The Greek Library Author

Plutarch

Φωκίων

Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος

Scientific editors
Bernadotte Perrin
Edition reference
Plutarch's Lives · Cambridge, MA · Harvard University Press · 1919
CTS identifier
urn:cts:greekLit:tlg0007.tlg049.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 1

Δημάδης ὁ ῥήτωρ ἰσχύων μὲν ἐν ταῖς Ἀθήναις διὰ τὸ πρὸς χάριν πολιτεύεσθαι Μακεδόνων καὶ Ἀντιπάτρου, πολλὰ δὲ γράφειν καὶ λέγειν ἀναγκαζόμενος παρὰ τὸ ἀξίωμα τῆς πόλεως καὶ τὸ ἦθος, ἔλεγε συγγνώμης ἄξιος εἶναι πολιτευόμενος τὰ ναυάγια τῆς πόλεως, τοῦτο δὲ εἰ καὶ τῷ ῥήτορι θρασύτερον εἴρηται, δόξειεν ἂν ἀληθὲς εἶναι μετενεχθὲν ἐπὶ τὴν Φωκίωνος πολιτείαν.

Δημάδης μὲν γὰρ αὐτὸς ἦν ναυάγιον τῆς πόλεως, οὕτως ἀσελγῶς βιώσας καὶ πολιτευσάμενος ὥστε Ἀντίπατρον εἰπεῖν ἐπʼ αὐτοῦ, γέροντος ἤδη γεγονότος, ὅτι καθάπερ ἱερείου διαπεπραγμένου γλῶσσα καὶ κοιλία μόνον ἀπολείπεται· τὴν δὲ Φωκίωνος ἀρετήν, ὥσπερ ἀνταγωνιστῇ βαρεῖ καὶ βιαίῳ καιρῷ συλλαχοῦσαν, αἱ τύχαι τῆς Ἑλλάδος ἀμαυρὰν καὶ ἀλαμπῆ πρὸς δόξαν ἐποίησαν.

οὐ γὰρ Σοφοκλεῖ γε προσεκτέον ἀσθενῆ ποιοῦντι τὴν ἀρετὴν ἐν οἷς φησιν· Antigone, 563 f. (οὐ γάρ ποτ’, ὦναξ, κτλ.). ἀλλʼ οὐ γὰρ, ὦναξ, οὐδʼ ὃς ἂν βλάστῃ μένει νοῦς τοῖς κακῶς πράξασιν, ἀλλʼ ἐξίσταται· τοσοῦτον δὲ τῇ τύχῃ δοτέον ἀντιταττομένῃ πρὸς τοὺς ἀγαθοὺς ἄνδρας ἰσχύειν, ὅσον ἀντὶ τῆς ἀξίας τιμῆς καὶ χάριτος ἐνίοις ψόγους πονηροὺς καὶ διαβολὰς ἐπιφέρουσαν τὴν πίστιν ἀσθενεστέραν ποιεῖν τῆς ἀρετῆς.

Chapter 2

καίτοι δοκοῦσιν οἱ δῆμοι μᾶλλον εἰς τοὺς ἀγαθοὺς ἐξυβρίζειν ὅταν εὐτυχῶσιν, ὑπὸ πραγμάτων μεγάλων καὶ δυνάμεως ἐπαιρόμενοι· συμβαίνει δὲ τοὐναντίον, αἱ γὰρ συμφοραὶ πικρὰ μὲν τὰ ἤθη καὶ μικρόλυπα καὶ ἀκροσφαλῆ πρὸς ὀργὰς ποιοῦσι, δύσκολον δὲ τὴν ἀκοὴν καὶ τραχεῖαν, ὑπὸ παντὸς λόγου καὶ ῥήματος τόνον ἔχοντος ἐνοχλουμένην ὁ δὲ ἐπιτιμῶν τοῖς ἐξαμαρτανομένοις ἐξονειδίζειν τὰ δυστυχήματα δοκεῖ, καὶ καταφρονεῖν ὁ παρρησιαζόμενος.

καὶ καθάπερ τὸ μέλι λυπεῖ τὰ τετρωμένα καὶ ἡλκωμένα μέρη τοῦ σώματος, οὕτως πολλάκις οἱ ἀληθινοὶ καὶ νοῦν ἔχοντες λόγοι δάκνουσι καὶ παροξύνουσι τοὺς κακῶς πράττοντας, ἐὰν μὴ προσηνεῖς ὦσι καὶ συνείκοντες, ὥσπερ ἀμέλει τὸ ἡδὺ μενοεικὲς ὁ ποιητὴς κέκληκεν, ὡς τῷ ἡδομένῳ τῆς ψυχῆς ὑπεῖκον καὶ μὴ μαχόμενον μηδʼ ἀντιτυποῦν.

καὶ γὰρ ὄμμα φλεγμαῖνον ἥδιστα τοῖς σκιεροῖς καὶ ἀλαμπέσιν ἐνδιατρίβει χρώμασι, τὰ δὲ αὐγὴν ἔχοντα καὶ φῶς ἀποστρέφεται, καὶ πόλις ἐν τύχαις ἀβουλήτοις γενομένη ψοφοδεὲς καὶ τρυφερόν ἐστι διʼ ἀσθένειαν ἀνέχεσθαι παρρησίας, ὅτε μάλιστα δεῖται, τῶν πραγμάτων ἀναφορὰν ἁμαρτήματος οὐκ ἐχόντων, διὸ πάντῃ σφαλερὸν ἡ τοιαύτη πολιτεία· συναπόλλυσι γὰρ τὸν πρὸς χάριν λέγοντα καὶ προαπόλλυσι τὸν μὴ χαριζόμενον.

ὥσπερ οὖν τὸν ἥλιον οἱ μαθηματικοὶ λέγουσι μήτε τὴν αὐτὴν τῷ οὐρανῷ φερόμενον φοράν μήτε ἄντικρυς ἐναντίαν καὶ ἀντιβατικήν, ἀλλὰ λοξῷ καὶ παρεγκεκλιμένῳ πορείας σχήματι χρώμενον ὑγρὰν καὶ εὐκαμπῆ καὶ περιελιττομένην ἕλικα ποιεῖν, ᾗ σῴζεται πάντα καὶ λαμβάνει τὴν ἀρίστην κρᾶσιν, οὕτως ἄρα τῆς πολιτείας ὁ μὲν ὄρθιος ἄγαν καὶ πρὸς ἅπαντα τοῖς δημοσίοις δημοσίοις Bekker has δήμοις, after Coraës. ἀντιβαίνων τόνος ἀπηνὴς καὶ σκληρός, ὥσπερ αὖ πάλιν ἐπισφαλὲς καὶ κάταντες τὸ συνεφελκόμενον οἷς ἁμαρτάνουσιν οἱ πολλοὶ καὶ συνεπιρρέπον,

ἡ δὲ ἀνθυπείκουσα πειθομένοις καὶ διδοῦσα τὸ πρὸς χάριν, εἶτα ἀπαιτοῦσα τὸ συμφέρον ἐπιστασία καὶ κυβέρνησις ἀνθρώπων πολλὰ πρᾴως καὶ χρησίμως ὑπουργούντων, εἰ μὴ πάντα δεσποτικῶς καὶ βιαίως ἄγοιντο, σωτήριος, ἐργώδης δὲ καὶ χαλεπὴ καὶ τὸ σεμνὸν ἔχουσα τῷ ἐπιεικεῖ δύσμικτον· ἐὰν δὲ μιχθῇ, τοῦτό ἔστιν ἡ πάντων μὲν ῥυθμῶν, πασῶν δὲ ἁρμονιῶν ἐμμελεστάτη καὶ μουσικωτάτη κρᾶσις, ᾗ καὶ τὸν κόσμον ὁ θεὸς λέγεται διοικεῖν, οὐ βιαζόμενος, ἀλλὰ πειθοῖ καὶ λόγῳ παράγων τὴν ἀνάγκην.

Chapter 3

ταῦτα δὲ καὶ Κάτωνι τῷ νέῳ συνέβη, καὶ γὰρ οὗτος οὐ πιθανὸν ἔσχεν οὐδὲ προσφιλὲς ὄχλῳ τὸ ἦθος, οὐδὲ ἤνθησεν ἐν τῇ πολιτείᾳ πρὸς χάριν· ἀλλʼ ὁ μὲν Κικέρων φησὶν αὐτὸν ὥσπερ ἐν τῇ Πλάτωνος πολιτείᾳ καὶ οὐκ ἐν τῇ Ῥωμύλου πολιτευόμενον ὑποστάθμῃ τῆς ὑπατείας ἐκπεσεῖν, ἐμοὶ δὲ ταὐτὸ δοκεῖ παθεῖν τοῖς μὴ καθʼ ὥραν ἐκφανεῖσι καρποῖς.

ὡς γὰρ ἐκείνους ἡδέως ὁρῶντες καὶ θαυμάζοντες οὐ χρῶνται, οὕτως ἡ Κάτωνος ἀρχαιοτροπία διὰ χρόνων πολλῶν ἐπιγενομένη βίοις διεφθορόσι καὶ πονηροῖς ἔθεσι δόξαν μὲν εἶχε μεγάλην καὶ κλέος, οὐκ ἐνήρμοσε δὲ ταῖς χρείαις διὰ βάρος καὶ μέγεθος τῆς ἀρετῆς ἀσύμμετρον τοῖς καθεστῶσι καιροῖς.

καὶ γὰρ αὐτὸς οὐ κεκλιμένης μὲν ἤδη τῆς πατρίδος, ὥσπερ ὁ Φωκίων, πολὺν δὲ χειμῶνα καὶ σάλον ἐχούσης, ὅσον ἱστίων καὶ κάλων ἐπιλαβέσθαι καὶ παραστῆναι τοῖς πλέον δυναμένοις πολιτευσάμενος, οἰάκων δὲ καὶ κυβερνήσεως ἀπωσθείς, ὅμως μέγαν ἀγῶνα τῇ τύχῃ περιέστησεν. εἷλε μὲν γὰρ καὶ κατέβαλε τὴν πολιτείαν διʼ ἄλλους, μόλις δὲ καὶ βραδέως καὶ χρόνῳ πολλῷ καὶ παρὰ μικρὸν ἐλθοῦσαν περιγενέσθαι διὰ Κάτωνα καὶ τὴν Κάτωνος ἀρετήν·

ᾗ παραβάλλομεν τὴν Φωκίωνος, οὐ κατὰ κοινὰς ὁμοιότητας, ὡς ἀγαθῶν καὶ πολιτικῶν ἀνδρῶν ἔστι γὰρ ἀμέλει καὶ ἀνδρείας διαφορὰ πρὸς ἀνδρείαν, ὡς τῆς Ἀλκιβιάδου πρὸς τὴν Ἐπαμεινώνδου, καὶ φρονήσεως πρὸς φρόνησιν, ὡς τῆς Θεμιστοκλέους πρὸς τὴν Ἀριστείδου, καὶ δικαιοσύνης πρὸς δικαιοσύνην, ὡς τῆς Νομᾶ πρὸς τὴν Ἀγησιλάου.

τούτων δὲ τῶν ἀνδρῶν αἱ ἀρεταὶ μέχρι τῶν τελευταίων καὶ ἀτόμων διαφορῶν ἕνα χαρακτῆρα καὶ μορφὴν καὶ χρῶμα κοινὸν ἤθους ἐγκεκραμένον ἐκφέρουσιν, ὥσπερ ἴσῳ μέτρῳ μεμιγμένου πρὸς τὸ αὐστηρὸν τοῦ φιλανθρώπου καὶ πρὸς τὸ ἀσφαλὲς τοῦ ἀνδρείου, καὶ τῆς ὑπὲρ ἄλλων μὲν κηδεμονίας, ὑπὲρ αὐτῶν δὲ ἀφοβίας, καὶ πρὸς μὲν τὸ αἰσχρὸν εὐλαβείας, πρὸς δὲ τὸ δίκαιον εὐτονίας συνηρμοσμένης ὁμοίως· ὥστε λεπτοῦ πάνυ λόγου δεῖσθαι καθάπερ ὀργάνου πρὸς διάκρισιν καὶ ἀνεύρεσιν τῶν διαφερόντων.

Chapter 4

τὸ μὲν οὖν Κάτωνος ὡμολόγηται γένος ἐκ λαμπρῶν ὑπάρχειν, ὡς λεχθήσεται· Φωκίωνα δὲ τεκμαίρομαι μὴ παντάπασιν εἶναι γένους ἀτίμου καὶ καταπεπτωκότος. εἰ γὰρ ἦν, ὥς φησιν Ἰδομενεύς, δοιδυκοποιοῦ πατρός, οὐκ ἂν ἐν τῷ λόγῳ Γλαύκιππος ὁ Ὑπερείδου μυρία συνειλοχὼς καὶ εἰρηκὼς κατʼ αὐτοῦ κακὰ τὴν δυσγένειαν παρῆκεν, οὐδʼ ἂν οὕτως ἐλευθερίου βίου καὶ σώφρονος παιδείας μετέσχεν ὥστε τῆς Πλάτωνος ἔτι μειράκιον ὤν, ὕστερον δὲ τῆς Ξενοκράτους διατριβῆς, ἐν Ἀκαδημείᾳ μετασχεῖν, καὶ τῶν ἀρίστων ἐξ ἀρχῆς ἐπιτηδευμάτων ζηλωτὴς γενέσθαι.

Φωκίωνα γὰρ οὔτε γελάσαντά τις οὔτε κλαύσαντα ῥᾳδίως Ἀθηναίων εἶδεν, οὐδʼ ἐν βαλανείῳ δημοσιεύοντι λουσάμενον, ὡς ἱστόρηκε Δοῦρις, οὐδὲ ἐκτὸς ἔχοντα τὴν χεῖρα τῆς περιβολῆς, ὅτε τύχοι περιβεβλημένος, ἐπεὶ κατά γε τὴν χώραν καὶ τὰς στρατείας ἀνυπόδητος ἀεὶ καὶ γυμνὸς ἐβάδιζεν, εἰ μὴ ψῦχος ὑπερβάλλον εἴη καὶ δυσκαρτέρητον, ὥστε καὶ παίζοντας ἤδη τοὺς στρατευομένους σύμβολον μεγάλου ποιεῖσθαι χειμῶνος ἐνδεδυμένον Φωκίωνα.

Chapter 5

τῷ δὲ ἤθει προσηνέστατος ὢν καὶ φιλανθρωπότατος ἀπὸ τοῦ προσώπου δυσξύμβολος ἐφαίνετο καὶ σκυθρωπός, ὥστε μὴ ῥᾳδίως ἄν τινα μόνον ἐντυχεῖν αὐτῷ τῶν ἀσυνήθων, διὸ καὶ Χάρητί ποτε πρὸς τὰς ὀφρῦς αὐτοῦ λέγοντι τῶν Ἀθηναίων ἐπιγελώντων, οὐδὲν, εἶπεν, αὕτη ὑμᾶς λελύπηκεν ἡ ὀφρύς· ὁ δὲ τούτων γέλως πολλὰ κλαῦσαι τὴν πόλιν πεποίηκεν.

ὁμοίως δέ πως τοῦ Φωκίωνος καὶ ὁ λόγος ἦν ἐπὶ χρηστοῖς εὐτυχήμασι καὶ διανοήμασι σωτήριος, προστακτικήν τινα καὶ αὐστηρὰν καὶ ἀνήδυντον ἔχων βραχυλογίαν. ὡς γὰρ ὁ Ζήνων ἔλεγεν ὅτι δεῖ τὸν φιλόσοφον εἰς νοῦν ἀποβάπτοντα προφέρεσθαι τὴν λέξιν, οὕτως ὁ Φωκίωνος λόγος πλεῖστον ἐν ἐλαχίστῃ λέξει νοῦν εἶχε. καὶ πρὸς τοῦτο ἔοικεν ἀπιδὼν ὁ Σφήττιος Πολύευκτος εἰπεῖν ὅτι ῥήτωρ μὲν ἄριστος εἴη Δημοσθένης, εἰπεῖν δὲ δεινότατος ὁ Φωκίων.

ὡς γὰρ ἡ τοῦ νομίσματος ἀξία πλείστην ἐν ὄγκῳ βραχυτάτῳ δύναμιν ἔχει, οὕτω λόγου δεινότης ἐδοκεῖ πολλὰ σημαίνειν ἀπʼ ὀλίγων, καὶ μέντοι καὶ αὐτόν ποτε τὸν Φωκίωνά φασι πληρουμένου τοῦ θεάτρου περιπατεῖν ὑπὸ σκηνήν αὐτόν ὄντα πρὸς ἑαυτῷ τὴν διάνοιαν εἰπόντος δέ τινος τῶν φίλων, σκεπτομένῳ, Φωκίων, ἔοικας, ναὶ μὰ τὸν Δία, φάναι, σκέπτομαι εἴ τι δύναμαι τοῦ λόγου ἀφελεῖν ὃν μέλλω λέγειν πρὸς Ἀθηναίους.

ὁ δὲ Δημοσθένης τῶν μὲν ἄλλων κατεφρόνει πολὺ ῥητόρων, ἀνισταμένου δὲ Φωκίωνος εἰώθει λέγειν ἀτρέμα πρὸς τοὺς φίλους, ἡ τῶν ἐμῶν λόγων κοπὶς πάρεστιν. ἀλλὰ τοῦτο μὲν ἴσως πρὸς τὸ ἦθος ἀνοιστέον ἐπεὶ καὶ ῥῆμα καὶ νεῦμα μόνον ἀνδρὸς ἀγαθοῦ μυρίοις ἐνθυμήμασι καὶ περιόδοις ἀντίρροπον ἔχει πίστιν.

Chapter 6

νέος δὲ ὢν Χαβρίᾳ προσέμιξεν ἑαυτὸν τῷ στρατηγῷ καὶ παρείπετο, πολλὰ μὲν εἰς ἐμπειρίαν τῶν πολεμικῶν ὠφελούμενος, ἔστι δὲ ἐν οἷς ἐπανορθούμενος τήν ἐκείνου φύσιν ἀνώμαλον οὖσαν καὶ ἄκρατον. νωθρὸς γὰρ ὢν ὁ Χαβρίας καὶ δυσκίνητος ἄλλως ἐν αὐτοῖς τοῖς ἀγῶσιν ὤργα καὶ διεπυροῦτο τῷ θυμῷ καὶ συνεξέπιπτε τοῖς θρασυτάτοις παραβολώτερον, ὥσπερ ἀμέλει καὶ κατέστρεψε τόν βίον ἐν Χίῳ πρῶτος εἰσελάσας τῇ τριήρει καὶ βιαζόμενος πρὸς τήν ἀπόβασιν.

ἀσφαλὴς οὖν ἅμα καὶ δραστήριος ὁ Φωκίων φαινόμενος τήν τε μέλλησιν ἀνεθέρμαινε τοῦ Χαβρίου, καὶ πάλιν ἀφῄρει τήν ἄκαιρον ὀξύτητα τῆς ὁρμῆς. ὅθεν εὐμενὴς ὢν ὁ Χαβρίας καὶ χρηστός, ἠγάπα καὶ προῆγεν αὐτὸν ἐπὶ πράξεις καὶ ἡγεμονίας, γνώριμον ποιῶν τοῖς Ἕλλησι, καὶ τὰ πλείστης ἄξια σπουδῆς ἐκείνῳ χρώμενος. κἀκ τῆς περὶ Νάξον ναυμαχίας ὄνομα καὶ δόξαν οὐ μικρὰν Φωκίωνι περιεποίησε· τοῦ γὰρ εὐωνύμου κέρως ἀπέδωκεν αὐτῷ τήν ἡγεμονίαν, καθʼ ὃ καὶ τήν μάχην ὀξεῖαν εἶχεν ὁ ἀγὼν καὶ κρίσιν ἐποίησε ταχεῖαν.

πρώτην οὖν ἐκείνην ναυμαχίαν ἡ πόλις αὐτὴ διʼ αὑτῆς ἀγωνισαμένη τοῖς Ἕλλησι μετὰ τήν ἅλωσιν, καὶ κατατυχοῦσα, τόν τε Χαβρίαν ὑπερηγάπησε καὶ τοῦ Φωκίωνος ὡς ἀνδρὸς ἡγεμονικοῦ λόγον ἔσχεν. ἐνίκων δὲ μεγάλοις μυστηρίοις· καὶ παρεῖχεν οἰνοχόημα Χαβρίας Ἀθηναίοις καθʼ ἕκαστον ἐνιαυτὸν τῇ ἕκτῃ ἐπὶ δέκα τοῦ Βοηδρομιῶνος.

Chapter 7

ἐκ τούτου λέγεται πέμποντος αὐτὸν ἐπὶ τὰς νησιωτικὰς συντάξεις τοῦ Χαβρίου καὶ ναῦς εἴκοσι διδόντος εἰπεῖν, εἰ μὲν ὡς πολεμήσων πέμποιτο, μείζονος δεῖν δυνάμεως, εἰ δὲ ὡς πρὸς συμμάχους, ἀρκεῖν ναῦν μίαν καὶ πλεύσαντα τῇ αὐτοῦ τριήρει καὶ διαλεχθέντα ταῖς πόλεσι καὶ συγγενόμενον τοῖς ἄρχουσιν ἐπιεικῶς καὶ ἀφελῶς καταπλεῦσαι μετὰ πολλῶν νεῶν, ἃς ἀπέστειλαν οἱ σύμμαχοι τὰ χρήματα τοῖς Ἀθηναίοις κομιζούσας.

οὐ μόνον δὲ ζῶντα τὸν Χαβρίαν θεραπεύων διετέλει καὶ τιμῶν, ἀλλὰ καὶ τελευτήσαντος αὐτοῦ τῶν προσηκόντων καλῶς ἐπεμελεῖτο, καὶ τὸν παῖδα Κτήσιππον ἐβούλετο μὲν ἄνδρα ποιεῖν ἀγαθόν, ἔμπληκτον δὲ ὁρῶν καὶ ἀνάγωγον ὅμως οὐκ ἀπεῖπεν ἐπανορθούμενος καὶ ἀποκρύπτων τὰ αἴσχη. πλὴν ἅπαξ λέγεται, παρενοχλοῦντος ἐν στρατείᾳ τινὶ τοῦ νεανίσκου καὶ κόπτοντος αὐτὸν ἐρωτήμασιν ἀκαίροις καὶ συμβουλίαις οἷον ἐπανορθουμένου καὶ παραστρατηγοῦντος, εἰπεῖν· ὦ Χαβρία, Χαβρία, μεγάλην γέ σοι χάριν ἐκτίνω τῆς φιλίας ὑπομένων σου τὸν υἱόν.

ὁρῶν δὲ τοὺς τὰ κοινὰ πράσσοντας τότε διῃρημένους ὥσπερ ἀπὸ κλήρου τὸ στρατήγιον καὶ τὸ βῆμα, καὶ τοὺς μὲν λέγοντας ἐν τῷ δήμῳ καὶ γράφοντας μόνον, ὧν Εὔβουλος ἦν καὶ Ἀριστοφῶν καὶ Δημοσθένης καὶ Λυκοῦργος καὶ Ὑπερείδης, Διοπείθην δὲ καὶ Μενεσθέα καὶ Λεωσθένην καὶ Χάρητα τῷ στρατηγεῖν καὶ πολεμεῖν αὔξοντας ἑαυτούς, ἐβούλετο τὴν Περικλέους καὶ Ἀριστείδου καὶ Σόλωνος πολιτείαν ὥσπερ ὁλόκληρον καὶ διηρμοσμένην ἐν ἀμφοῖν ἀναλαβεῖν καὶ ἀποδοῦναι. καὶ γὰρ τῶν ἀνδρῶν ἐκείνων ἕκαστος ἐφαίνετο κατὰ τὸν Ἀρχίλοχον,Bergk, Poet. Lyr. Graeci, ii.4, p. 383 (εἰμὶ δ’ ἐγὼ θεράπων ἐρατόν). ἀμφότερον, θεράπων μὲν Ἐνυαλίοιο θεοῖο, καὶ Μουσέων ἐρατᾶν δῶρον ἐπιστάμενος· καὶ τὴν θεὸν ἑώρα πολεμικήν τε ἅμα καὶ πολιτικὴν οὖσαν καὶ προσαγορευομένην.

Chapter 8

οὕτω δὲ συντάξας ἑαυτόν ἐπολιτεύετο μὲν ἀεὶ πρὸς εἰρήνην καὶ ἡσυχίαν, ἐστρατήγησε δὲ πλείστας οὐ μόνον τῶν καθʼ ἑαυτόν, ἀλλὰ καὶ τῶν πρὸ αὐτοῦ στρατηγίας, οὐ παραγγέλλων οὐδὲ μετιών, ἀλλʼ οὐδὲ φεύγων οὐδὲ ἀποδιδράσκων τῆς πόλεως καλούσης, ὁμολογεῖται γὰρ ὅτι πέντε καὶ τεσσαράκοντα στρατηγίας ἔλαβεν οὐδʼ ἅπαξ ἀρχαιρεσίοις παρατυχών, ἀλλʼ ἀπόντα μεταπεμπομένων αὐτὸν ἀεὶ καὶ χειροτονούντων,

ὥστε θαυμάζειν τοὺς οὐκ εὖ φρονοῦντας τὸν δῆμον ὅτι, πλεῖστα τοῦ Φωκίωνος ἀντικρούοντος αὐτῷ καὶ μηδὲν εἰπόντος πώποτε μηδὲ πράξαντος πρὸς χάριν, ὥσπερ ἀξιοῦσι τοὺς βασιλεῖς τοῖς κόλαξι χρῆσθαι μετὰ τὸ κατὰ χειρὸς ὕδωρ, ἐχρῆτο οὗτος τοῖς μὲν κομψοτέροις; καὶ ἱλαροῖς ἐν παιδιᾶς μέρει δημαγωγοῖς, ἐπὶ δὲ τὰς ἀρχὰς ἀεὶ νήφων καὶ σπουδάζων τὸν αὐστηρότατον καὶ φρονιμώτατον ἐκάλει τῶν πολιτῶν καὶ μόνον ἢ μᾶλλον ταῖς βουλήσεσιν αὐτοῦ καὶ ὁρμαῖς ἀντιτασσόμενον.

χρησμοῦ μὲν γὰρ ἐκ Δελφῶν ἀναγνωσθέντος ὅτι, τῶν ἄλλων Ἀθηναίων ὁμοφρονούντων, εἷς ἀνὴρ ἐναντία φρονοίη τῇ πόλει, παρελθὼν ὁ Φωκίων ἀμελεῖν ἐκέλευσεν, ὡς αὐτὸς ὢν ὁ ζητούμενος· μόνῳ γὰρ αὐτῷ μηδὲν ἀρέσκειν τῶν πραττομένων. ἐπεὶ δὲ λέγων ποτὲ γνώμην πρὸς τὸν δῆμον εὐδοκίμει καὶ πάντας ὁμαλῶς ἑώρα τὸν λόγον ἀποδεχομένους, ἐπιστραφεὶς πρὸς τοὺς φίλους εἶπεν· οὐ δή πού τι κακὸν λέγων ἐμαυτὸν λέληθα;

Chapter 9

πρὸς δὲ θυσίαν τινὰ τῶν Ἀθηναίων αἰτούντων ἐπιδόσεις, καὶ τῶν ἄλλων ἐπιδιδόντων, κληθεὶς πολλάκις ἔφη· τούτους αἰτεῖτε τοὺς πλουσίους· ἐγὼ δὲ αἰσχυνοίμην ἄν, εἰ τούτῳ μὴ ἀποδιδοὺς ὑμῖν ἐπιδοίην, δείξας Καλλικλέα τὸν δανειστήν, ὡς δʼ οὐκ ἐπαύοντο κεκραγότες καὶ καταβοῶντες, λόγον εἶπεν αὐτοῖς τοῦτον·

ἀνὴρ δειλὸς ἐπὶ πόλεμον ἐξῄει, φθεγξαμένων δὲ κοράκων τὰ ὅπλα θεὶς ἡσύχαζεν· εἶτα ἀναλαβὼν αὖθις ἐξῄει, καὶ φθεγγομένων πάλιν ὑπέστη, καὶ τέλος εἶπεν· Ὑμεῖς κεκράξεσθε μὲν μέγιστον ὡς δυνατόν, ἐμοῦ δὲ οὐ γεύσεσθε. πάλιν δέ ποτε τῶν Ἀθηναίων ἐξαγαγεῖν αὐτὸν ἐπὶ τοὺς πολεμίους κελευόντων, ὡς δʼ οὐκ ἐβούλετο, δειλὸν καὶ ἄνανδρον ἀποκαλούντων, οὔτε ὑμεῖς, εἶπεν, ἐμὲ δύνασθε ποιῆσαι θαρσαλέον οὔτε ἐγὼ ὑμᾶς δειλούς. οὐ μὴν ἀλλʼ ἴσμεν ἀλλήλους.

ἐν δὲ καιροῖς ἐπισφαλέσι τραχυνομένου τοῦ δήμου πρὸς αὐτὸν σφόδρα καὶ τῆς στρατηγίας εὐθύνας ἀπαιτοῦντος, σωθείητε, εἶπεν, ὦ μακάριοι, πρῶτον. ἐπεὶ δὲ πολεμοῦντες μὲν ἦσαν ταπεινοὶ καὶ περιδεεῖς, γενομένης δὲ εἰρήνης ἐθρασύνοντο καὶ κατεβόων τοῦ Φωκίωνος ὡς ἀφῃρημένου τὴν νίκην αὐτῶν, εὐτυχεῖτε, εἶπεν, ἔχοντες στρατηγὸν εἰδότα ὑμᾶς· ἐπεὶ πάλαι ἂν ἀπωλώλειτε.

τοῖς δὲ Βοιωτοῖς οὐ βουλομένων αὐτῶν δικάζεσθαι περὶ τῆς χώρας, ἀλλὰ πολεμεῖν, συνεβούλευε διὰ τῶν λόγων, ἐν οἷς εἰσι κρείττους, μὴ διὰ τῶν ὅπλων, ἐν οἷς εἰσιν ἥττους, μάχεσθαι. λέγοντα δὲ αὐτὸν οὐ προσιεμένων οὐδὲ ὑπομενόντων ἀκούειν, ἐμέ, εἶπεν, ὑμεῖς ἃ μὴ βούλομαι ποιεῖν βιάσασθαι δύνασθε, λέγειν δὲ ἃ μὴ δεῖ παρὰ γνώμην οὐκ ἀναγκάσετε.

τῶν δὲ ἀντιπολιτευομένων αὐτῷ ῥητόρων Δημοσθένους μὲν εἰπόντος, ἀποκτενοῦσί σε Ἀθηναῖοι, Φωκίων, ἂν μανῶσιν, εἶπε· σὲ δέ, ἂν σωφρονῶσι· Πολύευκτον δὲ τὸν Σφήττιον ὁρῶν ἐν καύματι συμβουλεύοντα τοῖς Ἀθηναίοις πολεμεῖν πρὸς Φίλιππον, εἶτα ὑπʼ ἄσθματος πολλοῦ καὶ ἱδρῶτος, ἅτε δὴ καὶ ὑπέρπαχυν ὄντα, πολλάκις ἐπιρροφοῦντα τοῦ ὕδατος. ἄξιον, ἔφη, τούτῳ πιστεύσαντας ὑμᾶς ψηφίσασθαι τὸν πόλεμον, ὃν τί οἴεσθε ποιήσειν ἐν τῷ θώρακι καὶ τῇ ἀσπίδι, τῶν πολεμίων ἐγγὺς ὄντων, ὅτε λέγων πρὸς ὑμᾶς ἃ ἔσκεπται κινδυνεύει πνιγῆναι;

τοῦ δὲ Λυκούργου πολλὰ βλάσφημα πρὸς αὐτὸν εἰπόντος ἐν ἐκκλησίᾳ, καὶ πρὸς ἅπασιν ὅτι, δέκα τῶν πολιτῶν ἐξαιτοῦντος Ἀλεξάνδρου, συνεβούλευεν ἐκδοῦναι, εἶπε· πολλὰ ἐγὼ συμβεβούλευκα καλὰ καὶ συμφέροντα τούτοις, ἀλλʼ οὐ πείθονταί μοι.

Chapter 10

ἦν δέ τις Ἀρχιβιάδης ἐπικαλούμενος Λακωνιστής, πώγωνά τε καθειμένος ὑπερφυῆ μεγέθει καὶ τρίβωνα φορῶν ἀεὶ καὶ σκυθρωπάζων τοῦτον ἐν βουλῇ θορυβούμενος ὁ Φωκίων ἐπεκαλεῖτο τῷ λόγῳ μάρτυν ἅμα καὶ βοηθόν, ὡς δὲ ἀναστὰς ἐκεῖνος ἃ πρὸς χάριν ἦν τοῖς Ἀθηναίοις συνεβούλευεν, ἁψάμενος αὐτοῦ τῶν γενείων· ὦ Ἀρχιβιάδη, εἶπε, τί οὖν οὐκ ἀπεκείρω;

Ἀριστογείτονος δὲ τοῦ συκοφάντου πολεμικοῦ μὲν ὄντος ἐν ταῖς ἐκκλησίαις καὶ παροξύνοντος ἐπὶ τὰς πράξεις τὸν δῆμον, ἐν δὲ τῷ καταλόγῳ προσελθόντος ἐπὶ βακτηρίᾳ τὼ σκέλη καταδεδεμένου, πόρρωθεν αὐτὸν ἀπὸ τοῦ βήματος ἰδὼν ὁ Φωκίων ἀνέκραγε· γράφε καὶ Ἀριστογείτονα χωλὸν καὶ πονηρόν. ὥστε θαυμάζειν ὅπως καὶ ὁπόθεν τραχὺς οὕτως ἀνὴρ καὶ σκυθρωπὸς ἐκτήσατο τὴν τοῦ χρηστοῦ προσηγορίαν.

ἔστι δέ, οἶμαι, χαλεπόν, οὐ μὴν ἀδύνατον, ὥσπερ οἶνον, καὶ ἄνθρωπον τὸν αὐτὸν ἡδὺν ἅμα καὶ αὐστηρὸν εἶναι· καθάπερ ἕτεροι πάλιν, φαινόμενοι γλυκεῖς, ἀηδέστατοι τοῖς χρωμένοις εἰσὶ καὶ βλαβερώτατοι. καίτοι φασὶν Ὑπερείδην ποτὲ εἰπεῖν πρὸς τὸν δῆμον, ἄνδρες Ἀθηναῖοι, μὴ σκοπεῖτε μόνον εἰ πικρός, ἀλλʼ εἰ προῖκά εἰμι πικρός, ὥσπερ τῇ πλεονεξίᾳ μόνον ἐπαχθεῖς καὶ λυπηροὺς ὄντας, οὐχὶ μᾶλλον, ὅσοι πρὸς ὕβριν καὶ φθόνον ἢ ὀργὴν ἢ φιλονεικίαν τινὰ χρῶνται τῷ δύνασθαι, τούτους δεδιότων καὶ προβαλλομένων τῶν πολλῶν.

Φωκίων τοίνυν ἔχθρᾳ μὲν οὐδένα τῶν πολιτῶν κακῶς ἐποίησεν, οὐδὲ ἐνόμιζεν ἐχθρόν ἀλλʼ ὅσον ἔδει μόνον τῶν ἐνισταμένων οἷς ἔπραττεν ὑπὲρ τῆς πατρίδος κατεξαναστῆναι τραχὺς ὢν καὶ δυσεκβίαστος καὶ ἀπαραίτητος, εἰς τὸν ἄλλον βίον εὐμενῆ πᾶσι καὶ κοινὸν καὶ φιλάνθρωπον ἑαυτὸν παρεῖχεν, ὥστε καὶ πταίσασι βοηθεῖν καὶ κινδυνεύουσι συνεξετάζεσθαι τοῖς διαφόροις.

ἐγκαλούντων δὲ τῶν φίλων ὅτι πονηρῷ τινι κρινομένῳ συνεῖπε, τοὺς χρηστοὺς ἔφη μὴ δεῖσθαι βοηθείας. Ἀριστογείτονος δὲ τοῦ συκοφάντου μετὰ τὴν καταδίκην πέμψαντος καὶ δεηθέντος ἐλθεῖν πρὸς αὐτόν, ὑπακούσας ἐβάδιζεν εἰς τὸ δεσμωτήριον· οὐκ ἐώντων δὲ τῶν φίλων, ἐάσατε, εἶπεν, ὦ μακάριοι· ποῦ γὰρ ἄν τις ἥδιον Ἀριστογείτονι συμβάλοι;

Chapter 11

καὶ μὴν οἵ γε σύμμαχοι καὶ οἱ νησιῶται τοὺς Ἀθήνηθεν ἀποστόλους ἑτέρου μὲν ἐκπλέοντος στρατηγοῦ πολεμίους νομίζοντες ἐφράγνυντο τείχη καὶ λιμένας ἀπεχώννυσαν καὶ κατεκόμιζον ἀπὸ τῆς χώρας εἰς τὰς πόλεις βοσκήματα καὶ ἀνδράποδα καὶ γυναῖκας καὶ παῖδας· εἰ δὲ Φωκίων ἡγοῖτο, πόρρω ναυσὶν ἰδίαις ἀπαντῶντες ἐστεφανωμένοι καὶ χαίροντες ὡς αὑτοὺς κατῆγον.

Chapter 12

Παραδυομένου δὲ εἰς τὴν Εὔβοιαν τοῦ Φιλίππου καί δύναμιν ἐκ Μακεδονίας διαβιβάζοντος καὶ τὰς πόλεις οἰκειουμένου διὰ τυράννων, Πλουτάρχου δὲ τοῦ Ἐρετριέως καλοῦντος τοὺς Ἀθηναίους καί δεομένου τὴν νῆσον ἐξελέσθαι καταλαμβανομένην ὑπὸ τοῦ Μακεδόνος, ἀπεστάλη στρατηγὸς ὁ Φωκίων ἔχων δύναμιν οὐ πολλήν, ὡς τῶν ἐκεῖ συστησομένων ἑτοίμως πρὸς αὐτόν.

εὑρὼν δὲ προδοτῶν ἅπαντα μεστὰ καί νοσοῦντα καὶ διορωρυγμένα δωροδοκίαις εἰς κίνδυνον μέγαν κατέστη· καί τινα λόφον χαράδρᾳ βαθείᾳ τῶν περὶ τὰς Ταμύνας ἐπιπέδων ἀποκρυπτόμενον καταλαβών συνεῖχεν ἐν τούτῳ καί συνεκράτει τὸ μαχιμώτατον τῆς δυνάμεως.

τῶν δὲ ἀτάκτων καί λάλων καί πονηρῶν διαδιδρασκόντων ἐκ τοῦ στρατοπέδου καί ἀποχωρούντων ἐκέλευσεν ἀμελεῖν τοὺς ἡγεμόνας· καί γὰρ ἐνταῦθα δυσχρήστους ὑπὸ ἀταξίας ἔσεσθαι καί βλαβεροὺς τοῖς μαχομένοις, κἀκεῖ τοιαῦτα συνειδότας αὑτοῖς ἧττον αὐτοῦ καταβοήσεσθαι καί μὴ πάνυ συκοφαντήσειν.

Chapter 13

ὡς δὲ ἐπῄεσαν οἱ πολέμιοι, κελεύσας ἐν τοῖς ὅπλοις ἀτρεμεῖν ἄχρι ἂν αὐτὸς σφαγιάσηται, πλείω διέτριβε χρόνον ἢ δυσιερῶν ἢ βουλόμενος ἐγγυτέρω τοὺς πολεμίους ἐπισπάσασθαι. διὸ πρῶτον μὲν ὁ Πλούταρχος οἰόμενος ἀποδειλιᾶν καὶ κατοκνεῖν ἐκεῖνον ἐξέδραμε μετὰ τῶν ξένων ἔπειτα τοῦτον ἰδόντες οἱ ἱππεῖς οὐκ ἐκαρτέρησαν, ἀλλʼ ἤλαυνον εὐθὺς εἰς τοὺς πολεμίους ἀσύντακτοι καὶ σποράδες ἐκ τοῦ στρατοπέδου προσφερόμενοι.

νικωμένων δὲ τῶν πρώτων ἅπαντες ἐσκεδάσθησαν καὶ ὁ Πλούταρχος ἔφυγε· καὶ τῷ χάρακι προσμίξαντες ἔνιοι τῶν πολεμίων ἐκκόπτειν ἐπειρῶντο καὶ διασπᾶν ὡς ἁπάντων κεκρατηκότες, ἐν τούτῳ δὲ τῶν ἱερῶν γενομένων, τοὺς μὲν εὐθὺς ἐκ τοῦ στρατοπέδου προσπεσόντες οἱ Ἀθηναῖοι τρέπουσι καὶ καταβάλλουσι τοὺς πλείστους περὶ τοῖς ἐρύμασι φεύγοντας, ὁ δὲ Φωκίων τὴν μὲν φάλαγγα προσέταξεν ἐφεδρεύειν ἀναλαμβάνουσαν ἅμα καὶ προσδεχομένην τοὺς ἐν τῇ φυγῇ πρότερον διασπαρέντας, αὐτὸς δὲ τοὺς ἐπιλέκτους ἔχων ἐνέβαλε τοῖς πολεμίοις.

καὶ μάχης καρτερᾶς γενομένης πάντες μὲν ἐκθύμως ἠγωνίσαντο καὶ ἀφειδῶς, Θάλλος δὲ ὁ Κινέου καὶ Γλαῦκος ὁ Πολυμήδους περὶ αὐτὸν τεταγμένοι τόν στρατηγὸν ἠρίστευσαν. οὐ μὴν ἀλλὰ καὶ Κλεοφάνης ἄξιον πλείστου παρέσχεν ἑαυτὸν ἐν ἐκείνῃ τῇ μάχῃ. τοὺς γὰρ ἱππεῖς ἀνακαλούμενος ἐκ τῆς τροπῆς καὶ βοῶν καὶ διακελευόμενος κινδυνεύοντι τῷ στρατηγῷ βοηθεῖν, ἐποίησεν ἀναστρέψαντας ἐπιρρῶσαι τὸ νίκημα τῶν ὁπλιτῶν.

ἐκ τούτου τόν τε Πλούταρχον ἐξέβαλεν ἐκ τῆς Ἐρετρίας, καὶ Ζάρητρα φρούριον ἑλὼν ἐπικαιρότατον, ᾗ μάλιστα συνελαύνεται τὸ πλάτος εἰς βραχὺ διάζωμα τῆς νήσου σφιγγομένης ἑκατέρωθεν ταῖς θαλάσσαις, ὅσους ἔλαβεν αἰχμαλώτους Ἕλληνας ἀφῆκε, φοβηθεὶς τοὺς ῥήτορας τῶν Ἀθηναίων, μὴ πρὸς ὀργήν τι βιάσωνται τόν δῆμον ἀγνωμονῆσαι περὶ αὐτούς·

Chapter 14

ἐπεὶ δὲ ταῦτα διαπραξάμενος ἀπέπλευσεν ὁ Φωκίων, ταχὺ μὲν ἐπόθησαν οἱ σύμμαχοι τὴν χρηστότητα καὶ δικαιοσύνην αὐτοῦ, ταχὺ δὲ ἔγνωσαν οἱ Ἀθηναῖοι τὴν ἐμπειρίαν καὶ ῥώμην τοῦ ἀνδρός, ὁ γὰρ μετʼ ἐκεῖνον ἐλθὼν ἐπὶ τὰ πράγματα Μολοσσὸς οὕτως ἐπολέμησεν ὥστε καὶ ζῶν αὐτὸς ὑποχείριος γενέσθαι τοῖς πολεμίοις·

ἐπεὶ δὲ μεγάλα ταῖς ἐλπίσι περινοῶν ὁ Φίλιππος εἰς Ἑλλήσποντον ἦλθε μετὰ πάσης τῆς δυνάμεως, ὡς Χερρόνησον ἐν ταὐτῷ καὶ Πέρινθον ἕξων καὶ Βυζάντιον, ὡρμημένων δὲ τῶν Ἀθηναίων βοηθεῖν οἱ ῥήτορες ἠγωνίσαντο τὸν Χάρητα στρατηγὸν ἀποσταλῆναι, καὶ πλεύσας ἐκεῖνος οὐδὲν ἄξιον τῆς δυνάμεως ἔπραττεν, οὐδὲ αἱ πόλεις ἐδέχοντο τὸν στόλον, ἀλλʼ ὕποπτος ὢν πᾶσιν ἐπλανᾶτο χρηματιζόμενος ἀπὸ τῶν συμμάχων καὶ καταφρονούμενος ὑπὸ τῶν πολεμίων,

ὁ δὲ δῆμος ὑπὸ τῶν ῥητόρων παροξυνόμενος ἠγανάκτει καὶ μετενόει τοῖς Βυζαντίοις πέμψας τὴν βοήθειαν, ἀναστὰς ὁ Φωκίων εἶπεν ὅτι δεῖ μὴ τοῖς ἀπιστοῦσιν ὀργίζεσθαι τῶν συμμάχων, ἀλλὰ τοῖς ἀπιστουμένοις τῶν στρατηγῶν· οὗτοι γὰρ ὑμᾶς ποιοῦσι φοβεροὺς καὶ τοῖς χωρὶς ὑμῶν σώζεσθαι μὴ δυναμένοις. κινηθεὶς οὖν ὁ δῆμος ὑπὸ τοῦ λόγου καὶ μεταπεσών ἐκέλευεν αὐτὸν ἐκεῖνον ἑτέραν προσλαβόντα δύναμιν βοηθεῖν τοῖς συμμάχοις εἰς τὸν Ἑλλήσποντον ὃ μεγίστην ῥοπὴν ἐποίησε πρὸς τὸ σωθῆναι τὸ Βυζάντιον.

ἦν μὲν γὰρ ἤδη μεγάλη δόξα τοῦ Φωκίωνος· ἐπεὶ δὲ καὶ Λέων, καὶ Λέων Sintenis’ correction of the MSS. Κλέων; Bekker has Λέων, the correction of Wachsmuth. ἀνὴρ Βυζαντίων πρῶτος ἀρετῇ καὶ τῷ Φωκίωνι γεγονὼς ἐν Ἀκαδημείᾳ συνήθης, ἀνεδέξατο τὴν πίστιν ὑπὲρ αὐτοῦ πρὸς τὴν πόλιν, οὐκ εἴασαν ἔξω στρατοπεδεῦσαι βουλόμενον, ἀλλʼ ἀνοίξαντες τὰς πύλας ἐδέξαντο καὶ κατέμιξαν ἑαυτοῖς τοὺς Ἀθηναίους, οὐ μόνον ἀνεγκλήτους ταῖς διαίταις καὶ σώφρονας, ἀλλὰ καὶ προθυμοτάτους ἐν τοῖς ἀγῶσι διὰ τὴν πίστιν γενομένους.

οὕτω μὲν ὁ Φίλιππος ἐξέπεσε τοῦ Ἑλλησπόντου τότε καὶ κατεφρονήθη, δοκῶν ἄμαχός τις εἶναι καὶ ἀνανταγώνιστος, ὁ δὲ Φωκίων καὶ ναῦς τινας εἷλεν αὐτοῦ καὶ φρουρουμένας πόλεις ἀνέλαβε, καὶ πολλαχόθι τῆς χώρας ἀποβάσεις ποιούμενος ἐπόρθει καὶ κατέτρεχε, μέχρι οὗ τραύματα λαβὼν ὑπὸ τῶν προσβοηθούντων ἀπέπλευσε.

Chapter 15

τῶν δὲ Μεγαρέων ἐπικαλουμένων κρύφα, φοβούμενος ὁ Φωκίων τοὺς Βοιωτοὺς μὴ προαισθόμενοι φθάσωσι τὴν βοήθειαν, ἐκκλησίαν συνήγαγεν ἕωθεν, καὶ προσαγγείλας τὰ παρὰ τῶν Μεγαρέων τοῖς Ἀθηναίοις, ὡς ἐπεψηφίσαντο, τῇ σάλπιγγι σημήνας εὐθὺς ἀπὸ τῆς ἐκκλησίας ἦγεν αὐτοὺς τὰ ὅπλα λαβόντας.

δεξαμένων δὲ τῶν Μεγαρέων προθύμως τήν τε Νίσαιαν ἐτείχισε, καὶ διὰ μέσου σκέλη δύο πρὸς τὸ ἐπίνειον ἀπὸ τοῦ ἄστεος ἐνέβαλε, καὶ συνῆψε τῇ θαλάττῃ τήν πόλιν, ὥστε τῶν κατὰ γῆν πολεμίων ὀλίγον ἤδη φροντίζουσαν ἐξηρτῆσθαι τῶν Ἀθηναίων.

Chapter 16

ἤδη δὲ πρὸς Φίλιππον ἐκπεπολεμωμένων παντάπασι, καί στρατηγῶν αὐτοῦ μὴ παρόντος ἑτέρων ἐπὶ τὸν πόλεμον ᾑρημένων, ὡς κατέπλευσεν ἀπὸ τῶν νήσων, πρῶτον μὲν ἔπειθε τὸν δῆμον εἰρηνικῶς ἔχοντος τοῦ Φιλίππου καί φοβουμένου τὸν κίνδυνον ἰσχυρῶς δέχεσθαι τὰς διαλύσεις·

καί τινος ἀντικρούσαντος αὐτῷ τῶν εἰωθότων κυλινδεῖσθαι περὶ τὴν Ἡλιαίαν καί συκοφαντεῖν, καί εἰπόντος, σὺ δὲ τολμᾷς, ὦ Φωκίων, ἀποτρέπειν Ἀθηναίους ἤδη τὰ ὅπλα διὰ χειρῶν ἔχοντας; ἔγωγε, εἶπε, καί ταῦτα εἰδὼς ὅτι πολέμου μὲν ὄντος ἐγὼ σοῦ, εἰρήνης δὲ γενομένης σὺ ἐμοῦ ἄρξεις. ὡς δʼ οὐκ ἔπειθεν, ἀλλʼ ὁ Δημοσθένης ἐκράτει κελεύων ὡς πορρωτάτω τῆς Ἀττικῆς θέσθαι μάχην τοὺς Ἀθηναίους, ὦ τᾶν, ἔφη, μὴ ποῦ μαχώμεθα σκοπῶμεν, ἀλλὰ πῶς νικήσωμεν.

οὕτω γὰρ ἔσται μακρὰν ὁ πόλεμος, ἡττωμένοις δὲ πᾶν ἀεὶ δεινὸν ἐγγὺς πάρεστι. γενομένης δὲ τῆς ἥττης τῆς ἥττης Bekker, with CFa: ἥττης. καί τῶν θορυβοποιῶν καί νεωτεριστῶν ἐν ἄστει ἐν ἄστει Coraës and Bekker have τῶν ἐν ἄστει, after Stephanus. τὸν Χαρίδημον ἑλκόντων ἐπὶ τὸ βῆμα καί στρατηγεῖν ἀξιούντων, ἐφοβήθησαν οἱ βέλτιστοι· καί τὴν ἐξ Ἀρείου πάγου βουλὴν ἔχοντες ἐν τῷ δήμῳ δεόμενοι καί δακρύοντες μόλις ἔπεισαν ἐπιτρέψαι τῷ Φωκίωνι τὴν πόλιν.

ὁ δὲ τὴν μὲν ἄλλην τοῦ Φιλίππου πολιτείαν καί φιλανθρωπίαν ᾤετο δεῖν προσδέχεσθαι· Δημάδου δὲ γράψαντος ὅπως ἡ πόλις μετέχοι τῆς κοινῆς εἰρήνης καί τοῦ συνεδρίου τοῖς Ἕλλησιν, οὐκ εἴα πρὸ τοῦ γνῶναι τίνα Φίλιππος αὑτῷ γενέσθαι παρὰ τῶν Ἑλλήνων ἀξιώσει·

κρατηθεὶς δὲ τῇ γνώμῃ διὰ τὸν καιρόν, ὡς εὐθὺς ἑώρα τοὺς Ἀθηναίους μεταμελομένους, ὅτι καί τριήρεις ἔδει παρέχειν τῷ Φιλίππῳ καί ἱππεῖς, ταῦτα, ἔφη, φοβούμενος ἠναντιούμην· ἐπεὶ δὲ συνέθεσθε, δεῖ μὴ βαρέως φέρειν μηδὲ ἀθυμεῖν, μεμνημένους ὅτι καί οἱ πρόγονοί ποτὲ μὲν ἄρχοντες, ποτὲ δὲ ἀρχόμενοι, καλῶς δὲ ἀμφότερα ταῦτα ποιοῦντες καὶ τὴν πόλιν ἔσωσαν καὶ τοὺς Ἕλληνας.

Φιλίππου δὲ ἀποθανόντος εὐαγγέλια θύειν τὸν δῆμον οὐκ εἴα· καί γὰρ ἀγεννὲς εἶναι ἐπιχαίρειν, καί τὴν ἐν Χαιρωνείᾳ, παραταξαμένην πρὸς αὐτοὺς δύναμιν ἑνὶ σώματι μόνον ἐλάττω γενέσθαι.

Chapter 17

Δημοσθένους δὲ λοιδοροῦντος τὸν Ἀλέξανδρον ἤδη προσάγοντα ταῖς Θήβαις ἔφη· σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα καὶ δόξης μεγάλης ὀρεγόμενον; ἢ βούλει πυρκαϊᾶς τηλικαύτης οὔσης ἐγγὺς ῥιπίσαι ῥιπίσαι Bryan’s correction of the MSS. ῥῖψαι (to hurl), which Coraës and Bekker retain. τὴν πόλιν; ἀλλʼ ἡμεῖς οὐδὲ βουλομένοις ἀπολέσθαι τούτοις ἐπιτρέψομεν, οἱ διὰ τοῦτο στρατηγεῖν ὑπομένοντες.

ὡς δὲ ἀπωλώλεισαν αἱ Θῆβαι καὶ ὁ Ἀλέξανδρος ἐξῃτεῖτο τοὺς περὶ Δημοσθένην καὶ Λυκοῦργον καὶ Ὑπερείδην καὶ Χαρίδημον, ἡ δὲ ἐκκλησία πρὸς ἐκεῖνον ἀπέβλεπεν, ὀνομαστὶ πολλάκις καλούμενος ἀνέστη καὶ τῶν φίλων ἕνα παραστησάμενος, ᾧ μάλιστα χρώμενος διετέλει καὶ πιστεύων καὶ ἀγαπῶν, εἰς τοιαῦτα, ἔφη, τὴν πόλιν οὗτοι παραγηόχασιν ὥστʼ ἔγωγε, κἂν Νικοκλέα τις τοῦτον ἐξαιτῇ, διδόναι κελεύσω.

τὸ μὲν γὰρ αὐτὸς ὑπὲρ ὑμῶν ἁπάντων ἀποθανεῖν εὐτυχίαν ἂν ἐμαυτοῦ θείμην. ἐλεῶ δέ, εἶπεν, ἄνδρες Ἀθηναῖοι, καὶ τοὺς ἐκ Θηβῶν δεῦρο πεφευγότας, ἀρκεῖ δὲ τὰς Θήβας κλαίειν τοῖς Ἕλλησι. διὸ βέλτιόν ἐστιν ὑπὲρ ἀμφοῖν πείθειν καὶ παραιτεῖσθαι τοὺς κρατοῦντας ἢ μάχεσθαι.

τὸ μὲν οὖν πρῶτον ψήφισμα λέγεται τὸν Ἀλέξανδρον, ὡς ἔλαβε, ῥῖψαι καὶ φυγεῖν ἀποστραφέντα τοὺς πρέσβεις· τὸ δὲ δεύτερον ἐδέξατο, κομισθὲν ὑπὸ Φωκίωνος, τῶν πρεσβυτέρων ἀκούων ὅτι καὶ Φίλιππος ἐθαύμαζε τὸν ἄνδρα τοῦτον καὶ οὐ μόνον τὴν ἔντευξιν ὑπέμεινεν αὑτοῦ καὶ τὴν δέησιν, ἀλλὰ καὶ συμβουλεύοντος ἤκουσε. συνεβούλευε δʼ ὁ Φωκίων, εἰ μὲν ἡσυχίας ὀρέγεται, θέσθαι τὸν πόλεμον· εἰ δὲ δόξης, μεταθέσθαι, πρὸς τοὺς βαρβάρους ἀπὸ τῶν Ἑλλήνων τραπόμενον.

καὶ πολλὰ καὶ πρὸς τὴν Ἀλεξάνδρου φύσιν καὶ βούλησιν εὐστόχως εἰπών οὕτω μετέβαλε καὶ κατεπράϋνεν αὐτόν ὥστε εἰπεῖν ὅπως προσέξουσι τὸν νοῦν Ἀθηναῖοι τοῖς πράγμασιν, ὡς, εἴ τι γένοιτο περὶ αὐτόν, ἐκείνοις ἄρχειν προσῆκον, ἰδίᾳ δὲ τὸν Φωκίωνα ποιησάμενος αὑτοῦ φίλον καὶ ξένον, εἰς τοσαύτην ἔθετο τιμὴν ὅσην εἶχον ὀλίγοι τῶν ἀεὶ συνόντων.

ὁ γοῦν Δοῦρις εἴρηκεν ὡς μέγας γενόμενος καὶ Δαρείου κρατήσας ἀφεῖλε τῶν ἐπιστολῶν τὸ χαίρειν πλὴν ἐν ὅσαις ἔγραφε Φωκίωνι· τοῦτον δὲ μόνον, ὥσπερ Ἀντίπατρον, μετὰ τοῦ χαίρειν προσηγόρευε. τοῦτο δὲ καὶ Χάρης ἱστόρηκε.

Chapter 18

τὸ μέντοι περὶ τῶν χρημάτων ὁμολογούμενόν ἐστιν ὅτι δωρεὰν αὐτῷ κατέπεμψεν ἑκατὸν τάλαντα, τούτων κομισθέντων εἰς Ἀθήνας, ἠρώτησεν ὁ Φωκίων τοὺς φέροντας τί δή ποτε πολλῶν ὄντων Ἀθηναίων αὐτῷ μόνῳ τοσαῦτα δίδωσιν Ἀλέξανδρος, εἰπόντων δὲ ἐκείνων, ὅτι σὲ κρίνει μόνον ἄνδρα καλὸν καὶ ἀγαθόν οὐκοῦν, εἶπεν ὁ Φωκίων, ἐασάτω με καὶ δοκεῖν ἀεὶ καὶ εἶναι τοιοῦτον.

ὡς δὲ ἀκολουθήσαντες εἰς οἶκον αὐτῷ πολλὴν ἑώρων εὐτέλειαν, τὴν μὲν γυναῖκα μάττουσαν, ὁ δὲ Φωκίων αὐτὸς ἀνιμήσας ὕδωρ ἐκ τοῦ φρέατος ἀπενίπτετο τοὺς πόδας, ἔτι μᾶλλον ἐνέκειντο καὶ ἠγανάκτουν, δεινὸν εἶναι λέγοντες εἰ φίλος ὢν τοῦ βασιλέως οὕτω διαιτήσεται πονηρῶς. ἰδὼν οὖν ὁ Φωκίων πένητα πρεσβύτην ἐν τριβωνίῳ ῥυπαρῷ πορευόμενον, ἠρώτησεν εἰ τούτου χείρονα νομίζουσιν αὐτόν.

εὐφημεῖν δὲ ἐκείνων δεομένων, καὶ μὴν οὗτος, εἶπεν, ἀπʼ ἐλαττόνων ἐμοῦ ζῇ καὶ ἀρκεῖται, τὸ δὲ ὅλον ἢ μὴ χρώμενος, ἔφη, μάτην ἕξω τοσοῦτον χρυσίον, ἢ χρώμενος ἐμαυτὸν ἅμα κἀκεῖνον διαβαλῶ πρὸς τὴν πόλιν. οὕτω μὲν ἐπανῆλθε πάλιν τὰ χρήματα ἐξ Ἀθηνῶν, ἐπιδείξαντα τοῖς Ἕλλησι πλουσιώτερον τοῦ διδόντος τοσαῦτα τὸν μὴ δεόμενον.

ἐπεὶ δὲ Ἀλέξανδρος ἠγανάκτησε καὶ πάλιν ἔγραψε τῷ Φωκίωνι φίλους μὴ νομίζειν τοὺς μηδὲν αὐτοῦ δεομένους, χρήματα μὲν οὐδʼ ὣς Φωκίων ἔλαβεν, ἀφεθῆναι δὲ ἠξίωσε τὸν σοφιστὴν Ἐχεκρατίδην καὶ τὸν Ἴμβριον Ἀθηνόδωρον καὶ Ῥοδίους δύο, Δημάρατον καὶ Σπάρτωνα, συνειλημμένους ἐπʼ αἰτίαις τισὶ καὶ καθειργμένους ἐν Σάρδεσι.

τούτους μὲν οὖν εὐθὺς ἀπέλυσεν ὁ Ἀλέξανδρος, Κρατερὸν δὲ ἀποστέλλων εἰς Μακεδονίαν ἐκέλευσε τεττάρων πόλεων ἐν Ἀσίᾳ, Κίου, Γεργίθου, Μυλάσων, Ἐλαίας, μίαν, ἣν ἂν αἱρῆται, παραδοῦναι τῷ Φωκίωνι, διατεινάμενος ἔτι μᾶλλον ὡς χαλεπανεῖ μὴ λαβόντος. ἀλλʼ οὔτε Φωκίων ἔλαβεν, ὅ τε Ἀλέξανδρος ταχέως ἀπέθανεν. ἡ δὲ οἰκία τοῦ Φωκίωνος ἔτι νῦν ἐν Μελίτῃ δείκνυται, χαλκαῖς λεπίσι κεκοσμημένη, τὰ δὲ ἄλλα λιτὴ καὶ ἀφελής.

Chapter 19

τῶν δὲ γυναικῶν ἃς ἔγημε, περὶ τῆς προτέρας οὐθὲν ἱστορεῖται, πλὴν ὅτι Κηφισόδοτος ἦν ὁ πλάστης ἀδελφὸς αὐτῆς, τῆς δὲ δευτέρας οὐκ ἐλάττων ἐπὶ σωφροσύνῃ καί ἀφελείᾳ λόγος ἦν παρὰ τοῖς Ἀθηναίοις ἢ Φωκίωνος ἐπὶ χρηστότητι.

καί ποτε θεωμένων καινοὺς τραγῳδοὺς Ἀθηναίων, ὁ μὲν τραγῳδὸς εἰσιέναι μέλλων βασιλίδος πρόσωπον ᾔτει κεκοσμημένας πολλὰς ὀπαδοὺς πολυτελῶς τὸν χορηγόν καί μὴ παρέχοντος ἠγανάκτει καί κατεῖχε τὸ θέατρον οὐ βουλόμενος προελθεῖν. ὁ δὲ χορηγὸς Μελάνθιος ὠθῶν αὐτὸν εἰς τὸ μέσον ἐβόα· τὴν Φωκίωνος οὐχ ὁρᾷς γυναῖκα προϊοῦσαν ἀεὶ μετὰ μιᾶς θεραπαινίδος, ἀλλʼ ἀλαζονεύῃ καί διαφθείρεις τὴν γυναικωνῖτιν;

ἐξακούστου δὲ τῆς φωνῆς γενομένης ἐδέξατο κρότῳ πολλῷ καί θορύβῳ τὸ θέατρον. αὐτὴ δὲ ἡ γυνή, ξένης τινὸς Ἰωνικῆς ἐπιδειξαμένης χρυσοῦν καί λιθοκόλλητον κόσμον ἐν πλοκίοις καί περιδεραίοις, ἐμοὶ δέ, ἔφη, κόσμος ἐστὶ Φωκίων εἰκοστὸν ἔτος ἤδη στρατηγῶν Ἀθηναίων.

Chapter 20

Φώκῳ δὲ τῷ υἱῷ βουλομένῳ ἀγωνίσασθαι Παναθηναίοις ἀποβάτην ἐφῆκεν, Φώκῳ βουλομένῳ ἐφῆκεν with Coraës, Sintenis1, and Bekker, after Fa: Φῶκον βουλόμενον ἀφῆκεν. οὐχὶ τῆς νίκης ὀρεγόμενος, ἀλλʼ ὅπως ἐπιμεληθεὶς καὶ ἀσκήσας τὸ σῶμα βελτίων ἔσοιτο καὶ γὰρ ἦν ἄλλως φιλοπότης καὶ ἄτακτος ὁ νεανίσκος, νικήσαντος δὲ καὶ πολλῶν αἰτουμένων ἑστιᾶσαι τὰ νικητήρια, τοὺς ἄλλους Φωκίων παραιτησάμενος ἑνὶ τὴν φιλοτιμίαν ταύτην συνεχώρησεν.

ὡς δὲ ἐλθὼν ἐπὶ τὸ δεῖπνον ἄλλην τε σοβαρὰν ἑώρα παρασκευὴν καὶ ποδανιπτῆρας οἴνου διʼ ἀρωμάτων προσφερομένους τοῖς εἰσιοῦσι, καλέσας τὸν υἱὸν, οὐ παύσεις ἔφη, τὸν ἑταῖρον, ὦ Φῶκε, διαφθείροντά σου τὴν νίκην ; βουλόμενος δὲ καὶ καθόλου μεταστῆσαι τὸ μειράκιον ἐκ τῆς διαίτης ἐκείνης, ἀπήγαγεν εἰς Λακεδαίμονα καὶ κατέμιξε τοῖς ἀγομένοις τὴν λεγομένην ἀγωγὴν νεανίσκοις.

καὶ τοῦτο τοὺς Ἀθηναίους ἐλύπησεν, ὡς ὑπερορῶντος καὶ ὑπερφρονοῦντος τὰ οἰκεῖα τοῦ Φωκίωνος· εἰπόντος δὲ τοῦ Δημάδου πρὸς αὐτόν, τί οὐ πείθομεν, ὦ Φωκίων, Ἀθηναίους τὴν Λακωνικὴν προσδέξασθαι πολιτείαν; ἐὰν γὰρ σὺ κελεύῃς, ἐγὼ γράφειν καὶ λέγειν ἕτοιμός εἰμι, πάνυ γοῦν, ἔφη, πρέψειεν ἄν σοι μύρου τοσοῦτον ὄζοντι καὶ χλανίδα τοιαύτην φοροῦντι συμβουλεύειν Ἀθηναίοις περὶ φιλιτίων καὶ τὸν Λυκοῦργον ἐπαινεῖν.

Chapter 21

γράψαντος δὲ τοῦ Ἀλεξάνδρου περὶ τριήρων, ὅπως ἀποστείλωσιν αὐτῷ, καὶ τῶν ῥητόρων ἐνισταμένων, τῆς δὲ βουλῆς τὸν Φωκίωνα λέγειν κελευούσης, λέγω τοίνυν ὑμῖν, εἶπεν, ἢ τοῖς ὅπλοις κρατεῖν ἢ τοῖς κρατοῦσι φίλους εἶναι. Πρὸς δὲ Πυθέαν ἀρχόμενον τότε πρῶτον ἐντυγχάνειν Ἀθηναίοις, ἤδη δὲ λάλον ὄντα καὶ θρασύν, οὐ σιωπήσεις, ἔφη, καὶ ταῦτα νεώνητος ὢν τῷ δήμῳ;

ἐπεὶ δὲ Ἅρπαλος μετὰ χρημάτων πολλῶν ἀποδρὰς Ἀλέξανδρον ἐκ τῆς Ἀσίας τῇ Ἀττικῇ προσέβαλε, καὶ τῶν εἰωθότων ἀπὸ τοῦ βήματος χρηματίζεσθαι δρόμος ἦν καὶ ἅμιλλα φθειρομένων πρὸς αὐτόν, τούτοις μὲν ἀπὸ πολλῶν μικρὰ δελεάζων προήκατο καὶ διέρριψε, τῷ δὲ Φωκίωνι προσέπεμψε διδοὺς ἑπτακόσια τάλαντα, καὶ τἆλλα πάντα, καὶ μετὰ πάντων ἑαυτὸν ἐκείνῳ ἐκείνῳ with Coraës and Bekker: ἐπ’ ἐκείνῳ. μόνῳ παρακατατιθέμενος.

ἀποκριναμένου δὲ τραχέως τοῦ Φωκίωνος οἰμώξεσθαι τὸν Ἅρπαλον, εἰ μὴ παύσεται διαφθείρων τὴν πόλιν, τότε μὲν συσταλεὶς ἀπέστη, μετʼ ὀλίγον δὲ βουλευομένων Ἀθηναίων ἑώρα τοὺς μὲν εἰληφότας τὰ χρήματα παρʼ αὐτοῦ μεταβαλλομένους καὶ κατηγοροῦντας, ἵνα μὴ φανεροὶ γένωνται, Φωκίωνα δὲ τὸν μηδὲν λαβόντα μετὰ τοῦ κοινοῦ συμφέροντος ἅμα καὶ τὴν ἐκείνου σωτηρίαν ἔν τινι λόγῳ τιθέμενον.

πάλιν οὖν ἐνεχθεὶς ἐπὶ τὸ θεραπεύειν ἐκεῖνον, αὐτὸν μὲν ὡς ἔρυμα πανταχόθεν ἀνάλωτον ὑπὸ τοῦ χρυσίου περιοδεύων ἑώρα, Χαρικλέα δὲ τὸν γαμβρὸν αὐτοῦ ποιησάμενος συνήθη καὶ φίλον, ἀνέπλησε δόξης πονηρᾶς, πάντα πιστεύων καὶ πάντα χρώμενος ἐκείνῳ.

Chapter 22

καὶ δὴ καὶ Πυθονίκης τῆς ἑταίρας ἀποθανούσης, ἣν εἶχεν ὁ Ἅρπαλος ἐρῶν καὶ θυγατρίου πατὴρ ἐξ αὐτῆς γεγόνει, μνημεῖον ἀπὸ χρημάτων πολλῶν ἐπιτελέσαι θελήσας προσέταξε τῷ Χαρικλεῖ τὴν ἐπιμέλειαν.

οὖσαν δὲ τὴν ὑπουργίαν ταύτην ἀγεννῆ προσκατῄσχυνεν ὁ τάφος συντελεσθείς. διαμένει γὰρ ἔτι νῦν ἐν Ἕρμει, Ἕρμει Bekker, after Coraës: Ἑρμείῳ. ᾗ βαδίζομεν ἐξ ἄστεος εἰς Ἐλευσῖνα, μηδὲν ἔχων τῶν τριάκοντα ταλάντων ἄξιον, ὅσα τῷ Ἁρπάλῳ λογισθῆναί φασιν εἰς τὸ ἔργον ὑπὸ τοῦ Χαρικλέους. καὶ μέντοι καὶ τελευτήσαντος αὐτοῦ τὸ παιδάριον ὑπὸ τοῦ Χαρικλέους καὶ τοῦ Φωκίωνος ἀναληφθὲν ἐτύγχανε πάσης ἐπιμελείας.

κρινομένου μέντοι τοῦ Χαρικλέους ἐπὶ τοῖς Ἁρπαλείοις, καὶ δεομένου βοηθεῖν αὐτῷ τὸν Φωκίωνα καὶ συνεισελθεῖν εἰς τὸ δικαστήριον, οὐκ ἠθέλησεν, εἰπών· ἐγώ σε, ὦ Χαρίκλεις, ἐπὶ πᾶσι τοῖς δικαίοις γαμβρὸν ἐποιησάμην. πρώτου δὲ Ἀθηναίοις Ἀσκληπιάδου τοῦ Ἱππάρχου τεθνάναι προσαγγείλαντος Ἀλέξανδρον, ὁ μὲν Δημάδης ἐκέλευε μὴ προσέχειν· πάλαι γὰρ ἂν ὅλην ὄζειν νεκροῦ τὴν οἰκουμένην· ὁ δὲ Φωκίων ἐπηρμένον ὁρῶν πρὸς τὸ νεωτερίζειν τὸν δῆμον ἐπειρᾶτο παρηγορεῖν καὶ κατέχειν.

ἀναπηδώντων δὲ πολλῶν ἐπὶ τὸ βῆμα, καὶ βοώντων ἀληθῆ τὸν Ἀσκληπιάδην ἀπαγγέλλειν καὶ τεθνάναι τὸν Ἀλέξανδρον, οὐκοῦν, εἶπεν, εἰ σήμερον τέθνηκε, καὶ αὔριον ἔσται καὶ εἰς τρίτην τεθνηκώς, ὥστε ἡμᾶς ἐν ἡσυχίᾳ βουλεύσασθαι, μᾶλλον δὲ δὲ Bekker, after Coraës, corrects to καί. μετὰ ἀσφαλείας.

Chapter 23

ὡς δὲ φέρων ἐνέσεισεν ὁ Λεωσθένης τὴν πόλιν εἰς τὸν Λαμιακὸν Λαμιακὸν Coraës and Bekker, after Xylander: Ἑλληνικόν. πόλεμον, καί τοῦ Φωκίωνος δυσχεραίνοντος ἠρώτα καταγελῶν τί πεποίηκεν ἀγαθὸν τὴν πόλιν ἔτη τοσαῦτα στρατηγῶν, οὐ μικρόν, ἔφη, τὸ τοὺς πολίτας ἐν τοῖς ἰδίοις μνήμασι θάπτεσθαι.

πολλὰ δὲ θρασυνομένου καὶ κομπάζοντος ἐν τῷ δήμῳ τοῦ Λεωσθένους, ὁ Φωκίων, οἱ λόγοι σου, εἶπεν, ὦ μειράκιον, ἐοίκασι κυπαρίττοις· μεγάλοι γὰρ ὄντες καί ὑψηλοί καρποὺς οὐ φέρουσιν. ὡς δὲ ἐπαναστὰς ὁ Ὑπερείδης ἠρώτησε, πότε οὖν, ὦ Φωκίων, συμβουλεύσεις πολεμεῖν Ἀθηναίοις; ὅταν, εἶπε, τοὺς μὲν νέους ἴδω τὴν τάξιν βουλομένους φυλάττειν, τοὺς δὲ πλουσίους εἰσφέρειν, τοὺς δὲ ῥήτορας ἀπέχεσθαι τοῦ κλέπτειν τὰ δημόσια.

θαυμαζόντων δὲ πολλῶν τὴν ὑπὸ τοῦ Λεωσθένους συνηγμένην δύναμιν, καί τοῦ Φωκίωνος πυνθανομένων πῶς τι πῶς τι Bekker, after Coraës, corrects to πῶς. παρεσκευάσθαι δοκοῦσιν αὐτῷ, καλῶς, ἔφη, πρὸς τὸ στάδιον τὸν δὲ δόλιχον τοῦ πολέμου φοβοῦμαι, μήτε χρήματα τῆς πόλεως ἕτερα μήτε ναῦς μήτε ὁπλίτας ἐχούσης.

ἐμαρτύρει δὲ αὐτῷ καί τὰ ἔργα. πρῶτον μὲν γὰρ ὁ Λεωσθένης λαμπρὸς ἤρθη ταῖς πράξεσι, τῶν τε Βοιωτῶν μάχῃ κρατήσας καί τὸν Ἀντίπατρον εἰς Λάμιαν συνελάσας· ὅτε καί φασι τὴν μὲν πόλιν ἐλπίδος ἐλπίδος Bekker, after Coraës, corrects to ἐπ’ ἐλπίδος. μεγάλης γενομένην ἑορτάζειν εὐαγγέλια συνεχῶς καί θύειν τοῖς θεοῖς, τὸν δὲ Φωκίωνα πρὸς τοὺς ἐλέγχειν αὐτὸν οἰομένους, καὶ πυνθανομένους εἰ ταῦτα οὐκ ἂν ἤθελεν αὑτῷ πεπρᾶχθαι, πάνυ μὲν οὖν, ἔφη, βεβουλεῦσθαι δὲ ἐκεῖνα. καί πάλιν ἄλλων ἐπʼ ἄλλοις εὐαγγελίων γραφομένων καί φερομένων ἀπὸ στρατοπέδου, Πότα ἄρα, φάναι, παυσόμεθα νικῶντες;

Chapter 24

ἐπεὶ δὲ τοῦ Λεωσθένους ἀποθανόντος οἱ φοβούμενοι τὸν Φωκίωνα, μὴ στρατηγὸς ἐκπεμφθεὶς καταλύσῃ τὸν πόλεμον, ἄνθρωπόν τινα τῶν οὐκ ἐπιφανῶν ἐν ἐκκλησίᾳ παρεσκεύασαν ἀναστάντα λέγειν ὅτι φίλος ὢν τοῦ Φωκίωνος καὶ συμπεφοιτηκὼς παραινεῖ φείδεσθαι τοῦ ἀνδρὸς καὶ φυλάσσειν, ὡς ἄλλον ὅμοιον οὐκ ἔχοντας, ἐκπέμπειν δὲ Ἀντίφιλον ἐπὶ τὸ στράτευμα, καὶ ταῦτα τοῖς Ἀθηναίοις συνεδόκει, παρελθὼν ὁ Φωκίων ἔλεγε μήτε συμπεφοιτηκέναι ποτὲ τῷ ἀνθρώπῳ μήτε ἄλλως γεγονέναι γνώριμος ἢ συνήθης·

ἀλλὰ νῦν, εἶπεν, ἀπὸ τῆς σήμερον ἡμέρας καὶ φίλον σε ποιοῦμαι καὶ οἰκεῖον ἃ γὰρ ἦν ἐμοὶ συμφέροντα συμβεβούλευκας. ὡρμημένων δὲ τῶν Ἀθηναίων ἐπὶ τοὺς…

ἐπεὶ…

Chapter 25

π…

The complete text is available when the reading interface loads.