The Greek Library Author

Plutarch

Ἀλκιβιάδης

Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος

Scientific editors
Bernadotte Perrin
Edition reference
Plutarch's Lives · Cambridge, MA · Harvard University Press · 1916
CTS identifier
urn:cts:greekLit:tlg0007.tlg015.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 1

τὸ Ἀλκιβιάδου γένος ἄνωθεν Εὐρυσάκην τὸν Αἴαντος ἀρχηγὸν ἔχειν δοκεῖ, πρὸς δὲ μητρὸς Ἀλκμαιωνίδης ἦν, ἐκ Δεινομάχης γεγονὼς τῆς Μεγακλέους. ὁ δὲ πατὴρ αὐτοῦ Κλεινίας ἰδιοστόλῳ τριήρει περὶ Ἀρτεμίσιον ἐνδόξως ἐναυμάχησεν, ὕστερον δὲ Βοιωτοῖς μαχόμενος περὶ Κορώνειαν ἀπέθανε. τοῦ δὲ Ἀλκιβιάδου Περικλῆς καὶ Ἀρίφρων οἱ Ξανθίππου, προσήκοντες κατὰ γένος, ἐπετρόπευον.

λέγεται δʼ οὐ κακῶς ὅτι τῆς Σωκράτους πρὸς αὐτὸν εὐνοίας καὶ φιλανθρωπίας οὐ μικρὰ πρὸς δόξαν ἀπέλαυσεν, εἴγε Νικίου μὲν καὶ Δημοσθένους καὶ Λαμάχου καὶ Φορμίωνος Θρασυβούλου τε καὶ Θηραμένους, ἐπιφανῶν ἀνδρῶν γενομένων κατʼ αὐτόν, οὐδενὸς οὐδʼ ἡ μήτηρ ὀνόματος τετύχηκεν, Ἀλκιβιάδου δὲ καὶ τίτθην, γένος Λάκαιναν, Ἀμύκλαν ὄνομα, καὶ Ζώπυρον παιδαγωγὸν ἴσμεν, ὧν τὸ μὲν Ἀντισθένης, τὸ δὲ Πλάτων ἱστόρηκε.

περὶ μὲν οὖν τοῦ κάλλους Ἀλκιβιάδου οὐδὲν ἴσως δεῖ λέγειν, πλὴν ὅτι καὶ παῖδα καὶ μειράκιον καὶ ἄνδρα πάσῃ συνανθῆσαν τῇ ἡλικίᾳ καὶ ὥρᾳ τοῦ σώματος ἐράσμιον καὶ ἡδὺν παρέσχεν. οὐ γάρ, ὡς Εὐριπίδης ἔλεγε, πάντων τῶν καλῶν καὶ τὸ μετόπωρον καλόν ἐστιν, ἀλλὰ τοῦτο Ἀλκιβιάδῃ μετʼ ὀλίγων ἄλλων διʼ εὐφυΐαν καὶ ἀρετὴν σώματος ὑπῆρξε.

τῇ δὲ φωνῇ καὶ τὴν τραυλότητα ἐμπρέψαι λέγουσι καὶ τῷ λάλῳ πιθανότητα παρασχεῖν χάριν ἐπιτελοῦσαν. μέμνηται δὲ καὶ Ἀριστοφάνης αὐτοῦ τῆς τραυλότητος ἐν οἷς ἐπισκώπτει Θέωρον· εἶτʼ Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας· ὁλᾷς Θέωλον; τὴν κεφαλὴν κόλακος ἔχει. ὀρθῶς γε τοῦτʼ Ἀλκιβιάδης ἐτραύλισεν. Aristoph. Wasps 44 ff. καὶ Ἄρχιππος τὸν υἱὸν τοῦ Ἀλκιβιάδου σκώπτων· βαδίζει, φησί, διακεχλιδώς, θοἰμάτιον ἕλκων, ὅπως ἐμφερὴς μάλιστα τῷ πατρὶ δόξειεν εἶναι, κλασαυχενεύεταί τε καὶ τραυλίζεται. Kock, Com. Att. Frag., i. p. 688

Chapter 2

τὸ δʼ ἦθος αὐτοῦ πολλὰς μὲν ὕστερον, ὡς εἰκὸς ἐν πράγμασι μεγάλοις καὶ τύχαις πολυτρόποις, ἀνομοιότητας πρὸς αὑτὸ καὶ μεταβολὰς ἐπεδείξατο. φύσει δὲ πολλῶν ὄντων καὶ μεγάλων παθῶν ἐν αὐτῷ, τὸ φιλόνεικον ἰσχυρότατον ἦν καὶ τὸ φιλόπρωτον, ὡς δῆλόν ἐστι τοῖς παιδικοῖς ἀπομνημονεύμασιν.

ἐν μὲν γὰρ τῷ παλαίειν πιεζούμενος, ὑπὲρ τοῦ μὴ πεσεῖν ἀναγαγὼν πρὸς τὸ στόμα τὰ ἅμματα τοῦ πιεζοῦντος, οἷος ἦν διαφαγεῖν τὰς χεῖρας. ἀφέντος δὲ τὴν λαβὴν ἐκείνου καὶ εἰπόντος· δάκνεις, ὦ Ἀλκιβιάδη, καθάπερ αἱ γυναῖκες, οὐκ ἔγωγε, εἶπεν, ἀλλʼ ὡς οἱ λέοντες. ἔτι δὲ μικρὸς ὢν ἔπαιζεν ἀστραγάλοις ἐν τῷ στενωπῷ, τῆς δὲ βολῆς καθηκούσης εἰς αὐτὸν ἅμαξα φορτίων ἐπῄει.

πρῶτον μὲν οὖν ἐκέλευε περιμεῖναι τὸν ἄγοντα τὸ ζεῦγος· ὑπέπιπτε γὰρ ἡ βολὴ τῇ παρόδῳ τῆς ἁμάξης· μὴ πειθομένου δὲ διʼ ἀγροικίαν, ἀλλʼ ἐπάγοντος, οἱ μὲν ἄλλοι παῖδες διέσχον, ὁ δʼ Ἀλκιβιάδης καταβαλὼν ἐπὶ στόμα πρὸ τοῦ ζεύγους καὶ παρατείνας ἑαυτόν, ἐκέλευεν οὕτως, εἰ βούλεται, διεξελθεῖν, ὥστε τὸν μὲν ἄνθρωπον ἀνακροῦσαι τὸ ζεῦγος ὀπίσω δείσαντα, τοὺς δʼ ἰδόντας ἐκπλαγῆναι καὶ μετὰ βοῆς συνδραμεῖν πρὸς αὐτόν.

ἐπεὶ δὲ εἰς τὸ μανθάνειν ἧκε, τοῖς μὲν ἄλλοις ὑπήκουε διδασκάλοις ἐπιεικῶς, τὸ δʼ αὐλεῖν ἔφευγεν ὡς ἀγεννὲς καὶ ἀνελεύθερον· πλήκτρου μὲν γὰρ καὶ λύρας χρῆσιν οὐδὲν οὔτε σχήματος οὔτε μορφῆς ἐλευθέρῳ πρεπούσης διαφθείρειν, αὐλοὺς δὲ φυσῶντος ἀνθρώπου στόματι καὶ τοὺς συνήθεις ἂν πάνυ μόλις διαγνῶναι τὸ πρόσωπον.

ἔτι δὲ τὴν μὲν λύραν τῷ χρωμένῳ συμφθέγγεσθαι καὶ συνᾴδειν, τὸν δʼ αὐλὸν ἐπιστομίζειν καὶ ἀποφράττειν ἕκαστον τήν τε φωνὴν καὶ τὸν λόγον ἀφαιρούμενον. αὐλείτωσαν οὖν, ἔφη, Θηβαίων παῖδες· οὐ γὰρ ἴσασι διαλέγεσθαι· ἡμῖν δὲ τοῖς Ἀθηναίοις, ὡς οἱ πατέρες λέγουσιν, ἀρχηγέτις Ἀθηνᾶ καὶ πατρῷος Ἀπόλλων ἐστίν, ὧν ἡ μὲν ἔρριψε τὸν αὐλόν, ὁ δὲ καὶ τὸν αὐλητὴν ἐξέδειρεν.

τοιαῦτα παίζων ἅμα καὶ σπουδάζων ὁ Ἁλκιβιάδης αὑτόν τε τοῦ μαθήματος ἀπέστησε καὶ τοὺς ἄλλους. ταχὺ γὰρ διῆλθε λόγος εἰς τοὺς παῖδας ὡς εὖ ποιῶν ὁ Ἀλκιβιάδης βδελύττοιτο τὴν αὐλητικὴν καὶ χλευάζοι τοὺς μανθάνοντας. ὅθεν ἐξέπεσε κομιδῇ τῶν ἐλευθέρων διατριβῶν καὶ προεπηλακίσθη παντάπασιν ὁ αὐλός.

Chapter 3

ἐν δὲ ταῖς Ἀντιφῶντος λοιδορίαις γέγραπται ὅτι παῖς ὤν, ἐκ τῆς οἰκίας ἀπέδρα πρὸς Δημοκράτη τινὰ τῶν ἐραστῶν· βουλομένου δʼ αὐτὸν ἀποκηρύττειν Ἀρίφρονος, Περικλῆς οὐκ εἴασεν, εἰπών· εἰ μὲν τέθνηκεν, ἡμέρᾳ μιᾷ διὰ τὸ κήρυγμα φανεῖσθαι πρότερον, εἰ δὲ σῶς ἐστιν, ἄσωστον αὐτῷ τὸν λοιπὸν βίον ἔσεσθαι· καὶ ὅτι τῶν ἀκολουθούντων τινὰ κτείνειεν ἐν τῇ Σιβυρτίου παλαίστρᾳ ξύλῳ πατάξας. ἀλλὰ τούτοις μὲν οὐκ ἄξιον ἴσως πιστεύειν, ἅ γε λοιδορεῖσθαί τις αὐτῷ διʼ ἔχθραν ὁμολογῶν εἶπεν.

Chapter 4

ἤδη δὲ πολλῶν καὶ γενναίων ἀθροιζομένων καὶ περιεπόντων, οἱ μὲν ἄλλοι καταφανεῖς ἦσαν τὴν λαμπρότητα τῆς ὥρας ἐκπεπληγμένοι καὶ θεραπεύοντες, ὁ δὲ Σωκράτους ἔρως μέγα μαρτύριον ἦν τῆς ἀρετῆς καὶ εὐφυΐας τοῦ παιδός, ἣν ἐμφαινομένην τῷ εἴδει καὶ διαλάμπουσαν ἐνορῶν, φοβούμενος δὲ τὸν πλοῦτον καὶ τὸ ἀξίωμα καὶ τὸν προκαταλαμβάνοντα κολακείαις καὶ χάρισιν ἀστῶν καὶ ξένων καὶ συμμάχων ὄχλον, οἷος ἦν ἀμύνειν καὶ μὴ περιορᾶν ὡς φυτὸν ἐν ἄνθει τὸν οἰκεῖον καρπὸν ἀποβάλλον καὶ διαφθεῖρον.

οὐδένα γὰρ ἡ τύχη περιέσχεν ἔξωθεν καὶ περιέφραξε τοῖς λεγομένοις ἀγαθοῖς τοσοῦτον ὥστʼ ἄτρωτον ὑπὸ φιλοσοφίας γενέσθαι, καὶ λόγοις ἀπρόσιτον παρρησίαν καὶ δηγμὸν ἔχουσιν· ὡς Ἀλκιβιάδης εὐθὺς ἐξ ἀρχῆς θρυπτόμενος καὶ ἀποκλειόμενος ὑπὸ τῶν πρὸς χάριν ἐξομιλούντων εἰσακοῦσαι τοῦ νουθετοῦντος καὶ παιδεύοντος, ὅμως ὑπʼ εὐφυΐας ἐγνώρισε Σωκράτη καὶ προσήκατο, διασχὼν τοὺς πλουσίους καὶ ἐνδόξους ἐραστάς.

ταχὺ δὲ ποιησάμενος συνήθη, καὶ λόγων ἀκούσας οὐχ ἡδονὴν ἄνανδρον ἐραστοῦ θηρεύοντος, οὐδὲ φιλημάτων καὶ ψαύσεως προσαιτοῦντος, ἀλλʼ ἐλέγχοντος τὸ σαθρὸν τῆς ψυχῆς αὐτοῦ καὶ πιεζοῦντος τὸν κενὸν καὶ ἀνόητον τῦφον, ἔπτηξʼ ἀλέκτωρ δοῦλος ὣς κλίνας πτερόν. unknown καὶ τὸ μὲν Σωκράτους ἡγήσατο πρᾶγμα τῷ ὄντι θεῶν ὑπηρεσίαν εἰς νέων ἐπιμέλειαν εἶναι καὶ σωτηρίαν·

καταφρονῶν δʼ αὐτὸς ἑαυτοῦ, θαυμάζων δʼ ἐκεῖνον, ἀγαπῶν δὲ τὴν φιλοφροσύνην, αἰσχυνόμενος δὲ τὴν ἀρετήν, ἐλάνθανεν εἴδωλον ἔρωτος, ὥς φησιν ὁ Πλάτων, ἀντέρωτα κτώμενος, ὥστε θαυμάζειν ἅπαντας ὁρῶντας αὐτὸν Σωκράτει μὲν συνδειπνοῦντα καὶ συμπαλαίοντα καὶ συσκηνοῦντα, τοῖς δʼ ἄλλοις ἐρασταῖς χαλεπὸν ὄντα καὶ δυσχείρωτον, ἐνίοις δὲ καὶ παντάπασι σοβαρῶς προσφερόμενον, ὥσπερ Ἀνύτῳ τῷ Ἀνθεμίωνος.

ἐτύγχανε μὲν γὰρ ἐρῶν τοῦ Ἀλκιβιάδου, ξένους δε τινας ἑστιῶν ἐκάλει κἀκεῖνον ἐπὶ τὸ δεῖπνον. ὁ δὲ τὴν μὲν κλῆσιν ἀπείπατο, μεθυσθεὶς δʼ οἴκοι μετὰ τῶν ἑταίρων ἐκώμασε πρὸς τὸν Ἄνυτον, καὶ ταῖς θύραις ἐπιστὰς τοῦ ἀνδρῶνος καὶ θεασάμενος ἀργυρῶν ἐκπωμάτων καὶ χρυσῶν πλήρεις τὰς τραπέζας, ἐκέλευσε τοὺς παῖδας τὰ ἡμίση λαβόντας οἴκαδε κομίζειν πρὸς αὐτόν, εἰσελθεῖν δʼ οὐκ ἠξίωσεν, ἀλλὰ ταῦτα πράξας ἀπῆλθε. τῶν οὖν ξένων δυσχεραινόντων καὶ λεγόντων ὡς ὑβριστικῶς καὶ ὑπερηφάνως εἴη τῷ Ἀνύτῳ κεχρημένος ὁ Ἀλκιβιάδης, ἐπιεικῶς μὲν οὖν, ὁ Ἄνοτος ἔφη, καὶ φιλανθρώπως· ἃ γὰρ ἐξῆν αὐτῷ λαβεῖν ἅπαντα, τούτων ἡμῖν τὰ μέρη καταλέλοιπεν.

Chapter 5

οὕτω δὲ καὶ τοῖς ἄλλοις ἐρασταῖς ἐχρῆτο· πλὴν ἕν μετοικικὸν ἄνθρωπον, ὥς φασιν, οὐ πολλὰ κεκτημένον, ἀποδόμενον δὲ πάντα καὶ τὸ συναχθὲν εἰς ἑκατὸν στατῆρας τῷ Ἀλκιβιάδῃ προσφέροντα καὶ δεόμενον λαβεῖν, γελάσας καὶ ἡσθεὶς ἐκάλεσεν ἐπὶ δεῖπνον. ἑστιάσας δὲ καὶ φιλοφρονηθεὶς τό τε χρυσίον ἀπέδωκεν αὐτῷ, καὶ προσέταξε τῇ ὑστεραίᾳ τοὺς ὠνουμένους τά τέλη τὰ δημόσια ταῖς τιμαῖς ὑπερβάλλειν ἀντωνούμενον.

παραιτουμένου δὲ τοῦ ἀνθρώπου διὰ τὸ πολλῶν ταλάντων εἶναι τὴν ὠνήν, ἠπείλησε μαστιγώσειν εἰ μὴ ταῦτα πράττοι· καὶ γὰρ ἐτύγχανεν ἐγκαλῶν τι τοῖς τελώναις ἴδιον. ἕωθεν οὖν προελθὼν προελθὼν Coraës and Bekker, after Reiske: προσελθών.μέτοικος εἰς ἀγορὰν ἐπέθηκε τῇ ὠνῇ τάλαντον. ἐπεὶ δʼ οἱ τελῶναι συστρεφόμενοι καὶ ἀγανακτοῦντες ἐκέλευον ὀνομάζειν ἐγγυητήν, ὡς οὐκ ἂν εὑρόντος, θορυβουμένου τοῦ ἀνθρώπου καὶ ἀναχωροῦντος, ἑστὼς ὁ Ἀλκιβιάδης ἄπωθεν πρὸς τοὺς ἄρχοντας, ἐμὲ γράψατʼ, ἔφη, ἐμὸς φίλος ἐστίν,

ἐγγυῶμαι. ταῦτʼ ἀκούσαντες οἱ τελῶναι ἐξηπορήθησαν. εἰωθότες γὰρ ἀεὶ ταῖς δευτέραις ὠναῖς χρεωλυτεῖν τὰς πρώτας, οὐχ ἑώρων ἀπαλλαγὴν αὑτοῖς οὖσαν τοῦ πράγματος. ἐδέοντο δὴ τοῦ ἀνθρώπου ἀργύριον διδόντες· ὁ δʼ Ἀλκιβιάδης οὐκ εἴα λαβεῖν ἔλαττον ταλάντου. διδόντων δὲ τὸ τάλαντον ἐκέλευσεν ἀποστῆναι λαβόντα. κἀκεῖνον μὲν οὕτως ὠφέλησεν.

Chapter 6

ὁ δὲ Σωκράτους ἔρως πολλοὺς ἔχων καὶ μεγάλους ἀνταγωνιστὰς πῇ μὲν ἐκράτει τοῦ Ἀλκιβιάδου, διʼ εὐφυΐαν ἁπτομένων τῶν λόγων αὐτοῦ καὶ τὴν καρδίαν στρεφόντων καὶ δάκρυα ἐκχεόντων, ἔστι δʼ ὅτε καὶ τοῖς κόλαξι πολλὰς ἡδονὰς ὑποβάλλουσιν ἐνδιδοὺς ἑαυτόν, ἀπωλίσθαινε τοῦ Σωκράτους καὶ δραπετεύων ἀτεχνῶς ἐκυνηγεῖτο, πρὸς μόνον ἐκεῖνον ἔχων τὸ αἰδεῖσθαι καὶ τὸ φοβεῖσθαι, τῶν δʼ ἄλλων ὑπερορῶν.

ὁ μὲν οὖν Κλεάνθης ἔλεγε τὸν ἐρώμενον ὑφʼ ἑαυτοῦ μὲν ἐκ τῶν ὤτων κρατεῖσθαι, τοῖς δʼ ἀντερασταῖς πολλὰς λαβὰς παρέχειν ἀθίκτους ἑαυτῷ, τὴν γαστέρα λέγων καὶ τὰ αἰδοῖα καὶ τὸν λαιμόν· Ἀλκιβιάδης δʼ ἦν μὲν ἀμέλει καὶ πρὸς ἡδονὰς ἀγώγιμος· ἡ γὰρ ὑπὸ Θουκυδίδου λεγομένη παρανομία εἰς τὸ σῶμα τῆς διαίτης ὑποψίαν τοιαύτην δίδωσιν.

οὐ μὴν ἀλλὰ μᾶλλον αὐτοῦ τῆς φιλοτιμίας ἐπιλαμβανόμενοι καὶ τῆς φιλοδοξίας οἱ διαφθείροντες ἐνέβαλλον οὐ καθʼ ὥραν εἰς μεγαλοπραγμοσύνην, ἀναπείθοντες ὡς, ὅταν πρῶτον ἄρξηται τὰ δημόσια πράττειν, οὐ μόνον ἀμαυρώσοντα τοὺς ἄλλους στρατηγοὺς καὶ δημαγωγοὺς εὐθύς, ἀλλὰ καὶ τὴν Περικλέους δύναμιν ἐν τοῖς Ἕλλησι καὶ δόξαν ὑπερβαλούμενον.

ὥσπερ οὖν ὁ σίδηρος ἐν τῷ πυρὶ μαλασσόμενος αὖθις ὑπὸ τοῦ ψυχροῦ πυκνοῦται καὶ σύνεισι τοῖς μορίοις εἰς αὑτόν, οὕτως ἐκεῖνον ὁ Σωκράτης θρύψεως διάπλεων καὶ χαυνότητος ὁσάκις ἂν λάβοι, πιέζων τῷ λόγῳ καὶ συστέλλων ταπεινὸν ἐποίει καὶ ἄτολμον, ἡλίκων ἐνδεής ἐστι καὶ ἀτελὴς πρὸς ἀρετὴν μανθάνοντα.

Chapter 7

τὴν δὲ παιδικὴν ἡλικίαν παραλλάσσων ἐπέστη γραμματοδιδασκάλῳ καὶ βιβλίον ᾔτησεν Ὁμηρικόν. εἰπόντος δὲ τοῦ διδασκάλου μηδὲν ἔχειν Ὁμήρου, κονδύλῳ καθικόμενος αὐτοῦ παρῆλθεν. ἑτέρου δὲ φήσαντος ἔχειν Ὅμηρον ὑφʼ αὑτοῦ διωρθωμένον, εἶτʼ, ἔφη, γράμματα διδάσκεις, Ὅμηρον ἐπανορθοῦν ἱκανὸς ὤν; οὐχὶ τοὺς νέους παιδεύεις;

Περικλεῖ δὲ βουλόμενος ἐντυχεῖν ἐπὶ θύρας ἦλθεν αὐτοῦ. πυθόμενος δὲ μὴ σχολάζειν, ἀλλὰ σκοπεῖν καθʼ ἑαυτὸν ὅπως ἀποδώσει λόγον Ἀθηναίοις, ἀπιὼν ὁ Ἀλκιβιάδης, εἶτα, ἔφη, βέλτιον οὐκ ἦν σκοπεῖν αὐτὸν ὅπως οὐκ ἀποδώσει λόγον Ἀθηναίοις; ἔτι δὲ μειράκιον ὢν ἐστρατεύσατο τὴν εἰς Ποτίδαιαν στρατείαν, καὶ Σωκράτη σύσκηνον εἶχε καὶ παραστάτην ἐν τοῖς ἀγῶσιν.

ἰσχυρᾶς δὲ γενομένης μάχης ἠρίστευσαν μὲν ἀμφότεροι, τοῦ δʼ Ἀλκιβιάδου τραύματι περιπεσόντος ὁ Σωκράτης προέστη καὶ ἤμυνε καὶ μάλιστα δὴ προδήλως ἔσωσεν αὐτὸν μετὰ τῶν ὅπλων. ἐγίνετο μὲν οὖν τῷ δικαιοτάτῳ λόγῳ Σωκράτους τὸ ἀριστεῖον· ἐπεὶ δʼ οἱ στρατηγοὶ διὰ τὸ ἀξίωμα τῷ Ἀλκιβιάδῃ σπουδάζοντες ἐφαίνοντο περιθεῖναι τὴν δόξαν, ὁ Σωκράτης βουλόμενος αὔξεσθαι τὸ φιλότιμον ἐν τοῖς καλοῖς αὐτοῦ πρῶτος ἐμαρτύρει καὶ παρεκάλει στεφανοῦν ἐκεῖνον καὶ διδόναι τὴν πανοπλίαν.

ἔτι δὲ τῆς ἐπὶ Δηλίῳ μάχης γενομένης καὶ φευγόντων Ἀθηναίων, ἔχων ἵππον ὁ Ἀλκιβιάδης, τοῦ δὲ Σωκράτους πεζῇ μετʼ ὀλίγων ἀποχωροῦντος, οὐ παρήλασεν ἰδών, ἀλλὰ παρέπεμψε καὶ περιήμυνεν, ἐπικειμένων τῶν πολεμίων καὶ πολλοὺς ἀναιρούντων. καὶ ταῦτα μὲν ὕστερον ἐπράχθη.

Chapter 8

Ἱππονίκῳ δὲ τῷ Καλλιου πατρί, καὶ δόξαν ἔχοντι μεγάλην καὶ δύναμιν ἀπὸ πλούτου καὶ γένους, ἐνέτριψε κόνδυλον, οὐχ ὑπʼ ὀργῆς ἢ διαφορᾶς τινος προαχθείς, ἀλλʼ ἐπὶ γέλωτι, συνθέμενος πρὸς τοὺς ἑταίρους. περιβοήτου δὲ τῆς ἀσελγείας ἐν τῇ πόλει γενομένης καὶ συναγανακτούντων, ὥσπερ εἰκός, ἁπάντων, ἅμʼ ἡμέρᾳ παρῆν ὁ Ἀλκιβιάδης ἐπὶ τὴν οἰκίαν τοῦ Ἱππονίκου, καὶ τὴν θύραν κόψας εἰσῆλθε πρὸς αὐτὸν καὶ θεὶς τὸ ἱμάτιον παρεδίδου τὸ σῶμα, μαστιγοῦν καὶ κολάζειν κελεύων.

ὁ δὲ συνέγνω καὶ τὴν ὀργὴν ἀφῆκεν, ὕστερον δὲ τῆς θυγατρὸς Ἱππαρέτης ἐποιήσατο νυμφίον.

ἔνιοι δέ φασιν, οὐχ Ἱππόνικον, ἀλλὰ Καλλίαν, τὸν υἱὸν αὐτοῦ, δοῦναι τῷ Ἀλκιβιάδῃ τὴν Ἱππαρέτην ἐπὶ δέκα ταλάντοις· εἶτα μέντοι τεκούσης ἄλλα πάλιν δέκα προσεισπρᾶξαι τὸν Ἀλκιβιάδην, ὡς τοῦτο συνθέμενον εἰ γένοιντο παῖδες. ὁ δὲ Καλλίας ἐπιβουλὴν δεδοικὼς προσῆλθε τῷ δήμῳ τὰ χρήματα διδοὺς καὶ τὸν οἶκον, ἄνπερ αὐτῷ συμπέσῃ μὴ καταλιπόντι γενεὰν ἀποθανεῖν.

εὔτακτος δʼ οὖσα καὶ φίλανδρος ἡ Ἱππαρέτη, λυπουμένη δʼ ὑπʼ αὐτοῦ περὶ τὸν γάμον ἑταίραις ξέναις καὶ ἀσταῖς συνόντος, ἐκ τῆς οἰκίας ἀπιοῦσα πρὸς τὸν ἀδελφὸν ᾤχετο. τοῦ δʼ Ἀλκιβιάδου μὴ φροντίζοντος, ἀλλὰ τρυφῶντος, ἔδει τὸ τῆς ἀπολείψεως γράμμα παρὰ τῷ ἄρχοντι θέσθαι, μὴ διʼ ἑτέρων, ἀλλʼ αὐτὴν παροῦσαν.

ὡς οὖν παρῆν τοῦτο πράξουσα κατὰ τὸν νόμον, ἐπελθὼν ὁ Ἀλκιβιάδης καὶ συναρπάσας αὐτὴν ἀπῆλθε διʼ ἀγορᾶς οἴκαδε κομίζων, μηδενὸς ἐναντιωθῆναι μηδʼ ἀφελέσθαι τολμήσαντος. ἔμεινε μέντοι παρʼ αὐτῷ μέχρι τελευτῆς, ἐτελεύτησε δὲ μετʼ οὐ πολὺν χρόνον εἰς Ἔφεσον τοῦ Ἀλκιβιάδου πλεύσαντος.

αὕτη μὲν οὖν οὐ παντελῶς ἔδοξεν ἡ βία παράνομος οὐδʼ ἀπάνθρωπος εἶναι· καὶ γὰρ ὁ νόμος δοκεῖ διὰ τοῦτο προάγειν τὴν ἀπολείπουσαν εἰς τὸ δημόσιον αὐτήν, ὅπως ἐγγένηται τῷ ἀνδρὶ συμβῆναι καὶ κατασχεῖν.

Chapter 9

ὄντος δὲ κυνὸς αὐτῷ θαυμαστοῦ τὸ μέγεθος καὶ τὸ εἶδος, ὃν ἑβδομήκοντα μνῶν ἐωνημένος ἐτύγχανεν, ἀπέκοψε τὴν οὐρὰν πάγκαλον οὖσαν. ἐπιτιμώντων δὲ τῶν συνήθων καὶ λεγόντων ὅτι πάντες ἐπὶ τῷ κυνὶ δάκνονται καὶ λοιδοροῦσιν αὐτόν, ἐπιγελάσας, γίνεται τοίνυν, εἶπεν, ὃ βούλομαι· βούλομαι γὰρ Ἀθηναίους τοῦτο λαλεῖν, ἵνα μή τι χεῖρον περὶ ἐμοῦ λέγωσι.

Chapter 10

πρώτην δʼ αὐτῷ πάροδον εἰς τὸ δημόσιον γενέσθαι λέγουσι μετὰ χρημάτων ἐπιδόσεως, οὐκ ἐκ παρασκευῆς, ἀλλὰ παριόντα θορυβούντων Ἀθηναίων ἐρέσθαι τὴν αἰτίαν τοῦ θορύβου, πυθόμενον δὲ χρημάτων ἐπίδοσιν γίνεσθαι παρελθεῖν καὶ ἐπιδοῦναι· τοῦ δὲ δήμου κροτοῦντος καὶ βοῶντος ὑφʼ ἡδονῆς, ἐπιλαθέσθαι τοῦ ὄρτυγος ὃν ἐτύγχανεν ἔχων ἐν τῷ ἱματίῳ· πτοηθέντος οὖν καὶ διαφυγόντος ἔτι μᾶλλον ἐκβοῆσαι τοὺς Ἀθηναίους, πολλοὺς δὲ συνθηρᾶν ἀναστάντας, λαβεῖν δʼ αὐτὸν Ἀντίοχον τὸν κυβερνήτην καὶ ἀποδοῦναι· διὸ προσφιλέστατον τῷ Ἀλκιβιάδῃ γενέσθαι.

μεγάλας δʼ αὐτῷ κλεισιάδας ἐπὶ τὴν πολιτείαν ἀνοίγοντος τοῦ τε γένους καὶ τοῦ πλούτου τῆς τε περὶ τὰς μάχας ἀνδραγαθίας, φίλων τε πολλῶν καὶ οἰκείων ὑπαρχόντων, ἀπʼ οὐδενὸς ἠξίου μᾶλλον ἢ τῆς τοῦ λόγου χάριτος ἰσχύειν ἐν τοῖς πολλοῖς. καὶ ὅτι μὲν δυνατὸς ἦν εἰπεῖν, οἵ τε κωμικοὶ μαρτυροῦσι καὶ τῶν ῥητόρων ὁ δυνατώτατος ἐν τῷ κατὰ Μειδίου, λέγων τὸν Ἀλκιβιάδην καὶ δεινότατον εἰπεῖν γενέσθαι πρὸς τοῖς ἄλλοις.

εἰ δὲ Θεοφράστῳ πιστεύομεν, ἀνδρὶ φιληκόῳ καὶ ἱστορικῷ παρʼ ὁντινοῦν τῶν φιλοσόφων, εὑρεῖν μὲν ἦν τὰ δέοντα καὶ νοῆσαι πάντων ἱκανώτατος ὁ Ἀλκιβιάδης, ζητῶν δὲ μὴ μόνον ἃ δεῖ λέγειν, ἀλλὰ καὶ ὡς δεῖ τοῖς ὀνόμασι καὶ τοῖς ῥήμασιν, οὐκ εὐπορῶν δέ, πολλάκις ἐσφάλλετο καὶ μεταξὺ λέγων ἀπεσιώπα καὶ διέλειπε, λέξεως διαφυγούσης αὐτόν, ἀναλαμβάνων καὶ διασκοπούμενος.

Chapter 11

αἱ δʼ ἱπποτροφίαι περιβόητοι μὲν ἐγένοντο καὶ τῷ πλήθει τῶν ἁρμάτων· ἑπτὰ γὰρ ἄλλος οὐδεὶς καθῆκεν Ὀλυμπίασιν ἰδιώτης οὐδὲ βασιλεύς, μόνος δὲ ἐκεῖνος. καὶ τὸ νικῆσαι δὲ καὶ δεύτερον γενέσθαι καὶ τέταρτον, ὡς Θουκυδίδης φησίν, ὁ δʼ Εὐριπίδης τρίτον, ὑπερβάλλει λαμπρότητι καὶ δόξῃ πᾶσαν τὴν ἐν τούτοις φιλοτιμίαν.

λέγει δʼ ὁ Εὐριπίδης ἐν τῷ ᾄσματι ταῦτα· σὲ δʼ ἀείσομαι, ὦ Κλεινίου παῖ. καλὸν ἁ νίκα· κάλλιστον δʼ, ὃ μηδεὶς ἄλλος Ἑλλάνων, ἅρματι πρῶτα δραμεῖν καὶ δεύτερα καὶ τρίτα, βῆναί τʼ ἀπονητί, Διὸς στεφθέντα τʼ ἐλαία κάρυκι βοᾶν Διὸς στεφθέντα τ’ ἐλαίᾳ κάρυκι βοᾶν with Hermann and Bergk (Poet. Lyr. Gr. ii.4 p. 266): δὶς στεφθέντ’ ἐλαίᾳ κάρυκι βοὰν (Bekker, βοᾶν). παραδοῦναι· Euripides, an epinician ode.

Chapter 12

τοῦτο μέντοι τὸ λαμπρὸν ἐπιφανέστερον ἐποίησεν ἡ τῶν πόλεων φιλοτιμία. σκηνὴν μὲν γὰρ αὐτῷ κεκοσμημένην διαπρεπῶς ἔστησαν Ἐφέσιοι, τροφὰς δὲ ἵπποις καὶ πλῆθος ἱερείων παρεῖχεν ἡ Χίων πόλις, οἶνον δὲ Λέσβιοι καὶ τὴν ἄλλην ὑποδοχὴν ἀφειδῶς ἑστιῶντι πολλούς. οὐ μὴν ἀλλὰ καὶ διαβολή τις ἢ κακοήθεια γενομένη περὶ τὴν φιλοτιμίαν ἐκείνην πλείονα λόγον παρέσχε.

λέγεται γὰρ ὡς ἦν Ἀθήνησι Διομήδης, ἀνὴρ οὐ πονηρός, Ἀλκιβιάδου φίλος, ἐπιθυμῶν δὲ νίκην Ὀλυμπικὴν αὐτῷ γενέσθαι· καὶ πυνθανόμενος ἅρμα δημόσιον Ἀργείοις εἶναι, τὸν Ἀλκιβιάδην εἰδὼς ἐν Ἄργει μέγα δυνάμενον καὶ φίλους ἔχοντα πολλούς, ἔπεισεν αὐτῷ πρίασθαι τὸ ἅρμα.

πριάμενος δὲ ὁ Ἀλκιβιάδης ἴδιον ἀπεγράψατο, τὸν δὲ Διομήδη χαίρειν εἴασε χαλεπῶς φέροντα καὶ μαρτυρόμενον θεοὺς καὶ ἀνθρώπους. φαίνεται δὲ καὶ δίκη συστᾶσα περὶ τούτου, καὶ λόγος Ἰσοκράτει γέγραπται περὶ τοῦ ζεύγους ὑπὲρ τοῦ Ἀλκιβιάδου παιδός, ἐν ᾧ Τισίας ἐστίν, οὐ Διομήδης, ὁ δικασάμενος.

Chapter 13

ἐπεὶ δʼ ἀφῆκεν αὑτὸν εἰς τὴν πολιτείαν ἔτι μειράκιον ὤν, τοὺς μὲν ἄλλους εὐθὺς ἐταπείνωσε δημαγωγούς, ἀγῶνα δʼ εἶχε πρός τε Φαίακα τὸν Ἐρασιστράτου καὶ Νικίαν τὸν Νικηράτου, τὸν μὲν ἤδη καθʼ ἡλικίαν προήκοντα καὶ στρατηγὸν ἄριστον εἶναι δοκοῦντα, Φαίακα δʼ ἀρχόμενον, ὥσπερ αὐτός, αὐξάνεσθαι τότε καὶ γνωρίμων ὄντα πατέρων, ἐλαττούμενον δὲ τοῖς τε ἄλλοις καὶ περὶ τὸν λόγον.

ἐντευκτικὸς γὰρ ἰδίᾳ καὶ πιθανὸς ἐδόκει μᾶλλον ἢ φέρειν ἀγῶνας ἐν δήμῳ δυνατός. ἦν γάρ, ὡς Εὔπολίς φησι, λαλεῖν ἄριστος, ἀδυνατώτατος λέγειν. Eupolis, Demes; Kock, Com. Att. Frag. i. p. 281 φέρεται δὲ καὶ λόγος τις κατʼ Ἀλκιβιάδου ὑπὸ ὑπὸ with Coraës: καί. Φαίακος γεγραμμένος, ἐν ᾧ μετὰ τῶν ἄλλων γέγραπται καὶ ὅτι τῆς πόλεως πολλὰ πομπεῖα χρυσᾶ καὶ ἀργυρᾶ κεκτημένης Ἀλκιβιάδης ἐχρῆτο πᾶσιν αὐτοῖς ὥσπερ ἰδίοις πρὸς τὴν καθʼ ἡμέραν δίαιταν.

ἦν δέ τις Ὑπέρβολος Περιθοίδης, οὗ μέμνηται μὲν ὡς ἀνθρώπου πονηροῦ καὶ Θουκυδίδης, τοῖς δὲ κωμικοῖς ὁμοῦ τι πᾶσι διατριβὴν ἀεὶ σκωπτόμενος ἐν τοῖς θεάτροις παρεῖχεν. ἄτρεπτος δὲ πρὸς τὸ κακῶς ἀκούειν καὶ ἀπαθὴς ὢν ὀλιγωρίᾳ δόξης, ἣν ἀναισχυντίαν καὶ ἀπόνοιαν οὖσαν εὐτολμίαν ἔνιοι καὶ ἀνδρείαν καλοῦσιν, οὐδενὶ μὲν ἤρεσκεν, ἐχρῆτο δʼ αὐτῷ πολλάκις ὁ δῆμος ἐπιθυμῶν προπηλακίζειν τοὺς ἐν ἀξιώματι καὶ συκοφαντεῖν.

ἀναπεισθεὶς οὖν ὑπʼ αὐτοῦ τότε τὸ ὄστρακον ἐπιφέρειν ἔμελλεν, ᾧ κολούοντες ἀεὶ τὸν προὔχοντα δόξῃ καὶ δυνάμει τῶν πολιτῶν ἐλαύνουσι, παραμυθούμενοι τὸν φθόνον μᾶλλον ἢ τὸν φόβον. ἐπεὶ δὲ δῆλον ἦν ὅτι ἑνὶ τῶν τριῶν τὸ ὄστρακον ἐποίσουσι, συνήγαγε τὰς στάσεις εἰς ταὐτὸν ὁ Ἀλκιβιάδης, καὶ διαλεχθεὶς πρὸς τὸν Νικίαν κατὰ τοῦ Ὑπερβόλου τὴν ὀστρακοφορίαν ἔτρεψεν.

ὡς δʼ ἔνιοί φασιν, οὐ πρὸς Νικίαν, ἀλλὰ πρὸς Φαίακα διαλεχθεὶς καὶ τὴν ἐκείνου προσλαβὼν ἑταιρίαν ἐξήλασε τὸν Ὑπέρβολον οὐδʼ ἂν προσδοκήσαντα.

φαῦλος γὰρ οὐδεὶς ἐνέπιπτεν εἰς τοῦτον τὸν κολασμὸν οὐδʼ ἄδοξος, ὥς που καὶ Πλάτων ὁ κωμικὸς εἴρηκε τοῦ Ὑπερβόλου μνησθείς, καίτοι πέπραχε τῶν προτέρων προτέρων with Kock (Com. Att. Frag. i. p. 654): τρόπων (worthy of his ways). μὲν ἄξια, αὑτοῦ δὲ καὶ τῶν στιγμάτων ἀνάξια. οὐ γὰρ τοιούτων εἵνεκʼ ὄστραχʼ εὑρέθη. Plato comicus, unknown περὶ μὲν οὖν τούτων ἐν ἑτέροις μᾶλλον εἴρηται τὰ ἱστορούμενα.

Chapter 14

τὸν δʼ Ἀλκιβιάδην ὁ Νικίας οὐχ ἧττον ἠνία θαυμαζόμενος ὑπὸ τῶν πολεμίων ἢ τιμώμενος ὑπὸ τῶν πολιτῶν. πρόξενος μὲν γὰρ ἦν ὁ Ἀλκιβιάδης τῶν Λακεδαιμονίων, καὶ τοὺς ἁλόντας αὐτῶν περὶ Πύλον ἄνδρας ἐθεράπευσεν·

ἐπεὶ δʼ ἐκεῖνοί τε διὰ Νικίου μάλιστα τῆς εἰρήνης τυχόντες καὶ τοὺς ἄνδρας ἀπολαβόντες ὑπερηγάπων αὐτόν, ἔν τε τοῖς Ἕλλησι λόγος ἦν ὡς Περικλέους μὲν συνάψαντος αὐτοῖς, Νικίου δὲ λύσαντος τὸν πόλεμον, οἵ τε πλεῖστοι τὴν εἰρήνην Νικίειον ὠνόμαζον, οὐ μετρίως ἀνιώμενος ὁ Ἀλκιβιάδης καὶ φθονῶν ἐβούλευε σύγχυσιν ὁρκίων.

καὶ πρῶτον μὲν Ἀργείους αἰσθανόμενος μίσει καὶ φόβῳ τῶν Σπαρτιατῶν ζητοῦντας ἀποστροφήν, ἐλπίδας αὐτοῖς ἐνεδίδου κρύφα τῆς Ἀθηναίων συμμαχίας, καὶ παρεθάρρυνε πέμπων καὶ διαλεγόμενος τοῖς προεστῶσι τοῦ δήμου μὴ δεδιέναι μηδʼ ὑπείκειν Λακεδαιμονίοις, ἀλλὰ πρὸς Ἀθηναίους τρέπεσθαι καὶ περιμένειν ὅσον οὐδέπω μεταμελομένους καὶ τὴν εἰρήνην ἀφιέντας.

ἐπεὶ δὲ Λακεδαιμόνιοι πρός τε τοὺς Βοιωτοὺς ἐποιήσαντο συμμαχίαν καὶ Πάνακτον οὐχ ἑστός, ὥσπερ ἔδει, τοῖς Ἀθηναίοις παρέδωκαν, ἀλλὰ καταλύσαντες, ὀργιζομένους λαβὼν τοὺς Ἀθηναίους ἔτι μᾶλλον ἐξετράχυνε, καὶ τὸν Νικίαν ἐθορύβει καὶ διέβαλλεν εἰκότα κατηγορῶν,

ὅτι τοὺς ἐν Σφακτηρίᾳ τῶν πολεμίων ἀποληφθέντας αὐτὸς μὲν ἐξελεῖν οὐκ ἠθέλησεν στρατηγῶν, ἑτέρων δʼ ἐξελόντων ἀφῆκε καὶ ἀπέδωκε χαριζόμενος Λακεδαιμονίοις· εἶτʼ ἐκείνους μὲν οὐκ ἔπεισε φίλος ὢν Βοιωτοῖς μὴ συνόμνυσθαι μηδὲ Κορινθίοις, Ἀθηναίοις Ἀθηναίοις Coraës and Bekker, with C: Ἀθηναίους δὲ κωλύει κωλύει Coraës, after Reiske: κωλύειν. τὸν βουλόμενον τῶν Ἑλλήνων φίλον εἶναι καὶ σύμμαχον, εἰ μὴ δόξειε Λακεδαιμονίοις.

ἐκ δὲ τούτου κακῶς φερομένῳ τῷ Νικίᾳ παρῆσαν ὥσπερ κατὰ τύχην πρέσβεις ἀπὸ τῆς Λακεδαίμονος, αὐτόθεν τε λόγους ἐπιεικεῖς ἔχοντες καὶ πρὸς πᾶν τὸ συμβιβαστικὸν καὶ δίκαιον αὐτοκράτορες ἥκειν φάσκοντες. ἀποδεξαμένης δὲ τῆς βουλῆς, τοῦ δὲ δήμου τῇ ὑστεραίᾳ μέλλοντος ἐκκλησιάζειν, δείσας ὁ Ἀλκιβιάδης διεπράξατο τοὺς πρέσβεις ἐν λόγοις γενέσθαι πρὸς αὐτόν.

ὡς δὲ συνῆλθον ἔλεγε· τί πεπόνθατε, ἄνδρες Σπαρτιᾶται; πῶς ἔλαθεν ὑμᾶς ὅτι τὰ τῆς βουλῆς ἀεὶ μέτρια καὶ φιλάνθρωπα πρὸς τοὺς ἐντυγχάνοντάς ἐστιν, ὁ δὲ δῆμος μέγα φρονεῖ καὶ μεγάλων ὀρέγεται; κἂν φάσκητε κύριοι πάντων ἀφῖχθαι, προστάττων καὶ βιαζόμενος ἀγνωμονήσει. φέρε δή, τὴν εὐήθειαν ταύτην ἀφέντες, εἰ βούλεσθε χρήσασθαι μετρίοις Ἀθηναίοις καὶ μηδὲν ἐκβιασθῆναι παρὰ γνώμην, οὕτω διαλέγεσθε περὶ τῶν δικαίων ὡς οὐκ ὄντες αὐτοκράτορες. συμπράξομεν δʼ ἡμεῖς Λακεδαιμονίοις χαριζόμενοι.

ταῦτα δʼ εἰπὼν ὅρκους ἔδωκεν αὐτοῖς καὶ μετέστησεν ἀπὸ τοῦ Νικίου, παντάπασι πιστεύοντας αὐτῷ καὶ θαυμάζοντας ἅμα τὴν δεινότητα καὶ σύνεσιν, ὡς οὐ τοῦ τυχόντος ἀνδρὸς οὖσαν.

τῇ δʼ ὑστεραίᾳ συνήχθη μὲν ὁ δῆμος, εἰσῆλθον δʼ οἱ πρέσβεις. ἐρωτώμενοι δʼ ὑπὸ τοῦ Ἀλκιβιάδου πάνυ φιλανθρώπως ἐφʼ οἷς ἀφιγμένοι τυγχάνουσιν, οὐκ ἔφασαν ἥκειν αὐτοκράτορες.

εὐθὺς οὖν ὁ Ἀλκιβιάδης ἐνέκειτο μετὰ κραυγῆς καὶ ὀργῆς, ὥσπερ οὐκ ἀδικῶν, ἀλλʼ ἀδικούμενος, ἀπίστους καὶ παλιμβόλους ἀποκαλῶν καὶ μηδὲν ὑγιὲς μήτε πρᾶξαι μήτʼ εἰπεῖν ἥκοντας, ἐπηγανάκτει δʼ ἡ βουλή, καὶ ὁ δῆμος ἐχαλέπαινε, τὸν δὲ Νικίαν ἔκπληξις εἶχε καὶ κατήφεια τῶν ἀνδρῶν τῆς μεταβολῆς, ἀγνοοῦντα τὴν ἀπάτην καὶ τὸν δόλον.

Chapter 15

οὕτω δὲ τῶν Λακεδαιμονίων ἐκπεσόντων, στρατηγὸς ἀποδειχθεὶς ὁ Ἀλκιβιάδης εὐθὺς Ἀργείους καὶ Μαντινεῖς καὶ Ἠλείους συμμάχους ἐποίησε τοῖς Ἀθηναίοις. καὶ τὸν μὲν τρόπον οὐδεὶς τῆς πράξεως ἐπῄνει, μέγα δʼ ἦν τὸ πεπραγμένον ὑπʼ αὐτοῦ, διαστῆσαι καὶ κραδᾶναι Πελοπόννησον ὀλίγου δεῖν ἅπασαν, καὶ τοσαύτας ἀσπίδας ἐν ἡμέρᾳ μιᾷ περὶ Μαντίνειαν ἀντιτάξαι Λακεδαιμονίοις, καὶ πορρωτάτω τῶν Ἀθηνῶν ἀγῶνα κατασκευάσαι καὶ κίνδυνον αὐτοῖς, ἐν ᾧ μέγα μὲν οὐδὲν ἡ νίκη προσέθηκε κρατήσασιν, εἰ δʼ ἐσφάλησαν, ἔργον ἦν τὴν Λακεδαίμονα περιγενέσθαι.

μετὰ δὲ τὴν μάχην εὐθὺς ἐπέθεντο καταλύειν ἐν Ἄργει τὸν δῆμον οἱ χίλιοι καὶ τὴν πόλιν ὑπήκοον ποιεῖν· Λακεδαιμόνιοι δὲ παραγενόμενοι κατέλυσαν τὴν δημοκρατίαν. αὖθις δὲ τῶν πολλῶν ἐξενεγκαμένων τὰ ὅπλα καὶ κρατησάντων, ἐπελθὼν ὁ Ἀλκιβιάδης τήν τε νίκην ἐβεβαίωσε τῷ δήμῳ, καὶ τὰ μακρὰ τείχη συνέπεισε καθεῖναι καὶ προσμίξαντας τῇ θαλάσσῃ τὴν πόλιν ἐξάψαι παντάπασι τῆς Ἀθηναίων δυνάμεως.

καὶ τέκτονας καὶ λιθουργοὺς ἐκ τῶν Ἀθηνῶν ἐκόμισε καὶ πᾶσαν ἐνεδείκνυτο προθυμίαν, οὐχ ἧττον ἑαυτῷ κτώμενος ἢ τῇ πόλει χάριν καὶ ἰσχύν. ἔπεισε δὲ καὶ Πατρεῖς ὁμοίως τείχεσι μακροῖς συνάψαι τῇ θαλάσσῃ τὴν πόλιν. εἰπόντος δέ τινος τοῖς Πατρεῦσιν ὅτι καταπιοῦνται ὑμᾶς Ἀθηναῖοι· ἴσως, εἶπεν ὁ Ἀλκιβιάδης, κατὰ μικρὸν καὶ κατὰ τοὺς πόδας, Λακεδαιμόνιοι δὲ κατὰ τὴν κεφαλὴν καὶ ἀθρόως.

οὐ μὴν ἀλλὰ καὶ τῆς γῆς συνεβούλευεν ἀντέχεσθαι τοῖς Ἀθηναίοις, καὶ τὸν ἐν Ἀγραύλου προβαλλόμενον ἀεὶ τοῖς ἐφήβοις ὅρκον ἔργῳ βεβαιοῦν. ὀμνύουσι γὰρ ὅροις χρήσασθαι τῆς Ἀττικῆς πυροῖς, κριθαῖς, ἀμπέλοις, ἐλαίαις, οἰκείαν ποιεῖσθαι διδασκόμενοι τὴν ἥμερον καὶ καρποφόρον.

Chapter 16

ἐν δὲ τοιούτοις πολιτεύμασι καὶ λόγοις καὶ φρονήματι καὶ δεινότητι πολλὴν αὖ πάλιν τὴν τρυφὴν τῆς διαίτης καὶ περὶ πότους καὶ ἔρωτας ὑβρίσματα, καὶ θηλύτητας ἐσθήτων ἁλουργῶν ἑλκομένων διʼ ἀγορᾶς, καὶ πολυτέλειαν ὑπερήφανον, ἐκτομάς τε καταστρωμάτων ἐν ταῖς τριήρεσιν, ὅπως μαλακώτερον ἐγκαθεύδοι, κειρίαις, ἀλλὰ μὴ σανίσι, τῶν στρωμάτων ἐπιβαλλομένων, ἀσπίδος τε διαχρύσου ποίησιν οὐδὲν ἐπίσημον τῶν πατρίων ἔχουσαν,

ἀλλʼ Ἔρωτα κεραυνοφόρον, ἅπερ ἄπερ. Either some verb is to be supplied from the context for the preceding accusatives (so Coraës), or ἅπερ is to be deleted (so Bekker and Sintenis2). ὁρῶντες οἱ μὲν ἔνδοξοι μετὰ τοῦ βδελύττεσθαι καὶ δυσχεραίνειν ἐφοβοῦντο τὴν ὀλιγωρίαν αὐτοῦ καὶ παρανομίαν, ὡς τυραννικὰ καὶ ἀλλόκοτα, τοῦ δὲ δήμου τὸ πάθος τὸ πρὸς αὐτὸν οὐ κακῶς ἐξηγούμενος ὁ Ἀριστοφάνης ταῦτʼ εἴρηκε· ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δʼ ἔχειν, Aristoph. Frogs 1425 ἔτι δὲ μᾶλλον τῇ ὑπονοίᾳ πιέζων· μάλιστα μὲν λέοντα μὴ νʼ πόλει τρέφειν· ἢν δʼ ἐκτρέφῃ τις, τοῖς τρόποις ὑπηρετεῖν. Aristoph. Frogs 1431-1432

ἐπιδόσεις γὰρ καὶ χορηγίαι καὶ φιλοτιμήματα πρὸς τὴν πόλιν ὑπερβολὴν μὴ ἀπολείποντα καὶ δόξα προγόνων καὶ λόγου δύναμις καὶ σώματος εὐπρέπεια καὶ ῥώμη μετʼ ἐμπειρίας τῶν πολεμικῶν καὶ ἀλκῆς πάντα τἆλλα συγχωρεῖν ἐποίει καὶ φέρειν μετρίως τοὺς Ἀθηναίους, ἀεὶ τὰ πρᾳότατα τῶν ὀνομάτων τοῖς ἁμαρτήμασι τιθεμένους, παιδιὰς καὶ φιλοτιμίας.

οἷον ἦν καὶ τὸ Ἀγάθαρχον εἷρξαι τὸν ζωγράφον, εἶτα γράψαντα τὴν οἰκίαν ἀφεῖναι δωρησάμενον· καὶ Ταυρέαν ἀντιχορηγοῦντα ῥαπίσαι φιλοτιμούμενον ὑπὲρ τῆς νίκης· καὶ τὸ Μηλίαν γυναῖκα ἐκ τῶν αἰχμαλώτων ἐξελόμενον καὶ συνόντα θρέψαι παιδάριον ἐξ αὐτῆς.

καὶ γὰρ τοῦτο φιλάνθρωπον ἐκάλουν· πλὴν ὅτι τοὺς Μηλίους ἡβηδὸν ἀποσφαγῆναι τὴν πλείστην αἰτίαν ἔσχε, τῷ ψηφίσματι συνειπών.

Ἀριστοφῶντος δὲ Νεμέαν γράψαντος ἐν ταῖς ἀγκάλαις αὑτῆς καθήμενον Ἀλκιβιάδην ἔχουσαν, ἐθεῶντο καὶ συνέτρεχον χαίροντες. οἱ δὲ πρεσβύτεροι καὶ τούτοις ἐδυσχέραινον ὡς τυραννικοῖς καὶ παρανόμοις. ἐδόκει δὲ καὶ Ἀρχέστρατος οὐκ ἀπὸ τρόπου λέγειν ὡς ἡ Ἑλλὰς οὐκ ἂν ἤνεγκε δύο Ἀλκιβιάδας.

ἐπεὶ δὲ Τίμων ὁ μισάνθρωπος εὐημερήσαντα τὸν Ἀλκιβιάδην καὶ προπεμπόμενον ἀπὸ τῆς ἐκκλησίας ἐπιφανῶς οὐ παρῆλθεν οὐδʼ ἐξέκλινεν, ὥσπερ εἰώθει τοὺς ἄλλους, ἀλλʼ ἀπαντήσας καὶ δεξιωσάμενος, εὖ γʼ, ἔφη, ποιεῖς αὐξόμενος, ὦ παῖ· μέγα γὰρ αὔξῃ κακὸν ἅπασι τούτοις, οἱ μὲν ἐγέλων, οἱ δʼ ἐβλασφήμουν, ἐνίους δὲ καὶ πάνυ τὸ λεχθὲν ἐπέστρεφεν. οὕτως ἄκριτος ἦν ἡ δόξα περὶ αὐτοῦ διὰ τὴν τῆς φύσεως ἀνωμαλίαν.

Chapter 17

Σικελίας δὲ καὶ Περικλέους ἔτι ζῶντος ἐπεθύμουν Ἀθηναῖοι, καὶ τελευτήσαντος ἥπτοντο, καὶ τὰς λεγομένας βοηθείας καὶ συμμαχίας ἔπεμπον ἑκάστοτε τοῖς ἀδικουμένοις ὑπὸ Συρακουσίων ἐπιβάθρας τῆς μείζονος στρατείας τιθέντες.

ὁ δὲ παντάπασι τὸν ἔρωτα τοῦτον ἀναφλέξας αὐτῶν, καὶ πείσας μὴ κατὰ μέρος μηδὲ κατὰ μικρόν, ἀλλὰ μεγάλῳ στόλῳ πλεύσαντας ἐπιχειρεῖν καὶ καταστρέφεσθαι τὴν νῆσον, Ἀλκιβιάδης ἦν, τόν τε δῆμον μεγάλα πείσας ἐλπίζειν, αὐτός τε μειζόνων ὀρεγόμενος. ἀρχὴν γὰρ εἶναι, πρὸς ἃ ἠλπίκει, διενοεῖτο τῆς στρατείας, οὐ τέλος, ὥσπερ οἱ λοιποί, Σικελίαν.

καὶ Νικίας μὲν ὡς χαλεπὸν ἔργον ὂν τὰς Συρακούσας ἑλεῖν ἀπέτρεπε τὸν δῆμον, Ἀλκιβιάδης δὲ Καρχηδόνα καὶ Λιβύην ὀνειροπολῶν, ἐκ δὲ τούτων προσγενομένων Ἰταλίαν καὶ Πελοπόννησον ἤδη περιβαλλόμενος, ὀλίγου δεῖν ἐφόδια τοῦ πολέμου Σικελίαν ἐποιεῖτο. καὶ τοὺς μὲν νέους αὐτόθεν εἶχεν ἤδη ταῖς ἐλπίσιν ἐπηρμένους, τῶν δὲ πρεσβυτέρων ἠκροῶντο πολλὰ θαυμάσια περὶ τῆς στρατείας περαινόντων, ὥστε πολλοὺς ἐν ταῖς παλαίστραις καὶ τοῖς ἡμικυκλίοις καθέζεσθαι τῆς τε νήσου τὸ σχῆμα καὶ θέσιν Λιβύης καὶ Καρχηδόνος ὑπογράφοντας.

Σωκράτη μέντοι τὸν φιλόσοφον καὶ Μέτωνα τὸν ἀστρολόγον οὐδὲν ἐλπίσαι τῇ πόλει χρηστὸν ἀπὸ τῆς στρατείας ἐκείνης λέγουσιν, ὁ μέν, ὡς ἔοικε, τοῦ συνήθους δαιμονίου γενομένου καὶ προσημαίνοντος, ὁ δὲ Μέτων εἴτε δείσας ἐκ λογισμοῦ τὸ μέλλον εἴτε μαντικῆς τινι τρόπῳ χρησάμενος ἐσκήψατο μεμηνέναι, καὶ λαβὼν δᾷδα καιομένην οἷος ἦν αὑτοῦ τὴν οἰκίαν ὑφάπτειν.

ἔνιοι δέ φασι προσποίημα μὲν μανίας μηδὲν ἐσκευάσθαι τὸν Μέτωνα, καταπρῆσαι δὲ τὴν οἰκίαν νύκτωρ, εἶθʼ ἕωθεν προελθόντα δεῖσθαι καὶ ἀντιβολεῖν ἐπὶ συμφορᾷ τηλικαύτῃ τὸν υἱὸν αὐτῷ παρεθῆναι τῆς στρατείας. ἐκεῖνος μὲν οὖν ἔτυχεν ὧν ἠξίου, παρακρουσάμενος τοὺς πολίτας.

Chapter 18

ὁ δὲ Νικίας ἄκων μὲν ᾑρέθη στρατηγός, οὐχ ἥκιστα τὴν ἀρχὴν καὶ διὰ τὸν συνάρχοντα φεύγων· ἐφαίνετο γὰρ τοῖς Ἀθηναίοις τὰ τοῦ πολέμου βέλτιον ἕξειν μὴ προεμένοις τὸν Ἀλκιβιάδην ἄκρατον, ἀλλὰ μιχθείσης πρὸς τὴν τόλμαν αὐτοῦ τῆς Νικίου προνοίας· καὶ γὰρ ὁ τρίτος στρατηγὸς Λάμαχος ἡλικίᾳ προήκων ὅμως ἐδόκει μηδὲν ἧττον εἶναι τοῦ Ἀλκιβιάδου διάπυρος καὶ φιλοκίνδυνος ἐν τοῖς ἀγῶσι·

βουλευομένων δὲ περὶ πλήθους καὶ τρόπου παρασκευῆς ἐπεχείρησεν αὖθις ὁ Νικίας ἐνίστασθαι καὶ καταπαύειν τὸν πόλεμον. ἀντειπόντος δὲ τοῦ Ἀλκιβιάδου καὶ κρατήσαντος, ἔγραψε τῶν ῥητόρων Δημόστρατος καὶ εἶπεν ὡς χρὴ τοὺς στρατηγοὺς αὐτοκράτορας εἶναι καὶ τῆς παρασκευῆς καὶ τοῦ πολέμου παντός.

ἐπιψηφισαμένου δὲ τοῦ δήμου καὶ γενομένων ἑτοίμων πάντων πρὸς τὸν ἔκπλουν, οὐ χρηστὰ παρῆν οὐδὲ τὰ τῆς ἑορτῆς.

Ἀδωνίων γὰρ εἰς τὰς ἡμέρας ἐκείνας καθηκόντων εἴδωλα πολλαχοῦ νεκροῖς ἐκκομιζομένοις ὅμοια προὔκειντο ταῖς γυναιξί, καὶ ταφὰς ἐμιμοῦντο κοπτόμεναι, καὶ θρήνους ᾖδον. ἡ μέντοι τῶν Ἑρμῶν περικοπή, μιᾷ νυκτὶ τῶν πλείστων ἀκρωτηριασθέντων τὰ πρόσωπα, πολλοὺς καὶ τῶν περιφρονούντων τὰ τοιαῦτα διετάραξεν. ἐλέχθη μὲν οὖν ὅτι Κορίνθιοι διὰ τοὺς Συρακουσίους ἀποίκους ὄντας, ὡς ἐπισχέσεως ἐσομένης πρὸς τῶν οἰωνῶν ἢ μεταγνώσεως τοῦ πολέμου, ταῦτα δράσειαν.

οὐ μὴν ἥπτετό γε τῶν πολλῶν οὔθʼ οὗτος ὁ λόγος οὔθʼ ὁ τῶν σημεῖον δεινὸν εἶναι μηδὲν οἰομένων, ἀλλʼ οἷα φιλεῖ φέρειν ἄκρατος ἀκολάστων νέων εἰς ὕβριν ἐκ παιδιᾶς ὑποφερομένων· ὀργῇ δʼ ἅμα καὶ φόβῳ τὸ γεγονὸς λαμβάνοντες ὡς ἀπὸ συνωμοσίας ἐπὶ πράγμασι μεγάλοις τετολμημένον, ἅπασαν ἐξήταζον ὑπόνοιαν πικρῶς ἥ τε βουλὴ συνιοῦσα περὶ τούτων καὶ ὁ δῆμος ἐν ὀλίγαις ἡμέραις πολλάκις.

Chapter 19

ἐν δὲ τούτῳ δούλους τινὰς καὶ μετοίκους προήγαγεν Ἀνδροκλῆς ὁ δημαγωγὸς ἄλλων τε ἀγαλμάτων περικοπὰς καὶ μυστηρίων παρʼ οἶνον ἀπομιμήσεις τοῦ Ἀλκιβιάδου καὶ τῶν φίλων κατηγοροῦντας. ἔλεγον δὲ Θεόδωρον μέν τινα δρᾶν τὰ τοῦ κήρυκος, Πουλυτίωνα δὲ τὰ τοῦ δᾳδούχου, τὰ δὲ τοῦ ἱεροφάντου τὸν Ἀλκιβιάδην, τοὺς δʼ ἄλλους ἑταίρους παρεῖναι καὶ μυεῖσθαι μύστας προσαγορευομένους.

ταῦτα γὰρ ἐν τῇ εἰσαγγελίᾳ γέγραπται Θεσσαλοῦ τοῦ Κίμωνος εἰσαγγείλαντος Ἀλκιβιάδην ἀσεβεῖν περὶ τὼ θεώ. τραχυνομένου δὲ τοῦ δήμου καὶ πικρῶς πρὸς Ἀλκιβιάδην ἔχοντος, καὶ τοῦ Ἀνδροκλέους (ἦν γὰρ οὗτος ἐχθρὸς ἐν τοῖς μάλιστα τοῦ Ἀλκιβιάδου) παροξύνοντος, ἐν ἀρχῇ μὲν ἐταράχθησαν οἱ περὶ τὸν Ἀλκιβιάδην.

αἰσθόμενοι δὲ τούς τε ναύτας, ὅσοι πλεῖν ἔμελλον εἰς Σικελίαν, εὔνους ὄντας αὐτοῖς καὶ τὸ στρατιωτικόν, Ἀργείων δὲ καὶ Μαντινέων χιλίων ὄντων ὁπλιτῶν ἀκούοντες ἀναφανδὸν λεγόντων ὡς διʼ Ἀλκιβιάδην στρατεύοιντο διαπόντιον καὶ μακρὰν στρατείαν, ἐὰν δέ τις ἀγνωμονῇ περὶ τοῦτον, εὐθὺς ἀποστήσεσθαι, ἀνεθάρρουν καὶ παρίσταντο τῷ καιρῷ πρὸς τὴν ἀπολογίαν, ὥστε τοὺς ἐχθροὺς πάλιν ἀθυμεῖν καὶ φοβεῖσθαι μὴ περὶ τὴν κρίσιν ὁ δῆμος ἀμβλύτερος αὐτῷ γένηται διὰ τὴν χρείαν.

πρὸς ταῦτʼ οὖν τεχνάζουσι τῶν ῥητόρων τοὺς οὐ δοκοῦντας ἐχθροὺς τοῦ Ἀλκιβιάδου, μισοῦντας δὲ αὐτὸν οὐχ ἧττον τῶν ὁμολογούντων, ἀνισταμένους ἐν τῷ δήμῳ λέγειν ὡς ἄτοπόν ἐστιν αὐτοκράτορι στρατηγῷ τηλικαύτης ἀποδεδειγμένῳ δυνάμεως, ἠθροισμένης στρατιᾶς καὶ τῶν συμμάχων, μεταξὺ κληροῦντας δικαστήριον καὶ ὕδωρ διαμετροῦντας ἀπολλύναι τὸν καιρόν· ἀλλὰ νῦν μὲν ἀγαθῇ τύχῃ πλεέτω, τοῦ δὲ πολέμου διαπραχθέντος ἐπὶ τοῖς αὐτοῖς νόμοις ἀπολογείσθω παρών.

οὐκ ἐλάνθανε μὲν οὖν ἡ κακοήθεια τῆς ἀναβολῆς τὸν Ἀλκιβιάδην, ἀλλʼ ἔλεγε παριὼν ὡς δεινόν ἐστιν αἰτίας ἀπολιπόντα καθʼ ἑαυτοῦ καὶ διαβολὰς ἐκπέμπεσθαι μετέωρον ἐπὶ τοσαύτης δυνάμεως· ἀποθανεῖν γὰρ προσήκειν μὴ λύσαντι τὰς κατηγορίας, λύσαντι δὲ καὶ φανέντι καθαρῷ τρέπεσθαι πρὸς τοὺς πολεμίους μὴ δεδοικότι τοὺς συκοφάντας.

Chapter 20

ἐπεὶ δʼ οὐκ ἔπειθεν, ἀλλὰ πλεῖν ἐκέλευον αὐτόν, ἀνήχθη μετὰ τῶν συστρατήγων ἔχων τριήρεις μὲν οὐ πολλῷ τῶν τεσσαράκοντα καὶ ἑκατὸν ἀποδεούσας, ὁπλίτας δὲ πεντακισχιλίους καὶ ἑκατόν, τοξότας δὲ καὶ σφενδονήτας καὶ ψιλοὺς περὶ τριακοσίους καὶ χιλίους, καὶ τὴν ἄλλην παρασκευὴν ἀξιόλογον.

προσβαλὼν δʼ Ἰταλία καὶ Ῥήγιον ἑλών, εἰσηγήσατο γνώμην ὅτῳ τρόπῳ πολεμητέον ἐστί. καὶ Νικίου μὲν ἀντιλέγοντος, Λαμάχου δὲ προσθεμένου, πλεύσας εἰς Σικελίαν προσηγάγετο Κατάνην, ἄλλο δὲ οὐδὲν ἔπραξε μετάπεμπτος ὑπὸ τῶν Ἀθηναίων ἐπὶ τὴν κρίσιν εὐθὺς γενόμενος.

πρῶτον μὲν γάρ, ὥσπερ εἴρηται, ψυχραί τινες ὑποψίαι καὶ διαβολαὶ κατὰ τοῦ Ἀλκιβιάδου προσέπιπτον ἀπὸ δούλων καὶ μετοίκων·

ἔπειτα τῶν ἐχθρῶν ἀπόντος αὐτοῦ καθαπτομένων σφοδρότερον, καὶ τοῖς περὶ τοὺς Ἑρμᾶς ὑβρίσμασι καὶ τὰ μυστικὰ συμπλεκόντων, ὡς ἀπὸ μιᾶς ἐπὶ νεωτερισμῷ συνωμοσίας πεπραγμένα, τοὺς μὲν ὁπωσοῦν ἐπαιτιαθέντας ἐνέβαλλον ἀκρίτους εἰς τὸ δεσμωτήριον, ἤχθοντο δὲ τὸν Ἀλκιβιάδην μὴ λαβόντες ὑπὸ τὰς ψήφους τότε μηδὲ κρίναντες ἐπʼ αἰτίαις τηλικαύταις.

ὁ δὲ τῇ πρὸς ἐκεῖνον ὀργῇ παραπεσὼν οἰκεῖος ἢ φίλος ἢ συνήθης χαλεπωτέροις αὐτοῖς ἐχρήσατο. τοὺς δὲ μηνύσαντας ὁ μὲν Θουκυδίδης ὀνομάσαι παρῆκεν, ἄλλοι δʼ ὀνομάζουσι Διοκλείδαν καὶ Τεῦκρον, ὧν καὶ Φρύνιχός ἐστιν ὁ κωμικὸς ταυτὶ πεποιηκώς· ὦ φίλταθʼ Ἑρμῆ, καὶ φυλάσσου, μὴ πεσὼν αὑτὸν παρακρούσῃ καὶ παράσχῃς διαβολὴν ἑτέρῳ Διοκλείδᾳ βουλομένῳ κακόν τι δρᾶν. Phrynichus; Kock, Com. Att. Frag. i. p. 385 καί· φυλάξομαι· Τεύκρῳ γὰρ οὐχὶ βούλομαι μήνυτρα δοῦναι, τῷ παλαμναίῳ ξένῳ. Phrynichus; Kock, Com. Att. Frag. i. p. 385.

καίτοι βέβαιον οὐδὲν οὐδʼ ἰσχυρὸν οἱ μηνύοντες ἐδείκνυσαν. εἷς δʼ αὐτῶν ἐρωτώμενος ὅπως τὰ πρόσωπα τῶν Ἑρμοκοπιδῶν γνωρίσειε, καὶ ἀποκρινάμενος ὅτι πρὸς τὴν σελήνην, ἐσφάλη τοῦ παντός, ἕνης καὶ νέας οὔσης ὅτε ταῦτʼ ἐδρᾶτο· ὃ ὃ supplied by Coraës and Sint.2; Bekker supplies καὶ, after Bryan. θόρυβον μὲν παρέσχε τοῖς νοῦν ἔχουσι, τὸν δῆμον δʼ οὐδὲ τοῦτο μαλακώτερον ἐποίησε πρὸς τὰς διαβολάς, ἀλλʼ ὥσπερ ὥρμησεν ἐξ ἀρχῆς, οὐκ ἐπαύσατο φέρων καὶ ἐμβάλλων εἰς τὸ δεσμωτήριον οὗ τις κατείποι.

Chapter 21

τῶν οὖν δεθέντων καὶ φυλαττομένων ἐπὶ κρίσει τότε καὶ Ἀνδοκίδης ἦν ὁ ῥήτωρ, ὃν Ἑλλάνικος ὁ συγγραφεὺς εἰς τοὺς Ὀδυσσέως ἀπογόνους ἀνήγαγεν. ἐδόκει δὲ μισόδημος καὶ ὀλιγαρχικὸς ὁ Ἀνδοκίδης, ὕποπτον δὲ οὐχ ἥκιστα τῆς τῶν Ἑρμῶν περικοπῆς ἐποίησεν ὁ μέγας Ἑρμῆς, ὁ πλησίον αὐτοῦ τῆς οἰκίας ἀνάθημα τῆς Αἰγηΐδος φυλῆς ἱδρυμένος·

ἐν γὰρ ὀλίγοις πάνυ τῶν ἐπιφανῶν μόνος σχεδὸν ἀκέραιος ἔμεινε· διὸ καὶ νῦν Ἀνδοκίδου καλεῖται, καὶ πάντες οὕτως ὀνομάζουσι τῆς ἐπιγραφῆς ἀντιμαρτυρούσης.

συνέβη δὲ τῷ Ἀνδοκίδῃ μάλιστα τῶν τὴν αὐτὴν αἰτίαν ἐχόντων ἐν τῷ δεσμωτηρίῳ γενέσθαι συνήθη καὶ φίλον ἔνδοξον μὲν οὐχ ὁμοίως ἐκείνῳ, συνέσει δὲ καὶ τόλμῃ περιττόν, ὄνομα Τίμαιον.

οὗτος ἀναπείθει τὸν Ἀνδοκίδην ἑαυτοῦ κατήγορον καί τινων ἄλλων γενέσθαι μὴ πολλῶν· ὁμολογήσαντι γὰρ ἄδειαν εἶναι κατὰ ψήφισμα τοῦ δήμου, τὰ δὲ τῆς κρίσεως ἄδηλα πᾶσι, τοῖς δὲ δυνατοῖς φοβερώτατα· βέλτιον δὲ σωθῆναι ψευδόμενον ἢ μετὰ τῆς αὐτῆς αἰτίας ἀποθανεῖν ἀδόξως, καὶ τὸ κοινῇ σκοποῦντι συμφέρον ὑπάρχειν, ὀλίγους καὶ ἀμφιβόλους προέμενον, πολλοὺς καὶ ἀγαθοὺς ἐξελέσθαι τῆς ὀργῆς.

ταῦτα τοῦ Τιμαίου λέγοντος καὶ διδάσκοντος ὁ Ἀνδοκίδης ἐπείσθη, καὶ γενόμενος μηνυτὴς καθʼ αὑτοῦ καὶ καθʼ ἑτέρων ἔσχε τὴν ἐκ τοῦ ψηφίσματος ἄδειαν αὐτός· οὓς δʼ ὠνόμασε πάντες πλὴν τῶν φυγόντων ἀπώλοντο. καὶ πίστεως ἕνεκα προσέθηκεν αὐτοῖς οἰκέτας ἰδίους ὁ Ἀνδοκίδης.

οὐ μὴν ὅ γε δῆμος τὴν ὀργὴν ἅπασαν ἀφῆκεν ἐνταῦθα, ἀλλὰ μᾶλλον ἀπαλλαγεὶς τῶν Ἑρμοκοπιδῶν ὥσπερ σχολάζοντι τῷ θυμῷ πρὸς τὸν Ἀλκιβιάδην ὅλος ἐρρύη, καὶ τέλος ἀπέστειλε τὴν Σαλαμινίαν ἐπʼ αὐτόν, ἀπ’ αὐτὸν with Ma and Cobet: πρὸς αὐτόν. οὐ φαύλως αὐτό γε τοῦτο προστάξας, μὴ βιάζεσθαι μηδʼ ἅπτεσθαι τοῦ σώματος, ἀλλὰ τῷ μετρίῳ λόγῳ χρῆσθαι κελεύοντας ἀκολουθεῖν ἐπὶ κρίσιν καὶ πείθειν τὸν δῆμον.

ἐφοβοῦντο γὰρ ταραχὰς τοῦ στρατεύματος ἐν πολεμίᾳ γῇ καὶ στάσιν, ὃ ῥᾳδίως ἂν ἐξειργάσατο βουληθεὶς ὁ Ἀλκιβιάδης. καὶ γὰρ ἠθύμουν ἀπιόντος αὐτοῦ, καὶ πολλὴν τριβὴν προσεδόκων καὶ μῆκος ἀργὸν ἐν τῷ Νικίᾳ τὸν πόλεμον ἕξειν, καθάπερ μύωπος ἀφῃρημένου τῶν πράξεων. ὁ γὰρ Λάμαχος ἦν μὲν πολεμικὸς καὶ ἀνδρώδης, ἀξίωμα δʼ οὐ προσῆν οὐδʼ ὄγκος αὐτῷ διὰ πενίαν.

Chapter 22

εὐθὺς μὲν οὖν ἀποπλέων ὁ Ἀλκιβιάδης ἀφείλετο Μεσσήνην Ἀθηναίους. ἦσαν γὰρ οἱ μέλλοντες ἐνδιδόναι τὴν πόλιν, οὓς ἐκεῖνος εἰδὼς σαφέστατα τοῖς Συρακουσίων φίλοις ἐμήνυσε καὶ διέφθειρε τὴν πρᾶξιν. ἐν δὲ Θουρίοις γενόμενος καὶ ἀποβὰς τῆς τριήρους ἔκρυψεν…

ἐπ…

The complete text is available when the reading interface loads.