The Greek Library Author

Plutarch

Λούκουλλος

Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος

Scientific editors
Bernadotte Perrin
Edition reference
Plutarch’s Lives · Cambridge, MA · Harvard University Press · 1914
CTS identifier
urn:cts:greekLit:tlg0007.tlg036.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 1

τῷ δὲ Λουκούλλῳ πάππος μὲν ἦν ὑπατικός, θεῖος δὲ πρὸς μητρὸς Μέτελλος ὁ Νομαδικὸς ἐπικληθείς. τῶν δὲ γονέων ὁ μὲν πατὴρ ἑάλω κλοπῆς, Κεκιλία δὲ ἡ μήτηρ ἠδόξησεν ὡς οὐ βεβιωκυῖα σωφρόνως. αὐτὸς δʼ ὁ Λούκοθλλος ἔτι μειράκιον ὢν, πρὶν ἀρχήν τινα μετελθεῖν καί πολιτείας ἅψασθαι, πρῶτον ἔργον ἐποιήσατο τὸν τοῦ πατρὸς κατήγορον κρῖναι Σερουίλιον αὔγουρα, λαβὼν ἀδικοῦντα δημοσίᾳ.

καί τὸ πρᾶγμα λαμπρὸν ἐφάνη Ῥωμαίοις, καί τὴν δίκην ἐκείνην ὥσπερ ἀριστείαν διὰ στόματος ἔσχον. ἐδόκει δὲ καί ἄλλως αὐτοῖς ἄνευ προφάσεως οὐκ ἀγεννὲς εἶναι τὸ τῆς κατηγορίας ἔργον, ἀλλὰ καί πάνυ τοὺς νέους ἐβούλοντο τοῖς ἀδικοῦσιν ἐπιφυομένους ὁρᾶν ὥσπερ θηρίοις εὐγενεῖς σκύλακας. οὐ μὴν ἀλλὰ μεγάλης περὶ τὴν δίκην ἐκείνην φιλονεικίας γενομένης, ὥστε καί τρωθῆναί τινας καί πεσεῖν, ἀπέφυγεν ὁ Σερουίλιος.

ὁ δὲ Λούκοθλλος ἤσκητο καί λέγειν ἱκανῶς ἑκατέραν γλῶτταν, ὥστε καί Σύλλας τὰς αὐτοῦ πράξεις ἀναγράφων ἐκείνῳ προσεφώνησεν ὡς συνταξομένῳ καὶ διαθήσοντι τὴν ἱστορίαν ἄμεινον. ἦν γὰρ οὐκ ἐπὶ τὴν χρείαν μόνην ἐμμελὴς αὐτοῦ καί πρόχειρος ὁ λόγος, καθάπερ ὁ τῶν ἄλλων τὴν μὲν ἀγορὰν θύννος βολαῖος πέλαγος ὣς διεστρόβει, γενόμενος δὲ τῆς ἀγορᾶς ἐκτὸς αὖος, ἀμουσίᾳ τεθνηκώς,

ἀλλὰ καί τὴν ἐμμελῆ ταύτην καί λεγομένην ἐλευθέριον ἐπὶ τῷ καλῷ προσεποιεῖτο παιδείαν ἔτι καί μειράκιον ὤν. γενόμενος δὲ πρεσβύτερος ἤδη παντάπασιν ὥσπερ ἐκ πολλῶν ἀγώνων ἀφῆκε τὴν διάνοιαν ἐν φιλοσοφίᾳ σχολάζειν καί ἀναπαύεσθαι, τὸ θεωρητικὸν αὐτῆς ἐγείρας, καταλύσας δʼ ἐν καιρῷ καί κολούσας τὸ φιλότιμον ἐκ τῆς πρὸς Πομπήϊον διαφορᾶς.

περὶ μὲν οὖν τῆς φιλολογίας αὐτοῦ πρὸς τοῖς εἰρημένοις καὶ ταῦτα λέγεται· νέον ὄντα πρὸς Ὁρτήσιον τὸν δικολόγον καί Σισεννᾶν τὸν ἱστορικὸν ἐκ παιδιᾶς τινος εἰς σπουδὴν προελθούσης ὁμολογῆσαι, προθεμένων ποίημα καί λόγον Ἑλληνικόν τε καί Ῥωμαϊκόν, εἰς ὅ τι ἂν λάχῃ τούτων, τὸν Μαρσικὸν ἐντενεῖν πόλεμον. καί πως ἔοικεν εἰς λόγον Ἑλληνικὸν ὁ κλῆρος ἀφικέσθαι διασῴζεται γὰρ Ἑλληνική τις ἱστορία τοῦ Μαρσικοῦ πολέμου.

τῆς δὲ πρὸς τὸν ἀδελφὸν αὐτοῦ Μᾶρκον εὐνοίας πολλῶν τεκμηρίων ὄντων μάλιστα Ῥωμαῖοι τοῦ πρώτου μνημονεύουσι. πρεσβύτερος γὰρ ὢν αὐτοῦ λαβεῖν ἀρχήν μόνος οὐκ ἠθέλησεν, ἀλλὰ τὸν ἐκείνου καιρὸν ἀναμείνας οὕτως ἐπηγάγετο τὸν δῆμον, ὥστε σὺν ἐκείνῳ μὴ παρὼν ἀγορανόμος αἱρεθῆναι.

Chapter 2

νέος δʼ ὢν ἐν τῷ Μαρσικῷ πολέμῳ πολλὰ μὲν τόλμης δείγματα παρέσχε καὶ συνέσεως, μᾶλλόν γε μὴν αὐτὸν διʼ εὐστάθειαν καὶ πρᾳότητα Σύλλας προσηγάγετο, καὶ χρώμενος ἀπʼ ἀρχῆς ἐπὶ τὰ πλείστης ἄξια σπουδῆς διετέλεσεν ὧν ἦν καὶ ἡ περὶ τὸ νόμισμα πραγματεία.

διʼ ἐκείνου γὰρ ἐκόπη τὸ πλεῖστον ἐν Πελοποννήσῳ περὶ τὸν Μιθριδατικὸν πόλεμον, καὶ Λουκούλλειον ἀπʼ ἐκείνου προσηγορεύθη, καὶ διετέλεσεν ἐπὶ πλεῖστον, ὑπὸ τῶν στρατιωτικῶν χρειῶν ἐν τῷ πολέμῳ λαμβάνον ἀμοιβὴν ταχεῖαν. ἐκ τούτου τῆς μὲν γῆς ἐπικρατῶν ὁ Σύλλας ἐν ταῖς Ἀθήναις, περικοπτόμενος δὲ τὴν ἀγορὰν ἐκ τῆς θαλάττης ὑπὸ τῶν πολεμίων ναυκρατούντων, ἐξέπεμψεν ἐπʼ Αἰγύπτου καὶ Λιβύης τὸν Λούκουλλον ἄξοντα ναῦς ἐκεῖθεν.

ἦν μὲν οὖν ἀκμὴ χειμῶνος, ἐξέπλευσε δὲ τρισὶν Ἑλληνικοῖς μυοπάρωσι καὶ δικρότοις ἴσαις Ῥοδιακαῖς πρὸς μέγα πέλαγος καὶ ναῦς πολεμίας, πανταχόσε τῷ κρατεῖν πολλὰς διαφερομένας, παραβαλλόμενος. οὐ μὴν ἀλλὰ καὶ Κρήτην κατάρας ὠκειώσατο καὶ Κυρηναίους καταλαβὼν ἐκ τυραννίδων συνεχῶν καὶ πολέμων ταραττομένους ἀνέλαβε, καὶ κατεστήσατο τὴν πολιτείαν Πλατωνικῆς τινος φωνῆς ἀναμνήσας τὴν πόλιν, ἣν ἐκεῖνος ἀπεθέσπισε πρὸς αὐτούς.

δεομένων γὰρ, ὡς ἔοικεν, ὅπως τε νόμους γράψῃ καὶ τὸν δῆμον αὐτὸν εἰς τύπον τινὰ καταστήσῃ πολιτείας σώφρονος, ἔφη χαλεπὸν εἶναι Κυρηναίοις οὕτως εὐτυχοῦσι νομοθετεῖν. οὐδὲν γὰρ ἀνθρώπου δυσαρκτότερον εὖ πράσσειν δοκοῦντος, οὐδʼ αὖ πάλιν δεκτικώτερον ἐπιστασίας συσταλέντος ὑπὸ τῆς τύχης, ὃ καὶ τότε Κυρηναίους νομοθετοῦντι Λουκούλλῳ πρᾴους παρέσχεν.

ἐκεῖθεν δʼ ἀναχθεὶς ἐπʼ Αἰγύπτου τὰ πλεῖστα τῶν σκαφῶν ἀπέβαλε πειρατῶν ἐπιφανέντων, αὐτὸς δὲ διασωθεὶς κατήγετο λαμπρῶς εἰς Ἀλεξάνδρειαν. ἀπήντησε γὰρ αὐτῷ σύμπας ὁ στόλος, ὥσπερ εἰώθει βασιλεῖ καταπλέοντι, κεκοσμημένος ἐκπρεπῶς· καὶ τὸ μειράκιον ὁ Πτολεμαῖος ἄλλην τε θαυμαστὴν ἐπεδείκνυτο φιλοφροσύνην πρὸς αὐτόν, οἴκησίν τε καὶ δίαιταν ἐν τοῖς βασιλείοις ἔδωκεν, οὐδενός πω ξένου πρότερον ἡγεμόνος αὐτόθι καταχθέντος.

δαπάνην δὲ καὶ σύνταξιν οὐχ ὅσην ἐδίδου τοῖς ἄλλοις, ἀλλὰ τετραπλῆν ἐκείνῳ παρεῖχεν, οὐ προσιεμένῳ τῶν ἀναγκαίων πλέον οὐδὲν οὐδὲ δῶρον λαβόντι, καίπερ ὀγδοήκοντα ταλάντων ἄξια πέμψαντος αὐτῷ. λέγεται δὲ μήτʼ εἰς Μέμφιν ἀναβῆναι μήτʼ ἄλλο τῶν θαυμαζομένων ἐν Αἰγύπτῳ καὶ περιβοήτων ἱστορῆσαι· σχολάζοντος γὰρ εἶναι ταῦτα θεατοῦ καὶ τρυφῶντος, οὐχ, ὡς αὐτὸς, ἐν ὑπαίθρῳ τὸν αὐτοκράτορα σκηνοῦντα παρὰ ταῖς ἐπάλξεσι τῶν πολεμίων ἀπολελοιπότος.

Chapter 3

ἐπεὶ δʼ ἀπέλιπε τὴν συμμαχίαν ὁ Πτολεμαῖος πρὸς τὸν πόλεμον ἀποδειλιάσας, ἐκείνῳ δὲ ναῦς ἄχρι Κύπρου πομποὺς παρέσχε, καὶ περὶ τὸν ἔκπλουν αὐτὸν ἀσπαζόμενος καὶ θεραπεύων ἐδωρεῖτο χρυσένδετον σμάραγδον τῶν πολυτελῶν, τὸ μὲν πρῶτον ὁ Λούκουλλος παρῃτεῖτο, δείξαντος δὲ τὴν γλυφὴν τοῦ βασιλέως εἰκόνα οὖσαν ἰδίαν ἐφοβήθη διώσασθαι, μὴ παντάπασιν ἐχθρὸς ἀποπλεῖν νομισθεὶς ἐπιβουλευθείη κατὰ θάλατταν.

ἐπεὶ δὲ πλῆθος ἐν παράπλῳ νεῶν ἐκ τῶν παραλίων πόλεων ἀθροίσας, πλὴν ὅσοι πειρατικῶν μετεῖχον ἀδικημάτων, εἰς τὴν Κύπρον διεπέρασεν, ἐνταῦθα πυνθανόμενος τοὺς πολεμίους ναυλοχοῦντας ἐπὶ ταῖς ἄκραις παραφυλάττειν αὑτόν, ἐνεώλκησε τὰ σκάφη πάντα, καὶ ταῖς πόλεσιν ἔγραψε περὶ χειμαδίων καὶ ἀγορᾶς, ὡς αὐτόθι τὴν ὥραν ἀναμενῶν.

εἶτα πλοῦ φανέντος ἐξαπίνης κατασπάσας τὰς ναῦς ἀνήχθη, καὶ μεθʼ ἡμέραν μὲν ὑφειμένοις πλέων τοῖς ἱστίοις καὶ ταπεινοῖς, νύκτωρ δʼ ἐπαιρομένοις εἰς Ῥόδον ἐσώθη. Ῥοδίων δὲ ναῦς αὐτῷ προσπαρασχόντων Κῴους ἔπεισε καὶ Κνιδίους τῶν βασιλικῶν ἀπαλλαγέντας ἐπὶ Σαμίους συστρατεύειν. ἐκ δὲ Χίου τοὺς βασιλικοὺς αὐτὸς ἐξήλασε, Κολοφωνίους δʼ ἠλευθέρωσε συλλαβὼν Ἐπίγονον τὸν τύραννον αὐτῶν.

ἐτύγχανε δὲ κατʼ ἐκεῖνον τὸν χρόνον ἤδη Μιθριδάτης τὸ Πέργαμον ἐκλελοιπὼς καὶ συνεσταλμένος εἰς Πιτάνην. ἐκεῖ δὲ Φιμβρίου κατέχοντος αὐτὸν ἐκ γῆς καὶ πολιορκοῦντος, εἰς τὴν θάλατταν ἀφορῶν συνῆγε καὶ μετεπέμπετο τοὺς πανταχόθεν στόλους πρὸς αὑτόν, ἀνδρὶ τολμητῇ καὶ νενικηκότι τῷ Φιμβρίᾳ συμπλέκεσθαι καὶ πολεμεῖν ἀπεγνωκώς.

ὁ δὲ ταῦτα συνορῶν, ναυτικῷ δὲ λειπόμενος πρὸς Λούκουλλον ἔπεμπεν, ἥκειν τῷ στόλῳ δεόμενος καὶ συνεξελεῖν ἔχθιστον καὶ πολεμιώτατον βασιλέων, ὡς μὴ τὸ μέγα καὶ διὰ πολλῶν ἀγώνων καὶ πόνων διωκόμενον ἆθλον ἐκφύγοι Ῥωμαίους, Μιθριδάτης εἰς λαβὰς ἥκων καὶ γεγονὼς ἐντὸς ἀρκύων, οὗ ληφθέντος οὐδένα τῆς δόξης οἴσεσθαι πλέον ἢ τὸν ἐμποδὼν τῇ φυγῇ στάντα καὶ διαδιδράσκοντος ἐπιλαβόμενον·

ὑφʼ ἑαυτοῦ μὲν ἐξεωσμένον τῆς γῆς, ὑπʼ ἐκείνου δὲ τῆς θαλάττης εἰργόμενον ἀμφοτέροις ἀποδώσειν τὸ κατόρθωμα, τὰς δὲ Σύλλα πρὸς Ὀρχομενῷ καὶ περὶ Χαιρώνειαν ὑμνουμένας ἀριστείας ἐν οὐδενὶ λόγῳ θήσεσθαι Ῥωμαίους. καὶ οὐδὲν ἦν ἀπὸ τρόπου τῶν λεγομένων, ἀλλὰ παντὶ δῆλον, ὡς, εἰ Φιμβρίᾳ τότε πεισθεὶς ὁ Λούκουλλος οὐ μακρὰν ὢν περιήγαγεν ἐκεῖσε τὰς ναῦς καὶ συνέφραξε τὸν λιμένα τῷ στόλῳ, πέρας ἂν εἶχεν ὁ πόλεμος καὶ μυρίων ἀπηλλαγμένοι κακῶν ἅπαντες ἦσαν.

ἀλλʼ εἴτε τὰ πρὸς Σύλλαν δίκαια πρεσβεύων πρὸ παντὸς ἰδίου τε καὶ κοινοῦ συμφέροντος, εἴτε τὸν Φιμβρίαν μιαρὸν ὄντα καὶ φονέα γεγενημένον ἔναγχος ἀνδρὸς φίλου καὶ στρατηγοῦ διὰ φιλαρχίαν προβαλλόμενος, εἴτε κατὰ θείαν δή τινα τύχην περιφεισάμενος αὐτὸς τοῦ αὐτὸς τοῦ Reiske, Coras, Bekker: αὐτοῦ. Μιθριδάτου καὶ φυλάξας ἀνταγωνιστήν, οὐχ ὑπήκουσεν, ἀλλὰ Μιθριδάτῃ μὲν ἐκπλεῦσαι παρέσχε καὶ καταγελάσαι τῆς Φιμβρίου δυνάμεως,

αὐτὸς δὲ πρῶτον μὲν ἐπὶ Λεκτοῦ τῆς Τρῳάδος βασιλικὰς ναῦς ἐπιφανείσας κατεναυμάχησεν, αὖθις δὲ πρὸς Τενέδῳ ναυλοχοῦντα μείζονι παρασκευῇ κατιδὼν Νεοπτόλεμον ἐπέπλει πρὸ τῶν ἄλλων, Ῥοδιακῆς πεντήρους ἐπιβεβηκώς, ἧς ἐναυάρχει Δαμαγόρας, ἀνὴρ εὔνους τε Ῥωμαίοις καὶ θαλασσίων ἀγώνων ἐμπειρότατος.

ἐπελαύνοντος δὲ ῥοθίῳ τοῦ Νεοπτολέμου καὶ κελεύσαντος εἰς ἐμβολὴν ἀγαγεῖν τὸν κυβερνήτην, δείσας ὁ Δαμαγόρας τὸ βάρος τῆς βασιλικῆς καὶ τὴν τραχύτητα τοῦ χαλκώματος οὐκ ἐτόλμησε συμπεσεῖν ἀντίπρῳρος, ἀλλʼ ὀξέως ἐκ περιαγωγῆς ἀποστρέψας ἐκέλευσεν ἐπὶ πρύμναν ὤσασθαι καὶ πιεσθείσης ἐνταῦθα τῆς νεώς ἐδέξατο τὴν πληγήν ἀβλαβῆ γενομένην, ἅτε δὴ τοῖς θαλαττεύουσι τῆς νεώς μέρεσι προσπεσοῦσαν.

ἐν τούτῳ δὲ τῶν φίλων προσφερομένων, ἐγκελευσάμενος ὁ Λούκουλλος ἐπιστρέφειν καὶ πολλὰ δράσας ἄξια λόγου τρέπεται τοὺς πολεμίους καὶ καταδιώκει τὸν Νεοπτόλεμον.

Chapter 4

ἐκεῖθεν δὲ Σύλλᾳ περὶ Χερρόνησον ἤδη μέλλοντι διαβαίνειν συμβαλὼν τόν τε πόρον ἀσφαλῆ παρεῖχε καὶ τήν στρατιὰν συνδιεβίβαζεν, ἐπεὶ δὲ συνθηκῶν γενομένων Μιθριδάτης μὲν ἀπέπλευσεν εἰς τὸν Εὔξεινον πόντον, Σύλλας δὲ τήν Ἀσίαν δισμυρίοις ταλάντοις ἐζημίωσε, προσταχθὲν οὕτω τά τε χρήματα ταῦτα πρᾶξαι καὶ νόμισμα κόψαι, παραμύθιόν τι δοκεῖ τῆς Σύλλα χαλεπότητος γενέσθαι ταῖς πόλεσιν, οὐ μόνον καθαρὸν καὶ δίκαιον, ἀλλὰ καὶ πρᾷον εἰς οὕτω βαρὺ καὶ σκυθρωπὸν ὑπηρέτημα παρασχὼν ἑαυτόν.

Μιτυληναίους δʼ ἄντικρυς ἀφεστῶτας ἐβούλετο μὲν εὐγνωμονῆσαι καὶ δίκης τυχεῖν μετρίας ἐφʼ οἷς περὶ Μάριον Μάριον with Sintenis1 and Coraës: Μάνιον. ἐξήμαρτον, ὡς δʼ ἑώρα κακοδαιμονοῦντας, ἐπιπλεύσας ἐκράτησε μάχῃ καὶ κατέκλεισεν εἰς τὰ τείχη, καὶ πολιορκίαν συστησάμενος ἐξέπλευσε μὲν ἡμέρας καὶ φανερῶς εἰς Ἐλαίαν, ὑπέστρεψε δὲ λεληθότως καὶ περὶ τήν πόλιν ὑφεὶς ἐνέδραν ἡσύχαζεν.

ἐπεὶ δʼ ἀτάκτως καὶ μετὰ θράσους ὡς ἔρημον ἁρπασόμενοι τὸ στρατόπεδον οἱ Μιτυληναῖοι προῆλθον, ἐπεισπεσὼν αὐτοῖς ἔλαβέ τε παμπόλλους ζῶντας καὶ τῶν ἀμυνομένων πεντακοσίους ἀπέκτεινεν, ἀνδραπόδων δὲ χιλιάδας ἓξ καὶ τὴν ἄλλην ἀναρίθμητον ἠλάσατο λείαν.

τῶν δὲ περὶ τήν Ἰταλίαν κακῶν, ἃ τότε Σύλλας καὶ Μάριος ἄφθονα καὶ παντοδαπὰ τοῖς ἀνθρώποις παρεῖχον, οὐ πάνυ μετέσχε θείᾳ τινὶ τύχῃ περὶ τὰς ἐν Ἀσίᾳ πράξεις βραδύνας. οὐ μὴν ἔλαττόν τι παρὰ Σύλλα τῶν ἄλλων φίλων ἔσχεν, ἀλλὰ τήν τε γραφὴν, ὡς εἴρηται, τῶν ὑπομνημάτων ἐκείνῳ διʼ εὔνοιαν ἀνέθηκε, καὶ τελευτῶν ἐπίτροπον τοῦ παιδὸς ἔγραψεν ὑπερβὰς Πομπήιον. καὶ δοκεῖ τοῦτο πρῶτον αὐτοῖς ὑπάρξαι διαφορᾶς αἴτιον καὶ ζηλοτυπίας νέοις οὖσι καὶ διαπύροις πρὸς δόξαν.

Chapter 5

ὀλίγῳ δʼ ὕστερον ἢ Σύλλαν ἀποθανεῖν ὑπάτευσε μετὰ Μάρκου Κόττα περὶ τὴν ἕκτην καὶ ἑβδομηκοστὴν πρὸς ταῖς ἑκατὸν ὀλυμπιάδα. πολλῶν οὖν αὖθις ἀνακινούντων τὸν Μιθριδατικὸν πόλεμον, ἔφη Μᾶρκος αὐτὸν οὐ πεπαῦσθαι, ἀλλʼ ἀναπεπαῦσθαι. διὸ καὶ λαχὼν τῶν ἐπαρχιῶν ὁ Λούκουλλος τὴν ἐντὸς Ἄλπεων Γαλατίαν ἤχθετο, πράξεων ὑποθέσεις μεγάλων οὐκ ἔχουσαν.

μάλιστα δʼ αὐτὸν εὐδοκιμῶν Πομπήιος ἐν Ἰβηρίᾳ παρώξυνεν, ὡς ἄλλος οὐδεὶς ἐπίδοξος ὤν, εἰ συμβαίη παύσασθαι τὸν Ἰβηρικὸν πόλεμον, εὐθὺς αἱρεθήσεσθαι στρατηγὸς ἐπὶ Μιθριδάτην. διὸ καὶ χρήματα αἰτοῦντος αὐτοῦ καὶ γράφοντος, ὡς, εἰ μὴ πέμποιεν, ἀφεὶς Ἰβηρίαν καὶ Σερτώριον εἰς Ἰταλίαν ἀπάξοι τὰς δυνάμεις, συνέπραξεν ὁ Λούκουλλος προθυμότατα πεμφθῆναι τὰ χρήματα καὶ μηδʼ ἀφʼ ἡστινοσοῦν προφάσεως ἐκεῖνον ἐπανελθεῖν ὑπατεύοντος αὐτοῦ·

πάντα γὰρ ἂν ἐπʼ ἐκείνῳ γενήσεσθαι τὰ τῆς πόλεως παρόντι μετὰ τοσαύτης στρατιᾶς, καὶ γὰρ ὁ κρατῶν τότε τῆς πολιτείας τῷ πρὸς χάριν ἅπαντα καὶ λέγειν καὶ πράττειν Κέθηγος ἔχθραν τινὰ πρὸς Λούκουλλον εἶχε, βδελυττόμενον αὐτοῦ τὸν βίον αἰσχρῶν ἐρώτων καὶ ὕβρεως καὶ πλημμελείας μεστὸν ὄντα. τοῦτον μὲν οὖν ἄντικρυς ἐπολέμει·

Λεύκιον δὲ Κόϊντον, ἄλλον δημαγωγόν, ἐπαναστάντα τοῖς Σύλλα πολιτεύμασι καὶ ταράττειν τὰ πράγματα πειρώμενον ἐκ τοῦ καθεστῶτος, ἰδίᾳ τε πολλὰ παραμυθούμενος καὶ δημοσίᾳ νουθετῶν ἀπέστησε τῆς πείρας καὶ κατεστόρεσε τὴν φιλοτιμίαν, ὡς ἐνῆν μάλιστα πολιτικῶς καὶ σωτηρίως ἀρχὴν νοσήματος μεγάλου μεταχειρισάμενος.

Chapter 6

ἐν τούτῳ δʼ ὁ τὴν Κιλικίαν ἔχων Ὀκτάουϊος ἠγγέλθη τεθνηκώς. σπαργώντων δὲ πολλῶν πρὸς τὴν ἐπαρχίαν καὶ Κέθηγον ὡς δυνατώτατον ὄντα διαπράξασθαι θεραπευόντων, αὐτῆς μὲν ὁ Λούκουλλος Κιλικίας οὐ πολὺν εἶχε λόγον, οἰόμενος δʼ, εἰ λάβοι ταύτην, ἐγγὺς οὔσης Καππαδοκίας, ἄλλον οὐδένα πεμφθήσεσθαι πολεμήσοντα Μιθριδάτῃ, πᾶσαν ἔστρεφε μηχανὴν ὑπὲρ τοῦ μὴ προέσθαι τὴν ἐπαρχίαν ἑτέρῳ.

καὶ τελευτῶν ἔργον οὐ σεμνὸν οὐδʼ ἐπαινετόν, ἄλλως δʼ ἀνύσιμον πρὸς τὸ τέλος ἐκ τῆς ἀνάγκης ὑπέμεινε παρὰ τὴν ἑαυτοῦ φύσιν. Πραικία τις ἦν ὄνομα τῶν ἐφʼ ὥρᾳ καὶ λαμυρίᾳ διαβοήτων ἐν τῇ πόλει, τὰ μὲν ἄλλα κρείττων οὐδὲν ἀνέδην ἑταιρούσης γυναικός, ἐκ δὲ τοῦ χρῆσθαι τοῖς ἐντυγχάνουσιν αὐτῇ καὶ διαλεγομένοις πρὸς τὰς ὑπὲρ τῶν φίλων σπουδὰς καὶ πολιτείας προσλαβοῦσα τῇ λοιπῇ χάριτι τὸ δοκεῖν φιλέταιρός τις εἶναι καὶ δραστήριος ἴσχυσε μέγιστον.

ὡς δὲ καὶ Κέθηγον ἀνθοῦντα τῇ δόξῃ τότε καὶ φέροντα τὴν πόλιν ὑπηγάγετο καὶ συνῆν ἐρῶντι, παντάπασιν εἰς ἐκείνην περιῆλθεν ἡ τῆς πόλεως δύναμις· οὐδὲ γὰρ ἐπράττετό τι δημοσίᾳ Κεθήγου μὴ σπουδάζοντος οὐδὲ Πραικίας μὴ κελευούσης παρὰ Κεθήγῳ. ταύτην οὖν ὑπελθὼν δώροις ὁ Λουκούλλος καὶ κολακείαις ἦν δέ που καὶ τῷ Λουκούλλῳ συμφιλοτιμουμένην ὁρᾶσθαι μέγας γυναικὶ σοβαρᾷ καὶ πανηγυρικῇ μισθός, εὐθὺς εἶχε τὸν Κέθηγον ἐπαινέτην καὶ προμνώμενον αὐτῷ Κιλικίαν.

ἐπεὶ δʼ ἅπαξ ἔτυχε ταύτης, οὐδὲν ἔτι Πραικίαν οὐδὲ Κέθηγον ἔδει παρακαλεῖν, ἀλλὰ πάντες ὁμαλῶς ἐκείνῳ φέροντες ἐνεχείρισαν τὸν Μιθριδατικὸν πόλεμον ὡς ὑφʼ ἑτέρου μηδενὸς ἄμεινον διαπολεμηθῆναι δυνάμενον, Πομπηΐου μὲν ἔτι Σερτωρίῳ προσπολεμοῦντος, Μετέλλου δʼ ἀπειρηκότος ἤδη διὰ γῆρας, οὓς μόνους ἄν τις ἐναμίλλους ἐποιήσατο Λουκούλλῳ περὶ τῆς στρατηγίας ἀμφισβητοῦντας.

οὐ μὴν ἀλλὰ Κόττας ὁ συνάρχων αὐτοῦ πολλὰ λιπαρήσας τὴν σύγκλητον ἀπεστάλη μετὰ νεῶν τὴν Προποντίδα φυλάξων καὶ προπολεμήσων Βιθυνίας.

Chapter 7

Λούκουλλος δὲ τάγμα μὲν αὐτόθεν ἔχων συντεταγμένον ὑπʼ αὐτοῦ διέβαινεν εἰς τὴν Ἀσίαν ἐκεῖ δὲ τὴν ἄλλην παρέλαβε δύναμιν, πάντων μὲν πάλαι τρυφαῖς διεφθορότων καὶ πλεονεξίαις, τῶν δὲ Φιμβριανῶν λεγομένων καὶ διὰ συνήθειαν ἀναρχίας δυσμεταχειρίστων γεγονότων.

οὗτοι γὰρ ἦσαν οἱ Φλάκκον τε μετὰ Φιμβρίου τὸν ὕπατον καὶ στρατηγὸν ἀνῃρηκότες αὐτόν τε τὸν Φιμβρίαν Σύλλᾳ προδεδωκότες, αὐθάδεις μὲν ἄνθρωποι καὶ παράνομοι, μάχιμοι δὲ καὶ τλήμονες μετʼ ἐμπειρίας πολέμου, οὐ μὴν ἀλλὰ βραχεῖ χρόνῳ καὶ τούτων τὸ θράσος ὁ Λούκουλλος ἐξέκοψε καὶ τοὺς ἄλλους ἐπέστρεψε, τότε πρῶτον, ὡς ἔοικε, πειρωμένους ἄρχοντος ἀληθινοῦ καὶ ἡγεμόνος· ἄλλως δʼ ἐδημαγωγοῦντο πρὸς ἡδονὴν ἐθιζόμενοι στρατεύεσθαι.

τὰ δὲ τῶν πολεμίων οὕτως εἶχε. Μιθριδάτης, ὥσπερ οἱ πολλοὶ τῶν σοφιστῶν, κομπώδης ἐν ἀρχῇ καὶ σοβαρὸς ἐπὶ Ῥωμαίους ἀναστὰς διακένῳ δυνάμει, λαμπρᾷ δὲ καὶ πανηγυρικῇ τὴν ὄψιν, εἶτʼ ἐκπεσὼν καταγελάστως καὶ νουθετηθείς, ὅτε τὸ δεύτερον πολεμεῖν ἔμελλεν, εἰς ἀληθινὴν καὶ πραγματικὴν συνέστελλε τὰς δυνάμεις παρασκευήν.

ἀφελὼν γὰρ τὰ παντοδαπὰ πλήθη καὶ τὰς πολυγλώσσους ἀπειλὰς τῶν βαρβάρων, ὅπλων τε τε with S: δέ. διαχρύσων καὶ διαλίθων κατασκευάς, ὡς λάφυρα τῶν κρατούντων, οὐκ ἀλκήν τινα τῶν κεκτημένων ὄντα, ξίφη μὲν ἠλαύνετο Ῥωμαϊκά καὶ θυρεοὺς ἐμβριθεῖς ἐπήγνυτο καὶ γεγυμνασμένους μᾶλλον ἢ κεκοσμημένους ἤθροιζεν ἵππους, πεζῶν δὲ μυριάδας δώδεκα κατεσκευασμένων εἰς φάλαγγα Ῥωμαϊκήν, ἱππεῖς δὲ πρὸς μυρίοις ἑξακισχιλίους ἄνευ τῶν δρεπανηφόρων τεθρίππων ταῦτα δʼ ἦν ἑκατόν·

ἔτι δὲ ναῦς οὐ χρυσορόφοις σκηνίσιν οὐδὲ λουτροῖς παλλακίδων καὶ γυναικωνίτισι τρυφώσαις ἠσκημένας, ἀλλʼ ὅπλων καὶ βελῶν καὶ χρημάτων γεμούσας παραρτυσάμενος ἐνέβαλεν εἰς Βιθυνίαν, τῶν πόλεων αὖθις ἀσμένως ὑποδεχομένων οὐ μόνον τούτων, ἀλλὰ καὶ τὴν Ἀσίαν ὅλην ὑποτροπὴ τῶν ἔμπροσθεν νοσημάτων εἶχεν, ἀφόρητα πάσχουσαν ὑπὸ Ῥωμαϊκῶν δανειστῶν καὶ τελωνῶν·

οὓς ὕστερον μὲν ὥσπερ Ἁρπυίας τὴν τροφὴν ἁρπάζοντας αὐτῶν ὁ Λούκουλλος ἐξήλασε, τότε δὲ μετριωτέρους ἐπειρᾶτο νουθετῶν ποιεῖν, καὶ τὰς ἀποστάσεις κατέπαυε τῶν δήμων, οὐδενὸς, ὡς ἔπος εἰπεῖν, ἡσυχάζοντος.

Chapter 8

ὃν δὲ περὶ ταῦτα Λούκουλλος ἠσχολεῖτο χρόνον αὑτοῦ καιρὸν εἶναι νομίζων ὁ Κόττας παρεσκευάζετο μάχεσθαι πρὸς Μιθριδάτην. καὶ πολλῶν ἀπαγγελλόντων ἤδη Λούκουλλον ἐν Φρυγίᾳ στρατοπεδεύειν ἐπιόντα, μόνον οὐκ ἐν ταῖς χερσὶν ἔχειν τὸν θρίαμβον οἰόμενος, ὡς μὴ μεταλάβῃ Λούκουλλος αὐτοῦ, συμβαλεῖν ἔσπευσε.

πληγεὶς δʼ ἅμα καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἑξήκοντα μὲν ἀπώλεσεν αὔτανδρα σκάφη, πεζοὺς δὲ τετρακισχιλίους, αὐτὸς δὲ κατακλεισθεὶς εἰς Χαλκηδόνα καὶ πολιορκούμενος εἰς τὰς Λουκούλλου χεῖρας ἀπέβλεπεν.

ἦσαν μὲν οὖν οἱ τὸν Λούκουλλον ἀμελήσαντα Κόττα πρόσω χωρεῖν παρορμῶντες ὡς ἔρημον αἱρήσοντα τὴν Μιθριδάτου βασιλείαν, καὶ μάλιστα τῶν στρατιωτῶν οὗτος ἦν ὁ λόγος, ἀγανακτούντων, εἰ μὴ μόνον αὑτὸν ἀπολεῖ καὶ τοὺς σὺν αὐτῷ βουλευσάμενος κακῶς ὁ Κόττας, ἀλλὰ καὶ σφίσιν ἐμποδὼν ἔσται νικᾶν ἀμαχεῖ δυναμένοις.

Λούκουλλος δὲ πρὸς μὲν τούτους δημηγορῶν εἶπεν, ὡς ἕνα βούλοιτʼ ἂν ἐκ πολεμίων σῶσαι Ῥωμαῖον ἢ πάντα λαβεῖν τὰ τῶν πολεμίων Ἀρχελάου δὲ τοῦ περὶ Βοιωτίαν Μιθριδάτῃ στρατηγήσαντος, εἶτʼ ἀποστάντος καὶ Ῥωμαίοις συστρατεύοντος, διαβεβαιουμένου ὀφθέντα Λούκουλλον ἐν Πόντῳ πάντων ὁμοῦ κρατήσειν, οὐκ ἔφη δειλότερος εἶναι τῶν κυνηγῶν, ὥστε τὰ θηρία παρελθὼν ἐπὶ κενοὺς αὐτῶν τοὺς φωλεοὺς βαδίζειν.

καὶ ταῦτʼ εἰπὼν ἐπὶ Μιθριδάτην προῆγε πεζοὺς μὲν ἔχων τρισμυρίους, ἱππεῖς δὲ δισχιλίους πεντακοσίους, καταστὰς δʼ εἰς ἔποψιν τῶν πολεμίων καὶ θαυμάσας τὸ πλῆθος ἐβούλετο μὲν ἀπέχεσθαι μάχης καὶ τρίβειν τὸν χρόνον, Μαρίου δʼ, ὃν Σερτώριος ἐξ Ἰβηρίας ἀπεστάλκει Μιθριδάτῃ μετὰ δυνάμεως στρατηγόν, ἀπαντήσαντος αὐτῷ καὶ προκαλουμένου κατέστη μὲν εἰς τάξιν ὡς διαμαχούμενος, ἤδη δὲ ὅσον οὔπω συμφερομένων,

ἀπʼ οὐδεμιᾶς ἐπιφανοῦς μεταβολῆς, ἀλλʼ ἐξαίφνης τοῦ ἀέρος ὑπορραγέντος ὑπορραγέντος with S: ἀπορραγέντος. ὤφθη μέγα σῶμα φλογειδὲς εἰς μέσον τῶν στρατοπέδων καταφερόμενον, τὸ μὲν σχῆμα πίθῳ μάλιστα, τὴν δὲ χρόαν ἀργύρῳ διαπύρῳ προσεοικός, ὥστε δείσαντας ἀμφοτέρους τὸ φάσμα διακριθῆναι.

τοῦτο μὲν οὖν φασιν ἐν Φρυγίᾳ περὶ τὰς λεγομένας Ὀτρύας συμβῆναι τὸ πάθος. ὁ δὲ Λούκουλλος οὐδεμιᾶς εἶναι νομίζων ἀνθρωπίνης παρασκευῆς οὐδὲ πλούτου θρέψαι μυριάδας ἐπὶ πολὺν χρόνον ἀντικαθημένων πολεμίων τοσαύτας, ὅσας εἶχε Μιθριδάτης, ἐκέλευσεν ἀχθῆναι τῶν αἰχμαλώτων ἕνα· καὶ πρῶτον ἀνέκρινε, μετὰ πόσων διαιτῷτο συσκήνων, ἔπειτα πόσον ἐν τῇ σκηνῇ καταλέλοιπε σῖτον.

ἀποκριναμένου δὲ τἀνθρώπου τὸν μὲν ἐκέλευσε μεταστῆναι, δεύτερον δὲ καὶ τρίτον ὁμοίως ἀνέκρινεν. εἶτα συνθεὶς τὸ τῆς παρεσκευασμένης τροφῆς πλῆθος πρὸς τὸ τῶν τρεφομένων, ἔγνω τριῶν ἢ τεσσάρων ἡμερῶν ἐπιλείψοντα σῖτον τοὺς πολεμίους, καὶ πολὺ μᾶλλον εἴχετο τοῦ χρόνου, καὶ συνῆγεν εἰς τὸν χάρακα παμπληθῆ σῖτον, ὡς ἐν ἀφθόνοις διάγων αὐτὸς ἐφεδρεύοι ταῖς ἐκείνων ἀπορίαις.

Chapter 9

ἐν τούτῳ δὲ Μιθριδάτης ἐπεβούλευε Κυζικηνοῖς πεπληγόσιν ἐν τῇ περὶ Χαλκηδόνα μάχῃ· τρισχιλίων γὰρ ἀνδρῶν καὶ δέκα νεῶν ἐστέρηντο. βουλόμενος οὖν λαθεῖν τὸν Λούκουλλον, εὐθὺς ἀπὸ δείπνου νύκτα δυσφανῆ καὶ νοτερὰν ἔχων ἐκίνει καὶ φθάνει τῆς πόλεως ἄντικρυς ἅμʼ ἡμέρᾳ περὶ τὸ τῆς Ἀδραστείας ὄρος ἱδρύσας τὴν δύναμιν.

ὁ δὲ Λούκουλλος αἰσθόμενος καὶ διώξας ἠγάπησε μὲν οὐκ ἐμπεσὼν ἀσύντακτος εἰς τοὺς πολεμίους, καθίζει δὲ τὸν στρατὸν περὶ τὴν Θρᾳκίαν λεγομένην κώμην ἐν τόπῳ κατὰ τῶν ὁδῶν ἄριστα πεφυκότι καὶ τῶν χωρίων, ἀφʼ ὧν καὶ διʼ ὧν ἀναγκαῖον ἦν τοῖς Μιθριδατικοῖς τὰ ἐπιτήδεια φοιτᾶν. διὸ καὶ περιλαβὼν τῇ διανοίᾳ τὸ μέλλον οὐκ ἀπεκρύψατο τοὺς στρατιώτας, ἀλλʼ ἅμα τῷ θέσθαι τὸ στρατόπεδον καὶ ἀπὸ τῶν ἔργων γενέσθαι συναγαγὼν αὐτοὺς ἐμεγαληγόρησεν, ὡς ὀλίγων ἡμερῶν ἀναιμωτὶ τὸ νίκημα παραδώσων αὐτοῖς.

Κυζικηνοὺς δὲ Μιθριδάτης δέκα μὲν ἐκ γῆς στρατοπέδοις περιλαβών, ταῖς δὲ ναυσὶν ἐκ θαλάσσης τὸν ἀπὸ τῆς ἠπείρου διείργοντα τὴν πόλιν εὔριπον ἐμφράξας, ἑκατέρωθεν ἐπολιόρκει, τὰ μὲν ἄλλα διακειμένους πρὸς τὸν κίνδυνον εὐθαρσῶς καὶ πᾶν ἕνεκα Ῥωμαίων ἐγνωκότας ἐκδέχεσθαι δυσχερές, ἀγνοοῦντας δὲ ὅπῃ Λούκουλλος εἴη καὶ τῷ μηδὲν περὶ αὐτοῦ πεπύσθαι ταραττομένους.

καίτοι καταφανὴς ἦν ἡ στρατοπεδεία καὶ ἄποπτος, ἀλλʼ ὑπὸ τῶν Μιθριδατικῶν ἐξηπατῶντο. δεικνύντες γὰρ αὐτοῖς τοὺς Ῥωμαίους ἄνω παρεμβεβληκότας ὁρᾶτε τούτους; ἔφασαν, Ἀρμενίων στρατός ἐστι καὶ Μήδων, Τιγράνου Μιθριδάτῃ καταπέμψαντος ἐπικουρίαν οἱ δʼ ἐξεπλήσσοντο τοσούτου πολέμου περικεχυμένου μηδʼ, εἰ παραγένοιτο Λούκουλλος, χώραν ἔτι λελεῖφθαι βοηθείας ἐλπίζοντες.

οὐ μὴν ἀλλὰ πρῶτος αὐτοῖς εἰσπεμφθεὶς ὑπʼ Ἀρχελάου Δημῶναξ ἔφρασε τὴν τοῦ Λουκούλλου παρουσίαν. τούτων δʼ ἀπιστούντων καὶ νομιζόντων αὐτὸν τῶν παρόντων ἐπὶ παρηγορίᾳ πεπλασμένα λέγειν, ἧκε παιδάριον αἰχμάλωτον ἐκ τῶν πολεμίων ἀποδεδρακός. πυνθανομένων δʼ αὐτῶν, ποῦ λέγοι τὸν Λούκουλλον εἶναι, κατεγέλα παίζειν αὐτοὺς οἰόμενον. ὡς δʼ ἑώρα σπουδάζοντας, ἐσήμηνε τῇ χειρὶ τὸν χάρακα τῶν Ῥωμαίων, οἱ δʼ ἀνεθάρσησαν.

τῆς δὲ Δασκυλίτιδος λίμνης πλεομένης ἀκατίοις ἐπιεικῶς εὐμεγέθεσι, τὸ μέγιστον αὐτῶν ὁ Λούκουλλος ἀνελκύσας καὶ διαγαγὼν ἁμάξῃ πρὸς τὴν θάλατταν ὅσους ἐχώρει στρατιώτας ἐνεβίβασεν. ἔλαθον δὲ νυκτὸς διαπεράσαντες καὶ παρεισῆλθον εἰς τὴν πόλιν.

Chapter 10

ἔοικε δὲ καὶ τὸ θεῖον ἐπιθαρρῦναι τοὺς Κυζικηνούς, ἀγασθὲν αὐτῶν τὴν ἀνδραγαθίαν, ἄλλοις τε σημείοις ἐναργέσι, καὶ τῆς τῶν Φερεφαττίων ἑορτῆς ἐνεστώσης οἱ μὲν ἠπόρουν βοὸς μελαίνης πρὸς τὴν θυσίαν καὶ σταιτίνην πλάσαντες τῷ βωμῷ παρέστησαν, ἡ δʼ ἱερὰ καὶ τρεφομένη τῇ θεῷ νομὴν μὲν εἶχεν, ὥσπερ τἆλλα βοτὰ τῶν Κυζικηνῶν, ἐν τῇ περαίᾳ, κατʼ ἐκείνην δὲ τὴν ἡμέραν ἀποκριθεῖσα τῆς ἀγέλης μόνη διενήξατο πρὸς τὴν πόλιν καὶ κατέστησεν ἐπὶ τὴν θυσίαν αὑτήν.

ὄναρ δʼ ἡ θεὸς Ἀρισταγόρᾳ τῷ τοῦ δήμου γραμματιστῇ παραστᾶσα, καὶ μὴν ἔγωγε, εἶπεν, ἥκω τὸν Λιβυκὸν αὐλητὴν ἐπὶ τὸν Ποντικὸν σαλπιγκτὴν ἐπάγουσα. φράσον οὖν θαρρεῖν τοῖς πολίταις. θαυμαζόντων δὲ τὴν φωνὴν τῶν Κυζικηνῶν ἅμʼ ἡμέρᾳ σάλον εἶχεν ἡ θάλασσα κατιόντος ἀκρίτου πνεύματος, αἵ τε μηχαναὶ τοῦ βασιλέως παρεστῶσαι τοῖς τείχεσιν, ἔργα θαυμαστὰ Νικωνίδου τοῦ Θεσσαλοῦ, ῥοίζῳ καὶ πατάγῳ πρῶτον ἀπεδήλουν τὸ μέλλον·

εἶτα νότος ἐκραγεὶς ἄπιστος τὸ μέγεθος τά τʼ ἄλλα συνέτριψε μηχανήματα ὥρας βραχεῖ μορίῳ, καὶ τὸν ξύλινον πύργον ἑκατὸν πηχῶν ὕψος ὄντα διασείσας κατέβαλεν. ἱστορεῖται δὲ τῶν ἐν Ἰλίῳ πολλοῖς καθʼ ὕπνον ὀφθῆναι τὴν Ἀθηνᾶν ἱδρῶτι πολλῷ ῥεομένην καὶ ὑποφαίνουσάν τι τοῦ πέπλου παρερρωγός, λέγουσαν, ὡς ἀρτίως ἥκοι βοηθήσασα Κυζικηνοῖς. καὶ στήλην τινὰ δόγματα καὶ γράμματα περὶ τούτων ἔχουσαν ἐδείκνυον Ἰλιεῖς.

Chapter 11

Μιθριδάτην δέ, ἄχρι μὲν ὑπὸ τῶν ἑαυτοῦ στρατηγῶν φενακιζόμενος ἠγνόει τὸν ἐν τῷ στρατοπέδῳ λιμόν, ἠνίων Κυζικηνοὶ διαφεύγοντες τὴν πολιορκίαν. ταχὺ δʼ ἐξερρύη τὸ φιλότιμον αὐτοῦ καὶ φιλόνεικον ἐν αἰσθήσει γενομένου τῶν ἀποριῶν, αἷς οἱ στρατιῶται συνείχοντο, καὶ τῶν ἀνθρωποφαγιῶν, ἅτε δὴ μὴ θεατρικῶς μηδʼ ἐπιδεικτικῶς Λουκούλλου πολεμοῦντος, ἀλλὰ, τοῦτο δὴ τὸ λεγόμενον, εἰς τὴν γαστέρα ἐναλλομένου καὶ ὅπως ὑφαιρήσει τὴν τροφὴν ἅπαντα πραγματευομένου.

διὸ καὶ φρούριόν τι πολιορκοῦντος αὐτοῦ τῷ καιρῷ χρήσασθαι σπεύδων ὁ Μιθριδάτης ἐξέπεμψεν εἰς Βιθυνίαν τοὺς μὲν ἱππεῖς σχεδὸν ἅπαντας μετὰ τῶν ὑποζυγίων, τῶν δὲ πεζῶν τοὺς ἀχρήστους, πυθόμενος δʼ ὁ Λούκουλλος ἔτι νυκτὸς ἧκεν εἰς τὸ στρατόπεδον, πρωὶ δὲ χειμῶνος ὄντος ἀναλαβὼν σπείρας δέκα καὶ τὴν ἵππον ἐδίωκε νιφόμενος καὶ κακοπαθῶν, ὥστε πολλοὺς ὑπὸ κρύους ἐνδιδόντας ἀπολείπεσθαι τῶν στρατιωτῶν, τοῖς δʼ ἄλλοις περὶ τὸν Ῥυνδακὸν ποταμόν καταλαβὼν τοὺς πολεμίους τοσαύτην τροπὴν ἐποίησεν,

ὥστε τὰς γυναῖκας ἐκ τῆς Ἀπολλωνίας προερχομένας ἀφαρπάζειν τὰ φορτία καὶ σκυλεύειν τοὺς φονευομένους. πολλῶν δʼ, ὡς εἰκὸς, ἀποθανόντων ἑάλωσαν ἵπποι μὲν ἑξακισχίλιοι καὶ πλῆθος ἀναρίθμητον ὑποζυγίων, ἄνδρες δὲ μύριοι πεντακισχίλιοι· καὶ τούτους ἄγων πάντας παρεξῄει παρὰ τὸ στρατόπεδον τῶν πολεμίων.

Σαλουστίου δὲ θαυμάζω τότε πρῶτον ὦφθαι Ῥωμαίοις καμήλους λέγοντος, εἰ μήτε πρότερον τοὺς μετὰ Σκηπίωνος νικήσαντας Ἀντίοχον ᾤετο μήτε τοὺς ἔναγχος πρὸς Ὀρχομενῷ καὶ περὶ Χαιρώνειαν Ἀρχελάῳ μεμαχημένους ἐγνωκέναι κάμηλον.

ἀλλὰ τῷ γε Μιθριδάτῃ φεύγειν μὲν ἔγνωστο τὴν ταχίστην, ἀνθολκὰς δὲ Λουκούλλῳ καὶ διατριβὰς ὀπίσω μηχανώμενος ἔστελλε τὸν ναύαρχον Ἀριστόνικον ἐπὶ τὴν Ἑλληνικὴν θάλασσαν· καὶ ὅσον οὔπω μέλλοντος ἐκπλεῖν ἐκ προδοσίας ὁ Λούκουλλος ἐκυρίευσε μετὰ χρυσῶν μυρίων, οὓς ἐκόμιζε διαφθερῶν τι τοῦ Ῥωμαϊκοῦ στρατεύματος, ἐκ τούτου Μιθριδάτης μὲν ἔφυγεν ἐπὶ θάλασσαν, οἱ δὲ στρατηγοὶ πεζοὶ τὸν στρατὸν ἀπήγαγον.

ἐπιπεσὼν δὲ Λούκουλλος αὐτοῖς περὶ τὸν Γρανικὸν ποταμόν εἷλέ τε παμπόλλους καὶ δισμυρίους ἀπέκτεινε. λέγονται δʼ ἐκ τοῦ παντὸς ἀκολούθων τε καὶ μαχίμων ὄχλου μυριάδες οὐ πολὺ δὴ τῶν τριάκοντα λείπουσαι διαφθαρῆναι.

Chapter 12

Λούκουλλος δὲ πρῶτον εἰς Κύζικον παρελθών ἀπέλαυσεν ἡδονῆς καὶ φιλοφροσύνης πρεπούσης· ἔπειτα ναυτικὸν ἐξηρτύετο τὸν Ἑλλήσποντον ἐπιπορευόμενος. εἰς δὲ Τρῳάδα καταχθείς ἐσκήνωσε μὲν ἐν τῷ ἱερῷ τῆς Ἀφροδίτης, κατακοιμηθεὶς δὲ νύκτωρ ἐδόκει τὴν θεὰν ὁρᾶν ἐφεστῶσαν αὐτῷ καὶ λέγουσαν· τί κνώσσεις, μεγάθυμε λέον; νεβροὶ δε τοι ἐγγύς.

ἐξαναστὰς δὲ καὶ τοὺς φίλους καλέσας διηγεῖτο τὴν ὄψιν ἔτι νυκτὸς οὔσης. καὶ παρῆσαν ἐξ Ἰλίου τινὲς ἀπαγγέλλοντες ὦφθαι περὶ τὸν Ἀχαιῶν λιμένα τρισκαίδεκα πεντήρεις τῶν βασιλικῶν ἐπὶ Λῆμνον πλεούσας, εὐθὺς οὖν ἀναχθείς τούτους μὲν εἷλε καὶ τὸν στρατηγὸν αὐτῶν Ἰσίδωρον ἀπέκτεινεν, ἐπὶ δὲ τοὺς ἄλλους ἔπλει πρωρέας.

οἱ δὲ ἔτυχον ὁρμοῦντες, καὶ τὰ πλοῖα πάντα πρὸς τὴν γῆν συνέλκοντες ἀπὸ τῶν καταστρωμάτων διεμάχοντο καὶ πληγὰς ἐδίδοσαν τοῖς περὶ τὸν Λούκουλλον, οὔτε περιπλεῦσαι τοῦ χωρίου διδόντος οὔτε βιάσασθαι ναυσὶ μετεώροις τὰς τῶν πολεμίων προσερηρεισμένας τῇ γῇ καὶ βεβηκυίας ἀσφαλῶς.

οὐ μὴν ἀλλὰ μόλις ᾗ προσβολήν τινα ἡ νῆσος εἶχεν ἀποβιβάζει τῶν στρατιωτῶν τοὺς ἀρίστους, οἳ κατόπιν ἐπιπεσόντες τοῖς πολεμίοις τοὺς μὲν διέφθειρον αὐτῶν, τοὺς δʼ ἠνάγκαζον ἀποκόπτοντας τὰ πρυμνήσια τῶν νεῶν καὶ φεύγοντας ἐκ τῆς γῆς ἀλλήλοις τε συγκρούειν τὰ πλοῖα καὶ ταῖς ἐμβολαῖς ταῖς περὶ τὸν Λούκουλλον ὑποπίπτειν.

πολλοὶ μὲν οὖν διεφθάρησαν, ἐν δὲ τοῖς ἁλοῦσιν ἀνήχθη καὶ Μάριος ὁ παρὰ Σερτωρίου στρατηγός· ἦν γὰρ ἑτερόφθαλμος, καὶ παρήγγελτο τοῖς στρατιώταις εὐθὺς ἐπιπλέουσιν ὑπὸ Λουκούλλου μηδένα κτείνειν ἑτερόφθαλμον, ὅπως ἐξονειδισθεὶς καὶ καθυβρισθεὶς ἀποθάνοι.

Chapter 13

γενόμενος δʼ ἀπὸ τούτων ἠπείγετο πρὸς τὴν αὐτοῦ Μιθριδάτου δίωξιν. ἤλπιζε γὰρ ἔτι περὶ Βιθυνίαν εὑρήσειν αὐτόν ὑπὸ Βοκωνίου φρουρούμενον, ὃν αὐτὸς ἐνστησόμενον τῇ φυγῇ μετὰ νεῶν ἀπεστάλκει πρὸς Νικομήδειαν.

ἀλλὰ Βοκώνιος μὲν. ἐν Σαμοθρᾴκῃ μυούμενος καὶ πανηγυρίζων καθυστέρησε· Μιθριδάτην δὲ ἀναχθέντα μετὰ τοῦ στόλου, σπεύδοντα πρὶν ἐπιστρέφειν Λούκουλλον εἰς τὸν Πόντον εἰσπλεῦσαι, καταλαμβάνει χειμὼν πολύς, ὑφʼ οὗ τὰ μὲν ἀφηρπάγη, τὰ δʼ ἐβυθίσθη τῶν σκαφῶν, πᾶσα δʼ ἡ παραλία τῶν ναυαγίων ἐκφερομένων ὑπὸ τοῦ κλύδωνος ἐπὶ πολλὰς ἡμέρας ἦν περίπλεως.

αὐτὸς δέ, τῆς ὁλκάδος, ἐφʼ ἧς ἔπλει, μήτε πρὸς τὴν γῆν εὐπαρακομίστου διὰ μέγεθος ἐν σάλῳ μεγάλῳ καὶ κύματι τυφλῷ παρισταμένης τοῖς κυβερνήταις, πρός τε τὴν θάλασσαν ἤδη βαρείας καὶ ὑπεράντλου γενομένης, μετεμβὰς εἰς λῃστρικὸν μυοπάρωνα καὶ τὸ σῶμα πειραταῖς ἐγχειρίσας ἀνελπίστως καὶ παραβόλως εἰς τὴν Ποντικὴν Ἡράκλειαν ἐξεσώθη.

Λουκούλλῳ δʼ ἀνεμέσητος ἡ πρὸς τὴν σύγκλητον ἀπέβη φιλοτιμία, ψηφιζομένης γὰρ αὐτῆς πρὸς τὸν πόλεμον ἀπὸ τρισχιλίων ταλάντων ἐξαρτύεσθαι ναυτικόν, ἐκώλυσε πέμψας γράμματα καὶ μεγαληγορήσας, ὡς ἄνευ δαπάνης καὶ τοσαύτης παρασκευῆς ταῖς τῶν συμμάχων ναυσὶ Μιθριδάτην ἐκβαλεῖ τῆς θαλάττης. καὶ τοῦτο ὑπῆρξεν αὐτῷ τοῦ θεοῦ συναγωνισαμένου. λέγεται γὰρ Ἀρτέμιδος χόλῳ Πριαπίνης ὁ χειμὼν ἐμπεσεῖν τοῖς Ποντικοῖς συλήσασιν αὐτῆς τὸ ἱερὸν καὶ τὸ ξόανον ἀνασπάσασι.

Chapter 14

πολλῶν δὲ Λουκούλλῳ παραινούντων ἀναβάλλεσθαι τὸν πόλεμον, οὐ φροντίσας ἐνέβαλε διὰ Βιθυνίας καὶ Γαλατίας εἰς τὴν βασιλικήν, ἐν ἀρχῇ μὲν ἐνδεὴς τῶν ἀναγκαίων, ὥστε Γαλάτας ἕπεσθαι τρισμυρίους ἕκαστον ἐπὶ τῶν ὤμων κομίζοντα σίτου μέδιμνον, προϊὼν δὲ καὶ κρατῶν ἁπάντων εἰς τοσαύτην ἦλθεν εὐπορίαν, ὥστε τὸν μὲν βοῦν ἐν στρατοπέδῳ δραχμῆς, τὸ δὲ ἀνδράποδον τεττάρων ὤνιον εἶναι, τὴν δʼ ἄλλην λείαν ἐν οὐδενὶ λόγῳ τοὺς μὲν ἀπολείπειν, τοὺς δὲ ἀναλίσκειν. διάθεσις γὰρ ἦν οὐδενὸς πρὸς οὐδένα πάντων εὐπορούντων.

ἀλλʼ ὅσον φθεῖραι καὶ κακῶσαι τὴν χώραν ἱππασάμενοι καὶ καταδραμόντες ἄχρι Θεμισκύρας καὶ τῶν περὶ Θερμώδοντα πεδίων, ᾐτιῶντο τὸν Λούκουλλον, ὅτι πάσας προσάγεται τὰς πόλεις, κατὰ κράτος δὲ οὐδεμίαν ᾕρηκεν οὐδὲ παρέσχηκεν αὐτοῖς ὠφεληθῆναι διαρπάσασιν.

ἀλλὰ καὶ νῦν, ἔφασαν, Ἀμισόν, πόλιν εὐδαίμονα καὶ πλουσίαν, οὐ μέγα ὂν ἔργον, εἴ τις ἐντείναι τὴν πολιορκίαν, κατασχεῖν, ἀπολιπόντας ἡμᾶς ἄγει περὶ τὴν Τιβαρηνῶν καὶ Χαλδαίων ἐρημίαν Μιθριδάτῃ πολεμήσοντας. ἀλλὰ ταῦτα μὲν οὐκ ἂν ὁ Λούκουλλος ἐλπίσας εἰς τοσοῦτον ἀπονοίας τοὺς στρατιώτας παραγαγεῖν, ὅσον ὕστερον ἐξέφηναν, ὑπερεώρα καὶ οὐκ ἐφρόντιζεν, ἐκείνοις δʼ ἀπελογεῖτο μᾶλλον,

οἳ βραδυτῆτα κατηγόρουν αὐτοῦ διατρίβοντος ἐνταῦθα περὶ κώμας καὶ πόλεις οὐ πολλοῦ τινος ἀξίας πολὺν χρόνον, ἐῶντος δʼ αὔξεσθαι Μιθριδάτην. αὐτὸ γὰρ, ἔφη, τοῦτο καὶ βούλομαι καὶ κάθημαι τεχνάζων, μέγαν αὖθις γενέσθαι τὸν ἄνδρα καὶ συναγαγεῖν αὐτὸν ἀξιόμαχον δύναμιν, ἵνα μείνῃ καὶ μὴ φύγῃ προσιόντας ἡμᾶς.

ἢ οὐχ ὁρᾶτε πολλὴν μὲν αὐτῷ καὶ ἀτέκμαρτον ἐρημίαν ὀπίσω παροῦσαν; ἐγγὺς δὲ ὁ Καύκασος καὶ ὄρη πολλὰ καὶ βαθέα καὶ μυρίους βασιλεῖς φυγομαχοῦντας ἀρκοῦντα κατακρύψαι καὶ περισχεῖν ὀλίγων δʼ ἡμερῶν ὁδὸς εἰς Ἀρμενίαν ἐκ Καβείρων, καὶ ὑπὲρ Ἀρμενίας κάθηται Τιγράνης, βασιλεὺς βασιλέων, ἔχων δύναμιν, ᾗ Πάρθους τε περικόπτει τῆς Ἀσίας καὶ πόλεις Ἑλληνίδας εἰς Μηδίαν ἀνακομίζει καὶ Συρίας κρατεῖ καὶ Παλαιστίνης καὶ τοὺς ἀπὸ Σελεύκου βασιλεῖς ἀποκτιννύει, θυγατέρας δʼ αὐτῶν ἄγει καὶ γυναῖκας ἀνασπάστους.

οὗτος οἰκεῖός ἐστι Μιθριδάτου καὶ γαμβρός, οὐ περιόψεται δὲ αὐτὸν ἱκέτην ὑποδεξάμενος, ἀλλὰ πολεμήσει πρὸς ἡμᾶς καὶ σπεύδοντες ἐκβάλλειν Μιθριδάτην κινδυνεύσομεν ἐπισπάσασθαι Τιγράνην, πάλαι μὲν αἰτίας δεόμενον ἐφʼ ἡμᾶς, εὐπρεπεστέραν δὲ οὐκ ἂν λαβόντα τῆς ὑπὲρ ἀνδρὸς οἰκείου καὶ βασιλέως ἀναγκασθέντα ὑπουργεῖν αὐτῷ. τί οὖν δεῖ τοῦθʼ ἡμᾶς ἐξεργάσασθαι καὶ διδάξαι Μιθριδάτην ἀγνοοῦντα, μεθʼ ὧν ἐστιν αὐτῷ πρὸς ἡμᾶς πολεμητέον, καὶ μὴ βουλόμενον, ἀλλʼ ἀδοξοῦντα συνελαύνειν εἰς τὰς Τιγράνου χεῖρας, ἀλλʼ οὐχὶ δόντας αὐτῷ χρόνον ἐκ τῶν οἰκείων παρασκευάσασθαι καὶ ἀναθαρρῦναι, Κόλχοις καὶ Τιβαρηνοῖς καὶ Καππάδοξιν, ὧν πολλάκις κεκρατήκαμεν, μάχεσθαι μᾶλλον ἢ Μήδοις καὶ Ἀρμενίοις;

Chapter 15

ἐπὶ τοιούτων λογισμῶν γενόμενος ὁ Λούκουλλος περί τε τὴν Ἀμισὸν διέτριψε, μαλακῶς τῇ πολιορκίᾳ χρώμενος, καὶ μετὰ χειμῶνα Μουρήναν ἀπολιπὼν ἐπὶ τῆς πολιορκίας ἐβάδιζεν ἐπὶ Μιθριδάτην καθήμενον ἐν Καβείροις καὶ διανοούμενον ὑφίστασθαι τοὺς Ῥωμαίους, ἠθροισμένης αὐτῷ δυνάμεως εἰς τετρακισμυρίους πεζούς, ἱππεῖς δὲ τετρακισχιλίους, οἷς ἐθάρρει μάλιστα.

καὶ διαβὰς τὸν Λύκον ποταμὸν εἰς τὸ πεδίον προὐκαλεῖτο τοὺς Ῥωμαίους. γενομένης δʼ ἱππομαχίας ἔφυγον οἱ Ῥωμαῖοι· Πομπώνιος δʼ ἀνὴρ οὐκ ἄδοξος ἑάλω τετρωμένος καὶ πρὸς τὸν Μιθριδάτην ἀνήχθη κακῶς ὑπὸ τραυμάτων διακείμενος, πυθομένου δὲ τοῦ βασιλέως, εἰ σωθεὶς ὑπʼ αὐτοῦ γενήσεται φίλος, ἄν γε δή, ἔφη, Ῥωμαίοις διαλλαγῇς· εἰ δὲ μή, πολέμιος. τοῦτον μὲν θαυμάσας ὁ Μιθριδάτης οὐκ ἠδίκησε.

τοῦ δὲ Λουκούλλου τὰ μὲν πεδία τῶν πολεμίων ἱπποκρατούντων δεδιότος, τὴν δʼ ὀρεινὴν ὀκνοῦντος προϊέναι, μακρὰν καὶ ὑλώδη καὶ δύσβατον οὖσαν, ἁλίσκονταί τινες κατὰ τύχην Ἕλληνες εἴς τι σπήλαιον καταφυγόντες, ὧν ὁ πρεσβύτερος Ἀρτεμίδωρος ὑπέσχετο τὸν Λούκουλλον ἄξειν καὶ καταστάσειν ἐπὶ τόπῳ ἀσφαλεῖ τῷ στρατοπέδῳ καὶ φρούριον ἔχοντι τοῖς Καβείροις ἐπικρεμάμενον.

πιστεύσας δʼ ὁ Λούκουλλος ἅμα τῇ νυκτὶ πυρὰ καύσας ἐκίνει καὶ τὰ στενὰ παρελθὼν ἀσφαλῶς τὸ χωρίον εἶχε, καὶ μεθʼ ἡμέραν ὑπερεφαίνετο τῶν πολεμίων ἱδρύων τὸν στρατὸν ἐν τόποις, οἳ μάχεσθαι βουλομένῳ προσαγωγὴν ἐδίδοσαν καὶ τὸ μὴ βιασθῆναι παρεῖχον ἡσυχάζοντι.

γνώμην μὲν οὖν οὐδέτερος εἶχεν ἔν γε τῷ παρόντι διακινδυνεύειν ἔλαφον δὲ λέγεται τῶν βασιλικῶν διωκόντων ὑποτεμνομένους ἀπαντῆσαι τοὺς Ῥωμαίους, ἐκ δὲ τούτου συμπεσόντας ἀγωνίζεσθαι πλειόνων ἑκατέροις ἀεὶ προσγινομένων. τέλος δʼ ἐνίκων οἱ βασιλικοί· καὶ τὴν φυγὴν ἐκ τοῦ χάρακος οἱ Ῥωμαῖοι καθορῶντες ἤσχαλλον καὶ συνέτρεχον πρὸς τὸν Λούκουλλον, ἄγειν σφᾶς δεόμενοι καὶ σύνθημα πρὸς τὴν μάχην αἰτοῦντες.

ὁ δὲ βουλόμενος αὐτοὺς μαθεῖν, ἡλίκον ἐστὶν ἐν ἀγῶνι πολέμου καὶ κινδύνῳ παρουσία καὶ ὄψις ἡγεμόνος ἔμφρονος, ἐκείνους μὲν ἡσυχίαν ἄγειν ἐκέλευσεν, αὐτὸς δὲ κατέβαινεν εἰς τὸ πεδίον καὶ τοῖς πρώτοις ἀπαντήσας τῶν φευγόντων ἵστασθαι προσέταξε καὶ ἀναστρέφειν μετʼ αὐτοῦ.

πεισθέντων δὲ τούτων καὶ οἱ λοιποὶ μεταβαλόμενοι καὶ συστάντες ὀλίγῳ πόνῳ τρέπονται τοὺς πολεμίους καὶ καταδιώκουσιν εἰς τὸ στρατόπεδον. ἐπανελθὼν δὲ Λούκουλλος ἀτιμίαν τινὰ τοῖς φεύγουσι νενομισμένην προσέβαλε, κελεύσας ἐν χιτῶσιν ἀζώστοις ὀρύξαι δώδεκα ποδῶν τάφρον, ἐφεστώτων καὶ θεωμένων τῶν ἄλλων στρατιωτῶν.

Chapter 16

τὴν δέ τις ἐν τῷ Μιθριδάτου στρατοπέδῳ Δανδαρίων δυνάστης Ὀλθακὸς γένος δʼ εἰσὶν οἱ Δανδάριοι βαρβάρων τῶν περὶ τήν Μαιῶτιν οἰκούντων, ἀνὴρ ὅσα χειρὸς ἔργα καί τόλμης ἐν πολέμῳ διαπρεπὴς ἅπαντα, καί γνώμην ἱκανὸς ἐν τοῖς μεγίστοις, ἔτι δʼ ἐμμελὴς ὁμιλῆσαι καί θεραπευτικός, οὗτος ἔχων ἀεὶ πρός τινα τῶν ὁμοφύλων δυναστῶν ἅμιλλαν ὑπὲρ πρωτείων καὶ ζηλοτυπίαν ὑπέσχετο τῷ Μιθριδάτῃ μέγα ἔργον, ἀποκτενεῖν Λούκουλλον.

ἐπαινέσαντος δὲ τοῦ βασιλέως καί τινας αὐτῷ προσβαλόντος ἐπίτηδες ἀτιμίας εἷς προσποίησιν ὀργῆς ἀφιππάσατο πρός Λούκουλλον· ὁ δʼ ἄσμενος ἐδέξατο· λόγος γὰρ ἦν αὐτοῦ πολὺς ἐν τῷ στρατοπέδῳ· καί ταχὺ πειρώμενος ἠσπάζετο τήν τε ἀγχίνοιαν αὐτοῦ καί τὸ λιπαρές, ὥστε τραπέζης καί συνεδρίου ποτὲ ποιεῖσθαι κοινωνόν.

ἐπεὶ δʼ ἐδόκει καιρὸν ἔχειν ὁ Δανδάριος, τὸν μὲν ἵππον ἔξω τοῦ χάρακος ἐκέλευσε προαγαγεῖν τοὺς παῖδας, αὐτὸς δὲ μεσημβρίας οὔσης καί τῶν στρατιωτῶν ἐνδιαζόντων καί ἀναπαυομένων ἐβάδιζεν ἐπὶ τήν στρατηγικὴν σκηνήν, ὡς οὐδενὸς κωλύσοντος εἰσελθεῖν ἄνδρα συνήθη καί λόγους τινὰς ἀξίους σπουδῆς τῷ στρατηγῷ κομίζειν φάσκοντα.

κἂν εἰσῆλθεν ἀδεῶς, εἰ μὴ ὁ πολλοὺς ἀνῃρηκὼς στρατηγοὺς ὕπνος Λούκουλλον ἔσωσεν. ἐτύγχανε γὰρ καθεύδων καί Μενέδημος, εἷς τῶν κατευναστῶν, παρὰ ταῖς θύραις ἑστὼς οὐκ ἔφη κατὰ καιρὸν ἥκειν τὸν Ὀλθακόν, ἄρτι Λουκούλλου πρός ἀνάπαυσιν ἐκ μακρᾶς ἀγρυπνίας καί πόνων τοσούτων δεδωκότος ἑαυτόν.

ἐπεὶ δʼ οὐκ ἀπῄει κελεύοντος, ἀλλʼ ἔφη καί κωλύοντος εἰσελεύσεσθαι περὶ πράγματος ἀναγκαίου καί μεγάλου διαλεχθῆναι βουλόμενος, ἤδη πρὸς ὀργὴν ὁ Μενέδημος εἰπὼν μηδὲν ἀναγκαιότερον τοῦ σῴζεσθαι Λούκουλλον ἀπεώσατο τὸν ἄνθρωπον ἀμφοτέραις ταῖς χερσίν.

ὁ δὲ δείσας ὑπεξῆλθε τοῦ χάρακος, καί λαβὼν τὸν ἵππον ἀπήλασεν εἷς τὸ Μιθριδάτου στρατόπεδον ἄπρακτος, οὕτως ἄρα καί τοῖς πράγμασιν ὁ καιρὸς ὥσπερ τοῖς φαρμάκοις καί τήν σῴζουσαν καί τήν ἀναιροῦσαν ῥοπὴν προστίθησιν.

Chapter 17

ἐκ τούτου Σωρνάτιος μὲν ἐπὶ σίτου κομιδὴν ἐπέμφθη μετὰ δέκα σπειρῶν καὶ καταδιωχθεὶς ὑπὸ Μενάνδρου, τῶν Μιθριδάτου στρατηγῶν ἑνός, ἀντέστη καὶ συμβαλὼν φόνον ἐποίησε πολὺν καὶ τροπὴν τῶν πολεμίων, αὖθις δὲ πεμφθέντος Ἀδριανοῦ μετὰ δυνάμεως, ὅπως ἐκ περιουσίας ἔχωσιν οἱ στρατιῶται σῖτον, οὐ περιεῖδε Μιθριδάτης, ἀλλʼ ἀπέστειλε Μενέμαχον καὶ Μύρωνα πολλῶν μὲν ἱππέων, πολλῶν δὲ πεζῶν ἡγουμένους.

οὗτοι πάντες, ὡς λέγεται, πλὴν δυεῖν κατεκόπησαν ὑπὸ τῶν Ῥωμαίων. καὶ Μιθριδάτης μὲν ἔκρυπτε τὴν συμφοράν ὡς οὐ τοσαύτην οὖσαν, ἀλλὰ μικράν, προσκεκρουκότων ἀπειρίᾳ τῶν στρατηγῶν, Ἀδριανὸς δὲ λαμπρὸς παρημείβετο τὸ στρατόπεδον πολλὰς κατάγων ἁμάξας σίτου καὶ λαφύρων γεμούσας, ὥστε δυσθυμίαν μὲν αὐτῷ, ταραχὴν δὲ καὶ φόβον ἀμήχανον ἐμπεσεῖν τοῖς στρατιώταις.

ἐδέδοκτο μὲν οὖν μηκέτι μένειν ἐπεὶ δὲ προεξέπεμπον οἱ βασιλικοὶ τὰ σφέτερα χρήματα καθʼ ἡσυχίαν, τοὺς δʼ ἄλλους ἐκώλυον, ἤδη καὶ πρὸς ὀργὴν ἐπὶ τὰς ἐξόδους ὠθούμενοι καὶ βιαζόμενοι τὰ μὲν χρήματα ἥρπαζον, αὐτοὺς δὲ ἀπέσφαττον. ὅπου καὶ Δορύλαος ὁ στρατηγός οὐδὲν ἕτερον ἔχων ἢ τὴν πορφύραν περὶ αὑτόν ἀπώλετο διὰ ταύτην, Ἑρμαῖος δὲ ὁ θύτης κατεπατήθη περὶ τὰς πύλας.

αὐτὸς δʼ ὁ Μιθριδάτης, οὔτε ὀπαδοῦ τινος οὔτε ἱπποκόμου παραμείναντος αὐτῷ, συνεξέπεσεν ἀπὸ τοῦ στρατοπέδου τοῖς πολλοῖς ἀναμεμιγμένος, οὐδʼ ἵππου τῶν βασιλικῶν εὐπορήσας, ἀλλʼ ὀψέ που κατιδὼν αὐτόν ἐν τῷ ῥεύματι τῆς τροπῆς ἐκείνης διαφερόμενον Πτολεμαῖος ὁ εὐνοῦχος ἵππον ἔχων αὐτὸς ἀπεπήδησε καὶ παρέσχεν.

ἤδη γὰρ αὑτόν οἱ Ῥωμαῖοι…

ἦν…

κ…

The complete text is available when the reading interface loads.