The Greek Library Author

Plutarch

Πομπήϊος

Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος

Scientific editors
Bernadotte Perrin
Edition reference
Plutarch's Lives · Cambridge, MA · Harvard University Press · 1917
CTS identifier
urn:cts:greekLit:tlg0007.tlg045.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 1

πρὸς Πομπήϊον ἔοικε τοῦτο παθεῖν ὁ Ῥωμαίων δῆμος εὐθὺς ἐξ ἀρχῆς, ὅπερ ὁ Αἰσχύλου Προμηθεὺς πρὸς τὸν Ἡρακλέα σωθεὶς ὑπʼ αὐτοῦ καὶ λέγων ἐχθροῦ πατρός μοι τοῦτο φίλτατον τέκνον. οὔτε γὰρ μῖσος οὕτως ἰσχυρὸν καὶ ἄγριον ἐπεδείξαντο Ῥωμαῖοι πρὸς ἕτερον στρατηγὸν ὡς τὸν Πομπηΐου πατέρα Στράβωνα, ζῶντος μὲν αὐτοῦ φοβούμενοι τὴν ἐν τοῖς ὅπλοις δύναμιν (ἦν γὰρ ἀνὴρ πολεμικώτατος),

ἐπεὶ δὲ ἀπέθανε κεραυνωθείς, ἐκκομιζόμενον τὸ σῶμα κατασπάσαντες ἀπὸ τοῦ λέχους καὶ καθυβρίσαντες, οὔτε μὴν εὔνοιαν αὖ πάλιν σφοδροτέραν ἢ θᾶσσον ἀρξαμένην ἢ μᾶλλον εὐτυχοῦντι συνακμάσασαν ἢ πταίσαντι παραμείνασαν βεβαιότερον ἄλλος ἔσχε Ῥωμαίων ἢ Πομπήϊος.

αἰτία δὲ τοῦ μὲν μίσους ἐκείνῳ μία, χρημάτων ἄπληστος ἐπιθυμία, τούτῳ δὲ πολλαὶ τοῦ ἀγαπᾶσθαι, σωφροσύνη περὶ δίαιταν, ἄσκησις ἐν ὅπλοις, πιθανότης λόγου, πίστις ἤθους, εὐαρμοστία πρὸς ἔντευξιν, ὡς μηδενὸς ἀλυπότερον δεηθῆναι μηδὲ ἥδιον ὑπουργῆσαι δεομένῳ. προσῆν γὰρ αὐτοῦ ταῖς χάρισι καὶ τὸ ἀνεπαχθὲς διδόντος καὶ τὸ σεμνὸν λαμβάνοντος.

Chapter 2

ἐν ἀρχῇ δὲ καὶ τὴν ὄψιν ἔσχεν οὐ μετρίως συνδημαγωγοῦσαν καὶ προεντυγχάνουσαν αὑτοῦ τῆς φωνῆς, τὸ γὰρ ἐράσμιον ἀξιωματικὸν ἦν φιλανθρώπως, καὶ ἐν τῷ νεαρῷ καὶ ἀνθοῦντι διέφαινεν εὐθὺς ἡ ἀκμὴ τὸ γεραρὸν καὶ τὸ βασιλικὸν τοῦ ἤθους, ἦν δέ τις καὶ ἀναστολὴ τῆς κόμης ἀτρέμα καὶ τῶν περὶ τὰ ὄμματα ῥυθμῶν ὑγρότης τοῦ προσώπου, ποιοῦσα μᾶλλον λεγομένην ἢ φαινομένην ὁμοιότητα πρὸς τὰς Ἀλεξάνδρου τοῦ βασιλέως εἰκόνας.

ᾗ καὶ τοὔνομα πολλῶν ἐν ἀρχῇ συνεπιφερόντων οὐκ ἔφευγεν ὁ Πομπήϊος, ὥστε καὶ χλευάζοντας αὐτὸν ἐνίους ἤδη καλεῖν Ἀλέξανδρον. διὸ καὶ Λεύκιος Φίλιππος, ἀνὴρ ὑπατικός, συνηγορῶν αὐτῷ, μηδὲν ἔφη ποιεῖν παράλογον εἰ Φίλιππος ὢν φιλαλέξανδρός ἐστιν. Φλώραν δὲ τὴν ἑταίραν ἔφασαν ἤδη πρεσβυτέραν οὖσαν ἐπιεικῶς ἀεὶ μνημονεύειν τῆς γενομένης αὐτῇ πρὸς Πομπήϊον ὁμιλίας, λέγουσαν ὡς οὐκ ἦν ἐκείνῳ συναναπαυσαμένην ἀδήκτως ἀπελθεῖν.

πρὸς δὲ τούτοις διηγεῖσθαι τὴν Φλώραν ἐπιθυμῆσαί τινα τῶν Πομπηΐου συνήθων αὐτῆς Γεμίνιον, καὶ πράγματα πολλὰ παρέχειν πειρῶντα· αὐτῆς δὲ φαμένης οὐκ ἂν ἐθελῆσαι διὰ Πομπήϊον, ἐκείνῳ τὸν Γεμίνιον διαλέγεσθαι· τὸν οὖν Πομπήϊον ἐπιτρέψαι μὲν τῷ Γεμινίῳ, μηκέτι δὲ αὐτὸν ἅψασθαι τὸ παράπαν μηδὲ ἐντυχεῖν αὐτῇ, καίπερ ἐρᾶν δοκοῦντα· τοῦτο δὲ αὐτὴν οὐχ ἑταιρικῶς ἐνεγκεῖν, ἀλλὰ πολὺν ὑπὸ λύπης καὶ πόθου χρόνον νοσῆσαι.

καίτοι τὴν Φλώραν οὕτω λέγουσιν ἀνθῆσαι καὶ γενέσθαι περιβόητον ὥστε Κεκίλιον Μέτελλον ἀνδριάσι καὶ γραφαῖς κοσμοῦντα τὸν νεὼν τῶν Διοσκούρων, κἀκείνης εἰκόνα γραψάμενον ἀναθεῖναι διὰ τὸ κάλλος. Πομπήϊος δὲ καὶ τῇ Δημητρίου τοῦ ἀπελευθέρου γυναικί, πλεῖστον ἰσχύσαντος παρʼ αὐτῷ καὶ τετρακισχιλίων ταλάντων ἀπολιπόντος οὐσίαν, ἐχρῆτο παρὰ τὸν αὑτοῦ τρόπον οὐκ ἐπιεικῶς οὐδὲ ἐλευθερίως, φοβηθεὶς τὴν εὐμορφίαν αὐτῆς ἄμαχόν τινα καὶ περιβόητον οὖσαν, ὡς μὴ φανείη κεκρατημένος.

οὕτω δὲ πάνυ πόρρωθεν εὐλαβὴς ὢν πρὸς τὰ τοιαῦτα καὶ πεφυλαγμένος, ὅμως οὐ διέφυγε τῶν ἐχθρῶν τὸν ἐπὶ τούτῳ ψόγον, ἀλλʼ ἐπὶ ταῖς γαμεταῖς ἐσυκοφαντεῖτο πολλὰ τῶν κοινῶν παριδεῖν καὶ προέσθαι χαριζόμενος ἐκείναις. τῆς δὲ περὶ τὴν δίαιταν εὐκολίας καὶ λιτότητος καὶ ἀπομνημόνευμα λέγεται τοιοῦτον.

ἰατρὸς αὐτῷ νοσοῦντι καὶ κακῶς ἔχοντι πρὸς τὰ σιτία κίχλην προσέταξε λαβεῖν, ὡς δὲ ζητοῦντες οὐχ εὗρον ὤνιον ἦν γὰρ παρʼ ὥραν, ἔφη δέ τις εὑρεθήσεσθαι παρὰ Λευκόλλῳ διʼ ἔτους τρεφομένας, εἶτα, εἶπεν, εἰ μὴ Λεύκολλος ἐτρύφα, Πομπήϊος οὐκ ἂν ἔζησε; καὶ χαίρειν ἐάσας τὸν ἰατρὸν ἔλαβέ τι τῶν εὐπορίστων. ταῦτα μὲν οὖν ὕστερον.

Chapter 3

ἔτι δὲ μειράκιον ὢν παντάπασι καὶ τῷ πατρὶ συστρατευόμενος ἀντιτεταγμένῳ πρὸς Κίνναν , Λευκιόν τινα Τερέντιον εἶχεν ἑταῖρον καὶ σύσκηνον. οὗτος ὑπὸ Κίννα πεισθεὶς χρήμασιν αὐτὸς μὲν ἔμελλε Πομπήϊον ἀποκτενεῖν, ἕτεροι δὲ τὴν σκηνὴν ἐμπρήσειν τοῦ στρατηγοῦ.

μηνύσεως δὲ τῷ Πομπηΐῳ περὶ δεῖπνον ὄντι προσπεσούσης, οὐδὲν διαταραχθείς, ἀλλὰ καὶ πιὼν προθυμότερον καὶ φιλοφρονησάμενος τὸν Τερέντιον, ἅμα τῷ τραπέσθαι πρὸς ἀνάπαυσιν ὑπεκρυεὶς τῆς σκηνῆς ἔλαθε, καὶ τῷ πατρὶ φρουρὰν περιστήσας ἡσύχαζεν. ὁ δὲ Τερέντιος, ὡς ἐνόμιζε καιρὸν εἶναι, σπασάμενος τὸ ξίφος ἀνέστη καὶ τῇ στιβάδι τοῦ Πομπηΐου προσελθὼν ὡς κατακειμένου πολλὰς ἐνεφόρει πληγὰς τοῖς στρώμασι.

ἐκ δὲ τούτου γίνεται μέγα κίνημα μίσει τοῦ στρατηγοῦ, καὶ πρὸς ἀπόστασιν ὁρμὴ τῶν στρατιωτῶν, τάς τε σκηνὰς ἀνασπώντων καὶ τὰ ὅπλα λαμβανόντων, ὁ μὲν οὖν στρατηγὸς οὐ προῄει δεδιὼς τὸν θόρυβον, ὁ δὲ Πομπήϊος ἐν μέσοις ἀναστρεφόμενος καὶ δακρύων ἱκέτευε, τέλος δὲ ῥίψας ἑαυτὸν ἐπὶ στόμα πρὸ τῆς πύλης τοῦ χάρακος ἐμποδὼν ἔκειτο κλαίων καὶ πατεῖν κελεύων τοὺς ἐξιόντας, ὥστε ἕκαστον ἀναχωρεῖν ὑπʼ αἰδοῦς καὶ πάντας οὕτω πλὴν ὀκτακοσίων μεταβαλέσθαι καὶ διαλλαγῆναι πρὸς τὸν στρατηγόν.

Chapter 4

ἅμα δὲ τῷ τελευτῆσαι τὸν Στράβωνα, δίκην κλοπῆς ἔσχεν ὑπὲρ αὐτοῦ δημοσίων χρημάτων ὁ Πομπήϊος, καὶ τὰ μὲν πλεῖστα φωράσας ἕνα τῶν ἀπελευθέρων ὁ Πομπήϊος νενοσφισμένον Ἀλέξανδρον, ἀπέδειξε τοῖς ἄρχουσιν, αὐτὸς δὲ λίνα θηρατικὰ καὶ βιβλία τῶν ἐν Ἄσκλῳ ληφθέντων ἔχειν κατηγορεῖτο. ταῦτα δὲ ἔλαβε μὲν παρὰ τοῦ πατρὸς ἑλόντος τὸ Ἄσκλον, ἀπώλεσε δὲ τῶν Κίννα δορυφόρων, ὅτε κατῆλθεν, ὠσαμένων εἰς τὴν οἰκίαν αὐτοῦ καὶ διαρπασάντων.

ἐγίνοντο δὲ τῆς δίκης αὐτῷ προαγῶνες οὐκ ὀλίγοι πρὸς τὸν κατήγορον. ἐν οἷς ὀξὺς ἅμα καὶ παρʼ ἡλικίαν εὐσταθὴς φαινόμενος δόξαν ἔσχε μεγάλην καὶ χάριν, ὥστε Ἀντίστιον στρατηγοῦντα καὶ βραβεύοντα τὴν δίκην ἐκείνην ἐρασθῆναι τοῦ Πομπηΐου καὶ γυναῖκα διδόναι τὴν ἑαυτοῦ θυγατέρα καὶ περὶ τούτου τοῖς φίλοις διαλέγεσθαι.

δεξαμένου δὲ Πομπηΐου καὶ γενομένων ἐν αὐτοῖς ἀπορρήτων ὁμολογιῶν, ὅμως οὐκ ἔλαθε τοὺς πολλοὺς τὸ πρᾶγμα διὰ τὴν τοῦ Ἀντιστίου σπουδήν. τέλος δὲ τὴν γνώμην ἀναγορεύσαντος αὐτοῦ τῶν δικαστῶν ἀπολύουσαν, ὥσπερ ἐκ παραγγέλματος ὁ δῆμος ἐπεφώνησε τοῦτο δὴ τὸ τοῖς γαμοῦσιν ἐπιφωνούμενον ἐξ ἔθους παλαιοῦ, Ταλασίῳ.

τὸ δὲ ἔθος ἀρχὴν λαβεῖν φασὶ τοιαύτην. ὅτε τὰς θυγατέρας τῶν Σαβίνων ἐπὶ θέαν ἀγῶνος εἰς Ῥώμην παραγενομένας οἱ πρωτεύοντες ἀρετῇ Ῥωμαίων ἥρπαζον ἑαυτοῖς γυναῖκας, ἄδοξοί τινες πελάται καὶ βοτῆρες ἀράμενοι κόρην καλὴν καὶ μεγάλην ἐκόμιζον. ὅπως οὖν μὴ προστυχών τις ἀφέληται τῶν κρειττόνων, ἐβόων θέοντες ἅμα Ταλασίῳ τῶν δὲ χαριέντων καὶ γνωρίμων τις ἦν ὁ Ταλάσιος, ὥστε τοὺς ἀκούσαντας τοὔνομα κροτεῖν καὶ βοᾶν οἷον συνηδομένους καὶ συνεπαινοῦντας.

ἐκ τούτου φασὶ καὶ γὰρ εὐτυχὴς ὁ γάμος ἀπέβη τῷ Ταλασίῳ ταύτην τὴν ἐπιφώνησιν μετὰ παιδιᾶς γενέσθαι τοῖς γαμοῦσιν. οὗτος ὁ λόγος πιθανώτατός ἐστι τῶν περὶ τοῦ Ταλασίου λεγομένων, ὀλίγαις δʼ οὖν ὕστερον ἡμέραις ὁ Πομπήϊος ἠγάγετο τὴν Ἀντιστίαν.

Chapter 5

ἐπεὶ δὲ πρὸς Κίνναν εἰς τὸ στρατόπεδον πορευθεὶς ἐξ αἰτίας τινὸς καὶ διαβολῆς ἔδεισε καὶ ταχὺ λαθὼν ἐκποδὼν ἐποίησεν ἑαυτόν, οὐκ ὄντος ἐμφανοῦς αὐτοῦ θροῦς διῆλθεν ἐν τῷ στρατοπέδῳ καὶ λόγος ὡς ἀνῃρήκοι τὸν νεανίσκον ὁ Κίννας ἐκ δὲ τούτου οἱ πάλαι βαρυνόμενοι καὶ μισοῦντες ὥρμησαν ἐπʼ αὐτόν. ὁ δὲ φεύγων καὶ καταλαμβανόμενος ὑπό τινος τῶν λοχαγῶν γυμνῷ τῷ ξίφει διώκοντος προσέπεσε τοῖς γόνασι καὶ τὴν σφραγῖδα προὔτεινε πολύτιμον οὖσαν.

ὁ δὲ καὶ μάλα ὑβριστικῶς εἰπών, ἀλλʼ οὐκ ἐγγύην ἔρχομαι σφραγιούμενος, ἀλλὰ ἀνόσιον καὶ παράνομον τιμωρησόμενος τύραννον. ἀπέκτεινεν αὐτόν. οὕτω δὲ τοῦ Κίννα τελευτήσαντος ἐδέξατο μὲν τὰ πράγματα καὶ συνεῖχε Κάρβων ἐμπληκτότερος ἐκείνου τύραννος, ἐπῄει δὲ Σύλλας τοῖς πλείστοις ποθεινός, ὑπὸ τῶν παρόντων κακῶν οὐδὲ δεσπότου μεταβολὴν μικρὸν ἡγουμένοις ἀγαθόν, εἰς τοῦτο προήγαγον αἱ συμφοραὶ τὴν πόλιν, ὡς δουλείαν ἐπιεικεστέραν ζητεῖν ἀπογνώσει τῆς ἐλευθερίας.

Chapter 6

τότε οὖν ὁ Πομπήϊος ἐν τῇ Πικηνίδι τῆς Ἰταλίας διέτριβεν, ἔχων μὲν αὐτόθι καὶ χωρία, τὸ δέ πλέον ταῖς πόλεσιν ἡδόμενος οἰκείως καὶ φιλικῶς πατρόθεν ἐχούσαις πρὸς αὐτόν, ὁρῶν δὲ τοὺς ἐπιφανεστάτους καὶ βελτίστους τῶν πολιτῶν ἀπολείποντας τὰ οἰκεῖα καὶ πανταχόθεν εἰς τὸ Σύλλα στρατόπεδον ὥσπερ εἰς λιμένα καταθέοντας, αὐτὸς οὐκ ἠξίωσεν ἀποδρὰς οὐδὲ ἀσύμβολος οὐδὲ χρῄζων βοηθείας, ἀλλὰ ὑπάρξας τινος χάριτος ἐνδόξως καὶ μετὰ δυνάμεως ἐλθεῖν πρὸς αὐτόν.

ὅθεν ἐκίνει τοὺς Πικηνοὺς ἀποπειρώμενος. οἱ δὲ ὑπήκουον αὐτῷ προθύμως καὶ τοῖς παρὰ Κάρβωνος ἥκουσιν οὐ προσεῖχον. Οὐηδίου δέ τινος εἰπόντος ὅτι δημαγωγὸς αὐτοῖς ἐκ παιδαγωγείου παραπεπήδηκεν ὁ Πομπήϊος, οὕτως ἠγανάκτησαν ὥστε εὐθὺς ἀνελεῖν προσπεσόντες τὸν Οὐήδιον.

ἐκ τούτου Πομπήϊος ἔτη μὲν τρία καὶ εἴκοσι γεγονώς, ὑπʼ οὐδενὸς δὲ ἀνθρώπων ἀποδεδειγμένος στρατηγός, αὐτὸς ἑαυτῷ δοὺς τὸ ἄρχειν, ἐν Αὐξίμῳ, πόλει μεγάλῃ, βῆμα θεὶς ἐν ἀγορᾷ, καὶ τοὺς πρωτεύοντας αὐτῶν ἀδελφοὺς δύο Οὐεντιδίους ὑπὲρ Κάρβωνος ἀντιπράττοντας διατάγματι μεταστῆναι τῆς πόλεως κελεύσας, στρατιώτας κατέλεγε, καὶ λοχαγοὺς καὶ ταξιάρχους κατὰ κόσμον ἀποδείξας ἑκάστοις τὰς κύκλῳ πόλεις ἐπῄει τὸ αὐτὸ ποιῶν.

ἐξανισταμένων δὲ καὶ ὑποχωρούντων ὅσοι τὰ Κάρβωνος ἐφρόνουν, τῶν δὲ ἄλλων ἀσμένως ἐπιδιδόντων αὑτούς, οὕτω κατανείμας ἐν ὀλίγῳ χρόνῳ τρία τάγματα τέλεια, καὶ τροφὴν πορίσας καὶ σκευαγωγὰ καὶ ἁμάξας καὶ τὴν ἄλλην πᾶσαν παρασκευήν, ἦγε πρὸς Σύλλαν, οὐκ ἐπειγόμενος οὐδὲ τὸ λαθεῖν ἀγαπῶν, ἀλλὰ διατρίβων καθʼ ὁδὸν ἐν τῷ κακῶς ποιεῖν τοὺς πολεμίους, καὶ πᾶν ὅσον ἐπῄει τῆς Ἰταλίας πειρώμενος ἀφιστάναι τοῦ Κάρβωνος.

Chapter 7

ἀνέστησαν οὖν ἐπʼ αὐτὸν τρεῖς ἅμα στρατηγοὶ πολέμιοι, Καρίνας καὶ Κλοίλιος καὶ Βροῦτος, οὐκ ἐναντίοι πάντες οὐδὲ ὁμόθεν, ἀλλὰ κύκλῳ τρισὶ στρατοπέδοις περιχωροῦντες ὡς ἀναρπασόμενοι. ὁ δὲ οὐκ ἔδεισεν, ἀλλὰ πᾶσαν εἰς ταὐτὸ τὴν δύναμιν συναγαγὼν ὥρμησεν ἐφʼ ἓν τὸ τοῦ Βρούτου στράτευμα, τοὺς ἱππεῖς, ἐν οἷς ἦν αὐτός, προτάξας.

ἐπεὶ δὲ καὶ παρὰ τῶν πολεμίων ἀντεξίππευσαν οἱ Κελτοί, τὸν πρῶτον αὐτῶν τὸν πρῶτον αὐτῶν with CMS and Coraës: τὸν πρῶτον. καὶ ῥωμαλεώτατον φθάνει παίσας ἐκ χειρὸς δόρατι καὶ καταβαλών. οἱ δὲ ἄλλοι τραπόμενοι καὶ τὸ πεζὸν συνετάραξαν, ὥστε φυγὴν γενέσθαι πάντων, ἐκ δὲ τούτου στασιάσαντες οἱ στρατηγοὶ πρὸς ἀλλήλους ἀνεχώρησαν, ὡς ἕκαστος ἔτυχε, Πομπηΐῳ δὲ προσεχώρουν αἱ πόλεις, ὡς διὰ φόβον ἐσκεδασμένων τῶν πολεμίων.

αὖθις δὲ Σκηπίωνος ἐπιόντος αὐτῷ τοῦ ὑπάτου, πρὶν ἐν ἐμβολαῖς ὑσσῶν γενέσθαι τὰς φάλαγγας, οἱ Σκηπίωνος ἀσπασάμενοι τοὺς Πομπηΐου μετεβάλοντο, Σκηπίων δὲ ἔφυγε, τέλος δὲ Κάρβωνος αὐτοῦ περὶ τὸν Ἄρσιν ποταμὸν ἱππέων συχνὰς ἴλας ἐφέντος, εὐρώστως ὑποστὰς καὶ τρεψάμενος εἰς χαλεπὰ καὶ ἄφιππα χωρία πάντας ἐμβάλλει διώκων οἱ δὲ τὴν σωτηρίαν ἀνέλπιστον ὁρῶντες ἐνεχείρισαν αὑτοὺς μετὰ τῶν ὅπλων καὶ τῶν ἵππων.

Chapter 8

οὔπω δὲ ταῦτα Σύλλας ἐπέπυστο, πρὸς δὲ τὰς πρώτας ἀγγελίας καὶ φήμας ὑπὲρ αὐτοῦ δεδοικὼς ἐν τοσούτοις καὶ τηλικούτοις ἀναστρεφομένου στρατηγοῖς πολεμίοις, ἐδίωκε βοηθήσων. γνοὺς δὲ ὁ Πομπήϊος ἐγγὺς ὄντα προσέταξε τοῖς ἡγεμόσιν ἐξοπλίζειν καὶ διακοσμεῖν τὴν δύναμιν, ὡς καλλίστη τῷ αὐτοκράτορι καὶ λαμπροτάτη φανείη μεγάλας γὰρ ἤλπιζε παρʼ αὐτοῦ τιμάς, ἔτυχε δὲ μειζόνων.

ὡς γὰρ εἶδεν αὐτὸν ὁ Σύλλας προσιόντα καὶ τὴν στρατιὰν παρεστῶσαν εὐανδρίᾳ τε θαυμαστὴν καὶ διὰ τὰς κατορθώσεις ἐπηρμένην καὶ ἱλαράν, ἀποπηδήσας τοῦ ἵππου καὶ προσαγορευθείς, ὡς εἰκός, αὐτοκράτωρ ἀντιπροσηγόρευσεν αὐτοκράτορα τὸν Πομπήϊον, οὐδενὸς ἂν προσδοκήσαντος ἀνδρὶ νέῳ καὶ μηδέπω βουλῆς μετέχοντι κοινώσασθαι τοὔνομα τοῦτο Σύλλαν, περὶ οὗ Σκηπίωσι καὶ Μαρίοις ἐπολέμει.

καὶ τἆλλα δὲ ἦν ὁμολογοῦντα ταῖς πρώταις φιλοφροσύναις, ὑπεξανισταμένου τε προσιόντι τῷ Πομπηΐῳ καὶ τῆς κεφαλῆς ἀπάγοντος τὸ ἱμάτιον, ἃ πρὸς ἄλλον οὐ ῥᾳδίως ἑωρᾶτο ποιῶν, καίπερ ὄντων πολλῶν καὶ ἀγαθῶν περὶ αὐτόν.

οὐ μὴν ἐκουφίσθη γε τούτοις ὁ Πομπήϊος, ἀλλʼ εὐθὺς εἰς τὴν Κελτικὴν ὑπʼ αὐτοῦ πεμπόμενος, ἣν ἔχων ὁ Μέτελλος ἐδόκει μηδὲν ἄξιον πράττειν τῆς παρασκευῆς, οὐ καλῶς ἔφη ἔχειν πρεσβύτερον καὶ προὔχοντα δόξῃ στρατηγίας ἀφαιρεῖσθαι, βουλομένῳ μέντοι τῷ Μετέλλῳ καὶ κελεύοντι συμπολεμεῖν καὶ βοηθεῖν ἕτοιμος εἶναι.

δεξαμένου δὲ τοῦ Μετέλλου καὶ γράψαντος ἥκειν, ἐμβαλὼν εἰς τὴν Κελτικὴν αὐτός τε καθʼ ἑαυτὸν ἔργα θαυμαστὰ διεπράττετο, καὶ τοῦ Μετέλλου τὸ μάχιμον καὶ θαρσαλέον ἤδη σβεννύμενον ὑπὸ γήρως αὖθις ἐξερρίπιζε καὶ συνεξεθέρμαινεν, ὥσπερ ὁ ῥέων καὶ πεπυρωμένος χαλκὸς τῷ πεπηγότι καὶ ψυχρῷ περιχυθεὶς λέγεται τοῦ πυρὸς μᾶλλον ἀνυγραίνειν καὶ συνανατήκειν.

ἀλλὰ γάρ, ὥσπερ ἀθλητοῦ πρωτεύσαντος ἐν ἀνδράσι καὶ τοὺς πανταχοῦ καθελόντος ἐνδόξως ἀγῶνας εἰς οὐδένα λόγον τὰς παιδικὰς τίθενται νίκας οὐδʼ ἀναγράφουσιν, οὕτως ἃς ἔπραξε τότε πράξεις ὁ Πομπήϊος, αὐτὰς καθʼ ἑαυτὰς ὑπερφυεῖς οὔσας, πλήθει δὲ καὶ μεγέθει τῶν ὑστέρων ἀγώνων καὶ πολέμων κατακεχωσμένας, ἐδεδίειν κινεῖν, μὴ περὶ τὰ πρῶτα πολλῆς διατριβῆς γενομένης τῶν μεγίστων καὶ μάλιστα δηλούντων τὸ ἦθος ἔργων καὶ παθημάτων τοῦ ἀνδρὸς ἀπολειφθῶμεν.

Chapter 9

ἐπεὶ τοίνυν ἐκράτησε τῆς Ἰταλίας ὁ Σύλλας καὶ δικτάτωρ ἀνηγορεύθη, τοὺς μὲν ἄλλους ἡγεμόνας καὶ στρατηγοὺς ἠμείβετο πλουσίους ποιῶν καὶ προάγων ἐπὶ ἀρχὰς καὶ χαριζόμενος ἀφθόνως καὶ προθύμως ὧν ἕκαστος ἐδεῖτο, Πομπήϊον δὲ θαυμάζων διʼ ἀρετὴν καὶ μέγα νομίζων ὄφελος εἶναι τοῖς ἑαυτοῦ πράγμασιν, ἐσπούδασεν ἁμῶς γέ πως οἰκειότητι προσθέσθαι.

συμβουλομένης δὲ τῆς γυναικὸς αὐτοῦ τῆς Μετέλλης, πείθουσι τὸν Πομπήϊον ἀπαλλαγέντα τῆς Ἀντιστίας λαβεῖν γυναῖκα τὴν Σύλλα πρόγονον Αἰμιλίαν, ἐκ Μετέλλης καὶ Σκαύρου γεγενημένην, ἀνδρὶ δὲ συνοικοῦσαν ἤδη καὶ κύουσαν τότε. ἦν οὖν τυραννικὰ τὰ τὸν γάμου καὶ τοῖς Σύλλα καιροῖς μᾶλλον ἢ τοῖς Πομπηΐου τρόποις πρέποντα, τῆς μὲν Αἰμιλίας ἀγομένης ἐγκύμονος παρʼ ἑτέρου πρὸς αὐτόν,

ἐξελαυνομένης δὲ τῆς Ἀντιστίας ἀτίμως καὶ οἰκτρῶς, ἅτε δὴ καὶ τοῦ πατρὸς ἔναγχος ἐστερημένης διὰ τὸν ἄνδρα· κατεσφάγη γὰρ ὁ Ἀντίστιος ἐν τῷ βουλευτηρίῳ δοκῶν τὰ Σύλλα φρονεῖν διὰ Πομπήϊον ἡ δὲ μήτηρ αὐτῆς ἐπιδοῦσα ταῦτα προήκατο τὸν βίον ἑκουσίως, ὥστε καὶ τοῦτο τὸ πάθος τῇ περὶ τὸν γάμον ἐκεῖνον τραγῳδίᾳ προσγενέσθαι καὶ νὴ Δία τὸ τὴν Αἰμιλίαν εὐθὺς διαφθαρῆναι παρὰ τῷ Πομπηΐῳ τίκτουσαν.

Chapter 10

ἐκ τούτου Σικελίαν ἠγγέλλετο Περπέννας αὑτῷ κρατύνεσθαι καὶ τοῖς περιοῦσιν ἔτι τῆς ἐναντίας στάσεως ὁρμητήριον παρέχειν τὴν νῆσον, αἰωρουμένου καὶ Κάρβωνος αὐτόθι ναυτικῷ καὶ Δομετίου Λιβύῃ προσπεπτωκότος, ἄλλων τε πολλῶν ἐπέκεινα μεγάλων ὠθουμένων φυγάδων, ὅσοι τὰς προγραφὰς ἔφθησαν ἀποδράντες. ἐπὶ τούτους Πομπήϊος ἀπεστάλη μετὰ πολλῆς δυνάμεως.

καὶ Περπέννας μὲν εὐθὺς αὐτῷ Σικελίας ἐξέστη, τὰς δὲ πόλεις ἀνελάμβανε τετρυχωμένας καὶ φιλανθρώπως πάσαις ἐχρῆτο πλὴν Μαμερτίνων τῶν ἐν Μεσσήνῃ, παραιτουμένων γὰρ αὐτοῦ τὸ βῆμα καὶ τὴν δικαιοδοσίαν ὡς νόμῳ παλαιῷ Ῥωμαίων ἀπειρημένα, οὐ παύσεσθε, εἶπεν, ἡμῖν ὑπεζωσμένοις ξίφη νόμους ἀναγινώσκοντες;

ἔδοξε δὲ καὶ ταῖς Κάρβωνος οὐκ ἀνθρωπίνως ἐνυβρίσαι συμφοραῖς. εἰ γὰρ ἦν ἀναγκαῖον αὐτόν, ὥσπερ ἦν ἴσως, ἀνελεῖν, εὐθὺς ἔδει λαβόντα, καὶ τοῦ κελεύσαντος ἂν ἦν τὸ ἔργον. ὁ δὲ δέσμιον προαγαγὼν ἄνδρα Ῥωμαῖον τρὶς ὑπατεύσαντα καὶ πρὸ τοῦ βήματος στήσας καθεζόμενος αὐτὸς ἀνέκρινεν, ἀχθομένων καὶ βαρυνομένων τῶν παρόντων· εἶτα ἐκέλευσεν ἀπαγαγόντας ἀνελεῖν.

ἀπαχθέντα μέντοι φασὶν αὐτόν, ὡς εἶδεν ἑλκόμενον ἤδη τὸ ξίφος, δεῖσθαι τόπον αὑτῷ καὶ χρόνον βραχύν, ὡς ὑπὸ κοιλίας ἐνοχλουμένῳ, παρασχεῖν. Γάϊος δὲ Ὄππιος ὁ Καίσαρος ἑταῖρος ἀπανθρώπως φησὶ καὶ Κοΐντῳ Οὐαλλερίῳ χρήσασθαι τὸν Πομπήϊον. ἐπιστάμενον γὰρ ὡς ἔστι φιλολόγος ἀνὴρ καὶ φιλομαθὴς ἐν ὀλίγοις ὁ Οὐαλλέριος, ὡς ἤχθη πρὸς αὐτόν, ἐπισπασάμενον καὶ συμπεριπατήσαντα καὶ πυθόμενον ὧν ἔχρῃζε καὶ μαθόντα, προστάξαι τοῖς ὑπηρέταις εὐθὺς ἀνελεῖν ἀπαγαγόντας.

ἀλλʼ Ὀππίῳ μέν, ὅταν περὶ τῶν Καίσαρος πολεμίων ἢ φίλων διαλέγηται, σφόδρα δεῖ πιστεύειν μετὰ εὐλαβείας· Πομπήϊος δὲ τοὺς μὲν ἐν δόξῃ μάλιστα τῶν Σύλλα πολεμίων καὶ φανερῶς ἁλισκομένους ἀναγκαίως ἐκόλαζε, τῶν δʼ ἄλλων ὅσους ἐξῆν περιεώρα λανθάνοντας, ἐνίους δὲ καὶ συνεξέπεμπε.

τὴν δὲ Ἱμεραίων πόλιν ἐγνωκότος αὐτοῦ κολάζειν γενομένην μετὰ τῶν πολεμίων, Σθένις ὁ δημαγωγὸς αἰτησάμενος λόγον οὐκ ἔφη δίκαια ποιήσειν τὸν Πομπήϊον, ἐὰν τὸν αἴτιον ἀφεὶς ἀπολέσῃ τοὺς μηδὲν ἀδικοῦντας. ἐρομένου δὲ ἐκείνου τίνα λέγει τὸν αἴτιον, ἑαυτὸν ὁ Σθένις ἔφη, τοὺς μὲν φίλους πείσαντα τῶν πολιτῶν, τοὺς δʼ ἐχθροὺς βιασάμενον.

ἀγασθεὶς οὖν τὴν παρρησίαν καὶ τὸ φρόνημα τοῦ ἀνδρὸς ὁ Πομπήϊος ἀφῆκε τῆς αἰτίας πρῶτον ἐκεῖνον, εἶτα τοὺς ἄλλους ἅπαντας, ἀκούων δὲ τοὺς στρατιώτας ἐν ταῖς ὁδοιπορίαις ἀτακτεῖν, σφραγῖδα ταῖς μαχαίραις αὐτῶν ἐπέβαλεν, ἣν ὁ μὴ φυλάξας ἐκολάζετο.

Chapter 11

ταῦτα πράττων ἐν Σικελίᾳ καὶ πολιτευόμενος ἐδέξατο δόγμα συγκλήτου καὶ γράμματα Σύλλα κελεύοντα εἰς Λιβύην πλεῖν καὶ πολεμεῖν Δομετίῳ κατὰ κράτος, ἠθροικότι πολλαπλασίαν δύναμιν ἧς ἔχων Μάριος οὐ πάλαι διεπέρασεν ἐκ Λιβύης εἰς Ἰταλίαν καὶ συνέχει τὰ Ῥωμαίων πράγματα, τύραννος ἐκ φυγάδος καταστάς.

ὀξέως οὖν ἅπαντα παρασκευασάμενος ὁ Πομπήϊος Σικελίας μὲν ἄρχοντα Μέμμιον κατέλιπε τὸν ἄνδρα τῆς ἀδελφῆς, αὐτὸς δὲ ἀνήγετο ναυσὶ μὲν μακραῖς ἑκατὸν εἴκοσι, φορτηγοῖς δὲ σῖτον καὶ βέλη καὶ χρήματα καὶ μηχανὰς κομιζούσαις ὀκτακοσίαις. κατασχόντι δὲ αὐτῷ ταῖς μὲν εἰς Ἰτύκην ναυσί, ταῖς δὲ εἰς Καρχηδόνα, τῶν πολεμίων ἀποστάντες ἑπτακισχίλιοι προσεχώρησαν, αὐτὸς δὲ ἦγεν ἓξ ἐντελῆ τάγματα.

συμβῆναι δὲ αὐτῷ πρᾶγμα γελοῖον ἱστοροῦσι. στρατιῶται γάρ τινες, ὡς ἔοικε, θησαυρῷ περιπεσόντες ἔλαβον συχνὰ χρήματα, τοῦ δὲ πράγματος γενομένου φανεροῦ δόξα τοῖς ἄλλοις παρέστη πᾶσι χρημάτων μεστὸν εἶναι τὸν τόπον ἐν ταῖς ποτε τύχαις τῶν Καρχηδονίων ἀποτεθειμένων.

οὐδὲν οὖν ὁ Πομπήϊος εἶχε χρῆσθαι τοῖς στρατιώταις ἐπὶ πολλὰς ἡμέρας θησαυροὺς ζητοῦσιν, ἀλλὰ περιῄει γελῶν καὶ θεώμενος ὁμοῦ μυριάδας τοσαύτας ὀρυσσούσας καὶ στρεφούσας τὸ πεδίον, ἕως ἀπειπόντες ἐκέλευον αὑτοὺς ἄγειν ὅπη βούλεται τὸν Πομπήϊον, ὡς δίκην ἱκανὴν τῆς ἀβελτερίας δεδωκότας.

Chapter 12

Ἀντιτεταγμένου δὲ τοῦ Δομετίου καὶ χαράδραν τινὰ προβεβλημένου χαλεπὴν περᾶσαι καὶ τραχεῖαν, ὄμβρος ἅμα πνεύματι πολὺς ἕωθεν ἀρξάμενος κατεῖχεν, ὥστε ἀπογνόντα τῆς ἡμέρας ἐκείνης μαχέσασθαι τὸν Δομέτιον ἀναζυγὴν παραγγεῖλαι, Πομπήϊος δὲ τοῦτον αὑτοῦ ποιούμενος τὸν καιρὸν ὀξέως ἐπῄει καὶ διέβαινε τὴν χαράδραν.

οἱ δὲ ἀτάκτως καὶ θορυβούμενοι καὶ οὐ πάντες οὐδὲ ὁμαλῶς ὑφίσταντο, καὶ τὸ πνεῦμα περιῄει τὴν ζάλην αὐτοῖς προσβάλλον ἐναντίαν. οὐ μὴν ἀλλὰ καὶ τοὺς Ῥωμαίους ὁ χειμὼν ἐτάραξεν οὐ καθορῶντας ἀλλήλους ἀκριβῶς, αὐτός τε Πομπήϊος ἐκινδύνευσεν ἀγνοηθεὶς ἀποθανεῖν, ἐρωτῶντι στρατιώτῃ τὸ σύνθημα βράδιον ἀποκρινάμενος.

ὠσάμενοι δὲ πολλῷ φόνῳ τοὺς πολεμίους ʽλέγονται γὰρ ἀπὸ δισμυρίων τρισχίλιοι διαφυγεῖν’ αὐτοκράτορα τὸν Πομπήϊον ἠσπάσαντο. φήσαντος δὲ ἐκείνου μὴ δέχεσθαι τὴν τιμὴν ἕως ὀρθὸν ἕστηκε τὸ στρατόπεδον τῶν πολεμίων, εἰ δὲ αὐτὸν ἀξιοῦσι ταύτης τῆς προσηγορίας, ἐκεῖνο χρῆναι πρότερον καταβαλεῖν, ὥρμησαν εὐθὺς ἐπὶ τὸν χάρακα· καὶ Πομπήϊος ἄνευ κράνους ἠγωνίζετο δεδοικὼς τὸ πρότερον πάθος.

ἁλίσκεται δὴ τὸ στρατόπεδον καὶ ἀποθνήσκει Δομέτιος. τῶν δὲ πόλεων αἱ μὲν εὐθὺς ὑπήκουον, αἱ δὲ κατὰ κράτος ἐλήφθησαν, εἷλε δὲ καὶ τῶν βασιλέων Ἰάρφαν τὸν συμμαχήσαντα Δομετίῳ, τὴν δὲ βασιλείαν Ἰάμψᾳ παρέδωκε. χρώμενος δὲ τῇ τύχῃ καὶ τῇ ῥύμῃ τοῦ στρατεύματος εἰς τὴν Νομαδικὴν ἐνέβαλε· καὶ πολλῶν ὁδὸν ἡμερῶν ἐλάσας καὶ πάντων κρατήσας οἷς ἐνέτυχε,

καὶ τὸ πρὸς Ῥωμαίους δέος ἤδη τῶν βαρβάρων ἐξερρυηκὸς αὖθις ἰσχυρὸν καὶ φοβερὸν ἐγκαταστήσας, οὐδὲ τὰ θηρία δεῖν ἔφη τὰ τὴν Λιβύην κατοικοῦντα τῆς τῶν Ῥωμαίων ἄπειρα ῥώμης καὶ τόλμης ἀπολείπειν. ὅθεν ἐν θήραις λεόντων καὶ ἐλεφάντων ἡμέρας διέτριψεν οὐ πολλάς· ταῖς δὲ πάσαις, ὥς φασι, τεσσαράκοντα τοὺς πολεμίους συνεῖλε καὶ Λιβύην ἐχειρώσατο καὶ διῄτησε τὰ τῶν βασιλέων, ἔτος ἄγων ἐκεῖνο τέταρτον καὶ εἰκοστόν.

Chapter 13

ἐπανελθόντι δὲ εἰς Ἰτύκην αὐτῷ γράμματα κομίζεται Σύλλα προστάττοντος ἀφιέναι μὲν τὴν ἄλλην στρατιάν, αὐτὸν δὲ μεθʼ ἑνὸς τάγματος περιμένειν αὐτόθι τὸν διαδεξόμενον στρατηγόν. ἐπὶ τούτοις ἀδήλως μὲν αὐτὸς ἤχθετο καὶ βαρέως ἔφερεν, ἐμφανῶς δὲ ὁ στρατὸς ἠγανάκτει· καὶ δεηθέντος τοῦ Πομπηΐου προελθεῖν, τόν τε Σύλλαν κακῶς ἔλεγον, κἀκεῖνον οὐκ ἔφασαν προήσεσθαι χωρὶς αὑτῶν, οὐδὲ εἴων πιστεύειν τῷ τυράννῳ.

τὸ μὲν οὖν πρῶτον ὁ Πομπήϊος ἐπειρᾶτο πραΰνειν καὶ παρηγορεῖν αὐτούς· ὡς δʼ οὐκ ἔπειθε, καταβὰς ἀπὸ τοῦ βήματος ἐπὶ τὴν σκηνὴν ἀπῄει δεδακρυμένος. οἱ δὲ συλλαβόντες αὐτὸν αὖθις ἐπὶ τοῦ βήματος κατέστησαν· καὶ πολὺ μέρος τῆς ἡμέρας ἀνηλώθη, τῶν μὲν μένειν καὶ ἄρχειν κελευόντων, τοῦ δὲ πείθεσθαι δεομένου καὶ μὴ στασιάζειν, ἄχρι οὗ προσλιπαρούντων καὶ καταβοώντων ὤμοσεν ἀναιρήσειν ἑαυτὸν εἰ βιάζοιντο, καὶ μόλις οὕτως ἐπαύσαντο.

τῷ δὲ Σύλλᾳ πρώτη μὲν ἦλθεν ἀγγελία τόν Πομπήϊον ἀφεστάναι, καὶ πρὸς τοὺς φίλους εἶπεν ὡς ἄρα πεπρωμένον ἦν αὐτῷ γενομένῳ γέροντι παίδων ἀγῶνας ἀγωνίζεσθαι, διὰ τὸ καὶ Μάριον αὐτῷ νέον ὄντα κομιδῇ πλεῖστα πράγματα παρασχεῖν καὶ εἰς τοὺς ἐσχάτους περιστῆσαι κινδύνους,

πυθόμενος δὲ τἀληθῆ, καὶ πάντας ἀνθρώπους αἰσθανόμενος δέχεσθαι καὶ παραπέμπειν τὸν Πομπήϊον ὡρμημένους μετʼ εὐνοίας, ἔσπευδεν ὑπερβαλέσθαι· καὶ προελθὼν ἀπήντησεν αὐτῷ, καὶ δεξιωσάμενος ὡς ἐνῆν προθυμότατα μεγάλῃ φωνῇ Μάγνον ἠσπάσατο, καὶ τοὺς παρόντας οὕτως ἐκέλευσε προσαγορεῦσαι.

σημαίνει δὲ τὸν μέγαν ὁ Μάγνος. ἕτεροι δέ φασιν ἐν Λιβύῃ πρῶτον ἀναφώνημα τοῦτο τοῦ στρατοῦ παντὸς γενέσθαι, κράτος δὲ λαβεῖν καὶ δύναμιν ὑπὸ Σύλλα βεβαιωθέν. αὐτὸς μέντοι πάντων ὕστατος καὶ μετὰ πολὺν χρόνον εἰς Ἰβηρίαν ἀνθύπατος ἐκπεμφθεὶς ἐπὶ Σερτώριον ἤρξατο γράφειν ἑαυτὸν ἐν ταῖς ἐπιστολαῖς καὶ τοῖς διατάγμασι Μάγνον Πομπήϊον οὐκέτι γὰρ ἦν ἐπίφθονον τοὔνομα σύνηθες γενόμενον.

ὅθεν εἰκότως ἀγασθείη καὶ θαυμάσειεν ἄν τις τοὺς πάλαι Ῥωμαίους, οἳ ταῖς τοιαύταις ἐπικλήσεσι καὶ προσωνυμίαις οὐ τὰς πολεμικὰς ἠμείβοντο καὶ στρατιωτικὰς κατορθώσεις μόνον, ἀλλὰ καὶ τὰς πολιτικὰς πράξεις καὶ ἀρετὰς ἐκόσμουν.

δύο γοῦν Μαξίμους, ὅπερ ἐστὶ μεγίστους, ἀνηγόρευσεν ὁ δῆμος· Οὐαλλέριον μὲν ἐπὶ τῷ διαλλάξαι στασιάζουσαν αὐτῷ τὴν σύγκλητον, Φάβιον δὲ Ῥοῦλλον, ὅτι πλουσίους τινὰς ἐξ ἀπελευθέρων γεγονότας καὶ καταλελεγμένους εἰς τὴν σύγκλητον ἐξέβαλεν.

Chapter 14

ἐκ τούτου θρίαμβον ᾔτει Πομπήϊος, ἀντέλεγε δὲ Σύλλας. ὑπάτῳ γὰρ ἢ στρατηγῷ μόνον, ἄλλῳ δὲ οὐδενὶ δίδωσιν ὁ νόμος, διὸ καὶ Σκηπίων ὁ πρῶτος ἀπὸ μειζόνων καὶ κρειττόνων ἀγώνων ἐν Ἰβηρίᾳ Καρχηδονίων κρατήσας οὐκ ᾔτησε θρίαμβον ὕπατος γὰρ οὐκ ἦν οὐδὲ στρατηγός.

εἰ δὲ Πομπήϊος οὔπω πάνυ γενειῶν εἰσελᾷ θριαμβεύων εἰς τὴν πόλιν, ᾧ βουλῆς διὰ τὴν ἡλικίαν οὐ μέτεστι, παντάπασιν ἐπίφθονον ἔσεσθαι καὶ τὴν ἀρχὴν ἑαυτῷ καὶ τὴν τιμὴν ἐκείνῳ. ταῦτα πρὸς Πομπήϊον ὁ Σύλλας ἔλεγεν, ὡς οὐκ ἐάσων, ἀλλὰ ἐνστησόμενος αὐτῷ καὶ κωλύσων τὸ φιλόνεικον ἀπειθοῦντος.

ὁ δὲ Πομπήϊος οὐχ ὑπέπτηξεν, ἀλλʼ ἐννοεῖν ἐκέλευσε τὸν Σύλλαν ὅτι τὸν ἥλιον ἀνατέλλοντα πλείονες ἢ δυόμενον προσκυνοῦσιν, ὡς αὐτῷ μὲν αὐξανομένης, μειουμένης δὲ καὶ μαραινομένης ἐκείνῳ τῆς δυνάμεως, ταῦτα ὁ Σύλλας οὐκ ἀκριβῶς ἐξακούσας, ὁρῶν δὲ τοὺς ἀκούσαντας ἀπὸ τοῦ προσώπου καὶ τοῦ σχήματος ἐν θαύματι ποιουμένους, ἤρετο τί τὸ λεχθὲν εἴη. πυθόμενος δὲ καὶ καταπλαγεὶς τοῦ Πομπηΐου τὴν τόλμαν ἀνεβόησε δὶς ἐφεξῆς, Θριαμβευσάτω.

πολλῶν δὲ δυσχεραινόντων καὶ ἀγανακτούντων, ἔτι μᾶλλον αὐτούς, ὥς φασι, βουλόμενος ἀνιᾶν ὁ Πομπήϊος, ἐπεχείρησεν ἐλεφάντων ἅρματι τεττάρων ἐπιβὰς εἰσελαύνειν ἤγαγε γὰρ ἐκ Λιβύης τῶν βασιλικῶν συχνοὺς αἰχμαλώτους· ἀλλὰ τῆς πύλης στενωτέρας οὔσης ἀπέστη καὶ μετῆλθεν ἐπὶ τοὺς ἵππους.

ἐπεὶ δὲ οἱ στρατιῶται μὴ τυχόντες ἡλίκων προσεδόκησαν ἐνοχλεῖν ἐβούλοντο καὶ θορυβεῖν, οὐδὲν ἔφη φροντίζειν, ἀλλὰ μᾶλλον ἀφήσειν τὸν θρίαμβον ἢ κολακεύσειν ἐκείνους, ὅτε δὴ καὶ Σερουΐλιος, ἀνὴρ ἐπιφανὴς καὶ μάλιστα πρὸς τὸν θρίαμβον ἐνστὰς τοῦ Πομπηΐου, νῦν ἔφη τὸν Πομπήϊον ὁρᾶν καὶ μέγαν ἀληθῶς καὶ ἄξιον τοῦ θριάμβου.

δῆλον δʼ ἐστὶν ὅτι καὶ βουλῆς ἂν ἐθελήσας τότε ῥᾳδίως ἔτυχεν. ἀλλʼ οὐκ ἐσπούδασεν, ὡς λέγουσι, τὸ ἔνδοξον ἐκ τοῦ παραδόξου θηρώμενος. οὐ γὰρ ἦν θαυμαστὸν εἰ πρὸ ἡλικίας ἐβούλευε Πομπήϊος, ἀλλʼ ὑπέρλαμπρον ὅτι μηδέπω βουλεύων ἐθριάμβευε. τοῦτο δὲ αὐτῷ καὶ πρὸς εὔνοιαν ὑπῆρχε τῶν πολλῶν οὐ μικρόν ἔχαιρε γὰρ ὁ δῆμος αὐτῷ μετὰ θρίαμβον ἐν τοῖς ἱππικοῖς ἐξεταζομένῳ.

Chapter 15

Σύλλας δὲ ἠνιᾶτο μὲν ὁρῶν εἰς ὅσον δόξης πρόεισι καί δυνάμεως, αἰσχυνόμενος δὲ κωλύειν ἡσυχίαν ἦγε· πλήν, ὅτε βίᾳ καί ἄκοντος αὐτοῦ Λέπιδον εἰς ὑπατείαν κατέστησε, συναρχαιρεσιάσας καί τὸν δῆμον εὐνοίᾳ τῇ πρὸς ἑαυτὸν ἐκείνῳ σπουδάζοντα παρασχών, θεασάμενος αὐτὸν ἀπιόντα μετὰ πλήθους διʼ ἀγορᾶς ὁ Σύλλας, ὁρῶ σε, εἶπεν, ὦ νεανία, χαίροντα τῇ νίκῃ·

πῶς γὰρ οὐχὶ γενναῖα ταῦτα καί καλά, Κάτλου τὸν πάντων ἀρίστου Λέπιδον τὸν πάντων κάκιστον ἀποδειχθῆναι πρότερον ὕπατον, σοῦ τὸν δῆμον οὕτω παρασκευάσαντος; ὥρα μέντοι σοι μὴ καθεύδειν, ἀλλὰ προσέχειν τοῖς πράγμασιν· ἰσχυρότερον γὰρ τὸν ἀνταγωνιστὴν σεαυτῷ κατεσκεύακας. κατεσκεύακας with Bekker and S: παρεσκεύακας. ἐδήλωσε δὲ μάλιστα Σύλλας ὅτι πρὸς Πομπήϊον οὐκ εὐμενῶς εἶχε ταῖς διαθήκαις ἃς ἔγραψεν.

ἑτέροις γὰρ φίλοις δωρεὰς ἀπολιπών, καί τοῦ παιδὸς ἀποδείξας ἐπιτρόπους, τὸν Πομπήϊον ὅλως παρῆλθεν. ἤνεγκε μέντοι τοῦτο μετρίως πάνυ καί πολιτικῶς ἐκεῖνος, ὥστε Λεπίδου καί τινων ἄλλων ἐνισταμένων μὴ ταφῆναι τὸν νεκρὸν ἐν τῷ πεδίῳ, μηδὲ δημοσίᾳ τὴν ἐκφορὰν γενέσθαι, βοηθῆσαι καί παρασχεῖν δόξαν ἅμα ταῖς ταφαῖς καί ἀσφάλειαν.

Chapter 16

ἐπεὶ δὲ ταχὺ τοῦ Σύλλα τελευτήσαντος εἰς φῶς παρῄει τὰ μαντεύματα, καὶ Λέπιδος εἰσποιῶν ἑαυτὸν εἰς τὴν ἐκείνου δύναμιν οὐ κύκλῳ περιϊὼν οὐδὲ μετὰ σχήματος, ἀλλὰ εὐθὺς ἐν τοῖς ὅπλοις ἦν, τὰ πάλαι νοσοῦντα καὶ διαφυγόντα τὸν Σύλλαν ὑπολείμματα τῶν στάσεων αὖθις ἀνακινῶν καὶ περιβαλλόμενος, ὁ δὲ συνάρχων αὐτοῦ Κάτλος, ᾧ τὸ καθαρὸν καὶ ὑγιαῖνον μάλιστα τῆς βουλῆς καὶ τοῦ δήμου προσεῖχεν, ἦν μὲν ἐν ἀξιώματι σωφροσύνης καὶ δικαιοσύνης μέγιστος τῶν τότε Ῥωμαίων,

ἐδόκει δὲ πολιτικῆς ἡγεμονίας μᾶλλον ἢ στρατιωτικῆς οἰκεῖος εἶναι, τῶν πραγμάτων αὐτῶν ποθούντων τὸν Πομπήϊον οὐ διεμέλλησεν ὅπη τράπηται, προσθεὶς δὲ τοῖς ἀρίστοις ἑαυτὸν ἀπεδείχθη στρατεύματος ἡγεμὼν ἐπὶ τὸν Λέπιδον ἤδη πολλὰ τῆς Ἰταλίας κεκινηκότα καὶ τὴν ἐντὸς Ἄλπεων Γαλατίαν κατέχοντα διὰ Βρούτου στρατεύματι.

τῶν μὲν οὖν ἄλλων ἐκράτησε ῥᾳδίως ἐπελθὼν ὁ Πομπήϊος· ἐν δὲ Μουτίνῃ τῆς Γαλατίας ἀντεκάθητο τῷ Βρούτῳ συχνὸν χρόνον ἐν ᾧ Λέπιδος ἐπὶ τὴν Ῥώμην ῥυεὶς καὶ προσκαθήμενος ἔξωθεν ὑπατείαν ᾔτει δευτέραν, ὄχλῳ πολλῷ δεδιττόμένος τοὺς ἔνδον.

ἔλυσε δὲ τὸν φόβον ἐπιστολὴ παρὰ Πομπηΐου κομισθεῖσα κατωρθωκότος ἄνευ μάχης τὸν πόλεμον. ὁ γὰρ Βροῦτος, εἴτε παραδοὺς τὴν δύναμιν αὐτός, εἴτε προδοθεὶς μεταβαλομένης ἐκείνης, ἐνεχείρισε τῷ Πομπηΐῳ τὸ σῶμα, καὶ λαβὼν ἱππεῖς προπομποὺς ἀπεχώρησεν εἰς πολίχνιόν τι τῶν περὶ τὸν Πάδον, ὅπου μεθʼ ἡμέραν μίαν, ἐπιπέμψαντος αὐτῷ τοῦ Πομπηΐου Γεμίνων, ἀνῃρέθη·

καὶ πολλὴν ἔσχεν ἀπὸ τούτου Πομπήϊος αἰτίαν. γεγραφὼς γὰρ εὐθὺς ἐν ἀρχῇ τῆς μεταβολῆς πρὸς τὴν σύγκλητον ὡς ἑκὼν αὐτῷ πρόσθοιτο Βροῦτος, ἑτέρας αὖθις ἔπεμψεν ἐπιστολὰς ἀνῃρημένου τοῦ ἀνθρώπου κατηγορούσας. τούτου Βροῦτος ἦν υἱὸς ὁ Καίσαρα σὺν Κασσίῳ κτείνας, ἀνὴρ ὁμοίως τῷ πατρὶ μήτε πολεμήσας μήτε ἀποθανών, ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται.

Λέπιδος μὲν οὖν εὐθὺς ἐκπεσὼν τῆς Ἰταλίας ἀπεπέρασεν εἰς Σαρδόνα· κἀκεῖ νοσήσας ἐτελεύτησε διʼ ἀθυμίαν, οὐ τῶν πραγμάτων, ὥς φασιν, ἀλλὰ γραμματίῳ περιπεσὼν ἐξ οὗ μοιχείαν τινὰ τῆς γυναικὸς ἐφώρασε.

Chapter 17

Λεπίδῳ δὲ οὐδὲν ὅμοιος στρατηγὸς Ἰβηρίαν κατέχων Σερτώριος ἐπῃωρεῖτο Ῥωμαίοις φοβερός, ὥσπερ ἐπʼ ἔσχατον ἐπ’ ἔσχατον Stephanus, Coraës, and S: ἔσχατον. νόσημα τῶν ἐμφυλίων πολέμων εἰς τοῦτον τὸν ἄνδρα συνερρυηκότων, πολλοὺς μὲν ἤδη τῶν ἐλαττόνων στρατηγῶν ἀνῃρηκότα, Μετέλλῳ δὲ Πίῳ τότε συμπεπλεγμένον, ἀνδρὶ λαμπρῷ μὲν καί πολεμικῷ,

δοκοῦντι δὲ ἀργότερον ὑπὸ γήρως ἕπεσθαι τοῖς καιροῖς τοῦ πολέμου, καί ἀπολείπεσθαι τῶν πραγμάτων ἁρπαζομένων ὀξύτητι καί τάχει, τοῦ Σερτωρίου παραβόλως καί λῃστρικώτερον αὐτῷ προσφερομένου, καί ταράττοντος ἐνέδραις καί περιδρομαῖς ἄνδρα νομίμων ἀθλητὴν ἀγώνων καί δυνάμεως στασίμου καί βαρείας ἡγεμόνα.

πρὸς ταῦτα Πομπήϊος ἔχων τὴν στρατιὰν ὑφʼ ἑαυτῷ διεπράττετο Μετέλλῳ πεμφθῆναι βοηθός· καί Κάτλου κελεύοντος οὐ διέλυεν, ἀλλʼ ἐν τοῖς ὅπλοις ἦν περὶ τὴν πόλιν, ἀεί τινας ποιούμενος προφάσεις, ἕως ἔδωκαν αὐτῷ τὴν ἀρχὴν Λευκίου Φιλίππου γνώμην εἰπόντος.

ὅτε καί φασιν ἐν συγκλήτῳ πυθομένου τινὸς καί θαυμάζοντος εἰ Πομπήϊον ἀνθύπατον οἴεται δεῖν ἐκπεμφθῆναι Φίλιππος· οὐκ ἔγωγε, φάναι τὸν Φίλιππον, ἀλλʼ ἀνθʼ ὑπάτων, ὡς ἀμφοτέρους τοὺς τότε ὑπατεύοντας οὐδενὸς ἀξίους ὄντας.

Chapter 18

ἐπεὶ δὲ τῆς Ἰβηρίας ἁψάμενος ὁ Πομπήϊος, οἷα φιλεῖ πρὸς νέου δόξαν ἡγεμόνος, ἑτέρους ταῖς ἐλπίσιν ἐποίησε τοὺς ἀνθρώπους καί τὰ μὴ πάνυ βεβαίως τῷ Σερτωρίῳ συνεστῶτα τῶν ἐθνῶν ἐκινεῖτο καί μετεβάλλετο, λόγους ὑπερηφάνους ὁ Σερτώριος κατὰ τοῦ Πομπηΐου διέσπειρε, καί σκώπτων ἔλεγε νάρθηκος ἂν αὐτῷ δεῆσαι καί σκύτους ἐπὶ τὸν παῖδα τοῦτον, εἰ μὴ τὴν γραῦν ἐκείνην ἐφοβεῖτο, λέγων τὸν Μέτελλον.

ἔργῳ μέντοι φυλαττόμενος σφόδρα καί δεδοικὼς τὸν Πομπήϊον ἀσφαλέστερον ἐστρατήγει. καί γὰρ ὁ Μέτελλος, ὅπερ οὐκ ἄν τις ᾠήθη, διετέθρυπτο τῷ βίῳ κομιδῆ πρὸς τὰς ἡδονὰς ἐνδεδωκώς, καί μεγάλη τις εἰς ὄγκον καί πολυτέλειαν ἐξαίφνης ἐγεγόνει μεταβολὴ περὶ αὐτόν, ὥστε τῷ Πομπηΐῳ καί τοῦτο θαυμαστὴν εὔνοιαν ἅμα δόξῃ φέρειν, ἐπιτείνοντι τὴν εὐτέλειαν τῆς διαίτης οὐ πολλῆς ἐπιτηδεύσεως δεομένην φύσει γὰρ ἦν σώφρων καί τεταγμένος ἐν ταῖς ἐπιθυμίαις.

τοῦ δὲ πολέμου πολλὰς ἰδέας ἔχοντος, ἠνίασε μάλιστα τὸν Πομπήϊον ἡ Λαύρωνος ἅλωσις ὑπὸ Σερτωρίου. κυκλοῦσθαι γὰρ αὐτὸν οἰηθεὶς καί τι μεγαληγορήσας, αὐτὸς ἐξαίφνης ἀνεφάνη περιεχόμενος κύκλῳ· καί διὰ τοῦτο κινεῖσθαι δεδιὼς ἐπεῖδε καταπιμπραμένην τὴν πόλιν αὐτοῦ παρόντος. Ἑρέννιον δὲ καί Περπένναν, ἄνδρας ἡγεμονικοὺς τῶν πρὸς Σερτώριον καταπεφευγότων καὶ στρατηγούντων ἐκείνῳ, νικήσας περὶ Οὐαλεντίαν ὑπὲρ μυρίους ἀπέκτεινεν.

Chapter 19

ἐπαρθεὶς δὲ τῇ πράξει καὶ μέγα φρονῶν ἐπʼ αὑτὸν ἔσπευδε Σερτώριον, ὡς μὴ μετάσχοι τῆς νίκης Μέτελλος. περὶ δὲ Σούκρωνι ποταμῷ τῆς ἡμέρας ἤδη τελευτώσης συνέβαλον τὰς δυνάμεις, δεδιότες ἐπελθεῖν τὸν Μέτελλον, ὁ μὲν ὡς μόνος, ὁ δὲ ὡς μόνῳ διαγωνίσαιτο.

τὸ μὲν οὖν τέλος ἀμφίδοξον ἔσχεν ὁ ἀγών· ἑκατέρου γὰρ θάτερον κέρας ἐνίκησε· τῶν δὲ στρατηγῶν πλέον ἠνέγκατο Σερτώριος· ἐτρέψατο γὰρ τὸ καθʼ αὑτὸν ἐκεῖνος ἀντιταχθείς. Πομπηΐῳ δὲ ἀνὴρ μέγας ἱππότῃ πεζὸς ἐφώρμησε· συμπεσόντων δʼ εἰς τὸ αὐτὸ καὶ γενομένων ἐν λαβαῖς ἀπέσκηψαν αἱ πληγαὶ τῶν ξιφῶν εἰς τὰς χεῖρας ἀμφοῖν, οὐχ ὁμοίως· ἐτρώθη μὲν γὰρ ὁ Πομπήϊος μόνον, ἐκείνου δὲ ἀπέκοψε τὴν χεῖρα.

πλειόνων δὲ συνδραμόντων ἐπʼ αὐτόν, ἤδη τῆς τροπῆς γεγενημένης, ἀνελπίστως διέφυγε, προέμενος τὸν ἵππον τοῖς πολεμίοις φάλαρα χρυσᾶ καὶ κόσμον ἄξιον πολλοῦ περικείμενον. ταῦτα γὰρ διανεμόμενοι καὶ περὶ τούτων μαχόμενοι πρὸς ἀλλήλους ἀπελείφθησαν.

ἅμα δὲ ἡμέρᾳ παρετάξαντο μὲν ἀμφότεροι πάλιν ἐκβεβαιούμενοι τὸ νίκημα , Μετέλλου δὲ προσιόντος ἀνεχώρησεν ὁ Σερτώριος σκεδασθέντι τῷ στρατῷ. τοιαῦται γὰρ ἦσαν αἱ διαλύσεις καὶ πάλιν συνδρομαὶ τῶν ἀνθρώπων ὥστε πολλάκις μόνον πλανᾶσθαι τὸν Σερτώριον, πολλάκις δὲ αὖθις ἐπιέναι μυριάσι πεντεκαίδεκα στρατιᾶς, ὥσπερ χειμάρρουν ἐξαίφνης πιμπλάμενον.

ὁ δʼ οὖν Πομπήϊος, ἐπεὶ μετὰ τὴν μάχην ἀπήντα τῷ Μετέλλῳ καὶ πλησίον ἀλλήλων ἦσαν, ἐκέλευσεν ὑφεῖναι τὰς ῥάβδους, θεραπεύων ὡς προὔχοντα τιμῇ τὸν Μέτελλον. ὁ δὲ καὶ τοῦτο διεκώλυσε καὶ τἆλλα χρηστὸς ἦν ἀνὴρ περὶ αὐτόν, οὐδὲν ὡς ὑπατικῷ καὶ πρεσβυτέρῳ νέμων ἑαυτῷ πλέον, ἀλλʼ ἢ τὸ σύνθημα κοινῇ στρατοπεδευόντων εἰς ἅπαντας ἐξεπέμπετο παρὰ Μετέλλου· τὰ πολλὰ δὲ χωρὶς ἐστρατοπεδεύοντο.

διέκοπτε γὰρ αὐτοὺς καὶ διΐστη ποικίλος ὢν ὁ πολέμιος καὶ δεινὸς ἐν βραχεῖ πολλαχοῦ περιφανῆναι καὶ μεταγαγεῖν ἀπʼ ἄλλων εἰς ἄλλους ἀγῶνας, τέλος δὲ περικόπτων μὲν ἀγοράς, ληϊζόμενος δὲ τὴν χώραν, ἐπικρατῶν δὲ τῆς θαλάσσης, ἐξέβαλεν ἀμφοτέρους τῆς ὑφʼ ἑαυτὸν Ἰβηρίας, ἀναγκασθέντας εἰς ἀλλοτρίας καταφυγεῖν ἐπαρχίας ἀπορίᾳ τῶν ἐπιτηδείων.

Chapter 20

Πομπήϊος δὲ τὰ πλεῖστα τῶν ἰδίων ἐξανηλωκὼς καὶ κατακεχρημένος εἰς τόν πόλεμον, ᾔτει χρήματα τὴν σύγκλητον, ὡς ἀφιξόμενος εἰς Ἰταλίαν μετὰ τῆς δυνάμεως εἰ μὴ πέμποιεν. ὑπατεύων δὲ Λεύκολλος τότε καὶ Πομπηΐῳ μὲν ὢν διάφορος, μνώμενος δʼ ἑαυτῷ τόν Μιθριδατικὸν πόλεμον, ἔσπευσεν ἀποσταλῆναι τὰ χρήματα, φοβούμενος αἰτίαν Πομπηΐῳ παρασχεῖν δεομένῳ Σερτώριον ἀφεῖναι καὶ πρὸς Μιθριδάτην τραπέσθαι, λαμπρὸν μὲν εἰς δόξαν, εὐμεταχείριστον δὲ φαινόμενον ἀνταγωνιστήν.

ἐν τούτῳ δὲ θνήσκει Σερτώριος ὑπὸ τῶν φίλων δολοφονηθείς· ὧν Περπέννας ὁ κορυφαιότατος ἐπεχείρησεν ἐκείνῳ τὰ αὐτὰ ποιεῖν, ἀπὸ τῶν αὐτῶν μὲν ὁρμώμενος δυνάμεων καὶ παρασκευῶν, τόν δὲ χρώμενον αὐταῖς ὁμοίως οὐκ ἔχων λογισμόν. εὐθὺς οὖν ὁ Πομπήϊος ἐπεξελθὼν καὶ ῥεμβόμενον ἐν τοῖς πράγμασι τόν Περπένναν καταμαθών, δέλεαρ αὐτῷ δέκα σπείρας ὑφῆκεν, εἰς τὸ πεδίον διασπαρῆναι κελεύσας.

τραπομένου δὲ πρὸς ταύτας ἐκείνου καὶ διώκοντος, ἄθρους ἐπιφανεὶς καὶ συνάψας μάχην ἐκράτησε πάντων, καὶ διεφθάρησαν οἱ πλεῖστοι τῶν ἡγεμόνων ἐν τῇ μάχῃ· τόν δὲ Περπένναν ἀχθέντα πρὸς αὐτὸν ἀπέκτεινεν, οὐκ ἀχάριστος οὐδʼ ἀμνήμων γενόμενος τῶν περὶ Σικελίαν, ὡς ἐγκαλοῦσιν ἔνιοι, μεγάλῃ δὲ διανοίᾳ καὶ σωτηρίῳ τῶν ὅλων γνώμῃ χρησάμενος.

ὁ γὰρ Περπέννας τῶν Σερτωρίου γραμμάτων γεγονὼς κύριος ἐδείκνυεν ἐπιστολὰς τῶν ἐν Ῥώμῃ δυνατωτάτων ἀνδρῶν, οἳ τὰ παρόντα κινῆσαι βουλόμενοι πράγματα καὶ μεταστῆσαι τὴν πολιτείαν ἐκάλουν τόν Σερτώριον εἰς τὴν Ἰταλίαν. φοβηθεὶς οὖν ὁ Πομπήϊος ταῦτα, μὴ μείζονας ἀναστήσῃ τῶν πεπαυμένων πολέμων, τόν τε Περπένναν ἀνεῖλε καὶ τὰς ἐπιστολὰς οὐδʼ ἀναγνοὺς κατέκαυσεν.

Chapter 21

ἐκ δὲ τούτου παραμείνας χρόνον ὅσον τὰς μεγίστας κατασβέσαι ταραχὰς καὶ τὰ φλεγμαίνοντα μάλιστα καταστῆσαι καὶ διαλῦσαι τῶν πραγμάτων, ἀπῆγεν εἰς Ἰταλίαν τὸν στρατόν, ἀκμάζοντι τῷ δουλικῷ πολέμῳ κατὰ τύχην φερόμενος. διὸ καὶ Κράσσος ὁ στρατηγὸς ἤπειξε παραβόλως τὴν μάχην, καὶ κατευτύχησε, δισχιλίους τριακοσίους ἐπὶ μυρίοις κτείνας.

οὐ μὴν ἀλλὰ καὶ τούτῳ τὸν Πομπήϊον εἰσποιούσης ἁμῶς γέ πως τῷ κατορθώματι τῆς τύχης, πεντακισχίλιοι φεύγοντες ἐκ τῆς μάχης ἐνέπεσον εἰς αὐτόν, οὓς ἅπαντας διαφθείρας, ἔγραψε πρὸς τὴν σύγκλητον ὑποφθάσας ὡς Κράσσος μὲν ἐκ παρατάξεως νενίκηκε τοὺς μονομάχους, αὐτὸς δὲ τὸν πόλεμον ἐκ ῥιζῶν παντάπασιν ἀνῄρηκε. καὶ ταῦτα βουλομένοις ἦν διʼ εὔνοιαν ἀκροᾶσθαι καὶ λέγειν τοῖς Ῥωμαίοις. Ἰβηρίαν δὲ καὶ Σερτώριον οὐδὲ παίζων ἄν τις εἶπεν ἑτέρου καὶ μὴ Πομπηΐου τὸ πᾶν ἔργον εἶναι.

ἐν τοσαύτῃ δὲ τιμῇ καὶ προσδοκίᾳ τοῦ ἀνδρὸς ὅμως ἐνῆν καὶ ὑποψία τις καὶ δέος, ὡς οὐ προησομένου τὸ στράτευμα, βαδιουμένου δὲ διʼ ὅπλων καὶ μοναρχίας ἄντικρυς ἐπὶ τὴν Σύλλα πολιτείαν. ὅθεν οὐκ ἐλάττονες ἦσαν τῶν διʼ εὔνοιαν τρεχόντων καὶ φιλοφρονουμένων καθʼ ὁδὸν οἱ φόβῳ ταῦτα ποιοῦντες.

ἐπεὶ δὲ καὶ ταύτην ἀνεῖλε τὴν ὑπόνοιαν ὁ Πομπήϊος προειπὼν ἀφήσειν τὸ στράτευμα μετὰ τὸν θρίαμβον, ἓν αἰτιᾶσθαι τοῖς βασκαίνουσι περιῆν ὑπόλοιπον, ὅτι τῷ δήμῳ προσνέμει μᾶλλον ἑαυτὸν ἢ τῇ βουλῇ, καὶ τὸ τῆς δημαρχίας ἀξίωμα, Σύλλα καταβαλόντος, ἔγνωκεν ἀνιστάναι καὶ χαρίζεσθαι τοῖς πολλοῖς, ὅπερ ἦν ἀληθές.

οὐ γὰρ ἔστιν οὗτινος ἐμμανέστερον ὁ Ῥωμαίων ἠράσθη δῆμος καὶ μᾶλλον ἐπόθησεν ἢ τὴν ἀρχὴν αὖθις ἐπιδεῖν ἐκείνην, ὥστε καὶ Πομπήϊον εὐτύχημα ποιεῖσθαι μέγα τὸν τοῦ πολιτεύματος καιρόν, ὡς οὐκ ἂν εὑρόντα χάριν ἄλλην ᾗ τὴν εὔνοιαν ἀμείψεται τῶν πολιτῶν, εἰ ταύτην ἕτερος προέλαβε.

Chapter 22

Ψηφισθέντος οὖν αὐτῷ δευτέρου θριάμβου καὶ ὑπατείας οὐ διὰ ταῦτα θαυμαστὸς ἐδόκει καὶ μέγας, ἀλλʼ ἐκεῖνο τεκμήριον ἐποιοῦντο τῆς λαμπρότητος, ὅτι Κράσσος, ἀνὴρ τῶν τότε πολιτευομένων πλουσιωτατος καὶ δεινότατος εἰπεῖν καὶ μέγιστος, αὐτόν τε Πομπήϊον ὑπερφρονῶν καὶ τούς ἄλλους ἅπαντας, οὐκ ἐθάρρησεν ὑπατείαν μετιέναι πρότερον ἢ Πομπηΐου δεηθῆναι.

καὶ μέντοι Πομπήϊος ἠγάπησε, πάλαι δεόμενος χρείας τινὸς ὑπάρξαι καὶ φιλανθρωπίας πρὸς αὐτόν· ὥστε καὶ δεξιοῦσθαι προθύμως καὶ παρακαλεῖν τὸν δῆμον, ἐπαγγελλόμενος χάριν ἕξειν οὐκ ἐλάττονα τοῦ συνάρχοντος ἢ τῆς ἀρχῆς.

οὐ μὴν ἀλλʼ ἀποδειχθέντες ὕπατοι διεφέροντο πάντα καὶ προσέκρουον ἀλλήλοις· καὶ ἐν μὲν τῇ βουλῇ μᾶλλον ἴσχυεν ὁ Κράσσος, ἐν δὲ τῷ δήμῳ μέγα τὸ Πομπηΐου κράτος ἦν. καὶ γὰρ ἀπέδωκε τὴν δημαρχίαν αὐτῷ, καὶ τὰς δίκας περιεῖδεν αὖθις εἰς τοὺς ἱππέας νόμῳ μεταφερομένας. ἥδιστον δὲ θέαμα τῷ δήμῳ παρέσχεν αὐτὸς ἑαυτὸν τὴν στρατείαν παραιτούμενος.

ἔθος γάρ ἐστι Ῥωμαίων τοῖς ἱππεῦσιν, ὅταν στρατεύσωνται τὸν νόμιμον χρόνον, ἄγειν εἰς ἀγορὰν τὸν ἵππον ἐπὶ τούς δύο ἄνδρας οὓς τιμητὰς καλοῦσι, καὶ…

τότε δὴ…

ἦν…

Chapter 23

ἤ…

The complete text is available when the reading interface loads.