Πύρρος
Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος
- Scientific editors
- Bernadotte Perrin
- Edition reference
- Plutarch's Lives · Cambridge, MA · Harvard University Press · 1920
- CTS identifier
urn:cts:greekLit:tlg0007.tlg030.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Chapter 1
Θεσπρωτῶν καὶ Μολοσσῶν μετὰ τὸν κατακλυσμὸν ἱστοροῦσι Φαέθοντα βασιλεῦσαι πρῶτον, ἕνα τῶν μετὰ Πελασγοῦ παραγενομένων εἰς τὴν Ἤπειρον ἔνιοι δὲ Δευκαλίωνα καὶ Πύρραν εἱσαμένους τὸ περὶ Δωδώνην ἱερὸν αὐτόθι κατοικεῖν ἐν Μολοσσοῖς.
χρόνῳ δὲ ὕστερον Νεοπτόλεμος ὁ Ἀχιλλέως λαὸν ἀγαγὼν αὐτός τε τὴν χώραν κατέσχε καὶ διαδοχὴν βασιλέων ἀφʼ αὑτοῦ κατέλιπε, Πυρρίδας ἐπικαλουμένους· καὶ γὰρ αὐτῷ Πύρρος ἦν παιδικὸν ἐπωνύμιον. καὶ τῶν γνησίων παίδων ἐκ Λανάσσης τῆς Κλεοδαίου τοῦ Ὕλλου γενομένων ἕνα Πύρρον ὠνόμασεν. ἐκ τούτου δὲ καὶ Ἀχιλλεὺς ἐν Ἠπείρῳ τιμὰς ἰσοθέους ἔσχεν, Ἄσπετος ἐπιχωρίῳ φωνῇ προσαγορευόμενος.
μετὰ δὲ τοὺς πρώτους, τῶν διὰ μέσου βασιλέων ἐκβαρβαρωθέντων καὶ γενομένων τῇ τε δυνάμει καὶ τοῖς βίοις ἀμαυροτέρων, Θαρρύπαν πρῶτον ἱστοροῦσιν Ἑλληνικοῖς ἔθεσι καὶ γράμμασι καὶ νόμοις φιλανθρώποις διακοσμήσαντα τὰς πόλεις ὀνομαστὸν γενέσθαι, Θαρρύπου δὲ Ἀλκέτας υἱὸς ἦν, Ἀλκέτα δὲ Ἀρύβας, Ἀρύβου δὲ καὶ Τρῳάδος Αἰακίδης.
οὗτος ἔγημε τὴν Μένωνος τοῦ Θεσσαλοῦ θυγατέρα Φθίαν, ἀνδρὸς εὐδοκίμου περὶ τὸν Λαμιακὸν πόλεμον γενομένου καὶ μέγιστον ἀξίωμα τῶν συμμάχων μετὰ Λεωσθένην λαβόντος. ἐκ δὲ τῆς Φθίας τῷ Αἰακίδῃ γίνονται θυγατέρες Δηιδάμεια καὶ Τρῳάς, υἱὸς δὲ Πύρρος.
Chapter 2
ἐπεὶ δὲ στασιάσαντες οἱ Μολοσσοὶ καὶ τὸν Αἰακίδην ἐκβαλόντες ἐπηγάγοντο τοὺς Νεοπτολέμου παῖδας, οἱ μὲν φίλοι τοῦ Αἰακίδου διεφθάρησαν καταληφθέντες, τὸν δὲ Πύρρον ἔτι νήπιον ὄντα καὶ ζητούμενον ὑπὸ τῶν πολεμίων ἐκκλέψαντες οἱ περὶ Ἀνδροκλείδην καὶ Ἄγγελον ἔφευγον, οἰκέτας ὀλίγους καὶ γύναια τιθηνούμενα τὸ παιδίον ἀναγκαίως ἐφελκόμενοι.
καὶ διὰ τοῦτο τῆς φυγῆς αὐτοῖς γινομένης δυσέργου καὶ βραδείας καταλαμβανόμενοι τὸ μὲν παιδίον ἐγχειρίζουσιν Ἀνδροκλείωνι καὶ Ἱππίᾳ καὶ Νεάνδρῳ, νεανίσκοις οὖσι πιστοῖς καὶ ῥωμαλέοις, ἀνὰ κράτος φεύγειν καὶ Μεγάρων ἔχεσθαι χωρίου Μακεδονικοῦ προστάξαντες, αὐτοὶ δὲ τὰ μὲν δεόμενοι, τὰ δὲ ἀπομαχόμενοι τοῖς διώκουσιν ἐμποδὼν ἦσαν ἄχρι δείλης ὀψίας.
ἀποτραπομένων δὲ μόλις ἐκείνων μετέθεον τοὺς τὸν Πύρρον κομίζοντας, ἤδη δὲ τοῦ ἡλίου καταδεδυκότος ἐγγὺς γενόμενοι τῆς ἐλπίδος ἐξαίφνης ἀπεκόπησαν, ἐντυχόντες τῷ παρὰ τὴν πόλιν παραρρέοντι ποταμῷ, χαλεπῷ μὲν ὀφθῆναι καὶ ἀγρίῳ, πειρωμένοις δὲ διαβαίνειν παντάπασιν ἀπορωτάτῳ. πολύ τε γὰρ ἐξέπιπτε ῥεῦμα καὶ θολερὸν ὄμβρων ἐπιγενομένων, καὶ τὸ σκότος ἐποίει πάντα φοβερώτερα.
καθʼ αὑτοὺς μὲν οὖν ἀπέγνωσαν ἐπιχειρεῖν παιδίον φερόμενοι καὶ γύναια τὰ τρέφοντα τὸ παιδίον, αἰσθόμενοι δὲ τῶν ἐπιχωρίων τινὰς ἐν τῷ πέραν ἑστῶτας ἐδέοντο συλλαβέσθαι πρὸς τὴν διάβασιν, καὶ τὸν Πύρρον ἀνεδείκνυσαν βοῶντες καὶ ἱκετεύοντες. οἱ δὲ οὐ κατήκουον διὰ τραχύτητα καὶ πάταγον τὸν ῥεύματος,
ἀλλʼ ἦν διατριβὴ τῶν μὲν βοώντων, τῶν δὲ μὴ συνιέντων, ἄχρι τις ἐννοήσας καὶ περιελὼν δρυὸς φλοιὸν ἐνέγραψε πόρπῃ γράμματα φράζοντα τήν τε χρείαν καὶ τὴν τύχην τοῦ παιδός, εἶτα λίθῳ τὸν φλοιὸν περιελίξας καὶ χρησάμενος οἷον ἕρματι τῆς βολῆς ἀφῆκεν εἰς τὸ πέραν ἔνιοι δέ φασι σαυνίῳ περιπήξαντας ἀκοντίσαι τὸν φλοιόν.
ὡς δ’ οὖν ἀνέγνωσαν οἱ πέραν τὰ γράμματα καὶ συνεῖδον τὴν ὀξύτητα τοῦ καιροῦ, κόπτοντες ξύλα καὶ πρὸς ἄλληλα συνδέοντες ἐπεραιοῦντο. καὶ κατὰ τύχην ὁ πρῶτος αὐτῶν περαιωθεὶς Ἀχιλλεὺς τοὔνομα τὸν Πύρρον ἐδέξατο· τοὺς δὲ ἄλλους ὡς ἔτυχον ἄλλοι διεκόμιζον.
Chapter 3
οὕτω δὲ σωθέντες καὶ φθάσαντες τὴν δίωξιν εἰς Ἰλλυριοὺς παρεγένοντο πρὸς Γλαυκίαν τὸν βασιλέα· καὶ καθεζόμενον εὑρόντες οἴκοι μετὰ τῆς γυναικὸς ἐν μέσῳ τὸ παιδίον ἐπὶ τῆς γῆς κατέθεσαν, ὁ δὲ ἦν ἐπὶ γνώμης, Κάσανδρον δεδοικὼς ἐχθρὸν ὄντα τοῦ Αἰακίδου, καὶ σιωπὴν εἶχε πολὺν χρόνον βουλευόμενος.
ἐν τούτῳ δὲ ὁ Πύρρος ἀπʼ αὐτομάτου προσερπύσας καὶ λαβόμενος τοῦ ἱματίου ταῖς χερσὶ καὶ προσεξαναστὰς πρὸς τὰ γόνατα τοῦ Γλαυκίου γέλωτα πρῶτον, εἶτα οἶκτον παρέσχεν, ὥσπερ τις ἱκέτης ἐχόμενος καὶ δακρύων, ἔνιοι δέ φασιν οὐ τῷ Γλαυκίᾳ προσπεσεῖν αὐτόν, ἀλλὰ βωμοῦ θεῶν προσαψάμενον ἑστάναι πρὸς αὐτὸν περιβαλόντα τὰς χεῖρας, καὶ τὸ πρᾶγμα τῷ Γλαυκίᾳ θεῖον φανῆναι.
διὸ καὶ παραυτίκα τὸν Πύρρον ἐνεχείρισε τῇ γυναικί, κελεύσας ἅμα τοῖς τέκνοις τρέφεσθαι, καὶ μικρὸν ὕστερον ἐξαιτουμένων τῶν πολεμίων, Κασάνδρου δὲ καὶ διακόσια τάλαντα διδόντος, οὐκ ἐξέδωκεν, ἀλλὰ καὶ γενόμενον δυοκαίδεκα ἐτῶν καταγαγὼν εἰς τὴν Ἤπειρον μετὰ δυνάμεως βασιλέα κατέστησεν.
ἦν δὲ ὁ Πύρρος τῇ μὲν ἰδέᾳ τοῦ προσώπου φοβερώτερον ἔχων ἢ σεμνότερον τὸ βασιλικόν, πολλοὺς δὲ ὀδόντας οὐκ εἶχεν, ἀλλʼ ἓν ὀστέον συνεχὲς ἦν ἄνωθεν, οἷον λεπταῖς ἀμυχαῖς τὰς διαφυὰς ὑπογεγραμμένον τῶν ὀδόντων. τοῖς δὲ σπληνιῶσιν ἐδόκει βοηθεῖν, ἀλεκτρυόνα θύων λευκόν, ὑπτίων τε κατακειμένων τῷ δεξιῷ ποδὶ πιέζων ἀτρέμα τὸ σπλάγχνον. οὐδεὶς δὲ ἦν πένης οὐδὲ ἄδοξος οὕτως ὥστε μὴ τυχεῖν τῆς ἰατρείας δεηθείς.
ἐλάμβανε δὲ καὶ τὸν ἀλεκτρυόνα θύσας, καὶ τὸ γέρας τοῦτο ἥδιστον ἦν αὐτῷ. λέγεται δὲ τοῦ ποδὸς ἐκείνου τὸν μείζονα δάκτυλον ἔχειν δύναμιν θείαν, ὥστε μετὰ τὴν τελευτὴν τοῦ λοιποῦ σώματος κατακαέντος ἀπαθῆ καὶ ἄθικτον ὑπὸ τοῦ πυρὸς εὑρεθῆναι. ταῦτα μὲν οὖν ὕστερον.
Chapter 4
γενομένῳ δὲ περὶ ἑπτακαίδεκα ἔτη καὶ δοκοῦντι τὴν ἀρχὴν ἔχειν βεβαίως ἀποδημία τις συνέτυχε, τῶν Γλαυκίου παίδων ἑνὸς, οἷς συνετέθραπτο, γυναῖκα λαμβάνοντος. πάλιν οὖν οἱ Μολοττοὶ συστάντες ἐξέβαλον τοὺς φίλους αὐτοῦ καὶ τὰ χρήματα διήρπασαν καὶ Νεοπτολέμῳ παρέδωκαν ἑαυτούς.
ὁ δὲ Πύρρος οὕτω τὴν ἀρχὴν ἀποβαλὼν καὶ γενόμενος πάντων ἔρημος Δημητρίῳ τῷ Ἀντιγόνου προσέμιξεν ἑαυτόν, ἔχοντι τὴν ἀδελφὴν αὐτοῦ Δηιδάμειαν, ἣν ἔτι μὲν οὖσαν κόρην ὠνόμαζον Ἀλεξάνδρου τοῦ Ῥωξάνης γυναῖκα, τῶν δὲ κατʼ ἐκείνους δυστυχηθέντων ὥραν ἔχουσαν αὐτὴν ἔγημεν ὁ Δημήτριος.
τῆς δὲ μεγάλης μάχης ἣν ἐν Ἰψῷ πάντες οἱ βασιλεῖς ἠγωνίσαντο, παρὼν ὁ Πύρρος τοῖς περὶ Δημήτριον συμμετεῖχε μειράκιον ὢν ἔτι, καὶ τοὺς καθʼ ἑαυτὸν ἐτρέψατο, καὶ διεφάνη λαμπρὸς ἐν τοῖς μαχομένοις. πταίσαντα δὲ Δημήτριον οὐκ ἐγκατέλιπεν, ἀλλὰ καὶ τὰς ἐν τῇ Ἑλλάδι πόλεις πιστευθεὶς διεφύλαξε, καὶ συμβάσεων αὐτῷ γενομένων πρὸς Πτολεμαῖον ἔπλευσεν εἰς Αἴγυπτον ὁμηρεύσων.
καὶ Πτολεμαίῳ μὲν ἔν τε θήραις καὶ γυμνασίοις ἐπίδειξιν ἀλκῆς καὶ καρτερίας παρεῖχε, τὴν δὲ Βερενίκην ὁρῶν μέγιστον δυναμένην καὶ πρωτεύουσαν ἀρετῇ καὶ φρονήσει τῶν Πτολεμαίου γυναικῶν, ἐθεράπευε μάλιστα· καὶ δεινὸς ὢν ὑπελθεῖν ἐπʼ ὠφελείᾳ τοὺς κρείττονας, ὥσπερ ὑπερόπτης τῶν ταπεινοτέρων, κόσμιος δὲ καὶ σώφρων περὶ δίαιταν, ἐκ πολλῶν νέων ἡγεμονικῶν προεκρίθη λαβεῖν Ἀντιγόνην γυναῖκα τῶν Βερενίκης θυγατέρων, ἣν ἔσχεν ἐκ Φιλίππου πρὶν ἢ Πτολεμαίῳ συνοικεῖν.
Chapter 5
μετὰ δὲ τὸν γάμον τοῦτον ἔτι μᾶλλον εὐδοκιμῶν, καὶ γυναικὸς ἀγαθῆς τῆς Ἀντιγόνης περὶ αὐτὸν οὔσης, διεπράξατο χρήματα λαβὼν καὶ δύναμιν εἰς Ἤπειρον ἐπὶ τὴν βασιλείαν ἀποσταλῆναι. καὶ παρῆν οὐκ ἄκουσι τοῖς πολλοῖς τοῖς πολλοῖς with Coraës and Blass: πολλοῖς. διὰ τὴν ἀπέχθειαν τὸν Νεοπτολέμου χαλεπῶς καὶ βιαίως ἄρχοντος, πλὴν ἀλλὰ δείσας μὴ πρός τινα τῶν ἄλλων βασιλέων ὁ Νεοπτόλεμος τράπηται, διαλύσεις ἔθετο καὶ φιλίαν πρὸς αὐτὸν ἐπὶ κοινωνίᾳ τῆς ἀρχῆς.
χρόνου δὲ προϊόντος ἦσαν οἱ παροξύνοντες αὐτοὺς κρύφα καὶ κατʼ ἀλλήλων ἐμποιοῦντες ὑποψίας, ἡ μέντοι μάλιστα κινήσασα τὸν Πύρρον αἰτία λέγεται τοιαύτην ἀρχὴν λαβεῖν. εἰώθεισαν οἱ βασιλεῖς ἐν Πασσαρῶνι, χωρίῳ τῆς Μολοττίδος, Ἀρείῳ Διί· θύσαντες ὁρκωμοτεῖν τοῖς Ἠπειρώταις καὶ ὁρκίζειν, αὐτοὶ μὲν ἄρξειν κατὰ τοὺς νόμους, ἐκείνους δὲ τὴν βασιλείαν διαφυλάξειν κατὰ τοὺς νόμους.
ταῦτʼ οὖν ἐδρᾶτο ἀμφοτέρων τῶν βασιλέων παρόντων, καὶ συνῆσαν ἀλλήλοις μετὰ τῶν φίλων, δῶρα πολλὰ τὰ μὲν διδόντες, τὰ δὲ λαμβάνοντες, ἐνταῦθα δὴ Γέλων, ἀνήρ πιστὸς Νεοπτολέμῳ, δεξιωσάμενος φιλοφρόνως τὸν Πύρρον ἐδωρήσατο βοῶν ἀροτήρων δυσὶ ζεύγεσι. ταῦτα Μυρτίλος ὁ ἐπὶ τοῦ οἴνου παρὼν ᾔτει τὸν Πύρρον· ἐκείνου δὲ μὴ διδόντος, ἀλλʼ ἑτέρῳ, χαλεπῶς ἐνεγκὼν ὁ Μυρτίλος οὐκ ἔλαθε τὸν Γέλωνα.
καλέσας οὖν αὐτὸν ἐπὶ δεῖπνον, ὡς δέ φασιν ἔνιοι, καὶ χρησάμενος παρʼ οἶνον ὥραν ἔχοντι, λόγους προσήνεγκε παρακαλῶν ἑλέσθαι τὰ τοῦ Νεοπτολέμου καὶ φαρμάκοις διαφθεῖραι τὸν Πύρρον. ὁ δὲ Μυρτίλος ἐδέξατο μὲν τὴν πεῖραν ὡς ἐπαινῶν καὶ συμπεπεισμένος, ἐμήνυσε δὲ τῷ Πύρρῳ· καὶ κελεύσαντος ἐκείνου τὸν ἀρχιοινοχόον Ἀλεξικράτην τῷ Γέλωνι συνέστησεν, ὡς δὴ μεθέξοντα τῆς πράξεως αὐτοῖς· ἐβούλετο γὰρ ἐν πλείοσιν ὁ Πύρρος τὸν ἔλεγχον γενέσθαι τοῦ ἀδικήματος.
οὕτω δὲ τοῦ Γέλωνος ἐξαπατωμένου συνεξαπατώμενος ὁ Νεοπτόλεμος, καὶ τὴν ἐπιβουλὴν ὁδῷ βαδίζειν οἰόμενος οὐ κατεῖχεν, ἀλλʼ ὑπὸ χαρᾶς ἐξέφερε πρὸς τοὺς φίλους, καί ποτε κωμάσας παρὰ τὴν ἀδελφὴν Καδμείαν ἐχρῆτο λαλιᾷ περὶ τούτων, οὐδένα συνακούειν οἰόμενος· οὐδεὶς γὰρ ἦν πλησίον ἄλλος ἢ Φαιναρέτη γυνὴ Σάμωνος τοῦ τὰ ποίμνια καὶ τὰ βουκόλια τῷ Νεοπτολέμῳ διοικοῦντος, αὕτη δὲ ἀπεστραμμένη πρὸς τὸν τοῖχον τὰν τοῖχον with Coraës, Blass, and C: τοῖχον.
ἐπὶ κλίνης τινὸς ἐδόκει καθεύδειν. συνήκοος δὲ πάντων γενομένη καὶ λαθοῦσα μεθʼ ἡμέραν ἧκε πρὸς Ἀντιγόνην τὴν Πύρρου γυναῖκα, καὶ πάντα κατεῖπεν ὅσα τοῦ Νεοπτολέμου πρὸς τὴν ἀδελφὴν ἤκουσε λέγοντος, πυθόμενος δὲ ὁ Πύρρος ἐκεῖ μὲν ἡσυχίαν ἦγεν, ἐν δὲ θυσίᾳ καλέσας ἐπὶ δεῖπνον τὸν Νεοπτόλεμον ἀπέκτεινεν,
αἰσθόμενος τῶν Ἠπειρωτῶν τοὺς κρατίστους προσέχοντας αὑτῷ, καὶ παρακελευομένους ἀπαλλαγῆναι τοῦ Νεοπτολέμου, καὶ μὴ μερίδα μικρὰν ἔχοντα βασιλείας ἀγαπᾶν, ἀλλὰ τῇ φύσει χρήσασθαι μειζόνων πραγμάτων ἀντιλαμβανόμενον, καί τινος ὑποψίας ἅμα προσγενομένης τὸν Νεοπτόλεμον φθάσας φθάσας Coraës and Blass, with most MSS.: φθάσαι. ἀνελεῖν.
Chapter 6
μεμνημένος δὲ Βερενίκης καὶ Πτολεμαίου παιδίον μὲν αὐτῷ γενόμενον ἐξ Ἀντιγόνης Πτολεμαῖον ὠνόμασεν, οἰκίσας δὲ πόλιν ἐν τῇ χερρονήσῳ τῆς Ἠπείρου Βερονικίδα προσηγόρευσεν. ἐκ δὲ τούτου πολλὰ μὲν περινοῶν καὶ μεγάλα τῇ γνώμῃ, ταῖς δὲ ἐλπίσι μάλιστα καὶ πρῶτον ἀντιλαμβανόμενος τῶν πλησίον, εὗρεν ἐμφῦναι τοῖς Μακεδόνων πράγμασιν ἐκ τοιᾶσδέ τινος προφάσεως.
τῶν Κασάνδρου παίδων ὁ πρεσβύτερος Ἀντίπατρος τήν τε μητέρα Θεσσαλονίκην ἀνεῖλε καὶ τὸν ἀδελφὸν Ἀλέξανδρον ἤλαυνεν. ὁ δὲ πρός τε Δημήτριον ἔπεμψε δεόμενος βοηθεῖν καὶ Πύρρον ἐκάλει. Δημητρίου δὲ ὑπὸ ἀσχολιῶν βραδύνοντος ἐπελθὼν ὁ Πύρρος ᾔτησε μισθὸν τῆς συμμαχίας τήν τε Στυμφαίαν καὶ τὴν Παραυαίαν τῆς Μακεδονίας, καὶ τῶν ἐπικτήτων ἐθνῶν Ἀμβρακίαν, Ἀκαρνανίαν, Ἀμφιλοχίαν.
προεμένου δὲ τοῦ νεανίσκου ταῦτα μὲν αὐτὸς εἶχε φρουραῖς καταλαβών, τὰ δὲ λοιπὰ κτώμενος ἐκείνῳ περιέκοπτε τὸν Ἀντίπατρον. Λυσίμαχος δὲ ὁ βασιλεὺς αὐτὸς μὲν ἦν ἐν ἀσχολίαις προθυμούμενος Ἀντιπάτρῳ βοηθεῖν, εἰδὼς δὲ τὸν Πύρρον οὐδὲν ἀχαριστεῖν οὐδὲ ἀρνεῖσθαι Πτολεμαίῳ βουλόμενον ἔπεμψε πλαστὰ γράμματα πρὸς αὐτόν, ὡς Πτολεμαίου κελεύοντος ἀπαλλάττεσθαι τῆς στρατείας τριακόσια τάλαντα παρὰ τοῦ Ἀντιπάτρου λαβόντα.
λύσας δὲ τὴν ἐπιστολὴν ὁ Πύρρος εὐθὺς τὸ ῥᾳδιούργημα τοῦ Λυσιμάχου συνεῖδεν· οὐδὲ γὰρ ἦν ἡ συνήθης γεγραμμένη προσαγόρευσις, ὁ πατήρ τῷ υἱῷ χαίρειν ἀλλά, βασιλεὺς Πτολεμαῖος βασιλεῖ Πύρρῳ χαίρειν. λοιδορήσας δὲ τὸν Λυσίμαχον ὅμως ἐποιεῖτο τὴν εἰρήνην, καὶ συνῄεσαν ὡς κατὰ σφαγίων ὁρκωμοτήσοντες.
ἐπεὶ δὲ ταύρου καὶ κάπρου καὶ κριοῦ προσαχθέντος ὁ κριὸς αὐτομάτως ἀπέθανε, τοῖς μὲν ἄλλοις γελᾶν ἐπῄει, τὸν δὲ Πύρρον ὁ μάντις Θεόδοτος ὀμόσαι διεκώλυσε, φήσας τὸ δαιμόνιον ἑνὶ προσημαίνειν τῶν τριῶν βασιλέων θάνατον, ὁ μὲν οὖν Πύρρος οὕτως ἀπέστη τῆς εἰρήνης.
Chapter 7
τῷ δὲ Ἀλεξάνδρῳ τῶν πραγμάτων ἤδη κατάστασιν ἐχόντων ὅμως ὁ Δημήτριος ἀφίκετο· καὶ δῆλος μὲν ἦν εὐθὺς ἥκων μὴ δεομένῳ, καὶ φόβον παρεῖχεν, ὀλίγας δ̓· ἡμέρας συγγενόμενοι διʼ ἀπιστίας ἐπεβούλευσαν ἀλλήλοις ἀμφότεροι, καιρῷ δὲ χρησάμενος καὶ φθάσας ἀποκτίννυσιν ὁ Δημήτριος τὸ μειράκιον, καὶ βασιλεὺς ἀνηγορεύθη Μακεδονίας.
ἦν μὲν οὖν καὶ πρότερον αὐτῷ πρὸς τὸν Πύρρον ἐγκλήματα, καὶ καταδρομαὶ τῆς Θεσσαλίας ἐγεγόνεισαν ὑπʼ ἐκείνου, καὶ τὸ σύμφυτον νόσημα ταῖς δυναστείαις, ἡ πλεονεξία, τὴν γειτνίασιν αὐτοῖς ἐπίφοβον καὶ ἄπιστον παρεῖχε, καὶ μᾶλλον ἔτι μετὰ τὴν τῆς Δηϊδαμείας τελευτήν. ἐπεὶ δὲ καὶ κατασχόντες ἀμφότεροι Μακεδονίας συνέπιπτον εἰς τὸ αὐτὸ καὶ μείζονας ἐλάμβανε προφάσεις ἡ διαφορά,
Δημήτριος μὲν ἐπʼ Αἰτωλοὺς στρατευσάμενος καὶ κρατήσας, Πάνταυχον αὐτόθι μετὰ πολλῆς δυνάμεως καταλιπὼν αὐτὸς ἐβάδιζεν ἐπὶ Πύρρον, καὶ Πύρρος ἐπʼ ἐκεῖνον, ὡς ᾔσθετο. γενομένης δὲ διαμαρτίας καθʼ ὁδὸν ἀλλήλους παρήλλαξαν καὶ Δημήτριος μὲν ἐμβαλὼν εἰς Ἤ πειρον ἐλεηλάτει, Πύρ ος δὲ Πανταύχῳ περιπεσὼν εἰς μάχην κατέστη.
καὶ τῶν στρατιωτῶν συμπεσόντων δεινὸς ἦν καὶ μέγας ἀγὼν, μάλιστα κατὰ τοὺς ἡγεμόνας, ὅ τε γάρ Πάνταυχος ἀνδρείᾳ καὶ χειρὶ καὶ ῥώμῃ σώματος ἄριστος ὢν ὁμολογουμένως τῶν περὶ Δημήτριον στρατηγῶν, καὶ θάρσος ἔχων καὶ φρόνημα, προὐκαλεῖτο τὸν Πύρρον εἰς χεῖρας, ὅ τε Πύρρος οὐδενὶ τῶν βασιλέων ὑφιέμενος ἀλκῆς καὶ τόλμης, καὶ τὴν Ἀχιλλέως δόξαν αὑτῷ διʼ· ἀρετὴν μᾶλλον ἢ κατὰ γένος συνοικειοῦν βουλόμενος, ἐναντίος ἐχώρει διὰ τῶν προμάχων ἐπὶ τὸν Πάνταυχον.
ἦν δὲ δορατισμὸς τὸ πρῶτον, εἶτα ἐν χεροῖν γενόμενοι μετὰ τέχνης ἅμα καὶ βίας ἐχρῶντο τοῖς ξίφεσι. λαβὼν δὲ ὁ Πύρρος ἓν τραῦμα, δοὺς δὲ δύο, τὸ μὲν εἰς τὸν μηρόν, τὸ δὲ παρὰ τὸν τράχηλον, ἐτρέψατο καὶ κατέβαλε τὸν Πάνταυχον οὐ μὴν ἀνεῖλεν, ἀνηρπάγη γάρ ὑπὸ τῶν φίλων, οἱ δὲ Ἠ πειρῶται τῇ νίκῃ τοῦ βασιλέως ἐπαρθέντες καὶ θαυμάσαντες τὴν ἀρετὴν ἐβιάσαντο καὶ διέκοψαν τὴν φάλαγγα τῶν Μακεδόνων, καὶ φεύγοντας διώκοντες ἀπέκτεινὰν τε πολλοὺς καὶ πεντακισχιλίους ζῶντας εἷλον.
Chapter 8
ὁ δὲ ἀγὼν οὗτος οὐ τοσοῦτον ὀργῆς ὧν ἔπαθον οὐδὲ μίσους ἐνέπλησε τοὺς Μακεδόνας πρὸς τὸν Πύρρον, ὅσην δόξαν αὐτοῦ καὶ θαῦμα τῆς ἀρετῆς καὶ λόγον ἐνειργάσατο τοῖς ἰδοῦσι τὰ ἔργα καὶ συνενεχθεῖσι κατὰ τὴν μάχην. καὶ γὰρ ὄψιν ᾤοντο καὶ τάχος ἐοικέναι καὶ κίνημα τοῖς Ἀλεξάνδρου, καὶ τῆς φορᾶς ἐκεῖνον καὶ βίας παρὰ τοὺς ἀγῶνας ἐν τούτῳ σκιάς τινας ὁρᾶσθαι καὶ μιμήματα, τῶν μὲν ἄλλων βασιλέων ἔν πορφύραις καὶ δορυφόροις καὶ κλίσει τραχήλου καὶ τῷ μεῖζον διαλέγεσθαι, μόνου δὲ Πύρρου τοῖς ὅπλοις καὶ ταῖς χερσὶν ἐπιδεικνυμένου τὸν Ἀλέξανδρον.
τῆς δὲ περὶ τάξεις καὶ στρατηγίας ἐπιστήμης αὐτοῦ καὶ δεινότητος ἔνεστι δείγματα λαβεῖν ἐκ τῶν γραμμάτων ἃ περὶ τούτων ἀπολέλοιπε. λέγεται δὲ καὶ ʼ Ἀντίγονος ἐρωτηθεὶς τίς ἄριστος τῶν στρατηγῶν, φάναι, Πύρρος, ἂν γηράσῃ περὶ τῶν καθʼ αὑτὸν οὕτως ἀποφηνάμενος μόνον. Ἀννίβας δὲ συμπάντων ἀπέφηνε τῶν στρατηγῶν πρῶτον μὲν ἐμπειρίᾳ καὶ δεινότητι Πύρρον, Σκηπίωνα δὲ δεύτερον, ἑαυτὸν δὲ τρίτον, ὡς ἐν τοῖς περὶ Σκηπίωνος γέγραπται.
καὶ ὅλως τοῦτο μελετῶν ἔοικε καὶ φιλοσοφῶν ἀεὶ διατελεῖν ὁ Πύρρος, ὡς μαθημάτων βασιλικώτατον, τὰς δὲ ἄλλας γλαφυρίας ἐν οὐδενὶ λόγῳ τίθεσθαι. λέγεται γάρ ὡς ἐρωτηθεὶς ἔν τινι πότῳ, πότερον αὐτῷ φαίνεται Πύθων αὐλητὴς ἀμείνων ἢ Καφισίας, εἰπεῖν ὅτι Πολυπέρχων στρατηγός, ὡς ταῦτα τῷ βασιλεῖ ζητεῖν μόνα καὶ γινώσκειν προσῆκον.
ἦν δὲ καὶ πρὸς τοὺς συνήθεις ἐπιεικὴς καὶ πρᾶος ὀργήν, σφοδρὸς δὲ καὶ πρόθυμος ἐν ταῖς χάρισιν. Ἀερόπου γοῦν ἀποθανόντος οὐκ ἤνεγκε μετρίως, ἐκεῖνον μὲν ἀνθρώπινα πεπονθέναι φάσκων, ἑαυτὸν δὲ μεμφόμενος καὶ κακίζων ὅτι μέλλων ἀεὶ καὶ βραδύνων χάριν οὐκ ἀπέδωκεν αὐτῷ. τὰ μὲν γὰρ χρέα καὶ κληρονόμοις ἔστιν ἀποδοῦναι τῶν δανεισάντων, αἱ δὲ τῶν χαρίτων ἀμοιβαὶ μὴ γενόμεναι πρὸς αἰσθανομένους ἀνιῶσι τὸν χρηστὸν καὶ δίκαιον.
ἐν δὲ Ἀμβρακίᾳ κακολόγον τινὰ καὶ βλάσφημον ἄνθρωπον οἰομένων δεῖν μεταστῆσαι τὸν Πύρρον αὐτοῦ μένων, ἔφη, μᾶλλον ἡμᾶς ἐν ὀλίγοις ἢ περιιὼν πρὸς ἅπαντας ἀνθρώπους κακῶς λεγέτω. καὶ τοὺς παρʼ οἶνον αὑτὸν λοιδορήσαντας, εἶτα ἐλεγχομένους ἠρώτησεν εἰ ταῦτα εἶπον· ἀποκριναμένου δὲ τῶν νεανίσκων ἑνός, ταῦτα, ὦ βασιλεῦ· πλείονα δ’ ἂν ἔτι τούτων εἰρήκειμεν, εἰ πλείων παρῆν οἶνος ἡμῖν, γελάσας ἀφῆκε.
Chapter 9
γυναῖκας δὲ πραγμάτων ἕνεκα καὶ δυνάμεως πλείονας ἔγημε μετὰ τὴν Ἀντιγόνης τελευτήν. καὶ γὰρ Αὐτολέοντος τοῦ Παιόνων βασιλέως ἔλαβε θυγατέρα, καὶ Βιρκένναν τὴν Βαρδύλλιος τοῦ Ἰλλυριῶν, καὶ Λάνασσαν τὴν Ἀγαθοκλέους τοῦ Συρακουσίου, προῖκα προσφερομένην αὐτῷ τὴν Κερκυραίων πόλιν ἡλωκυῖαν ὑπὸ Ἀγαθοκλέους, ἐκ μὲν οὖν Ἀντιγόνης Πτολεμαῖον υἱὸν ἔσχεν, ἐκ δὲ Λανάσσης Ἀλέξανδρον, Ἕλενον δὲ τὸν νεώτατον ἐκ Βιρκέννης.
καὶ πάντας ἀγαθοὺς ἐν τοῖς ὅπλοις ἐθρέψατο καὶ διαπύρους, εὐθὺς ἐκ γενετῆς ἐπὶ τοῦτο θηγομένους ὑπʼ αὐτοῦ, λέγεται γὰρ ὡς ἐρωτηθεὶς ὑφʼ ἑνὸς αὐτῶν ἔτι παιδὸς ὄντος, τίνι καταλείψει τὴν βασιλείαν, εἰπεῖν, ὃς ἂν ὑμῶν τὴν μάχαιραν ὀξυτάτην ὀξυτάτην with Blass: ὀξυτέραν. ἔχῃ. τοῦτο δὲ οὐδὲν ἀποδεῖ τῆς τραγικῆς ἀρᾶς ἐκείνης· θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τοὺς ἀδελφούς, οὕτως ἄμικτός ἐστι καὶ θηριώδης ἡ τῆς πλεονεξίας ὑπόθεσις.
Chapter 10
μετὰ δὲ τὴν μάχην ταύτην ὁ Πύρρος ἐπανελθὼν οἴκαδε λαμπρὸς ὑπὸ δόξης καὶ φρονήματος ἔχαιρε· καὶ Ἀετὸς ὑπὸ τῶν Ἠπειρωτῶν προσαγορευόμενος, διʼ ὑμᾶς, ἔλεγεν, ἀετὸς εἰμι· πῶς γὰρ οὐ μέλλω, τοῖς ὑμετέροις ὅπλοις ὥσπερ ὠκυπτέροις ἐπαιρόμενος; ὀλίγῳ δὲ ὕστερον πυθόμενος νοσεῖν τὸν Δημήτριον ἐπισφαλῶς ἐνέβαλε μὲν ἐξαίφνης εἰς Μακεδονίαν ὡς ἐπιδρομήν τινα καὶ λεηλασίαν ποιησόμενος,
παρʼ ὀλίγον δὲ ἦλθε πάντων ὁμοῦ κρατῆσαι καὶ λαβεῖν ἀμαχεὶ τὴν βασιλείαν, ἐλάσας ἄχρι Ἐδέσσης μηδενὸς ἀμυνομένου, πολλῶν δὲ καὶ προστιθεμένων καὶ συστρατευόντων. αὐτόν τε δὴ τὸν Δημήτριον ὁ κίνδυνος ἐξανέστησε παρὰ δύναμιν, οἵ τε φίλοι καὶ ἡγεμόνες ὀλίγῳ χρόνῳ πολλοὺς ἀθροίσαντες ἐρρωμένως καὶ προθύμως ἐπὶ τὸν Πύρρον ὥρμησαν. ὁ δὲ λῃστρικώτερον ἀφιγμένος οὐκ ἔμεινεν, ἀλλὰ φεύγων μέρος τι τῆς στρατιᾶς ἀπέβαλε καθʼ ὁδὸν ἐπιθεμένων τῶν Μακεδόνων.
οὐ μὴν ὅτι ῥᾳδίως καὶ ταχὺ τὸν Πύρρον ἐξέβαλε τῆς χώρας ὁ Δημήτριος ἠμέλησεν, ἐγνωκὼς δὲ μεγάλων πραγμάτων ἀντιλαμβάνεσθαι καὶ τὴν πατρῴαν ἀρχὴν ἀνακτᾶσθαι δέκα μυριάσι στρατοῦ καὶ ναυσὶ πεντακοσίαις οὐκ ἐβούλετο τῷ Πύρρῳ προσπταῖσαι, οὐδὲ ἀπολιπεῖν Μακεδόσι πάροικον ἐργώδη καὶ χαλεπόν, ἀλλʼ, ἐπεὶ μὴ ἐσχόλαζε πολεμεῖν πρὸς αὐτόν, διαλυθεὶς καὶ θέμενος εἰρήνην οὕτως ἐπὶ τοὺς ἄλλους βασιλεῖς τραπέσθαι.
γενομένων δὲ διὰ ταῦτα τῶν ὁμολογιῶν, καὶ τῆς γνώμης ἅμα τῷ μεγέθει τῆς παρασκευῆς ἐκφανείσης τοῦ Δημητρίου, φοβηθέντες οἱ βασιλεῖς διεπέμποντο πρὸς τὸν Πύρρον ἀγγέλους καὶ γράμματα, θαυμάζειν φάσκοντες εἰ τὸν αὑτοῦ προέμενος καιρόν, ἐν τῷ Δημητρίου πολεμῆσαι περιμένει, καὶ δυνάμενος Μακεδονίας ἐκβαλεῖν αὐτὸν πολλὰ πράττοντα καὶ ταραττόμενον, ἐκδέχεται καὶ σχολάζοντι καὶ μεγάλῳ γενομένῳ περὶ τῶν ἐν Μολοσσοῖς ἱερῶν καὶ τάφων διαγωνίσασθαι, καὶ ταῦτα Κέρκυραν ἔναγχος ἀφῃρημένος ὑπʼ αὐτοῦ μετὰ τῆς γυναικός.
ἡ γάρ Λάνασσα μεμψαμένη τὸν Πύρρον ὡς μᾶλλον προσέχοντα ταῖς βαρβάροις γυναιξίν εἰς Κέρκυραν ἀπεχώρησε, καὶ δεομένη γάμων βασιλικῶν ἐκάλει Δημήτριον, ἐπισταμένη μάλιστα τῶν βασιλέων εὐκόλως ἔχοντα πρὸς γάμους γυναικῶν, ἐκεῖνος δὲ πλεύσας τῇ τε Λανάσσῃ συνῆλθε καὶ φρουρὰν ἐν τῇ πόλει κατέλιπε.
Chapter 11
ταῦτα πρὸς τὸν Πύρρον οἱ βασιλεῖς γράφοντες ἅμα καὶ διʼ ἑαυτῶν ἔτι μέλλοντα καὶ παρασκευαζόμενον τὸν Δημήτριον ἐκίνουν. Πτολεμαῖος μὲν γὰρ ἐπιπλεύσας μεγάλῳ στόλῳ τὰς Ἑλληνίδας ἀφίστη πόλεις, Λυσίμαχος δὲ τὴν ἄνω Μακεδονίαν ἐκ Θρᾴκης ἐμβαλὼν ἐπόρθει. Πύρρος δὲ τούτοις ἅμα συνεξαναστὰς ἐπὶ Βέροιαν ἤλαυνε, προσδοκῶν, ὅπερ συνέβη, Δημήτριον ὑπαντιάζοντα Λυσιμάχῳ τὴν κάτω χώραν ἀπολείψειν ἔρημον.
ἐκείνης δὲ τῆς νυκτὸς ἔδοξε κατὰ τοὺς ὕπνους ὑπὸ Ἀλεξάνδρου καλεῖσθαι τοῦ μεγάλου, καὶ παραγενόμενος κλινήρη μὲν αὐτὸν ἰδεῖν, λόγων δὲ χρηστῶν τυχεῖν καὶ φιλοφροσύνης ἐπαγγελλομένου προθύμως βοηθήσειν. αὐτοῦ δὲ τολμήσαντος εἰπεῖν, καὶ πῶς ἄν, ὦ βασιλεῦ, νοσῶν δυνατὸς εἴης ἐμοὶ βοηθεῖν; αὐτῷ φάναι τῷ ὀνόματι, καὶ περιβάντα Νισαῖον ἵππον ἡγεῖσθαι.
ταύτην ἰδὼν τὴν ὄψιν ἐπερρώσθη· τάχει δὲ χρησάμενος καὶ διαδραμὼν τὰ μεταξὺ καταλαμβάνει τὴν Βέροιαν· καὶ τὸ πλεῖστον αὐτόθι τῆς στρατιᾶς ἱδρύσας τὰ λοιπὰ προσήγετο διὰ τῶν στρατηγῶν, ὁ δὲ Δημήτριος ἐπεὶ ταῦτα ἤκουσε καὶ πονηρὸν ἐν τῷ στρατοπέδῳ θόρυβον ᾔσθετο τῶν Μακεδόνων, ἔδεισε πορρωτέρω προαγαγεῖν, μὴ πλησίον γενόμενοι βασιλέως Μακεδόνος καὶ δόξαν ἔχοντος μεταβάλωνται πρὸς αὐτόν.
ὅθεν ἐπιστρέψας ἐπὶ τὸν Πύρρον ἦγεν ὡς ξένον καὶ μισούμενον ὑπὸ τῶν Μακεδόνων, ἐπεὶ δὲ παρεστρατοπέδευσεν αὐτόθι, πολλοὶ τῶν ἐκ τῆς Βεροίας ἀφικνούμενοι τὸν Πύρρον ἐνεκωμίαζον, ὡς ἄμαχον μὲν ἐν τοῖς ὅπλοις καὶ λαμπρὸν ἄνδρα, πράως δὲ καὶ φιλανθρώπως τοῖς ἡλωκόσι χρώμενον. ἦσαν δέ τινες οὓς αὐτὸς ὁ Πύρρος ἐγκαθίει προσποιουμένους εἶναι Μακεδόνας, καὶ λέγοντας ὅτι νῦν καιρός ἐστι τῆς Δημητρίου βαρύτητος ἀπαλλαγῆναι, πρὸς ἄνδρα δημοτικὸν καὶ φιλοστρατιώτην μεταβαλομένους τὸν Πύρρον.
ἐκ τούτου τὸ πλεῖστον ἀνηρέθιστο τῆς στρατιᾶς, καὶ τὸν Πύρρον ἐζήτουν περισκοποῦντες. ἔτυχε γὰρ ἀφῃρημένος τὸ κράνος, ἄχρι οὗ συμφρονήσας καὶ πάλινBefore περιθέμενος with Blass: πάλιν συμφρονήσας. περιθέμενος ἐγνώσθη τῷ τε λόφῳ διαπρέποντι καὶ τοῖς τραγικοῖς κέρασιν, ὥστε τοὺς Μακεδόνας σύνθημα προστρέχοντας αἰτεῖν, ἄλλους δὲ κλάδους δρυὸς ἀναστέφεσθαι διὰ τὸ καὶ τοὺς περὶ ἐκεῖνον ἐστεφανωμένους ὁρᾶν·
ἤδη δὲ καὶ πρὸς αὐτόν τινες ἐτόλμων λέγειν τὸν Δημήτριον ὡς ὑπεκστὰς καὶ προέμενος τὰ πράγματα καλῶς δόξει βεβουλεῦσθαι. τούτοις τοῖς λόγοις ὅμοιον ὁρῶν τὸ κίνημα τοῦ στρατοπέδου καὶ φοβηθεὶς κρύφα διεξέπεσε, καυσίᾳ τινὶ καὶ λιτῷ χλαμυδίῳ περιστείλας ἑαυτόν, ἐπελθὼν δὲ ὁ Πύρρος ἀμαχεὶ παρέλαβε τὸ στρατόπεδον καὶ βασιλεὺς ἀνηγορεύθη Μακεδόνων.
Chapter 12
ἐπιφανέντος δὲ Λυσιμάχου καὶ κοινὸν ἔργον ἀμφοῖν ποιουμένου τὴν Δημητρίου κατάλυσιν καὶ νέμεσθαι τὴν βασιλείαν ἀξιοῦντος, οὔπω πάνυ βεβαίως τοῖς Μακεδόσι πιστεύων ὁ Πύρρος, ἀλλʼ ἀμφίβολος ὢν ἐν αὐτοῖς ἐδέξατο τοῦ Λυσιμάχου τὴν πρόκλησιν, καὶ διενείμαντο τὰς πόλεις καὶ τὴν χώραν πρὸς ἀλλήλους.
τοῦτο δὲ ὤνησε μὲν ἐν τῷ παρόντι καὶ κατέπαυσε τὸν πόλεμον αὐτοῖς, ὀλίγῳ δὲ ὕστερον ἔγνωσαν οὐκ ἀπαλλαγὴν ἔχθρας, ἀλλʼ ἐγκλημάτων καὶ διαφορᾶς ἀρχὴν πεποιημένοι τὴν νέμησιν. οἷς γάρ οὐ πέλαγος, οὐκ ὄρος, οὐκ ἀοίκητος ἐρημία πέρας ἐστὶ πλεονεξίας, οὐδʼ οἱ διαιροῦντες Εὐρώπην καὶ Ἀσίαν τέρμονες ὁρίζουσι τὰς ἐπιθυμίας, πῶς ἂν ἁπτόμενοι καὶ ψαύοντες ἀλλήλων ἀτρεμοῖεν ἐν τοῖς παροῦσι μὴ ἀδικοῦντες,
οὐκ ἔστιν εἰπεῖν, ἀλλὰ πολεμοῦσι μὲν ἀεί, τὸ ἐπιβουλεύειν καὶ φθονεῖν ἔμφυτον ἔχοντες, δυεῖν δὲ ὀνομάτων, ὥσπερ νομισμάτων, πολέμου καὶ εἰρήνης, τῷ παρατυχόντι χρῶνται πρὸς τὸ συμφέρον, οὐ πρὸς τὸ δίκαιον, ἐπεὶ βελτίους γε πολεμεῖν ὁμολογοῦντές εἰσιν ἢ τῆς ἀδικίας τὸ ἀργοῦν καὶ σχολάζον δικαιοσύνην καὶ φιλίαν ὀνομάζοντες.
ἐδήλωσε δὲ ὁ Πύρρος· ἐμποδὼν γάρ αὐξομένῳ τῷ Δημητρίῳ πάλιν ἱστάμενος, καὶ κωλύων τὴν δύναμιν ὥσπερ ἐξ ἀρρωστίας μεγάλης ἀναλαμβάνουσαν, ἐβοήθει τοῖς Ἕλλησι καὶ παρῆλθεν εἰς τὰς Ἀθήνας, ἀναβὰς δὲ εἰς τὴν ἀκρόπολιν καὶ θύσας τῇ θεῷ καὶ καταβὰς αὐθημερὸν ἀγαπᾶν μὲν ἔφησε τοῦ δήμου τὴν πρὸς αὐτὸν εὔνοιαν καὶ πίστιν, ἂν μέντοι σωφρονῶσι μηδένα τῶν βασιλέων ἔτι παρήσειν αὐτοὺς εἰς τὴν πόλιν μηδὲ τὰς πύλας ἀνοίξειν·
ἐκ τούτου καὶ πρὸς Δημήτριον εἰρήνην ἐποιήσατο, καὶ μετʼ ὀλίγον χρόνον, εἰς Ἀσίαν ἀπάραντος αὐτοῦ, πάλιν πεισθεὶς ὑπὸ Λυσιμάχου Θετταλίαν ἀφίστη καὶ ταῖς Ἑλληνικαῖς φρουραῖς προσεπολέμει, βελτίοσι χρώμενος τοῖς Μακεδόσι στρατευομένοις ἢ σχολάζουσι, καὶ ὅλως αὐτὸς οὐκ ἐν πρὸς ἡσυχίαν πεφυκώς. τέλος δὲ Δημητρίου καταπολεμηθέντος ἐν Συρίᾳ Λυσίμαχος ἐπʼ ἀδείας γενόμενος καὶ σχολάζων εὐθὺς ἐπὶ τὸν Πύρρον ὥρμησε.
καὶ καθημένου περὶ τὴν Ἔδεσσαν αὐτοῦ ταῖς ἀγοραῖς κομιζομέναις ἐπιπεσὼν καὶ κρατήσας ἀπορίαν πρῶτον αὐτῷ περιέστησεν, εἶτα γράμμασι καὶ λόγοις διέφθειρε τοὺς πρώτους τῶν Μακεδόνων, ὀνειδίζων εἰ ξένον ἄνδρα καὶ προγόνων ἀεὶ δεδουλευκότων Μακεδόσι δεσπότην ἑλόμενοι τοὺς Ἀλεξάνδρου φίλους καὶ συνήθεις ἀπωθοῦσι Μακεδονίας.
ἀναπειθομένων δὲ πολλῶν δείσας ὁ Πύρρος ἀπηλλάγη μετὰ τῆς Ἠπειρωτικῆς καὶ συμμαχικῆς δυνάμεως, ἀποβαλὼν Μακεδονίαν ᾧ τρόπῳ παρέλαβεν. ὅθεν οὐδʼ αἰτιᾶσθαι τοὺς πολλοὺς ἔχουσιν οἱ βασιλεῖς μετατιθεμένους πρὸς τὸ συμφέρον ἐκείνους γάρ αὐτοὺς ταῦτα μιμοῦνται ποιοῦντες, ἀπιστίας καὶ προδοσίας διδασκάλους ὄντας, καὶ πλεῖστα νομίζοντας ὠφελεῖσθαι τὸν ἐλάχιστα τῷ δικαίῳ χρώμενον.
Chapter 13
τότε δ’ οὖν εἷς Ἤπειρον ἐκπεσόντι τῷ Πύρρῳ καὶ προεμένῳ Μακεδονίαν ἡ μὲν τύχη παρεῖχε χρῆσθαι τοῖς παροῦσιν ἀπραγμόνως καὶ ζῆν ἐν εἰρήνῃ βασιλεύοντα τῶν οἰκείων· ὁ δὲ τὸ μὴ παρέχειν ἑτέροις κακὰ μηδὲ ἔχειν ὑφʼ ἑτέρων ἄλυν τινὰ ναυτιώδη νομίζων, ὥσπερ ὁ Ἀχιλλεὺς οὐκ ἔφερε τὴν σχολήν, ἀλλὰ φθινύθεσκε φίλον κῆρ αὖθι μένων, ποθέεσκε δ’ ἀυτήν τε πτόλεμόν τε. δεόμενος δ’ οὖν ἔλαβε πραγμάτων καινῶν τοιαύτην ὑπόθεσιν.
Ῥωμαῖοι Ταραντίνοις ἐπολέμουν· οἱ δὲ μήτε φέρειν τὸν πόλεμον δυνάμενοι μήτε θέσθαι θρασύτητι καὶ μοχθηρίᾳ δημαγωγῶν, ἐβουλεύοντο ποιεῖσθαι Πύρρον ἡγεμόνα καὶ καλεῖν ἐπὶ τὸν πόλεμον ὡς σχολὴν ἄγοντα πλείστην τῶν βασιλέων καὶ στρατηγὸν ὄντα δεινότατον. τῶν δὲ πρεσβυτέρων καὶ νοῦν ἐχόντων πολιτῶν οἱ μὲν ἄντικρυς ἐνιστάμενοι πρὸς τὴν γνώμην ἐξέπιπτον ὑπὸ κραυγῆς καὶ βίας τῶν πολεμοποιῶν, οἱ δὲ ταῦτα ὁρῶντες ἀπέλειπον τὰς ἐκκλησίας.
εἷς δέ τις ἀνήρ ἐπιεικὴς, Μέτων ὄνομα, τῆς ἡμέρας ἐκείνης ἐν ᾗ τὸ δόγμα κυροῦν ἔμελλον ἐνστάσης καὶ τοῦ δήμου καθεζομένου, λαβὼν στέφανον τῶν ἑώλων καὶ λαμπάδιον, ὥσπερ οἱ μεθύοντες, αὐλητρίδος ὑφηγουμένης αὐτῷ πρὸς τὴν ἐκκλησίαν ἐκώμαζεν. οἷα δὲ ἐν ὄχλῳ δημοκρατίας κόσμον οὐκ ἐχούσης οἱ μὲν ἐκρότουν ἰδόντες, οἱ δὲ ἐγέλων, ἐκώλυε δὲ οὐδείς, ἀλλὰ καὶ τὸ γύναιον αὐλεῖν κἀκεῖνον ᾅδειν ἐκέλευον εἷς μέσον εἰς μέσον with Blass and most MSS: μέσον. προελθόντα· προελθόντα Blass, after Reiske: προσελθόντα. καὶ τοῦτο ποιήσων ἐπίδοξος ἦν.
γενομένης δὲ σιωπῆς ἄνδρες, ἔφη, Ταραντῖνοι, καλῶς ποιεῖτε παίζειν καὶ κωμάζειν, ἕως ἔξεστι, τοῖς βουλομένοις μὴ φθονοῦντες. ἐὰν δὲ σωφρονῆτε, καὶ πάντες ἀπολαύσετε ἔτι τῆς ἐλευθερίας, ὡς ἕτερα πράγματα καὶ βίον καὶ δίαιταν ἕξοντες ὅταν Πύρρος εἷς τὴν πόλιν παραγένηται. ταῦτα ῥηθέντα τοὺς πολλοὺς ἔπεισε τῶν Ταραντίνων, καὶ θροῦς διέδραμε τῆς ἐκκλησίας ὡς εὖ λεγομένων.
οἱ δὲ τοὺς Ῥωμαίους δεδιότες, μὴ γενομένης εἰρήνης ἐκδοθῶσι, τόν τε δῆμον ἐλοιδόρουν εἰ φέρει πράως ἐπικωμαζόμενος οὕτως ἀσελγῶς καὶ παροινούμένος, τόν τε Μέτωνα συστραφέντες ἐξέβαλον. οὕτω δὲ τοῦ δόγματος κυρίου γενομένου πρέσβεις ἔπεμψαν εἷς Ἤπειρον, οὐχ αὑτῶν μόνον, ἀλλὰ καὶ τῶν Ἰταλιωτῶν, δῶρα τῷ Πύρρῳ κομίζοντας καὶ λέγοντας ὡς ἡγεμόνος ἔμφρονος δέονται καὶ δόξαν ἔχοντος,
δυνάμεις δὲ αὐτόθεν ὑπάρξουσι μεγάλαι παρά τε Λευκανῶν καὶ Μεσσαπίων καὶ Σαυνιτῶν καὶ Ταραντίνων εἷς δισμυρίους ἱππεῖς, πεζῶν δὲ ὁμοῦ πέντε καὶ τριάκοντα μυριάδας. ταῦτα οὐ μόνον αὐτὸν ἐπῆρε τὸν Πύρρον, ἀλλὰ καὶ τοῖς Ἠπειρώταις προθυμίαν ἐνέβαλε καὶ ὁρμὴν τῆς στρατείας.
Chapter 14
ἦν δέ τις Κινέας, Θεσσαλὸς ἀνήρ, τῷ μὲν φρονεῖν δοκῶν ἱκανὸς εἶναι, Δημοσθένους δὲ τοῦ ῥήτορος ἀκηκοὼς ἐδόκει μόνος ἐν μάλιστα μόνος εὖ μάλιστα Sintenis, with Sg; Bekker corrects εὖ to ἣ (alone or most), after Bryan and Reiske, and is followed by Blass; AC have μάλιστα εὖ μόνος. τῶν τότε λεγόντων οἷον ἐν εἰκόνι τῆς ἐκείνου δυνάμεως καὶ δεινότητος ἀναμιμνήσκειν τοὺς ἀκούοντας. συνὼν δὲ τῷ Πύρρῳ καὶ πεμπόμενος ἐπὶ τὰς πόλεις ἐβεβαίου τὸ Εὐριπίδειον, πᾶν γὰρ ἐξαιρεῖ λόγος ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν. (Phoenissae, 517 f., Kirchhoff.) ὅτι πᾶν ἐξαιρεῖ λόγος ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν.
ὁ γοῦν Πύρρος ἔλεγε πλείονας πόλεις ὑπὸ Κινέου τοῖς λόγοις ἢ τοῖς ὅπλοις ὑφʼ ἑαυτοῦ προσῆχθαι· καὶ διετέλει τὸν ἄνδρα τιμῶν ἐν τοῖς μάλιστα καὶ χρώμενος. οὗτος οὖν τὸν Πύρρον ὡρμημένον τότε ὁρῶν ἐπὶ τὴν Ἰταλίαν εἰς λόγους ἐπηγάγετο τοιούτους, ἰδὼν σχολάζοντα. πολεμισταὶ μέν, ὦ Πύρρε, Ῥωμαῖοι λέγονται καὶ πολλῶν ἐθνῶν μαχίμων ἄρχοντες· εἰ δὲ δοίη θεὸς περιγενέσθαι τῶν ἀνδρῶν, τί χρησόμεθα τῇ νίκῃ;
καὶ ὁ Πύρρος, ἐρωτᾷς, εἶπεν, ὦ Κινέα, πρᾶγμα φαινόμενον· οὔτε βάρβαρος ἡμῖν ἐκεῖ πόλις οὔτε Ἑλληνὶς ἀξιόμαχος Ῥωμαίων κρατηθέντων, ἀλλʼ ἕξομεν εὐθὺς Ἰταλίαν ἅπασαν, ἧς μέγεθος καὶ ἀρετὴν καὶ δύναμιν ἄλλῳ πού τινι μᾶλλον ἀγνοεῖν ἢ σοὶ προσήκει. μικρὸν οὖν ἐπισχὼν ὁ Κινέας, Ἰταλίαν δέ, εἶπεν, ὦ βασιλεῦ, λαβόντες, τί ποιήσομεν;
καὶ ὁ Πύρρος οὔπω τὴν διάνοιαν αὐτοῦ καθ ὁρῶν, ἐγγύς, εἶπεν, ἡ Σικελία χεῖρας ὀρέγει, νῆσος εὐδαίμων καὶ πολυάνθρωπος, ἁλῶναι δὲ ῥᾴστη· στάσις γάρ, ὦ Κινέα, πάντα νῦν ἐκεῖνα καὶ ἀναρχία πόλεων καὶ δημαγωγῶν ὀξύτης Ἀγαθοκλέους ἐκλελοιπότος εἰκότα, ἔφη, λέγεις, ὁ Κινέας· ἀλλʼ ἦ τοῦτο πέρας ἡμῖν τῆς στρατείας, λαβεῖν Σικελίαν;
θεός, ἔφη ὁ Πύρρος, νικᾶν διδῴη καὶ κατορθοῦν· τούτοις δὲ προάγωσι χρησόμεθα πραγμάτων μεγάλων. τίς γὰρ ἂν ἀπόσχοιτο Λιβύης καὶ Καρχηδόνος ἐν ἐφικτῷ γενομένης, ἣν Ἀγαθοκλῆς ἀποδρὰς ἐκ Συρακουσῶν κρύφα καὶ περάσας ναυσὶν ὀλίγαις λαβεῖν παρʼ οὐδὲν ἦλθεν; ὅτι δὲ τούτων κρατήσασιν ἡμῖν οὐδεὶς ἀντιστήσεται τῶν νῦν ὑβριζόντων πολεμίων, τί ἂν λέγοι τις;
οὐδέν, ὁ Κινέας εἶπε· δῆλον γὰρ ὅτι καὶ Μακεδονίαν ἀναλαβεῖν καὶ τῆς Ἑλλάδος ἄρχειν ὑπάρξει βεβαίως ἀπὸ τηλικαύτης δυνάμεως, γενομένων δὲ πάντων ὑφʼ ἡμῖν, τί ποιήσομεν; καὶ ὁ Πύρρος ἐπιγελάσας, σχολήν, ἔφη, ἄξομεν πολλήν, καὶ κώθων, ὦ μακάριε, καθημερινὸς ἔσται, καὶ διὰ λόγων συνόντες ἀλλήλους εὐφρανοῦμεν.
ἐνταῦθα δὴ τῶν λόγων καταστήσας τὸν Πύρρον ὁ Κινέας, εἶτα, ἔφη, τί νῦν ἐμποδών ἐστιν ἡμῖν βουλομένοις κώθωνι χρῆσθαι καὶ σχολάζειν μετʼ ἀλλήλων, εἰ ταῦτα ἔχομεν ἤδη καὶ πάρεστιν ἀπραγμόνως ἐφʼ ἃ διʼ αἵματος καὶ πόνων μεγάλων καὶ κινδύνων μέλλομεν ἀφίξεσθαι, πολλὰ καὶ δράσαντες ἑτέρους κακὰ καὶ παθόντες;
τούτοις τοῖς λόγοις ἠνίασε μᾶλλον ἢ μετέθηκε τὸν Πύρρον ὁ Κινέας, νοήσαντα μὲν ὅσην ἀπέλειπεν εὐδαιμονίαν, ὧν δὲ ὠρέγετο τὰς ἐλπίδας ἀφεῖναι μὴ δυνάμενον.
Chapter 15
πρῶτον μὲν οὖν ἀπέστειλε τὸν Κινέαν τοῖς Ταραντίνοις στρατιώτας ἄγοντα τρισχιλίους· ἔπειτα πολλῶν ἱππηγῶν καὶ καταφράκτων καὶ πορθμείων παντοδαπῶν ἐκ Τάραντος κομισθέντων ἐνεβίβαζεν ἐλέφαντας εἴκοσι καὶ τρισχιλίους ἱππεῖς, πεζοὺς δὲ δισμυρίους καὶ δισχιλίους τοξότας καὶ σφενδονήτας πεντακοσίους, γενομένων δὲ πάντων ἑτοίμων ἀναχθεὶς ἔπλει· καὶ μέσον ἔχων τὸν Ἰόνιον ἁρπάζεται βορέᾳ ἀνέμῳ παρʼ ὥραν ἐκραγέντι.
καὶ βιασθεὶς αὐτὸς μὲν ἀρετῇ καὶ προθυμίᾳ ναυτῶν καὶ κυβερνητῶν ἐξανέφερε καὶ προσανῆγε τῇ γῇ πολυπόνως καὶ παραβόλως, τοῦ δὲ ἄλλου στόλου συγχυθέντος καὶ τῶν νεῶν σκεδασθεισῶν αἱ μὲν ἀποσφαλεῖσαι τῆς Ἰταλίας ἐξεώσθησαν εἰς τὸ Λιβυκὸν καὶ Σικελικὸν πέλαγος, τὰς δὲ ὑπερβαλεῖν μὴ δυνηθείσας ἄκραν Ἰαπυγίαν νύξ τε κατελάμβανε, καὶ πολλὴ καὶ χαλεπὴ θάλασσα παίουσα πρὸς χωρία δύσορμα καὶ τυφλὰ πάσας διέφθειρε πλὴν τῆς βασιλικῆς.
αὕτη δὲ πλαγίου πλαγίου with Sintenis1, Blass, and the MSS.: πελαγίου. μὲν ἔτι ὄντος τοῦ κύματος ἠμύνετο καὶ διέφευγε μεγέθει καὶ ῥώμῃ τὰς ἐπιβολὰς τῆς θαλάσσης· ἐπεὶ δὲ περιελθὸν ἀπὸ γῆς ἀπήντα τὸ πνεῦμα καὶ κίνδυνον εἶχεν ἡ ναῦς ἀντίπρῳρος ἱσταμένη πρὸς κλύδωνα πολὺν διαρραγῆναι, τὸ δὲ ἐφέντας αὖθις ἠγριωμένῳ πελάγει καὶ πνεύματι τροπὰς λαμβάνοντι παντοδαπὰς φέρεσθαι φοβερώτερον ἐφαίνετο τῶν παρόντων κακῶν, ἄρας ὁ Πύρρος αὑτὸν ἀφῆκεν εἰς θάλασσαν,
καὶ τῶν φίλων καὶ τῶν δορυφόρων εὐθὺς ἦν ἅμιλλα καὶ προθυμίᾳ περὶ αὐτόν. ἡ δὲ νύξ καὶ τὸ κῦμα μετὰ ψόφου μεγάλου καὶ τραχείας ἀνακοπῆς χαλεπὴν ἐποίει τὴν βοήθειαν, ὥστε μόλις ἡμέρας ἤδη μαραινομένου τοῦ πνεύματος ἐκπεσεῖν αὑτὸν ἐπὶ τὴν γῆν, τῷ μὲν σώματι παντάπασιν ἀδυνάτως ἔχοντα, τόλμῃ δὲ καὶ ῥώμῃ τῆς ψυχῆς ἀνταίροντα πρὸς τὴν ἀπορίαν.
ἅμα δὲ οἵ τε Μεσσάπιοι, καθʼ οὓς ἐξεβράσθη, συνέθεον βοηθοῦντες ἐκ τῶν παρόντων προθύμως, καὶ προσεφέροντο τῶν σῳζομένων ἔνιαι νεῶν, ἐν αἷς ἦσαν ἱππεῖς μὲν ὀλίγοι παντάπασι πεζοὶ δὲ δισχιλίων ἐλάττους, ἐλέφαντες δὲ δύο.
Chapter 16
τούτους ἀναλαβὼν ὁ Πύρρος ἐβάδιζεν εἰς Τάραντα. καὶ τοῦ Κινέου προαγαγόντος εἰς ἀπάντησιν, ὡς ᾔσθετο, τοὺς στρατιώτας, παρελθὼν οὐδὲν ἀκόντων οὐδὲ πρὸς βίαν ἔπραττε τῶν Ταραντίνων, ἕως ἀνεσώθησαν αἱ νῆες ἐκ τῆς θαλάττης καὶ συνῆλθεν ἡ πλείστη τῆς δυνάμεως.
τηνικαῦτα δὲ ὁρῶν τὸ πλῆθος ἄνευ μεγάλης ἀνάγκης μήτε σώζεσθαι δυνάμενον μήτε σῴζειν, ἀλλʼ οἷον ἐκείνου προπολεμοῦντος οἴκοι καθῆσθαι περὶ λουτρὰ καὶ συνουσίας γενόμενον, ἀπέκλεισε μὲν τὰ γυμνάσια καὶ τοὺς περιπάτους, ἐν οἷς ἀλύοντες ὑπὲρ τῶν πραγμάτων λόγῳ διεστρατήγουν, πότους δὲ καὶ κώμους καὶ θαλίας ἀκαίρους ἀνεῖλεν, ἐκάλει δὲ πρὸς τὰ ὅπλα, καὶ περὶ τοὺς καταλόγους τῶν στρατευομένων ἀπαραίτητος ἦν καὶ λυπηρός, ὥστε πολλοὺς ἐκ τῆς πόλεως ἀπελθεῖν ἀηθείᾳ τοῦ ἄρχεσθαι δουλείαν τὸ μὴ πρὸς ἡδονὴν ζῆν καλοῦντας.
ἐπεὶ δὲ Λαιβῖνος ὁ τῶν Ῥωμαίων ὕπατος ἠγγέλλετο πολλῇ στρατιᾷ χωρεῖν ἐπʼ αὑτὸν ἅμα τὴν Λευκανίαν διαπορθῶν, οὐδέπω μὲν οἱ σύμμαχοι παρῆσαν αὐτῷ, δεινὸν δὲ ποιούμενος κήρυκα πρὸς τοὺς Ῥωμαίους, εἰ φίλον ἀνασχέσθαι καὶ περιιδεῖν τοὺς πολεμίους ἐγγυτέρω προϊόντας ἐξῆλθε μετὰ τῆς δυνάμεως, προπέμψας ἐστὶν αὐτοῖς πρὸ πολέμου δίκας λαβεῖν παρὰ τῶν Ἰταλιωτῶν, αὐτῷ δικαστῇ καὶ διαλλακτῇ χρησαμένους.
ἀποκριναμένου δὲ τοῦ Λαιβίνου μήτε διαλλακτὴν Πύρρον αἱρεῖσθαι Ῥωμαίους μήτε δεδοικέναι πολέμιον, προελθὼν κατεστρατοπέδευσεν ἐν τῷ μεταξὺ πεδίῳ Πανδοσίας πόλεως καὶ Ἡρακλείας. πυθόμενος δὲ τοὺς Ῥωμαίους ἐγγὺς εἶναι καὶ πέραν τοῦ Σίριος ποταμοῦ κατεστρατοπέδευσεν, προσίππευσε τῷ ποταμῷ θέας ἕνεκα· καὶ κατιδὼν τάξιν τε καὶ φυλακὰς καὶ κόσμον αὐτῶν καὶ τὸ σχῆμα τῆς στρατοπεδείας ἐθαύμασε,
καὶ τῶν φίλων προσαγορεύσας τὸν ἐγγυτάτω, τάξις μέν, εἶπεν, ὦ Μεγάκλεις, αὕτη τῶν βαρβάρων οὐ βάρβαρος, τὸ δὲ ἔργον εἰσόμεθα. καὶ διὰ φροντίδος ἔχων ἤδη τὸ μέλλον ἔγνω τοὺς συμμάχους ἀναμένειν, τοῖς δὲ Ῥωμαίοις, ἂν πρότερον ἐπιχειρῶσι διαβαίνειν, ἐπέστησε φυλακὴν ὑπὲρ τοῦ ποταμοῦ τὴν εἴρξουσαν.
οἱ δέ, ἅπερ ἐκεῖνος ἔγνω περιμένειν, φθῆναι σπεύδοντες, ἐνεχείρουν τῇ διαβάσει, κατὰ πόρον μὲν οἱ πεζοί, πολλαχόθεν δὲ οἱ ἱππεῖς διεξελαύνοντες τὸν ποταμόν, ὥστε δείσαντας τὴν κύκλωσιν ἀναχωρεῖν τοὺς Ἕλληνας, αἰσθόμενον δὲ τὸν Πύρρον καὶ διαταραχθέντα τοῖς μὲν ἡγεμόσι τοῦ πεζοῦ παρεγγυᾶν εὐθὺς εἰς τάξιν καθίστασθαι καὶ περιμένειν ἐν τοῖς ὅπλοις, αὑτὸν δὲ τοῖς ἱππεῦσι παρεξελάσαι τρισχιλίοις οὖσιν, ἐλπίζοντα διαβαίνοντας ἔτι καὶ διεσπασμένους ἀτάκτους λήψεσθαι τοὺς Ῥωμαίους.
ἐπεὶ δ’ ἑώρα θυρεούς τε πολλοὺς ὑπερφαινομένους τοῦ ποταμοῦ καὶ τοὺς ἱππεῖς ἐπελαύνοντας ἐν τάξει, συστρέψας ἐνέβαλε πρῶτος, αὐτόθεν τε περίοπτος ὢν ὅπλων κάλλει καὶ λαμπρότητι κεκοσμημένων περιττῶς, καὶ τὴν δόξαν ἐπιδεικνύμενος ἔργοις οὐκ ἀποδέουσαν αὐτοῦ τῆς ἀρετῆς· μάλιστα δὲ ὅτι τὰς χεῖρας καὶ τὸ σῶμα παρέχων τῷ ἀγῶνι καὶ τοὺς καθʼ αὑτὸν ἀμυνόμενος ἐρρωμένως οὐ συνεχεῖτο τὸν λογισμὸν οὐδὲ τοῦ φρονεῖν ἐξέπιπτεν,
ἀλλʼ ὥσπερ ἔξωθεν ἐφορῶν διεκυβέρνα τὸν πόλεμον, αὐτὸς μεταθέων ἑκασταχόσε καὶ παραβοηθῶν τοῖς ἐκβιάζεσθαι δοκοῦσιν. ἔνθα δὴ Λεοννάτος ὁ Μακεδὼν ἄνδρα κατιδὼν Ἰταλὸν ἐπέχοντα τῷ Πύρρῳ καὶ τὸν ἵππον ἀντιπαρεξάγοντα καὶ συμμεθιστάμενον ἀεὶ καὶ συγκινούμενον, ὁρᾷς, εἶπεν, ὦ βασιλεῦ, τὸν βάρβαρον ἐκεῖνον, ὃν ὁ μέλας ἵππος ὁ λευκόπους φέρει; μέγα τι βουλευομένῳ καὶ δεινὸν ὅμοιός ἐστι.
σοὶ γὰρ ἐνορᾷ καὶ πρὸς σὲ τέταται πνεύματος μεστὸς ὢν καὶ θυμοῦ, τοὺς δὲ ἄλλους ἐᾷ χαίρειν. ἀλλὰ σὺ φυλάττου τὸν ἄνδρα καὶ ὁ Πύρρος ἀπεκρίνατο, τὸ μὲν εἱμαρμένον, ὦ Λεοννάτε, διαφυγεῖν ἀδύνατον· χαίρων δὲ οὔτε οὗτος οὔτʼ ἄλλος τις Ἰταλῶν εἰς χεῖρας ἡμῖν σύνεισιν. ἔτι ταῦτα προσδιαλεγομένων ὁ Ἰταλὸς διαλαβὼν τὸ δόρυ καὶ συστρέψας τὸν ἵππον ὥρμησεν ἐπὶ τὸν Πύρρον.
εἶτα ἅμα παίει μὲν αὐτὸς τῷ δόρατι τοῦ βασιλέως τὸν ἵππον, παίει δὲ τὸν ἐκείνου παραβαλὼν ὁ Λεοννάτος. ἀμφοτέρων δὲ τῶν ἵππων πεσόντων τὸν μὲν Πύρρον οἱ φίλοι περισχόντες ἀνήρπασαν, τὸν δὲ Ἰταλὸν μαχόμενον διέφθειραν. ἦν δὲ τῷ γένει Φρεντανός, ἴλης ἡγεμών, Ὄπλακος ὄνομα.
Chapter 17
τοῦτο δὲ ἐδίδαξε τὸν Πύρρον μᾶλλον φυλάττεσθαι· καὶ τοὺς ἱππεῖς ὁρῶν ἐνδιδόντας μετεπέμπετο τὴν φάλαγγα καὶ παρέταττεν, αὐτὸς δὲ τὴν χλαμύδα καὶ τὰ ὅπλα παραδοὺς ἑνὶ τῶν ἑταίρων Μεγακλεῖ, τοῖς δὲ ἐκείνου τρόπον τινὰ κατακρύψας ἑαυτόν ἐπῆγε τοῖς Ῥωμαίοις. δεξαμένων δὲ ἐκείνων καὶ συμβαλόντων χρόνον τε πολὺν εἱστήκει τὰ τῆς μάχης ἄκριτα, καὶ τροπὰς ἑπτὰ λέγεται φευγόντων ἀνάπαλιν καὶ διωκόντων γενέσθαι.
καὶ γὰρ ἡ διάμειψις τῶν ὅπλων ἐν καιρῷ πρὸς σωτηρίαν αὐτοῦ γεγονυῖα τοῦ βασιλέως ὀλίγον ἐδέησεν ἀνατρέψαι τὰ πράγματα καὶ διαφθεῖραι τὴν νίκην. πολλῶν γάρ ἐφιεμένων τοῦ Μεγακλέους, ὁ πρῶτος πατάξας καὶ καταβαλὼν αὐτόν, ὄνομα Δεξόος, ἀφαρπάσας τὸ κράνος καὶ τὴν χλαμύδα τῷ Λαιβίνῳ προσίππευσεν ἀναδεικνύων ἅμα καὶ βοῶν ἀνῃρηκέναι τὸν Πύρρον.
ἦν οὖν παρὰ τὰς τάξεις τῶν λαφύρων παραφερομένων καὶ ἀναδεικνυμένων τοῖς τε Ῥωμαίοις χαρὰ μετʼ ἀλαλαγμοῦ καὶ τοῖς Ἕλλησιν ἀθυμία καὶ κατάπληξις,…
Δ…
The complete text is available when the reading interface loads.