The Greek Library Author

Plutarch

Λύσανδρος

Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος

Scientific editors
Bernadotte Perrin
Edition reference
Plutarch's Lives · Cambridge, MA · Harvard University Press · 1916
CTS identifier
urn:cts:greekLit:tlg0007.tlg032.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 1

ὁ Ἀκανθίων θησαυρὸς ἐν Δελφοῖς ἐπιγραφὴν ἔχει τοιαύτην· Βρασίδας καὶ Ἀκάνθιοι ἀπʼ Ἀθηναίων· διὸ καὶ πολλοὶ τὸν ἐντὸς ἑστῶτα τοῦ οἴκου παρὰ ταῖς θύραις λίθινον ἀνδριάντα Βρασίδου νομίζουσιν εἶναι. Λυσάνδρου δέ ἐστιν εἰκονικός, εὖ μάλα κομῶντος ἔθει τῷ παλαιῷ καὶ πώγωνα καθειμένου γενναῖον.

οὐ γάρ, ὡς ἔνιοί φασιν, Ἀργείων μετὰ τὴν μεγάλην ἧτταν ἐπὶ πένθει καρέντων οἱ Σπαρτιᾶται πρὸς τὸ ἀντίπαλον αὐτοῖς τὰς κόμας ἀγαλλόμενοι τοῖς πεπραγμένοις ἀνῆκαν, οὐδὲ Βακχιαδῶν τῶν ἐκ Κορίνθου φυγόντων εἰς Λακεδαίμονα ταπεινῶν καὶ ἀμόρφων διὰ τὸ κείρασθαι τὰς κεφαλὰς φανέντων εἰς ζῆλον αὐτοὶ τοῦ κομᾶν ἦλθον, ἀλλὰ καὶ τοῦτο Λυκούργειόν ἐστι. καί φασιν αὐτὸν εἰπεῖν ὡς ἡ κόμη τοὺς μὲν καλοὺς εὐπρεπεστέρους ὁρᾶσθαι ποιεῖ, τοὺς δὲ αἰσχροὺς φοβερωτέρους.

Chapter 2

λέγεται δὲ ὁ Λυσάνδρου πατὴρ Ἀριστόκλειτος οἰκίας μὲν οὐ γενέσθαι βασιλικῆς, ἄλλως δὲ γένους εἶναι τοῦ τῶν Ἡρακλειδῶν. ἐτράφη δὲ ὁ Λύσανδρος ἐν πενίᾳ, καὶ παρέσχεν ἑαυτὸν εὔτακτον, ὡς εἴ τις ἄλλος, πρὸς τοὺς ἐθισμοὺς καὶ ἀνδρώδη καὶ κρείττονα πάσης ἡδονῆς, πλὴν εἴ τινα τιμωμένοις καὶ κατορθοῦσιν αἱ καλαὶ πράξεις ἐπιφέρουσι. ταύτης δὲ οὐκ αἰσχρόν ἐστιν ἡττᾶσθαι τοὺς νέους ἐν Σπάρτῃ.

βούλονται γὰρ εὐθὺς ἐξ ἀρχῆς πάσχειν τι τοὺς παῖδας αὐτῶν πρὸς δόξαν, ἀλγυνομένους τε τοῖς ψόγοις καὶ μεγαλυνομένους ὑπὸ τῶν ἐπαίνων· ὁ δὲ ἀπαθὴς καὶ ἀκίνητος ἐν τούτοις ὡς ἀφιλότιμος πρὸς ἀρετὴν καὶ ἀργὸς καταφρονεῖται. τὸ μὲν οὖν φιλότιμον αὐτῷ καὶ φιλόνεικον ἐκ τῆς Λακωνικῆς παρέμεινε παιδείας ἐγγενόμενον, καὶ οὐδέν τι μέγα χρὴ τὴν φύσιν ἐν τούτοις αἰτιᾶσθαι·

θεραπευτικὸς δὲ τῶν δυνατῶν μᾶλλον ἢ κατὰ Σπαρτιάτην φύσει δοκεῖ γενέσθαι, καὶ βάρος ἐξουσίας διὰ χρείαν ἐνεγκεῖν εὔκολος· ὃ πολιτικῆς δεινότητος οὐ μικρὸν ἔνιοι ποιοῦνται μέρος. Ἀριστοτέλης δὲ τὰς μεγάλας φύσεις ἀποφαίνων μελαγχολικάς, ὡς τὴν Σωκράτους καὶ Πλάτωνος καὶ Ἡρακλέους, ἱστορεῖ καὶ Λύσανδρον οὐκ εὐθύς, ἀλλὰ πρεσβύτερον ὄντα τῇ μελαγχολίᾳ περιπεσεῖν.

ἴδιον δὲ αὐτοῦ μάλιστα τὸ καλῶς πενίαν φέροντα, καὶ μηδαμοῦ κρατηθέντα μηδὲ διαφθαρέντα χρήμασιν αὐτόν, ἐμπλῆσαι τὴν πατρίδα πλούτου καὶ φιλοπλουτίας καὶ παῦσαι θαυμαζομένην ἐπὶ τῷ μὴ θαυμάζειν πλοῦτον, εἰσάγοντα χρυσίου καὶ ἀργυρίου πλῆθος μετὰ τὸν Ἀττικὸν πόλεμον, ἑαυτῷ δὲ μηδεμίαν δραχμὴν ὑπολειπόμενον.

Διονυσίου δὲ τοῦ τυράννου πέμψαντος αὐτοῦ ταῖς θυγατράσι πολυτελῆ χιτώνια τῶν Σικελῶν, οὐκ ἔλαβεν, εἰπὼν φοβεῖσθαι μὴ διὰ ταῦτα μᾶλλον αἰσχραὶ φανῶσιν. ἀλλʼ ὀλίγον ὕστερον πρὸς τὸν αὐτὸν τύραννον ἐκ τῆς αὐτῆς πόλεως ἀποσταλεὶς πρεσβευτής, προσπέμψαντος αὐτῷ δύο στολὰς ἐκείνου καὶ κελεύσαντος ἣν βούλεται τούτων ἑλόμενον τῇ θυγατρὶ κομίζειν, αὐτὴν ἐκείνην ἔφη βέλτιον αἱρήσεσθαι, καὶ λαβὼν ἀμφοτέρας ἀπῆλθεν.

Chapter 3

ἐπεὶ δὲ τοῦ Πελοποννησιακοῦ πολέμου μῆκος λαμβάνοντος, καὶ μετὰ τὴν ἐν Σικελία τῶν Ἀθηναίων κακοπραγίαν αὐτίκα μὲν ἐπιδόξων ὄντων ἐκπεσεῖσθαι τῆς θαλάττης, οὐ πολλῷ δὲ ὕστερον ἀπαγορεύσειν παντάπασιν, Ἀλκιβιάδης ἀπὸ τῆς φυγῆς ἐπιστὰς τοῖς πράγμασι μεγάλην μεταβολὴν ἐποίησε καὶ κατέστησε τοὺς ναυτικοὺς ἀγῶνας εἰς ἀντίπαλον αὐτοῖς,

δείσαντες οὖν οἱ Λακεδαιμόνιοι πάλιν καὶ γενόμενοι ταῖς προθυμίαις καινοὶ πρὸς τὸν πόλεμον, ὡς ἡγεμόνος τε δεινοῦ καὶ παρασκευῆς ἐρρωμενεστέρας δεόμενον, ἐκπέμπουσιν ἐπὶ τὴν τῆς θαλάττης ἡγεμονίαν Λύσανδρον. γενόμενος δʼ ἐν Ἐφέσῳ, καὶ τὴν πόλιν εὑρὼν εὔνουν μὲν αὑτῷ καὶ λακωνίζουσαν προθυμότατα, πράττουσαν δὲ τότε λυπρῶς καὶ κινδυνεύουσαν ἐκβαρβαρωθῆναι τοῖς Περσικοῖς ἔθεσι διὰ τὰς ἐπιμιξίας, ἅτε δὴ τῆς Λυδίας περικεχυμένης καὶ τῶν βασιλικῶν στρατηγῶν αὐτόθι τὰ πολλὰ διατριβόντων,

στρατόπεδον βαλόμενος καὶ τὰ πλοῖα πανταχόθεν ἕλκεσθαι κελεύσας ἐκεῖ τὰ φορτηγά, καὶ ναυπηγίαν τριήρων ἐκεῖ κατασκευασάμενος, ταῖς μὲν ἐμπορίαις τοὺς λιμένας αὐτῶν ἀνέλαβεν, ἐργασίαις δὲ τὴν ἀγοράν, χρηματισμῶν δὲ τοὺς οἴκους καὶ τὰς τέχνας ἐνέπλησεν, ὥστε πρῶτον ἀπʼ ἐκείνου τοῦ χρόνου τὴν πόλιν ἐν ἐλπίδι τοῦ περὶ αὐτὴν νῦν ὄντος ὄγκου καὶ μεγέθους διὰ Λύσανδρον γενέσθαι.

Chapter 4

πυθόμενος δὲ Κῦρον εἰς Σάρδεις ἀφῖχθαι τὸν βασιλέως υἱόν, ἀνέβη διαλεξόμενος αὐτῷ καὶ Τισαφέρνου κατηγορήσων, ὃς ἔχων πρόσταγμα Λακεδαιμονίοις βοηθεῖν καὶ τῆς θαλάσσης ἐξελάσαι τοὺς Ἀθηναίους, ἐδόκει διʼ Ἀλκιβιάδην ὑφιέμενος ἀπρόθυμος εἶναι καὶ γλίσχρως χορηγῶν τὸ ναυτικὸν φθείρειν.

ἦν δὲ καὶ Κύρῳ βουλομένῳ τὸν Τισαφέρνην ἐν αἰτίαις εἶναι καὶ κακῶς ἀκούειν, πονηρὸν ὄντα καὶ πρὸς αὐτὸν ἰδίᾳ διαφερόμενον. ἔκ τε δὴ τούτων καὶ τῆς ἄλλης συνδιαιτήσεως ὁ Λύσανδρος ἀγαπηθεὶς καὶ τῷ θεραπευτικῷ μάλιστα τῆς ὁμιλίας ἑλὼν τὸ μειράκιον ἐπέρρωσε πρὸς τὸν πόλεμον.

ἐπεὶ δὲ ἀπαλλάττεσθαι βουλόμενον αὐτὸν ἑστιῶν ὁ Κῦρος ἠξίου μὴ διωθεῖσθαι τὰς παρʼ αὐτοῦ φιλοφροσύνας, ἀλλʼ αἰτεῖν ὃ βούλοιτο καὶ φράζειν ὡς οὐδενὸς ἁπλῶς ἀποτευξόμενον, ὑπολαβὼν ὁ Λύσανδρος, ἐπεὶ τοίνυν, εἶπεν, οὕτως ἔχεις, ὦ Κῦρε, προθυμίας, αἰτοῦμαί σε καὶ παρακαλῶ προσθεῖναι τῷ μισθῷ τῶν ναυτῶν ὀβολόν, ὅπως τετρώβολον ἀντὶ τριωβόλου λαμβάνωσιν.

ἡσθεὶς οὖν ὁ Κῦρος ἐπὶ τῇ φιλοτιμίᾳ τοῦ ἀνδρὸς μυρίους αὐτῷ δαρεικοὺς ἔδωκεν, ἐξ ὧν ἐπιμετρήσας τὸν ὀβολὸν τοῖς ναύταις καὶ λαμπρυνάμενος ὀλίγῳ χρόνῳ τὰς ναῦς τῶν πολεμίων κενὰς ἐποίησεν. ἀπεφοίτων γὰρ οἱ πολλοὶ πρὸς τοὺς πλέον διδόντας, οἱ δὲ μένοντες ἀπρόθυμοι καὶ στασιώδεις ἐγίνοντο καὶ κακὰ παρεῖχον ὁσημέραι τοῖς στρατηγοῖς.

οὐ μὴν ἀλλὰ καίπερ οὕτως περισπάσας καὶ κακώσας τοὺς πολεμίους ὁ Λύσανδρος ὠρρώδει ναυμαχεῖν, δραστήριον ὄντα τὸν Ἀλκιβιάδην καὶ νεῶν πλήθει περιόντα καὶ μάχας καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν εἰς ἐκεῖνο χρόνου πάσας ἀήττητον ἠγωνισμένον δεδοικώς.

Chapter 5

ἐπεὶ δὲ ὁ μὲν Ἀλκιβιάδης εἰς Φωκαίαν ἐκ Σάμου διέπλευσεν ἐπὶ τοῦ στόλου καταλιπὼν Ἀντίοχον τὸν κυβερνήτην, ὁ δὲ Ἀντίοχος οἷον ἐφυβρίζων τῷ Λυσάνδρῳ καὶ θρασυνόμενος ἐπέπλευσε δυσὶ τριήρεσιν εἰς τὸν λιμένα τῶν Ἐφεσίων καὶ παρὰ τὸν ναύσταθμον γέλωτι καὶ πατάγῳ χρώμενος σοβαρῶς παρήλαυνεν, ἀγανακτήσας ὁ Λύσανδρος καὶ κατασπάσας τὸ πρῶτον οὐ πολλὰς τῶν τριήρων ἐδίωκεν αὐτόν, ἰδὼν δὲ αὖ τοὺς Ἀθηναίους βοηθοῦντας ἄλλας ἐπλήρου, καὶ τέλος ἐναυμάχουν συμπεσόντες.

ἐνίκα δὲ Λύσανδρος, καὶ πεντεκαίδεκα τριήρεις λαβὼν ἔστησε τρόπαιον. ἐπὶ τούτῳ τὸν Ἀλκιβιάδην ὁ μὲν ἐν ἄστει δῆμος ὀργισθεὶς ἀπεχειροτόνησεν, ὑπὸ δὲ τῶν ἐν Σάμῳ στρατιωτῶν ἀτιμαζόμενος καὶ κακῶς ἀκούων ἀπέπλευσεν εἰς Χερρόνησον ἐκ τοῦ στρατοπέδου. ταύτην μὲν οὖν τὴν μάχην, καίπερ οὐ μεγάλην τῇ πράξει γενομένην, ἡ τύχη διʼ Ἀλκιβιάδην ὀνομαστὴν ἐποίησεν.

ὁ δὲ Λύσανδρος ἀπὸ τῶν πόλεων εἰς Ἔφεσον μεταπεμπόμενος οὓς ἑώρα μάλιστα ταῖς τε τόλμαις καὶ τοῖς φρονήμασιν ὑπὲρ τοὺς πολλοὺς ὄντας, ἀρχὰς ὑπέσπειρε τῶν ὕστερον ἐπʼ αὐτοῦ γενομένων δεκαδαρχιῶν καὶ νεωτερισμῶν, προτρέπων καὶ παροξύνων ἑταιρικὰ συνίστασθαι καὶ προσέχειν τὸν νοῦν τοῖς πράγμασιν, ὡς ἅμα τῷ καταλυθῆναι τοὺς Ἀθηναίους τῶν τε δήμων ἀπαλλαξομένους καὶ δυναστεύσοντας ἐν ταῖς πατρίσι.

τούτων δὲ τὴν πίστιν ἑκάστῳ διʼ ἔργων παρεῖχε, τοὺς ἤδη γεγονότας φίλους αὐτῷ καὶ ξένους εἰς μεγάλα πράγματα καὶ τιμὰς καὶ στρατηγίας ἀνάγων, καὶ συναδικῶν καὶ συνεξαμαρτάνων αὐτὸς ὑπὲρ τῆς ἐκείνων πλεονεξίας, ὥστε προσέχειν ἅπαντας αὐτῷ καὶ χαρίζεσθαι καὶ ποθεῖν, ἐλπίζοντας οὐδενὸς ἀτυχήσειν τῶν μεγίστων ἐκείνου κρατοῦντος.

διὸ καὶ Καλλικρατίδαν οὔτʼ εὐθὺς ἡδέως εἶδον ἐλθόντα τῷ Λυσάνδρῳ διάδοχον τῆς ναυαρχίας, οὔτε, ὡς ὕστερον διδοὺς πεῖραν ἀνὴρ ἐφαίνετο πάντων ἄριστος καὶ δικαιότατος, ἠρέσκοντο τῷ τρόπῳ τῆς ἡγεμονίας ἁπλοῦν τι καὶ Δώριον ἐχούσης καὶ ἀληθινόν. ἀλλὰ τούτου μὲν τὴν ἀρετὴν ὥσπερ ἀγάλματος ἡρωϊκοῦ κάλλος ἐθαύμαζον, ἐπόθουν δὲ τὴν ἐκείνου σπουδὴν καὶ τὸ φιλέταιρον καὶ χρειῶδες ἐζήτουν, ὥστε ἀθυμεῖν ἐκπλέοντος αὐτοῦ καὶ δακρύειν.

Chapter 6

ὁ δὲ τούτους τε τῷ Καλλικρατίδᾳ δυσμενεστέρους ἐποίει ἔτι μᾶλλον, καὶ τῶν ὑπὸ Κύρου χρημάτων αὐτῷ δεδομένων εἰς τὸ ναυτικὸν τὰ περιόντα πάλιν εἰς Σάρδεις ἀνέπεμψεν, αὐτὸν αἰτεῖν, εἰ βούλοιτο, τὸν Καλλικρατίδαν καὶ σκοπεῖν ὅπως θρέψοι τοὺς στρατιώτας κελεύσας.

τέλος δὲ ἀποπλέων ἐμαρτύρατο πρὸς αὐτὸν ὅτι θαλασσοκρατοῦν τὸ ναυτικὸν παραδίδωσιν. ὁ δὲ βουλόμενος ἐλέγξαι τὴν φιλοτιμίαν ἀλαζονικὴν καὶ κενὴν οὖσαν, οὐκοῦν, ἔφη, λαβὼν ἐν ἀριστερᾷ Σάμον καὶ περιπλεύσας εἰς Μίλητον ἐκεῖ μοι παράδος τὰς τριήρεις· δεδιέναι γὰρ οὐ χρὴ παραπλέοντας ἡμᾶς τοὺς ἐν Σάμῳ πολεμίους, εἰ θαλασσοκρατοῦμεν.

πρὸς ταῦτα εἰπὼν ὁ Λύσανδρος ὅτι οὐκ αὐτός, ἀλλʼ ἐκεῖνος ἄρχοι τῶν νεῶν, ἀπέπλευσεν εἰς Πελοπόννησον, ἐν πολλῇ τὸν Καλλικρατίδαν ἀπορία καταλιπών. οὔτε γὰρ οἴκοθεν ἀφῖκτο χρήματα κομίζων, οὔτε τὰς πόλεις ἀργυρολογεῖν καὶ βιάζεσθαι μοχθηρὰ πραττούσας ὑπέμεινε.

λοιπὸν οὖν ἦν ἐπὶ θύρας ἰόντα τῶν βασιλέως στρατηγῶν, ὥσπερ Λύσανδρος, αἰτεῖν· πρὸς ὃ πάντων ἀφυέστατος ἐτύγχανεν, ἀνὴρ ἐλευθέριος καὶ μεγαλόφρων, καὶ πᾶσαν ὑφʼ Ἑλλήνων ἧτταν Ἕλλησιν ἡγούμενος εὐπρεπεστέραν εἶναι τοῦ κολακεύειν καὶ φοιτᾶν ἐπὶ θύρας ἀνθρώπων βαρβάρων, πολὺ χρυσίον, ἄλλο δʼ οὐδὲν καλὸν ἐχόντων.

ἐκβιαζόμενος δὲ ὑπὸ τῆς ἀπορίας, ἀναβὰς εἰς Λυδίαν εὐθὺς ἐπορεύετο εἰς τὴν οἰκίαν τοῦ Κύρου, καὶ φράζειν προσέταξεν ὅτι Καλλικρατίδας ὁ ναύαρχος ἥκει διαλεχθῆναι βουλόμενος αὐτῷ. τῶν δʼ ἐπὶ θύραις τινὸς εἰπόντος, ἀλλʼ οὐ σχολὴ νῦν, ὦ ξένε, Κύρῳ· πίνει γάρ, ἀφελέστατά πως ὁ Καλλικρατίδας, οὐδέν, ἔφη, δεινόν· αὐτοῦ γὰρ ἑστὼς ἀναμενῶ, μέχρι πίῃ.

τότε μὲν οὖν δόξας ἀγροῖκός τις εἶναι καὶ καταγελασθεὶς ὑπὸ τῶν βαρβάρων ἀπῆλθεν· ἐπεὶ δὲ καὶ δεύτερον ἐλθὼν ἐπὶ θύρας οὐ παρείθη, βαρέως ἐνεγκὼν εἰς Ἔφεσον ᾤχετο, πολλὰ μὲν ἐπαρώμενος κακὰ τοῖς πρώτοις ἐντρυφηθεῖσιν ὑπὸ βαρβάρων καὶ διδάξασιν αὐτοὺς ὑβρίζειν διὰ πλοῦτον,

ὀμνύων δὲ πρὸς τοὺς παρόντας ἦ μήν, ὅταν πρῶτον εἰς Σπάρτην παραγένηται, πάντα ποιήσειν ὑπὲρ τοῦ διαλυθῆναι τοὺς Ἕλληνας, ὡς φοβεροὶ τοῖς βαρβάροις εἶεν αὐτοὶ καὶ παύσαιντο τῆς ἐκείνων ἐπʼ ἀλλήλους δεόμενοι δυνάμεως.

Chapter 7

ἀλλὰ Καλλικρατίδας μὲν ἄξια τῆς Λακεδαίμονος διανοηθείς, καὶ γενόμενος τοῖς ἄκροις ἐνάμιλλος τῶν Ἑλλήνων διὰ δικαιοσύνην καὶ μεγαλοψυχίαν καὶ ἀνδρείαν, μετʼ οὐ πολὺν χρόνον ἐν Ἀργινούσαις καταναυμαχηθεὶς ἠφανίσθη. τῶν δὲ πραγμάτων ὑποφερομένων οἱ σύμμαχοι πρεσβείαν πέμποντες εἰς Σπάρτην ᾐτοῦντο Λύσανδρον ἐπὶ τὴν ναυαρχίαν, ὡς πολὺ προθυμότερον ἀντιληψόμενοι τῶν πραγμάτων ἐκείνου στρατηγοῦντος.

τὰ δὲ αὐτὰ καὶ Κῦρος ἀξιῶν ἐπέστελλεν. ἐπεὶ δὲ νόμος ἦν οὐκ ἐῶν δὶς τὸν αὐτὸν ναυαρχεῖν, ἐβούλοντό τε χαρίζεσθαι τοῖς συμμάχοις οἱ Λακεδαιμόνιοι, τὸ μὲν ὄνομα τῆς ναυαρχίας Ἀράκῳ τινὶ περιέθεσαν, τὸν δὲ Λύσανδρον ἐπιστολέα τῷ λόγῳ, τῷ δʼ ἔργῳ κύριον ἁπάντων ἐξέπεμψαν. τοῖς μὲν οὖν πλείστοις τῶν πολιτευομένων καὶ δυναμένων ἐν ταῖς πόλεσι πάλαι ποθούμενος ἧκεν· ἤλπιζον γὰρ ἔτι μᾶλλον ἰσχύσειν διʼ αὐτοῦ παντάπασι τῶν δήμων καταλυθέντων·

τοῖς δὲ τὸν ἁπλοῦν καὶ γενναῖον ἀγαπῶσι τῶν ἡγεμόνων τρόπον, ὁ Λύσανδρος τῷ Καλλικρατίδᾳ παραβαλλόμενος ἐδόκει πανοῦργος εἶναι καὶ σοφιστής, ἀπάταις τὰ πολλὰ διαποικίλλων τοῦ πολέμου καὶ τὸ δίκαιον ἐπὶ τῷ λυσιτελοῦντι μεγαλύνων, εἰ δὲ μή, τῷ συμφέροντι χρώμενος ὡς καλῷ, καὶ τὸ ἀληθὲς οὐ φύσει τοῦ ψεύδους κρεῖττον ἡγούμενος, ἀλλʼ ἑκατέρου τῇ χρείᾳ τὴν τιμὴν ὁρίζων.

τῶν δʼ ἀξιούντων μὴ πολεμεῖν μετὰ δόλου τοὺς ἀφʼ Ἡρακλέους γεγονότας καταγελᾶν ἐκέλευεν· ὅπου γὰρ ἡ λεοντῆ μὴ ἐφικνεῖται, προσραπτέον ἐκεῖ τὴν ἀλωπεκῆν.

Chapter 8

τοιαῦτα δὲ αὐτοῦ καὶ τὰ περὶ Μίλητον ἱστόρηται. τῶν γὰρ φίλων καὶ ξένων, οἷς ὑπέσχετο συγκαταλύσειν τε τὸν δῆμον καὶ συνεκβαλεῖν τοὺς διαφόρους, μεταβαλομένων καὶ διαλλαγέντων τοῖς ἐχθροῖς, φανερῶς μὲν ἥδεσθαι προσεποιεῖτο καὶ συνδιαλλάττειν, κρύφα δὲ λοιδορῶν αὐτοὺς καὶ κακίζων παρώξυνεν ἐπιθέσθαι τοῖς πολλοῖς.

ὡς δὲ ᾔσθετο γινομένην τὴν ἐπανάστασιν, ὀξέως βοηθήσας καὶ παρεισελθὼν εἰς τὴν πόλιν οἷς πρώτοις ἐπιτύχοι τῶν νεωτεριζόντων ἐχαλέπαινε τῇ φωνῇ καὶ προσῆγε τραχυνόμενος ὡς ἐπιθήσων δίκην αὐτοῖς, τοὺς δὲ ἄλλους ἐκέλευε θαρρεῖν καὶ μηδὲν ἔτι προσδοκᾶν δεινὸν αὐτοῦ παρόντος.

ὑπεκρίνετο δὲ ταῦτα καὶ διεποίκιλλε, τοὺς δημοτικωτάτους καὶ κρατίστους βουλόμενος μὴ φεύγειν, ἀλλʼ ἀποθανεῖν ἐν τῇ πόλει μείναντας. ὃ καὶ, συνέβη· πάντες γὰρ ἀπεσφάγησαν οἱ καταπιστεύσαντες.ἀπομνημονεύεται δὲ ὑπὸ Ἀνδροκλείδου λόγος πολλήν τινα κατηγορῶν τοῦ Λυσάνδρου περὶ τοὺς ὅρκους εὐχέρειαν.

ἐκέλευε γάρ, ὥς φησι, τοὺς μὲν παῖδας ἀστραγάλοις, τοὺς δὲ ἄνδρας ὅρκοις ἐξαπατᾶν, ἀπομιμούμενος Πολυκράτη τὸν Σάμιον, οὐκ ὀρθῶς τύραννον στρατηγός, οὐδὲ Λακωνικὸν τὸ χρῆσθαι τοῖς θεοῖς ὥσπερ τοῖς πολεμίοις, μᾶλλον δὲ ὑβριστικώτερον. ὁ γὰρ ὅρκῳ παρακρουόμενος τὸν μὲν ἐχθρὸν ὁμολογεῖ δεδιέναι, τοῦ δὲ θεοῦ καταφρονεῖν.

Chapter 9

ὁ δʼ οὖν Κῦρος εἰς Σάρδεις μεταπεμψάμενος τὸν Λύσανδρον, τὰ μὲν ἔδωκε, τὰ δὲ ὑπέσχετο, νεανιευσάμενος εἰς τὴν ἐκείνου χάριν καὶ εἰ μηδὲν ὁ πατὴρ διδῴη καταχορηγήσειν τὰ οἰκεῖα· κἂν ἐπιλίπῃ πάντα, κατακόψειν ἔφη τὸν θρόνον ἐφʼ ᾧ καθήμενος ἐχρημάτιζε, χρυσοῦν καὶ ἀργυροῦν ὄντα.

τέγος δὲ εἰς Μηδίαν ἀναβαίνων πρὸς τὸν πατέρα, τούς τε φόρους ἀπέδειξε τῶν πόλεων λαμβάνειν ἐκεῖνον, καὶ τὴν αὑτοῦ διεπίστευσεν ἀρχήν· ἀσπασάμενος δὲ καὶ δεηθεὶς μὴ ναυμαχεῖν Ἀθηναίοις, πρὶν αὐτὸν ἀφικέσθαι πάλιν, ἀφίξεσθαι δὲ ναῦς ἔχοντα πολλὰς ἔκ τε Φοινίκης καὶ Κιλικίας, ἀνέβαινεν ὡς βασιλέα.Λύσανδρος δὲ μήτε ναυμαχεῖν ἀγχωμάλῳ πλήθει δυνάμενος μήτε ἀργὸς καθέζεσθαι μετὰ νεῶν τοσούτων, ἀναχθεὶς ἐνίας προσηγάγετο τῶν νήσων, Αἴγινάν τε καὶ Σαλαμῖνα προσμίξας κατέδραμεν.

εἰς δὲ τὴν Ἀττικὴν ἀποβὰς καὶ τὸν Ἆγιν ἀσπασάμενος, κατέβη γὰρ αὐτὸς ἐκ Δεκελείας πρὸς αὐτόν, ἐπέδειξε τῷ πεζῷ παρόντι τὴν τοῦ ναυτικοῦ ῥώμην, ὡς πλέων ᾗ βούλοιτο, κρατῶν τῆς θαλάττης. οὐ μὴν ἀλλὰ τοὺς Ἀθηναίους αἰσθόμενος διώκοντας αὐτὸν ἄλλῳ δρόμῳ διὰ νήσων ἔφευγεν εἰς τὴν Ἀσίαν.

καὶ τὸν Ἑλλήσποντον ἔρημον καταλαβὼν ἐπεχείρει Λαμψακηνοῖς αὐτὸς ἐκ θαλάττης ταῖς ναυσί, Θώραξ δὲ τῷ πεζῷ στρατῷ συνανύσας εἰς τὸ αὐτὸ προσέβαλε τοῖς τείχεσιν. ἑλὼν δὲ τὴν πόλιν κατὰ κράτος διαρπάσαι τοῖς στρατιώταις ἔδωκεν. ὁ δὲ τῶν Ἀθηναίων στόλος ὀγδοήκοντα καὶ ἑκατὸν τριήρων ἐτύγχανε μὲν ἄρτι καθωρμισμένος εἰς Ἐλαιοῦντα τῆς Χερρονήσου, πυνθανόμενοι δὲ ἀπολωλέναι τὴν Λάμψακον εὐθὺς εἰς Σηστὸν καταίρουσι.

κἀκεῖθεν ἐπισιτισάμενοι παρέπλευσαν εἰς Αἰγὸς ποταμούς, ἀντιπέρας τῶν πολεμίων ἔτι ναυλοχούντων περὶ τὴν Λάμψακον. ἐστρατήγουν δὲ τῶν Ἀθηναίων ἄλλοι τε πλείους καὶ Φιλοκλῆς ὁ πείσας ποτὲ ψηφίσασθαι τὸν δῆμον ἀποκόπτειν τὸν δεξιὸν ἀντίχειρα τῶν ἁλισκομένων κατὰ πόλεμον, ὅπως δόρυ μὲν φέρειν μὴ δύνωνται, κώπην δὲ ἐλαύνωσι.

Chapter 10

τότε μὲν οὖν ἀνεπαύοντο πάντες, ἐλπίζοντες εἰς τὴν ὑστεραίαν ναυμαχήσειν. ὁ δὲ Λύσανδρος ἄλλα μὲν διενοεῖτο, προσέταττε δὲ ναύταις καὶ κυβερνήταις, ὡς ἀγῶνος ἅμα ἡμέρᾳ γενησομένου, περὶ ὄρθρον ἐμβαίνειν εἰς τὰς τριήρεις καὶ καθέζεσθαι κόσμῳ καὶ σιωπῇ, δεχομένους τὸ παραγγελλόμενον, ὡς δʼ αὕτως καὶ τὸ πεζὸν ἐν τάξει παρὰ τὴν θάλατταν ἡσυχάζειν.

ἀνίσχοντος δὲ τοῦ ἡλίου καὶ τῶν Ἀθηναίων μετωπηδὸν ἁπάσαις ἐπιπλεόντων καὶ προκαλουμένων, ἀντιπρῴρους ἔχων τὰς ναῦς καὶ πεπληρωμένας ἔτι νυκτὸς οὐκ ἀνήγετο, πέμπων δὲ ὑπηρετικὰ παρὰ τὰς πρώτας τῶν νεῶν ἀτρεμεῖν ἐκέλευε καὶ μένειν ἐν τάξει μὴ θορυβουμένους μηδʼ ἀντεκπλέοντας.

οὕτω δὲ περὶ δείλην ἀποπλεόντων ὀπίσω τῶν Ἀθηναίων οὐ πρότερον ἐκ τῶν νεῶν τοὺς στρατιώτας ἀφῆκεν, εἰ μὴ δύο καὶ τρεῖς τριήρεις, ἃς ἔπεμψε κατασκόπους, ἐλθεῖν ἰδόντας ἀποβεβηκότας τοὺς πολεμίους. τῇ δʼ ὑστεραίᾳ πάλιν ἐγίνοντο ταῦτα καὶ τῇ τρίτῃ μέχρι τετάρτης, ὥστε πολὺ τοῖς Ἀθηναίοις θράσος ἐγγενέσθαι καὶ καταφρόνησιν ὡς δεδιότων καὶ συνεσταλμένων τῶν πολεμίων.

ἐν τούτῳ δὲ Ἀλκιβιάδης (ἐτύγχανε γὰρ περὶ Χερρόνησον ἐν τοῖς ἑαυτοῦ τείχεσι διαιτώμενος) ἵππῳ προσελάσας πρὸς τὸ στράτευμα τῶν Ἀθηναίων ᾐτιᾶτο τοὺς στρατηγοὺς πρῶτον μὲν οὐ καλῶς οὐδʼ ἀσφαλῶς στρατοπεδεύειν ἐν αἰγιαλοῖς δυσόρμοις καὶ ἀναπεπταμένοις· ἔπειτα πόρρωθεν ἐκ Σηστοῦ τὰ ἐπιτήδεια λαμβάνοντας ἁμαρτάνειν,

δέον εἰς λιμένα καὶ πόλιν Σηστὸν διʼ ὀλίγου περιπλεύσαντας, ἀπωτέρω γενέσθαι τῶν πολεμίων ἐφορμούντων στρατεύματι μοναρχουμένῳ καὶ πάντα πρὸς φόβον ὀξέως ἀπὸ συνθήματος ὑπηρετοῦντι. ταῦτα δὲ αὐτοῦ διδάσκοντος οὐκ ἐπείθοντο, Τυδεὺς δὲ καὶ πρὸς ὕβριν ἀπεκρίνατο, φήσας οὐκ ἐκεῖνον, ἀλλʼ ἑτέρους στρατηγεῖν.

Chapter 11

ὁ μὲν οὖν Ἀλκιβιάδης ὑποπτεύσας τι καὶ προδοσίας ἐν αὐτοῖς ἀπηλλάττετο. πέμπτῃ δὲ ἡμέρᾳ τῶν Ἀθηναίων ποιησαμένων τὸν ἐπίπλουν καὶ πάλιν ἀπερχομένων, ὥσπερ εἰώθεσαν, ὀλιγώρως πάνυ καὶ καταφρονητικῶς, ὁ Λύσανδρος ἐκπέμπων τὰς κατασκόπους ναῦς ἐκέλευσε τοὺς τριηράρχους, ὅταν ἴδωσι τοὺς Ἀθηναίους ἐκβεβηκότας, ἐλαύνειν ἀποστρέψαντας ὀπίσω τάχει παντί, καὶ γενομένους κατὰ μέσον τὸν πόρον ἀσπίδα χαλκῆν ἐπάρασθαι πρῴραθεν ἐπίπλου σύμβολον.

αὐτὸς δὲ τοὺς κυβερνήτας καὶ τριηράρχους ἐπιπλέων ἀνεκαλεῖτο καὶ παρώρμα συνέχειν ἕκαστον ἐν τάξει τὸ πλήρωμα καὶ τοὺς ναύτας καὶ τοὺς ἐπιβάτας, ὅταν δὲ σημανθῇ, μετὰ προθυμίας καὶ ῥώμης ἐλαύνειν ἐπὶ τοὺς πολεμίους. ὡς δὲ ἥ τε ἀσπὶς ἀπὸ τῶν νεῶν ἤρθη καὶ τῇ σάλπιγγι τὴν ἀναγωγὴν ἐσήμαινεν ἀπὸ τῆς ναυαρχίδος, ἐπέπλεον μὲν αἱ νῆες, ἡμιλλῶντο δὲ οἱ πεζοὶ παρὰ τὸν αἰγιαλὸν ἐπὶ τὴν ἄκραν.

τὸ δὲ μεταξὺ τῶν ἠπείρων διάστημα ταύτῃ πεντεκαίδεκα σταδίων ἐστί, καὶ ταχέως ὑπὸ σπουδῆς καὶ προθυμίας τῶν ἐλαυνόντων συνῄρητο. Κόνων δὲ πρῶτος ὁ τῶν Ἀθηναίων στρατηγὸς ἀπὸ τῆς γῆς ἰδὼν ἐπιπλέοντα τὸν στόλον ἐξαίφνης ἀνεβόησεν ἐμβαίνειν, καὶ περιπαθῶν τῷ κακῷ τοὺς μὲν ἐκάλει, τῶν δὲ ἐδεῖτο, τοὺς δὲ ἠνάγκαζε πληροῦν τὰς τριήρεις.

ἦν δὲ οὐδὲν ἔργον αὐτοῦ τῆς σπουδῆς ἐσκεδασμένων τῶν ἀνθρώπων. ὡς γὰρ ἐξέβησαν, εὐθύς, ἅτε μηδὲν προσδοκῶντες, ἠγόραζον, ἐπλανῶντο περὶ τὴν χώραν, ἐκάθευδον ὑπὸ ταῖς σκηναῖς, ἠριστοποιοῦντο, πορρωτάτω τοῦ μέλλοντος ἀπειρίᾳ τῶν ἡγουμένων ὄντες.

ἤδη δὲ κραυγῇ καὶ ῥοθίῳ προσφερομένων τῶν πολεμίων ὁ μὲν Κόνων ὀκτὼ ναυσὶν ὑπεξέπλευσε καὶ διαφυγὼν ἀπεπέρασεν εἰς Κύπρον πρὸς Εὐαγόραν, ταῖς δὲ ἄλλαις ἐπιπεσόντες οἱ Πελοποννήσιοι τὰς μὲν κενὰς παντάπασιν ᾕρουν, τὰς δʼ ἔτι πληρουμένας ἔκοπτον. οἱ δὲ ἄνθρωποι πρός τε ταῖς ναυσὶν ἀπέθνησκον ἄνοπλοι καὶ σποράδες ἐπιβοηθοῦντες, ἔν τε τῇ γῇ φεύγοντες ἀποβάντων τῶν πολεμίων ἐκτείνοντο.

λαμβάνει δὲ ὁ Λύσανδρος τρισχιλίους ἄνδρας αἰχμαλώτους μετὰ τῶν στρατηγῶν, ἅπαν δὲ τὸ ναύσταθμον ἄνευ τῆς Παράλου καὶ τῶν μετὰ Κόνωνος ἐκφυγουσῶν. ἀναδησάμενος δὲ τὰς ναῦς καὶ διαπορθήσας τὸ στρατόπεδον μετὰ αὐλοῦ καὶ παιάνων ἀνέπλευσεν εἰς Λάμψακον, ἔργον ἐλαχίστῳ πόνῳ μέγιστον ἐξειργασμένος, καὶ συνῃρηκὼς ὥρᾳ μιᾷ χρόνου μήκιστον καὶ ποικιλώτατον πάθεσί τε καὶ τύχαις ἀπιστότατον τῶν πρὸ αὐτοῦ πολέμων,

ὃς μυρίας μορφὰς ἀγώνων καὶ πραγμάτων μεταβολὰς ἀμείψας, καὶ στρατηγοὺς ὅσους οὐδὲ οἱ σύμπαντες οἱ πρὸ αὐτοῦ τῆς Ἑλλάδος ἀναλώσας, ἑνὸς ἀνδρὸς εὐβουλία καὶ δεινότητι συνῄρητο· διὸ καὶ θεῖόν τινες ἡγήσαντο τοῦτο τὸ ἔργον.

Chapter 12

ἦσαν δέ τινες οἱ τοὺς Διοσκούρους ἐπὶ τῆς Λυσάνδρου νεὼς ἑκατέρωθεν, ὅτε τοῦ λιμένος ἐξέπλει πρῶτον ἐπὶ τοὺς πολεμίους, ἄστρα τοῖς οἴαξιν ἐπιλάμψαι λέγοντες. οἱ δὲ καὶ τὴν τοῦ λίθου πτῶσιν ἐπὶ τῷ πάθει τούτῳ σημεῖόν φασι γενέσθαι· κατηνέχθη γάρ, ὡς ἡ δόξα τῶν πολλῶν, ἐξ οὐρανοῦ παμμεγέθης λίθος εἰς Αἰγὸς ποταμούς. καὶ δείκνυται μὲν ἔτι νῦν,

σεβομένων αὐτὸν τῶν Χερρονησιτῶν· λέγεται δὲ Ἀναξαγόραν προειπεῖν ὡς τῶν κατὰ τὸν οὐρανὸν ἐνδεδεμένων σωμάτων, γενομένου τινὸς ὀλισθήματος ἢ σάλου, ῥῖψις ἔσται καὶ πτῶσις ἑνὸς ἀπορραγέντος· εἶναι δὲ καὶ τῶν ἄστρων ἕκαστον οὐκ ἐν ᾗ πέφυκε χώρᾳ· λιθώδη γὰρ ὄντα καὶ βαρέα λάμπειν μὲν ἀντερείσει καὶ περικλάσει τοῦ αἰθέρος, ἕλκεσθαι δὲ ὑπὸ βίας σφιγγόμενα δίνῃ καὶ τόνῳ τῆς περιφορᾶς, ὥς που καὶ τὸ πρῶτον ἐκρατήθη μὴ πεσεῖν δεῦρο, τῶν ψυχρῶν καὶ βαρέων ἀποκρινομένων τοῦ παντός.

ἔστι δέ τις πιθανωτέρα δόξα ταύτης, εἰρηκότων ἐνίων ὡς οἱ διᾴττοντες ἀστέρες οὐ ῥύσις εἰσὶν οὐδʼ ἐπινέμησις αἰθερίου πυρὸς ἐν ἀέρι κατασβεννυμένου περὶ τὴν ἔξαψιν αὐτήν, οὐδὲ ἀέρος εἰς τὴν ἄνω χώραν πλήθει λυθέντος ἔκπρησις καὶ ἀνάφλεξις, ῥῖψις δὲ καὶ πτῶσις οὐρανίων σωμάτων οἷον ἐνδόσει τινὶ τόνου καὶ περιτρόπου περιτρόπου the correction of Coraës: παρατρόπου (unusual). κινήσεως ἐκπαλῶν φερομένων οὐ πρὸς τὸν οἰκούμενον τόπον τῆς γῆς, ἀλλὰ τῶν πλείστων ἐκτὸς εἰς τὴν μεγάλην ἐκπιπτόντων θάλατταν· διὸ καὶ λανθάνουσι.

τῷ δʼ Ἀναξαγόρᾳ μαρτυρεῖ καὶ Δαΐμαχος ἐν τοῖς Περὶ εὐσεβείας, ἱστορῶν ὅτι πρὸ τοῦ πεσεῖν τὸν λίθον ἐφʼ ἡμέρας ἑβδομήκοντα καὶ πέντε συνεχῶς κατὰ τὸν οὐρανὸν ἑωρᾶτο πύρινον σῶμα παμμέγεθες, ὥσπερ νέφος φλογοειδές, οὐ σχολάζον, ἀλλὰ πολυπλόκους καὶ κεκλασμένας φορὰς φερόμενον, ὥστε ὑπὸ σάλου καὶ πλάνης ἀπορρηγνύμενα πυροειδῆ σπάσματα φέρεσθαι πολλαχοῦ καὶ ἀστράπτειν, ὥσπερ οἱ διᾴττοντες ἀστέρες.

ἐπεὶ δὲ ἐνταῦθα τῆς γῆς ἔβρισε καὶ παυσάμενοι φόβου καὶ θάμβους οἱ ἐπιχώριοι συνῆλθον, ὤφθη πυρὸς μὲν οὐδὲν ἔργον οὐδʼ ἴχνος τοσοῦτο, τοσοῦτο Coraës and Bekker adopt Reiske’s correction to τοσούτου. λίθος δὲ κείμενος, ἄλλως μὲν μέγας, οὐθὲν δὲ μέρος, ὡς εἰπεῖν, ἐκείνης τῆς πυροειδοῦς περιοχῆς ἔχων. ὅτι μὲν οὖν εὐγνωμόνων ὁ Δαΐμαχος ἀκροατῶν δεῖται δῆλός ἐστιν·

εἰ δὲ ἀληθὴς ὁ λόγος, ἐξελέγχει κατὰ κράτος τοὺς φάσκοντας ἔκ τινος, ἀκρωρείας ἀποκοπεῖσαν πνεύμασι καὶ ζάλαις πέτραν, ὑποληφθεῖσαν δʼ ὥσπερ οἱ στρόβιλοι, καὶ φερομένην, ᾗ πρῶτον ἐνέδωκε καὶ διελύθη τὸ περιδινῆσαν, ἐκριφῆναι καὶ πεσεῖν.

εἰ μὴ νὴ Δία πῦρ μὲν ἦν ὄντως τὸ φαινόμενον ἐπὶ πολλὰς ἡμέρας, σβέσις δὲ καὶ φθορὰ μεταβολὴν ἀέρι παρέσχεν εἰς πνεύματα βιαιότερα καὶ κινήσεις, ὑφʼ ὧν συνέτυχε καὶ τὸν λίθον ἐκριφῆναι. ταῦτα μὲν οὖν ἑτέρῳ γένει γραφῆς διακριβωτέον.

Chapter 13

ὁ δὲ Λύσανδρος, ἐπεὶ τῶν τρισχιλίων Ἀθηναίων, οὓς ἔλαβεν αἰχμαλώτους, ὑπὸ τῶν συνέδρων θάνατος κατέγνωστο, καλέσας Φιλοκλέα τὸν στρατηγὸν αὐτῶν ἠρώτησεν τίνα τιμᾶται δίκην ἑαυτῷ τοιαῦτα περὶ Ἑλλήνων συμβεβουλευκὼς λευκὼς τοῖς πολίταις.

ὁ δὲ οὐδέν τι πρὸς τὴν συμφορὰν ἐνδοὺς ἐκέλευσε μὴ κατηγορεῖν ὧν οὐδείς ἐστι δικαστής, ἀλλὰ νικῶντα πράττειν ἅπερ ἂν νικηθεὶς ἔπασχεν· εἶτα λουσάμενος καὶ λαβὼν χλανίδα λαμπρὰν πρῶτος ἐπὶ τὴν σφαγὴν ἡγεῖτο τοῖς πολίταις, ὡς ἱστορεῖ Θεόφραστος. ἐκ δὲ τούτου πλέων ὁ Λύσανδρος ἐπὶ τὰς πόλεις Ἀθηναίων μὲν οἷς ἐπιτύχοι ἐκέλευε πάντας εἰς Ἀθήνας ἀπιέναι· φείσεσθαι γὰρ οὐδενός, ἀλλʼ ἀποσφάξειν ὃν ἂν ἔξω λάβῃ τῆς πόλεως.

ταῦτα δʼ ἔπραττε καὶ συνήλαυνεν ἅπαντας εἰς τὸ ἄστυ βουλόμενος ἐν τῇ πόλει ταχὺ λιμὸν ἰσχυρὸν γενέσθαι καὶ σπάνιν, ὅπως μὴ πράγματα παράσχοιεν αὐτῷ τὴν πολιορκίαν εὐπόρως ὑπομένοντες. καταλύων δὲ τοὺς δήμους καὶ τὰς ἄλλας πολιτείας, ἕνα μὲν ἁρμοστὴν ἑκάστῃ Λακεδαιμόνιον κατέλιπε, δέκα δὲ ἄρχοντας ἐκ τῶν ὑπʼ αὐτοῦ συγκεκροτημένων κατὰ πόλιν ἑταιρειῶν.

καὶ ταῦτα πράττων ὁμοίως ἔν τε ταῖς πολεμίαις καὶ ταῖς συμμάχοις γεγενημέναις πόλεσι, παρέπλει σχολαίως, τρόπον τινὰ κατασκευαζόμενος ἑαυτῷ τὴν τῆς Ἑλλάδος ἡγεμονίαν. οὔτε γὰρ ἀριστίνδην οὔτε πλουτίνδην ἀπεδείκνυε τοὺς ἄρχοντας, ἀλλʼ ἑταιρείαις καὶ ξενίαις χαριζόμενος τὰ πράγματα καὶ κυρίους ποιῶν τιμῆς τε καὶ κολάσεως, πολλαῖς δὲ παραγινόμενος αὐτὸς σφαγαῖς καὶ συνεκβάλλων τοὺς τῶν φίλων ἐχθρούς, οὐκ ἐπιεικὲς ἐδίδου τοῖς Ἕλλησι δεῖγμα τῆς Λακεδαιμονίων ἀρχῆς,

ἀλλὰ καὶ ὁ κωμικὸς Θεόπομπος ἔοικε ληρεῖν ἀπεικάζων τοὺς Λακεδαιμονίους ταῖς καπηλίσιν, ὅτι τοὺς Ἕλληνας ἥδιστον ποτὸν τῆς ἐλευθερίας γεύσαντες ὄξος ἐνέχεαν· εὐθὺς γὰρ ἦν τὸ γεῦμα δυσχερὲς καὶ πικρόν, οὔτε τοὺς δήμους κυρίους τῶν πραγμάτων ἐῶντος εἶναι τοῦ Λυσάνδρου, καὶ τῶν ὀλίγων τοῖς θρασυτάτοις καὶ φιλονεικοτάτοις τὰς πόλεις ἐγχειρίζοντος.

Chapter 14

διατρίψας δὲ περὶ ταῦτα χρόνον οὐ πολύν, καὶ προπέμψας εἰς Λακεδαίμονα τοὺς ἀπαγγελοῦντας ὅτι προσπλεῖ μετὰ νεῶν διακοσίων, συνέμιξε περὶ Ἀττικὴν Ἄγιδι καὶ Παυσανίᾳ τοῖς βασιλεῦσιν ὡς ταχὺ συναιρήσων τὴν πόλιν. ἐπεὶ δὲ ἀντεῖχον οἱ Ἀθηναῖοι, λαβὼν τὰς ναῦς πάλιν εἰς Ἀσίαν διεπέρασε· καὶ τῶν μὲν ἄλλων πόλεων ὁμαλῶς ἁπασῶν κατέλυε τὰς πολιτείας καὶ καθίστη δεκαδαρχίας, πολλῶν μὲν ἐν ἑκάστῃ σφαττομένων, πολλῶν δὲ φευγόντων, Σαμίους δὲ πάντας ἐκβαλὼν παρέδωκε τοῖς φυγάσι τὰς πόλεις.

Σηστὸν δʼ Ἀθηναίων ἐχόντων ἀφελόμενος οὐκ εἴασεν οἰκεῖν Σηστίους, ἀλλὰ τοῖς γενομένοις ὑπʼ αὐτῷ κυβερνήταις καὶ κελευσταῖς ἔδωκε τὴν πόλιν καὶ τὴν χώραν νέμεσθαι. πρὸς ὃ καὶ πρῶτον ἀντέκρουσαν οἱ Λακεδαιμόνιοι καὶ τοὺς Σηστίους αὖθις ἐπὶ τὴν χώραν κατήγαγον.

ἀλλʼ ἐκεῖνά γε τοῦ Λυσάνδρου πάντες ἡδέως ἑώρων οἱ Ἕλληνες, Αἰγινήτας τε διὰ πολλοῦ χρόνου τὴν αὑτῶν πόλιν ἀπολαμβάνοντας καὶ Μηλίους καὶ Σκιωναίους ὑπʼ αὐτοῦ συνοικιζομένους, ἐξελαυνομένων Ἀθηναίων καὶ τὰς πόλεις ἀποδιδόντων.ἤδη δὲ καὶ τοὺς ἐν ἄστει κακῶς ἔχειν ὑπὸ λιμοῦ πυνθανόμενος κατέπλευσεν εἰς τὸν Πειραιᾶ καὶ παρεστήσατο τὴν πόλιν, ἀναγκασθεῖσαν ἐφʼ οἷς ἐκεῖνος ἐκέλευε ποιήσασθαι τὰς διαλύσεις.

καίτοι Λακεδαιμονίων ἐστὶν ἀκοῦσαι λεγόντων ὡς Λύσανδρος μὲν ἔγραψε τοῖς ἐφόροις τάδε· ἁλώκαντι ταὶ Ἀθᾶναι, Λυσάνδρῳ δʼ ἀντέγραψαν οἱ ἔφοροι· ἀρκεῖ τό γε ἑαλώκειν. ἀλλʼ εὐπρεπείας χάριν οὗτος ὁ λόγος πέπλασται. τὸ δʼ ἀληθινὸν δόγμα τῶν ἐφόρων οὕτως εἶχε· τάδε τὰ τέλη τῶν Λακεδαιμονίων ἔγνω· καββαλόντες τὸν Πειραιᾶ καὶ τὰ μακρὰ σκέλη, καὶ ἐκβάντες ἐκ πασῶν τῶν πόλεων τὰν αὑτῶν γᾶν ἔχοντες, ταῦτά κα δρῶντες τὰν εἰράναν ἔχοιτε, αἰ χρήδοιτε, καὶ τοὺς φυγάδας ἀνέντες.

περὶ τᾶν ναῶν τῶ πλήθεος, ὁκοῖόν τί κα τηνεὶ δοκέῃ, ταῦτα ποιέετε. ταύτην δὲ προσεδέξαντο τὴν σκυτάλην οἱ Ἀθηναῖοι Θηραμένους τοῦ Ἅγνωνος συμβουλεύσαντος· ὅτε καί φασιν ὑπὸ τῶν νέων τινὸς δημαγωγῶν Κλεομένους ἐρωτώμενον εἰ τολμᾷ τἀναντία Θεμιστοκλεῖ πράττειν καὶ λέγειν, παραδιδοὺς τὰ τείχη τοῖς Λακεδαιμονίοις, ἃ Λακεδαιμονίων ἀκόντων ἐκεῖνος ἀνέστησεν, εἰπεῖν·

ἀλλʼ οὐδέν, ὦ μειράκιον, ὑπεναντίον ἐγὼ πράττω Θεμιστοκλεῖ· τὰ γὰρ αὐτὰ τείχη κἀκεῖνος ἐπὶ σωτηρίᾳ τῶν πολιτῶν ἀνέστησε καὶ ἡμεῖς ἐπὶ σωτηρίᾳ καταβαλοῦμεν. εἰ δὲ τὰ τείχη τὰς πόλεις εὐδαίμονας ἐποίει, πασῶν ἔδει πράττειν κάκιστα τὴν Σπάρτην ἀτείχιστον οὖσαν.

Chapter 15

ὁ δʼ οὖν Λύσανδρος, ὡς παρέλαβε τάς τε ναῦς ἁπάσας πλὴν δώδεκα καὶ τὰ τείχη τῶν Ἀθηναίων, ἕκτῃ ἐπὶ δεκάτῃ Μουνυχιῶνος μηνός, ἐν ᾗ καὶ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν ἐνίκων τὸν βάρβαρον, ἐβούλευσεν εὐθὺς καὶ τὴν πολιτείαν μεταστῆσαι.

δυσπειθῶς δὲ καὶ τραχέως φερόντων, ἀποστείλας πρὸς τὸν δῆμον ἔφη τὴν πόλιν εἰληφέναι παρασπονδοῦσαν· ἑστάναι γὰρ τὰ τείχη τῶν ἡμερῶν ἐν αἷς ἔδει καθῃρῆσθαι παρῳχημένων. ἑτέραν οὖν ἐξ ἀρχῆς προθήσειν γνώμην περὶ αὐτῶν ὡς τὰς ὁμολογίας λελυκότων. ἔνιοι δὲ καὶ προτεθῆναί φασιν ὡς ἀληθῶς ὑπὲρ ἀνδραποδισμοῦ γνώμην ἐν τοῖς συμμάχοις, ὅτε καὶ τὸν Θηβαῖον Ἐρίανθον εἰσηγήσασθαι τὸ μὲν ἄστυ κατασκάψαι, τὴν δὲ χώραν ἀνεῖναι μηλόβοτον.

εἶτα μέντοι συνουσίας γενομένης τῶν ἡγεμόνων παρὰ πότον, καί παρὰ πότον καί Bekker follows Coraës in transposing to καὶ παρὰ πότον. τινος Φωκέως ᾄσαντος ἐκ τῆς Εὐριπίδου Ἠλέκτρας τὴν πάροδον ἧς ἡ ἀρχή Ἀγαμέμνονος ὦ κόρα, ἤλυθον, Ἠλέκτρα, ποτὶ σὰν ἀγρότειραν αὐλάν, Eur. El. 167 f. (Kirchhoff). πάντας ἐπικλασθῆναι, καὶ φανῆναι σχέτλιον ἔργον τὴν οὕτως εὐκλεᾶ καὶ τοιούτους ἄνδρας φέρουσαν ἀνελεῖν καὶ διεργάσασθαι πόλιν.

ὁ δʼ οὖν Λύσανδρος ἐνδόντων τῶν Ἀθηναίων πρὸς ἅπαντα, πολλὰς μὲν ἐξ ἄστεος μεταπεμψάμενος αὐλητρίδας, πάσας δὲ τὰς ἐν τῷ στρατοπέδῳ συναγαγών, τὰ τείχη κατέσκαπτε καὶ τὰς τριήρεις κατέφλεγε πρὸς τὸν αὐλόν, ἐστεφανωμένων καὶ παιζόντων ἅμα τῶν συμμάχων, ὡς ἐκείνην τὴν ἡμέραν ἄρχουσαν τῆς ἐλευθερίας.

εὐθὺς δὲ καὶ τὰ περὶ τὴν πολιτείαν ἐκίνησε, τριάκοντα μὲν ἐν ἄστει, δέκα δὲ ἐν Πειραιεῖ καταστήσας ἄρχοντας, ἐμβαλὼν δὲ φρουρὰν εἰς τὴν ἀκρόπολιν, καὶ Καλλίβιον ἁρμοστήν, ἄνδρα Σπαρτιάτην, ἐπιστήσας. ἐπεὶ δὲ οὗτος Αὐτόλυκον τὸν ἀθλητήν, ἐφʼ ᾧ τὸ συμπόσιον ὁ Ξενοφῶν πεποίηκε, τὴν βακτηρίαν διαράμενος παίσειν ἔμελλεν, ὁ δὲ τῶν σκελῶν συναράμενος ἀνέτρεψεν αὐτόν, οὐ συνηγανάκτησεν ὁ Λύσανδρος, ἀλλὰ καὶ συνεπετίμησε, συνεπετίμησε Bekker adopts Reiske’s correction to ἐπετίμησε. φήσας αὐτὸν οὐκ ἐπίστασθαι ἐλευθέρων ἄρχειν. ἀλλὰ τὸν μὲν Αὐτόλυκον οἱ τριάκοντα τῷ Καλλιβίῳ χαριζόμενοι μικρὸν ὕστερον ἀνεῖλον.

Chapter 16

ὁ δὲ Λύσανδρος ἀπὸ τούτων γενόμενος, αὐτὸς μὲν ἐπὶ Θρᾴκης ἐξέπλευσε, τῶν δὲ χρημάτων τὰ περιόντα καὶ ὅσας δωρεὰς αὐτὸς ἢ στεφάνους ἐδέξατο, πολλῶν, ὡς εἰκός, διδόντων ἀνδρὶ δυνατωτάτῳ καὶ τρόπον τινὰ κυρίῳ τῆς Ἑλλάδος, ἀπέστειλεν εἰς Λακεδαίμονα διὰ Γυλίππου τοῦ στρατηγήσαντος περὶ Σικελίαν. ὁ δέ, ὡς λέγεται, τὰς ῥαφὰς τῶν ἀγγείων κάτωθεν ἀναλύσας καὶ ἀφελὼν συχνὸν ἀργύριον ἐξ ἑκάστου πάλιν συνέρραψεν, ἀγνοήσας ὅτι γραμματίδιον ἐνῆν ἑκάστῳ τὸν ἀριθμὸν σημαῖνον.

ἐλθὼν δὲ εἰς Σπάρτην ἃ μὲν ὑφῄρητο κατέκρυψεν ὑπὸ τὸν κέραμον τῆς οἰκίας, τὰ δὲ ἀγγεῖα παρέδωκε τοῖς ἐφόροις καὶ τὰς σφραγῖδας ἐπέδειξεν. ἐπεὶ δὲ ἀνοιξάντων καὶ ἀριθμούντων διεφώνει πρὸς τὰ γράμματα τὸ πλῆθος τοῦ ἀργυρίου καὶ παρεῖχε τοῖς ἐφόροις ἀπορίαν τὸ πρᾶγμα, φράζει θεράπων τοῦ Γυλίππου πρὸς αὐτοὺς αἰνιξάμενος ὑπὸ τῷ κεραμικῷ κοιτάζεσθαι πολλὰς γλαῦκας. ἦν γάρ, ὡς ἔοικε, τὸ χάραγμα τοῦ πλείστου τότε νομίσματος διὰ τοὺς Ἀθηναίους γλαῦκες.

Chapter 17

ὁ μὲν οὖν Γύλιππος αἰσχρὸν οὕτω καὶ ἀγεννὲς ἔργον ἐπὶ λαμπροῖς τοῖς ἔμπροσθεν καὶ μεγάλοις ἐργασάμενος μετέστησεν ἑαυτὸν ἐκ Λακεδαίμονος. οἱ δὲ φρονιμώτατοι τῶν Σπαρτιατῶν οὐχ ἥκιστα καὶ διὰ τοῦτο τὴν τοῦ νομίσματος ἰσχὺν φοβηθέντες, ὡς οὐχὶ τῶν τυχόντων ἁπτομένην πολιτῶν, τόν τε Λύσανδρον ἐλοιδόρουν καὶ διεμαρτύραντο τοῖς ἐφόροις ἀποδιοπομπεῖσθαι πᾶν τὸ ἀργύριον καὶ τὸ χρυσίον ὥσπερ κῆρας ἐπαγωγίμους. οἱ δὲ προὔθεσαν γνώμην.

καὶ Θεόπομπος μέν φησι Σκιραφίδαν, ἔφορος δὲ Φλογίδαν εἶναι τὸν ἀποφηνάμενον ὡς οὐ χρὴ προσδέχεσθαι νόμισμα χρυσοῦν καὶ ἀργυροῦν εἰς τὴν πόλιν, ἀλλὰ χρῆσθαι τῷ πατρίῳ. τοῦτο δὲ ἦν σιδηροῦν, πρῶτον μὲν ὄξει καταβαπτόμενον ἐκ πυρός, ὅπως μὴ καταχαλκεύοιτο, ἀλλὰ διὰ τὴν βαφὴν ἄστομον καὶ ἀδρανὲς γίνοιτο, ἔπειτα βαρύσταθμον καὶ δυσπαρακόμιστον καὶ ἀπὸ πολλοῦ τινος πλήθους καὶ ὄγκου μικράν τινα ἀξίαν δυνάμενον.

κινδυνεύει δὲ καὶ τὸ πάμπαν ἀρχαῖον οὕτως ἔχειν, ὀβελίσκοις χρωμένων νομίσμασι νομίσμασι Bekker corrects to νομίσματι. σιδηροῖς, ἐνίων δὲ χαλκοῖς· ἀφʼ ὧν παραμένει πλῆθος ἔτι καὶ νῦν τῶν κερμάτων ὀβολοὺς καλεῖσθαι, δραχμὴν δὲ τοὺς ἓξ ὀβολούς· τοσούτων γὰρ ἡ χεὶρ περιεδράττετο.

τῶν δὲ Λυσάνδρου φίλων ὑπεναντιουμένων καὶ σπουδασάντων ἐν τῇ πόλει καταμεῖναι τὰ χρήματα, δημοσίᾳ μὲν ἔδοξεν εἰσάγεσθαι νόμισμα τοιοῦτον, ἂν δέ τις ἁλῷ κεκτημένος ἰδίᾳ, ζημίαν ὥρισαν θάνατον, ὥσπερ τοῦ Λυκούργου τὸ νόμισμα φοβηθέντος, οὐ τὴν ἐπὶ τῷ νομίσματι φιλαργυρίαν, ἣν οὐκ ἀφῄρει τὸ μὴ κεκτῆσθαι τὸν ἰδιώτην, ὡς τὸ κεκτῆσθαι τὴν πόλιν εἰσεποιεῖτο, εἰσεποιεῖτο Bekker adopts Coraës’ correction to εἰσεποίει. τῆς χρείας ἀξίαν προσλαμβανούσης καὶ ζῆλον.

οὐ γὰρ ἦν δημοσίᾳ τιμώμενον ὁρῶντας ἰδίᾳ καταφρονεῖν ὡς ἀχρήστου, καὶ πρὸς τὰ οἰκεῖα νομίζειν ἑκάστῳ μηδενὸς ἄξιον πρᾶγμα τὸ κοινῇ οὕτως εὐδοκιμοῦν καὶ ἀγαπώμενον, ἀλλὰ καὶ πολλῷ τάχιον ἀπὸ τῶν κοινῶν ἐπιτηδευμάτων ἐπιρρέουσιν οἱ ἐθισμοὶ τοῖς ἰδιωτικοῖς βίοις ἢ τὰ καθʼ ἕκαστον ὀλισθήματα καὶ πάθη τὰς πόλεις ἀναπίμπλησι πραγμάτων πονηρῶν.

τῷ γὰρ ὅλῳ συνδιαστρέφεσθαι τὰ μέρη μᾶλλον, ὅταν ἐνδῷ πρὸς τὸ χεῖρον, εἰκός, αἱ δὲ ἀπὸ μέρους εἰς ὅλον ἁμαρτίαι πολλὰς ἐνστάσεις καὶ βοηθείας ἀπὸ τῶν ὑγιαινόντων ἔχουσιν. οἱ δὲ ταῖς μὲν οἰκίαις τῶν πολιτῶν, ὅπως οὐ πάρεισιν εἰς αὐτὰς νόμισμα, τὸν φόβον ἐπέστησαν φύλακα καὶ τὸν νόμον, αὐτὰς δὲ τὰς ψυχὰς ἀνεκπλήκτους καὶ ἀπαθεῖς πρὸς ἀργύριον οὐ διετήρησαν, ἐμβαλόντες εἰς ζῆλον ὡς σεμνοῦ δή τινος καὶ μεγάλου τοῦ πλουτεῖν ἅπαντας. περὶ μὲν οὖν τούτων καὶ διʼ ἑτέρας που γραφῆς ἡψάμεθα Λακεδαιμονίων.

Chapter 18

ὁ δὲ Λύσανδρος ἔστησεν ἀπὸ τῶν λαφύρων ἐν Δελφοῖς αὑτοῦ χαλκῆν εἰκόνα καὶ τῶν ναυάρχων ἑκάστου καὶ χρυσοῦς ἀστέρας τῶν Διοσκούρων, οἳ πρὸ τῶν Λευκτρικῶν ἠφανίσθησαν. ἐν δὲ τῷ Βρασίδου καὶ Ἀκανθίων θησαυρῷ τριήρης ἔκειτο διὰ χρυσοῦ πεποιημένη καὶ ἐλέφαντος δυεῖν πηχῶν, ἣν Κῦρος αὐτῷ νικητήριον ἔπεμψεν.

Ἀναξανδρίδης δὲ ὁ Δελφὸς ἱστορεῖ καὶ παρακαταθήκην ἐνταῦθα Λυσάνδρου κεῖσθαι τάλαντον ἀργυρίου καὶ μνᾶς πεντήκοντα δύο καὶ πρὸς τούτοις ἕνδεκα στατῆρας, οὐχ ὁμολογούμενα γράφων τοῖς περὶ τῆς πενίας τοῦ ἀνδρὸς ὁμολογουμένοις. τότε δʼ οὖν ὁ Λύσανδρος ὅσον οὐδεὶς τῶν πρόσθεν Ἑλλήνων δυνηθεὶς ἐδόκει φρονήματι καὶ ὄγκῳ μείζονι κεχρῆσθαι τῆς δυνάμεως.

πρώτῳ μὲν γάρ, ὡς ἱστορεῖ Δοῦρις, Ἑλλήνων ἐκείνῳ βωμοὺς αἱ πόλεις ἀνέστησαν ὡς θεῷ καὶ θυσίας ἔθυσαν, εἰς πρῶτον δὲ παιᾶνες ᾔσθησαν, ὧν ἑνὸς ἀρχὴν ἀπομνημονεύουσι τοιάνδε· τὸν Ἑλλάδος ἀγαθέας στραταγὸν ἀπʼ εὐρυχόρου Σπάρτας ὑμνήσομεν, ὦ, ἰὴ Παιάν. Unknown.

σάμιοι δὲ τὰ παρʼ αὐτοῖς Ἡραῖα Λυσάνδρεια καλεῖν ἐψηφίσαντο. τῶν δὲ ποιητῶν Χοιρίλον μὲν ἀεὶ περὶ αὑτὸν εἶχεν ὡς κοσμήσοντα τὰς πράξεις διὰ ποιητικῆς, Ἀντιλόχῳ δὲ ποιήσαντι μετρίους τινὰς εἰς αὐτὸν στίχους ἡσθεὶς ἔδωκε πλήσας ἀργυρίου τὸν πῖλον. Ἀντιμάχου δὲ τοῦ Κολοφωνίου καὶ Νικηράτου τινὸς Ἡρακλεώτου ποιήμασι Λυσάνδρεια διαγωνισαμένων ἐπʼ αὐτοῦ τὸν Νικήρατον ἐστεφάνωσεν, ὁ δὲ Ἀντίμαχος ἀχθεσθεὶς ἠφάνισε τὸ ποίημα.

Πλάτων δὲ νέος ὢν τότε, καὶ θαυμάζων τὸν Ἀντίμαχον ἐπὶ τῇ ποιητικῇ, βαρέως φέροντα τὴν ἧτταν ἀνελάμβανε καὶ παρεμυθεῖτο, τοῖς ἀγνοοῦσι κακὸν εἶναι φάμενος τὴν ἄγνοιαν, ὥσπερ τὴν τυφλότητα τοῖς μὴ βλέπουσιν. ἐπεὶ μέντοι ὁ κιθαρῳδὸς Ἀριστόνους ἑξάκις Πύθια νενικηκὼς ἐπηγγέλλετο τῷ Λυσάνδρῳ φιλοφρονούμενος, ἂν νικήσῃ πάλιν, Λυσάνδρου κηρύξειν ἑαυτόν, ἦ δοῦλον; εἶπεν.

Chapter 19

ἀλλʼ ἡ μὲν φιλοτιμία τοῦ Λυσάνδρου τοῖς πρώτοις καὶ ἰσοτίμοις ἦν ἐπαχθὴς μόνον. ὑπεροψίας δὲ πολλῆς ἅμα τῇ φιλοτιμίᾳ διὰ τοὺς θεραπεύοντας ἐγγενομένης τῷ ἤθει καὶ βαρύτητος, οὔτε τιμῆς οὔτε τιμωρίας μέτρον ἦν παρʼ αὐτῷ δημοτικόν, ἀλλὰ φιλίας μὲν ἆθλα καὶ ξενίας ἀνυπεύθυνοι δυναστεῖαι πόλεων καὶ τυραννίδες ἀνεξέταστοι, θυμοῦ δὲ μία πλήρωσις ἀπολέσθαι τὸν ἀπεχθόμενον· οὐδὲ γὰρ φυγεῖν ἐξῆν.

ἀλλὰ καὶ Μιλησίων ὕστερον τοὺς τοῦ δήμου προϊσταμένους δεδιὼς μὴ φύγωσι, καὶ προαγαγεῖν τοὺς κεκρυμμένους βουλόμενος, ὤμοσε μὴ ἀδικήσειν· πιστεύσαντας δὲ καὶ προελθόντας ἀποσφάξαι τοῖς ὀλιγαρχικοῖς παρέδωκεν, οὐκ ἐλάττονας ὀκτακοσίων συναμφοτέρους ὄντας.

ἦν δὲ καὶ τῶν ἄλλων ἐν ταῖς πόλεσι δημοτικῶν φόνος οὐκ ἀριθμητός, ἅτε δὴ μὴ κατʼ ἰδίας μόνον αἰτίας αὐτοῦ κτείνοντος, ἀλλὰ πολλαῖς μὲν ἔχθραις, πολλαῖς δὲ πλεονεξίαις τῶν ἑκασταχόθι φίλων χαριζομένου τὰ τοιαῦτα καὶ συνεργοῦντος. ὅθεν εὐδοκίμησεν Ἐτεοκλῆς ὁ Λακεδαιμόνιος εἰπὼν ὡς οὐκ ἂν ἡ Ἑλλὰς δύο Λυσάνδρους ἤνεγκε. τὸ δὲ αὐτὸ τοῦτο καὶ περὶ Ἀλκιβιάδου φησὶ Θεόφραστος εἰπεῖν Ἀρχέστρατον.

ἀλλʼ ἐκεῖ μὲν ὕβρις ἦν καὶ τρυφὴ σὺν αὐθαδείᾳ τὸ μάλιστα δυσχεραινόμενον· τὴν δὲ Λυσάνδρου δύναμιν ἡ τοῦ τρόπου χαλεπότης φοβερὰν ἐποίει καὶ βαρεῖαν.οἱ δὲ Λακεδαιμόνιοι τοῖς μὲν ἄλλοις οὐ πάνυ προσεῖχον ἐγκαλοῦσιν· ἐπεὶ δὲ Φαρνάβαζος ἀδικούμενος ὑπʼ αὐτοῦ τὴν χώραν ἄγοντος καὶ φέροντος ἀπέστειλεν εἰς τὴν Σπάρτην κατηγόρους, ἀγανακτήσαντες οἱ ἔφοροι τῶν μὲν φίλων αὐτοῦ καὶ συστρατήγων ἕνα Θώρακα λαβόντες ἀργύριον ἰδίᾳ κεκτημένον ἀπέκτειναν, ἐκείνῳ δὲ σκυτάλην ἔπεμψαν ἥκειν κελεύοντες.

ἔστι δὲ ἡ σκυτάλη τοιοῦτον. ἐπὰν ἐκπέμπωσι ναύαρχον ἢ στρατηγὸν οἱ ἔφοροι, ξύλα δύο στρογγύλα μῆκος καὶ πάχος ἀκριβῶς ἀπισώσαντες, ὥστε ταῖς τομαῖς ἐφαρμόζειν πρὸς ἄλληλα, τὸ μὲν αὐτοὶ φυλάττουσι, θάτερον δὲ τῷ πεμπομένῳ διδόασι. ταῦτα δὲ τὰ ξύλα σκυτάλας καλοῦσιν.

ὅταν οὖν ἀπόρρητόν τι καὶ μέγα φράσαι βουληθῶσι, βιβλίον ὥσπερ ἱμάντα μακρὸν καὶ στενὸν ποιοῦντες περιελίττουσι τὴν παρʼ αὐτοῖς σκυτάλην, οὐδὲν διάλειμμα ποιοῦντες, ἀλλὰ πανταχόθεν κύκλῳ τὴν ἐπιφάνειαν αὐτῆς τῷ βιβλίῳ καταλαμβάνοντες. τοῦτο δὲ ποιήσαντες ἃ βούλονται καταγράφουσιν εἰς τὸ βιβλίον, ὥσπερ ἐστὶ τῇ σκυτάλῃ περικείμενον· ὅταν δὲ γράψωσιν, ἀφελόντες τὸ βιβλίον ἄνευ τοῦ ξύλου πρὸς τὸν στρατηγὸν ἀποστέλλουσι.

δεξάμενος δὲ ἐκεῖνος ἄλλως μὲν οὐδὲν ἀναλέξασθαι δύναται τῶν γραμμάτων συναφὴν οὐκ ἐχόντων, ἀλλὰ διεσπασμένων, τὴν δὲ παρʼ αὑτῷ σκυτάλην λαβὼν τὸ τμῆμα τοῦ βιβλίου περὶ αὐτὴν περιέτεινεν, ὥστε, τῆς ἕλικος εἰς τάξιν ὁμοίως ἀποκαθισταμένης, ἐπιβάλλοντα τοῖς πρώτοις τὰ δεύτερα, κύκλῳ τὴν ὄψιν ἐπάγειν τὸ συνεχὲς ἀνευρίσκουσαν. καλεῖται δὲ ὁμωνύμως τῷ ξύλῳ σκυτάλη τὸ βιβλίον, ὡς τῷ μετροῦντι τὸ μετρούμενον.

Chapter 20

ὁ δὲ Λύσανδρος, ἐλθούσης τῆς σκυτάλης πρὸς αὐτὸν εἰς τὸν Ἑλλήσποντον, διεταράχθη, καὶ μάλιστα τὰς τοῦ Φαρναβάζου δεδιὼς κατηγορίας, ἐσπούδασεν εἰς λόγους αὐτῷ συνελθεῖν, ὡς λύσων τὴν διαφοράν. καὶ συνελθὼν ἐδεῖτο γράψαι περὶ αὐτοῦ πρὸς τοὺς ἄρχοντας ἑτέραν ἐπιστολὴν ὡς οὐδὲν ἠδικημένον…

πρ…

The complete text is available when the reading interface loads.