The Greek Library Author

Plutarch

Ἀντώνιος

Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος

Scientific editors
Bernadotte Perrin
Edition reference
Plutarch's Lives · Cambridge, MA · Harvard University Press · 1920
CTS identifier
urn:cts:greekLit:tlg0007.tlg058.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 1

Ἀντωνίου πάππος μὲν ἦν ὁ ῥήτωρ Ἀντώνιος, ὃν τῆς Σύλλα γενόμενον στάσεως Μάριος ἀπέκτεινε, πατὴρ δὲ ὁ Κρητικὸς ἐπικληθεὶς Ἀντώνιος, οὐχ οὕτω μὲν εὐδόκιμος ἐν τοῖς πολιτικοῖς ἀνὴρ οὐδὲ λαμπρός, εὐγνώμων δὲ καὶ χρηστός, ἄλλως τε καὶ πρὸς τὰς μεταδόσεις ἐλευθέριος, ὡς ἀφʼ ἑνὸς ἄν τις ἔργου καταμάθοι.

κεκτημένος γὰρ οὐ πολλὰ καὶ διὰ τοῦτο τῇ φιλανθρωπίᾳ χρῆσθαι κωλυόμενος ὑπὸ τῆς γυναικός, ἐπεί τις ἀφίκετο τῶν συνήθων πρὸς αὐτὸν ἀργυρίου δεόμενος, ἀργύριον μὲν οὐκ εἶχε, παιδαρίῳ δὲ προσέταξεν εἰς ἀργυροῦν σκύφον ὕδωρ ἐμβαλόντι κομίσαι· καὶ κομίσαντος, ὡς ξύρεσθαι μέλλων κατέβρεχε τὰ γένεια.

τοῦ δὲ παιδαρίου καθʼ ἑτέραν πρόφασιν ἐκποδὼν γενομένου, τὸν μὲν σκύφον ἔδωκε τῷ φίλῳ χρῆσθαι κελεύσας, ζητήσεως δὲ πολλῆς ἐν τοῖς οἰκέταις οὔσης ὁρῶν χαλεπαίνουσαν τὴν γυναῖκα καὶ βουλομένην καθʼ ἕκαστον ἐξετάζειν ὡμολόγησε, συγγνώμην ἔχειν δεηθείς.

Chapter 2

ἦν δὲ αὐτῷ γυνὴ Ἰουλία τοῦ Καισάρων οἴκου, ταῖς ἀρίσταις τότε καὶ σωφρονεστάταις ἐνάμιλλος. ὑπὸ ταύτης ὁ υἱὸς Ἀντώνιος ἐτράφη μετὰ τὴν τοῦ πατρὸς τελευτὴν Κορνηλίῳ Λέντλῳ γαμηθείσης, ὃν Κικέρων ἀπέκτεινε τῶν Κατιλίνα συνωμοτῶν γενόμενον. αὕτη δοκεῖ τῆς σφοδρᾶς ἔχθρας Ἀντωνίῳ πρὸς Κικέρωνα πρόφασις καὶ ἀρχὴ γενέσθαι.

φησὶ γοῦν Ἀντώνιος οὐδὲ τὸν νεκρὸν αὐτοῖς ἀποδοθῆναι τοῦ Λέντλου πρότερον ἢ τῆς γυναικὸς τοῦ Κικέρωνος τὴν μητέρα δεηθῆναι. τοῦτο μὲν οὖν ὁμολογουμένως ψεῦδός ἐστιν· οὐδεὶς γὰρ εἴρχθη ταφῆς τῶν τότε κολασθέντων ὑπὸ τοῦ Κικέρωνος·

Ἀντωνίῳ δὲ λαμπρῷ καθʼ ὥραν γενομένῳ τὴν Κουρίωνος φιλίαν καὶ συνήθειαν ὥσπερ τινὰ κῆρα προσπεσεῖν λέγουσιν, αὐτοῦ τε περὶ τὰς ἡδονὰς ἀπαιδεύτου γενομένου, καὶ τὸν Ἀντώνιον, ὡς μᾶλλον εἴη χειροήθης, εἰς πότους καὶ γύναια καὶ δαπάνας πολυτελεῖς καὶ ἀκολάστους ἐμβάλλοντος. ἐξ ὧν ὄφλημα βαρὺ καὶ παρʼ ἡλικίαν αὐτῷ συνήχθη πεντήκοντα καὶ διακοσίων ταλάντων.

τοῦτο πᾶν ἐγγυησαμένου τοῦ Κουρίωνος ὁ πατὴρ αἰσθόμενος ἐξήλασε τὸν Ἀντώνιον ἐκ τῆς οἰκίας. ὁ δὲ βραχὺν μέν τινα χρόνον τῇ Κλωδίου τοῦ θρασυτάτου καὶ βδελυρωτάτου τῶν τότε δημαγωγῶν φορᾷ πάντα τὰ πράγματα ταραττούσῃ προσέμιξεν ἑαυτόν· ταχὺ δὲ τῆς ἐκείνου μανίας μεστὸς γενόμενος, καὶ φοβηθεὶς τοὺς συνισταμένους ἐπὶ τὸν Κλώδιον, ἀπῆρεν ἐκ τῆς Ἰταλίας εἰς τὴν Ἑλλάδα, καὶ διέτριβε τό τε σῶμα γυμνάζων πρὸς τοὺς στρατιωτικοὺς ἀγῶνας καὶ λέγειν μελετῶν.

ἐχρῆτο δὲ τῷ καλουμένῳ μὲν Ἀσιανῷ ζήλῳ τῶν λόγων, ἀνθοῦντι μάλιστα κατʼ ἐκεῖνον τὸν χρόνον, ἔχοντι δὲ πολλὴν ὁμοιότητα πρὸς τὸν βίον αὐτοῦ, κομπώδη καὶ φρυαγματίαν ὄντα καὶ κενοῦ γαυριάματος καὶ φιλοτιμίας ἀνωμάλου μεστόν.

Chapter 3

ἐπεὶ δὲ Γαβίνιος ἀνὴρ ὑπατικὸς εἰς Συρίαν πλέων ἀνέπειθεν αὐτὸν ὁρμῆσαι πρὸς τὴν στρατείαν, ἰδιώτης μὲν οὐκ ἂν ἔφη συνεξελθεῖν, ἀποδειχθεὶς δὲ τῶν ἱππέων ἄρχων συνεστράτευε. καὶ πρῶτον μὲν ἐπʼ Ἀριστόβουλον Ἰουδαίους ὰφιστάντα πεμφθεὶς αὐτὸς μὲν ἐπέβη τοῦ μεγίστου τῶν ἐρυμάτων πρῶτος, ἐκεῖνον δὲ πάντων ἐξήλασεν· εἶτα μάχην συνάψας καὶ τρεψάμενος ὀλίγοις τοῖς σὺν αὑτῷ τοὺς ἐκείνου πολλαπλασίους ὄντας ἀπέκτεινε πλὴν ὀλίγων ἅπαντας· αὐτὸς δὲ μετὰ τοῦ παιδὸς Ἀριστόβουλος ἥλω.

μετὰ ταῦτα Γαβίνιον ἐπὶ μυρίοις ταλάντοις Πτολεμαίου πείθοντος εἰς Αἴγυπτον ἅμα συνεμβαλεῖν αὐτῷ καὶ τὴν βασιλείαν ἀναλαβεῖν, οἱ μὲν πλεῖστοι τῶν ἡγεμόνων ἠναντιοῦντο, καὶ Γαβίνιον δὲ ὄκνος τις εἶχε τοῦ πολέμου, καίπερ ἐξηνδραποδισμένον κομιδῆ τοῖς μυρίοις ταλάντοις, Ἀντώνιος δὲ καὶ πράξεων μεγάλων ἐφιέμενος καὶ τῷ Πτολεμαίῳ χαριζόμενος δεομένῳ συνέπεισε μὲν καὶ συνεξώρμησεν ἐπὶ τὴν στρατείαν τὸν Γαβίνιον,

ἐπεὶ δὲ τοῦ πολέμου μᾶλλον ἐφοβοῦντο τὴν ἐπὶ τὸ Πηλούσιον ὁδόν, ἅτε δὴ διὰ ψάμμου βαθείας καὶ ἀνύδρου παρὰ τὸ Ἔκρηγμα καὶ τὰ τῆς Σερβωνίδος ἕλη γινομένης αὐτοῖς τῆς πορείας, ἃς Τυφῶνος μὲν ἐκπνοὰς Αἰγύπτιοι καλοῦσι, τῆς δʼ ἐρυθρᾶς θαλάσσης ὑπονόστησις εἶναι δοκεῖ καὶ διήθησις, ᾗ βραχυτάτῳ διορίζεται πρὸς τὴν ἐντὸς θάλασσαν ἰσθμῷ,

πεμφθεὶς μετὰ τῶν ἱππέων ὁ Ἀντώνιος οὐ μόνον τὰ στενὰ κατέσχεν, ἀλλὰ καὶ Πηλούσιον ἑλών, πόλιν μεγάλην, καὶ τῶν ἐν αὐτῇ φρουρῶν κρατήσας, ἅμα καὶ τὴν ὁδὸν ἀσφαλῆ τῷ στρατεύματι καὶ τὴν ἐλπίδα τῆς νίκης ἐποίησε τῷ στρατηγῷ βέβαιον. ἀπέλαυσαν δὲ τῆς φιλοτιμίας αὐτοῦ καὶ οἱ πολέμιοι. Πτολεμαίου γὰρ ἅμα τῷ παρελθεῖν εἰς τὸ Πηλούσιον ὑπʼ ὀργῆς καὶ μίσους ὡρμημένου φονεύειν τοὺς Αἰγυπτίους ἐνέστη καὶ διεκώλυσεν.

ἐν δὲ ταῖς μάχαις καὶ τοῖς ἀγῶσι μεγάλοις καὶ συχνοῖς γενομένοις πολλὰ καὶ τόλμης ἔργα καὶ προνοίας ἡγεμονικῆς ἀποδειξάμενος, ἐμφανέστατα δὲ τῷ κυκλώσασθαι καὶ περιβαλεῖν κατόπιν τοὺς πολεμίους τὴν νίκην τοῖς κατὰ στόμα παρασχών, ἀριστεῖα καὶ τιμὰς ἔλαβε πρεπούσας. οὐ διέλαθε δὲ τοὺς πολλοὺς οὐδὲ ἡ πρὸς Ἀρχέλαον αὐτοῦ τεθνηκότα φιλανθρωπία·

γεγονὼς γὰρ αὐτῷ συνήθης καὶ ξένος ἐπολέμει μὲν ἀναγκαίως ζῶντι, τὸ δὲ σῶμα πεσόντος ἐξευρὼν καὶ κοσμήσας βασιλικῶς ἐκήδευσεν. ἐπὶ τούτοις Ἀλεξανδρεῦσί τε πλεῖστον αὑτοῦ λόγον κατέλιπε, καὶ Ῥωμαίων τοῖς στρατευομένοις ἀνὴρ ἔδοξε λαμπρότατος εἶναι.

Chapter 4

προσῆν δὲ καὶ μορφῆς ἐλευθέριον ἀξίωμα, καὶ πώγων τις οὐκ ἀγεννὴς καὶ πλάτος μετώπου καὶ γρυπότης μυκτῆρος ἐδόκει τοῖς γραφομένοις καὶ πλαττομένοις Ἡρακλέους προσώποις ἐμφερὲς ἔχειν τὸ ἀρρενωπόν. ἦν δὲ καὶ λόγος παλαιὸς Ἡρακλείδας εἶναι τοὺς Ἀντωνίους, ἀπʼ Ἄντωνος, παιδὸς Ἡρακλέους, γεγονότας.

καὶ τοῦτον ᾤετο τὸν λόγον τῇ τε μορφῇ τοῦ σώματος, ὥσπερ εἴρηται, καὶ τῇ στολῇ βεβαιοῦν. ἀεὶ γάρ, ὅτε μέλλοι πλείοσιν ὁρᾶσθαι, χιτῶνα εἰς μηρὸν ἔζωστο, καὶ μάχαιρα μεγάλη παρήρτητο, καὶ σάγος περιέκειτο τῶν στερεῶν. οὐ μὴν ἀλλὰ καὶ τὰ τοῖς ἄλλοις φορτικὰ δοκοῦντα, μεγαλαυχία καὶ σκῶμμα καὶ κώθων ἐμφανὴς καὶ καθίσαι παρὰ τὸν ἐσθίοντα καὶ φαγεῖν ἐπιστάντα τραπέζῃ στρατιωτικῇ, θαυμαστὸν ὅσον εὐνοίας καὶ πόθου πρὸς αὐτὸν ἐνεποίει τοῖς στρατιώταις.

ἦν δέ που καὶ τὸ ἐρωτικὸν οὐκ ἀναφρόδιτον, ἀλλὰ καὶ τούτῳ πολλοὺς ἐδημαγώγει, συμπράττων τε τοῖς ἐρῶσι καὶ σκωπτόμενος οὐκ ἀηδῶς εἰς τοὺς ἰδίους ἔρωτας. ἡ δʼ ἐλευθεριότης καὶ τὸ μηδὲν ὀλίγῃ χειρὶ μηδὲ φειδομένῃ χαρίζεσθαι στρατιώταις καὶ φίλοις ἀρχήν τε λαμπρὰν ἐπὶ τὸ ἰσχύειν αὐτῷ παρέσχε, καὶ μεγάλου γενομένου τὴν δύναμιν ἐπὶ πλεῖον ἐπῆρεν, ἐκ μυρίων ἄλλων ἁμαρτημάτων ἀνατρεπομένην. ἓν δέ τι τοῦ μεγαλοδώρου παράδειγμα διηγήσομαι.

τῶν φίλων τινὶ μυριάδας ἐκέλευσε πέντε καὶ εἴκοσι δοθῆναι· τοῦτο Ῥωμαῖοι δεκίης καλοῦσι. τοῦ δʼ ἐπιτρόπου θαυμάσαντος καὶ ἵνα δείξῃ τὸ πλῆθος αὐτῷ καταβαλόντος ἐν μέσῳ τὸ ἀργύριον, ἠρώτησε παριὼν ὅ τι δὴ τοῦτο εἴη. τοῦ δʼ ἐπιτρόπου φήσαντος ὡς ὃ κελεύσειε δοθῆναι, συμβαλὼν αὐτοῦ τὴν κακοήθειαν ὁ Ἀντώνιος, ἐγὼ πλεῖον ᾤμην, ἔφη, τὸ δεκίης εἶναι· τοῦτο δὲ μικρόν ἐστιν· ὥστε ἄλλο πρόσθες αὐτῷ τοσοῦτον.

Chapter 5

ταῦτα μὲν οὖν ὕστερον· ἐπεὶ δὲ τὰ Ῥωμαίων πράγματα διέστη, τῶν μὲν ἀριστοκρατικῶν Πομπηΐῳ παρόντι προσθεμένων, τῶν δὲ δημοτικῶν Καίσαρα καλούντων ἐκ Γαλατίας ἐν τοῖς ὅπλοις ὄντα, Κουρίων ὁ Ἀντωνίου φίλος ἐκ μεταβολῆς θεραπεύων τὰ Καίσαρος Ἀντώνιον προσηγάγετο, καὶ μεγάλην μὲν ἀπὸ τοῦ λέγειν ἐν τοῖς πολλοῖς ἔχων ἰσχύν, χρώμενος δὲ καὶ δαπάναις ἀφειδῶς ἀφʼ ὧν Καῖσαρ ἐχορήγει, δήμαρχον ἀπέδειξε τὸν Ἀντώνιον, εἶτα τῶν ἐπʼ οἰωνοῖς ἱερέων, οὓς Αὔγουρας καλοῦσιν.

ὁ δὲ εὐθὺς εἰς τὴν ἀρχὴν παρελθὼν οὐ μικρὸν ἦν ὄφελος τοῖς πολιτευομένοις ὑπὲρ Καίσαρος. ἀλλὰ πρῶτον μὲν Μαρκέλλου τοῦ ὑπάτου Πομπηΐῳ τούς τε συνειλεγμένους ἤδη στρατιώτας παρεγγυῶντος καὶ καταλέγειν ἑτέρους διδόντος ἐμποδὼν ἔστη, διάταγμα γράψας ὅπως ἡ μὲν ἠθροισμένη δύναμις εἰς Συρίαν πλέῃ καὶ Βύβλῳ βοηθῇ πολεμοῦντι Πάρθοις, οὓς δὲ Πομπήϊος καταλέγει, μὴ προσέχωσιν αὐτῷ·

δεύτερον δὲ τὰς Καίσαρος ἐπιστολὰς οὐ προσιεμένων οὐδὲ ἐώντων ἀναγινώσκεσθαι τῶν συγκλητικῶν, αὐτὸς ἰσχύων διὰ τὸ ἄρχειν ἀνέγνω, καὶ πολλοὺς μετέστησε τῇ γνώμῃ, δίκαια καὶ μέτρια Καίσαρος ἀξιοῦν ἀφʼ ὧν ἔγραψε δόξαντος.

τέλος δὲ δυεῖν ἐρωτήσεων ἐν τῇ βουλῇ γενομένων, τῆς μὲν εἰ δοκεῖ Πομπήϊον ἀφεῖναι τὰ στρατεύματα, τῆς δὲ εἰ Καίσαρα, καὶ Πομπήϊον μὲν ὀλίγων τὰ ὅπλα καταθέσθαι, Καίσαρα δὲ πάντων παρʼ ὀλίγους κελευόντων, ἀναστὰς Ἀντώνιος ἠρώτησεν εἰ δοκεῖ καὶ Πομπήϊον ὁμοῦ καὶ Καίσαρα τὰ ὅπλα καταθέσθαι καὶ τὰς δυνάμεις ἀφεῖναι. ταύτην ἐδέξαντο λαμπρῶς τὴν γνώμην ἅπαντες, καὶ μετὰ βοῆς ἐπαινοῦντες τὸν Ἀντώνιον ἠξίουν ἐπιψηφίζεσθαι. μὴ βουλομένων δὲ τῶν ὑπάτων, αὖθις ἑτέρας οἱ Καίσαρος φίλοι προὔτειναν ἐπιεικεῖς εἶναι δοκούσας ἀξιώσεις, αἷς ὅ τε Κάτων ἀντέπιπτε καὶ Λέντλος ὑπατεύων ἐξέβαλε τῆς βουλῆς τὸν Ἀντώνιον. ὁ δὲ πολλὰ μὲν αὐτοῖς ἐξιὼν ἐπηράσατο, λαβὼν δὲ θεράποντος ἐσθῆτα καὶ μισθωσάμενος μετὰ Κασσίου Κοΐντου ζεῦγος, ἐξώρμησε πρὸς Καίσαρα· καὶ κατεβόων εὐθὺς ὀφθέντες ὡς οὐδένα κόσμον ἔτι τῶν ἐν Ῥώμῃ πραγμάτων ἐχόντων, ὅτε μηδὲ δημάρχοις παρρησίας μέτεστιν, ἀλλʼ ἐλαύνεται καὶ κινδυνεύει πᾶς ὁ φθεγξάμενος ὑπὲρ τῶν δικαίων.

Chapter 6

ἐκ τούτου λαβὼν τὴν στρατιὰν ὁ Καῖσαρ εἰς Ἰταλίαν ἐνέβαλε. διὸ καὶ Κικέρων ἐν τοῖς Φιλιππικοῖς ἔγραψε τοῦ μὲν Τρωϊκοῦ πολέμου τὴν Ἑλένην, τοῦ δʼ ἐμφυλίου τὸν Ἀντώνιον ἀρχὴν γενέσθαι, περιφανῶς ψευδόμενος.

οὐ γὰρ οὕτως εὐχερὴς ἦν οὐδὲ ῥᾴδιος ὑπʼ ὀργῆς ἐκπεσεῖν τῶν λογισμῶν Γάϊος Καῖσαρ ὥστε, εἰ μὴ ταῦτα πάλαι ἔγνωστο πράττειν, οὕτως ἂν ἐπὶ καιροῦ τὸν κατὰ τῆς πατρίδος ἐξενεγκεῖν πόλεμον, ὅτι φαύλως ἠμφιεσμένον εἶδεν Ἀντώνιον καὶ Κάσσιον ἐπὶ ζεύγους μισθίου πεφευγότας πρὸς αὐτόν,

ἀλλὰ ταῦτα πάλαι δεομένῳ προφάσεως σχῆμα καὶ λόγον εὐπρεπῆ τοῦ πολέμου παρέσχεν. ἦγε δὲ αὐτὸν ἐπὶ πάντας ἀνθρώπους ἃ καὶ πρότερον Ἀλέξανδρον καὶ πάλαι Κῦρον, ἔρως ἀπαρηγόρητος ἀρχῆς καὶ περιμανὴς ἐπιθυμία τοῦ πρῶτον εἶναι καὶ μέγιστον· ὧν τυχεῖν οὐκ ἦν μὴ Πομπηΐου καταλυθέντος.

ὡς δʼ οὖν ἐπελθὼν ἐκράτησε τῆς Ῥώμης καὶ Πομπήϊον ἐξήλασε τῆς Ἰταλίας καὶ πρὸς τὰς ἐν Ἰβηρίᾳ Πομπηΐου δυνάμεις ἐπιστρέφειν ἔγνω πρότερον, εἶτα οὕτως παρασκευας άμενος στόλον ἐπὶ Πομπήϊον διαβαίνειν, Λεπίδῳ μὲν στρατηγοῦντι τὴν Ῥώμην, Ἀντωνίῳ δὲ δημαρχοῦντι τὰ στρατεύματα καὶ τὴν Ἰταλίαν ἐπέτρεψεν.

ὁ δὲ τοῖς μὲν στρατιώταις εὐθὺς προσφιλὴς ἦν συγγυμναζόμενος καὶ συνδιαιτώμενος τὰ πολλὰ καὶ δωρούμενος ἐκ τῶν παρόντων, τοῖς δὲ ἄλλοις ἐπαχθής. καὶ γὰρ ἀδικουμένων ὑπὸ ῥᾳθυμίας ὠλιγώρει, καὶ πρὸς ὀργὴν ἠκροᾶτο τῶν ἐντυγχανόντων καὶ κακῶς ἐπὶ γυναιξὶν ἀλλοτρίαις ἤκουε.

καὶ ὅλως τὴν Καίσαρος ἀρχήν, πάντα μᾶλλον ἢ τυραννίδα δι’ αὐτὸν ἐκεῖνον φανεῖσαν, οἱ φίλοι διέβαλλον, ὧν Ἀντώνιος ἀπʼ ἐξουσίας μεγίστης ἁμαρτάνειν μέγιστα δόξας τὴν πλείστην αἰτίαν ἔλαβεν.

Chapter 7

οὐ μὴν ἀλλʼ ε͂πανελθὼν ὁ Καῖσαρ ἐκ τῆς Ἰβηρίας τὰ μὲν ἐγκλήματα παρεῖδεν αὐτοῦ, πρὸς δὲ τὸν πόλεμον ὡς ἐνεργῷ καὶ ἀνδρείῳ καὶ ἡγεμονικῷ χρώμενος οὐδαμῆ διήμαρτεν. αὐτὸς μὲν οὖν μετʼ ὀλίγων ἀπὸ Βρεντεσίου διαπεράσας τὸν Ἰόνιον ἔπεμψεν ὀπίσω τὰ πλοῖα, Γαβινίῳ καὶ Ἀντωνίῳ τὰς δυνάμεις ἐμβιβάζειν καὶ περαιοῦν κατὰ τάχος εἰς Μακεδονίαν ἐπιστείλας.

Γαβινίου δὲ πρὸς τὸν πλοῦν χαλεπὸν ὄντα χειμῶνος ὥρᾳ καταδειλιάσαντος καὶ πεζῇ μακρὰν ὁδὸν περιάγοντος τὸν στρατόν, Ἀντώνιος ὑπὲρ Καίσαρος ἐν πολλοῖς ἀπειλημμένου πολεμίοις φοβηθεὶς Λίβωνα μὲν ἐφορμοῦντα τῷ στόματι τοῦ λιμένος ἀπεκρούσατο, πολλὰ τῶν λεπτῶν ἀκατίων ταῖς τριήρεσιν αὐτοῦ περιστήσας, ἐμβιβάσας δὲ ταὶς ναυσὶν ἱππεῖς ὀκτακοσίους καὶ δισμυρίους ὁπλίτας ἀνήχθη.

καὶ γενόμενος καταφανὴς τοῖς πολεμίοις καὶ διωκόμενος τὸν μὲν ἐκ τούτων κίνδυνον διέφυγε, λαμπροῦ νότου κῦμα μέγα καὶ κοίλην θάλατταν ταῖς τριήρεσιν αὐτῶν περιστήσαντος, ἐκφερόμενος δὲ ταῖς ναυσὶ πρὸς κρημνοὺς καὶ φάραγγας ἀγχιβαθεῖς οὐδεμίαν ἐλπίδα σωτηρίας εἶχεν.

ἄφνω δὲ τοῦ κόλπου πολὺν ἐκπνεύσαντος λίβα, καὶ τοῦ κλύδωνος ἀπὸ τῆς γῆς εἰς τὸ πέλαγος διαχεομένου, μεταβαλόμενος ἀπὸ τῆς γῆς καὶ πλέων σοβαρῶς ὁρᾷ ναυαγίων περίπλεων τὸν αἰγιαλόν. ἐνταῦθα γὰρ ἐξέβαλε τὸ πνεῦμα τὰς διωκούσας αὐτὸν τριήρεις, καὶ διεφθάρησαν οὐκ ὀλίγαι· καὶ σωμάτων πολλῶν καὶ χρημάτων ἐκράτησεν Ἀντώνιος, καὶ Λίσσον εἷλε, καὶ μέγα Καίσαρι παρέσχε θάρσος ἐν καιρῷ μετὰ τηλικαύτης ἀφικόμενος δυνάμεως.

Chapter 8

πολλῶν δὲ γινομένων καὶ συνεχῶν ἀγώνων ἐν πᾶσι μὲν ἦν διαπρεπής, δὶς δὲ φεύγοντας προτροπάδην τοὺς Καίσαρος ἀπαντησας ἀνέστρεψε καὶ στῆναι καὶ συμβαλεῖν αὖθις τοῖς διώκουσιν ἀναγκάσας ἐνίκησεν. ἦν οὖν αὐτοῦ μετὰ Καίσαρα πλεῖστος ἐν τῷ στρατοπέδῳ λόγος·

ἐδήλωσε δὲ Καῖσαρ ἣν ἔχοι περὶ αὐτοῦ δόξαν. ἐπεὶ γὰρ ἔμελλε τὴν τελευταίαν καὶ τὰ ὅλα κρίνασαν ἐν Φαρσάλῳ μάχην μάχεσθαι, τὸ μὲν δεξιὸν αὐτὸς εἶχε κέρας, τοῦ δʼ εὐωνύμου τὴν ἡγεμονίαν Ἀντωνίῳ παρέδωκεν, ὡς πολεμικωτάτῳ τῶν ὑφʼ ἑαυτῷ.

μετὰ δὲ τὴν νίκην δικτάτωρ ἀναγορευθεὶς αὐτὸς μὲν ἐδίωκε Πομπήϊον, Ἀντώνιον δὲ ἵππαρχον ἑλόμενος εἰς Ῥώμην ἔπεμψεν. ἔστι δὲ ἡ ἀρχὴ δευτέρα τοῦ δικτάτορος παρόντος· ἂν δὲ μὴ παρῇ, πρώτη καὶ μόνη σχεδόν· ἡ γὰρ δημαρχία διαμένει, τὰς δὲ ἄλλας καταλύουσι πάσας δικτάτορος αἱρεθέντος.

Chapter 9

οὐ μὴν ἀλλὰ τότε δημαρχῶν Δολοβέλλας, νέος ἀνὴρ καὶ νέων πραγμάτων ὀρεγόμενος, εἰσηγεῖτο χρεῶν ἀποκοπάς, καὶ τὸν Ἀντώνιον αὐτῷ τε φίλον ὄντα καὶ βουλόμενον ἀεὶ τοῖς πολλοῖς ἀρέσκειν ἔπειθε συμπράττειν καὶ κοινωνεῖν τοῦ πολιτεύματος. Ἀσινίου δὲ καὶ Τρεβελλίου τἀναντία παρακαλούντων ὑπόνοια δεινὴ κατὰ τύχην τῷ Ἀντωνίῳ προσέπεσεν ὡς ἀδικουμένῳ περὶ τὸν γάμον ὑπὸ τοῦ Δολοβέλλα.

καὶ τὸ πρᾶγμα βαρέως ἐνεγκὼν τήν τε γυναῖκα τῆς οἰκίας ἐξήλασεν ἀνεψιὰν οὖσαν αὐτοῦ (θυγάτηρ γὰρ ἦν Γαΐου Ἀντωνίου τοῦ Κικέρωνι συνυπατεύσαντος), καὶ τοὺς περὶ Ἀσίνιον δεξάμενος ἐπολέμει τῷ Δολοβέλλᾳ. κατέλαβε γὰρ τὴν ἀγορὰν ἐκεῖνος ὡς βίᾳ κυρώσων τὸν νόμον. Ἀντώνιος δέ, καὶ τῆς βουλῆς ψηφισαμένης ὅπλων δεῖν ἐπὶ τὸν Δολοβέλλαν, ἐπελθὼν καὶ μάχην συνάψας ἀπέκτεινέ τέ τινας τῶν ἐκείνου καὶ τῶν ἰδίων ἀπέβαλε.

τοῖς μὲν οὖν πολλοῖς ἐκ τούτων ἀπηχθάνετο, τοῖς δὲ χρηστοῖς καὶ σώφροσι διὰ τὸν ἄλλον βίον οὐκ ἦν ἀρεστός, ὡς Κικέρων φησίν, ἀλλʼ ἐμισεῖτο, βδελυττομένων αὐτοῦ μέθας ἀώρους καὶ δαπάνας ἐπαχθεῖς καὶ κυλινδήσεις ἐν γυναίοις, καὶ μεθʼ ἡμέραν μὲν ὕπνους καὶ περιπάτους ἀλύοντος καὶ κραιπαλῶντος, νύκτωρ δὲ κώμους καὶ θέατρα καὶ διατριβὰς ἐν γάμοις μίμων καὶ γελωτοποιῶν.

λέγεται γοῦν, ὡς ἐν Ἱππίου ποτὲ τοῦ μίμου γάμοις ἑστιαθεὶς καὶ πιὼν διὰ νυκτός, εἶτα πρωῒ τοῦ δήμου καλοῦντος εἰς ἀγορὰν προελθὼν ἔτι τροφῆς μεστὸς ἐμέσειε, τῶν φίλων τινὸς ὑποσχόντος τὸ ἱμάτιον. ἦν δὲ καὶ Σέργιος ὁ μῖμος τῶν μέγιστον παρʼ αὐτῷ δυναμένων, καὶ Κυθηρὶς ἀπὸ τῆς αὐτῆς παλαίστρας γύναιον ἀγαπώμενον, ὃ δὴ καὶ τὰς πόλεις ἐπιὼν ἐν φορείῳ περιήγετο, καὶ τὸ φορεῖον οὐκ ἐλάττους ἢ τὸ τῆς μητρὸς αὐτοῦ περιέποντες ἠκολούθουν.

ἐλύπουν δὲ καὶ χρυσῶν ἐκπωμάτων ὥσπερ ἐν πομπαῖς ταῖς ἀποδημίαις διαφερομένων ὄψεις, καὶ στάσεις ἐνόδιοι σκηνῶν, καὶ πρὸς ἄλσεσι καὶ ποταμοῖς ἀρίστων πολυτελῶν διαθέσεις, καὶ λέοντες ἅρμασιν ὑπεζευγμένοι, καὶ σωφρόνων ἀνδρῶν καὶ γυναικῶν οἰκίαι χαμαιτύπαις καὶ σαμβυκιστρίαις ἐπισταθμευόμεναι.

δεινὸν γὰρ ἐποιοῦντο Καίσαρα μὲν αὐτὸν ἔξω τῆς Ἰταλίας θυραυλεῖν, τὰ περιόντα τοῦ πολέμου μεγάλοις πόνοις καὶ κινδύνοις ἀνακαθαιρόμενον, ἑτέρους δὲ δι’ ἐκεῖνον τρυφᾶν τοῖς πολίταις ἐνυβρίζοντας.

Chapter 10

ταῦτα καὶ τὴν στάσιν αὐξῆσαι δοκεῖ καὶ τὸ στρατιωτικὸν εἰς ὕβρεις δεινὰς καὶ πλεονεξίας ἀνεῖναι. διὸ καὶ Καῖσαρ ἐπανελθὼν Δολοβέλλᾳ τε συγγνώμην ἔδωκε, καὶ τὸ τρίτον αἱρεθεὶς ὕπατος οὐκ Ἀντώνιον, ἀλλὰ Λέπιδον εἵλετο συνάρχοντα.

τὴν δὲ Πομπηΐου πωλουμένην οἰκίαν ὠνήσατο μὲν Ἀντώνιος, ἀπαιτούμενος δὲ τὴν τιμὴν ἠγανάκτει· καί φησιν αὐτὸς διὰ τοῦτο μὴ μετασχεῖν Καίσαρι τῆς εἰς Λιβύην στρατείας, ἐπὶ τοῖς προτέροις κατορθώμασιν οὐ τυχὼν ἀμοιβῆς. ἔοικε μέντοι τὸ πολὺ τῆς ἀβελτερίας αὐτοῦ καὶ ἀσωτίας ἀφελεῖν ὁ Καῖσαρ, οὐκ ἀναισθήτως τὰ πλημμελήματα δεξάμενος.

ἀπαλλαγεὶς γὰρ ἐκείνου τοῦ βίου γάμῳ προσέσχε, Φουλβίαν ἀγαγόμενος τὴν Κλωδίῳ τῷ δημαγωγῷ συνοικήσασαν, οὐ ταλασίαν οὐδὲ οἰκουρίαν φρονοῦν γύναιον, οὐδὲ ἀνδρὸς ἰδιώτου κρατεῖν ἀξιοῦν, ἀλλʼ ἄρχοντος ἄρχειν καὶ στρατηγοῦντος στρατηγεῖν βουλόμενον, ὥστε Κλεοπάτραν διδασκάλια Φουλβίᾳ τῆς Ἀντωνίου γυναικοκρατίας ὀφείλειν, πάνυ χειροήθη καὶ πεπαιδαγωγημένον ἀπʼ ἀρχῆς ἀκροᾶσθαι γυναικῶν παραλαβοῦσαν αὐτόν.

οὐ μὴν ἀλλὰ κἀκείνην ἐπειρᾶτο προσπαίζων καὶ μειρακιευόμενος ἱλαρωτέραν ποιεῖν ὁ Ἀντώνιος· οἷον ὅτε, Καίσαρι πολλῶν ἀπαντώντων μετὰ τὴν ἐν Ἰβηρίᾳ νίκην, καὶ αὐτὸς ἐξῆλθεν. εἶτα ἄφνω φήμης εἰς τὴν Ἰταλίαν ἐμπεσούσης ὡς ἐπίασιν οἱ πολέμιοι Καίσαρος τεθνηκότος, ἀνέστρεψεν εἰς Ῥώμην. λαβὼν δὲ θεράποντος ἐσθῆτα νύκτωρ ἐπὶ τὴν οἰκίαν ἦλθε, καὶ φήσας ἐπιστολὴν Φουλβίᾳ παρʼ Ἀντωνίου κομίζειν εἰσήχθη πρὸς αὐτὴν ἐγκεκαλυμμένος.

εἶτα ἡ μὲν ἐκπαθὴς οὖσα, πρὶν ἢ τὰ γράμματα λαβεῖν ἠρώτησεν εἰ ζῇ ὁ Ἀντώνιος· ὁ δὲ τὴν ἐπιστολὴν σιωπῇ προτείνας ἀρξαμένην λύειν καὶ ἀναγινώσκειν περιβαλὼν κατεφίλησε. ταῦτα μὲν οὖν ὀλίγα πολλῶν ὄντων ἕνεκα δείγματος ἐξενηνόχαμεν.

Chapter 11

ἐκ δὲ Ἰβηρίας ἐπανιόντι Καίσαρι πάντες μὲν οἱ πρῶτοι πολλῶν ἡμερῶν ὁδὸν ἀπήντων, ἐτιμήθη δὲ Ἀντώνιος ἐκπρεπῶς ὑπʼ αὐτοῦ. κομιζόμενος γὰρ ἐπὶ ζεύγους διὰ τῆς Ἰταλίας Ἀντώνιον εἶχε μεθʼ ἑαυτοῦ συνοχούμενον, ὄπισθεν δὲ Βροῦτον Ἀλβῖνον καὶ τὸν τῆς ἀδελφιδῆς υἱὸν Ὀκταουϊανόν, ὃς μετὰ ταῦτα Καῖσαρ ὠνομάσθη καὶ Ῥωμαίων ἦρξε πλεῖστον χρόνον.

ἐπεὶ δὲ τὸ πέμπτον ἀπεδείχθη Καῖσαρ ὕπατος, προσείλετο μὲν εὐθὺς συνάρχοντα τὸν Ἀντώνιον, ἐβούλετο δὲ τὴν ἀρχὴν ἀπειπάμενος Δολοβέλλᾳ παρεγγυῆσαι· καὶ τοῦτο πρὸς τὴν σύγκλητον ἐξήνεγκεν. Ἀντωνίου δὲ τραχέως ἀντιπεσόντος καὶ πολλὰ μὲν εἰπόντος κακὰ Δολοβέλλαν, οὐκ ἐλάττονα δὲ ἀκούσαντος, τότε μὲν αἰσχυνθεὶς τὴν ἀκοσμίαν ὁ Καῖσαρ ἀπηλλάγη.

μετὰ δὲ ταῦτα προελθὼν ἀναγορεῦσαι τὸν Δολοβέλλαν, Ἀντωνίου τοὺς οἰωνοὺς ἐναντιοῦσθαι βοῶντος, εἶξε καὶ προήκατο Δολοβέλλαν ἀχθόμενον. ἐδόκει δὲ κᾀκεῖνον οὐδὲν ἧττον τοῦ Ἀντωνίου βδελύττεσθαι. λέγεται γὰρ ὡς, ἀμφοτέρους τινὸς ὁμοῦ διαβάλλοντος πρὸς αὐτόν, εἴποι, μὴ δεδιέναι τοὺς παχεῖς τούτους καὶ κομήτας, ἀλλὰ τοὺς ὠχροὺς καὶ λεπτοὺς ἐκείνους, Βροῦτον καὶ Κάσσιον ἀποδεικνύμενος, ἀποδεικνύμενος Coraës and Sintenis, after the Aldine edition; Bekker omits, with the MSS. In the Morals, p. 206 F, Plutarch has δείξας. ὑφʼ ὧν ἔμελλεν ἐπιβουλευθεὶς ἀναιρεῖσθαι.

Chapter 12

κἀκείνοις δὲ τὴν εὐπρεπεστάτην πρόφασιν ἄκων παρεσχεν Ἀντώνιος. ἦν μὲν γὰρ ἡ τῶν Λυκαίων ἑορτὴ Ῥωμαίοις, ἣν Λουπερκάλια καλοῦσι, Καῖσαρ δὲ κεκοσμημένος ἐσθῆτι θριαμβικῇ καὶ καθήμενος ὑπὲρ βήματος ἐν ἀγορᾷ τοὺς διαθέοντας ἐθεᾶτο· διαθέουσι δὲ τῶν εὐγενῶν νέοι πολλοὶ καὶ τῶν ἀρχόντων, ἀληλιμμένοι λίπα, σκύτεσι λασίοις καθικνούμενοι μετὰ παιδιᾶς τῶν ἐντυγχανόντων.

ἐν τούτοις ὁ Ἀντώνιος διαθέων τὰ μὲν πάτρια χαίρειν εἴασε, διάδημα δὲ δάφνης στεφάνῳ περιελίξας προσέδραμε τῷ βήματι, καὶ συνεξαρθεὶς ὑπὸ τῶν συνθεόντων ἐπέθηκε τῇ κεφαλῇ τοῦ Καίσαρος, ὡς δὴ βασιλεύειν αὐτῷ προσῆκον. ἐκείνου δὲ θρυπτομένου καὶ διακλίνοντος ἡσθεὶς ὁ δῆμος ἀνεκρότησε·

καὶ πάλιν ὁ Ἀντώνιος ἐπῆγε, καὶ πάλιν ἐκεῖνος ἀπετρίβετο. καὶ πολὺν χρόνον οὕτω διαμαχομένων Ἀντωνίῳ μὲν ὀλίγοι τῶν φίλων βιαζομένῳ, Καίσαρι δὲ ἀρνουμένῳ πᾶς ὁ δῆμος ἐπεκρότει μετὰ βοῆς· ὃ καὶ θαυμαστὸν ἦν, ὅτι τοῖς ἔργοις τὰ τῶν βασιλευομένων ὑπομένοντες τοὔνομα τοῦ βασιλέως ὡς κατάλυσιν τῆς ἐλευθερίας ἔφευγον.

ἀνέστη μὲν οὖν ὁ Καῖσαρ ἀχθεσθεὶς ἀπὸ τοῦ βήματος, καὶ τὸ ἱμάτιον ἀπάγων ἀπὸ τοῦ τραχήλου τῷ βουλομένῳ παρέχειν τὴν σφαγὴν ἐβόα. τὸν δὲ στέφανον ἑνὶ τῶν ἀνδριάντων αὐτοῦ περιτεθέντα δήμαρχοί τινες κατέσπασαν, οὓς ὁ δῆμος εὐφημῶν μετὰ κρότου παρείπετο, Καῖσαρ δὲ τῆς ἀρχῆς ἀπέστησεν.

Chapter 13

ταῦτα τοὺς περὶ Βροῦτον καὶ Κάσσιον ἐπέρρωσε· καὶ τῶν φίλων τοὺς πιστοὺς καταλέγοντες ἐπὶ τὴν πρᾶξιν ἐσκέπτοντο περὶ Ἀντωνίου. τῶν δὲ ἄλλων προσιεμένων τὸν ἄνδρα Τρεβώνιος ἀντεῖπεν· ἔφη γὰρ ὑφʼ ὃν χρόνον ἀπήντων ἐξ Ἰβηρίας ἐπανιόντι Καίσαρι, τοῦ Ἀντωνίου συσκηνοῦντος αὐτῷ καὶ συνοδεύοντος, ἅψασθαι τῆς γνώμης ἀτρέμα πως καὶ μετʼ εὐλαβείας, τὸν δὲ νοῆσαι μέν, οὐ δέξασθαι δὲ τὴν πεῖραν, οὐ μὴν οὐδὲ πρὸς Καίσαρα κατειπεῖν, ἀλλὰ πιστῶς κατασιωπῆσαι τὸν λόγον.

ἐκ τούτου πάλιν ἐβουλεύοντο Καίσαρα κτείναντες ἐπισφάττειν Ἀντώνιον· ἐκώλυσε δὲ Βροῦτος, ἀξιῶν τὴν ὑπὲρ τῶν νόμων καὶ τῶν δικαίων τολμωμένην πρᾶξιν εἰλικρινῆ καὶ καθαρὰν ἀδικίας εἶναι. φοβούμενοι δὲ τήν τε ῥώμην τοῦ Ἀντωνίου καὶ τὸ τῆς ἀρχῆς ἀξίωμα, τάττουσιν ἐπʼ αὐτὸν ἐνίους τῶν ἐκ τῆς συνωμοσίας, ὅπως, ὅταν εἰσίῃ Καῖσαρ εἰς τὴν βουλὴν καὶ μέλλῃ δρᾶσθαι τὸ ἔργον, ἔξω διαλεγόμενοί τι καὶ σπουδάζοντες κατέχωσιν αὐτόν.

Chapter 14

τούτων δὲ πραττομένων ὡς συνετέθη, καὶ πεσόντος ἐν τῇ βουλῇ τοῦ Καίσαρος, εὐθὺς μὲν ὁ Ἀντώνιος ἐσθῆτα θεράποντος μεταλαβὼν ἔκρυψεν αὑτόν. ὡς δʼ ἔγνω τοὺς ἄνδρας ἐπιχειροῦντας μὲν οὐδενί, συνηθροισμένους δὲ εἰς τὸ Καπιτώλιον, ἔπεισε καταβῆναι λαβόντας ὅμηρον παρʼ αὐτοῦ τὸν υἱόν· καὶ Κάσσιον μὲν αὐτὸς ἐδείπνισε, Βροῦτον δὲ Λέπιδος.

συναγαγὼν δὲ βουλὴν αὐτὸς μὲν ὑπὲρ ἀμνηστίας εἶπε καὶ διανομῆς ἐπαρχιῶν τοῖς περὶ Κάσσιον καὶ Βροῦτον, ἡ δὲ σύγκλητος ἐκύρωσε ταῦτα καὶ τῶν ὑπὸ Καίσαρος γεγονότων ἐψηφίσαντο μηδὲν ἀλλάττειν. ἐξῄει δὲ τῆς βουλῆς λαμπρότατος ἀνθρώπων ὁ Ἀντώνιος, ἀνῃρηκέναι δοκῶν ἐμφύλιον πόλεμον καὶ πράγμασι δυσκολίας ἔχουσι καὶ ταραχὰς οὐ τὰς τυχούσας ἐμφρονέστατα κεχρῆσθαι καὶ πολιτικώτατα.

τούτων μέντοι ταχὺ τῶν λογισμῶν ἐξέσεισεν αὐτὸν ἡ παρὰ τῶν ὄχλων δόξα, πρῶτον ἐλπίσαντα βεβαίως ἔσεσθαι Βρούτου καταλυθέντος. ἔτυχε μὲν οὖν ἐκκομιζομένου Καίσαρος, ὥσπερ ἔθος ἦν, ἐν ἀγορᾷ διεξιὼν ἐγκώμιον· ὁρῶν δὲ τὸν δῆμον ὑπερφυῶς ἀγόμενον καὶ κηλούμενον ἐνέμιξε τοῖς ἐπαίνοις οἶκτον ἅμα καὶ δείνωσιν ἐπὶ τῷ πάθει, καὶ τῷ λόγῳ τελευτῶντι τῷ λόγῳ τελευτῶντι Sintenis, after Bryan; τελευτῶνBekker, with the MSS., bracketing τῷ λόγῳ; καὶ τῶν λόγων τελευτῶν Coraës; καὶ τῷ λόγῳ. τελευτῶν τε τοὺς χιτωνίσκους κτλ. Stephanus. τούς τε χιτωνίσκους τοῦ τεθνηκοτος ᾑμαγμένους καὶ διακεκομμένους τοῖς ξίφεσιν ἀνασείων,

καὶ τοὺς εἰργασμένους ταῦτα καλῶν παλαμναίους καὶ ἀνδροφόνους, τοσοῦτον ὀργῆς ἐνέβαλε τοῖς ἀνθρώποις ὥστε τὸ μὲν σῶμα τοῦ Καίσαρος ἐν ἀγορᾷ καθαγίσαι, συνενεγκαμένους τὰ βάθρα καὶ τὰς τραπέζας, ἁρπάζοντας δὲ τοὺς ἀπὸ τῆς πυρᾶς δαλοὺς ἐπὶ τὰς οἰκίας θεῖν τῶν ἀπεκτονότων καὶ προσμάχεσθαι.

Chapter 15

διὰ ταῦτα τῶν περὶ Βροῦτον ἐκ τῆς πόλεως ἀπελθόντων οἵ τε φίλοι τοῦ Καίσαρος συνίσταντο πρὸς τὸν Ἀντώνιον, ἥ τε γυνὴ Καλπουρνία πιστεύσασα τῶν χρημάτων τὰ πλεῖστα κατέθετο πρὸς αὐτὸν ἐκ τῆς οἰκίας, εἰς λόγον τὰ σύμπαντα τετρακισχιλίων ταλάντων.

ἔλαβε δὲ καὶ τὰ βιβλία τοῦ Καίσαρος, ἐν οἷς ὑπομνήματα τῶν κεκριμένων καὶ δεδογμένων ἦν ἀναγεγραμμένα· καὶ τούτοις παρεγγράφων οὓς ἐβούλετο, πολλοὺς μὲν ἄρχοντας ἀπεδείκνυε, πολλοὺς δὲ βουλευτάς, ἐνίους δὲ καὶ κατῆγε πεφυγαδευμένους καὶ καθειργμένους ἔλυεν, ὡς δὴ ταῦτα τῷ Καίσαρι δόξαντα.

διὸ τούτους ἅπαντας ἐπισκώπτοντες οἱ Ῥωμαῖοι Χαρωνίτας ἐκάλουν· ἐλεγχόμενοι γὰρ εἰς τοὺς τοῦ νεκροῦ κατέφευγον ὑπομνηματισμούς. καὶ τἆλλα δὲ ἔπραττεν αὐτοκρατορικῶς ὁ Ἀντώνιος, αὐτὸς μὲν ὑπατεύων, τοὺς δὲ ἀδελφοὺς ἔχων συνάρχοντας, Γάϊον μὲν στρατηγόν, Λεύκιον δὲ δήμαρχον.

Chapter 16

ἐνταῦθα δὲ τῶν πραγμάτων ὄντων ὁ νέος ἀφικνεῖται Καῖσαρ εἰς Ῥώμην, ἀδελφιδῆς μὲν ὢν τοῦ τεθνηκότος υἱός, ὡς εἴρηται, κληρονόμος δὲ τῆς οὐσίας ἀπολελειμμένος, ἐν Ἀπολλωνία δὲ διατρίβων ὑφʼ ὃν χρόνον ἀνῄρητο Καῖσαρ. οὗτος εὐθὺς Ἀντώνιον, ὡς δὴ πατρῷον φίλον, ἀσπασάμενος τῶν παρακαταθηκῶν ἐμέμνητο. καὶ γὰρ ὤφειλε Ῥωμαίων ἑκάστῳ δραχμὰς ἑβδομήκοντα πέντε δοῦναι, Καίσαρος ἐν ταῖς διαθήκαις γράψαντος.

Ἀντώνιος δὲ τὸ μὲν πρῶτον ὡς μειρακίου καταφρονῶν ἔλεγεν οὐχ ὑγιαίνειν αὐτόν, ἀλλὰ καὶ φρενῶν ἀγαθῶν καὶ φίλων ἔρημον ὄντα φορτίον ἀβάστακτον αἴρεσθαι τὴν Καίσαρος διαδοχήν· μὴ πειθομένου δὲ τούτοις, ἀλλʼ ἀπαιτοῦντος τὰ χρήματα, πολλὰ καὶ λέγων πρὸς ὕβριν αὐτοῦ καὶ πράττων διετέλει. δημαρχίαν τε γὰρ ἐνέστη μετιόντι, καὶ δίφρον χρυσοῦν τοῦ πατρός, ὥσπερ ἐψήφιστο, τιθέντος ἠπείλησεν εἰς φυλακὴν ἀπάξειν, εἰ μὴ παύσαιτο δημαγωγῶν.

ἐπεὶ μέντοι Κικέρωνι δοὺς ἑαυτὸν ὁ νεανίας καὶ τοῖς ἄλλοις ὅσοι τὸν Ἀντώνιον ἐμίσουν, δι’ ἐκείνων μὲν ᾠκειοῦτο τὴν βουλήν, αὐτὸς δὲ τὸν δῆμον ἀνελάμβανε καὶ τοὺς στρατιώτας ἀπὸ τῶν κατοικιῶν συνῆγε, δείσας ὁ Ἀντώνιος εἰς λόγους αὐτῷ συνῆλθεν ἐν Καπιτωλίῳ, καὶ διηλλάγησαν. εἶτα κοιμώμενος ἐκείνης τῆς νυκτὸς ὄψιν εἶδεν ἄτοπον ὁ Ἀντώνιος. ἐδόκει γὰρ αὑτοῦ τὴν δεξιὰν χεῖρα βεβλῆσθαι κεραυνῷ.

καὶ μεθʼ ἡμέρας ὀλίγας ἐνέπεσε λόγος ὡς ἐπιβουλεύοι Καῖσαρ αὐτῷ. Καῖσαρ δὲ ἀπελογεῖτο μέν, οὐκ ἔπειθε δέ· καὶ πάλιν ἦν ἐνεργὸς ἡ ἔχθρα, καὶ περιθέοντες ἀμφότεροι τὴν Ἰταλίαν τὸ μὲν ἱδρυμένον ἐν ταῖς κατοικίαις ἤδη τοῦ στρατιωτικοῦ μεγάλοις ἀνίστασαν μισθοῖς, τὸ δʼ ἐν ὅπλοις ἔτι τεταγμένον ὑποφθάνοντες ἀλλήλους προσήγοντο.

Chapter 17

τῶν δʼ ἐν τῇ πόλει Κικέρων μέγιστον δυνάμενος, καὶ παροξύνων ἐπὶ τὸν Ἀντώνιον ἅπαντας ἀνθρώπους, τέλος ἔπεισε τὴν βουλὴν ἐκεῖνον μὲν πολέμιον ψηφίσασθαι, Καίσαρι δὲ ῥαβδουχίαν πέμψαι καὶ στρατηγικὰ κόσμια, Πάνσαν δὲ καὶ Ἵρτιον ἀποστέλλειν ἐξελῶντας Ἀντώνιον ἐκ τῆς Ἰταλίας. οὗτοι δὲ ἦσαν ὕπατοι τότε· καὶ συμβαλόντες Ἀντωνίῳ περὶ πόλιν Μυτίνην, Καίσαρος παρόντος καὶ συμμαχομένου, τοὺς μὲν πολεμίους ἐνίκων, αὐτοὶ δὲ ἀπέθανον.

φεύγοντι δὲ Ἀντωνίῳ πολλὰ συνέπιπτε τῶν ἀπόρων, ὁ δὲ λιμὸς ἀπορώτατον. ἀλλὰ φύσει παρὰ τὰς κακοπραγίας ἐγίνετο βέλτιστος ἑαυτοῦ καὶ δυστυχῶν ὁμοιότατος ἦν ἀγαθῷ, κοινοῦ μὲν ὄντος τοῦ αἰσθάνεσθαι τῆς ἀρετῆς τοῖς δι’ ἀπορίαν τινὰ σφαλλομένοις, οὐ μὴν ἁπάντων ἃ ζηλοῦσι μιμεῖσθαι καὶ φεύγειν ἃ δυσχεραίνουσιν ἐρρωμένων ἐν ταῖς μεταβολαῖς, ἀλλὰ καὶ μᾶλλον ἐνίων τοῖς ἔθεσιν ἐνδιδόντων ὑπὸ ἀσθενείας καὶ θραυομένων τὸν λογισμόν.

ὁ δʼ οὖν Ἀντώνιος τότε θαυμαστὸν ἦν παράδειγμα τοῖς στρατιώταις, ἀπὸ τρυφῆς τοσαύτης καὶ πολυτελείας ὕδωρ τε πίνων διεφθαρμένον εὐκόλως, καὶ καρποὺς ἀγρίους καὶ ῥίζας προσφερόμενος. ἐβρώθη δὲ καὶ φλοιός, ὡς λέγεται, καὶ ζῴων ἀγεύστων πρότερον ἥψαντο τὰς Ἄλπεις ὑπερβάλλοντες.

Chapter 18

ἦν δὲ ὁρμὴ τοῖς ἐπέκεινα στρατεύμασιν ἐντυχεῖν, ὧν Λέπιδος ἦρχε, φίλος εἶναι δοκῶν Ἀντωνίου καὶ πολλὰ τῆς Καίσαρος φιλίας ἀπολελαυκέναι δι’ αὐτόν. ἐλθὼν δὲ καὶ παραστρατοπεδεύσας πλησίον, ὡς οὐθὲν ἀπήντα φιλάνθρωπον, ἔγνω παραβαλέσθαι. καὶ κόμη μὲν ἀτημελὴς καὶ βαθὺς πώγων μετὰ τὴν ἧτταν εὐθὺς ἦν αὐτῷ καθειμένος, λαβὼν δὲ φαιὸν ἱμάτιον ἐγγὺς προσῆγε τῷ χάρακι τοῦ Λεπίδου καὶ λέγειν ἤρξατο.

πολλῶν δὲ καὶ πρὸς τὴν ὄψιν ἐπικλωμένων καὶ τοῖς λόγοις ἀγομένων, δείσας ὁ Λέπιδος τὰς σάλπιγγας ἐκέλευσε συνηχούσας ἀφελέσθαι τὸ κατακούεσθαι τὸν Ἀντώνιον. οἱ δὲ στρατιῶται μᾶλλον ᾤκτειραν καὶ διελέγοντο κρύφα, Λαίλιον καὶ Κλώδιον ἀποστείλαντες πρὸς αὐτόν, ἐσθῆτας λαβόντας ἑταιρευομένων γυναικῶν, οἳ τὸν Ἀντώνιον ἐκέλευον ἐπιχειρεῖν θαρροῦντα τῷ χάρακι· πολλοὺς γὰρ εἶναι δεξομένους τοὺς δεξομένους Coraës and Bekker, after Reiske: δεξομένους with the MSS. καὶ τὸν Λέπιδον, εἰ βούλοιτο, κτενοῦντας.

Ἀντώνιος δὲ Λεπίδου μὲν οὐκ εἴασεν ἅψασθαι, μεθʼ ἡμέραν δὲ τὸν στρατὸν ἔχων ἀπεπειρᾶτο τοῦ ποταμοῦ. καὶ πρῶτος αὐτὸς ἐμβὰς ἐπορεύετο πρὸς τὴν ἀντιπέρας ὄχθην, ὁρῶν ἤδη πολλοὺς τῶν Λεπίδου στρατιωτῶν τάς τε χεῖρας ὀρέγοντας αὐτῷ καὶ τὸν χάρακα διασπῶντας. εἰσελθὼν δὲ καὶ κρατήσας ἁπάντων ἡμερώτατα Λεπίδῳ προσηνέχθη. πατέρα γὰρ προσηγόρευσεν αὐτὸν ἀσπασάμενος· καὶ τῷ μὲν ἔργῳ πάντων αὐτὸς ἦν κύριος, ἐκείνῳ δʼ ὄνομα καὶ τιμὴν αὐτοκράτορος διετέλει φυλάττων.

τοῦτο καὶ Πλάγκον αὐτῷ Μουνάτιον ἐποίησε προσθέσθαι, καθήμενον οὐ πρόσω μετὰ συχνῆς δυνάμεως. οὕτω δὲ μέγας ἀρθεὶς αὖθις ὑπερέβαλε τὰς Ἄλπεις, εἰς τὴν Ἰταλίαν ἄγων ἑπτακαίδεκα τέλη πεζῶν σὺν αὑτῷ καὶ μυρίους ἱππεῖς· χωρὶς δὲ φρουρὰν Γαλατίας ἓξ τάγματα λελοίπει μετὰ Οὐαρίου τινὸς τῶν συνήθων καὶ συμποτῶν, ὃν Κοτύλωνα προσηγόρευον.

Chapter 19

Καῖσαρ δὲ Κικέρωνι μὲν οὐκέτι προσεῖχε, τῆς ἐλευθερίας ὁρῶν περιεχόμενον, Ἀντώνιον δὲ προὐκαλεῖτο διὰ τῶν φίλων εἰς διαλύσεις. καὶ συνελθόντες οἱ τρεῖς εἰς νησῖδα ποταμῷ περιρρεομένην ἐπὶ τρεῖς ἡμέρας συνήδρευσαν. καὶ τἆλλα μὲν ἐπιεικῶς ὡμολογεῖτο, καὶ διενείμαντο τὴν σύμπασαν ἀρχὴν ὥσπερ οὐσίαν πατρῴαν ἀλλήλοις, ἡ δὲ περὶ τῶν ἀπολουμένων ἀνδρῶν ἀμφισβήτησις αὐτοῖς πλεῖστα πράγματα παρέσχε, τοὺς μὲν ἐχθροὺς ἀνελεῖν ἑκάστου, σῶσαι δὲ τοὺς προσήκοντας ἀξιοῦντος.

τέλος δὲ τῇ πρὸς τοὺς μισουμένους ὀργῇ καὶ συγγενῶν τιμὴν καὶ φίλων εὔνοιαν προέμενοι, Κικέρωνος μὲν Ἀντωνίῳ Καῖσαρ ἐξέστη, τούτῳ δὲ Ἀντώνιος Λευκίου Καίσαρος, ὃς ἦν θεῖος αὐτῷ πρὸς μητρός· ἐδόθη δὲ καὶ Λεπίδῳ Παῦλον ἀνελεῖν τὸν ἀδελφόν· οἱ δέ φασιν ἐκστῆναι τοῦ Παύλου τὸν Λέπιδον ἐκείνοις ἀποθανεῖν αὐτὸν αἰτησαμένοις.

οὐδὲν ὠμότερον οὐδὲ ἀγριώτερον τῆς διαμείψεως ταύτης δοκῶ γενέσθαι. φόνων γὰρ ἀντικαταλλασσόμενοι φόνους ὁμοίως μὲν οἷς ἐλάμβανον ἀνῄρουν οὓς ἐδίδοσαν, ἀδικώτεροι δὲ περὶ τοὺς φίλους ἦσαν, οὓς ἀπεκτίννυσαν μηδὲ μισοῦντες.

Chapter 20

ἐπὶ δʼ οὖν ταῖς διαλλαγαῖς ταύταις οἱ στρατιῶται περιστάντες ἠξίουν καὶ γάμῳ τινὶ τὴν φιλίαν συνάψαι Καίσαρα, λαβόντα τὴν Φουλβίας τῆς Ἀντωνίου γυναικὸς θυγατέρα Κλωδίαν. ὁμολογηθέντος δὲ καὶ τούτου τριακόσιοι μὲν ἐκ προγραφῆς ἐθανατώθησαν ὑπʼ αὐτῶν·

Κικέρωνος δὲ σφαγέντος ἐκέλευσεν Ἀντώνιος τήν τε κεφαλὴν ἀποκοπῆναι καὶ τὴν χεῖρα τὴν δεξιάν, ᾗ τοὺς κατʼ αὐτοῦ λόγους ἔγραψε. καὶ κομισθέντων ἐθεᾶτο γεγηθὼς καὶ ἀνακαγχάζων ὑπὸ χαρᾶς πολλάκις· εἶτα ἐμπλησθεὶς ἐκέλευσεν ὑπὲρ τοῦ βήματος ἐν ἀγορᾷ τεθῆναι, καθάπερ εἰς τὸν νεκρὸν ὑβρίζων, οὐχ αὑτὸν ἐνυβρίζοντα τῇ τύχῃ καὶ καταισχύνοντα τὴν ἐξουσίαν ἐπιδεικνύμενος.

ὁ δὲ θεῖος αὐτοῦ Καῖσαρ ζητούμενος καὶ διωκόμενος κατέφυγε πρὸς τὴν ἀδελφήν. ἡ δέ, τῶν σφαγέων ἐπιστάντων καὶ βιαζομένων εἰς τὸ δωμάτιον αὐτῆς, ἐν ταῖς θύραις στᾶσα καὶ διασχοῦσα τὰς χεῖρας ἐβόα πολλάκις· οὐκ ἀποκτενεῖτε Καίσαρα Λεύκιον, ἐὰν μὴ πρότερον ἐμὲ ἀποκτείνητε τὴν τὸν αὐτοκράτορα τεκοῦσαν. ἐκείνη μὲν οὖν τοιαύτη γενομένη διέκλεψε καὶ διέσωσε τὸν ἀδελφόν.

Chapter 21

ἦν δὲ καὶ τὰ πολλὰ Ῥωμαίοις ἐπαχθὴς ἡ τῶν τριῶν ἀρχή· καὶ τὸ πλεῖστον ὁ Ἀντώνιος τῆς αἰτίας εἶχε, πρεσβύτερος μὲν ὢν Καίσαρος, Λεπίδου δὲ δυνατώτερος, εἰς δὲ τὸν βίον ἐκεῖνον αὖθις τὸν ἡδυπαθῆ καὶ ἀκόλαστον, ὡς πρῶτον ἀνεχαίτισε τῶν πραγμάτων, ἐκκεχυμένος.

προσῆν δὲ τῇ κοινῇ κακοδοξίᾳ τὸ διὰ τὴν οἰκίαν οὐ μικρὸν μῖσος, ἣν ᾤκει, Πομπηΐου τοῦ Μεγάλου γενομένην, ἀνδρὸς οὐχ ἧττον ἐπὶ σωφροσύνῃ καὶ τῷ τεταγμένως καὶ δημοτικῶς διαιτᾶσθαι θαυμασθέντος ἢ διὰ τοὺς τρεῖς θριάμβους. ἤχθοντο γὰρ ὁρῶντες αὐτὴν τὰ πολλὰ κεκλεισμένην μὲν ἡγεμόσι καὶ στρατηγοῖς καὶ πρέσβεσιν, ὠθουμένοις πρὸς ὕβριν ἀπὸ τῶν θυρῶν, μεστὴν δὲ μίμων καὶ θαυματοποιῶν καὶ κολάκων κραιπαλώντων, εἰς οὓς τὰ πλεῖστα κατανηλίσκετο τῶν χρημάτων τῷ βιαιοτάτῳ καὶ χαλεπωτάτῳ τρόπῳ ποριζομένων.

οὐ γὰρ μόνον ἐπώλουν οὐσίας τῶν φονευομένων, ἐπισυκοφαντοῦντες οἰκείους καὶ γυναῖκας αὐτῶν, οὐδὲ τελῶν πᾶν ἐκίνησαν γένος, ἀλλὰ καὶ παρὰ ταῖς Ἑστιάσι πυθόμενοι παρθένοις παρακαταθήκας τινὰς κεῖσθαι καὶ ξένων καὶ πολιτῶν ἔλαβον ἐπελθόντες.

ὡς δὲ οὐδὲν ἦν ἱκανὸν Ἀντωνίῳ, Καῖσαρ ἠξίωσε νείμασθαι τὰ χρήματα πρὸς αὐτόν. ἐνείμαντο δὲ καὶ τὸν στρατόν, ἐπὶ Βροῦτον καὶ Κάσσιον εἰς Μακεδονίαν στρατεύοντες ἀμφότεροι, Λεπίδῳ δὲ τὴν Ῥώμην ἐπέτρεψαν.

Chapter 22

ὡς μέντοι διαβάντες ἥψαντο πολέμου καὶ παρεστρατοπέδευσαν τοῖς πολεμίοις, Ἀντωνίου μὲν ἀντιτεταγμένου Κασσίῳ, Βρούτῳ δὲ Καίσαρος, οὐθὲν ἔργον ἐφάνη μέγα τοῦ Καίσαρος, ἀλλʼ Ἀντώνιος ἦν ὁ νικῶν πάντα καὶ κατορθῶν.

τῇ μέν γε προτέρᾳ μάχῃ Καῖσαρ ὑπὸ Βρούτου κατὰ κράτος ἡττηθεὶς ἀπέβαλε τὸ στρατόπεδον, καὶ μικρὸν ἔφθη τοὺς διώκοντας ὑπεκφυγών· ὡς δὲ αὐτὸς ἐν τοῖς ὑπομνήμασι γέγραφε, τῶν φίλων τινὸς ὄναρ ἰδόντος ἀνεχώρησε πρὸ τῆς μάχης.

Ἀντώνιος δὲ Κάσσιον ἐνίκησε· καίτοι γεγράφασιν ἔνιοι μὴ παραγενέσθαι τῇ μάχῃ τὸν Ἀντώνιον, ἀλλὰ προσγενέσθαι μετὰ τὴν μάχην ἤδη διώκουσι. Κάσσιον δὲ Πίνδαρος τῶν πιστῶν τις ἀπελευθέρων αὐτοῦ δεομένου καὶ κελεύοντος ἔσφαξεν· οὐ γὰρ ἔγνω νενικηκότα Βροῦτον.

ὀλίγων δὲ ἡμερῶν διαγενομένων πάλιν ἐμαχέσαντο· καὶ Βροῦτος μὲν ἡττηθεὶς ἑαυτὸν ἀνεῖλεν, Ἀντώνιος δὲ τῆς νίκης ἠνέγκατο τῇ δόξῃ τὸ πλεῖστον, ἅτε δὴ καὶ νοσοῦντος τοῦ Καίσαρος. ἐπιστὰς δὲ τῷ Βρούτου νεκρῷ μικρὰ μὲν ὠνείδισεν ὑπὲρ τῆς Γαΐου τοῦ ἀδελφοῦ τελευτῆς ʽἀνῃρήκει γὰρ ἐκεῖ νον ὁ Βροῦτος ἐν Μακεδονίᾳ Κικέρωνι τιμωρῶν̓, φήσας δὲ μᾶλλον Ὁρτήσιον ἢ Βροῦτον αἰτιᾶσθαι τῆς τοῦ ἀδελφοῦ σφαγῆς Ὁρτήσιον μὲν ἐκέλευσεν ἐπισφάξαι τῷ μνήματι, Βρούτῳ δὲ τὴν αὑτοῦ φοινικίδα πολλῶν χρημάτων ἀξίαν οὖσαν ἐπέρριψε, καὶ τῶν ἀπελευθέρων τινὶ τῶν ἑαυτοῦ προσέταξε τῆς ταφῆς ἐπιμεληθῆναι. τοῦτον ὕστερον γνοὺς οὐ συγκατακαύσαντα τὴν φοινικίδα τῷ νεκρῷ καὶ πολλὰ τῆς εἰς τὴν ταφὴν δαπάνης ὑφῃρημένον ἀπέκτεινεν.

Chapter 23

ἐκ τούτου Καῖσαρ μὲν εἰς Ῥώμην ἐκομίζετο, δοκῶν οὐ περιέσεσθαι πολὺν χρόνον ἐκ τῆς ἀρρωστίας, Ἀντώνιος δὲ τὰς πρὸς ἕω πάσας ἐπαρχίας ἀργυρολογήσων διέβαινεν εἰς τὴν Ἑλλάδα, πολλὴν στρατιὰν ἄγων· ὑπεσχημένοι γὰρ ἑκάστῳ στρατιώτῃ δραχμὰς πεντακισχιλίας ἐδέοντο συντονωτέρου χρηματισμοῦ καὶ δασμολογίας.

τοῖς μὲν οὖν Ἕλλησιν οὐκ ἄτοπος οὐδὲ φορτικὸς συνηνέχθη τό γε πρῶτον, ἀλλὰ καὶ τὸ παῖζον αὑτοῦ πρὸς ἀκροάσεις φιλολόγων καὶ θεας ἀγώνων καὶ μυήσεις ἔτρεπε, καὶ περὶ τὰς κρίσεις ἦν ἐπιεικής, καὶ φιλέλλην ἀκούων ἔχαιρεν, ἔτι δὲ μᾶλλον φιλαθήναιος προσαγορευόμενος, καὶ τῇ πόλει πλείστας δωρεὰς ἔδωκε.

βουλομένων δέ τι καὶ Μεγαρέων καλὸν ἀντεπιδείξασθαι ταῖς Ἀθήναις καὶ τὸ βουλευτήριον ἰδεῖν αὐτὸν ἀξιωσάντων ἀναβὰς καὶ θεασάμενος, ὡς ἐπυνθάνοντο τί δοκοίη, μικρὸν μέν, ἔφη, σαπρὸν δέ. καὶ τὸν τοῦ Πυθίου νεὼν κατεμέτρησεν ὡς συντελέσων· τοῦτο γὰρ ὑπέσχετο πρὸς τὴν σύγκλητον.

Chapter 24

ἐπεὶ δὲ Λεύκιον Κηνσωρῖνον ἐπὶ τῆς Ἑλλάδος καταλιπὼν εἰς Ἀσίαν διέβη καὶ τῶν ἐκεῖ πλούτων ἥψατο, καὶ βασιλεῖς ἐπὶ θύρας ἐφοίτων καὶ βασιλέων γυναῖκες ἁμιλλώμεναι δωρεαῖς πρὸς ἀλλήλας καὶ κάλλεσιν ἐφθείροντο πρὸς αὐτόν, ἐν Ῥώμῃ δὲ Καίσαρος στάσεσι καὶ πολέμοις ἀποτρυχομένου πολλὴν αὐτὸς ἄγων σχολὴν καὶ εἰρήνην ἀνεκυκλεῖτο τοῖς πάθεσιν εἰς τὸν συνήθη βίον,

Ἀναξήνορες δὲ κιθαρῳδοὶ καὶ Ξοῦθοι χοραῦλαι καὶ Μητρόδωρός τις ὀρχηστὴς καὶ τοιοῦτος ἄλλος Ἀσιανῶν ἀκροαμάτων θίασος, ὑπερβαλλομένων λαμυρίᾳ καὶ βωμολοχίᾳ τὰς ἀπὸ τῆς Ἰταλίας κῆρας, εἰσερρύη καὶ διῴκει τὴν αὐλήν, οὐδὲν ἦν ἀνεκτόν, εἰς ταῦτα φορουμένων ἁπάντων.

ἡ γὰρ Ἀσία πᾶσα, καθάπερ ἡ Σοφόκλειος ἐκείνη πόλις, ὁμοῦ μὲν θυμιαμάτων ἔγεμεν, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων. εἰς γοῦν Ἔφεσον εἰσιόντος αὐτοῦ γυναῖκες μὲν εἰς Βάκχας, ἄνδρες δὲ καὶ παῖδες εἰς Σατύρους καὶ Πᾶνας ἡγοῦντο διεσκευασμένοι, κιττοῦ δὲ καὶ θύρσων καὶ ψαλτηρίων καὶ συρίγγων καὶ αὐλῶν ἡ πόλις ἦν πλέα, Διόνυσον αὐτὸν ἀνακαλουμένων χαριδότην καὶ μειλίχιον.

ἦν γὰρ ἀμέλει τοιοῦτος ἐνίοις, τοῖς δὲ πολλοῖς ὠμηστὴς καὶ ἀγριώνιος. ἀφῃρεῖτο γὰρ εὐγενεῖς ἀνθρώπους τὰ ὄντα μαστιγίαις καὶ κόλαξι χαριζόμενος. πολλῶν δὲ καὶ ζώντων ὡς τεθνηκότων αἰτησάμενοί τινες οὐσίας ἔλαβον. ἀνδρὸς δὲ Μάγνητος οἶκον ἐδωρήσατο μαγείρῳ περὶ ἕν, ὡς λέγεται, δεῖπνον εὐδοκιμήσαντι.

τέλος δέ, ταῖς πόλεσι δεύτερον ἐπιβάλλοντος φόρον, ἐτόλμησεν Ὑβρέας ὑπὲρ τῆς Ἀσίας λέγων εἰπεῖν ἀγοραίως μὲν ἐκεῖνα καὶ πρὸς τὸν Ἀντωνίου ζῆλον οὐκ ἀηδῶς, εἰ δύνασαι δὶς λαβεῖν ἑνὸς ἐνιαυτοῦ φόρον, δύνασαι καὶ δὶς ἡμῖν ποιήσασθαι θέρος καὶ δὶς ὀπώραν, πρακτικῶς δὲ καὶ παραβόλως συναγαγὼν ὅτι μυριάδας εἴκοσι ταλάντων ἡ Ἀσία δέδωκε, ταῦτα, εἶπεν, εἰ μὲν οὐκ εἴληφας, ἀπαίτει παρὰ τῶν λαβόντων· εἰ δὲ λαβὼν οὐκ ἔχεις, ἀπολώλαμεν.

ἐτρέψατο τούτῳ δεινῶς τὸν Ἀντώνιον· ἠγνόει γὰρ τὰ πολλὰ τῶν γιγνομένων, οὐχ οὕτω ῥᾴθυμος ὤν, ὡς δι’ ἁπλότητα πιστεύων τοῖς περὶ αὑτόν. ἐνῆν γὰρ ἁπλότης τῷ ἤθει καὶ βραδεῖα μὲν αἴσθησις, αἰσθανομένῳ δὲ τῶν ἁμαρτανομένων ἰσχυρὰ μετάνοια καὶ πρὸς αὐτοὺς ἐξομολόγησις τοὺς ἀγνωμονηθέντας, μέγεθος δὲ καὶ περὶ τὰς ἀμοιβὰς καὶ περὶ τὰς τιμωρίας. μᾶλλόν γε μὴν ἐδόκει χαριζόμενος ἢ κολάζων ὑπερβάλλειν τὸ μέτριον.

ἡ δὲ περὶ τὰς παιδιὰς καὶ τὰς ἐπισκώψεις ὕβρις ἐν αὑτῇ τὸ φάρμακον εἶχεν. ἀντισκῶψαι γὰρ ἐξῆν καὶ ἀνθυβρίσαι, καὶ γελώμενος οὐχ ἧττον ἢ γελῶν ἔχαιρε. καὶ τοῦτο διελυμήνατο τὰ πολλὰ τῶν πραγμάτων. τοὺς γὰρ ἐν τῷ παίζειν παρρησιαζομένους οὐκ ἂν οἰηθεὶς σπουδάζοντας κολακεύειν αὐτὸν ἡλίσκετο ῥᾳδίως ὑπὸ τῶν ἐπαίνων,

ἀγνοῶν ὅτι τὴν παρρησίαν τινὲς ὡς ὑποστῦφον ἥδυσμα τῇ κολακείᾳ παραμιγνύντες ἀφῄρουν τὸ πλήσμιον, τῇ παρὰ τὴν κύλικα θρασύτητι καὶ λαλιᾷ διαμηχανώμενοι τὴν ἐπὶ τῶν πραγμάτων ὕφεσιν καὶ συγκατάθεσιν μὴ πρὸς χάριν ὁμιλούντων, ἀλλὰ τῷ φρονεῖν ἡττωμένων φαίνεσθαι.

Chapter 25

τοιούτῳ δʼ οὖν ὄντι τὴν φύσιν Ἀντωνίῳ τελευταῖον κακὸν ὁ Κλεοπάτρας ἔρως ἐπιγενόμενος, καὶ πολλὰ τῶν ἔτι κρυπτομένων ἐν αὐτῷ καὶ ἀτρεμούντων παθῶν ἐγείρας καὶ ἀναβακχεύσας, εἴ τι χρηστὸν ἢ σωτήριον ὅμως ἀντεῖχεν, ἠφάνισε καὶ…

ὁ δὲ…

ἡ…

The complete text is available when the reading interface loads.