκοῦντας ἀφαιρεθῆναι τὴν ἀρχήν, ἑτέρων αἱρεθέντων ἐπὶ τὸν πόλεμον ὧν ἦν καὶ Κάμιλλος τότε χιλιαρχῶν τὸ δεύτερον.

ἔπραξε δὲ περὶ τὴν πολιορκίαν οὐδὲν ἐν ἐκείνῳ τῷ χρόνῳ, λαχὼν Φαλερίοις καὶ Καπηνάταις πολεμεῖν, οἳ διʼ ἀσχολίαν τότε πολλὰ τὴν χώραν καθυβρίσαντες καὶ παρὰ πάντα τὸν Τυρρηνικὸν πόλεμον ἐνοχλήσαντες ἐπιέσθησαν ὑπὸ τοῦ Καμίλλου καὶ συνεστάλησαν εἰς τὰ τείχη πολλοὺς ἀποβαλόντες.

Chapter 3

ἐκ τούτου τὸ περὶ τὴν Ἀλβανίδα λίμνην πάθος ἀκμάζοντι τῷ πολέμῳ συνενεχθέν οὐδενὸς ἧττον τῶν ἀπίστων πυθέσθαι θαυμάτων αἰτίας κοινῆς ἀποοίᾳ, καὶ λόγου φυσικὴν ἔχοντος ἀρχὴν ἐφόβησεν, ἦν μὲν γὰρ ὥρα μετοπωρινή, καὶ τὸ θέρος ἔληγεν οὔτʼ ἔπομβρον οὔτε πνεύμασι νοτίοις χαλεπὸν ἐπιδήλως γενόμενον·

πολλὰς δὲ λίμνας καὶ ποταμοὺς καὶ νάματα παντοδαπὰ τῆς Ἰταλίας ἐχούσης τὰ μὲν ἐξέλιπε κομιδῇ, τὰ δʼ ἀντέσχε γλίσχρως καὶ μόλις, οἱ δὲ ποταμοὶ πάντες ὥσπερ ἀεὶ κοῖλοι καὶ ταπεινοὶ διὰ θέρους ἐρρύησαν. τὸ δὲ τῆς Ἀλβανίδος λίμνης ἀρχὴν ἔχον ἐν ἑαυτῷ καὶ τελευτήν, ὄρεσιν εὐγείοις περιεχόμενον, ἀπʼ οὐδενὸς αἰτίου, πλὴν εἴ τι θεῖον, αὐξόμενον ἐπιδήλως διωγκοῦτο καὶ προσίστατο ταῖς ὑπωρείαις καὶ τῶν ἀνωτάτω λόφων ὁμαλῶς ἐπέψαυεν, ἄνευ σάλου καὶ κλύδωνος ἐξανιστάμενον.

καὶ πρῶτον μὲν ἦν ποιμένων θαῦμα καὶ βοτήρων ἐπεὶ δέ, τοῦ διείργοντος ἀπὸ τῆς κάτω χώρας οἷον ἰσθμοῦ τὴν λίμνην ὑπεκραγέντος ὑπὸ τοῦ πλήθους καὶ βάρους, μέγα ῥεῦμα κατέβαινε διὰ τῶν ἀρουμένων καὶ φυτευομένων ἐπὶ τὴν θάλατταν, οὐ μόνον αὐτοῖς παρεῖχε Ῥωμαίοις ἔκπληξιν, ἀλλὰ καὶ πᾶσιν ἐδόκει τοῖς τὴν Ἰταλίαν κατοικοῦσι μηδενὸς μικροῦ σημεῖον εἶναι, πλεῖστος δʼ αὐτοῦ λόγος ἦν ἐν τῷ στρατοπέδῳ τῷ πολιορκοῦντι τοὺς Οὐηΐους, ὥστε κἀκείνοις ἔκπυστον γενέσθαι τὸ περὶ τὴν λίμνην πάθος.

Chapter 4

οἷα δʼ ἐν πολιορκίᾳ διὰ χρόνου μῆκος ἐπιμιξίας τε πολλὰς ἐχούσῃ καὶ κοινολογίας πρὸς τοὺς πολεμίους, ἐγεγόνει τινὶ Ῥωμαίῳ συνήθεια καὶ παρρησία πρὸς ἕνα τῶν πολιτῶν, ἄνθρωπον ἔμπειρόν τε λογίων παλαιῶν καί τι καὶ πλέον εἰδέναι τῶν ἄλλων ἀπὸ μαντικῆς δοκοῦντα. τοῦτον οὖν ὁ Ῥωμαῖος, ὡς ἤκουσε τὴν ἐπίδοσιν τῆς λίμνης, ὁρῶν ὑπερηδόμενόν τε καὶ καταγελῶντα τῆς πολιορκίας, οὐ ταῦτʼ ἔφη μόνον ἐνηνοχέναι θαυμαστὰ τὸν παρόντα χρόνον, ἀλλʼ ἕτερα τούτων ἀτοπώτερα σημεῖα Ῥωμαίοις γεγονέναι, περὶ ὧν ἐθέλειν ἐκείνῳ κοινωσάμενος, εἴ τι δύναιτο, θέσθαι τῶν ἰδίων ἄμεινον ἐν τοῖς κοινοῖς νοσοῦσιν.

ὑπακούσαντος δὲ τοῦ ἀνθρώπου προθύμως καὶ διδόντος ἑαυτὸν εἰς κοινολογίαν, ὡς ἀπορρήτων τινῶν ἀκροατὴν ἐσόμενον, κατὰ μικρὸν οὕτω διαλεγόμενος καὶ ὑπάγων αὐτόν, ὡς πορρωτέρω τῶν πυλῶν ἐγεγόνεισαν, αἴρει τε μετέωρον εὐρωστότερος ὢν καί τινῶν ἀπὸ στρατοπέδου προσδραμόντων χειρωσάμενος καὶ κρατήσας παρέδωκε τοῖς στρατηγοῖς.

ἐν τούτῳ δʼ ἀνάγκης γεγονὼς ὁ ἄνθρωπος καὶ μαθὼν ἄρα τὸ πεπρωμένον ὡς ἄφυκτον εἴη, λόγια προὔφαινεν ἀπόρρητα περὶ τῆς ἑαυτοῦ πατρίδος, ὡς οὐκ οὔσης ἁλωσίμου πρότερον ἢ τὴν Ἀλβανίδα λίμνην ἐκχυθεῖσαν καὶ φερομένην ὁδοὺς ἑτέρας ὤσαντες ὀπίσω καὶ περισπάσαντες οἱ πολέμιοι κωλύσουσι μίγνυσθαι τῇ θαλάττῃ.

ταῦτα τῇ συγκλήτῳ πυθομένῃ καὶ διαπορούσῃ καλῶς ἔχειν ἔδοξε πέμψαντας εἰς Δελφοὺς ἐρέσθαι τὸν θεόν. οἱ δὲ πεμφθέντες ἄνδρες ἔνδοξοι καὶ μεγάλοι, Κόσσος Λικίννιος καὶ Οὐαλλέριος Ποτῖτος καὶ Φάβιος Ἄμβουστος, πλῷ τε χρησάμενοι καὶ τῶν παρὰ τοῦ θεοῦ τυχόντες ἧκον ἄλλας τε μαντείας κομίζοντες, αἳ πατρίων τινῶν περὶ τὰς καλουμένας Λατίνας ἑορτὰς ὀλιγωρίαν ἔφραζον αὐτοῖς,

καὶ τὸ τῆς Ἀλβανίδος ὕδωρ ἐκέλευον εἴργοντας ὡς ἀνυστόν ἐστι τῆς θαλάσσης ἀνωθεῖν εἰς τὸν ἀρχαῖον πόρον, ἢ τοῦτο μὴ δυναμένους ὀρύγμασι καὶ τάφροις παράγειν εἰς τὸ πεδίον καὶ καταναλίσκειν· ἀπαγγελθέντων δὲ τούτων οἱ μὲν ἱερεῖς τὰ περὶ τὰς θυσίας ἔπραττον, ὁ δὲ δῆμος ἐχώρει πρὸς τὰ ἔργα καὶ τὸ ὕδωρ ἐξέτρεπεν.

Chapter 5

ἡ δὲ σύγκλητος εἰς τὸ δέκατον ἔτος τοῦ πολέμου καταλύσασα τὰς ἄλλας ἀρχὰς δικτάτορα Κάμιλλον ἀπέδειξεν ἵππαρχον δʼ ἐκεῖνος αὑτῷ προσελόμενος Κορνήλιον Σκηπίωνα, πρῶτον μὲν εὐχὰς ἐποιήσατο τοῖς θεοῖς ἐπὶ τῷ πολέμῳ τέλος εὐκλεὲς λαβόντι τὰς μεγάλας θέας ἄξειν καὶ νεὼν θεᾶς, ἣν Μητέρα Ματοῦταν καλοῦσι Ῥωμαῖοι, καθιερώσειν.

ταύτην ἄν τις ἀπὸ τῶν δρωμένων ἱερῶν μάλιστα Λευκοθέαν νομίσειεν εἶναι, καὶ γὰρ θεράπαιναν εἰς τὸν σηκὸν εἰσάγουσαι ῥαπίζουσιν, εἶτʼ ἐξελαύνουσι καὶ τὰ τῶν ἀδελφῶν τέκνα πρὸ τῶν ἰδίων ἐναγκαλίζονται καὶ δρῶσι περὶ τὴν θυσίαν ἃ ταῖς Διονύσου τροφοῖς καὶ τοῖς διὰ τὴν παλλακὴν πάθεσι τῆς Ἰνοῦς προσέοικε. μετὰ δὲ τὰς εὐχὰς ὁ Κάμιλλος εἰς τὴν Φαλίσκων ἐνέβαλε, καὶ μάχῃ μεγάλῃ τούτους τε καὶ Καπηνάτας προσβοηθήσαντας αὐτοῖς ἐνίκησεν.

ἔπειτα πρὸς τὴν πολιορκίαν τραπόμενος τῶν Οὐηΐων καὶ τὸν ἐκ προσβολῆς ἀγῶνα χαλεπὸν καὶ δύσεργον ὁρῶν ὑπονόμους ἔτεμνε, τῶν περὶ τὴν πόλιν χωρίων ἐνδιδόντων τοῖς ὀρύγμασι καὶ καταδεχομένων εἰς βάθος ἄγειν ἄδηλον τοῖς πολεμίοις τὰ ἔργα. διὸ καὶ προϊούσης ὁδῷ τῆς ἐλπίδος αὐτὸς μὲν ἔξωθεν προσέβαλλεν, ἐκκαλούμενος ἐπὶ τὰ τείχη τοὺς πολεμίους, ἄλλοι δʼ ἀδήλως ὑποπορευόμενοι διὰ τῶν ὑπονόμων ἔλαθον ἐντὸς γενόμενοι τῆς ἄκρας κατὰ τὸ τῆς Ἥρας τῆς Ἥρας with C and S: Ἥρας. ἱερόν, ὃ μέγιστον ἦν ἐν τῇ πόλει καὶ μάλιστα τιμώμενον.

ἐνταῦθα λέγεται τυχεῖν κατʼ ἐκεῖνο καιροῦ τὸν ἡγεμόνα τῶν Τυρρηνῶν ἐφʼ ἱεροῖς· τὸν δὲ μάντιν εἰς τὰ σπλάγχνα κατιδόντα καὶ μέγα φθεγξάμενον εἰπεῖν, ὅτι νίκην ὁ θεὸς δίδωσι τῷ κατακολουθήσαντι τοῖς ἱεροῖς ἐκείνοις· ταύτης δὲ τῆς φωνῆς τοὺς ἐν τοῖς ὑπονόμοις Ῥωμαίους ἐπακούσαντας ταχὺ διασπάσαι τὸ ἔδαφος, καὶ μετὰ βοῆς καὶ ψόφου τῶν ὅπλων ἀναδύντας, ἐκπλαγέντων τῶν πολεμίων καὶ φυγόντων, ἁρπάσαντας τὰ σπλάγχνα κομίσαι πρὸς τὸν Κάμιλλον.

ἀλλὰ ταῦτα μὲν ἴσως ἐοικέναι δόξει μυθεύμασιν. ἁλούσης δὲ τῆς πόλεως κατὰ κράτος καὶ τῶν Ῥωμαίων ἀγόντων καὶ φερόντων ἄπειρόν τινα πλοῦτον, ἐφορῶν ὁ Κάμιλλος ἀπὸ τῆς ἄκρας τὰ πραττόμενα, πρῶτον μὲν ἑστὼς ἐδάκρυσεν, εἶτα μακαρισθεὶς ὑπὸ τῶν παρόντων ἀνέσχε τὰς χεῖρας τοῖς θεοῖς καὶ προσευχόμενος εἶπε·

Ζεῦ μέγιστε καὶ θεοὶ χρηστῶν ἐπίσκοποι καὶ πονηρῶν ἔργων, αὐτοί που σύνιστε Ῥωμαίοις, ὡς οὐ παρὰ δίκην, ἀλλὰ κατʼ ἀνάγκην ἀμυνόμενοι μετερχόμεθα δυσμενῶν ἀνδρῶν καὶ παρανόμων πόλιν. εἰ δʼ ἄρα τις, ἔφη, καὶ ἡμῖν ἀντίστροφος ὀφείλεται τῆς παρούσης νέμεσις εὐπραξίας, εὔχομαι ταύτην ὑπέρ τε πόλεως καὶ στρατοῦ Ῥωμαίων εἰς ἐμαυτὸν ἐλαχίστῳ κακῷ τελευτῆσαι.

ταῦτʼ εἰπών, καθάπερ ἐστὶ Ῥωμαίοις ἔθος ἐπευξαμένοις καὶ προσκυνήσασιν ἐπὶ δεξιὰ ἐξελίττειν, ἐσφάλη περιστρεφόμενος, διαταραχθέντων δὲ τῶν παρόντων πάλιν ἀναλαβὼν ἑαυτὸν ἐκ τοῦ πτώματος εἶπεν, ὡς γέγονεν αὐτῷ κατʼ εὐχὴν σφάλμα μικρὸν ἐπʼ εὐτυχίᾳ μεγίστῃ.

Chapter 6

διαπορθήσας δὲ τὴν πόλιν ἔγνω τὸ ἄγαλμα τῆς Ἥρας μεταφέρειν εἰς Ῥώμην, ὥσπερ εὔξατο. καὶ συνελθόντων ἐπὶ τούτῳ τῶν τεχνιτῶν, ὁ μὲν ἔθυε καὶ προσεύχετο τῇ θεῷ δέχεσθαι τὴν προθυμίαν αὐτῶν καὶ εὐμενῆ γενέσθαι σύνοικον τοῖς λαχοῦσι τὴν Ῥώμην θεοῖς, τὸ δʼ ἄγαλμά φασιν ὑποφθεγξάμενον εἰπεῖν. ὅτι καὶ βούλεται καὶ συγκαταινεῖ.

Λίουιος δέ φησιν εὔχεσθαι μὲν τὸν Κάμιλλον ἁπτόμενον τῆς θεοῦ καὶ παρακαλεῖν, ἀποκρίνασθαι δέ τινας τῶν παρόντων, ὅτι καὶ βούλεται καὶ συνακολουθεῖ καὶ συνακολουθεῖ προθύμως. οἱ δʼ ἰσχυριζόμενοι καὶ τῷ παραδόξῳ βοηθοῦντες μεγίστην μὲν ἔχουσι συνήγορον τὴν τύχην τῆς πόλεως, ἣν ἀπὸ μικρᾶς καὶ καταφρονουμένης ἀρχῆς ἐπὶ τοσοῦτον δόξης καὶ δυνάμεως προελθεῖν δίχα θεοῦ πολλαῖς καὶ μεγάλαις ἐπιφανείαις ἑκάστοτε συμπαρόντος ἀμήχανον·

οὐ μὴν ἀλλὰ καὶ συνάγουσιν ὁμοειδῆ τινα, τοῦτο μὲν ἱδρῶτας ἀγαλμάτων πολλάκις ἐκχυθέντας, τοῦτο δὲ στεναγμοὺς ἀκουσθέντας ἀποστροφάς τε δεικνύντες καὶ καταμύσεις ξοάνων, ἃς ἱστορήκασιν οὐκ ὀλίγοι τῶν πρότερον. πολλὰ δὲ καὶ τῶν καθʼ ἡμᾶς ἀκηκοότες ἀνθρώπων λέγειν ἔχομεν ἄξια θαύματος, ὧν οὐκ ἄν τις εἰκῇ καταφρονήσειεν.

ἀλλὰ τοῖς τοιούτοις καὶ τὸ πιστεύειν σφόδρα καὶ τὸ λίαν ἀπιστεῖν ἐπισφαλές ἐστι διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν ὅρον οὐκ ἔχουσαν οὐδὲ κρατοῦσαν αὑτῆς, ἀλλʼ ἐκφερομένην ὅπου μὲν εἰς δεισιδαιμονίαν καὶ τῦφον, ὅπου δʼ εἰς ὀλιγωρίαν τῶν θεῶν καὶ περιφρόνησιν ἡ δʼ εὐλάβεια καὶ τὸ μηδὲν ἄγαν ἄριστον.

Chapter 7

ὁ δὲ Κάμιλλος εἴτε μεγέθει τοῦ ἔργου, πόλιν ἀντίπαλον τῆς Ῥώμης ἔτει δεκάτῳ τῆς πολιορκίας καθῃρηκώς, εἴτε ὑπὸ τῶν εὐδαιμονιζόντων αὐτὸν εἰς ὄγκον ἐξαρθεὶς καὶ φρόνημα νομίμου καὶ πολιτικῆς ἀρχῆς ἐπαχθέστερον, τά τε ἄλλα σοβαρῶς ἐθριάμβευσε καί τέθριππον ὑποζευξάμενος λευκόπωλον ἐπέβη καὶ διεξήλασε τῆς Ῥώμης, οὐδενὸς τοῦτο ποιήσαντος ἡγεμόνος πρότερον οὐδʼ ὕστερον, ἱερὸν γὰρ ἡγοῦνται τὸ τοιοῦτον ὄχημα τῷ βασιλεῖ καὶ πατρὶ τῶν θεῶν ἐπιπεφημισμένον.

ἔκ τε δὴ τούτου διεβλήθη πρὸς τοὺς πολίτας οὐκ εἰθισμένους ἐντρυφᾶσθαι, καὶ δευτέραν ἔλαβεν αἰτίαν ἐνιστάμενος νόμῳ διοικίζοντι τήν πόλιν. εἰσηγοῦντο γὰρ οἱ δήμαρχοι τόν τε δῆμον καὶ τήν σύγκλητον ἴσα μέρη δύο νεμηθῆναι, καὶ τοὺς μὲν αὐτόθι κατοικεῖν, τοὺς δὲ κλήρῳ λαχόντας εἰς τήν αἰχμάλωτον μεταστῆναι πόλιν, ὡς εὐπορωτέρων ἐσομένων καὶ δυσὶ μεγάλοις καὶ καλοῖς ἄστεσι τήν τε χώραν ὁμοῦ καὶ τήν ἄλλην εὐδαιμονίαν φυλαξόντων.

ὁ μὲν οὖν δῆμος ἤδη πολὺς γεγονὼς καὶ ἀχρήματος ἄσμενος ἐδέξατο, καὶ συνεχὴς ἦν τοῖς περὶ τὸ βῆμα θορύβοις αἰτῶν τήν ψῆφον ἡ δὲ βουλὴ καὶ τῶν ἄλλων οἱ κράτιστοι πολιτῶν οὐ διαίρεσιν, ἀλλʼ ἀναίρεσιν ἡγούμενοι τῆς Ῥώμης πολιτεύεσθαι τοὺς δημάρχους καὶ δυσανασχετοῦντες ἐπὶ τόν Κάμιλλον κατέφυγον.

κἀκεῖνος ὀρρωδῶν τόν ἀγῶνα προφάσεις ἐνέβαλλε τῷ δήμῳ καὶ ἀσχολίας, διʼ ὧν ἀεὶ τόν νόμον ἐξέκρουεν. ἦν μὲν οὖν διὰ ταῦτα λυπηρός. ἡ δε φανερωτάτη καὶ μεγίστη τῶν ἀπεχθειῶν αὐτῷ πρὸς τόν δῆμον ἐκ τῆς δεκάτης τῶν λαφύρων ὑπῆρξεν, οὐκ ἄλογον, εἰ καὶ μὴ πάνυ δικαίαν ἀρχὴν τῶν πολλῶν λαβόντων.

εὔξατο μὲν γὰρ ἐπὶ τοὺς Οὐηΐους, ὡς ἔοικε, βαδίζων, εἰ τήν πόλιν ἕλοι, τῷ θεῷ τούτων τήν δεκάτην καθιερώσειν, ἁλούσης δὲ τῆς πόλεως καὶ διαρπασθείσης, εἴτʼ ὀκνήσας ἐνοχλῆσαι τοῖς πολίταις, εἴτε λήθη τις αὐτὸν ὑπὸ τῶν παρόντων πραγμάτων ἔλαβε τῆς εὐχῆς, περιεῖδεν ὠφεληθέντας. ὕστερον δὲ χρόνῳ τῆς ἀρχῆς ἐκείνης ἤδη πεπαυμένος ἀνήνεγκε περὶ τούτων εἰς εἰς Bekker and Sintenis1, with most MSS.: πρὸς. τήν σύγκλητον, οἵ τε μάντεις ἤγγελλον ἐπὶ τοῖς ἱεροῖς προφαίνεσθαι θεῶν μῆνιν ἱλασμοῦ καὶ χαριστηρίων δεομένην.

Chapter 8

ψηφισαμένης δὲ τῆς βουλῆς τὴν μὲν ὠφέλειαν χαλεπὸν γὰρ ἦν ἀνάδαστον μὴ γενέσθαι, τοὺς δὲ λαβόντας αὐτοὺς σὺν ὅρκῳ τὴν δεκάτην παραφέρειν εἰς μέσον, ἐγίνετο πολλὰ λυπηρὰ καὶ βίαια περὶ τοὺς στρατιώτας, ἀνθρώπους πένητας καὶ πολλὰ πεπονηκότας, ἀναγκαζομένους ὧν ἐκέκτηντο καὶ κατεκέχρηντο μέρος εἰσφέρειν τοσοῦτον.

θορυβουμένῳ δʼ ὑπʼ αὐτῶν τῷ Καμίλλῳ καὶ προφάσεως ἀποροῦντι βελτίονος εἰς τὸν ἀτοπώτατον τῶν λόγων συνέβαινε καταφεύγειν, ὁμολογοῦντι ἐπιλαθέσθαι τῆς εὐχῆς, οἱ δʼ ἐχαλέπαινον, εἰ τὰ τῶν πολεμίων δεκατεύσειν εὐξάμενος τότε νῦν δεκατεύει τὰ τῶν πολιτῶν, οὐ μὴν ἀλλὰ πάντων ὅσον ἔδει μέρος εἰσενεγκόντων ἔδοξε κρατῆρα χρυσοῦν κατασκευάσαντας εἰς Δελφοὺς ἀποστεῖλαι.

χρυσίου δʼ ἦν σπάνις ἐν τῇ πόλει καὶ τῶν ἀρχόντων ὅθεν ἂν πορισθείη σκοπούντων, αἱ γυναῖκες αὐταὶ καθʼ αὑτὰς βουλευσάμεναι τὸν ὄντα χρυσοῦν ἑκάστῃ περὶ τὸ σῶμα κόσμον ἐπέδωκαν εἰς τὸ ἀνάθημα, σταθμῷ χρυσίου γενόμενον ὀκτὼ ταλάντων, καὶ ταύταις μὲν ἡ σύγκλητος ἀποδιδοῦσα τιμὴν πρέπουσαν ἐψηφίσατο μετὰ θάνατον ὥσπερ ἐπὶ τοῖς ἀνδράσι καὶ ταῖς γυναιξὶ λέγεσθαι τὸν ἄξιον ἔπαινον οὐ γὰρ ἦν εἰθισμένον πρότερον ἐγκωμιάζεσθαι γυναῖκα δημοσίᾳ τελευτήσασαν·

ἑλόμενοι δὲ τρεῖς ἄνδρας ἐκ τῶν ἀρίστων θεωρούς καὶ ναῦν μακρὰν εὐανδροῦντι πληρώματι καὶ κόσμῳ πανηγυρικῷ κατασκευάσαντες ἐξέπεμψαν. ἦν δʼ ἄρα καὶ χειμὼν καὶ γαλήνη θαλάσσης ἀργαλέον, ὡς ἐκείνοις συνέτυχε τότε παρʼ οὐδὲν ἐλθόντας ἀπολέσθαι διαφυγεῖν αὖθις ἀπροσδοκήτως τὸν κίνδυνον. ἐπέπλευσαν γὰρ αὐτοῖς Λιπαρέων τριήρεις περὶ τὰς Αἰόλου νήσους τοῦ πνεύματος ἐκλιπόντος ὡς λῃσταῖς.

δεομένων δὲ καὶ προϊσχομένων χεῖρας ἐμβολῆς μὲν ἔσχοντο, τὴν δὲ ναῦν ἀναψάμενοι καὶ καταγαγόντες ἀπεκήρυττον, ἅμα καὶ τὰ χρήματα καὶ τὰ σώματα, πειρατικὰ κρίναντες εἶναι. μόλις δʼ ἑνὸς ἀνδρὸς ἀρετῇ καὶ δυνάμει Τιμησιθέου τοῦ στρατηγοῦ πεισθέντες μεθῆκαν. ὁ δὲ καὶ προσκαθελκύσας ἰδίᾳ πλοῖα παρέπεμψε καὶ συγκαθιέρωσε τὸ ἀνάθημα· διʼ ὃ καὶ τιμὰς ἔσχεν, ἃς εἰκὸς ἦν, ἐν Ῥώμῃ.

Chapter 9

τῶν δὲ δημάρχων αὖθις ἐπεγειρόντων τὸν περὶ τοῦ διοικισμοῦ νόμον, ὁ πρὸς Φαλίσκους πόλεμος ἐν καιρῷ παραφανεὶς ἔδωκε τοῖς πρώτοις ἀνδράσιν ἀρχαιρεσιάσαι κατὰ γνώμην καὶ Κάμιλλον ἀποδείξαι μεθʼ ἑτέρων πέντε χιλίαρχον, ὡς τῶν πραγμάτων ἡγεμόνος δεομένων ἀξίωμα καὶ δόξαν μετʼ ἐμπειρίας ἔχοντος.

ψηφισαμένου δὲ τοῦ δήμου λαβὼν δύναμιν ὁ Κάμιλλος εἰς τὴν Φαλίσκων ἐνέβαλε· καὶ πόλιν ἐρυμνὴν κατεσκευασμένην πᾶσιν εἰς πόλεμον καλῶς Φαλερίους ἐπολιόρκει, τὸ μὲν ἑλεῖν οὐ μικρὸν ἔργον οὐδὲ χρόνου τοῦ τυχόντος ἡγούμενος, ἄλλως δὲ τρίβειν τοὺς πολίτας καὶ περισπᾶν βουλόμενος, ὡς μὴ σχολάζοιεν οἴκοι καθήμενοι δημαγωγεῖσθαι καὶ στασιάζειν. ἐπιεικῶς γὰρ ἀεὶ φαρμάκῳ τούτῳ χρώμενοι διετέλουν, ὥσπερ ἰατροὶ, τὰ ταρακτικὰ πάθη τῆς πολιτείας ἔξω τρέποντες.

Chapter 10

οὕτως δὲ τῆς πολιορκίας κατεφρόνουν οἱ Φαλέριοι τῷ πανταχόθεν ἐξωχυρῶσθαι πιστεύοντες, ὥστε πλὴν τῶν τὰ τείχη φυλαττόντων τοὺς ἄλλους ἐν ἱματίοις κατὰ τὴν πόλιν ἀναστρέφεσθαι, τοὺς δὲ παῖδας αὐτῶν εἴς τε τὰ διδασκαλεῖα φοιτᾶν καὶ παρὰ τὰ τείχη περιπατήσοντας καὶ γυμνασομένους ὑπὸ τοῦ διδασκάλου καταβιβάζεσθαι. κοινῷ γὰρ ἐχρῶντο τῷ διδασκάλῳ, ὥσπερ Ἕλληνες, οἱ Φαλέριοι, βουλόμενοι συντρέφεσθαι καὶ συναγελάζεσθαι μετʼ

ἀλλήλων εὐθὺς ἐξ ἀρχῆς τοὺς παῖδας. οὗτος οὖν ὁ διδάσκαλος ἐπιβουλεύων τοῖς Φαλερίοις διὰ τῶν παίδων ἐξῆγεν αὐτοὺς ἡμέρας ἑκάστης ὑπὸ τὸ τεῖχος ἐγγὺς τὸ πρῶτον, εἶτʼ ἀπῆγεν αὖθις εἴσω γυμνασαμένους, ἐκ δὲ τούτου κατὰ μικρὸν ὑπάγων εἴθισε θαρρεῖν ὡς πολλῆς οὔσης ἀδείας, καὶ τέλος ἔχων ἅπαντας εἰς τοὺς προφύλακας τῶν Ῥωμαίων ἐνέβαλε καὶ παρέδωκεν, ἄγειν κελεύσας πρὸς τὸν Κάμιλλον.

ἀχθεὶς δὲ καὶ καταστὰς εἰς μέσον ἔλεγε παιδευτὴς μέν εἶναι καὶ διδάσκαλος, τὴν δὲ πρὸς ἐκεῖνον χάριν ἀντὶ τούτων ἑλόμενος τῶν δικαίων, ἥκειν αὐτῷ τὴν πόλιν ἐν τοῖς παισὶ κομίζων, δεινὸν οὖν ἀκούσαντι τὸ ἔργον ἐφάνη Καμίλλῳ· καὶ πρὸς τοὺς παρόντας εἰπών, ὡς χαλεπὸν μέν ἐστι πόλεμος καὶ διὰ πολλῆς ἀδικίας καὶ βιαίων περαινόμενος ἔργων,

εἰσὶ δὲ καὶ πολέμων ὅμως τινὲς νόμοι τοῖς ἀγαθοῖς ἀνδράσι, καὶ τὸ νικᾶν οὐχ οὕτω διωκτέον, ὥστε μὴ φεύγειν τὰς ἐκ κακῶν καὶ ἀσεβῶν ἔργων χάριτας ἀρετῇ γὰρ οἰκείᾳ τὸν μέγαν στρατηγόν, οὐκ ἀλλοτρίᾳ θαρροῦντα κακίᾳ χρῆναι στρατεύειν, προσέταξε τοῖς ὑπηρέταις τοῦ μέν ἀνθρώπου καταρρηγνύναι τὰ ἱμάτια καὶ τὰς χεῖρας ὀπίσω περιάγειν, τοῖς δὲ παισὶ διαδοῦναι ῥάβδους καὶ μάστιγας, ὅπως κολάζοντες τὸν προδότην ἐλαύνωσιν εἰς τὴν πόλιν.

ἄρτι δὲ τῶν Φαλερίων ᾐσθημένων τὴν τοῦ διδασκάλου προδοσίαν καὶ τὴν μέν πόλιν, οἷον εἰκὸς, ἐπὶ συμφορᾷ τηλικαύτῃ θρήνου κατέχοντος, ἀνδρῶν δʼ ὁμοῦ καὶ γυναικῶν ἐπὶ τὰ τείχη καὶ τὰς πύλας σὺν οὐδενὶ λογισμῷ φερομένων, προσῆγον οἱ παῖδες τὸν διδάσκαλον γυμνὸν καὶ δεδεμένον προπηλακίζοντες, τὸν δὲ Κάμιλλον σωτῆρα καὶ πατέρα καὶ θεὸν ἀνακαλοῦντες,

ὥστε μὴ μόνον τοῖς γονεῦσι τῶν παίδων, ἀλλὰ καὶ τοῖς ἄλλοις πολίταις ταῦθʼ ὁρῶσι θαῦμα τε καὶ πόθον ἐμπεσεῖν τῆς τοῦ Καμίλλου δικαιοσύνης. καὶ συνδραμόντες εἰς ἐκκλησίαν πρέσβεις ἔπεμψαν ἐκείνῳ τὰ καθʼ ἑαυτοὺς ἐπιτρέποντες, οὓς ὁ Κάμιλλος ἀπέστειλεν εἰς Ῥώμην.

ἐν δὲ τῇ βουλῇ καταστάντες εἶπον, ὅτι, Ῥωμαῖοι τῆς νίκης τὴν δικαιοσύνην προτιμήσαντες ἐδίδαξαν αὐτοὺς τὴν ἧτταν ἀγαπῆσαι πρὸ τῆς ἐλευθερίας, οὐ τοσοῦτον τῇ δυνάμει λείπεσθαι δοκοῦντας, ὅσον ἡττᾶσθαι τῆς ἀρετῆς ὁμολογοῦντας. ἀποδούσης δὲ τῆς βουλῆς πάλιν ἐκείνῳ τὸ κρῖναι καὶ διαιτῆσαι ταῦτα, χρήματα λαβὼν παρὰ τῶν Φαλερίων καὶ φιλίαν πρὸς ἅπαντας Φαλίσκους θέμενος ἀνεχώρησεν.

Chapter 11

οἱ δὲ στρατιῶται διαρπάσειν προσδοκήσαντες τοὺς Φαλερίους, ὡς ἐπανῆλθον εἰς Ῥώμην κεναῖς χερσί, κατηγόρουν τοῦ Καμίλλου πρὸς τοὺς ἄλλους πολίτας ὡς μισοδήμου καὶ φθονήσαντος ὠφεληθῆναι τοῖς πένησιν. ἐπεὶ δὲ τὸν περὶ τοῦ διοικισμοῦ νόμον οἱ δήμαρχοι προθέντες αὖθις ἐπὶ τὴν ψῆφον ἐκάλουν τὸν δῆμον, ὁ δὲ Κάμιλλος οὐδεμιᾶς ἀπεχθείας οὐδὲ παρρησίας φεισάμενος ἐφάνη μάλιστα πάντων ἐκβιαζόμενος τοὺς πολλούς, τὸν μὲν νόμον ἄκοντες ἀπεψηφίσαντο,

τὸν δὲ Κάμιλλον διʼ ὀργῆς εἶχον, ὥστε καὶ δυστυχήσαντος αὐτοῦ περὶ τὰ οἰκεῖα τῶν γὰρ υἱῶν ἀπέβαλε τὸν ἕτερον νοσήσαντα μηδὲν οἴκτῳ τῆς ὀργῆς ὑφέσθαι. καίτοι τὸ πάθος οὐ μετρίως ἤνεγκεν ἀνὴρ ἥμερος φύσει καὶ χρηστός, ἀλλὰ τῆς δίκης προγεγραμμένης αὐτῷ διὰ πένθος οἰκούρει καθειργμένος μετὰ τῶν γυναικῶν.

Chapter 12

ὁ μὲν οὖν κατήγορος ἦν Λεύκιος Ἀπουλήιος, ἔγκλημα δὲ κλοπῆς περὶ τὰ Τυρρηνικὰ χρήματα, καὶ δῆτα καὶ θύραι τινὲς ἐλέγοντο χαλκαῖ παρʼ αὐτῷ φανῆναι τῶν αἰχμαλώτων, ὁ δὲ δῆμος ἐξηρέθιστο καὶ δῆλος ἦν ἐκ πάσης προφάσεως κατʼ αὐτοῦ τῇ ψήφῳ χρησόμενος.

οὕτως οὖν συναγαγὼν τούς τε φίλους καὶ τούς συστρατευσαμένους οὐκ ὀλίγους τὸ πλῆθος ὄντας, ἐδεῖτο μὴ περιιδεῖν αὐτὸν ἀδίκως ἐπʼ αἰτίαις πονηραῖς ὀφλόντα καὶ καταγέλαστον ὑπὸ τῶν ἐχθρῶν γενόμενον. ἐπεὶ δʼ οἱ φίλοι βουλευσάμενοι καὶ διαλεχθέντες ἑαυτοῖς ἀπεκρίναντο, πρὸς μὲν τὴν κρίσιν αὐτῷ μηδὲν οἴεσθαι βοηθήσειν, τὴν δὲ ζημίαν ὀφλόντι συνεκτίσειν, οὐκ ἀνασχόμενος ἔγνω μεταστῆναι καὶ φυγεῖν ἐκ τῆς πόλεως πρὸς ὀργήν.

ἀσπασάμενος οὖν τὴν γυναῖκα καὶ τὸν υἱὸν ἐπὶ τῆς οἰκίας προῄει σιωπῇ μέχρι τῆς πύλης· ἐκεῖ δὲ ἐπέστη, καὶ μεταστραφεὶς ὀπίσω καὶ τὰς χεῖρας ἀνατείνας πρὸς τὸ Καπιτώλιον ἐπεύξατο τοῖς θεοῖς, εἰ μὴ δικαίως, ἀλλʼ ὕβρει δήμου καὶ φθόνῳ προπηλακιζόμενος ἐκπίπτει, ταχὺ Ῥωμαίους μετανοῆσαι καὶ πᾶσιν ἀνθρώποις φανεροὺς γενέσθαι δεομένους αὐτοῦ καὶ ποθοῦντας Κάμιλλον.

Chapter 13

ἐκεῖνος μὲν οὖν, ὥσπερ ὁ Ἀχιλλεὺς, ἀρὰς θέμενος ἐπὶ τοὺς πολίτας καὶ μεταστὰς ὦφλε τὴν δίκην ἐρήμην, τίμημα μυρίων καὶ πεντακισχιλίων ἀσσαρίων ἔχουσαν. ὃ γίνεται πρὸς ἀργυρίου λόγον χίλιαι δραχμαὶ καὶ πεντακόσιαι· ἀσσάριον γὰρ ἦν τὸ ἀργύριον, καὶ τὸ δεκάχαλκον οὕτως ἐκαλεῖτο δηνάριον.

οὐδεὶς δʼ ἔστι Ῥωμαίων, ὃς οὐ νομίζει τὰς εὐχὰς τοῦ Καμίλλου ταχὺ τὴν Δίκην ὑπολαβεῖν, καὶ γενέσθαι τιμωρίαν αὐτῷ τῆς ἀδικίας οὐκ ἡδεῖαν, ἀλλʼ ἀνιαράν, ὀνομαστὴν δὲ καὶ περιβόητον· τοσαύτη περιῆλθε τὴν Ῥώμην νέμεσις, καὶ τοσοῦτον ἄγων φθόρον καὶ κίνδυνον ἅμα μετʼ αἰσχύνης ἐφάνη καιρὸς ἐπὶ τὴν πόλιν, εἴτε τῆς τύχης οὕτω συνελθούσης, εἴτε καὶ θεῶν τινος ἔργον ἔστι μὴ παραμελεῖν ἀρετῆς ἀχαριστουμένης.

Chapter 14

πρῶτον μὲν οὖν ἔδοξε σημεῖον γεγονέναι κακοῦ μεγάλου προσιόντος ἡ Ἰουλίου τοῦ τιμητοῦ τελευτή· μάλιστα γὰρ δὴ Ῥωμαῖοι σέβονται καὶ νομίζουσιν ἱερὰν τὴν τῶν τιμητῶν ἀρχήν, δεύτερον δὲ πρὸ τῆς Καμίλλου φυγῆς ἀνὴρ οὐκ ἐπιφανὴς μὲν οὐδὲ ἐκ τῆς βουλῆς, ἐπιεικὴς δὲ καὶ χρηστὸς εἶναι δοκῶν, Μᾶρκος Καιδίκιος, ἀνήνεγκε πρὸς τοὺς χιλιάρχους πρᾶγμα φροντίδος ἄξιον.

ἔφη γὰρ ἐν τῇ παρῳχημένῃ νυκτὶ καθʼ ὁδὸν βαδίζων, ἣν Καινὴν ὀνομάζουσι, κληθεὶς ὑπό τινος φθεγξαμένου μεταστραφῆναι, καὶ θεάσασθαι μὲν οὐδένα, φωνῆς δὲ μείζονος ἢ κατʼ ἀνθρωπίνην ἀκοῦσαι τάδε λεγούσης· ἄγε, Μᾶρκε Καιδίκιε, λέγε πρὸς τοὺς ἄρχοντας ἕωθεν ἐλθὼν ὀλίγου χρόνου Γαλάτας προσδέχεσθαι. ταῦτʼ ἀκούσαντες οἱ χιλίαρχοι γέλωτα καὶ παιδιὰν ἐποιοῦντο. καὶ μετʼ ὀλίγον συνέβη τὰ περὶ Κάμιλλον.

Chapter 15

οἱ δὲ Γαλάται τοῦ Κελτικοῦ γένους ὄντες ὑπὸ πλήθους λέγονται τὴν αὑτῶν ἀπολιπόντες, οὐκ οὖσαν αὐτάρκη τρέφειν ἅπαντας, ἐπὶ γῆς ζήτησιν ἑτέρας ὁρμῆσαι· μυριάδες δὲ πολλαὶ γενόμενοι νέων ἀνδρῶν καὶ μαχίμων, ἔτι δὲ πλείους παίδων καὶ γυναικῶν ἄγοντες, οἱ μὲν ἐπὶ τὸν βόρειον Ὠκεανὸν ὑπερβαλόντες τὰ Ῥιπαῖα ὄρη ῥυῆναι καὶ τὰ ἔσχατα τῆς Εὐρώπης κατασχεῖν,

οἱ δὲ μεταξὺ Πυρρήνης ὄρους καὶ τῶν Ἄλπεων ἱδρυθέντες ἐγγὺς Σενώνων καὶ Κελτορίων κατοικεῖν χρόνον πολύν ὀψὲ δʼ οἴνου γευσάμενοι τότε πρῶτον ἐξ Ἰταλίας διακομισθέντος οὕτως ἄρα θαυμάσαι τὸ πόμα καὶ πρὸς τὴν καινότητα τῆς ἡδονῆς ἔκφρονες γενέσθαι πάντες, ὥστε ἀράμενοι τὰ ὅπλα καὶ γενεὰς ἀναλαβόντες ἐπὶ τὰς Ἄλπεις φέρεσθαι καὶ ζητεῖν ἐκείνην τὴν γῆν, ἣ τοιοῦτον καρπὸν ἀναδίδωσι, τὴν δʼ ἄλλην ἄκαρπον ἡγεῖσθαι καὶ ἀνήμερον.

ὁ δʼ εἰσαγαγὼν τὸν οἶνον πρὸς αὐτοὺς καὶ παροξύνας ἐπὶ τὴν Ἰταλίαν μάλιστα καὶ πρῶτος Ἄρρων λέγεται γενέσθαι Τυρρηνός, ἀνὴρ ἐπιφανὴς καὶ φύσει μὲν οὐ πονηρός, συμφορᾷ δὲ τοιαύτῃ χρησάμενος. ἦν ἐπίτροπος παιδὸς ὀρφανοῦ πλούτῳ τε πρώτου τῶν πολιτῶν καὶ θαυμαζομένου κατʼ εἶδος, ὄνομα Λουκούμωνος. οὗτος ἐκ νέου παρὰ τῷ Ἄρρωνι δίαιταν εἶχε, καὶ μειράκιον ὢν οὐκ ἀπέλιπε τὴν οἰκίαν, ἀλλὰ προσεποιεῖτο χαίρειν συνὼν ἐκείνῳ.

καὶ πολύν χρόνον ἐλάνθανε διεφθαρκὼς αὐτοῦ τὴν γυναῖκα καὶ διεφθαρμένος ὑπʼ ἐκείνης· ἤδη δὲ πόρρω τοῦ πάθους ἀμφοτέρων γεγονότων καὶ μήτʼ ἀφεῖναι τὴν ἐπιθυμίαν μήτε κρύπτειν ἔτι δυναμένων, ὁ μὲν νεανίσκος ἐπεχείρει φανερῶς ἀποσπάσας ἔχειν τὴν ἄνθρωπον, ὁ δʼ ἀνὴρ ἐπὶ δίκην ἐλθὼν καὶ κρατούμενος πλήθει φίλων καὶ χρημάτων δαπάναις ὑπὸ τοῦ Λουκούμωνος ἐξέλιπε τὴν ἑαυτοῦ· καὶ πυθόμενος τὰ τῶν Γαλατῶν ἧκεν εἰς αὐτοὺς καὶ καθηγήσατο τῆς εἰς τὴν Ἰταλίαν στρατείας.

Chapter 16

οἱ δʼ ἐμβαλόντες εὐθὺς ἐκράτουν τῆς χώρας ὅσην τὸ παλαιὸν οἱ Τυρρηνοὶ κατεῖχον, ἀπὸ τῶν Ἄλπεων ἐπʼ ἀμφοτέρας καθήκουσαν τὰς θαλάσσας, ὡς καὶ τοὔνομα μαρτυρεῖ τῷ λόγῳ, τὴν μὲν γὰρ βόρειον θάλατταν Ἀδρίαν καλοῦσιν ἀπὸ Τυρρηνικῆς πόλεως Ἀδρίας, τὴν δὲ πρὸς νότον κεκλιμένην ἄντικρυς Τυρρηνικὸν πέλαγος.

πᾶσα δʼ ἐστὶ δενδρόφυτος αὕτη καὶ θρέμμασιν εὔβοτος καὶ κατάρρυτος ποταμοῖς. καὶ πόλεις εἶχεν ὀκτωκαίδεκα καλὰς καὶ μεγάλας καὶ κατεσκευασμένας πρός τε χρηματισμὸν ἐργατικῶς καὶ πρὸς δίαιταν πανηγυρικῶς, ἃς οἱ Γαλάται τοὺς Τυρρηνοὺς ἐκβαλόντες αὐτοὶ κατέσχον. ἀλλὰ ταῦτα μὲν ἐπράχθη συχνῷ τινι χρόνῳ πρότερον.

Chapter 17

οἱ δὲ Γαλάται τότε πρὸς πόλιν Τυρρηνίδα Κλούσιον στρατεύσαντες ἐπολιόρκουν, οἱ δὲ Κλουσῖνοι καταφυγόντες ἐπὶ τοὺς Ῥωμαίους ᾐτήσαντο πρέσβεις παρʼ αὐτῶν καὶ γράμματα πρὸς τοὺς βαρβάρους. ἐπέμφθησαν δὲ τοῦ Φαβίων γένους τρεῖς ἄνδρες εὐδόκιμοι καὶ τιμὰς μεγάλας ἔχοντες ἐν τῇ πόλει.

τούτους ἐδέξαντο μὲν οἱ Γαλάται φιλανθρώπως διὰ τὸ τῆς Ῥώμης ὄνομα, καὶ παυσάμενοι τῆς πρὸς τὰ τείχη μάχης εἰς λόγους συνῆλθον. πυνθανομένων δʼ αὐτῶν, ὅ τι παθόντες ὑπὸ Κλουσίνων ἥκοιεν ἐπὶ τὴν πόλιν, γελάσας ὁ βασιλεὺς τῶν Γαλατῶν Βρέννος, ἀδικοῦσιν ἡμᾶς, ἔφη, Κλουσῖνοι γῆν καὶ χώραν ὀλίγην μὲν γεωργεῖν δυνάμενοι, πολλὴν δὲ κατέχειν ἀξιοῦντες καὶ μὴ μεταδιδόντες ἡμῖν ξένοις οὖσι καὶ πολλοῖς καὶ πένησι.

ταῦτα δʼ ἄρα καὶ ὑμᾶς ἠδίκουν, ὦ Ῥωμαῖοι , πρότερον μὲν Ἀλβανοὶ καὶ Φιδηνᾶται καὶ Ἀρδεᾶται, νῦν δὲ Οὐήϊοι καὶ Καπηνᾶται καὶ πολλοὶ Φαλίσκων καὶ Οὐολούσκων· ἐφʼ οὓς ὑμεῖς στρατεύοντες, ἐὰν μὴ μεταδιδῶσιν ὑμῖν τῶν ἀγαθῶν, ἀνδραποδίζεσθε καὶ λεηλατεῖτε καὶ κατασκάπτετε τὰς πόλεις αὐτῶν, οὐδὲν οὐδὲ ὑμεῖς γε δεινὸν οὐδὲ ἄδικον ποιοῦντες,

ἀλλὰ τῷ πρεσβυτάτῳ τῶν νόμων ἀκολουθοῦντες, ὃς τῷ κρείττονι τὰ τῶν ἡττόνων δίδωσιν ἀρχόμενος ἀπὸ τοῦ θεοῦ καὶ τελευτῶν εἰς τὰ θηρία, καὶ γὰρ τούτοις ἐκ φύσεως ἔνεστι τὸ ζητεῖν πλέον ἔχειν τὰ κρείττονα τῶν ὑποδεεστέρων. Κλουσίνους δὲ παύσασθε πολιορκουμένους οἰκτείροντες, ὡς μὴ καὶ Γαλάτας διδάξητε χρηστοὺς καὶ φιλοικτίρμονας γενέσθαι τοῖς ὑπὸ Ῥωμαίων ἀδικουμένοις.

ἐκ τούτων τῶν λόγων ἔγνωσαν οἱ Ῥωμαῖοι τὸν Βρέννον ἀσυμβάτως ἔχοντα, καὶ παρελθόντες εἰς τὸ Κλούσιον ἐθάρρυνον καὶ παρώρμων τοὺς ἄνδρας ἐπεξελθεῖν τοῖς βαρβάροις μετʼ αὐτῶν, εἴτε τὴν ἐκείνων ἀλκὴν καταμαθεῖν εἴτε τὴν ἑαυτῶν ἐπιδείξασθαι θέλοντες. ἐκδρομῆς δὲ τῶν Κλουσίνων καὶ μάχης παρὰ τὰ τείχη γενομένης εἷς τῶν Φαβίων, Κόιντος Ἄμβουστος, ἵππον ἔχων ἐλήλασεν ἀνατίος ἀνδρὶ μεγάλῳ καὶ καλῷ Γαλάτῃ πολὺ προϊππεύοντι τῶν ἄλλων, ἀγνοηθεὶς ἐν ἀρχῇ διὰ τὸ τὴν σύνοδον ὀξεῖαν γενέσθαι καὶ τὰ ὅπλα περιλάμποντα τὴν ὄψιν ἀποκρύπτειν.

ὡς δʼ ἐπικρατήσας τῇ μάχῃ καὶ καταβαλὼν ἐσκύλευε τὸν ἄνθρωπον, γνωρίσας ὁ Βρέννος αὐτὸν ἐπεμαρτύρατο θεούς, ὡς παρὰ τὰ κοινὰ καὶ νενομισμένα πᾶσιν ἀνθρώποις ὅσια καὶ δίκαια πρεσβευτοῦ μὲν ἥκοντος, πολέμια δὲ εἰργασμένου. καταπαύσας δὲ τὴν μάχην αὐτίκα Κλουσίνους μὲν εἴα χαίρειν, ἐπὶ δὲ τὴν Ῥώμην τὸν στρατὸν ἦγεν. οὐ βουλόμενος δὲ δόξαι τὴν ἀδικίαν αὐτοῖς ὥσπερ ἀσμένοις γεγονέναι καὶ δεομένοις προφάσεως, ἔπεμψεν ἐξαιτῶν ἐπὶ τιμωρίᾳ τὸν ἄνδρα καὶ προῆγεν ἅμα σχολαίως.

Chapter 18

ἐν δὲ Ῥώμῃ τῆς βουλῆς συναχθείσης ἄλλοι τε πολλοὶ τοῦ Φαβίου κατηγόρουν, καὶ τῶν ἱερέων οἱ καλούμενοι Φητιαλεῖς ἐνῆγον ἐπιθειάζοντες καὶ κελεύοντες τὸ τῶν πεπραγμένων ἄγος τήν σύγκλητον εἰς ἕνα τὸν αἴτιον τρέψασαν ὑπὲρ τῶν ἄλλων ἀφοσιώσασθαι. τούτους τοὺς Φητιαλεῖς Πομπίλιος Νομᾶς, βασιλέων ἡμερώτατος γενόμενος καὶ δικαιότατος, κατέστησε φύλακας μὲν εἰρήνης, ἐπιγνώμονας δὲ καὶ βεβαιωτὰς αἰτιῶν, αἳ σὺν δίκῃ πόλεμον συνάπτουσι.

τῆς δὲ βουλῆς ἐπὶ τὸν δῆμον ἀνενεγκαμένης τὸ πρᾶγμα καὶ τῶν ἱερέων ὅμοια τοῦ Φαβίου κατηγορούντων, οὕτω περιύβρισαν οἱ πολλοὶ τὰ θεῖα καὶ κατεγέλασαν, ὥστε καὶ χιλίαρχον ἀποδεῖξαι τὸν Φάβιον μετὰ τῶν ἀδελφῶν, οἱ δὲ Κελτοὶ πυθόμενοι ταῦτα καὶ χαλεπῶς φέροντες οὐδὲν ἐμποδὼν ἐποιοῦντο τῆς σπουδῆς, ἀλλʼ

ἐχώρουν παντὶ τάχει· καὶ πρὸς τὸ πλῆθος αὐτῶν καὶ τήν λαμπρότητα τῆς παρασκευῆς καὶ βίαν καὶ θυμὸν ἐκπεπληγμένων τῶν διὰ μέσου, καὶ τήν τε χώραν ἀπολωλέναι πᾶσαν ἤδη καὶ τὰς πόλεις εὐθὺς ἀπολεῖσθαι δοκούντων, παρʼ ἐλπίδας οὐδὲν ἠδίκουν οὐδʼ ἐλάμβανον ἐκ τῶν ἀγρῶν, ἀλλὰ καὶ παρὰ τὰς πόλεις ἐγγὺς παρεξιόντες ἐβόων ἐπὶ τήν Ῥώμην πορεύεσθαι καὶ μόνοις πολεμεῖν Ῥωμαίοις, τοὺς δʼ ἄλλους φίλους ἐπίστασθαι.

τοιαύτῃ δὲ χρωμένων ὁρμῇ τῶν βαρβάρων ἐξῆγον οἱ χιλίαρχοι τοὺς Ῥωμαίους ἐπὶ τὸν ἀγῶνα, πλήθει μὲν οὐκ ἐνδεεῖς ἐγένοντο γὰρ ὁπλῖται τετρακισμυρίων οὐκ ἐλάσσους, ἀνασκήτους δὲ τοὺς πολλοὺς καὶ τότε πρῶτον ἁπτομένους ὅπλων. ἔτι δʼ ἐξημέλητο τὰ τῶν θεῶν αὐτοῖς οὔτε καλλιερήσασιν οὔτε μάντεις ἃ πρὸ κινδύνου καὶ μάχης εἰκὸς ἦν ἐρομένοις.

οὐδενὸς δὲ ἧττον ἐπετάραττεν ἡ πολυαρχία τὰ πραττόμενα. καίτοι πρότερόν γε καὶ πρὸς ἐλάττονας ἀγῶνας εἵλοντο πολλάκις μονάρχους, οὓς δικτάτορας καλοῦσιν, οὐκ ἀγνοοῦντες, ὅσον ἐστὶν εἰς ἐπισφαλῆ καιρὸν ὄφελος μιᾷ χρωμένους γνώμῃ πρὸς ἀνυπεύθυνον ἀρχὴν ἐν χερσὶ τήν δίκην ἔχουσαν εὐτακτεῖν.

οὐχ ἥκιστα δὲ καὶ Κάμιλλος ἀγνωμονηθεὶς ἔβλαψε τὰ πράγματα, τοῦ μὴ πρὸς χάριν μηδὲ κολακεύοντας ἄρχειν φοβεροῦ γενομένου. προελθόντες οὖν ἀπὸ τῆς πόλεως σταδίους ἐνενήκοντα παρὰ τὸν Ἀλίαν ποταμὸν ηὐλίσθησαν, οὐ πόρρω τοῦ στρατοπέδου τῷ Θύμβριδι συμφερόμενον. ἐνταῦθα δὲ τῶν βαρβάρων ἐπιφανέντων αἰσχρῶς ἀγωνισάμενοι διʼ ἀταξίαν ἐτράποντο.

καὶ τὸ μὲν ἀριστερὸν κέρας εὐθὺς ἐμβαλόντες εἰς τὸν ποταμὸν οἱ Κελτοὶ διέφθειραν τὸ δὲ δεξιὸν ὑπεκκλῖναν τήν ἐπιφορὰν ἐκ τοῦ πεδίου πρὸς τοὺς λόφους ἧττον ἐξεκόπη καὶ διεξέπεσον ἀπὸ τούτων εἰς τήν πόλιν οἱ πολλοί, τοῖς δʼ ἄλλοις, ὅσοι τῶν πολεμίων ἀπειπόντων πρὸς τὸν φόνον ἐσώθησαν, εἰς Οὐηΐους αἱ φυγαὶ διὰ νυκτὸς ἦσαν, ὡς τῆς Ῥώμης οἰχομένης καὶ τῶν ἐκεῖ πάντων ἀπολωλότων.

Chapter 19

ἐγένετο δʼ ἡ μάχη μετὰ τροπὰς θερινὰς περὶ τήν πανσέληνον, ᾗ καὶ πρότερον ἡμέρᾳ μέγα πάθος συνέβη τὸ περὶ τοὺς Φαβίους· τριακόσιοι γὰρ ἐκ τοῦ γένους ἄνδρες ὑπὸ Τυρρηνῶν ἀνῃρέθησαν. ἐκράτησε δὲ τήν ἡμέραν ἀπὸ τῆς δευτέρας ἥττης Ἀλιάδα μέχρι νῦν καλεῖσθαι διὰ τὸν ποταμόν. περὶ δʼ ἡμερῶν ἀποφράδων εἴτε χρὴ τίθεσθαί τινας, εἴτε ὀρθῶς Ἡράκλειτος ἐπέπληξεν Ἡσιόδῳ τὰς μὲν ἀγαθὰς ποιουμένῳ, τὰς δὲ φαύλας, ὡς ἀγνοοῦντι φύσιν ἡμέρας ἁπάσης μίαν οὖσαν, ἑτέρωθι διηπόρηται.

τῇ δʼ ὑποκειμένῃ γραφῇ τὸ μνημονεῦσαι παραδειγμάτων ὀλίγων ἴσως ἂν ἁρμόσειε. τοῦτο μὲν τοίνυν Βοιωτοῖς Ἱπποδρομίου μηνός, ὡς δʼ Ἀθηναῖοι καλοῦσιν Ἑκατομβαιῶνος, ἱσταμένου πέμπτῃ δύο λαβεῖν συνέβη νίκας ἐπιφανεστάτας, αἷς τοὺς Ἕλληνας ἠλευθέρωσαν, τήν τε περὶ Λεῦκτρα καὶ τήν ἐπὶ Κερησσῷ ταύτης πρότερον ἔτεσι πλείοσιν ἢ διακοσίοις, ὅτε Λατταμύαν καὶ Θεσσαλοὺς ἐνίκησαν.

τοῦτο δʼ αὖ πάλιν Πέρσαι μηνὸς Βοηδρομιῶνος ἕκτῃ μὲν ἐν Μαραθῶνι, τρίτῃ δʼ ἐν Πλαταιαῖς ἅμα καὶ περὶ Μυκάλην ἡττήθησαν ὑπὸ τῶν Ἑλλήνων, πέμπτῃ δὲ φθίνοντος ἐν Ἀρβήλοις. οἱ δʼ Ἀθηναῖοι καὶ τήν περὶ Νάξον ἐνίκων ναυμαχίαν, ἧς Χαβρίας ἐστρατήγει, τοῦ Βοηδρομιῶνος περὶ τήν πανσέληνον, ἐν δὲ Σαλαμῖνι περὶ τὰς εἰκάδας, ὡς ἡμῖν ἐν τῷ Περὶ ἡμερῶν ἀποδέδεικται.

ἐνήνοχε δὲ καὶ ὁ Θαργηλιὼν μὴν τοῖς βαρβάροις ἐπιδήλως ἀτυχίας· καὶ γὰρ Ἀλέξανδρος ἐπὶ Γρανικῷ τοὺς βασιλέως στρατηγοὺς Θαργηλιῶνος ἐνίκησε, καὶ Καρχηδόνιοι περὶ Σικελίαν ὑπὸ Τιμολέοντος ἡττῶντο τῇ ἑβδόμῃ φθίνοντος, περὶ ἣν δοκεῖ καὶ τὸ Ἴλιον ἁλῶναι, Θαργηλιῶνος, Θαργηλιῶνος deleted by Bekker, after Reiske. ὡς Ἔφορος καὶ Καλλισθένης καὶ Δαμάστης καὶ Φύλαρχος ἱστορήκασιν.

ἀνάπαλιν δʼ ὁ Μεταγειτνιών, ὃν Βοιωτοὶ Πάνεμον καλοῦσιν, τοῖς Ἕλλησιν οὐκ εὐμενὴς γέγονε. τούτου γὰρ τοῦ μηνὸς ἑβδόμῃ καὶ τήν ἐν Κρανῶνι μάχην ἡττηθέντες ὑπʼ Ἀντιπάτρου τελέως ἀπώλοντο, καὶ πρότερον ἐν Χαιρωνείᾳ μαχόμενοι πρὸς Φίλιππον ἠτύχησαν. τῆς δʼ αὐτῆς ἡμέρας ταύτης ἐν τῷ Μεταγειτνιῶνι κατὰ τὸν αὐτὸν ἐνιαυτὸν οἱ μετʼ Ἀρχιδάμου διαβάντες εἰς Ἰταλίαν ὑπὸ τῶν ἐκεῖ βαρβάρων διεφθάρησαν.

Καρχηδόνιοι δὲ τὴν ἐνάτην φθίνοντος ὡς τὰ πλεῖστα καὶ μέγιστα τῶν ἀτυχημάτων αὐτοῖς ἀεὶ φέρουσαν παραφυλάττουσιν. οὐκ ἀγνοῶ δʼ ὅτι περὶ τὸν τῶν μυστηρίων καιρὸν αὖθις Θῆβαί τε κατεσκάφησαν ὑπὸ Ἀλεξάνδρου, καὶ μετὰ ταῦτα φρουρὰν Ἀθηναῖοι Μακεδόνων ἐδέξαντο περὶ αὐτὴν τήν εἰκάδα τοῦ Βοηδρομιῶνος, ᾗ τὸν μυστικὸν Ἴακχον ἐξάγουσιν.

ὁμοίως δὲ Ῥωμαῖοι τῆς αὐτῆς ἡμέρας πρότερον μὲν ὑπὸ Κίμβρων τὸ μετὰ Καιπίωνος ἀπέβαλον στρατόπεδον, ὕστερον δὲ Λουκούλλου στρατηγοῦντος Ἀρμενίους καὶ Τιγράνην ἐνίκησαν. Ἄτταλος δʼ ὁ βασιλεὺς καὶ Πομπήιος Μᾶγνος ἐν τοῖς ἑαυτῶν γενεθλίοις ἀπέθανον. καὶ ὅλως ἐστὶ πολλοὺς ἐπʼ ἀμφότερα ταῖς αὐταῖς χρησαμένους ἀποδεῖξαι περιόδοις.

ἀλλὰ Ῥωμαίοις αὕτη μία τῶν μάλιστα ἀποφράδων ἐστί, καὶ διʼ αὐτὴν ἑκάστου μηνὸς ἕτεραι δύο, τῆς πρὸς τὸ συμβὰν εὐλαβείας καὶ δεισιδαιμονίας ἐπὶ πλεῖον, ὥσπερ εἴωθε, ῥυείσης. ταῦτα μὲν οὖν ἐν τῷ Περὶ αἰτίων Ῥωμαϊκῶν ἐπιμελέστερον διῄρηται.

Chapter 20

μετὰ δὲ τὴν μάχην ἐκείνην εἰ μὲν εὐθὺς ἐπηκολούθησαν οἱ Γαλάται τοῖς φεύγουσιν, οὐδὲν ἂν ἐκώλυσε τὴν Ῥώμην ἄρδην ἀναιρεθῆναι καὶ πάντας ἀπολέσθαι τοὺς ἐν αὐτῇ καταλειφθέντας· τοσοῦτον οἱ φεύγοντες ἐνειργάζοντο δεῖμα τοῖς ὑποδεχομένοις, καὶ τοσαύτης πάλιν ἐνεπίμπλαντο ταραχῆς καὶ παραφροσύνης.

νυνὶ δʼ ἀπιστίᾳ τοῦ μεγέθους οἱ βάρβαροι τῆς νίκης καὶ πρὸς εὐπάθειαν ἐκ τοῦ περιχαροῦς ἅμα καὶ νεμήσεις τῶν ἑαλωκότων ἐν τῷ στρατοπέδῳ χρημάτων τραπόμενοι, τῷ μὲν ἐκπίπτοντι τῆς πόλεως ὄχλῳ ῥᾳστώνην φυγῆς παρέσχον, ἐλπίσαι δʼ ἔτι καὶ παρασκευάσασθαι τοῖς ὑπομένουσι τὴν γὰρ ἄλλην πόλιν προέμενοι τὸ Καπιτώλιον ἐφράξαντο βέλεσι καὶ διατειχίσμασιν.

ἐν πρώτοις δὲ τῶν ἱερῶν ἃ μὲν εἰς τὸ Καπιτώλιον ἀνεσκευάσαντο, τὸ δὲ πῦρ τῆς Ἑστίας αἱ παρθένοι μετὰ τῶν ἱερῶν ἔφευγον ἁρπασάμεναι. καίτοι τινὲς οὐδὲν εἶναι τὸ φρουρούμενον ὑπʼ αὐτῶν ἕτερον ἢ πῦρ ἄφθιτον ἱστοροῦσι, Νομᾶ τοῦ βασιλέως καταστήσαντος ὡς ἀρχὴν ἁπάντων σέβεσθαι. κινητικώτατον γὰρ ἐν τῇ φύσει τοῦτο·

κίνησις δέ τις ἢ σύν τινι κινήσει πάντως ἡ γένεσις· τὰ δʼ ἄλλα τῆς ὕλης μόρια θερμότητος ἐπιλιπούσης ἀργὰ κείμενα καὶ νεκροῖς ἐοικότα ποθεῖ τὴν τοῦ πυρὸς δύναμιν, ὡς ψυχήν, καὶ προσελθούσης ἁμῶς γέ πως ἐπὶ τὸ δρᾶν τι καὶ πάσχειν τρέπεται, τοῦτʼ οὖν ἅτε δὴ περιττὸν ἄνδρα τὸν Νομᾶν καὶ λόγον ἔχοντα ταῖς Μούσαις συνεῖναι διὰ σοφίαν ἐξοσιῶσαι καὶ φρουρεῖν ἀκοίμητον ἐν εἰκόνι τῆς τὰ πάντα κοσμούσης ἀιδίου δυνάμεως.

οἱ δὲ τὸ μὲν πῦρ, ὥσπερ παρʼ Ἕλλησι, πρὸ ἱερῶν αἴθεσθαι καθάρσιον, ἄλλα δὲ τὰ ἐντὸς ἀθέατα κρύπτεσθαι πᾶσι, πλὴν ταύταις ταῖς παρθένοις, ἃς Ἑστιάδας ἐπονομάζουσι· καὶ πλεῖστος μὲν λόγος κατεῖχε τὸ Τρωικὸν ἐκεῖνο Παλλάδιον ἀποκεῖσθαι διʼ Αἰνείου κομισθὲν εἰς Ἰταλίαν. εἰσὶ δʼ οἱ τὰ Σαμοθρᾴκια μυθολογοῦντες Δάρδανον μὲν εἰς Τροίαν ἐξενεγκάμενον ὀργιάσαι καὶ καθιερῶσαι κτίσαντα τὴν πόλιν, Αἰνείαν δὲ περὶ τὴν ἅλωσιν ἐκκλέψαντα διασῶσαι μέχρι τῆς ἐν Ἰταλίᾳ κατοικήσεως.

οἱ δὲ προσποιούμενοί πλέον ἐπίστασθαι τι περὶ τούτων δύο φασὶν οὐ μεγάλους ἀποκεῖσθαι πίθους, ὧν τὸν μὲν ἀνεῳγότα καὶ κενὸν, τὸν δὲ πλήρη καὶ κατασεσημασμένον, ἀμφοτέρους δὲ ταῖς παναγέσι μόναις παρθένοις ὁρατούς εἶναι. ἄλλοι δὲ τούτους διεψεῦσθαι νομίζουσι τῷ τὰ πλεῖστα τῶν ἱερῶν τότε τὰς κόρας ἐμβαλούσας εἰς πίθους δύο κρύψαι κατὰ γῆς ὑπὸ τὸν νεὼν τοῦ Κυρίνου, καὶ τὸν τόπον ἐκεῖνον ἔτι καὶ νῦν τῶν Πιθίσκων φέρεσθαι τὴν ἐπωνυμίαν.

Chapter 21

τὰ δὲ κυριώτατα καὶ μέγιστα τῶν ἱερῶν αὗται λαβοῦσαι φυγῇ παρὰ τὸν ποταμὸν ἐποιοῦντο τὴν ἀποχώρησιν. ἐνταῦθα Λεύκιος Ἀλβίνιος Ἀλβίνιος S and Livy, v. 40; Ἀλβῖνος. ἀνὴρ δημοτικὸς ἐν τοῖς φεύγουσιν ἔτυχε τέκνα νήπια καὶ γυναῖκα μετὰ χρημάτων ἀναγκαίων ἐφʼ ἁμάξης ὑπεκκομίζων. ὡς δʼ εἶδε τὰς παρθένους ἐν τοῖς κόλποις φερούσας τὰ τῶν θεῶν ἱερά θεραπείας ἐρήμους παραπορευομένας καὶ κακοπαθούσας, ταχὺ τὴν γυναῖκα μετὰ τῶν παίδων καὶ τῶν χρημάτων καθελὼν ἀπὸ τῆς ἁμάξης ἐκείναις παρέδωκεν ἐπιβῆναι καὶ διαφυγεῖν εἴς τινα τῶν Ἑλληνίδων πόλεων.

τὴν μὲν οὖν Ἀλβινίου πρὸς τὸ θεῖον εὐλάβειαν καὶ τιμὴν ἐν τοῖς ἐπισφαλεστάτοις καιροῖς ἐκφανῆ γενομένην οὐκ ἄξιον ἦν ἀμνημόνευτον παρελθεῖν. οἱ δὲ τῶν ἄλλων θεῶν ἱερεῖς οἵ τε γηραιοὶ τῶν ὑπατικῶν καὶ θριαμβικῶν ἀνδρῶν τὴν μὲν πόλιν ἐκλιπεῖν οὐχ ὑπέμειναν, ἱερὰς δὲ καὶ λαμπρὰς ἀναλαβόντες ἐσθῆτας, ἐξηγουμένου Φαβίου τοῦ ἀρχιερέως, ἐπευξάμενοι τοῖς θεοῖς, ὡς ἑαυτοὺς ὑπὲρ τῆς πατρίδος τῷ δαίμονι καθιεροῦντες, ἐπὶ τῶν ἐλεφαντίνων δίφρων…

Chapter 22

τρ…

The complete text is available when the reading interface loads.